TLG 0014 062 :: DEMOSTHENES :: Exordia

DEMOSTHENES Orat.
(Atheniensis: 4 B.C.)

Scholia: Cf. SCHOLIA IN DEMOSTHENEM (5017)
Scholia: Cf. LEXICON PATMENSE (4302)

Exordia

Source: Rennie, W. (ed.), Demosthenis orationes, vol. 3. Oxford: Clarendon Press, 1931 (repr. 1960): [1418–1462].

Citation: Exordium — section — (line)

Ex
.

1

.

1

Εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετ’, ὦ ἄνδρες Ἀθηναῖοι, λέγειν, ἐπισχὼν ἂν ἕως οἱ πλεῖστοι τῶν εἰωθό‐ των γνώμην ἀπεφήναντο, εἰ μὲν ἤρεσκέ τί μοι τῶν ῥηθέντων, ἡσυχίαν ἂν ἦγον, εἰ δὲ μή, τότ’ ἂν καὶ αὐτὸς ἐπειρώμην ἃ
5γιγνώσκω λέγειν· ἐπειδὴ δ’ ὑπὲρ ὧν πολλάκις εἰρήκασιν οὗτοι πρότερον, περὶ τούτων νυνὶ σκοπεῖτε, ἡγοῦμαι καὶ
Ex
.

1

.

2

πρῶτος ἀναστὰς εἰκότως ἂν μετὰ τούτους δοκεῖν λέγειν. εἰ μὲν οὖν εἶχεν καλῶς τὰ πράγματα, οὐδὲν ἂν ἔδει συμβου‐ λεύειν· ἐπειδὴ δ’ ὅσην ἅπαντες ὁρᾶτ’ ἔχει δυσκολίαν, ὡς ἐκ τοιούτων πειράσομαι συμβουλεύειν ἃ κράτιστ’ εἶναι νομίζω.
5πρῶτον μὲν οὖν ὑμᾶς ἐκεῖν’ ἐγνωκέναι δεῖ, ὡς οὐδὲν ὧν ἐποιεῖτ’ ἐπὶ τοῦ πολεμεῖν ὄντες τοῦ λοιποῦ πρακτέον ἐστίν, ἀλλὰ πάντα τἀναντία· εἰ γὰρ ἐκεῖνα φαῦλα πεποίηκε τὰ
Ex
.

1

.

3

πράγματα, τἀναντί’ εἰκὸς βελτίω ποιῆσαι. ἔπειτα νομιστέον οὐχ ὃς ἂν ὑμῖν ἢ μηδὲν ἢ μικρὰ προστάττῃ, τοῦτον ὀρθῶς λέγειν (ὁρᾶτε γὰρ ὡς ἐκ τῶν τοιούτων ἐλπίδων καὶ λόγων εἰς πᾶν προελήλυθε μοχθηρίας τὰ παρόντα), ἀλλ’ ὃς ἂν τὸ
5χαρίζεσθαι παρείς, ἃ δεῖ καὶ δι’ ὧν παυσαίμεθ’ 〈ἂν〉 αἰσχύ‐ νην ὀφλισκάνοντες καὶ ζημιούμενοι, ταῦτα λέγῃ. καὶ γὰρ ὡς ἀληθῶς, εἰ μέν, ὅς’ ἂν τῷ λόγῳ τις ὑπερβῇ λυπῆσαι μὴ βουλόμενος, καὶ τὰ πράγμαθ’ ὑπερβήσεται, δεῖ πρὸς ἡδονὴν
δημηγορεῖν· εἰ δ’ ἡ τῶν λόγων χάρις, ἂν ᾖ μὴ προσήκουσα,1418
10ἔργῳ ζημία γίγνεται, αἰσχρόν ἐστιν φενακίζειν ἑαυτοὺς καὶ μετὰ τῆς ἐσχάτης ἀνάγκης πρᾶξαι ταῦθ’ ἃ πάλαι ’θελοντὰς προσῆκεν ποιεῖν.
12
Ex
.

2

.

1

Οὐχὶ ταὐτὰ γιγνώσκειν, ὦ ἄνδρες Ἀθηναῖοι, παρίσταταί μοι, ὅταν τε τὸ τῆς πολιτείας ὄνομ’ ὑμῶν ἀκούσω, καὶ ὅταν τὸν τρόπον ὃν προσφέρονταί τινες ὑμῶν τοῖς ὑπὲρ ταύτης λέγουσιν ἴδω. τὴν μὲν γὰρ πολιτείαν δημοκρατίαν, ὥσπερ
5ἅπαντες ἴστε, ὀνομάζετε, τῶν δὲ τἀναντία ταύτῃ λεγόντων
Ex
.

2

.

2

ἐνίους ἥδιον ἀκούοντας ὁρῶ. ὃ καὶ θαυμάζω τίς ποθ’ ἡ πρόφασις. πότερον προῖκα λέγειν ταῦτ’ αὐτοὺς οἴεσθε; ἀλλ’ οἱ τῶν ὀλιγαρχιῶν, ὑπὲρ ὧν οὗτοι λέγουσιν, κύριοι καὶ πλείω σιωπῆς μᾶλλον ἂν δοῖεν. ἀλλὰ βελτίω ταῦτ’ εἶναι
5τῶν ἑτέρων ὑπειλήφατε; βελτίων ἄρ’ ὑμῖν ὀλιγαρχία δημο‐ κρατίας φαίνεται. ἀλλ’ αὐτοὺς εἶναι βελτίους ἡγεῖσθε; καὶ τίς ἂν ὑφ’ ὑμῶν χρηστὸς νομίζοιτ’ εἰκότως, ἐναντία τῇ καθεστώσῃ πολιτείᾳ δημηγορῶν; οὐκοῦν λοιπὸν ἁμαρτάνειν ὑμᾶς, ὅταν οὕτως ἔχητε τὴν γνώμην. τοῦτο τοίνυν φυλάτ‐
10τεσθε μὴ πάσχειν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅπως μή ποτε τοῖς ἐπιβουλεύουσιν λαβὴν δώσετε, εἶτα τότ’ αἰσθήσεσθ’ ἡμαρτη‐ κότες, ἡνίκ’ οὐδ’ ὁτιοῦν ὑμῖν πλέον ἔσται.
12
Ex
.

2

.

3

Τὸ μὲν [οὖν], ὦ ἄνδρες Ἀθηναῖοι, μὴ πάνθ’ ὡς ἂν ἡμεῖς βουλοίμεθ’ ἔχειν μήτε παρ’ αὐτοῖς ἡμῖν μήτε παρὰ τοῖς συμμάχοις, ἴσως οὐδέν ἐστι θαυμαστόν· πολλῶν γὰρ τὸ τῆς
τύχης αὐτόματον κρατεῖ, καὶ πολλαὶ προφάσεις τοῦ μὴ πάντα1419
5κατὰ γνώμην συμβαίνειν ἀνθρώποις οὖσιν. τὸ δὲ μηδ’ ὁτιοῦν μεταλαμβάνειν τὸν δῆμον, ἀλλὰ τοὺς ἀντιπράττοντας περιεῖναι, τοῦτο καὶ θαυμαστόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ φοβερὸν τοῖς εὖ φρονοῦσιν, ὡς ἐγὼ κρίνω. ἡ μὲν οὖν ἀρχὴ παντός ἐστιν αὕτη μοι τοῦ λόγου.
9
Ex
.

3

.

1

Ἀντὶ πολλῶν ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, χρημάτων τὸ μέλλον συνοίσειν ὑμῖν περὶ ὧν νυνὶ τυγχάνετε σκοποῦντες, οἶμαι πάντας ἂν ὑμᾶς ἑλέσθαι. ὅτε τοίνυν τοῦθ’ οὕτως ἔχει, προσήκει παρέχειν ἐθέλοντας ἀκούειν ὑμᾶς αὐτοὺς τῶν
5βουλομένων συμβουλεύειν· οὐ γὰρ μόνον εἴ τι χρήσιμον ἐσκεμμένος ἥκει τις, τοῦτ’ ἂν ἀκούσαντες λάβοιτε, ἀλλὰ καὶ τῆς ὑμετέρας τύχης ὑπολαμβάνω πολλὰ τῶν δεόντων ἐκ τοῦ παραχρῆμ’ ἐνίοις ἐπελθεῖν ἂν εἰπεῖν, ὥστ’ ἐξ ἁπάντων ῥᾳδίαν τὴν τοῦ συμφέροντος ὑμῖν αἵρεσιν γενέσθαι.
9
Ex
.

4

.

1

Ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, δίκαιον, ἐπειδὴ ἐφ’ ὑμῖν ἐστιν ἑλέσθαι τῶν ῥηθέντων ὅ τι ἂν βούλησθε, ἁπάντων ἀκοῦσαι. καὶ γὰρ πολλάκις συμβαίνει τὸν αὐτὸν ἄνθρωπον τοῦτο μὲν μὴ λέγειν ὀρθῶς, ἕτερον δέ τι· ἐκ μὲν οὖν τοῦ
5θορυβεῖν τάχ’ ἂν δυσχεράναντες πολλῶν χρησίμων ἀποστερη‐ θείητε, ἐκ δὲ τοῦ μετὰ κόσμου καὶ σιγῆς ἀκοῦσαι καὶ τὰ καλῶς ἔχονθ’ ἅπαντα ποιήσετε, κἂν δοκῇ τις [παρα]ληρεῖν,
παραλείψετε. ἐγὼ μὲν οὖν οὔτ’ εἴωθα μακρολογεῖν, οὔτ’ ἄν, εἰ τὸν ἄλλον εἰώθειν χρόνον, νῦν ἐχρησάμην τούτῳ,1420
10ἀλλ’ ἃ συμφέρειν ὑμῖν νομίζω, ταῦθ’ ὡς ἂν δύνωμαι διὰ βραχυτάτων ἐρῶ πρὸς ὑμᾶς.
11
Ex
.

5

.

1

Ὁρῶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, παντάπασι πρόδηλον ὂν οὕς τ’ ἂν ἀκούσαιτε λόγους ἡδέως καὶ πρὸς οὓς οὐκ οἰκείως ἔχετε· οὐ μὴν ἀλλὰ τὸ μὲν λέγειν ἅ τις οἴεται χαριεῖσθαι τῶν παρακρούσασθαί τι βουλομένων εἶναι νομίζω, τὸ δ’
5ὑφίστασθαι, περὶ ὧν πέπεικεν ἑαυτὸν συμφέρειν τῇ πόλει, καὶ θορυβηθῆναι κἂν ἄλλο τι βούλησθ’ ὑμεῖς, εὔνου καὶ
Ex
.

5

.

2

δικαίου τοῦτο πολίτου κρίνω. βουλοίμην δ’ ἂν ὑμᾶς, εἰ καὶ μηδὲ δι’ ἓν τῶν ἄλλων, δι’ ἐκεῖν’ ὑπομεῖναι τοὺς λόγους ἀμφοτέρων, ἵν’ ἐὰν μὲν ὀρθότερον φανῇ τις λέγων ὧν ὑμεῖς ὡρμήκατε, χρήσησθε τούτῳ, ἂν δ’ ἀπολειφθῇ καὶ μὴ δύνηται
5διδάξαι, δι’ αὑτόν, ἀλλὰ μὴ δι’ ὑμᾶς οὐκ ἐθέλοντας ἀκούειν τοῦτο πεπονθέναι δοκῇ. ἔτι δ’ οὐδὲ πάθοιτ’ ἂν ἀηδὲς οὐδὲν τοσοῦτον, εἰ πολλά τινος ληροῦντος ἀκούσαιτε, ὅσον εἰ τῶν
Ex
.

5

.

3

δεόντων τι λέγειν ἔχοντός τινος εἰπεῖν κωλύσαιτε. ἡ μὲν οὖν ἀρχὴ τοῦ δοκιμάζειν ὀρθῶς ἅπαντ’ ἐστὶν μηδὲν οἴεσθαι πρότερον γιγνώσκειν πρὶν μαθεῖν, ἄλλως τε καὶ συνειδότας πολλάκις ἤδη πολλοὺς μετεγνωκότας. ἂν τοίνυν ὑμεῖς
5ταῦθ’ ὑπάρξητε νῦν πεπεισμένοι, οἴομαι μετὰ βραχέων λόγων καὶ αὐτὸς ἀντιλέγειν εἰκότως δόξειν καὶ ὑμῖν τὰ βέλτιστα
φανεῖσθαι λέγων.1421
Ex
.

6

.

1

Πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων εἰρημένων παρὰ πάντων τῶν συμβεβουλευκότων, οὐδὲν ὑμᾶς νῦν ὁρῶ ὄντας ἐγγυτέρω τοῦ τί πρακτέον ηὑρῆσθαι ἢ πρὶν εἰς τὴν ἐκκλη‐ σίαν ἀναβῆναι. αἴτιον δὲ τούτου ταὔθ’ ὅπερ οἶμαι τοῦ
5κακῶς ἔχειν τὰ ὅλα· οὐ γὰρ παραινοῦσιν ὑμῖν ὑπὲρ τῶν παρόντων οἱ λέγοντες, ἀλλ’ ἑαυτῶν κατηγοροῦσι καὶ λοιδο‐ ροῦνται, ὡς μὲν ἐγὼ κρίνω, συνεθίζοντες ὑμᾶς ἄνευ κρίσεως, ὅσων εἰσὶν αἴτιοι κακῶν, ἀκούειν, ἵν’ ἄν ποτ’ ἄρ’ εἰς ἀγῶνα καθιστῶνται, μηδὲν ἡγούμενοι καινὸν ἀκούειν, ἀλλ’ ὑπὲρ ὧν
10ὤργισθε πολλάκις, πραότεροι δικασταὶ καὶ κριταὶ γίγνησθε
Ex
.

6

.

2

τῶν πεπραγμένων αὐτοῖς. τὴν μὲν οὖν αἰτίαν δι’ ἣν ταῦτα ποιοῦσιν, ἴσως ἀνόητον ἀκριβῶς ζητεῖν [εἴη ἂν] ἐν τῷ παρόντι· ὅτι δ’ ὑμῖν οὐχὶ συμφέρει, διὰ τοῦτ’ ἐπιτιμῶ. ἐγὼ δ’ οὔτε κατηγορήσω τήμερον οὐδενός, οὔθ’ ὑποσχήσομαι τοιοῦτ’
5οὐδὲν ὃ μὴ παραχρῆμ’ ἐπιδείξω, οὐδ’ ὅλως τῶν αὐτῶν τούτοις οὐδὲν ποιήσω· ἀλλ’ ἃ βέλτιστα μὲν τοῖς πράγμασιν, συμφέ‐ ροντα δὲ τοῖς βουλευομένοις ὑμῖν ἡγοῦμαι, ταῦθ’ ὡς ἂν δύνωμαι διὰ βραχυτάτων εἰπὼν καταβήσομαι.
8
Ex
.

7

.

1

Οἱ μὲν ἐπαινοῦντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς προγόνους ὑμῶν λόγον εἰπεῖν μοι δοκοῦσι προαιρεῖσθαι κεχαρισμένον, οὐ μὴν συμφέροντά γ’ ἐκείνοις οὓς ἐγκωμιάζουσιν ποιεῖν. περὶ γὰρ πραγμάτων ἐγχειροῦντες 〈λέγειν〉 ὧν οὐδ’ ἂν εἷς
5ἀξίως ἐφικέσθαι δύναιτο τῷ λόγῳ, αὐτοὶ μὲν τοῦ δύνασθαι λέγειν δόξαν ἐκφέρονται, τὴν δ’ ἐκείνων ἀρετὴν ἐλάττω τῆς
ὑπειλημμένης παρὰ τοῖς ἀκούουσιν φαίνεσθαι ποιοῦσιν. ἐγὼ δὲ τῆς μὲν ἐκείνων ἀρετῆς μέγιστον ἔπαινον ἡγοῦμαι τὸν χρόνον, οὗ πολλοῦ γεγενημένου μείζω τῶν ὑπ’ ἐκείνων1422
Ex
.

7

.

2

πραχθέντων οὐδένες ἄλλοι παραδείξασθαι δεδύνηνται· αὐτὸς δὲ πειράσομαι τὸν τρόπον εἰπεῖν ὃν ἄν μοι δοκεῖτε μάλιστα δύνασθαι παρασκευάσασθαι. καὶ γὰρ οὕτως ἔχει· εἰ μὲν ἡμεῖς ἅπαντες οἱ λέγοντες δεινοὶ φανείημεν, οὐδὲν ἂν τὰ
5ὑμέτερ’ εὖ οἶδ’ ὅτι βέλτιον σχοίη· εἰ δὲ παρελθὼν 〈εἷσ〉 ὁστισ‐ οῦν δύναιτο διδάξαι καὶ πεῖσαι, τίς παρασκευὴ καὶ πόση καὶ πόθεν πορισθεῖσα χρήσιμος ἔσται τῇ πόλει, πᾶς ὁ παρὼν λέλυται φόβος. ἐγὼ δὲ τοῦτο, ἂν ἄρ’ οἷός τ’ ὦ, πειράσομαι ποιῆσαι, μικρὰ προειπὼν ὑμῖν ὡς ἔχω γνώμης περὶ τῶν
10πρὸς τὸν βασιλέα.
10
Ex
.

8

.

1

Ἀμφότεροί μοι δοκοῦσιν ἁμαρτάνειν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ οἱ τοῖς Ἀρκάσιν καὶ οἱ τοῖς Λακεδαιμονίοις συνειρη‐ κότες· ὥσπερ γὰρ ἀφ’ ἑκατέρων ἥκοντες, οὐχ ὑμῶν ὄντες, πρὸς οὓς ἀμφότεροι πρεσβεύονται, κατηγοροῦσιν καὶ δια‐
5βάλλουσιν ἀλλήλους. ἦν δὲ τοῦτο μὲν τῶν ἀφιγμένων ἔργον, τὸ δὲ κοινῶς ὑπὲρ τῶν πραγμάτων λέγειν καὶ τὰ
Ex
.

8

.

