TLG 0014 064 :: DEMOSTHENES :: Fragmenta DEMOSTHENES Orat. Scholia: Cf. SCHOLIA IN DEMOSTHENEM (5017)
Fragmenta frr. 1–13 Citation: Oration — fragment — (line) | ||
frr. 1–13 | ||
Frag.1at | ΠΡΟΣ ΑΛΚΙΜΑΧΟΝ. | |
Frag.1bt | ΠΕΡΙ ΤΟΥ ΜΗ ΕΚΔΟΥΝΑΙ ΑΡΠΑΛΟΝ, εἰ γνήσιος. | |
Frag.1b1 | εἰ μέντοι ἔνιοι ψευδεπίγραφοί εἰσι λόγοι ἀηδεῖς καὶ φορτικαὶ καὶ ἄγροικοι κατασκευαί, ὡς ἐν τῇ κατ’ Ἀριστογείτονος βʹ, καὶ ἐν τῇ ἀπολογίᾳ τῶν δώρων, καὶ ἐν τῷ μὴ ἐκδοῦναι Ἅρπαλον, καὶ ἐν τῷ κατὰ Νε‐ | |
5 | αίρας, καὶ ἐν τῷ περὶ τῶν πρὸς Ἀλέξανδρον συνθη‐ κῶν, ἐν ἄλλοις τε συχνοῖς, οὓς ὁ Δημοσθένης οὐκ ἔγραψεν, ἐν ἑτέρᾳ δηλοῦταί μοι πραγματείᾳ. Diony‐ sius 6 p. 1126, 11 R. | |
---|---|---|
Frag.2t | ΚΑΤΑ ΔΗΜΑΔΟΥ. | |
Frag.2.1 | ἄγειν· —Δημοσθένης δὲ τὸ ἄγειν ἐν τῷ κατὰ Τιμοκράτους τὸ τίμημα λέγει ἢ τὴν ποσότητα τῆς ὁλκῆς, φάσκων· καὶ τὸν ἀκινάκην τὸν Μαρδο‐ νίου, ὃς ἦγε τριακοσίους δαρεικούς. κατὰ | |
5 | Δημάδου· ἦγε δὲ πέντε μνᾶς. Bekk. anecd. p. 335, 27. (Bachm. an. p. 20, 21). | |
Frag.3t | ΥΠΕΡ ΔΙΦΙΛΟΥ. | |
Frag.3.1 | Διφίλῳ δημηγορικός, αἰτοῦντι δωρεάς· Διὰ τὸ μὴ ῥᾴδιον εἶναι. τοῦτον ἐπείσθην ὑπὸ Δημοσθένους γεγράφθαι τὸν λόγον, ὅτι τὰς δωρεὰς ἔγραψεν αὐτῷ Δημοσθένης, ὡς Δείναρχος ἐν τῷ κατὰ Δημοσθένους | |
5 | λόγῳ δεδήλωκε, καὶ ὅτι ἐπὶ τέλει τοῦ λόγου ὁ Δίφιλος Δημοσθένην παρακαλεῖ συνήγορον. ἀπίθανον δὲ οἶμαι εἶναι τὰς μὲν τιμὰς οὕτω γράφειν εὐνοοῦντα τῷ Διφίλῳ τὸν Δημοσθένην, λόγον δὲ παρὰ Δεινάρχου λαβόντα περιιδεῖν. Dionysius 5 p. 659, 1 R. | |
Frag.4t | ΑΠΟΛΟΓΙΑ ΔΩΡΩΝ, εἰ γνήσιος ὁ λόγος. | |
Frag.4.1 | Non genuinam orationem Dionysio visam esse supra vidimus: cf. frg. 1. neque adversantur ea, quae vol. 6 p. 749 dicit: εἰ δέ τις ἐρεῖ, ὅτι περὶ τῆς τῶν δώρων, ἣν ἐπ’ Ἀντικλέους (immo Ἡγησίου: cf. We‐ | |
5 | sterm. qu. dem. 3 p. 113) ἄρχοντος ἀπελογήσατο, περὶ τὴν Ἀλεξάνδρου τελευτήν, πολλῷ νεωτέρας ἔτι ποιήσει τὰς Ἀριστοτέλους τέχνας τῶν Δημοσθένους ἀγώνων. Neque enim hic de oratione aliqua Demosthenis edita commemorat, sed de causa, quam Demosthenem | |
10 | orasse nemo negavit. Dubitari non potest, quin haec oratio ea sit, quam Athenaeus περὶ χρυσίου dictam esse tradidit. is 13 p. 592. E haec narrat: Δημο‐ σθένη δὲ τὸν ῥήτορα καὶ τεκνοποιήσασθαι ἐξ ἑταίρας ἔχει λόγος. αὐτὸς γοῦν ἐν τῷ περὶ χρυσίου λόγῳ | |
15 | προαγήοχε τὰ τέκνα ἐπὶ τὸ δικαστήριον, ὡς δι’ ἐκεί‐ νων ἔλεον ἕξων, χωρὶς τῆς μητρός, καίτοι ἔθος ἐχόν‐ των τῶν κρινομένων τὰς γυναῖκας ἐπάγεσθαι· ἀλλ’ αἰδοῖ τοῦτ’ ἐποίησε, φεύγων τὴν διαβολήν. Mihi haec ipsa quae Athenaeus narrat declamatoris ingenium | |
20 | prodere videntur. Ad eandem declamationem videtur Pausaniae testimonium pertinere, 2. 33 §. 3: εἴρηται μὲν οὖν περὶ αὐτοῦ καὶ ἄλλοις καὶ αὐτῷ Δημοσθένει πλεῖστα, ἦ μὴν τῶν χρημάτων ἃ ἐκ τῆς Ἀσίας ἤγαγεν Ἅρπαλος μὴ μεταλαβεῖν αὐτόν. | |
Frag.5t | ΜΕΤ’ ΕΛΑΤΕΙΑΣ ΑΛΩΣΙΝ. | 251 |
Frag.6t | ΠΡΟΣ ΚΡΙΤΙΑΝ, περὶ τοῦ ἐνεπισκήμματος, εἰ γνήσιος. | |
Frag.6.1 | ἐνεπίσκημμα καὶ ἐνεπισκήψασθαι· Δημο‐ σθένης ἐν τῷ κατὰ Τιμοθέου. ὁπότε δημευθείη τινὸς ἡ οὐσία, ἐξῆν προσελθόντι τῷ φάσκοντι δανειστῇ γε‐ γονέναι τούτου τοῦ ἀνδρὸς λέγειν ὅτι ἐνοφείλεται αὐ‐ | |
5 | τῷ χρέος ἐν τῇ οὐσίᾳ. ἔστι δὲ καὶ λόγος τις ἐπιγρα‐ φόμενος „Δημοσθένους πρὸς Κριτίαν περὶ τοῦ ἐνε‐ πισκήμματοσ“, ὃν Καλλίμαχος μὲν ἀναγράφει ὡς γνή‐ σιον, Διονύσιος δὲ ὁ Ἁλικαρνασεὺς ὡς ψευδεπίγραφον. Harpocrat. | |
Frag.7t | ΚΑΤΑ ΜΕΔΟΝΤΟΣ. | |
Frag.7.1 | Δημοσθένης δὲ ἐν τῷ κατὰ Μέδοντος καὶ κατὰ τῶν μὴ προσηκόντως τῇ ἐπικλήρῳ συνοικούντων γίνε‐ σθαι τὰς εἰσαγγελίας λέγει. Pollux 8 §. 53. | |
Frag.7.2 | Δημοσθένους δ’ ἐν τῷ κατὰ Μέδοντος περί τινος παρθένου λέγοντος οὕτως· οὐ δεκατεῦσαι ταύτην οὐδὲ μυῆσαι, Δίδυμος ὁ γραμματικὸς περὶ τούτου βιβλίον γράψας φησὶν ὅτι τὸ δεκατεῦσαι Λυσίας ἐν | |
5 | τῷ περὶ τῆς Φρυνίχου θυγατρὸς ἀρκτεῦσαι εἴρηκεν. —— ἴσως δὲ τὸ ἀρκτεῦσαι δεκατεῦσαι εἴρηκεν ὁ ῥήτωρ, ἐπειδὴ αἱ δεκετίδες ἤρκτευον. Harpocrat. p. 54, 3. cf. Lysiae frg. 250. | |
Frag.8t | ΜΕΣΣΗΝΙΑΚΟΣ. | |
Frag.9t | ΠΑΥΣΑΝΙΟΥ ΕΓΚΩΜΙΟΝ, εἰ γνήσιον. | |
Frag.9.1 | πανηγυρικοὺς μὲν οὖν λόγους οὐκ ἔχομεν αὐτοῦ παρασχέσθαι· πάντας γὰρ ἔγωγε τοὺς ἀναφερομένους εἰς αὐτὸν ἀλλοτρίους εἶναι πείθομαι καὶ οὐδὲ κατὰ μικρὸν ἔχοντας τὸν ἐκείνου χαρακτῆρα· —ὧν ἐστιν | |
5 | ὅ τε φορτικὸς καὶ κενὸς καὶ παιδαριώδης ἐπιτάφιος καὶ τὸ τοῦ σοφιστικοῦ λήρου μεστὸν ἐγκώμιον εἰς Παυσανίαν. Dionys. 6 p. 1094, 17 R. | |
Frag.10t | ΠΡΟΣ ΠΟΛΥΕΥΚΤΟΝ. | |