2

βέλτισθ’ ὑπὲρ ὑμῶν σκοπεῖν ἄνευ φιλονικίας τῶν ἐνθάδε συμβουλεύειν ἀξιούντων. νῦν δ’ ἔγωγε, εἴ τις αὐτῶν ἀφέλοι τὸ γιγνώσκεσθαι καὶ τὸ τῇ φωνῇ λέγειν ἀττικιστί, πολλοὺς ἂν οἶμαι τοὺς μὲν Ἀρκάδας, τοὺς δὲ Λάκωνας
5αὐτῶν εἶναι νομίσαι. ἐγὼ δ’ οἶδα μὲν ὡς χαλεπὸν τὸ τὰ
βέλτιστα λέγειν ἐστίν· συνεξηπατημένων γὰρ ὑμῶν, καὶ τῶν μὲν ταυτί, τῶν δὲ ταυτὶ βουλομένων, ἐὰν τὰ μεταξύ τις ἐγχειρῇ λέγειν κᾆθ’ ὑμεῖς μὴ περιμένητε μαθεῖν, χαριεῖται μὲν οὐδετέροις, διαβεβλήσεται δὲ πρὸς ἀμφοτέρους· οὐ μὴν1423
Ex
.

8

.

3

ἀλλ’ αἱρήσομαι μᾶλλον αὐτός, ἐὰν ἄρα τοῦτο πάθω, δοκεῖν φλυαρεῖν ἢ παρ’ ἃ βέλτιστα νομίζω τῇ πόλει, προέσθαι τισὶν ὑμᾶς ἐξαπατῆσαι. τὰ μὲν οὖν ἄλλ’ ὕστερον, ἐὰν ὑμῖν βου‐ λομένοις ᾖ, λέξω· ἐκ δὲ τῶν ὁμολογουμένων ὑφ’ ἁπάντων
5ἄρξομαι ἃ κράτιστα νομίζω, διδάσκειν.
5
Ex
.

9

.

1

Οὐχὶ ταὐτὰ γιγνώσκων ἐνίοις τῶν εἰρηκότων ἀνέστηκ’, ὦ ἄνδρες Ἀθηναῖοι. οὐ μὴν οὐδὲ τούτους αἰτιάσομαι κακίᾳ τἀναντία τοῖς βελτίστοις εἰρηκέναι, ἀλλ’ ὅτι πολλοὶ τοῦ τὰ πράγματα κρίνειν ἀμελήσαντες τοὺς λόγους σκοπεῖν οὓς
5ἐροῦσιν εἰώθασιν, κἂν τούτοις ἀφθόνοις ἐντύχωσιν, ἑτοίμως δημηγορεῖν, οὐκ ὀρθῶς ἐγνωκότες, οὐδὲ λογιζόμενοι παρ’ ἑαυτοῖς ὅτι πολλῶν πράξεων ἐν πολλῷ χρόνῳ πᾶσι πεπραγ‐ μένων καὶ διὰ τοὺς καιροὺς ἐνίων ὑπεναντίων αὑταῖς, ἂν τὰς ἑτέρας τις ὑπερβαίνων τὰς ἑτέρας λέγῃ, λήσει τὸ
Ex
.

9

.

2

ῥᾷστον τῶν ἔργων ποιῶν, αὑτὸν ἐξαπατῶν. οἱ μὲν οὖν οὕτω χρώμενοι τῷ συμβουλεύειν δοκοῦσί μοι τὴν ἀπὸ τῶν ῥηθέντων τοῦ δύνασθαι λέγειν δόξαν γιγνομένην αὑτοῖς ἱκανὴν φιλοτιμίαν ἡγεῖσθαι· ἐγὼ δὲ νομίζω χρῆναι τὸν πόλει
5περὶ πραγμάτων ἐπιχειρούντα συμβουλεύειν μᾶλλον ὅπως τὰ δόξαντα συνοίσει σκοπεῖν, ἢ πῶς οἱ παραχρῆμα λόγοι χάριν ἕξουσι. δεῖ γὰρ τοῖς ἐπὶ τῶν λόγων εὐδοκιμοῦσι συμφέ‐ ροντός τινος ἔργου πρᾶξιν προσεῖναι, ἵνα μὴ νῦν μόνον, ἀλλ’
ἀεὶ τὰ ῥηθέντα καλῶς ἔχῃ.1424
Ex
.

10

.

1

Εἰ μὲν ἐγνώκατ’, ὦ ἄνδρες Ἀθηναῖοι, τί βέλτιστον ὂν τυγχάνει πρᾶξαι περὶ τῶν παρόντων, ἁμάρτημα τὸ συμβου‐ λεύειν προτιθέναι· ἃ γὰρ αὐτοὶ πρὶν ἀκοῦσαι δοκιμάζετε συμφέρειν, τί δεῖ ταῦτ’ ἀκούοντας μάτην ἐνοχλεῖσθαι; εἰ δὲ
5σκοπεῖτε καὶ βουλεύεσθ’ ὡς ἐκ τῶν ῥηθησομένων δοκιμάσαι δέον, οὐκ ὀρθῶς ἔχει τὸ κωλύειν τοὺς βουλομένους λέγειν. παρὰ μὲν γὰρ τῶν ὅλως ἀποστερεῖσθ’ ἐκ τοῦ τοῦτο ποιεῖν, εἴ τι χρήσιμον ἐντεθύμηνται· τοὺς δ’ ἀφέντας ἃ τυγχάνουσιν ἐγνωκότες, ὧν ὑμᾶς ἐπιθυμεῖν οἴονται, ταῦτα ποιεῖτε συμ‐
Ex
.

10

.

2

βουλεύειν. ἔστιν δ’ ἁμαρτάνειν μὲν βουλομένων τὸ συνα‐ ναγκάζειν τὸν παριόνθ’ ἃ βούλεσθε λέγειν, βουλευομένων δ’ ἀκούσαντας ἃ γιγνώσκει σκοπεῖν, κἄν τι καλῶς ἔχῃ, χρῆσθαι. λέγω δὲ ταῦτ’ οὐκ ἐναντία τοῖς ὑμῖν ἀρέσκουσιν μέλλων
5παραινεῖν, ἀλλ’ ἐκεῖν’ εἰδώς, ὅτι ἂν μὲν μὴ ’θελήσητε τῶν ἀντιλεγόντων ἀκοῦσαι, ἐξηπατῆσθαι φήσουσιν ὑμᾶς, ἂν δ’ ἀκούσαντες μὴ πεισθῆτε, ἐξεληλεγμένοι παραχρῆμ’ ἔσονται τὰ χείρω παραινοῦντες.
8
Ex
.

11

.

1

Οἴομαι πάντας ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, γιγνώσκειν ὅτι οὐ κρινοῦντες ἥκετε τήμερον οὐδένα τῶν ἀδικούντων, ἀλλὰ βουλευσόμενοι περὶ τῶν παρόντων. δεῖ τοίνυν τὰς μὲν κατηγορίας ὑπερθέσθαι πάσας, καὶ τότ’ ἐν ὑμῖν λέγειν καθ’
5ὅτου πέπεικεν ἕκαστος ἑαυτόν, ὅταν τινὰ κρίνωμεν· εἰ δέ τίς τι χρήσιμον ἢ συμφέρον εἰπεῖν ἔχει, τοῦτο νῦν ἀποφαί‐
νεσθαι. τὸ μὲν γὰρ κατηγορεῖν τοῖς πεπραγμένοις ἐγκα‐ λούντων ἐστίν, τὸ δὲ συμβουλεύειν περὶ τῶν παρόντων καὶ γενησομένων προτίθεται. οὐκοῦν οὐ λοιδορίας οὐδὲ μέμψεως1425
10ὁ παρὼν καιρός, ἀλλὰ συμβουλῆς εἶναί μοι δοκεῖ. διὸ πειράσομαι μὲν φυλάξασθαι, ὃ τούτοις ἐπιτιμῶ, μὴ παθεῖν αὐτός, συμβουλεύσαι δ’ ἃ κράτιστα νομίζω περὶ τῶν παρόν‐ των.
13
Ex
.

12

.

1

Οὐδέν’ 〈ἂν〉 ἀντειπεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω, ὡς οὐ κακοῦ πολίτου καὶ φαύλου τὴν γνώμην ἀνδρός ἐστιν οὕτω τινὰ μισεῖν ἢ φιλεῖν τῶν ἐπὶ τὰ κοινὰ προσιόντων ὥστε τοῦ τῇ πόλει βελτίστου μηδὲν φροντίζειν, ἀλλὰ τὰ μὲν πρὸς
5ἐπήρειαν, τὰ δὲ πρὸς φιλίαν δημηγορεῖν· ἃ ποιοῦσιν ἔνιοι τῶν δευρὶ παριόντων. ἐγὼ δὲ τούτοις μὲν τοσοῦτον ἂν εἴποιμι, ὅτι μοι δοκοῦσιν οὐδ’ εἴ τι πεποιήκασιν τοιοῦτον μέγισθ’ ἡμαρτηκέναι, ἀλλ’ ὅτι δηλοῦσιν οὐδέποτ’ οὐδὲ
Ex
.

12

.

2

παύσασθαι παρεσκευασμένοι. ὑμῖν δὲ παραινῶ μὴ προϊε‐ μένους ὑμᾶς αὐτοὺς ἱκανὸν τοῦτο νομίζειν, δίκην, ὅταν ὑμῖν δόξῃ, παρὰ τούτων λαβεῖν, ἀλλὰ καὶ τούτους, ὅσον ἐστὶν ἐν ὑμῖν, κωλύειν, καὶ αὐτούς, ὥσπερ ὑπὲρ πόλεως προσήκει
5βουλευομένους, τὰς ἰδίας ἀνελόντας φιλονικίας τὸ κοινῇ βέλτιστον σκοπεῖσθαι, ἐνθυμουμένους ὅτι οὐδείς, οὐδ’ ἅμα πάντες οἱ πολιτευόμενοι, τῶν νόμων, ἐφ’ οἷς ὑμεῖς ἐστε, ἀξιόχρεῴ εἰσι διαφθαρέντων δίκην δοῦναι.
8
Ex
.

13

.

1

Ἴσως ἐπίφθονον ἄν τισιν, ὦ ἄνδρες Ἀθηναῖοι, δόξειεν εἶναι, εἴ τις ὢν ἰδιώτης καὶ τῶν πολλῶν ὑμῶν εἷς, ἑτέρων
συμβεβουλευκότων, οἳ καὶ τῷ πάλαι πολιτεύεσθαι καὶ τῷ παρ’ ὑμῖν δόξαν ἔχειν προέχουσιν, παρελθὼν εἴποι, ὅτι οὐ1426
5μόνον αὑτῷ δοκοῦσιν οὐκ ὀρθῶς λέγειν, ἀλλ’ οὐδ’ ἐγγὺς εἶναι τοῦ τὰ δέοντα γιγνώσκειν. οὐ μὴν ἀλλ’ ἔγωγ’ οὕτω σφόδρ’ οἶμαι μᾶλλον ὑμῖν συμφέροντ’ ἐρεῖν τούτων, ὥστ’ οὐκ ὀκνήσω πάνθ’ ἃ τυγχάνουσιν εἰρηκότες, ἄξια μηδενὸς εἶναι φῆσαι. νομίζω δὲ καὶ ὑμᾶς ὀρθῶς ἂν ποιεῖν, εἰ μὴ
10τὸν λέγοντα, ἀλλὰ τὰ συμβουλευόμενα σκοποῖτε. δεῖ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν παρ’ ὑμῶν εὔνοιαν μή τισιν, ὥσπερ ἐκ γένους, ἀλλὰ τοῖς τὰ βέλτιστ’ ἀεὶ λέγουσιν ὑπάρχειν.
13
Ex
.

14

.

1

Βουλοίμην ἂν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, προσέχοντας, ἃ μέλλω λέγειν, ἀκοῦσαι· καὶ γάρ ἐστιν οὐ μικρά. ἐγὼ θαυμάζω τί δή ποτε, πρὶν μὲν εἰς τὴν ἐκκλησίαν ἀναβῆναι, ὅτῳ τις ἂν ὑμῶν ἐντύχῃ, οὗτος εὐπόρως εἰπεῖν ἔχει δι’ ὧν
5ἂν τὰ παρόντα πράγματα βελτίω γένοιτο· καὶ πάλιν αὐτίκα δὴ μάλ’ ἐὰν ἀπέλθητε, ὁμοίως ἕκαστος ἐρεῖ τὰ δέοντα· ἐν δὲ τῷ περὶ τούτων σκοπεῖν ὄντες καὶ συνειλεγμένοι πάντα
Ex
.

14

.

2

μᾶλλον ἢ ταῦτα λεγόντων τινῶν ἀκούετε. ἆρά γ’, ὦ ἄνδρες Ἀθηναῖοι, γνῶναι μὲν ἔστιν ἑκάστῳ τὰ δέονθ’ ὑμῶν καὶ κατὰ τῶν ἄλλων εἰπεῖν ἐπίσταται, ποιῶν δ’ αὐτὸς ἕκαστος οὐ χαίρει, εἶτ’ ἰδίᾳ μέν, ὡς ἄρ’ αὐτὸς ἑτοίμως τὰ βέλτιστ’
5〈ἂν〉 πράττειν δόξων, τοῖς ἄλλοις ἐπιτιμᾷ, κοινῇ δ’ εὐλαβεῖσθε τὰ τοιαῦτα ψηφίζεσθαι δι’ ὧν ἐν τῷ λῃτουργεῖν τι τῶν
Ex
.

14

.

3

καθηκόντων ἅπαντες ἔσεσθε; εἰ μὲν τοίνυν μηδένα καιρὸν οἴεσθ’ ἥξειν ὃς εἴσω τῆς εἰρωνείας ἀφίξεται ταύτης, καλῶς
ἂν ἔχοι τοῦτον τὸν τρόπον διάγειν· εἰ δὲ τὰ πράγμαθ’ ὁρᾶτ’ ἐγγυτέρω προσάγοντα, δεῖ σκοπεῖσθαι ὅπως μὴ πλησίον1427
5αὐτοῖς μαχεῖσθε, ἃ πόρρωθεν ἔξεστι φυλάξασθαι, καὶ τοὺς νῦν περιοφθέντας ἐφηδομένους ὕστερον ἕξεθ’ οἷς ἂν πά‐ σχητε.
7
Ex
.

15

.

1

Περὶ μὲν τῶν παρόντων, ὦ ἄνδρες Ἀθηναῖοι, πραγμάτων τῇ πόλει, καίπερ οὐκ ἐχόντων ὡς δεῖ, οὐ πάνυ μοῖ δοκεῖ τῶν χαλεπῶν εἶναι ζητῆσαι τί ἄν τις πράξας βελτίω ποιήσειεν. ὅντινα μέντοι χρὴ τρόπον πρὸς ὑμᾶς εἰπεῖν
5περὶ αὐτῶν, τοῦτο παμπόλλην δυσκολίαν ἔχειν νομίζω, οὐχ ὡς οὐ συνησόντων ὅ τι ἄν τις λέγῃ, ἀλλ’ οὕτω πολλὰ καὶ ψευδῆ καὶ πάντα μᾶλλον ἢ τὰ βέλτιστα τοῖς πράγμασιν συνειθίσθαι μοι δοκεῖτ’ ἀκούειν, ὥστε δέδοικα μὴ τῷ νῦν τὰ βέλτιστ’ εἰπόντι, ἣν τοῖς ἐξηπατηκόσιν προσῆκεν ἀπέχθειαν ὑπάρχειν
Ex
.

15

.

2

παρ’ ὑμῶν, ταύτην ἀπενέγκασθαι συμβῇ. ὁρῶ γὰρ ὑμᾶς πολλάκις οὐ τοὺς αἰτίους τῶν πραγμάτων μισοῦντας, ἀλλὰ τοὺς ὑστάτους περὶ αὐτῶν εἰπόντας τι πρὸς ὑμᾶς. οὐ μὴν ἀλλὰ καίπερ οὕτως ἀκριβῶς ταῦτα λογιζόμενος, ὅμως οἶμαι
5δεῖν πάντα παρεὶς τἄλλα περὶ αὐτῶν τῶν παρόντων ἃ κρά‐ τιστα νομίζω λέγειν.
6
Ex
.

16

.

1

Ἐβουλόμην ἂν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ᾗ πρὸς τοὺς ἄλλους ἅπαντας εἰώθατε προσφέρεσθαι φιλανθρωπίᾳ, ταύτῃ καὶ πρὸς ὑμᾶς αὐτοὺς χρῆσθαι· νυνὶ δ’ ἀμείνους ἐστὲ τὰ τῶν ἄλλων δείν’ ἐπανορθοῦν ἢ τῶν ὑμῖν αὐτοῖς συμβαινόν‐
5των φροντίζειν. ἴσως μὲν οὖν αὐτὸ τοῦτό τις ἂν φήσειε μέγιστον ἔπαινον φέρειν τῇ πόλει, τὸ μηδενὸς ἕνεκα κέρδους ἰδίου πολλοὺς κινδύνους ὑπὲρ αὐτοῦ τοῦ δικαίου προῃρῆσθαι. ἐγὼ δὲ ταύτην τ’ ἀληθῆ τὴν δόξαν εἶναι νομίζω κατὰ τῆς πόλεως καὶ βούλομαι, κἀκεῖνο δ’ ὑπολαμβάνω σωφρόνων1428
10ἀνθρώπων ἔργον εἶναι, ἴσην πρόνοιαν τῶν αὑτοῖς οἰκείων ὅσηνπερ τῶν ἀλλοτρίων ποιεῖσθαι, ἵνα μὴ φιλάνθρωποι μόνον, ἀλλὰ καὶ νοῦν ἔχοντες φαίνησθε.
12
Ex
.

17

.

1

Ἴσως, ὦ ἄνδρες Ἀθηναῖοι, προσήκει τῷ βουλομένῳ τι παραινεῖν ὑμῖν οὕτω πειρᾶσθαι λέγειν ὡς καὶ δυνήσεσθ’ ὑπομεῖναι· εἰ δὲ μὴ τοῦτο, ἀφέντα τοὺς ἄλλους ἅπαντας λόγους, περὶ αὐτῶν ὧν σκοπεῖτε συμβουλεύειν, καὶ ταῦθ’
5ὡς διὰ βραχυτάτων. οὐ γὰρ ἐνδείᾳ μοι δοκεῖτε λόγων οὐδὲ νῦν ὁρᾶν τὰ πράγματα πάντα λελυμασμένα, ἀλλὰ τῷ τοὺς μὲν ἑαυτῶν ἕνεκα δημηγορεῖν καὶ πολιτεύεσθαι, τοὺς δὲ μήπω τούτου δεδωκότας πεῖραν μᾶλλον ὅπως εὖ δόξουσι λέγειν σπουδάζειν, ἢ πῶς ἔργον ἐξ ὧν λέγουσί τι συμφέρον
10πραχθήσεται. ἐγὼ δ’ ἵνα μὴ λάθω τοὐναντίον οὗ φημὶ δεῖν αὐτὸς ποιῶν, καὶ πλείω περὶ τῶν ἄλλων ἢ περὶ ὧν ἀνέστην λέγων, ἀφεὶς τἄλλα πάντα, ἃ παραινῶ καὶ δὴ πειράσομαι πρὸς ὑμᾶς εἰπεῖν.
13
Ex
.

18

.

1

Δοκεῖτέ μοι δικαίως ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, προσέχειν τὸν νοῦν, εἴ τις ὑπόσχοιθ’ ὑμῖν ταὐτὰ δίκαια καὶ συμφέροντα δείξειν ὄνθ’ ὑπὲρ ὧν βουλευόμεθα. ἐγὼ τοίνυν οἴομαι τοῦτο ποιήσειν οὐ χαλεπῶς, ἂν ὑμεῖς βραχύ τί μοι πεισθῆτε πάνυ.
5μὴ πάντα, ὡς ἕκαστος ἔχει γνώμης ὑμῶν περὶ τῶν παρόντων, ὀρθῶς ἐγνωκέναι πεπείσθω, ἀλλ’ ἐὰν παρὰ ταῦτά τι συμ‐ βαίνῃ λέγεσθαι, σκοπείτω πάνθ’ ὑπομείνας ἀκοῦσαι, εἶτ’ ἂν ὀρθῶς εἰρῆσθαί τι δοκῇ, χρήσθω. οὐ γὰρ ἧττον ὑμέτερον ἔσται τῶν χρησαμένων τὸ κατορθωθὲν 〈ἢ〉 τοῦ πρὸς ὑμᾶς1429
10εἰπόντος. ἡ μὲν οὖν ἀρχὴ τοῦ σκοπεῖν ὀρθῶς ἐστιν μὴ βεβουλεῦσθαι πρὶν ἐξ ὧν δεῖ βουλεύσασθαι ἀκοῦσαι. οὐ γὰρ αὑτὸς οὔτε καιρὸς οὔτε τρόπος τοῦ τ’ ἐπικυρῶσαι τὰ δοκοῦντα καὶ τοῦ σκέψασθαι τί πρῶτον δοκεῖ συμφέρειν.
13
Ex
.

19

.

1

Μεθ’ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, παρελήλυθα βουλευσό‐ μενος, πότερον χρή με λέγειν ἢ μή. διὸ δ’ αὐτὸς τοῦτ’ ἀπορῶ κρῖναι, φράσω πρὸς ὑμᾶς. ἀναγκαῖον εἶναί μοι δοκεῖ τῷ μήθ’ αὑτῷ μήτε τισὶν χαρίσασθαι βουλομένῳ, ἀλλ’ ὑπὲρ
5ὑμῶν εἰπεῖν ἃ πέπεικεν ἑαυτὸν μάλιστα συμφέρειν, καὶ συνει‐ πεῖν ἃ καλῶς λέγουσιν ἀμφότεροι, καὶ τοὐναντίον ἀντειπεῖν ὅσα μὴ δίκαι’ ἀξιοῦσιν. εἰ μὲν οὖν ὑμεῖς ὑπομείναιτ’ ἀκοῦσαι ταῦτ’ ἀμφότερα διὰ βραχέων, πολλῷ βέλτιον ἂν περὶ τῶν λοιπῶν βουλεύσαισθε· εἰ δὲ πρὶν μαθεῖν ἀποσταίητε, γένοιτ’
10ἂν ἐμοὶ μηδετέρους ἀδικοῦντι πρὸς ἀμφοτέρους διαβεβλῆσθαι. τοῦτο δ’ οὐχὶ δίκαιός εἰμι παθεῖν. ἐὰν μὲν οὖν κελεύητε, ἕτοιμός εἰμι λέγειν· εἰ δὲ μή, καὶ σιωπᾶν ἔχει μοι καλῶς.
12
Ex
.

20

.

1

Καὶ δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ συμφέρον ὑμῖν ἡγοῦμαι τὰς μὲν αἰτίας καὶ τὰς κατηγορίας, ὅταν βου‐ λεύεσθαι δέῃ, παραλείπειν, περὶ τῶν παρόντων δὲ λέγειν ὅ τι βέλτιστον ἕκαστος ἡγεῖται. ὅτι μὲν γάρ τινων αἰτίων
5ὄντων κακῶς τὰ πράγματ’ ἔχει, πάντες ἐπιστάμεθα· ἐξ ὅτου δὲ τρόπου βελτίω δύναιτ’ ἂν γενέσθαι, τοῦτο τοῦ συμβου‐1430
Ex
.

20

.

2

λεύοντος ἔργον εἰπεῖν. ἔπειτ’ ἔγωγε νομίζω καὶ κατηγόρους εἶναι τῶν ἀδικούντων χαλεποὺς οὐ τοὺς ἐν τοιούτοις καιροῖς ἐξετάζοντας τὰ πεπραγμένα, ὅτ’ οὐδεμίαν δώσουσι δίκην, ἀλλὰ τοὺς τοιοῦτό τι συμβουλεῦσαι δυνηθέντας ἀφ’ οὗ
5βελτίω τὰ παρόντα γένοιτ’ ἄν· διὰ γὰρ τούτους ἐφ’ ἡσυχίας
Ex
.

20

.

3

καὶ παρ’ ἐκείνων ἐγγένοιτ’ ἂν ὑμῖν δίκην λαβεῖν. τοὺς μὲν οὖν ἄλλους λόγους πάντας περιέργους ἡγοῦμαι, ἃ δ’ ἂν οἶμαι συνενεγκεῖν περὶ ὧν νυνὶ σκοπεῖτε, ταῦτ’ εἰπεῖν πειράσομαι, τοσοῦτον ἀξιώσας μόνον· ἂν ἄρα του μεμνῶμαι τῶν πεπραγ‐
5μένων, μὴ κατηγορίας μ’ ἕνεχ’ ἡγεῖσθε λέγειν, ἀλλ’ ἵνα δείξας ἃ τόθ’ ἡμάρτετε, νῦν ἀποτρέψω ταὐτὰ παθεῖν.
6
Ex
.

21

.

1

Εἰ καὶ τὸν ἄλλον χρόνον, ὦ ἄνδρες Ἀθηναῖοι, μηδενὶ συμπολιτευόμενοι τοσαύτην ἤγομεν ἡσυχίαν ὅσηνπερ ἐν τῷ παρόντι, οὔτε τὰ νῦν ἂν γεγενημένα συμβῆναι νομίζω, τῶν τ’ ἄλλων οἶμαι πολλὰ βέλτιον ἂν ἡμῖν ἔχειν. νῦν δ’ ὑπὸ
5τῆς ἐνίων ἀσελγείας οὔτε παρελθεῖν οὔτ’ εἰπεῖν οὔθ’ ὅλως
Ex
.

21

.

2

λόγου τυχεῖν ἔστιν. ὅθεν συμβαίνει πολλὰ καὶ οὐκ ἐπιτή‐ δει’ ἴσως. εἰ μὲν οὖν ἀεὶ ταὐτά, πυνθάνεσθαι, καὶ σκοπεῖν ὅ τι χρὴ ποιῆσαι, καὶ πάσχειν οἷάπερ νυνὶ βούλεσθε, ψηφιεῖσθ’ ἅπερ ἐκ τῶν παρεληλυθότων χρόνων, καθέλκειν
5τριήρεις, ἐμβαίνειν, εἰσφέρειν, πάντα ταῦτ’ ἤδη· ἃ τριῶν ἡμερῶν ἢ πέντε, ἂν σιωπηθῇ τὰ παρὰ τῶν πολεμίων καὶ σχῶσιν ἡσυχίαν ἐκεῖνοι, πάλιν οὐκέτι καιρὸν εἶναι πράττειν ὑπολήψεσθε. ὅπερ, ἡνίκ’ ἐν Ἑλλησπόντῳ Φίλιππον ἠκού‐
σαμεν, συνέβη, καὶ πάλιν ἡνίκ’ εἰς Μαραθῶνα τριήρεις αἱ1431
Ex
.

21

.

3

λῃστρίδες προσέσχον. ὡς γὰρ ἂν χρήσαιτό τις, ὦ ἄνδρες Ἀθηναῖοι, καλῶς δυνάμει παρεσκευασμένῃ, οὕτως ὑμεῖς εἰώ‐ θατε τῷ βουλεύεσθαι χρῆσθαι, ὀξέως. δεῖ δὲ βουλεύεσθαι μὲν ἐφ’ ἡσυχίας, ποιεῖν δὲ τὰ δόξαντα μετὰ σπουδῆς, καὶ
5λογίσασθαι τοῦθ’ ὅτι εἰ μὴ καὶ τροφὴν ἱκανὴν ποριεῖτε καὶ στρατηγόν τινα τοῦ πολέμου νοῦν ἔχοντα προστήσεσθε καὶ μένειν ἐπὶ τῶν οὕτω δοξάντων ἐθελήσετε, ψηφίσμαθ’ ὑμῖν περιέσται, καὶ παραναλώσετε μὲν πάνθ’ ὅς’ ἂν δαπανήσητε, βελτίω δ’ οὐδ’ ὁτιοῦν τὰ πράγματ’ ἔσται, κρινεῖτε δ’ ὃν ἂν
10βούλησθ’ ὀργισθέντες. ἐγὼ δὲ βούλομαι τοὺς ἐχθροὺς ὑμᾶς ἀμυνομένους ὀφθῆναι πρότερον ἢ τοὺς πολίτας κρίνοντας· οὐ γὰρ ἡμῖν αὐτοῖς πολεμεῖν μᾶλλον ἢ ’κείνοις ἐσμὲν δίκαιοι.
Ex
.

21

.

4

ἵν’ οὖν μή, τὸ ῥᾷστον ἁπάντων, ἐπιτιμήσω μόνον, ὃν τρόπον ἄν μοι δοκεῖτε ταῦτα ποιῆσαι διδάξω, δεηθεὶς ὑμῶν μὴ θορυ‐ βῆσαι μηδ’ ἀναβάλλειν νομίσαι με καὶ χρόνον ἐμποιεῖν. οὐ γὰρ οἱ ‘ταχὺ‘ καὶ ‘τήμερον‘ εἰπόντες μάλιστ’ εἰς [τὸ] δέον
5λέγουσιν (οὐ γὰρ ἂν τά γ’ ἤδη γεγενημένα κωλῦσαι δυνη‐ θείημεν τῇ νυνὶ βοηθείᾳ), ἀλλ’ ὃς ἂν δείξῃ τίς πορισθεῖσα παρασκευὴ διαμεῖναι δυνήσεται, τέως ἂν ἢ περιγενώμεθα τῶν ἐχθρῶν ἢ πεισθέντες διαλυσώμεθα τὸν πόλεμον· οὕτω γὰρ οὐκέτι τοῦ λοιποῦ πάσχοιμεν ἂν κακῶς.
9
Ex
.

22

.

1

Οἶμαι πάντας ἂν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ὁμολογῆσαι, ὅτι δεῖ τὴν πόλιν ἡμῶν, ὅταν μὲν περὶ τῶν ἰδίων τινὸς τῶν αὑτῆς βουλεύηται, ἴσην πρόνοιαν ἔχειν τοῦ συμφέροντος ὅσηνπερ τοῦ δικαίου, ὅταν δ’ ὑπὲρ τῶν συμμαχικῶν ἢ τῶν
5κοινῶν, οἷον καὶ τὸ νυνὶ παρόν, μηδενὸς οὕτως ὡς τοῦ δικαίου
φροντίζειν. ἐν μὲν γὰρ ἐκείνοις τὸ λυσιτελὲς ἐξαρκεῖ, ἐν1432
Ex
.

22

.

2

δὲ τοῖς τοιούτοις καὶ τὸ καλὸν προσεῖναι δεῖ. τῶν μὲν γὰρ πράξεων, εἰς οὓς ἂν ἥκωσι, κύριοι καθίστανται· τῆς δ’ ὑπὲρ τούτων δόξης οὐδεὶς τηλικοῦτός ἐσθ’ ὅστις ἔσται κύριος, ἀλλ’ ὁποίαν τιν’ ἂν τὰ πραχθέντ’ ἔχῃ δόξαν, τοιαύτην οἱ
5πολλοὶ περὶ τῶν πραξάντων διήγγειλαν. διὸ δεῖ σκοπεῖν
Ex
.

22

.

3

καὶ προσέχειν ὅπως δίκαια φανεῖται. χρῆν μὲν οὖν οὕτως ἅπαντας ἔχειν τὴν διάνοιαν περὶ τῶν ἀδικουμένων ὥσπερ ἄν, εἴ τι γένοιτο, ὃ μὴ συμβαίη, τοὺς ἄλλους ἀξιώσειε πρὸς αὑτὸν ἕκαστος ἔχειν. ἐπειδὴ δὲ καὶ παρὰ τὴν αὑτῶν γνώ‐
5μην ἐναντιοῦνταί τινες, μικρὰ πρὸς τούτους εἰπών, ἃ βέλτισθ’ ὑμῖν ὑπολαμβάνω, ταῦτ’ ἤδη συμβουλεύσω.
6
Ex
.

23

.

1

Οὐ μικρὰν ἄν μοι δοκεῖτ’, ὦ ἄνδρες Ἀθηναῖοι, ζημίαν νομίσαι, εἴ τις ἀηδὴς δόξα καὶ μὴ προσήκουσα τῇ πόλει παρὰ τοῖς πολλοῖς περιγίγνοιτο. τοῦτο τοίνυν οὕτω καλῶς ἐγνωκότες οὐκ ἀκόλουθα ποιεῖτε τὰ λοιπά, ἀλλ’ ὑπάγεσθ’
5ἑκάστοτε πράττειν ἔνια, ἃ οὐδ’ ἂν αὐτοὶ φήσαιτε καλῶς ἔχειν. ἐγὼ δ’ οἶδα μὲν τοῦθ’ ὅτι τοὺς ἐπαινοῦντας ἥδιον προσδέ‐ χονται πάντες τῶν ἐπιτιμώντων· οὐ μὴν οἴομαι δεῖν, ταύτην τὴν φιλανθρωπίαν διώκων, λέγειν παρ’ ἃ συμφέρειν ὑμῖν ἡγοῦμαι.
9
10 Τὴν μὲν [οὖν] ἀρχὴν εἰ καλῶς ἐγιγνώσκετε, οὐδὲν δεῖν κοινῇ ποιεῖν ὑποληπτέον ἦν ὧν ἰδίᾳ μέμφεσθε, ἵαν μὴ συνέ‐ βαινεν ὅπερ νυνὶ γίγνεται· περιιὼν μὲν ἕκαστος ‘ὡς αἰσχρὰ
καὶ δεινά‘ λέγει καὶ ‘μέχρι τοῦ προβήσεται τὰ πράγματα;‘ συγκαθεζόμενος δ’ αὐτὸς ἕκαστός ἐστι τῶν τὰ τοιαῦτα ποι‐1433
15ούντων. ἐγὼ μὲν οὖν ἐβουλόμην ἄν, ὥσπερ ὅτι ὑμῖν συμ‐ φέρει τοῦ τὰ βέλτιστα λέγοντος ἀκούειν οἶδα, οὕτως εἰδέναι συνοῖσον καὶ τῷ τὰ βέλτιστ’ εἰπόντι· πολλῷ γὰρ ἂν ἥδιον εἶχον. νῦν δὲ φοβοῦμαι μέν, ὅμως δ’ ἅ γε πιστεύω χρηστὰ φανεῖσθαι, κἂν ὑμεῖς μὴ πεισθῆτε, οὐκ ἀποτρέψομαι λέγειν.
19
Ex
.

24

.

1

Εἰ καὶ μηδὲν ἄλλο τις, ὦ ἄνδρες Ἀθηναῖοι, πρότερον παρ’ ὑμῖν εἰρηκὼς εἴη, νῦν γε λέγων περὶ ὧν οὐκ ὀρθῶς ἐγκαλοῦσιν οἱ πρέσβεις τῇ πόλει, παρὰ πάντων ἄν μοι δοκεῖ δικαίως συγγνώμης τυχεῖν. καὶ γὰρ ἐν ἄλλοις μέν
5τισιν ἡττᾶσθαι τῶν ἐναντίων οὐχ οὕτως ὄνειδος ὡς ἀτύχημ’ ἂν φανείη· καὶ γὰρ τῇ τύχῃ καὶ τοῖς ἐφεστηκόσι καὶ πολλοῖς μέτεστι τοῦ καλῶς ἢ μὴ ἀγωνίσασθαι· ἐν δὲ τῷ τὰ δίκαι’ ὑπὲρ αὑτῶν μὴ ἔχειν ἀξίως τῶν ὑπαρχόντων εἰπεῖν αὐτῆς τῆς γνώμης τῆς τῶν τοῦτο παθόντων τὸ ὄνειδος εὑρήσομεν.
Ex
.

24

.

2

εἰ μὲν οὖν ἕτεροί τινες ἦσαν ἐν οἷς ἐγίγνονθ’ οἱ λόγοι περὶ ὑμῶν, οὔτε τούτους ἂν οἶμαι ῥᾳδίως οὕτω ψεύδεσθαι, οὔτε τοὺς ἀκούοντας πολλὰ τῶν εἰρημένων ἀνασχέσθαι. νῦν δὲ τἄλλα τ’ οἶμαι τῆς ὑμετέρας πλεονεκτοῦσιν εὐηθείας ἅπαντες,
5καὶ δὴ καὶ τοῦτο νῦν οὗτοι· ἀκροαταῖς γὰρ ἐχρήσαντο καθ’ ὑμῶν ὑμῖν οἵοις οὐδέσιν ἂν τῶν ἄλλων, ἀκριβῶς οἶδα τοῦτ’
Ex
.

24

.