Frag.10.1 | δικάσιμον· Δημοσθένης πρὸς Πολύευκτον πα‐ ραγραφῇ. Bekk. anecd. p. 90, 28. De compluribus hominibus, quibus illa aetate Polyeuctis nomen fuit, exposuit Boehneckius quaestt. de oratt. atticis p. 643 sq. | |
Frag.11t | ΥΠΕΡ ΤΩΝ ΡΗΤΟΡΩΝ. | |
Frag.11.1 | ἅμα· δοτικῇ. Δημοσθένης ἐπὶ τοῦ εὐθέως καὶ | |
παραχρῆμα ἔταξε. καὶ ἐν τῷ ὑπὲρ τῶν ῥητόρων λόγῳ εἰπών· οὐ γὰρ ὁ θάνατος τοῖς εὖ φρονοῦσιν οἰκτρός· τοῦτο γὰρ ἅμα τῷ γενέσθαι πάν‐ | 252 | |
5 | των κατέγνωσται. Suidas 1, 1 p. 255 Bernh. cf. Antiphontis frg. 71. | |
Frag.11.2 | Ὅτε καὶ τὸν περὶ τῶν προβάτων λόγον ὁ Δη‐ μοσθένης, ὡς τοῖς λύκοις τοὺς κύνας ἐξέδωκε, διη‐ γησάμενος αὑτὸν μὲν εἴκασε καὶ τοὺς σὺν αὑτῷ κυσὶν ὑπὲρ τοῦ δήμου μαχομένοις, Ἀλέξανδρον δὲ τὸν Μα‐ | |
5 | κεδόνα μονόλυκον προσηγόρευσεν. Ἔτι δ’ ὥσπερ ἔφη τοὺς ἐμπόρους ὁρῶμεν, ὅταν ἐν τρυβλίῳ δεῖγμα περιφέρωσι, δι’ ὀλίγων πυρῶν τοὺς πολλοὺς πιπράσκοντας, οὕτως ἐν ἡμῖν λαν‐ θάνετε πάντας αὑτοὺς συνεκδιδόντες. Ταῦτα | |
10 | μὲν οὖν Ἀριστόβουλος ὁ Κασσανδρεὺς ἱστόρηκε. Plu‐ tarch. vit. Demosth. c. 23. | |
Frag.12t | ΥΠΕΡ ΣΑΤΥΡΟΥ ΕΠΙΤΡΟΠΙΚΟΣ, εἰ γνήσιος. | |
Frag.12.1 | καὶ τὸν ὑπὲρ Σατύρου δὲ λόγον τῆς ἐπιτροπῆς πρὸς Χαρίδημον οἱ μὲν πρὸς τὴν κρίσιν ἔχοντες τὸ ἀσφα‐ λὲς Δημοσθένους λέγουσιν εἶναι, ὁ δὲ Καλλίμαχος, οὐδ’ ἱκανὸς ὢν κρίνειν, Δεινάρχου νομίζει. Photius | |
5 | bibl. p. 491 b 29 Bk. | |
Frag.12bt | ΠΕΡΙ ΧΡΥΣΙΟΥ. | |
Frag.13t | ΑΠΑΡΑΣΗΜΑ. | |
Frag.13.1 | ὑπὲρ ὄνου σκιᾶς. λέγουσιν ὅτι Δημοσθένης ὁ ῥήτωρ ἀπολογούμενος ὑπέρ τινος κινδυνεύοντος οὐκ ἀνεχομένων τῶν δικαστῶν εἶπεν· Ἀκούσατε, ὦ ἄν‐ δρες, διηγήματος τερπνοῦ. νεανίσκος ποτὲ | |
5 | Ἀθήνηθεν εἰς Δελφοὺς ὄνον ἐμισθώσατο. μεσημβρίας δὲ καταλαβούσης καταλύσας τὸν γόμον ὑπέδυ τὴν σκιὰν τοῦ ὄνου. ἐκ‐ βαλλόμενος δὲ ὑπὸ τοῦ ὀνηλάτου, μὴ καὶ τὴν σκιὰν μεμισθῶσθαι λέγοντος, εἰσῆλ‐ | |
10 | θον εἰς δικαστήριον ἀμφότεροι. εἰπὼν δὲ ταῦτα ὁ Δημοσθένης κατέβαινεν ἐκ τοῦ βήματος. ἀξι‐ ούντων δὲ τῶν δικαστῶν τὸ τέλος τῆς δίκης μαθεῖν εἶπεν ἀναβὰς πάλιν ἐπὶ τοῦ βήματος· Ὑπὲρ μὲν ὄνου σκιᾶς ἀκούειν, ὦ ἄνδρες, ἐπιθυμεῖτε, | |
15 | ἀνθρώπου δὲ κινδυνεύοντος ὑπὲρ ψυχῆς οὐ‐ δὲ φωνῆς ἀνέχεσθε; οὕτω καθαψάμενος τῶν κρι‐ τῶν τὸν κατηγορούμενον περιέσωσε. τάττεται τοίνυν ἡ παροιμία ἐπὶ τῶν ὑπὲρ μηδενὸς χρησίμου φιλοτι‐ μουμένων. Suid. 2, 2 p. 1339 Bernh. cf. 2, 1 p. 1132. | |