3

ἐγώ. ἄξιον δ’ εἶναί μοι δοκεῖ διὰ ταῦτα τοῖς θεοῖς χάριν ὑμᾶς ἔχειν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τούτους μισεῖν. τὸ μὲν
γὰρ ὁρᾶν τούτους τὸν Ῥοδίων δῆμον, τὸν πολὺ τούτων ποτ’ ἀσελγεστέρους λόγους λέγοντα πρὸς ὑμᾶς, ἱκέτην ὑμέτερον1434
5γεγενημένον εὐτύχημ’ εἶναι νομίζω τῆς πόλεως· τὸ δὲ τοὺς ἀνοήτους τούτους μήτε τοῦτο λογίζεσθαι, παρὸν οὕτως ἐναργὲς ἰδεῖν, μήθ’ ὅτι πολλάκις καθ’ ἕν’ αὐτῶν ἕκαστον ὑμεῖς σεσῴκατε, καὶ πλείω πράγματ’ ἐσχήκατε τὴν τούτων θρασύ‐ τητα καὶ κακοδαιμονίαν ἐπανορθοῦντες, ἐπειδὰν δι’ ἑαυτοὺς
10ἀνέλωνται πόλεμον, ἢ τὰ ὑμέτερ’ αὐτῶν πράττοντες, τοῦτο παμπόλλην ὑμῖν ὀργὴν εἰκότως ἂν παραστῆσαί μοι δοκεῖ.
Ex
.

24

.

4

οὐ μὴν ἀλλ’ ἴσως τούτοις μὲν εἵμαρται μηδέποτ’ εὖ πράτ‐ τουσιν εὖ φρονῆσαι· ἡμῖν δὲ προσήκει καὶ δι’ ἡμᾶς αὐτοὺς καὶ διὰ τἄλλ’ ἃ πέπρακται τῇ πόλει, σπουδάσαι δεῖξαι πᾶσιν ἀνθρώποις ὅτι καὶ πρότερον καὶ νῦν καὶ ἀεὶ ἡμεῖς μὲν τὰ
5δίκαια προαιρούμεθα πράττειν, ἕτεροι δέ τινες καταδουλοῦσθαι βουλόμενοι τοὺς αὑτῶν πολίτας διαβάλλουσιν πρὸς ἡμᾶς.
6
Ex
.

25

.

1

Εἰ μετὰ τῆς αὐτῆς γνώμης, ὦ ἄνδρες Ἀθηναῖοι, τούς τε λόγους ἠκούετε τῶν συμβουλευόντων καὶ τὰ πράγματ’ ἐκρί‐ νετε, πάντων ἀσφαλέστατον ἦν ἂν τὸ συμβουλεύειν. καὶ γὰρ εὐτυχῶς καὶ ἄλλως πράξασι (λέγειν γὰρ εὐφήμως πάντα
5δεῖ) κοίν’ ἂν ἦν τὰ τῆς αἰτίας ὑμῖν καὶ τῷ πείσαντι. νῦν δ’ ἀκούετε μὲν τῶν ἃ βούλεσθε λεγόντων ἥδιστα, αἰτιᾶσθε δὲ πολλάκις ἐξαπατᾶν ὑμᾶς αὐτούς, ἐὰν μὴ πάνθ’ ὃν ἂν
Ex
.

25

.

2

ὑμεῖς τρόπον βούλησθε γένηται, οὐ λογιζόμενοι τοῦθ’ ὅτι τοῦ μὲν ζητῆσαι καὶ λογίσασθαι τὰ βέλτιστα, ὡς ἄνθρωπος, καὶ πρὸς ὑμᾶς εἰπεῖν αὐτὸς ἕκαστός ἐστιν κύριος, τοῦ δὲ πραχθῆναι ταῦτα καὶ συνενεγκεῖν ἐν τῇ τύχῃ τὸ πλεῖστον
5μέρος γίγνεται. ἔστιν δ’ ἄνθρωπον ὄντ’ ἀγαπητὸν τῆς
αὑτοῦ διανοίας λόγον ὑπέχειν· τῆς δὲ τύχης πρὸς ὑποσχεῖν1435
Ex
.

25

.

3

ἕν τι τῶν ἀδυνάτων. εἰ μὲν οὖν ηὑρημένον ἦν πῶς ἄν τις ἀσφαλῶς ἄνευ κινδύνου δημηγοροίη, μανία παραλείπειν τοῦτον 〈ἂν〉 ἦν τὸν τρόπον· ἐπεὶ δ’ ἀνάγκη τὸν περὶ τῶν μελ‐ λόντων πραγμάτων γνώμην ἀποφαινόμενον [κοινωνεῖν τοῖς
5ἀπ’ αὐτῶν γενομένοις] καὶ μετέχειν τῆς ἀπὸ τούτων αἰτίας, αἰσχρὸν ἡγοῦμαι λέγειν μὲν ὡς εὔνους, μὴ ὑπομένειν δέ, εἴ τις ἐκ τούτου κίνδυνος ἔσται. εὔχομαι δὲ τοῖς θεοῖς, ἃ καὶ τῇ πόλει κἀμοὶ συμφέρειν μέλλει, ταῦτ’ ἐμοί τ’ εἰπεῖν ἐλθεῖν ἐπὶ νοῦν καὶ ὑμῖν ἑλέσθαι. τὸ γὰρ πάντα τρόπον ζητεῖν
10νικῆσαι, δυοῖν θάτερον, ἢ μανίας ἢ κέρδους ἕνεκ’ ἐσπουδα‐ κότος φήσαιμ’ ἂν εἶναι.
11
Ex
.

26

.

1

Εἴη μέν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ περὶ ὧν νυνὶ τυγχάνετ’ ἐκκλησιάζοντες καὶ περὶ τῶν ἄλλων ἁπάντων ταὐτὰ καὶ δοκοῦντα βέλτισθ’ ὑμῖν εἶναι καὶ ὄνθ’ ὡς ἀληθῶς. δεῖ μέν‐ τοι περὶ πραγμάτων μεγάλων βουλευομένους καὶ κοινῶν,
5ἁπάντων ἐθέλειν ἀκούειν τῶν συμβουλευόντων, ὡς ἐμοὶ δοκεῖ, ἐνθυμουμένους ὅτι αἰσχρόν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, νῦν μὲν βουλομένων τι παραινεῖν ἐνίων θορυβεῖν, ὕστερον δὲ κατηγορούντων τῶν αὐτῶν τούτων τῶν πεπραγμένων ἡδέως
Ex
.

26

.

2

ἀκούειν. ἐγὼ γὰρ οἶδα, νομίζω δὲ καὶ ὑμᾶς, ὅτι νῦν μὲν ἀρέσκουσι μάλισθ’ ὑμῖν οἱ ταὔθ’ οἷς ὑμεῖς βούλεσθε λέ‐ γοντες· ἂν δέ τι συμβῇ παρ’ ἃ νῦν οἴεσθε, ὃ μὴ συμβαίη,
τούτους μὲν ἐξηπατηκέναι νομιεῖθ’ ὑμᾶς, ὧν δὲ νῦν οὐκ ἀνέ‐1436
5χεσθε, τότ’ ὀρθῶς δόξουσι λέγειν. ἔστι δὲ τοῖς μάλιστα πεπεικόσιν ὑμᾶς ταῦτ’ ἐφ’ ὧν νῦν ἐστε, τούτοις καὶ μάλιστα
Ex
.

26

.

3

συμφέρον τὸ λόγου τυχεῖν τοὺς ἀντιλέγοντας. ἂν μὲν γὰρ διδάξαι δυνηθῶσιν ὡς οὐκ ἔστιν ἄρισθ’ ἃ τούτοις δοκεῖ, ὅτ’ οὐδὲν ἡμάρτηταί πω, τοῦτο πράξαντες ἀθῴους τοῦ κινδύνου ποιήσουσιν αὐτούς. ἐὰν δὲ μὴ δυνηθῶσιν, οὔκουν ὕστερόν
5γ’ ἐπιτιμᾶν ἕξουσιν, ἀλλ’ ὅς’ ἀνθρώπων ἦν ἔργον, ἀκοῦσαι, τούτων τετυχηκότες, ἂν ἡττῶνται δικαίως στέρξουσιν, καὶ μεθ’ ἁπάντων τῶν ἀποβαινόντων, ὁποῖ’ ἄττ’ ἂν ᾖ, κοινωνήσουσιν.
7
Ex
.

27

.

1

Οἶμαι δεῖν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τηλικούτων βουλευομένους διδόναι παρρησίαν ἑκάστῳ τῶν συμβουλευ‐ όντων. ἐγὼ δ’ οὐδεπώποθ’ ἡγησάμην χαλεπὸν τὸ διδάξαι τὰ βέλτισθ’ ὑμᾶς (ὡς γὰρ ἁπλῶς εἰπεῖν, πάντες ὑπάρχειν
5ἐγνωκότες ἔμοιγε δοκεῖτε), ἀλλὰ τὸ πεῖσαι πράττειν ταῦτα· ἐπειδὰν γάρ τι δόξῃ καὶ ψηφισθῇ, τότ’ ἴσον τοῦ πραχθῆναι
Ex
.

27

.

2

ἀπέχει ὅσονπερ πρὶν δόξαι. ἔστιν μὲν οὖν ὧν ἐγὼ νομίζω χάριν ὑμᾶς τοῖς θεοῖς ὀφείλειν, τὸ τοὺς διὰ τὴν αὑτῶν ὕβριν ὑμῖν πολεμήσαντας 〈οὐ〉 πάλαι, νῦν ἐν ὑμῖν μόνοις τῆς αὑτῶν σωτηρίας ἔχειν τὰς ἐλπίδας. ἄξιον δ’ ἡσθῆναι τῷ παρόντι
5καιρῷ· συμβήσεται γὰρ ὑμῖν, ἂν ἃ χρὴ βουλεύσησθ’ ὑπὲρ αὐτοῦ, τὰς παρὰ τῶν διαβαλλόντων τὴν πόλιν ἡμῶν βλα‐
σφημίας ἔργῳ μετὰ δόξης καλῆς ἀπολύσασθαι.1437
Ex
.

28

.

1

Αἱ μὲν ἐλπίδες, ὦ ἄνδρες Ἀθηναῖοι, μεγάλαι καὶ καλαὶ τῶν προειρημένων, πρὸς ἃς οἴομαι τοὺς πολλοὺς ἄνευ λο‐ γισμοῦ τι πεπονθέναι. ἐγὼ δ’ οὐδεπώποτ’ ἔγνων ἕνεκα τοῦ παραχρῆμ’ ἀρέσαι λέγειν τι πρὸς ὑμᾶς, ὅ τι ἂν μὴ καὶ μετὰ
5ταῦτα συνοίσειν ἡγῶμαι. ἔστι μὲν οὖν τὸ κοινὸν ἔθος τῶν πλείστων τοὺς μὲν συνεπαινοῦντας ἑαυτοῖς ὅ τι ἂν πράττωσι φιλεῖν, πρὸς δὲ τοὺς ἐπιτιμῶντας ἀηδῶς ἔχειν. οὐ μὴν ἀλλὰ δεῖ τὸν εὖ φρονοῦντα τὸν λογισμὸν ἀεὶ τῶν ἐπιθυμιῶν
Ex
.

28

.

2

κρείττω πειρᾶσθαι ποιεῖν. ἐγὼ δ’ ἡδέως μὲν ἂν ἑώρων, ἃ καὶ συνοίσειν ἔμελλε, ταῦτ’ ἐν ἡδονῇ πράττειν ὄνθ’ ὑμῖν, ἵνα καὶ χαριζόμενος καὶ χρηστὰ λέγων ἐφαινόμην. ἐπειδὴ δὲ τἀναντί’ ὁρῶ τούτων ἐπιχειροῦντας ὑμᾶς, οἴομαι δεῖν
5ἀντειπεῖν, εἰ καί τισιν μέλλω ἀπεχθήσεσθαι. ἂν μὲν οὖν μηδ’ ὑπομείνητ’ ἀκοῦσαι μηδὲ ἕν, οὐ τῷ δοκιμάζοντες διαμαρ‐ τεῖν, ἀλλὰ τῷ φύσει πονήρ’ ἐπιθυμεῖν πράττειν τοιαῦτα προαιρεῖσθαι δόξετε. ἐὰν δ’ ἀκούσητε, τυχὸν μὲν ἴσως κἂν μεταπεισθείητε, ὃ μάλιστ’ ἐγὼ νομίζω συνενεγκεῖν ἂν ὑμῖν·
10εἰ δὲ μή, οἱ μὲν ἀγνοεῖν τὸ συμφέρον, οἱ δὲ—ὅ τι ἄν τις βούληται, τοῦτ’ ἐρεῖ.
11
Ex
.

29

.

1

Πρῶτον μὲν οὐδέν ἐστιν καινόν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς δόξασιν παρ’ ὑμῖν εἶναί τινας οἵτινες ἀντεροῦσιν, ἐπειδὰν πράττειν τι δέῃ. εἰ μὲν οὖν ἀποδόντων ὑμῶν λόγον αὐτοῖς, ὅτ’ ἐβουλεύεσθε, τοῦτ’ ἐποίουν, τούτων ἂν ἦν ἄξιον κατη‐
5γορεῖν, εἰ περὶ ὧν ἥττηντ’ ἐβιάζοντο πάλιν λέγειν· νῦν δὲ τούτους μὲν οὐδέν ἐστ’ ἄτοπον εἰπεῖν βουληθῆναι ταῦθ’ ἃ
Ex
.

29

.

2

τότ’ οὐχ ὑπεμείνατ’ ἀκοῦσαι, ὑμῖν δ’ ἄν τις εἰκότως ἐπιτι‐ μήσειεν, ἄνδρες Ἀθηναῖοι, ὅτι ὁπόταν περί του βουλεύησθε, οὐκ ἐᾶτε λέγειν ἕκαστον ἃ γιγνώσκει, ἀλλ’ ἂν ἕτεροι τῷ λόγῳ προλάβωσιν ὑμᾶς, οὐδὲν ἂν τῶν ἑτέρων ἀκούσαιτε.1438
5ἐκ δὲ τούτου συμβαίνει πρᾶγμ’ ἀηδὲς ὑμῖν. οἷς γὰρ πρὶν ἁμαρτεῖν ὑμῖν ἐξῆν συμβουλεύουσιν πείθεσθαι, τούτους ὕστε‐
Ex
.

29

.

3

ρον κατηγοροῦντας ἐπαινεῖτε. ταὐτὸ δὴ τοῦτό μοι πάλιν δοκεῖτε πείσεσθαι, εἰ μὴ παρασχόντες ἴσους ἀκροατὰς πάν‐ των ὑμᾶς αὐτοὺς ἐν τῷ παρόντι, καὶ τοῦτον τὸν πόνον ὑπομείναντες, ἑλόμενοι τὰ κράτιστα τοὺς ὁτιοῦν τούτοις ἐπι‐
5τιμῶντας φαύλους νομιεῖτε. ἐγὼ μὲν δὴ δίκαιον ὑπείληφα πρῶτον ἁπάντων αὐτὸς εἰπεῖν, τί μοι δοκεῖ περὶ ὧν σκο‐ πεῖσθε, ἵνα, ἂν μὲν ὑμῖν ἀρέσκῃ, καὶ τὰ λοιπὰ διδάσκω, εἰ δὲ μή, μήθ’ ὑμῖν ἐνοχλῶ μήτ’ ἐμαυτὸν κόπτω.
8
Ex
.

30

.

1

Ἔδει μέν, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸ τοῦ πολεμεῖν ἐσκέφθαι τίς ὑπάρξει παρασκευὴ τῷ γενησομένῳ πολέμῳ· εἰ δ’ ἄρα μὴ πρόδηλος ἦν, ὅτε πρῶτον ἐβουλεύεσθ’ ὑπὲρ αὐτοῦ φανε‐ ροῦ γενομένου, τότε καὶ περὶ τῆς παρασκευῆς ἐσκέφθαι. εἰ
5δὲ φήσετε πολλὰς ἐγκεχειρικέναι δυνάμεις, ἃς λελυμάνθαι τοὺς ἐπιστάντας, οὐκ ἀποδέξεται τοῦθ’ ὑμῶν οὐδείς· οὐ γάρ ἐστι τῶν αὐτῶν τούς 〈τ’〉 ἐπὶ τῶν πραγμάτων ἀπολύειν, καὶ
Ex
.

30

.

2

λέγειν ὡς διὰ τούτους κακῶς ταῦτ’ ἔχει. ἐπειδὴ δὲ τὰ μὲν παρεληλυθότ’ οὐκ ἂν ἄλλως ἔχοι, δεῖ δ’ ἐκ τῶν παρόντων ἐπαμῦναι τοῖς πράγμασιν, τοῦ μὲν κατηγορεῖν οὐδένα καιρὸν ὁρῶ, πειράσομαι δ’ ἃ κράτιστα νομίζω, συμβουλεῦσαι. πρῶ‐
5τον μὲν οὖν ὑμᾶς ἐκεῖν’ ἐγνωκέναι δεῖ, ὅτι τὴν ἴσην ὑπερ‐ βολὴν τῆς σπουδῆς καὶ φιλονικίας ἐπὶ τοῖς πράγμασι πάντ’ ἄνδρα παρασχέσθαι δεῖ, ὅσηνπερ ἐκ τῶν ἄνωθεν χρόνων ἀμελείας· μόλις γὰρ οὕτως ἐλπὶς ἐκ πολλοῦ διώκοντας τὰ1439
Ex
.

30

.

3

προειμέν’ ἑλεῖν δυνηθῆναι. ἔπειτ’ οὐκ ἀθυμητέον τοῖς γεγε‐ νημένοις· ὃ γάρ ἐστιν τῶν παρεληλυθότων χείριστον, τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει. τί οὖν τοῦτ’ ἔστιν [ὦ ἄνδρες Ἀθηναῖοι]; ὅτι οὐδὲν ὑμῶν τῶν δεόντων ποιούν‐
5των κακῶς ἔχει τὰ πράγματα· ἐπεὶ εἴ γε πάνθ’ ἃ προσῆκε πραττόντων οὕτως εἶχεν, οὐδ’ ἂν ἐλπὶς ἦν αὐτὰ γενέσθαι βελτίω.
7
Ex
.

31

.

1

Οὐδέν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, χαλεπώτερον ἢ τοῖς αὐτοῖς ἔθεσιν ἐπιτιμᾶν τε καὶ χρῆσθαι τοὺς δημηγοροῦντας. τὸ γὰρ στασιάζειν πρὸς αὑτοὺς καὶ κατηγορεῖν ἀλλήλων ἄνευ κρίσεως, οὐδείς ἐστιν οὕτως ἀγνώμων ὅστις οὐ φήσειεν
5ἂν βλάβην εἶναι τοῖς πράγμασιν. ἐγὼ δ’ οἴομαι τούτους μὲν ἂν εἶναι βελτίους, εἰ τὴν πρὸς αὑτοὺς φιλονικίαν ἐπὶ τοὺς τῆς πόλεως ἐχθροὺς τρέψαντες ἐδημηγόρουν· ὑμῖν δὲ παραινῶ μὴ συστασιάζειν μηδετέροις τούτων, μηδ’ ὅπως ἅτεροι κρατήσουσι σκοπεῖν, ἀλλ’ ὅπως ὑμεῖς ἅπαντες τῶν
Ex
.