20 | Photius lex. p. 338, 15. Zenobius proverb. 6, 28 (ubi alios paroemiographorum locos Schneidewinus colle‐ git p. 169 sq.). Schol. Aristoph. Vesp. 191. Schol. Platon. p. 317 Bk. qui fabellam ex Aristidis libris de proverbiis (de quibus Schneidewin. I. d. p. XII ex‐ | |
25 | posuit) variis artis rhetoricae lenociniis ornatam ex‐ hibuit. Biographus decem oratt. p. 848. A et Photius biblioth. p. 494 a 15. | |
Frag.13.2 | ἄλλου γένους ἁψώμεθα τὸν αὐτὸν ἡγούμενοι (I. αἱρούμενοι) σοφιστήν (Hegesiam)· „δεινὸν τὴν χώ‐ ραν ἄσπορον εἶναι τὴν τοὺς σπαρτοὺς τεκοῦσαν.“ ἀλλ’ οὐχ οὕτως ὁ Δημοσθένης, οὗ τὴν γνώμην οὗτος ἐπὶ | |
5 | τὸ χεῖρον μετέθηκε· γράφει δὲ δεινὸν μηλόβοτον | |
γενέσθαι τὴν Ἀττικήν, ἣ πρώτη τοῖς ἄλλοις ἐξήνεγκε τὸν ἥμερον καρπόν. Agatharchides in Photii bibl. p. 446 b 25. | 253 | |
Frag.13.3 | ἀλλὰ γὰρ ὁ Δημοσθένης, φησί (Agatharchides), μετενέγκας τοὺς λόγους ἐπὶ τὸν Ἀλέξανδρον οὕτω δε‐ δήλωκε· τὴν μὲν πόλιν ἐξώρυξεν ἐκ τῶν θεμε‐ λίων, ὥστε μηδὲ ἐπὶ ταῖς ἑστίαις καταλιπεῖν | |
5 | τὴν τέφραν, παῖδας δὲ καὶ γυναῖκας τῶν ἡγησαμένων τῆς Ἑλλάδος ἐπὶ τὰς σκηνὰς τῶν βαρβάρων διένειμε. Agatharchides in Photii bibl. p. 447 a 29. | |
Frag.13.4 | Οὕτω Δημοσθένης φησὶν ὡς τῶν ἀγαθῶν ἀνδρῶν ὥσπερ εἱμαρμένον εἴη φαύλους ἀπο‐ βαίνειν τοὺς υἱεῖς. Schol. Aristidis p. 198 Fromm. 530 Ddf. cum Aristides 2 p. 214 Ddf. de Cimone haec | |
5 | dixerit: οὐδὲ δίδωσι χώραν τῇ βλασφημίᾳ, ὡς ἄρα τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν ὥσπερ εἱμαρμένον εἴη τοὺς υἱεῖς φαύλους ἀποβαίνειν. | |
Frag.13.5 | ἄξιον. οἱ ῥήτορες ἐπὶ τοῦ εὐλόγου καὶ δικαίου ἐκλαμβάνουσι. Δημοσθένης· διὰ γὰρ τοῦτο μά‐ λιστα ἄξιόν ἐστι σιωπᾷν, ὅτ’ οὔτ’ ἐστὶν ὁ καταπλήσσων οὔθ’ ὁ κολάσων ἡμᾶς. Suidas 1, | |
5 | 1 p. 506. | |
Frag.13.6 | ὁ μὲν Δημοσθένης ἦθος ἐμφῆναι βουλόμενος τί φησι; πάνυ τοίνυν προσῆκον ἂν εἴη τοι‐ οῦτον περὶ πλείστου ποιεῖσθαι ὑμᾶς καὶ ἄνδρα εὐεργέτην δικαίως ὀνομάζειν. Aristi‐ | |
5 | des 9 p. 427 Walz. | |
Frag.13.7 | ἄντικρυς ἀντὶ τοῦ φανερῶς. Δημοσθένης· καὶ ἄντικρυς ἦν τοῖς ὁμοφύλοις ἐχθρός. Harpocrationis cod. K ad p. 23, 12 Bk. sed Voeme‐ lius collato scholio platonico p. 323 Bk.: παρὰ Δη‐ | |