31

.

2

ἐχθρῶν περιέσεσθε. εὔχομαι δὲ τοῖς θεοῖς τοὺς ἢ φιλονι‐ κίας ἢ ἐπηρείας ἤ τινος ἄλλης ἕνεκ’ αἰτίας ἄλλο τι, πλὴν ἅ ποθ’ ἡγοῦνται συμφέρειν, λέγοντας παύσασθαι· τὸ γὰρ κατα‐ ρᾶσθαι συμβουλεύοντ’ ἴσως ἔστ’ ἄτοπον. αἰτιασαίμην μὲν
5οὖν ἔγωγ’ ἂν οὐδέν’, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ κακῶς τὰ
πράγματ’ ἔχειν ἀλλ’ ἢ πάντας τούτους· οἴομαι δὲ δεῖν παρὰ μὲν τούτων ἐφ’ ἡσυχίας λόγον ὑμᾶς λαβεῖν, νῦν δ’ ὑπὲρ τῶν παρόντων, ὅπως ἔσται βελτίω, σκοπεῖν.1440
8
Ex
.

32

.

1

Ἐβουλόμην ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἴσην σπουδὴν ἐνίους τῶν λεγόντων ποιεῖσθαι ὅπως τὰ βέλτιστ’ ἐροῦσιν, ὅσηνπερ ὅπως εὖ δόξουσι λέγειν, ἵν’ οὗτοι μὲν ἀντὶ τοῦ δεινοὶ λέγειν ἐπιεικεῖς ἐνομίζοντ’ εἶναι, τὰ δ’ ὑμέτερα, ὥσπερ
5ἐστὶν προσῆκον, βέλτιον εἶχεν. νῦν δ’ ἔνιοί μοι δοκοῦσι παντάπασι τὴν ἀπὸ τοῦ λόγου δόξαν ἠγαπηκότες τῶν μετὰ
Ex
.

32

.

2

ταῦτα συμβησομένων ὑμῖν μηδὲν φροντίζειν. καὶ δῆτα θαυ‐ μάζω, πότερά ποθ’ οἱ τοιοῦτοι λόγοι τὸν λέγονθ’ ὁμοίως πεφύκασιν ἐξαπατᾶν ὥσπερ πρὸς οὓς ἂν λέγωνται, ἢ συνι‐ έντες οὗτοι τἀναντία τοῖς δοκοῦσιν ἑαυτοῖς εἶναι βελτίστοις
5δημηγοροῦσιν. εἰ μὲν γὰρ ἀγνοοῦσιν ὅτι τὸν μέλλοντα πράξειν τὰ δέοντα οὐκ ἐπὶ τῶν λόγων θρασύν, ἀλλ’ ἐπὶ τῆς παρασκευῆς ἰσχυρὸν εἶναι δεῖ, οὐδ’ ἐπὶ τῷ τοὺς ἐχθροὺς μὴ δυνήσεσθαι θαρρεῖν, ἀλλ’ ἐπὶ τῷ κἂν δύνωνται κρατήσειν, τὰ τῶν λόγων ἀστεῖ’ ὡς ἔοικεν τοῦ τὰ μέγιστ’ αἰσθάνεσθαι
10κεκώλυκεν αὐτούς. εἰ δὲ ταῦτα μὲν μηδ’ ἂν φήσαιεν ἀγνοεῖν, πρόφασις δ’ ἄλλη τις ὕπεστι δι’ ἣν ταῦτα προαιροῦνται, πῶς
Ex
.

32

.

3

οὐ χρὴ φαύλην ταύτην ὑπολαμβάνειν, ἥτις ποτ’ ἐστίν; ἐγὼ δ’ οὐκ ἀποτρέψομαι λέγειν ἃ δοκεῖ μοι, καίπερ 〈οὕτωσ〉 ὁρῶν ἠγμένους ὑμᾶς· καὶ γὰρ εὔηθες, λόγῳ ψυχαγωγηθέντων ὑμῶν οὐκ ὀρθῶς, λόγον αὖ τὸν μέλλοντα βελτίω λέγειν καὶ μᾶλ‐
5λον συμφέρονθ’ ὑμῖν καταδεῖσαι. ἀξιῶ δὲ καὶ ὑμᾶς ὑπομεῖναι, ἐνθυμηθέντας ὅτι οὐδὲ τὰ νῦν δοκοῦντ’ ἔδοξεν ἂν ὑμῖν, εἰ μὴ
Ex
.

32

.

4

τοὺς λόγους ἠκούσατ’ ἐξ ὧν ἐπείσθητε. ὥσπερ ἂν τοίνυν,
εἰ νόμισμ’ ἐκρίνεθ’ ὁποῖόν τί ποτ’ ἐστίν, δοκιμάσαι δεῖν ἂν ᾠήθητε, οὕτω καὶ τὸν λόγον ἀξιῶ τὸν εἰρημένον ἐξ ὧν ἀντειπεῖν ἡμεῖς ἔχομεν σκεψαμένους, ἐὰν μὲν συμφέρονθ’1441
5εὕρητε, ἀγαθῇ τύχῃ πείθεσθαι, ἂν δ’ ἄρ’ ἕκαστα λογιζομένοις ἀλλοιότερος φανῇ, πρὶν ἁμαρτεῖν μεταβουλευσαμένους, τοῖς ὀρθῶς ἔχουσιν χρήσασθαι.
7
Ex
.

33

.

1

Μάλιστα μέν, ὦ ἄνδρες Ἀθηναῖοι, βουλοίμην ἂν ὑμᾶς ἃ μέλλω λέγειν πεισθῆναι· εἰ δ’ ἄρα τοῦτ’ ἄλλῃ πῃ συμβαίνοι, ἐμαυτῷ γ’ ἂν εἰρῆσθαι πρὸ παντὸς αὐτὰ δεξαίμην. ἔστι δ’ οὐ μόνον, ὡς δοκεῖ, τὸ πρὸς ὑμᾶς εἰπεῖν χαλεπὸν τὰ δέοντα,
5ἀλλὰ καὶ καθ’ αὑτὸν σκοπούμενον εὑρεῖν. γνοίη δ’ ἄν τις, εἰ μὴ τὸν λόγον ὑμᾶς, ἀλλὰ τὰ πράγματ’ ἐφ’ ὧν ἐστε σκέψεσθαι νομίσαι, καὶ πλείω σπουδὴν τοῦ δοκεῖν ἐπιεικὴς
Ex
.

33

.

2

εἶναι ἢ τοῦ δεινὸς εἰπεῖν φανῆναι ποιοῖτο. ἐγὼ γοῦν (οὕτω τί μοι ἀγαθὸν γένοιτο) ἐπειδὴ περὶ τῶν παρόντων ἐπῄει μοι σκοπεῖν, λόγοις μὲν καὶ μάλ’ ἀφθόνοις, οὓς οὐκ ἂν ἀηδῶς ἠκούεθ’ ὑμεῖς, ἐνετύγχανον. καὶ γὰρ ὡς δικαιότατοι τῶν
5Ἑλλήνων ἐστέ, πόλλ’ 〈ὄντ’〉 εἰπεῖν καὶ ἑώρων καὶ ὁρῶ, καὶ ὡς ἀρίστων προγόνων, καὶ πολλὰ τοιαῦτα. ἀλλὰ ταῦτα μὲν τὸν χρόνον ἡσθῆναι ποιήσανθ’ ὅσον ἂν ῥηθῇ, μετὰ ταῦτ’
Ex
.

33

.

3

οἴχεται· δεῖ δὲ πράξεώς τινος τὸν λέγοντα φανῆναι σύμ‐ βουλον, δι’ ἣν καὶ μετὰ ταῦτ’ ἀγαθοῦ τινος ὑμῖν ἔσται παρουσία. τοῦτο δ’ ἤδη καὶ σπάνιον καὶ χαλεπὸν πεπειρα‐ μένος οἶδ’ ὂν εὑρεῖν. οὐδὲ γὰρ αὔταρκες τὸ ἰδεῖν ἐστι τὰ
5τοιαῦτα, ἂν μὴ καὶ πεῖσαί τις τοὺς συμαρουμένους ὑμᾶς δυ‐ νηθῇ. οὐ μὴν ἀλλ’ ἐμὸν μὲν ἔργον εἰπεῖν ἴσως ἃ πέπεικ’ ἐμαυτὸν συμφέρειν, ὑμέτερον δ’ ἀκούσαντας κρῖναι, κἂν
ἀρέσκῃ, χρῆσθαι.1442
Ex
.

34

.

1

Οὐκ ἄδηλον ἦν, ὦ ἄνδρες Ἀθηναῖοι, πρῴην, ὅτε τῶν ἀντιλέγειν βουλομένων οἷς ὁ δεῖν’ ἔλεγεν οὐκ ᾤεσθ’ ἀκούειν χρῆναι, ὅτι συμβήσεται τοῦθ’ ὃ νυνὶ γίγνεται, ὅτι οἱ τότε κωλυθέντες ἐροῖεν εἰς ἑτέραν ἐκκλησίαν. ἂν τοίνυν ταὔθ’
5ἅπερ πρότερον ποιήσητε, καὶ τῶν τοῖς τότε δόξασι συνειπεῖν βουλομένων μὴ ’θελήσητ’ ἀκοῦσαι, πάλιν ταῦτ’ εἰς τὴν ἑτέραν
Ex
.

34

.

2

ἐκκλησίαν οὗτοι λαβόντες τούτων κατηγορήσουσιν. οὐδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι, οὔτε τὰ πράγματα χείρω γένοιτ’ ἄν, οὔθ’ ὑμεῖς ἀτοπώτεροι φανείητε, ἢ εἰ μήτε τῶν δοξάντων ὑμῖν πέρας μηδὲν ἔχειν δοκοίη, μήτ’ ἀφέντες ἃ μὴ συμφέρει, τῶν
5πρὸ ὁδοῦ τι περαίνοιτε, εἴητε δ’ ὥσπερ τὰ θέατρα τῶν προ‐ καταλαμβανόντων. μηδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ πονήσαντες τὸν πόνον τοῦτον καὶ παρασχόντες ἴσους ἀκροατὰς ἀμφοτέροις ὑμᾶς αὐτοὺς πρῶτον μὲν ἕλεσθ’ ὅ τι καὶ ποιήσετε, ἔπειθ’ ὑπολαμβάνετε, ἐάν τις ἐναντιῶται τοῖς ἅπαξ οὕτω δοκι‐
Ex
.

34

.

3

μασθεῖσι, πονηρὸν καὶ κακόνουν ὑμῖν. τὸ μὲν γὰρ λόγου μὴ τυχόντα πεπεῖσθαι βέλτιον τῶν ὑμῖν δοκούντων αὐτὸν ἐντεθυμῆσθαι συγγνώμη· τὸ δ’ ἀκουσάντων ὑμῶν καὶ διακρι‐ νάντων ἔτ’ ἀναισχυντεῖν, καὶ μὴ συγχωρεῖν ἐνδόντα τῇ τῶν
5πλειόνων γνώμῃ, ἄλλην τιν’ 〈ἂν〉 ὑποψίαν οὐχὶ δικαίαν ἔχειν φανείη. ἐγὼ μὲν δὴ σιωπᾶν 〈ἂν〉 ᾤμην δεῖν ἐν τῷ παρόντι, εἰ μένοντας ὑμᾶς ἑώρων ἐφ’ ὧν ἔδοξεν· εἰμὶ γὰρ τῶν ἐκεῖνα πεπεισμένων συμφέρειν ὑμῖν· ἐπειδὴ δ’ ὑπὸ τῶν παρὰ τούτων λόγων μεταβεβλῆσθαί μοί τινες δοκοῦσιν, ὡς
10οὔτ’ ἀληθῆ λέγουσιν οὔθ’ ὑμῖν συμφέροντα, ἴσως μὲν εἰδότας,
οὐ μὴν ἀλλ’ εἰ καὶ τυγχάνετ’ ἀγνοοῦντες, διδάξω.1443
Ex
.

35

.

1

Ἔδει μέν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δίκαιον ἦν τότε πεί‐ θειν ὑμᾶς ὅ τι ἄριστον ἕκαστος ἡγεῖτο, ὅτ’ ἐβουλεύεσθε τὸ πρῶτον περὶ τούτων, ἵνα μὴ συνέβαινεν ἃ δὴ δύο πάντων ἐστὶν ἀλυσιτελέστατα τῇ πόλει, μήτε πέρας μηδὲν εἶχεν τῶν
5ὑμῖν δοξάντων, παρανοίας θ’ ὑμεῖς κατεγιγνώσκεθ’ ὑμῶν αὐτῶν μεταβουλευόμενοι. ἐπειδὴ δὲ σιωπήσαντες τότε νῦν
Ex
.

35

.

2

ἐπιτιμῶσί τινες, βούλομαι μικρὰ πρὸς αὐτοὺς εἰπεῖν. ἐγὼ γὰρ θαυμάζω τὸν τρόπον τῆς πολιτείας τῆς τούτων, μᾶλλον δ’ ἡγοῦμαι φαῦλον. εἰ γὰρ ἐξὸν παραινεῖν ὅταν σκοπῆτε, βεβουλευμένων κατηγορεῖν αἱροῦνται, συκοφαντῶν ἔργον,
5οὐχ, ὡς φασίν, εὔνων ποιοῦσιν ἀνθρώπων. ἡδέως δ’ ἂν ἐροί‐ μην αὐτούς (καὶ μηδεμιᾶς λοιδορίας ὃ μέλλω λέγειν ἀρχὴ γενέσθω) τί δὴ τἄλλ’ ἐπαινοῦντες Λακεδαιμονίους, ὃ μάλιστ’ ἄξιόν ἐστιν τῶν παρ’ ἐκείνοις ἄγασθαι, τοῦτ’ οὐ μιμοῦνται,
Ex
.

35

.

3

μᾶλλον δ’ αὐτὸ τοὐναντίον ποιοῦσιν; φασὶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, παρ’ ἐκείνοις μέχρι μὲν τοῦ δόξαι γνώμην, ἣν ἂν ἕκαστος ἔχῃ, λέγειν, ἐπειδὰν δ’ ἐπικυρωθῇ, ταῦθ’ ἅπαντας ἐπαινεῖν καὶ συμπράττειν, καὶ τοὺς ἀντειπόντας. τοιγάρτοι
5πολλῶν μὲν ὄντες οὐ πολλοὶ περιγίγνονται, λαμβάνουσι δέ, ὅς’ ἂν μὴ τῷ πολέμῳ δύνωνται, τοῖς καιροῖς, οὐδεὶς δ’ αὐ‐ τοὺς ἐκφεύγει χρόνος οὐδὲ τρόπος τοῦ τὰ συμφέρονθ’ ἑαυτοῖς περαίνειν, οὐ μὰ Δί’ οὐχ ὥσπερ ἡμεῖς καὶ διὰ τούτους καὶ τοὺς ὁμοίους τούτοις, ἀλλήλων περιγιγνόμενοι καὶ οὐχὶ τῶν
Ex
.

35

.

4

ἐχθρῶν, πάντ’ ἀνηλώκαμεν τὸν χρόνον, κἂν μὲν εἰρήνην τις ἐκ πολέμου ποιήσῃ, τοῦτον μισοῦντες, ἂν δ’ ἐξ εἰρήνης πόλε‐ μόν τις λέγῃ, τούτῳ μαχόμενοι, ἂν δ’ ἔχειν ἡσυχίαν τις παραινῇ καὶ τὰ ἡμέτερ’ αὐτῶν πράττειν, οὐδὲ τοῦτον ὀρθῶς
5λέγειν φάσκοντες, ὅλως δ’ αἰτιῶν καὶ κενῶν ἐλπίδων ὄντες πλήρεις. ‘τί οὖν‘, ἄν τις εἴποι, ‘σὺ παραινεῖς, ἐπειδὴ ταῦτ’ ἐπιτιμᾷσ‘; ἐγὼ νὴ Δί’ ἐρῶ.1444
7
Ex
.

36

.

1

Πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ πάνυ μοι δοκεῖ τις ἂν εἰκότως περὶ ὑμῶν δεῖσαι, μὴ παρὰ τὸ τῶν συμβου‐ λευόντων οὐκ ἐθέλειν ἀκούειν χεῖρον βουλεύσησθε. πρῶτον μὲν γὰρ ἡ τύχη, καλῶς ποιοῦσα, πολλὰ τῶν πραγμάτων
5ὑμῖν αὐτόματα, ὡς ἂν εὔξαισθε, παρίστησιν, ἐπεὶ τῇ γε τῶν προεστηκότων προνοίᾳ βραχέ’ αὐτῶν εἶχεν ἂν καλῶς. ἔπειθ’ ὑμεῖς οὐ μόνον τοὺς λόγους οὓς ἂν ἕκαστος εἴποι πρόϊστε, ἀλλὰ καὶ ὧν ἕνεκ’ αὐτῶν ἕκαστος δημηγορεῖ, εἰ δὲ μὴ
Ex
.

36

.

2

φιλαπέχθημον ἦν, εἶπον ἂν καὶ πόσου. τὸν δὴ τοῦ φενακίζε‐ σθαι χρόνον ὡς εἰς μικρότατον συνάγοντες σωφρονεῖν ἔμοιγε δοκεῖτε. εἰ μὲν δή τι τῶν αὐτῶν ἔμελλον τοῖς ἄλλοις ἐρεῖν, οὐκ ἂν ᾤμην δεῖν λέγων ἐνοχλεῖν. νῦν δὲ συμφέροντα μὲν
5ὑμῖν ἀκοῦσαι, παντάπασι δ’ ἀφεστηκότα τῶν ὑπὸ τῶν πολ‐ λῶν προσδοκωμένων οἴομαι λόγον ἐρεῖν. βραχὺς δ’ ἔσται. σκέψασθε δ’ ἀκούσαντες, κἂν ὑμῖν ἀρέσκῃ, χρήσασθε.
7
Ex
.

37

.

1

Καὶ βραχεῖαν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δικαίαν ποιήσο‐ μαι τὴν ἀρχὴν τοῦ λόγου· καὶ οὕτω δὲ τὰ πάντ’ ἐρῶ. ἡγοῦμαι γὰρ ἐξαπατᾶν μὲν εἶναι βουλομένου σκοπεῖν ὅντιν’ ὑμᾶς τρόπον τοὺς ἀκούοντας τὰ τοῦ πράγματος δυσχερῆ τῷ
5λόγῳ συγκρύψεται, ἁπλῶς δὲ πεπεικότος αὑτὸν ὑμῖν προσφέ‐
ρεσθαι τοῦτο πρῶτον εἶναι, εἰπεῖν πότερ’ ἐγνωκὼς παρελή‐1445
Ex
.

37

.

2

λυθεν, ἵν’ ἐὰν μὲν ἀκούσαντες τοῦτο τοὺς μετὰ ταῦτα λόγους βούλησθ’ ἀκούειν, καὶ διδάσκῃ καὶ φράζῃ τὰ βέλτισθ’ αὑτῷ δοκοῦντα, ἂν δ’ ἀποδοκιμάσητε, ἀπηλλαγμένος ᾖ καὶ μήθ’ ὑμῖν ἐνοχλῇ μήθ’ αὑτὸν κόπτῃ. ἐγὼ δὴ τοῦτο πρῶτον
5ἐρῶ. ἐμοὶ δοκεῖ Μυτιληναίων ὁ δῆμος ἠδικῆσθαι, καὶ δίκην ὑμῖν ὑπὲρ αὐτοῦ προσήκειν λαβεῖν. καὶ ὅπως λή‐ ψεσθ’ ἔχω λέγειν, ἐπειδὰν ὡς ἠδίκηνται καὶ ὑμῖν προσήκει βοηθεῖν ἐπιδείξω.
8
Ex
.

38

.

1

Πρῶτον μὲν οὐ πάνυ θαυμαστόν ἐστιν, ὦ ἄνδρες Ἀθη‐ ναῖοι, τὸ μὴ ῥᾳδίους τοῖς συμβουλεύειν βουλομένοις εἶναι τοὺς λόγους· ὅταν γὰρ τὰ πράγματ’ ἔχῃ φαύλως περὶ ὧν δεῖ σκοπεῖν, δυσχερεῖς ἀνάγκη περὶ αὐτῶν εἶναι καὶ τὰς
5συμβουλίας. εἰ μὲν οὖν ἐκ τοῦ μὴ ’θέλειν ἀκούειν ἐλπὶς ταῦτα γενέσθαι βελτίω, τοῦτο χρὴ πράττειν· εἰ δὲ χείρω μὲν ἅπαντα, βέλτιον δ’ οὐδὲν ἐκ τούτου γενήσεται, τί δεῖ, πρὸς τὸ φαυλότατον ἐλθεῖν ἐάσαντας, ἐκ πλείονος ἢ νῦν καὶ χαλεπωτέρως σῴζειν πειρᾶσθαι, ἐξὸν ἐκ τῶν παρόντων
10ἔτι καὶ νῦν ἐπανορθώσασθαι καὶ προαγαγεῖν ἐπὶ τὸ βέλτιον;
Ex
.

38

.

2

τὸ μὲν οὖν ὀργίλως ὑμᾶς ἔχειν εἰκός ἐστιν ταῦτα πάσχον‐ τας· τὸ δὲ μὴ τοῖς αἰτίοις, ἀλλὰ πᾶσιν ἐφεξῆς ὀργίζεσθαι, τοῦτ’ οὐκέτ’ εἰκὸς οὐδ’ ὀρθῶς ἔχον ἐστίν. οἱ γὰρ μηδενὸς μὲν αἴτιοι τῶν παρεληλυθότων, τὰ δὲ λοιπὰ πῶς ἔσται βελτίω
5λέγειν ἔχοντες, χάριν, οὐκ ἀπέχθειαν κομίσαιντ’ ἂν δικαίως παρ’ ὑμῶν· οὕς, ἐὰν ἀκαίρως δυσκολαίνητε, ὀκνεῖν ἀνίστα‐
Ex
.

38

.

3

σθαι ποιήσετε. καίτοι ἔγωγ’ οὐκ ἀγνοῶ, ὅτι πολλάκις οὐ τοῖς αἰτίοις, ἀλλὰ τοῖς ἐμποδὼν οὖσι τοῖς ὀργιζομένοις ἀηδές τι παθεῖν συνέβη· ὅμως δ’ ἀνέστην συμβουλεύσων·
πιστεύω γὰρ ἔγωγ’, ὦ ἄνδρες Ἀθηναῖοι, φλαύρου μὲν μηδε‐1446
5νὸς αἴτιος ὢν εὑρεθήσεσθαι, βελτίω δ’ ἑτέρων ὑμῖν ἔχειν συμβουλεῦσαι.
6
Ex
.

39

.

1

Τὰ μὲν γεγενημέν’, ὦ ἄνδρες Ἀθηναῖοι, τοιαῦθ’ οἷα πάντες ἀκηκόατε· δεῖ δ’ ὑμᾶς μηδὲν ἐκπεπληγμένως διακεῖ‐ σθαι, λογιζομένους ὅτι πρὸς μὲν τὰ παρόντ’ ἀθύμως ἔχειν οὔτε τοῖς πράγμασι συμφέρον οὔθ’ ὑμῶν ἄξιόν ἐστιν, τὸ δὲ
5ταῦτ’ ἐπανορθοῦν αὑτοῖς ἡγεῖσθαι προσῆκον [καὶ] τῆς ὑμετέ‐ ρας δόξης ἄξιον ἂν φανείη. χρὴ δὲ τοὺς ὄντας οἷοι φήσαιτ’ ἂν ὑμεῖς εἶναι, ἐν τοῖς δεινοῖς ἑτέρων διαφέροντας φαίνε‐
Ex
.

39

.

2

σθαι. ἐγὼ δ’ οὐδαμῶς μὲν ἂν ἐβουλόμην ταῦτα συμβῆναι τῇ πόλει, οὐδ’ ἀτυχεῖν ὑμᾶς οὐδέν· εἰ δ’ ἄρ’ ἔδει γενέσθαι καί τι δαιμόνιον τοῦτ’ ἀπέκειτο, ὥσπερ πέπρακται τὰ γεγε‐ νημένα, λυσιτελεῖν οἴομαι. τὰ μὲν γὰρ τῆς τύχης ὀξείας
5ἔχει τὰς μεταβολὰς καὶ κοινὰς ἀμφοτέροις τὰς παρουσίας· ἃ δ’ ἂν δι’ ἀνδρῶν κακίαν πραχθῇ, βεβαίους ποιεῖ τὰς
Ex
.

39

.

3

ἥττας. οἴομαι μὲν οὖν οὐδὲ τοὺς κεκρατηκότας ἀγνοεῖν ὅτι βουληθέντων ὑμῶν καὶ παροξυνθέντων τῷ γεγενημένῳ, οὐ πάνυ πω δῆλον πότερον εὐτύχημ’ ἢ καὶ τοὐναντίον αὐτοῖς ἐστιν τὸ πεπραγμένον· εἰ δ’ ἄρ’ ἐπῆρκε τὸ πρᾶγμ’ αὐτοὺς
5θρασύνεσθαι, κἂν τοῦτο πρὸς ὑμῶν ἤδη γίγνοιτο. ὅσῳ γὰρ ἂν μᾶλλον καταφρονήσωσι, τοσούτῳ θᾶττον ἁμαρτήσονται.
6
Ex
.

40

.

1

Οὔ μοι δοκεῖτ’, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ ἧς οἴεσθε πό‐ λεως νυνὶ μόνον βουλεύεσθαι, ἀλλ’ ὑπὲρ πασῶν τῶν συμ‐
μαχίδων. ὅπως γὰρ ἂν περὶ ταύτης γνῶτε, πρὸς ταῦτ’ εἰκὸς ἀποβλέποντας τοὺς ἄλλους καὶ αὑτοὺς τῶν αὐτῶν1447
5τεύξεσθαι νομίζειν. ὥστε δεῖ καὶ τοῦ βελτίστου καὶ τῆς ὑμετέρας αὐτῶν ἕνεκα δόξης σπουδάσαι, ὅπως ἅμα καὶ
Ex
.

40

.

2

συμφέροντα καὶ δίκαια φανήσεσθε βουλευόμενοι. ἡ μὲν οὖν ἀρχὴ τῶν τοιούτων πραγμάτων ἁπάντων ἐστὶν τῶν στρατηγῶν· ὧν οἱ πλεῖστοι τῶν παρ’ ὑμῶν ἐκπλεόντων οὐ τοὺς ὑμετέρους φίλους, οὓς διὰ παντὸς τοῦ χρόνου τῶν
5αὐτῶν κινδύνων μετεσχηκότας παρειλήφασιν, τούτους θερα‐ πεύειν οἴονται δεῖν, ἀλλ’ ἰδίους φίλους ἕκαστος ἑαυτῷ κατα‐ σκευάσας ὑμᾶς ἀξιοῖ τοὺς αὑτῶν κόλακας καὶ ὑμετέρους
Ex
.

40

.

3

ἡγεῖσθαι φίλους· οὗ πᾶν ἐστι τοὐναντίον. οὔτε γὰρ ἐχθρο‐ τέρους οὔτ’ ἀναγκαίους μᾶλλον ἐχθροὺς ἂν τούτων εὕροιτε. ὅσῳ γὰρ πλείω παρακρουόμενοι πλεονεκτοῦσιν, τοσούτῳ πλειόνων ὀφείλειν ἡγοῦνται δίκην δοῦναι· οὐδεὶς δ’ ἂν
5γένοιτ’ εὔνους τούτοις ὑφ’ ὧν ἄν τι κακὸν πείσεσθαι προσδοκᾷ. τοῦ μὲν οὖν κατηγορεῖν ἴσως οὐχ ὁ παρὼν καιρός· ἃ δ’ ἡγοῦμαι συμφέρειν ὑμῖν, ταῦτα συμβουλεύσω.
7
Ex
.

41

.

1

Οὐδέν’, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν πάντων ὑμῶν οὕτως οἴομαι κακόνουν εἶναι τῇ πόλει ὥστε μὴ χαλεπῶς φέρειν μηδὲ λυπεῖσθαι τοῖς γεγενημένοις. εἰ μὲν τοίνυν ἀγανα‐ κτοῦντας ἦν ἄπρακτόν τι ποιῆσαι τούτων, τοῦτ’ ἂν ἔγωγε
5παρῄνουν ὑμῖν ἅπασιν· ἐπειδὴ δὲ ταῦτα μὲν οὐκ ἂν ἄλλως ἔχοι, δεῖ δ’ ὑπὲρ τῶν λοιπῶν προνοηθῆναι ὅπως μὴ ταὐτὰ πείσεσθε, ὥσπερ, ὦ ἄνδρες Ἀθηναῖοι, νῦν γεγενημένων ἀγανακτεῖτε, οὕτω χρὴ σπουδάσαι ὑπὲρ τοῦ μὴ πάλιν ταὐτὰ
συμβῆναι, καὶ νομίζειν μηδέν’ ἔχειν λόγον εἰπεῖν τῶν1448
10συμβουλευόντων τοιοῦτον, ὃς δυνήσεται σῷσαι τὰ παρόντα μηδενὸς ὑμῶν μηδὲν συναραμένου· οὐ γὰρ ἂν λόγος, ἀλλὰ
Ex
.

41

.

2

θεός τις ὁ τοιοῦτος εἴη. ἡ μὲν οὖν ἀρχὴ τοῦ ταῦθ’ οὕτως ἔχειν ἐκεῖθεν ἤρτηται, ἐκ τοῦ τῆς παραχρῆμα πρὸς ὑμᾶς ἕνεκα χάριτος ἐνίους τῶν λεγόντων ἐνταυθοῖ δημηγορεῖν, ὡς οὔτ’ εἰσφέρειν οὔτε στρατεύεσθαι δεῖ, πάντα δ’ αὐτόματ’
5ἔσται. ἔδει μὲν οὖν ταῦθ’ ὑπ’ ἄλλου τινὸς ἐξελέγχεσθαι μετὰ τοῦ λυσιτελοῦντος [ἐλέγχου] τῇ πόλει· δοκεῖ δέ μοι τρόπον τινὰ καὶ νῦν ἀμείνων ἡ τύχη περὶ ὑμᾶς τῶν ἐφεστη‐
Ex
.

41

.

3

κότων εἶναι. τὸ μὲν γὰρ ἕκαστ’ ἀπόλλυσθαι τῆς τῶν ἐπι‐ μελουμένων κακίας σημεῖον προσήκει ποιεῖσθαι· τὸ δὲ μὴ πάλαι πάντ’ ἀπολωλέναι τῆς ὑμετέρας τύχης εὐεργέτημ’ ἔγωγε κρίνω. ἐν ᾧ τοίνυν ἡ τύχη διαλείπει καὶ τοὺς
5ἐχθροὺς ἀνέχει, τῶν λοιπῶν ἐπιμελήθητε. εἰ δὲ μή, σκο‐ πεῖθ’ ὅπως μὴ ἅμα τούς τ’ ἐφεστῶτας ἑκάστοις ὑμεῖς κρι‐ νεῖτε, καὶ τὰ πράγμαθ’ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, κλινεῖ. οὐ γὰρ ἔσθ’ ὅπως ταῦτ’ ἄνευ μεγάλου τινὸς 〈κακοῦ〉 στήσε‐ ται, μηδενὸς ἀντιλαμβανομένου.
9
Ex
.

42

.

1

Οὐδέν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτ’ ἄλογον, τοὺς ἀεὶ καὶ συνεχῶς ὑπὲρ τῶν ὀλιγαρχιῶν πολιτευομένους καὶ νῦν ταῦτα ποιοῦντας ἐξελέγχεσθαι. ἀλλ’ ἐκεῖνο μᾶλλον ἄν τις εἰκότως θαυμάσαι, τὸ τοὺς εἰδότας ὑμᾶς ταῦτα πολλάκις
5ἥδιον τούτων ἀκούειν ἢ τῶν ὑπὲρ ὑμῶν λεγόντων. ἴσως μὲν οὖν ὥσπερ οὐδ’ ἰδίᾳ ῥᾴδιόν ἐστιν ἅπαντ’ ὀρθῶς πράτ‐
Ex
.

42

.

2

τειν, οὕτως οὐδὲ κοινῇ· ἀλλ’ οὐ δὴ τὰ μέγιστά γε χρὴ παρο‐ ρᾶν. τὰ μὲν οὖν ἄλλα πάντ’ ἐστὶν ἐλάττω· ὅταν δ’ ὑπὲρ
πολιτείας καὶ σφαγῶν καὶ δήμου καταλύσεως εὐχερῶς ἀκούητε, πῶς οὐκ ἔξω χρὴ τοῦ φρονεῖν ὑμᾶς [αὐτοὺς] ἡγεῖ‐1449
5σθαι; οἱ μὲν γὰρ ἄλλοι πάντες ἄνθρωποι τοῖς ἑτέρων παρα‐ δείγμασι χρώμενοι μᾶλλον εὐλαβεῖς αὐτοὶ γίγνονται· ὑμεῖς δ’ οὐδὲ τὰ τοῖς ἄλλοις συμβαίνοντ’ ἀκούοντες φοβηθῆναι δύνασθε, ἀλλ’ ἃ τοὺς ἰδίᾳ περιμένοντας ἀβελτέρους νομίζετε, ταῦτ’ αὐτοὶ δημοσίᾳ μοι δοκεῖτ’ ἀναμένειν παθόντες αἰσθέ‐
10σθαι.
10
Ex
.

43

.

1

Οὐδεὶς πώποτ’ ἴσως ὑμῶν ἐζήτησεν, ὦ ἄνδρες Ἀθηναῖοι, τί δήποθ’ οἱ κακῶς πράττοντες ἄμεινον περὶ τῶν πραγμάτων τῶν εὖ πραττόντων βουλεύονται. ἔστι δ’ οὐχ ἑτέρωθέν ποθεν τοῦτο γιγνόμενον, ἀλλ’ ὅτι συμβαίνει τοῖς μὲν μήτε
5φοβεῖσθαι μηδὲν μήθ’ ἅν τις λέγοι δεινὰ προσήκονθ’ αὑτοῖς ἡγεῖσθαι, τοὺς δὲ πλησίον ὄντας τῶν ἁμαρτη‐ μάτων, ὅταν εἰς τὸ κακῶς πράττειν ἀφίκωνται, σώφρονας
Ex
.

43

.

2

πρὸς τὰ λοιπὰ καὶ μετρίους ὑπάρχειν. σπουδαίων τοίνυν ἐστὶν ἀνθρώπων, ὅταν βελτίστῃ τῇ παρούσῃ τύχῃ χρῶνται, τότε πλείω τὴν σπουδὴν πρὸς τὸ σωφρονεῖν ἔχειν· οὐδὲν γὰρ οὔτε φυλαττομένοις οὕτω δεινὸν ὥστ’ ἀφύλακτον εἶναι,
5οὔτ’ ὀλιγωροῦσιν ἀπροσδόκητον παθεῖν. λέγω δὲ ταῦτ’ οὐχ ἵνα τὴν ἄλλως ὑμᾶς δεδίττωμαι, ἀλλ’ ἵνα μὴ διὰ τὴν παροῦ‐ σαν εὐπραξίαν, ἃ γένοιτ’ ἄν, εἰ μὴ προνοήσεσθε τῶν πραγμά‐ των, δείν’ ἀκούοντες καταφρονῆτε, ἀλλ’ ἄνευ τοῦ παθεῖν, ὥσπερ ἐστὶν προσῆκον φάσκοντάς γε μηδένων ἀπολείπε‐
10σθαι τῷ σωφρονεῖν, φυλάξησθε.
10
Ex
.

44

.