5 | μοσθένει δὲ ἐν τῷ κατὰ Ἀριστοκράτους (immo 19 §. 154) ἀντὶ τοῦ φανερῶς. non sine causa videtur existimare post v. Δημοσθένης aliquid excidisse, ut verba καὶ ἄντικρυς—ἐχθρός non sint Demosthenis. | |
Frag.13.8 | Δημοσθένης· καὶ εἰς τὴν βουλὴν τοὺς πεντακοσίους ἀπαντήσας, ἀντὶ τοῦ ἀφικόμενος. Grammaticus G. Hermanni de emend. rat. gr. gr. p. 357. G. Lecapenus in Matthaei lectt. mosqu. 1 p. 56. | |
Frag.13.9 | ἀπέχω καὶ τὸ ἀπολαβὼν ἔχω, συντασσόμενον αἰτιατικῇ. —ὡς Δημοσθένης· Θηβαῖοι μὲν ἀπέ‐ χουσι τὰ οἰκεῖα, Φωκεῖς δὲ ἅπαντα ἀπολω‐ λέκασι. Cod. paris. reg. apud F. Osannum ad Phi‐ | |
5 | lem. p. 267. | |
Frag.13.10 | ἐνοχλῶ: δοτικῇ. Δημοσθένης· οὐκ ἂν ἠνώ‐ χλει νῦν ἡμῖν ὁ Φίλιππος τότε σωθείς. ὁ αὐ‐ τὸς καὶ πρὸς αἰτιατικήν· μηδέ γε ἐγκαλεῖν ἀξι‐ οῦτε μηδέν, ἐμὲ δὲ ἐνοχλεῖτε. Bekk. anecd. | |
5 | p. 135, 26. | |
Frag.13.11 | κατάγω τὸ εἰς τὸν λιμένα ναῦν ἐνορμίζω, ὡς καὶ Δημοσθένης. καὶ ἐπὶ Θετταλίαν τὰς ναῦς κατάγοντες ἐνέτυχον Ἀνδροκλεῖ. Hermanni de emend. rat. gr. gr. p. 260. Lexicon paris. apud | |
5 | F. Osann. ad Philem. p. 224. Varinus lexic. p. 998, 13. | |
Frag.13.12 | καὶ Δημοσθένης δὲ κωφὸν καὶ φαλακρόν που λέγει, ὡς τοῦτον ὄντως ἔγραψεν ὁ Λύσιππος ἐκεῖ‐ νος. Ioannes Tzetz. Chil. 10, 289. Scil. τὸν χρόνον. | |
Frag.13.13 | λυμαίνομαι· αἰτιατικῇ. πρώτῳ Φιλιππικῶν· ἔστι τοίνυν πρᾶγμα καὶ ἄλλο, ὃ λυμαίνεται τὴν πόλιν, ὑπὸ βλασφημίας ἀδίκου καὶ λό‐ γων οὐ προσηκόντων διαβεβλημένον. Bekk. | |
5 | anecd. p. 154, 23. | |
Frag.13.14 | μέμφομαι· αἰτιατικῇ. τρίτῳ Ὀλυνθιακῷ (3 §. 36)· ——ὑποκατιὼν δὲ πρὸς δοτικήν· οὐ λέ‐ γεις κακῶς τοὺς τετελευτηκότας τῶν εὐερ‐ γετῶν, τῷ δεῖνι μεμφόμενος. Bekk. anecd. | |
5 | p. 156, 5. | |
Frag.13.15 | καὶ παρὰ Δημοσθένει· μετέχοντες τὴν αὐτὴν δόξαν τοῖς Λακεδαιμονίοις. Grammat. Hermanni de emend. rat. gr. gr. p. 371. Lexicon pa‐ ris. apud F. Osannum ad Philem. p. 253. | |
Frag.13.16 | καὶ ὁ Δημοσθένης· τὸν δῆμον, ὅτι ὅμοιός ἐστι τοῖς ἐν τοῖς πλοίοις ναυτιῶσιν. Aristot. rhet. 3, 4 p. 1407 a 5 Bk. Vetus interpres p. 56 a 39 haec habet: ὥσπερ γὰρ οἱ ἐν τῷ πλοίῳ ὄντες ὑπὸ τοῦ | |
5 | σάλου καὶ τῶν κυμάτων ταρασσόμενοι ναυτιῶσι καὶ ἀηδῶς ἀφορῶσι πρὸς τὴν θάλασσαν, οὕτω καὶ ὁ δῆ‐ μος ναυτιᾷ καὶ ἰλιγγιᾷ ἀφορῶν πρὸς τὰ πράγματα. | |