1

Οὐχὶ τὸν αὐτὸν εἶναι καιρὸν ὑπείληφ’, ὦ ἄνδρες Ἀθη‐
ναῖοι, τοῦ τε χαρίζεσθαι καὶ τοῦ τὰ δοκοῦντά μοι βέλτιστα παραινεῖν. πολλάκις γὰρ ὁρῶ τὸ χαρίζεσθαί τι παρὰ γνώ‐ μην πλείον’ ἀπέχθειαν ἐνεγκὸν τοῦ τὸ πρῶτον ἐναντιωθῆναι.1450
5εἰ μὲν οὖν ἅπαντες ἐγιγνώσκετε ταὐτά, οὔτ’ ἄν, εἴ μοι τὰ δέοντ’ ἐδοκεῖτε προαιρεῖσθαι, παρῆλθον, περίεργον ἡγούμενος τοῖς ἀφ’ αὑτῶν ἃ χρὴ ποιοῦσι λέγειν, οὔτ’ ἂν εἰ τοὐναντίον· μᾶλλον γὰρ ἂν ἡγησάμην ἕν’ ὄντ’ ἐμαυτὸν ἀγνοεῖν τὰ κρά‐
Ex
.

44

.

2

τιστ’ ἢ πάντας ὑμᾶς. ἐπειδὴ δ’ ὁρῶ τινὰς ὑμῶν ταὐτὰ μὲν γιγνώσκοντας ἐμοί, τἀναντία δ’ ἄλλοις, πειράσομαι μετὰ τούτων τοὺς ἑτέρους πεῖσαι. εἰ μὲν οὖν οἰήσεσθε δεῖν μὴ ’θέλειν ἀκούειν, οὐκ ὀρθῶς ποιήσετε· ἂν δ’ ἀκούσητε σιωπῇ
5καὶ τοῦθ’ ὑπομείνητε, δυοῖν ἀγαθοῖν θάτερον ὑμῖν ὑπάρξει· ἢ γὰρ πεισθήσεσθε, ἄν τι δοκῶμεν λέγειν συμφέρον, ἢ βε‐ βαιότερον περὶ ὧν ἐγώκατ’ ἔσεσθε πεπεισμένοι. ἂν γάρ, οἷς τι διαμαρτάνειν οἰόμεθ’ ἡμεῖς ὑμᾶς, ταῦτα μηδενὸς ἄξια φανῇ, μετ’ ἐλέγχου τὰ δεδογμένα νῦν ὑμεῖς ἔσεσθ’ ᾑρημένοι.
9
Ex
.

45

.

1

Βουλοίμην ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ ὧν ηὐδοκίμηκε λέγων παρ’ ὑμῖν ὁ δεῖνα, ἐπὶ τῶν ἔργων πραττομένων ἴσον αὐτῷ τὸν ἔπαινον γενέσθαι· οὔτε γὰρ τούτῳ κακόνους εἰμὶ μὰ τοὺς θεοὺς ὑμῖν τ’ ἀγαθὸν ἄν τι γίγνεσθαι βουλοίμην.
5ἀλλ’ ὁρᾶτ’, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ κεχωρισμένον ᾖ λόγον εἰπεῖν εὖ καὶ προελέσθαι πράγματα συμφέροντα, καὶ τὸ μὲν
Ex
.

45

.

2

ῥήτορος ἔργον ᾖ, τὸ δὲ νοῦν ἔχοντος ἀνθρώπου. ὑμεῖς τοίνυν οἱ πολλοί, καὶ μάλισθ’ οἱ πρεσβύτατοι, λέγειν μὲν οὐκ ὀφείλεθ’ ὁμοίως δύνασθαι τοῖς δεινοτάτοις· τῶν γὰρ εἰθισμένων τοῦτο τὸ πρᾶγμα· νοῦν δ’ ἔχειν ὀφείλεθ’ ὁμοίως
5καὶ μᾶλλον τούτων· αἱ γὰρ ἐμπειρίαι καὶ τὸ πόλλ’ ἑορακέναι τοῦτ’ ἐμποιοῦσι. μὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, φανῆτ’ ἀγνοοῦντες ἐν τῷ παρόντι νῦν ὅτι αἱ διὰ τῶν λόγων ἀνδρεῖαι καὶ θρασύτητες, ἐὰν μὴ μεθ’ ὑπαρχούσης ὦσι παρασκευῆς καὶ ῥώμης, ἀκοῦσαι μέν εἰσιν ἡδεῖαι, πράττειν δ’ ἐπικίνδυνοι.1451
Ex
.

45

.

3

αὐτίκα γὰρ τὸ μὴ ’πιτρέπειν τοῖς ἀδικοῦσιν, ὁρᾶθ’ ὡς καλὸν τὸ ῥῆμα. ἀποβλέψατε δὴ πρῶτον πρὸς τὸ ἔργον αὐτό. δεῖ κρατῆσαι μαχομένους τῶν ἐχθρῶν τοὺς τὴν τοῦ ῥήματος τούτου σεμνότητ’ ἔργῳ ληψομένους. εἰπεῖν μὲν γάρ, ὦ
5ἄνδρες Ἀθηναῖοι, πάντα πέφυκε ῥᾴδιον, πρᾶξαι δ’ οὐχ ἅπαντα. οὐ γὰρ ἴσος πόνος καὶ ἱδρὼς πρό τε τοῦ λέ‐
Ex
.

45

.

4

γειν καὶ πρὸ τοῦ πράττειν ἐστίν. ἐγὼ δ’ οὐ χείρους ὑμᾶς ἡγοῦμαι φύσει Θηβαίων (καὶ γὰρ ἂν μαινοίμην), ἀλλ’ ἀπαρασκευοτέρους. φημὶ δὴ δεῖν τοῦ παρασκευάζεσθαι νῦν ποιεῖσθαι τὴν ἀρχήν, ἐπειδὴ τέως ἠμελεῖτε, οὐ τοῦ
5διαγωνίζεσθαι. οὐ γὰρ ἀντιλέγω τὸ ὅλον, ἀλλ’ ὑπὲρ τοῦ τρόπου τῆς ἐγχειρήσεως ἐναντιοῦμαι.
6
Ex
.

46

.

1

Ὅσην μέν, ὦ ἄνδρες Ἀθηναῖοι, πεποίηνται σπουδὴν οἱ πρέσβεις κατηγορῆσαι τῆς πόλεως ἡμῶν, ἅπαντες ἑοράκατε· πλὴν γὰρ οὐκ ἔχω τίνος εἴπω, τἄλλα πάνθ’ ὑμῖν ἀναθεῖναι πεπείρανται. εἰ μὲν οὖν ἦσαν αὐτῶν ἀληθεῖς αἱ κατηγορίαι,
5χάριν γ’ εἴχετ’ εἰκότως ἄν, εἰ πρὸς ὑμᾶς οὕτως ὑμῶν κατη‐
Ex
.

46

.

2

γόρουν καὶ μὴ πρὸς ἄλλους. ἐπειδὴ δὲ διαστρέψαντες τἀληθῆ, καὶ τὰ μὲν παραβαίνοντες, ἀφ’ ὧν ἂν μεγάλους ἐπαίνους κομίσαισθε δικαίως, τὰ δ’ αἰτιασάμενοι ψευδῆ καὶ οὐ προσήκονθ’ ὑμῖν, κέχρηνται τῷ λόγῳ, πονηροὺς δίκαιον
5αὐτούς, ἐπειδὰν ἐξελεγχθῶσι ταῦτα πεποιηκότες, νομίζειν.
εἰ γὰρ ῥήτορες δεινοὶ μᾶλλον εἶναι δοκεῖν ἢ μετ’ ἀληθείας ἐπιεικεῖς ἄνθρωποι νομίζεσθαι προείλοντο, οὐδ’ αὐτοὶ καλο‐1452
Ex
.

46

.

3

κἀγαθίας ἂν ὡς ἔοικεν ἀμφισβητοῖεν. ἔστι μὲν οὖν χαλε‐ πὸν τὸ παρ’ ὑμῖν ὑπὲρ ὑμῶν ἐροῦντ’ ἀνεστηκέναι, ὥσπερ ῥᾴδιον τὸ καθ’ ὑμῶν. ἐγὼ γὰρ μὰ τὴν Ἀθηνᾶν οὐδένας ἂν τῶν ἄλλων ἀνθρώπων οὕτως οἶμαι τὰ προσόνθ’ αὑτοῖς ἀκοῦ‐
5σαι νουθετουμένους, ὡς ὑμεῖς τὰ μὴ προσήκοντα κακῶς ἀκούοντες. οὐ μὴν οὐδὲ τούτους θρασέως ἂν οὕτως ἡγοῦμαι ψεύδεσθαι, εἰ μὴ συνῄδεσαν ταῦτα, καὶ πρόδηλον ἦν ὅτι
Ex
.

46

.

4

δεινότατοι πάντων ὑμεῖς ἐστ’ ἀκούειν ὅ τι ἄν τις καθ’ ὑμῶν λέγῃ. εἰ μὲν οὖν ταύτης τῆς εὐηθείας δίκην ὑμᾶς δεῖ διδό‐ ναι, λόγους οὐ προσήκοντας κατὰ τῆς πόλεως ἀκούειν τοῦτ’ ἂν εἴη. εἰ δ’ ὑπὲρ τῶν ἀληθῶν εἴ τι δίκαιον ῥητέον, ἐπὶ
5τοῦτ’ ἐγὼ παρελήλυθα, πιστεύων οὐκ αὐτὸς ἀξίως τῶν ὑμῖν πεπραγμένων εἰπεῖν δυνήσεσθαι, ἀλλὰ τὰ πράγματα, ὅπως
Ex
.

46

.

5

ἄν τις εἴπῃ, δίκαια φανεῖσθαι. βουλοίμην δ’ ἂν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἴσους ἀκροατὰς ὑπὲρ ὑμῶν αὐτῶν γενέσθαι, καὶ μὴ τῷ προῆχθαι τοὺς λόγους ἐπαινέσαι τοὺς τούτων φιλονικεῖν. οὐ γὰρ ἂν ὑμετέραν κακίαν οὐδεὶς ἔτι κρίναι,
5εἰ λέγοντός τινος εὖ παρεκρούσθητε, ἀλλὰ τῶν ἐπὶ τούτῳ σπουδὴν ποιησαμένων, ὅπως ὑμᾶς ἐξαπατήσουσιν.
6
Ex
.

47

.

1

Οἶμαι πάντας ἂν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, φῆσαι, ἃ βέλτισθ’ ἕκαστος ἡγεῖται τῇ πόλει, βούλεσθαι ταῦτα πρα‐ χθῆναι. συμβαίνει δέ γε μὴ κατὰ ταὐτὸ κεκρίσθαι παρὰ πᾶσι τὸ βέλτιστον· οὐ γὰρ ἂν ὑμῶν οἱ μὲν λέγειν, οἱ δὲ
5μὴ λέγειν ἐκέλευον. πρὸς μὲν τοίνυν τοὺς ὑπειληφότας ταῦτα συμφέρειν οὐδενὸς δεῖ λόγου τῷ μέλλοντι λέγειν·
πεπεισμένοι γὰρ ὑπάρχουσι· πρὸς δὲ τοὺς τἀναντία συμφέ‐1453
Ex
.

47

.

2

ρειν ἡγουμένους βραχέ’ εἰπεῖν βούλομαι. μὴ ’θέλουσι μὲν οὖν ἀκούειν οὐκ ἔνι δήπου μαθεῖν, οὐδὲν μᾶλλον ἢ σιωπῶσιν μηδενὸς λέγοντος· ἀκούσασιν δὲ δυοῖν ἀγαθοῖν οὐκ ἔνι θατέ‐ ρου διαμαρτεῖν. ἢ γὰρ πεισθέντες πάντες καὶ ταὔτ’ ἐγνω‐
5κότες κοινότερον βουλεύσεσθε, οὗ μεῖζον εἰς τὰ παρόντ’ οὐδὲν ἂν γένοιτ’ ἀγαθόν, ἢ μὴ δυνηθέντος τοῦ λέγοντος
Ex
.

47

.

3

διδάξαι βεβαιότερον τοῖς ἐγνωσμένοις πιστεύσετε. χωρὶς δὲ τούτων οὐδὲ καλὴν ὑποψίαν ἔχει ἥκειν μὲν εἰς τὴν ἐκκλη‐ σίαν ὡς ἐκ τῶν ῥηθησομένων τὸ κράτιστον ἑλέσθαι δέον, φανῆναι δέ, πρὶν ἐκ τῶν λόγων δοκιμάσαι, παρ’ ὑμῖν αὐτοῖς
5τι πεπεισμένους, καὶ τοῦθ’ οὕτως ἰσχυρὸν ὥστε μηδ’ ἐθέλειν παρὰ ταῦτ’ ἀκούειν.
6
Ex
.

48

.

1

Ἴσως ὀχληρός, ὦ ἄνδρες Ἀθηναῖοι, τισὶν ὑμῶν εἶναι δοκῶ, πολλάκις λέγων περὶ τῶν αὐτῶν ἀεί. ἀλλ’ ἐὰν ὀρθῶς σκοπῆτε, οὐκ ἐγὼ φανήσομαι τούτου δίκαιος ὢν ἔχειν τὴν αἰτίαν, ἀλλ’ οἱ μὴ πειθόμενοι τοῖς ὑμετέροις ψηφίσμα‐
5σιν. εἰ γὰρ ἐκεῖνοι τὸ πρῶτον ἐποίησαν ἃ ὑμεῖς προσετά‐ ξατε, οὐδὲν ἂν τὸ δεύτερον ἡμᾶς ἔδει λέγειν, οὐδ’ εἰ τὸ δεύτερον, αὖθις. νῦν δ’ ὅσῳ πλεονάκις τὰ προσήκονθ’ [ὑμῖν] ὑμεῖς ἐψηφίσασθε, τοσούτῳ μοι δοκοῦσιν ἧττον ἐκεῖνοι
Ex
.

48

.

2

παρεσκευάσθαι ποιεῖν. πρότερον μὲν οὖν ἔγωγε μὰ τοὺς θεοὺς οὐκ ᾔδειν πρὸς τί ποτ’ εἴη τοῦτ’ εἰρημένον ‘ἀρχὴ ἄνδρα δείκνυσιν·‘ νῦν δὲ κἂν ἄλλον μοι δοκῶ διδάξαι. οἱ γὰρ ἄρχοντες ἢ τινὲς αὐτῶν, ἵνα μὴ πάντας λέγω, τῶν μὲν
5ὑμετέρων ψηφισμάτων ἀλλ’ οὐδὲ τὸ μικρότατον φροντίζου‐ σιν, ὅπως δὲ λήψονται. εἰ μὲν οὖν ἐνῆν δοῦναι, δικαίως ἂν αὐτὸ τοῦτό μοί τις ἐπέπληξεν, εἰ διὰ μικρὸν ἀνάλωμ’ ἐνο‐
χλεῖν ὑμῖν ᾑρούμην· νῦν δ’ οὐκ ἔνι, καθάπερ οὐδὲ τούτους1454
Ex
.

48

.

3

λέληθεν. εἰ δ’ ὑπὲρ ὧν ὑμῖν λῃτουργεῖν δεῖ, προσθήσειν αὑτοῖς οἴονταί με, ληροῦσιν. καὶ ταῦτ’ ἴσως βούλονται καὶ προσδοκῶσιν· ἐγὼ δ’ οὐ ποιήσω ταῦτα, ἀλλ’ ἐὰν μὲν δῶσι, καθέλξω τὴν ναῦν καὶ τὰ προσήκοντα ποιήσω, εἰ δὲ μή,
5τοὺς αἰτίους ὑμῖν ἀποφανῶ.
5
Ex
.

49

.

1

Οὐδέν’ ἂν εὖ φρονοῦντ’ ἀντειπεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω, ὡς οὐχ ἁπάντων ἄριστόν ἐστιν τῇ πόλει μάλιστα μὲν ἐξ ἀρχῆς μηδὲν ἀσύμφορον πράττειν, εἰ δὲ μή, παρεῖναι εὐθὺς τοὺς ἐναντιωσομένους. δεῖ μέντοι τούτῳ προσεῖναι
5ἐθέλοντας ἀκούειν ὑμᾶς καὶ διδάσκεσθαι· οὐδὲν γὰρ πλέον εἶναι τὸν ἐροῦντα τὰ βέλτιστα, ἂν μὴ τοὺς ἀκουσομένους
Ex
.

49

.

2

ἔχῃ. οὐ μὴν οὐδ’ ἐκεῖν’ ἀλυσιτελὲς μετὰ ταῦτ’ ἂν φανείη, ὅς’ ἄν τις ὑμᾶς ἢ διὰ καιρὸν ἢ δι’ ὥραν ἡμέρας ἢ δι’ ἄλλην τιν’ αἰτίαν παρακρούσηται, ταῦθ’ ὅταν ποτὲ βούλησθ’ ὑμῶν αὐτῶν ὄντες ἀκούειν, εἶναι τὸν ἐξετάσοντα πάλιν, ἵν’ ἐὰν
5μὲν οἷά φασιν οἱ τότε πείσαντες φανῇ, προθυμότερον πράττηθ’ ὡς ἔλεγχον δεδωκότα, ἐὰν δ’ ἄρα μὴ τοιαῦθ’ εὑ‐ ρεθῇ, πρὶν πορρωτέρω προελθεῖν ἐπίσχητε. καὶ γὰρ ἂν δεινὸν εἴη, εἰ τοῖς τοῦ κρατίστου διαμαρτοῦσι τὸ χείριστον ἀνάγκη πράττειν εἴη, καὶ μή, τὸ δεύτερον ἐκ τῶν λόγων,
Ex
.

49

.

3

ἐξείη μεταβουλεύσασθαι. τοὺς μὲν οὖν ἄλλους ἅπαντας ἔγωγ’ ὁρῶ τὴν ἀειλογίαν προτεινομένους, ὅταν τι πιστεύωσι δικαίως αὑτοῖς πεπρᾶχθαι· οὗτοι δ’ αὖ τοὐναντίον ἐγκα‐ λοῦσιν, εἰ περὶ ὧν ἡμάρτετε νῦν ἀναθέσθαι βούλεσθε, τὴν
5ἀπάτην κυριωτέραν οἰόμενοι δεῖν εἶναι τῆς μετὰ τοῦ χρόνου
βασάνου. τὴν μὲν οὖν τούτων σπουδὴν οὐδ’ ὑμῶν ἴσως ἀγνο‐ οῦσιν οἱ πολλοί· δεῖ δ’ ὑπὲρ τῶν πραγμάτων, ἐπειδήπερ γέγονε λόγου τυχεῖν, ἅ τις ἡγεῖται κράτιστα, λέγειν.1455
8
Ex
.

50

.