Frag.13.17 | καὶ τοῖς συναντῶσιν ἐρωτώμενοι ἐπὶ δεῖπνον ἔφασκον κληθῆναι. Pollux 6 §. 8. Bekkerus primus haec verba addidit, praecedit De‐ mosthenis locus or. 19 §. 196. | |
Frag.13.18 | ὑπερέχειν—αἰτιατικῇ δέ, ὡς Δημοσθένης· | |
ὑπερεῖχε δ’ ἐκείνους τῇ ῥώμῃ μὲν οὐδαμῶς. Grammat. Hermanni de emend. rat. gr. gr. p. 362. cf. F. Osann. ad Philem. p. 254. | 254 | |
Frag.13.19 | λανθάνει δέ πως τὴν ἀκοὴν ἐμπίπτων μέσον τοῦ πεζοῦ στίχος, ὡς καὶ παρὰ Δημοσθένει εὑρίσκε‐ ται, ὡς ἐν τῷ· καὶ μή με Καλλισθένης ἐν κε‐ νοῖς πλανᾷ. καὶ αὖθις· ἤνεγκεν ᾠδὴν Ἀφαρεὺς | |
5 | ἐνόπλιον. καὶ ἀλλαχοῦ· τίς οὗτος ὃς κυκᾷ πᾶν λοιδορίαις; Castor Walzii 3 p. 713. | |
Frag.13.20 | Δημοσθένους. Ἄξιον τούτους ἐπαινεῖν τῶν ἀνθρώπων, οἳ μηδεμίαν ὠφέλειαν προαιροῦνται τοῦ δι‐ καίου. Χρήματα μὲν γὰρ ἔστι κτήσασθαι, δόξαν δὲ χρημάτων οὐ ῥᾴδιον πρίασθαι. Ioannes Stob. Floril. | |
5 | 9, 29. | |
Frag.13.21 | Δημοσθένους. Οὐδὲν ἂν εἴη τοῖς ἐλευθέροις μεῖζον ἀτύχημα τοῦ στέρεσθαι τῆς παρρησίας. Ioannes Stob. Floril. 13, 17. | |
Frag.13.22 | Δημοσθένους. Διαβολὴ καιρῷ μὲν ἰσχυρὰν ἀπεργάζεται τοῖς ἀκούουσι τὴν ὑπόληψιν, χρόνῳ δὲ πάντων ἀσθενεστέρα γίνεται. Ioannes Stob. Floril. 42, 8. | |
Frag.13.23 | Ἐκ τῶν Ἀριστοτέλους Χρειῶν. Δημοσθένης ὁ ῥήτωρ ἔφη πόλεως εἶναι τὴν ψυχὴν τοὺς νόμους· ὥσπερ γὰρ τὸ σῶμα στερηθὲν ψυχῆς πίπτει, οὕτω καὶ πόλις μὴ ὄντων νόμων καταλύεται. Ioannes Stob. Flo‐ | |
5 | ril. 43, 140. Maximus Conf. aphorism. p. 207 tur. | |
Frag.13.24 | Δημοσθένους. Δημοσθένης εἶπε· πάντων ἐστὶ δυσχερέστατον τὸ πολλοῖς ἀρέσκειν. Ioannes Stob. Floril. 45, 22. | |
Frag.13.25 | Τοῦ αὐτοῦ. Δημοσθένης δυοῖν ἔφησεν οὔσαιν ὁδοῖν, τῆς μὲν ἐπὶ τὸ βῆμα, τῆς δὲ εἰς ᾅδου, μᾶλλον ἂν ἑλέσθαι τὴν εἰς ᾅδου τὸν εὖ φρονοῦντα. ibid. 45, 23. cf. Plutarch. Demosth. c. 26. | |
Frag.13.26 | Δημοσθένους. Πόλεμος ἔνδοξος εἰρήνης αἰ‐ σχρᾶς αἱρετώτερος. Ioannes Stob. Flor. 50, 10. | |
Frag.13.27 | Δημοσθένους. Ὥσπερ οἶνος κιρνᾶται τοῖς τῶν πινόντων τρόποις, οὕτω καὶ φιλία τοῖς τῶν χρωμένων ἤθεσιν. Antonius Melissae p. 28 turic. | |
Frag.13.28 | Δημοσθένης τὴν μὲν ῥίζαν τῆς παιδείας ἔφη εἶναι πικράν, τοὺς δὲ καρποὺς γλυκεῖς. Antonius Mel. p. 56 tur. | |
Frag.13.29 | Δημοσθένους. Οἶμαι τὸ μέλλον ἅπασιν ἀνθρώ‐ ποις ἄδηλον· καὶ μικροὶ καιροὶ μεγάλων πραγμάτων αἴτιοι γίνονται. διὸ δεῖ μετριάζειν ἐν ταῖς εὐπραξίαις καὶ προορωμένους τὸ μέλλον φαίνεσθαι. Antonius Mel. | |