1

Ὅ τι μὲν μέλλει συνοίσειν πάσῃ τῇ πόλει, τοῦτο καὶ λέγειν εὔχομαι πάντας, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ὑμᾶς ἑλέ‐ σθαι. ἐγὼ δ’ οὖν, ἃ πεπεικὼς ἐμαυτὸν τυγχάνω μάλιστα συμφέρειν ὑμῖν, ταῦτ’ ἐρῶ, δεηθεὶς ὑμῶν τοσοῦτον, μήτε
5τοὺς ἐξιέναι κελεύοντας ὑμᾶς διὰ τοῦτο νομίζειν ἀνδρείους, μήτε τοὺς ἀντιλέγειν ἐπιχειροῦντας διὰ τοῦτο κακούς. οὐ γὰρ ὁ αὐτὸς ἔλεγχος, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν τε λόγων καὶ τῶν πραγμάτων ἐστίν, ἀλλὰ δεῖ νῦν εὖ βεβουλευμένους ἡμᾶς φανῆναι, τότε δέ, ἂν ἄρα ταῦτα δοκῇ, τὰ τῆς ἀνδρείας
Ex
.

50

.

2

ἀποδείξασθαι. ἡ μὲν οὖν ὑμετέρα προθυμία παντὸς ἀξία καὶ τοιαύτη πάρεστιν οἵαν ἄν τις εὔξαιτ’ εὔνους ὢν τῇ πόλει· νῦν δ’ ὅσῳ τυγχάνει σπουδαιοτέρα, τοσούτῳ δεῖ μᾶλλον προϊδεῖν ὅπως εἰς δέον καταχρήσεσθ’ αὐτῇ. οὐδε‐
5νὸς γὰρ εὐδοκιμεῖ πράγματος ἡ προαίρεσις, ἂν μὴ καὶ τὸ τέλος συμφέρον καὶ καλὸν λάβῃ. ἐγὼ δ’ οἶδά ποτ’, ὦ ἄνδρες Ἀθηναῖοι, παρ’ ὑμῖν ἀκούσας ἀνδρὸς οὔτ’ ἀνοήτου
Ex
.

50

.

3

δοκοῦντος εἶναι οὔτ’ ἀπείρου πολέμου, Ἰφικράτους λέγω, ὃς ἔφη δεῖν οὕτω προαιρεῖσθαι κινδυνεύειν τὸν στρατηγὸν ὅπως μὴ τὰ ἢ τὰ γενήσεται, ἀλλ’ ὅπως τά· οὕτως γὰρ εἶπε τῷ ῥήματι. ἦν δὴ τοῦτο γνώριμον, ὅτι ὅπως καλῶς ἀγω‐
5νιεῖται ἔλεγεν. ἐπειδὰν μὲν τοίνυν ἐξέλθητε, ὃς ἂν ἡγῆται, κύριος ὑμῶν ἐστι· νῦν δ’ ἕκαστος ὑμῶν αὐτῶν στρατηγεῖ. δεῖ δὴ τοιαῦτα φανῆναι βεβουλευμένους δι’ ὧν πανταχῶς συνοίσει τῇ πόλει καὶ μὴ μελλουσῶν ἕνεκ’ ἐλπίδων τῆς
παρούσης εὐδαιμονίας χεῖρόν τι ποιήσετε.1456
Ex
.

51

.

1

Οὐδέν’ ἂν ᾠόμην, ὦ ἄνδρες Ἀθηναῖοι, πιστεύοντα τοῖς πεπραγμένοις ἐγκαλέσαι τοῖς καθιστᾶσιν εἰς λόγον ταῦτα· ὅσῳ γὰρ ἂν πλεονάκις ἐξετάζῃ τις αὐτά, ἀνάγκη τοὺς τού‐ των αἰτίους εὐδοκιμεῖν. οὐ μὴν ἀλλά μοι δοκοῦσιν αὐτοὶ
5φανερὸν καθιστάναι οὐκ ἐπί 〈τῳ〉 τῶν τῇ πόλει συμφερόντων πράξαντες. ὡς γοῦν ἐξελέγχεσθαι μέλλοντες, ἂν πάλιν εἰς λόγον ἔλθωσιν, φεύγουσι καὶ δεινὰ ποιεῖν ἡμᾶς φασιν. καίτοι ὅταν τοὺς ἐξελέγχειν βουλομένους δεινὰ ποιεῖν αἰτιᾶ‐ σθε, τί ἡμεῖς τοὺς ἡμᾶς αὐτοὺς ἐξηπατηκότας τηνικαῦτα
10λέγωμεν;
10
Ex
.

52

.

1

Ἦν μὲν δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἴσην ὑπάρχειν παρ’ ὑμῶν ὀργὴν τοῖς ἐπιχειροῦσιν ὅσηνπερ τοῖς δυνηθεῖσιν ἐξαπατῆσαι. ὃ μὲν γὰρ ἦν ἐπὶ τούτοις, πεποίηται καὶ προήγαγον ὑμᾶς· τοῦ δὲ μὴ τέλος ταῦτ’ ἔχειν ἡ τύχη καὶ
5τὸ βέλτιον νῦν ὑμᾶς φρονεῖν ἢ ὅτ’ ἐξήχθηθ’ ὑπὸ τούτων, γέγονεν αἴτια. οὐ μὴν ἀλλ’ ἔγωγ’ οὕτω πόρρω νομίζω τὴν πόλιν εἶναι τοῦ δίκην παρὰ τῶν ἀδικούντων λαμβάνειν ὥστ’ ἀγαπητὸν εἶναί μοι δοκεῖ, ἂν ὅπως μὴ πείσεσθε κακῶς δύνησθε φυλάττεσθαι· τοσαῦται τέχναι καὶ γοητεῖαι καὶ
10ὅλως ὑπηρεσίαι τινές εἰσιν ἐφ’ ὑμᾶς κατεσκευασμέναι. τῆς μὲν οὖν τούτων κακίας οὐκ ἂν ἐν τῷ παρόντι τις ἐν δέοντι μάλιστα κατηγορήσειεν· βούλομαι δ’ ὑπὲρ ὧν ἀνέστην,
ἃ νομίζω συμφέροντ’ εἰπεῖν.1457
Ex
.

53

.

1

Ἡ μὲν εἰωθυῖα πάντα τὸν χρόνον βλάπτειν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν πόλιν λοιδορία καὶ ταραχὴ καὶ νυνὶ γέγονε παρὰ τῶν αὐτῶν ὧνπερ ἀεί. ἄξιον δ’ οὐχ οὕτω τούτοις ἐπιτιμῆσαι (ἴσως γὰρ ὀργῇ καὶ φιλονικίᾳ ταῦτα πράττουσι,
5καὶ τὸ μέγιστον ἁπάντων, ὅτι συμφέρει ταῦτα ποιεῖν αὐτοῖς) ἀλλ’ ὑμῖν, εἰ περὶ κοινῶν, ὦ ἄνδρες Ἀθηναῖοι, πραγμάτων καὶ μεγάλων συνειλεγμένοι τὰς ἰδίας λοιδορίας ἀκροώμενοι κάθησθε, καὶ οὐ δύνασθε πρὸς ὑμᾶς αὐτοὺς λογίσασθαι τοῦθ’, ὅτι αἱ τῶν ῥητόρων ἁπάντων ἄνευ κρίσεως πρὸς ἀλλή‐
10λους λοιδορίαι, ὧν ἂν ἀλλήλους ἐξελέγξωσιν, ὑμᾶς τὰς
Ex
.

53

.

2

εὐθύνας διδόναι ποιοῦσιν. πλὴν γὰρ ὀλίγων ἴσως, ἵνα μὴ πάντας εἴπω, οὐδεὶς αὐτῶν ἅτερος θατέρῳ λοιδορεῖται, ἵνα βέλτιόν τι τῶν ὑμετέρων γίγνηται (πολλοῦ γε καὶ δεῖ), ἀλλ’ ἵνα, ἃ τὸν δεῖνά φησι ποιοῦντα [ἂν δέῃ] δεινότατ’ ἀνθρώπων
5ποιεῖν, ταῦτ’ αὐτὸς μετὰ πλείονος ἡσυχίας διαπράττηται.
Ex
.

53

.

3

ὅτι δ’ οὕτω ταῦτ’ ἔχει, μὴ ἐμοὶ πιστεύσητε, ἀλλ’ ἐν βραχεῖ λογίσασθε. ἔστιν ὅπου τις ἀναστὰς εἶπεν παρ’ ὑμῖν πώ‐ ποτε ‘βουλόμενός τι λαβεῖν τῶν ὑμετέρων παρελήλυθ’, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ ὑπὲρ ὑμῶν;‘ οὐδεὶς δήπου, ἀλλ’ ὑπὲρ
5ὑμῶν καὶ δι’ ὑμᾶς, καὶ τοιαύτας προφάσεις λέγουσιν. φέρε δὴ σκέψασθε, τί δή ποτ’, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπὲρ ὧν ἅπαντες λέγουσιν, οὐδὲν βέλτιον τοῖς ὅλοις νῦν ἢ πρότερον πράττετε, οὗτοι δ’ οἱ πάνθ’ ὑπὲρ ὑμῶν, ὑπὲρ αὑτῶν δ’ οὐδεὶς οὐδὲν πώποτ’ εἰρηκώς, ἐκ πτωχῶν πλούσιοι γεγόνασιν;
10ὅτι φασὶν μέν, ὦ ἄνδρες Ἀθηναῖοι, φιλεῖν ὑμᾶς, φιλοῦσι
Ex
.

53

.

4

δ’ οὐχ ὑμᾶς ἀλλ’ αὑτούς. καὶ γελάσαι καὶ θορυβῆσαι καί ποτ’ ἐλπίσαι μετέδωκαν ὑμῖν, λαβεῖν δ’ ἢ κτήσασθαι τῇ πόλει κυρίως ἀγαθὸν οὐδὲν ἂν βούλοιντο. ᾗ γὰρ ἂν ἡμέρᾳ τῆς λίαν ἀρρωστίας ἀπαλλαγῆτε, ταύτῃ τούτους οὐδ’1458
5ὁρῶντες ἀνέξεσθε. νῦν δὲ δραχμῇ καὶ χοῒ καὶ τέτταρσιν ὀβολοῖς ὥσπερ ἀσθενοῦντα τὸν δῆμον διάγουσιν, ὁμοιότατ’, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς παρὰ τῶν ἰατρῶν σιτίοις διδόντες ὑμῖν. καὶ γὰρ ἐκεῖν’ οὔτ’ ἰσχὺν ἐντίθησιν οὔτ’ ἀποθνῄσκειν ἐᾷ, καὶ ταῦτ’ οὔτ’ ἀπογνόντας ἄλλο τι μεῖζον πράττειν ἐᾷ,
10οὔτ’ αὔτ’ ἐξαρκεῖν δύναται.
10
Ex
.

54

.

1

Καὶ δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ καλὸν καὶ σπου‐ δαῖον, ὅπερ ὑμεῖς εἰώθατε, καὶ ἡμᾶς προνοεῖν, ὅπως τὰ πρὸς τοὺς θεοὺς εὐσεβῶς ἕξει. ἡ μὲν οὖν ἡμετέρα γέγονεν ἐπιμέλει’ ὑμῖν εἰς δέον· καὶ γὰρ ἐθύσαμεν τῷ Διὶ τῷ σωτῆρι
5καὶ τῇ Ἀθηνᾷ καὶ τῇ Νίκῃ, καὶ γέγονεν καλὰ καὶ σωτήρια ταῦθ’ ὑμῖν τὰ ἱερά. ἐθύσαμεν δὲ καὶ τῇ Πειθοῖ καὶ τῇ Μητρὶ τῶν θεῶν καὶ τῷ Ἀπόλλωνι, καὶ ἐκαλλιεροῦμεν καὶ ταῦτα. ἦν δ’ ὑμῖν καὶ τὰ τοῖς ἄλλοις θεοῖς τυθένθ’ ἱέρ’ ἀσφαλῆ καὶ βέβαια καὶ καλὰ καὶ σωτήρια. δέχεσθ’ οὖν παρὰ τῶν
10θεῶν διδόντων τἀγαθά.
10
Ex
.

55

.

1

Ἦν τις, ὡς ἔοικεν, χρόνος παρ’ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτ’ ἐπηνάγκαζεν ὁ δῆμος, ὃν ἄνθρωπον ἴδοι σώφρονα καὶ χρηστόν, πράττειν τὰ κοινὰ καὶ ἄρχειν, οὐ σπάνει τῶν τοῦτο βουλομένων ποιεῖν (πάντα γὰρ τἄλλ’ εὐτυχῆ τὴν
5πόλιν κρίνων, ἓν οὐδέποτ’ εὐτυχῆσαι τοῦτο νομίζω, ἐπιλεί‐
πειν αὐτὴν τοὺς τὰ κοινὰ καρποῦσθαι βουλομένους), ἀλλ’ ὅραμα τοῦτ’ ἐποιεῖθ’ ὁ δῆμος αὑτοῦ καλόν, ὦ ἄνδρες Ἀθη‐1459
Ex
.

55

.

2

ναῖοι, καὶ λυσιτελὲς τῇ πόλει. οἵ τε γὰρ συνεχεῖς οἵδε παραζευγνυμένων σφίσιν ἐξ ἰδιωτῶν σπουδαίων καὶ δικαίων ἀνδρῶν, εὐλαβεστέρους αὑτοὺς παρεῖχον, οἵ τε χρηστοὶ μὲν ὑμῶν καὶ δικαίως 〈ἂν〉 ἄρχοντες, μὴ πάνυ δ’ οἷοί τ’
5ἐνοχλεῖν καὶ πραραγγέλλειν, οὐκ ἀπηλαύνοντο τῶν τιμῶν. νῦν δὲ παντάπασι τὸν αὐτὸν τρόπον, ὦ ἄνδρες Ἀθηναῖοι, ὅνπερ τοὺς ἱερεῖς, οὕτως καθίστατε καὶ τοὺς ἄρχοντας. εἶτα θαυμάζετε, ἐπειδὰν ὁ δεῖν’ εὐδαίμων καὶ ὁ δεῖν’ ὑμῖν ᾖ συνεχῶς πολλὰ λαμβάνων, οἱ δ’ ἄλλοι περιίητε τὰ τού‐
Ex
.

55

.

3

των ἀγαθὰ ζηλοῦντες. δεινότατοι γάρ ἐστ’ ἀφελέσθαι μὲν ὅς’ ὑμῖν ὑπάρχει, καὶ νόμους περὶ τούτων θεῖναι, ἄν τις ἀστυνομήσῃ δὶς ἢ τὰ τοιαῦτα, στρατηγεῖν δ’ ἀεὶ τοὺς αὐτοὺς ἐᾶν. καὶ τὸ μὲν τοὺς ἐπὶ τῶν πράξεων ὄντας ἴσως
5ἔχει πρόφασιν· τὸ δὲ τοὺς ἄλλους, οἳ ποιοῦσι μὲν οὐδέν, χώραν δ’ ἀτέλεστον ἔχουσιν αὐτοὶ τετελεσμένοι, μωρία. ἀλλὰ καὶ ὑμῶν αὐτῶν (εἰσὶ δ’ οὐκ ὀλίγοι) προσάγειν χρή. ἂν γὰρ ὡσπερεὶ ζυγῷ ἱστῆτε, πρόεισιν ὃς ἂν ἄξιος ᾖ του μετὰ ταῦτ’ αὐτός.
9
Ex
.

56

.

1

Τὸ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, πεπεικόθ’ ἑαυτὸν ἔχειν τι συμφέρον εἰπεῖν ἀνίστασθαι καὶ καλὸν καὶ προσῆκον εἶναί μοι δοκεῖ, τὸ δὲ μὴ βουλομένους ἀκούειν βιάζεσθαι παν‐ τελῶς ἔγωγ’ αἰσχρὸν ἡγοῦμαι [εἶναι]. οἴομαι δέ, ἐὰν ἐθε‐
5λήσητέ μοι πείθεσθαι τήμερον, καὶ τὰ βέλτιστα μᾶλλον ὑμᾶς ἑλέσθαι δυνήσεσθαι καὶ τοὺς τῶν ἀναβαινόντων λόγους
Ex
.

56

.

2

βραχεῖς ποιήσειν. τί οὖν συμβουλεύω; πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ αὐτῶν ὧν σκοπεῖτε τὸν παριόντα λέγειν ἀξιοῦν. πολλὰ γὰρ ἄλλα τις ἂν περιέλθοι τῷ λόγῳ καὶ πόλλ’ ἂν ἀστεῖ’ εἴποι, ἄλλως τε καὶ ὥσπερ τούτων1460
5ἔνιοι δεινῶν ὄντων. ἀλλ’ εἰ μὲν ῥημάτων ἥκετ’ ἀκουσό‐ μενοι, ταῦτα λέγειν καὶ ἀκούειν χρή· εἰ δ’ ὑπὲρ πραγμάτων αἱρέσεως βουλευσόμενοι, αὐτὰ καθ’ ἑαυτὰ παραινῶ τὰ πράγ‐ μαθ’ ὡς μάλιστα κρίνειν, ἀφελόντας ὅσοι λόγοι πεφύκασιν
Ex
.

56

.

3

ἐξαπατᾶν. ἓν μὲν οὖν τοῦτο λέγω, δεύτερον δέ, ὅ τισιν ἴσως παράδοξον ἔσται πρὸς τὸ τοὺς λόγους ἐλάττους εἶναι, σιω‐ πῶντας ἀκούειν. περὶ μὲν γὰρ τοῦ ταῦτ’ ἢ ’κεῖνα συμφέ‐ ρειν, καὶ πότερ’ ἂν δικαιότερον προέλοιθ’ ἡ πόλις, οὔτ’ εἰσὶ
5λόγοι πολλοὶ μὴ βουλομένοις μάτην ἀδολεσχεῖν, οὔτε πᾶς τις ἂν αὐτοὺς εἰπεῖν ἔχοι· ὡς δὲ καὶ δίκαιον ἀκούειν καὶ πρὸς τὸν θόρυβον ἀποκρίνασθαι καὶ λόγον ἐκ λόγου λέγειν, οὐδεὶς ὅστις οὐχὶ δύναιτ’ ἄν. ἐκ δὴ τοῦ θορυβεῖν οὐκ ἀπαλλάττεσθε λόγων, ἀλλὰ καὶ περὶ τῶν οὐδὲν εἰς χρείαν
10ἐπαναγκάζεσθ’ ἀκούειν. ἡ μὲν οὖν ἐμὴ γνώμη περὶ ὧν
βουλεύεσθε, ἥδ’ ἐστίν.1461