5 | p. 64 tur. | |
Frag.13.30 | Δημοσθένους. Δεῖ τὸν εὖ φρονοῦντα τὸν λο‐ γισμὸν ἀεὶ τῶν ἐπιθυμιῶν κρείττω πειρᾶσθαι ποιεῖν. Maximus Conf. Aphorism. p. 167 tur. | |
Frag.13.31 | Δημοσθένους. Δίκαιόν ἐστιν ἐλεεῖν οὐ τοὺς ἀδίκους τῶν ἀνθρώπων, ἀλλὰ τοὺς παρὰ λόγον δυστυ‐ χοῦντας. Maximus Conf. Aphorism. p. 173 tur. | |
Frag.13.32 | Δημοσθένους. Ὥσπερ σωματικὸν πάθος οὐ κρυπτόμενον οὐδὲ ἐπαινούμενον ὑγιάζεται, οὕτως οὐδὲ ψυχὴ κακῶς φρουρουμένη θεραπεύεται. Maximus Conf. Aphorism. p. 190 tur. | |
Frag.13.33 | Δημοσθένους. Οὔτε σῖτον ἄριστον τὸν ἐκ τοῦ καλλίστου πεδίου κρίνομεν, ἀλλὰ τὸν εὔθετον πρὸς τὴν τροφήν, οὔτε ἄνδρα σπουδαῖον ἢ φίλον εὔνουν τὸν ἐξ ἐπιφανοῦς ὄντα γένους, ἀλλὰ τὸν ὑπάρχοντα τῷ τρόπῳ | |
5 | κρείττονα. Maximus Conf. Aphorism. p. 210. tur. | |
Frag.13.34 | Δημοσθένους. Τοῦ πλείονος βίου καὶ φαυλο‐ τέρου τὸν ἐλάσσω καὶ ἀμείνονα ὄντα παντὶ πάντως προαιρετέον. Maximus Conf. Aphorism. p. 213 tur. | |
Frag.13.35 | λέγεται δὲ τὸν μὲν Πυθέαν εἰπεῖν, ὅτι καθάπερ οἰκίαν, εἰς ἣν ὄνειον εἰσφέρεται γάλα, κακόν τι πάν‐ τως ἔχειν νομίζομεν, οὕτω καὶ πόλιν ἀνάγκη νοσεῖν, εἰς ἣν Ἀθηναίων πρεσβεία παραγίνεται· τὸν δὲ Δη‐ | |
5 | μοσθένην στρέψαι τὸ παράδειγμα φήσαντα, καὶ τὸ γάλα τὸ ὄνειον ἐφ’ ὑγιείᾳ καὶ τοὺς Ἀθηναίους ἐπὶ σω‐ τηρίᾳ παραγίνεσθαι τῶν νοσούντων. Plutarchi De‐ mosth. c. 27. | |
Frag.13.36 | αἷμα νίψαι· οὕτως ἔλεγον οἱ Ἀττικοὶ ἐπὶ τοῦ ἐκνίψαι φόνον, ὡς καὶ Δημοσθένης. Bekk. anecd. p. 360, 28. | |
Frag.13.37 | οὐκ ἀνασχήσομαι. τινὲς τοῦτο ὡς ἔκφυλον νομίζουσιν· ἐχρήσατο δὲ αὐτῷ καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. οὐ δεῖ οὖν μόνον λέγειν ἀνέξο‐ μαι. Suidas 2, 1 p. 1208 Bernh. Schol. in Aristoph. | |
5 | Ach. 296 qui habet κατὰ Τιμοκράτους. Cf. Pierson. ad Moer. p. 26. | |
Frag.13.38 | ἀπορρηθὲν δὲ αὐτῷ Δημοσθένης εἶπε τὸ ἀπαγορευθέν. Pollux 2 §. 128. | |
Frag.13.39 | ἐκ δὲ τῶν σκευῶν καὶ γαλεάγρα· τὸ δὲ ὄνομα ἐν τοῖς ἐπιγραφομένοις Δημοσθένους πρὸς Ἀριστο‐ γείτονα. Pollux 10 §. 155. | |
Frag.13.40 | καὶ Δημοσθένης φησὶν ἐξελευθερικοὺς νό‐ μους καὶ ἀπελευθερικοὺς νόμους. Pollux 3 §. 83. | |
Frag.13.41 | κακολογεῖ, ὡς Δημοσθένης. Pollux 2 §. 119. | |
Frag.13.42 | ὁλόσχοινος· ἡ σχοῖνος. καὶ Δημοσθένης καὶ οἱ ἄλλοι. Photius lex. p. 329, 25. | |
Frag.13.43 | τάλαντον· πολλὰ μὲν σημαίνει· ἢ γὰρ τὸ μέγιστον χρυσίου καὶ ἀργυρίου μέρος· καθ’ ὃ σημαι‐ νόμενον Δημοσθένης φησὶ πεντηκονταταλαντία. Photius lex. p. 566, 5. Pollux 9 §. 52. | 255 |
Frag.13.44 | ποία· —ἡ σμήχουσα. cf. Lysias frg. 327. | |
Frag.13.45 | Ψυρία νησίδιόν ἐστιν ἀπέχον σταδίους νʹ τῆς Χίου. ——μέμνηται Δημοσθένης. Schol. Homer. | |
Odyss. p. 92 Buttm. | 256 | |
Frag.13.56 | αἰτήσας τε γραμματεῖον (Calaureae in templo Neptuni) ἔγραψεν, ὡς μὲν Δημήτριος ὁ Μάγνης φησί, τὸ ἐπὶ τῆς εἰκόνος αὐτοῦ ἐλεγεῖον ἐπιγεγραμμένον ὑπὸ τῶν Ἀθηναίων ὕστερον· | |
5 | Εἴπερ ἴσην ῥώμην γνώμῃ, Δημόσθενες, ἔσχες, οὔ ποτ’ ἂν Ἑλλήνων ἦρξεν Ἄρης Μακεδών. Vitae decem oratt. p. 847. A. Plutarch. Demosth. 30. | |
Frag.13.57 | Δημοσθένους. Δημοσθένης ἔλεγεν, ὡς πολ‐ λάκις ἐπιὸν αὐτῷ εὔξασθαι τοὺς πονηροὺς ἀπολέσθαι φοβοῖτο μὴ ἔρημον ἄρδην ἐκ τῆς εὐχῆς ποιήσῃ τὴν πόλιν. Ioannes Stob. Floril. 2, 22. | |
Frag.13.58 | Δημοσθένους. Δημοσθένης ὁ ῥήτωρ θεα‐ σάμενός τινα δημαγωγὸν ἀφυῆ μέγα βοῶντα ἔφη· Ἀλλ’ οὐ τὸ μέγα εὖ ἐστι, τὸ δὲ εὖ μέγα. Ioan‐ nes Stob. Floril. 4, 51. | |
Frag.13.59 | Δημοσθένους. Δημοσθένης πρὸς κλέπτην εἰπόντα· Οὐκ ᾔδειν ὅτι σόν ἐστιν, Ὅτι δέ, ἔφη, σὸν οὐκ ἔστιν ᾔδεις. Ioannes Stob. Floril. 13, 32. | |
Frag.13.60 | Δημοσθένους. Δημοσθένης λοιδορουμένου τινὸς αὐτῷ· Οὐ συγκαταβαίνω, εἶπεν, εἰς ἀγῶνα, ἐν ᾧ ὁ ἡττώμενος τοῦ νικῶντός ἐστι κρείτ‐ των. Ioannes Stob. Floril. 19, 4. | |
Frag.13.61 | Δημοσθένης λέγων ποτὲ ἐπ’ ἐκκλησίας καὶ Φωκίωνα ἰδὼν ἐρχόμενον εἶπεν· Ἡ τῶν ἐμῶν λό‐ γων σφυρὰ καὶ κοπὶς ἔρχεται. Οὕτως οὐ το‐ σοῦτον ὁ λόγος, ὅσον ὁ τρόπος πείθειν δύναται. Io‐ | |
5 | annes Stob. Floril. 37, 34. cf. Plut. Dem. c. 11. Pho‐ cion. c. 5. Moral. p. 803. E. | |
Frag.13.62 | καὶ κλέπτης δέ τις παρ’ Ἀττικοῖς Χαλκοῦς ἐκα‐ λεῖτο, εἰς ὃν ἐγκρατῶς τοιχωρυχοῦντα καὶ κλέπτοντα ἔσκωψε Δημοσθένης τὸ Μὴ θαυμάζετε, ὦ Ἀθηναῖοι, Χαλκοῦς κλέπτας, εἰ τοὺς παρ’ ὑμῖν πλινθίνους οἴκους | |
5 | διορύττουσιν. Eustathius ad Iliad. p. 1243, 19. | |
Frag.13.63 | Δημοσθένης ἔφη τὸν κόλακα τοῦτο διαφέρειν τοῦ κόρακος, ὅτι ὁ μὲν ζῶντας, ὁ δὲ νεκροὺς ἐσθίει. | |
Antonius Mel. p. 58 tur. | 257 |