TLG 0014 016 :: DEMOSTHENES :: Pro Megalopolitanis

DEMOSTHENES Orat.
(Atheniensis: 4 B.C.)

Scholia: Cf. SCHOLIA IN DEMOSTHENEM (5017)
Scholia: Cf. LEXICON PATMENSE (4302)

Pro Megalopolitanis

Source: Butcher, S.H. (ed.), Demosthenis orationes, vol. 1. Oxford: Clarendon Press, 1903 (repr. 1966): [202–210].

Citation: Section — (line)

Or16
.

1

Ἀμφότεροί μοι δοκοῦσιν ἁμαρτάνειν, ὦ ἄνδρες Ἀθη‐ ναῖοι, καὶ οἱ τοῖς Ἀρκάσι καὶ οἱ τοῖς Λακεδαιμονίοις συνει‐ ρηκότες· ὥσπερ γὰρ ἀφ’ ἑκατέρων ἥκοντες, οὐχ ὑμῶν ὄντες [πολῖται], πρὸς οὓς ἀμφότεροι πρεσβεύουσι, κατηγοροῦσι καὶ
5διαβάλλουσιν ἀλλήλους. ἦν δὲ τοῦτο μὲν τῶν ἀφιγμένων ἔργον, τὸ δὲ κοινῶς ὑπὲρ τῶν πραγμάτων λέγειν καὶ τὰ βέλτισθ’ ὑπὲρ ὑμῶν σκοπεῖν ἄνευ φιλονικίας τῶν ἐνθάδε
Or16
.

2

συμβουλεύειν ἀξιούντων. νῦν δ’ ἔγωγε, εἴ τις αὐτῶν ἀφέλοι τὸ γιγνώσκεσθαι καὶ τὸ τῇ φωνῇ λέγειν Ἀττικιστί, πολλοὺς ἂν οἶμαι τοὺς μὲν Ἀρκάδας, τοὺς δὲ Λάκωνας αὐτῶν εἶναι
νομίσαι. ἐγὼ δ’ ὁρῶ μὲν ὡς χαλεπὸν τὰ βέλτιστα λέγειν202
5ἐστί· συνεξηπατημένων γὰρ ὑμῶν, καὶ τῶν μὲν ταυτί, τῶν δὲ ταυτὶ βουλομένων, ἂν τὰ μεταξύ τις ἐγχειρῇ λέγειν κᾆθ’ ὑμεῖς μὴ περιμένητε μαθεῖν, χαριεῖται μὲν οὐδετέροις, δια‐
Or16
.

3

βεβλήσεται δὲ πρὸς ἀμφοτέρους· οὐ μὴν ἀλλ’ αἱρήσομαι μᾶλλον αὐτός, ἂν ἄρα τοῦτο πάθω, δοκεῖν φλυαρεῖν, ἢ παρ’ ἃ βέλτιστα νομίζω τῇ πόλει, προέσθαι τισὶν ὑμᾶς ἐξαπατῆ‐ σαι. τὰ μὲν οὖν ἄλλ’ ὕστερον, ἂν ὑμῖν βουλομένοις ᾖ,
5λέξω· ἀπὸ δὲ τῶν ὁμολογουμένων ὑφ’ ἁπάντων ἄρξομαι, ἃ κράτιστα νομίζω διδάσκειν.
Or16
.

4

Οὐκοῦν οὐδ’ ἂν εἷς ἀντείποι ὡς οὐ συμφέρει τῇ πόλει καὶ Λακεδαιμονίους ἀσθενεῖς εἶναι καὶ Θηβαίους τουτουσί. ἔστι τοίνυν ἔν τινι τοιούτῳ καιρῷ τὰ πράγματα νῦν, εἴ τι δεῖ τοῖς εἰρημένοις πολλάκις παρ’ ὑμῖν λόγοις τεκμήρασθαι,
5ὥστε Θηβαίους μὲν Ὀρχομενοῦ καὶ Θεσπιῶν καὶ Πλαταιῶν οἰκισθεισῶν ἀσθενεῖς γενέσθαι, Λακεδαιμονίους δ’, εἰ ποι‐ ήσονται τὴν Ἀρκαδίαν ὑφ’ ἑαυτοῖς καὶ Μεγάλην πόλιν
Or16
.

5

ἀναιρήσουσι, πάλιν ἰσχυροὺς γενήσεσθαι. σκεπτέον τοίνυν μὴ πρότερον τούσδε γενέσθαι φοβεροὺς καὶ μεγάλους ἐάσω‐ μεν ἢ ’κεῖνοι μικροὶ γεγενήσονται, καὶ λάθωσιν ἡμᾶς πλείονι μείζους οἱ Λακεδαιμόνιοι γενόμενοι ἢ ὅσῳ τοὺς Θηβαίους
5ἐλάττους συμφέρει γενέσθαι. οὐ γὰρ ἐκεῖνό γ’ ἂν εἴποιμεν, ὡς ἀνταλλάξασθαι βουλοίμεθ’ 〈ἂν〉 ἀντιπάλους Λακεδαι‐ μονίους ἀντὶ Θηβαίων, οὐδὲ τοῦτ’ ἔσθ’ ὃ σπουδάζομεν, ἀλλ’ ὅπως μηδέτεροι δυνήσονται μηδὲν ἡμᾶς ἀδικεῖν· οὕτω γὰρ
ἂν ἡμεῖς μετὰ πλείστης ἀδείας εἴημεν.203
Or16
.

6

Ἀλλὰ νὴ Δία ταῦτα μὲν οὕτως δεῖν ἔχειν φήσομεν, δεινὸν δ’ εἰ, πρὸς οὓς παρεταττόμεθ’ ἐν Μαντινείᾳ, τούτους συμμάχους αἱρησόμεθα, εἶτα βοηθήσομεν τούτοις ἐναντί’ ἐκείνοις μεθ’ ὧν τότ’ ἐκινδυνεύομεν. κἀμοὶ ταῦτα δοκεῖ,
5προσδεῖσθαι δ’ ἔτι τοῦ ‘τὰ δίκαια ποιεῖν ἐθελόντων τῶν ἑτέ‐
Or16
.

7

ρων.‘ εἰ μὲν τοίνυν ἐθελήσουσιν εἰρήνην ἅπαντες ἄγειν, οὐ βοηθήσομεν τοῖς Μεγαλοπολίταις· οὐδὲν γὰρ δεήσει· ὥστ’ οὐδ’ ὁτιοῦν ὑπεναντίον ἡμῖν ἔσται πρὸς τοὺς συμπαραταξα‐ μένους, σύμμαχοι δ’ ἡμῖν οἱ μὲν ὑπάρχουσιν, ὥς φασιν, οἱ
Or16
.

8

δὲ προσγενήσονται νυνί. καὶ τί ἂν ἄλλο βουλοίμεθα; ἐὰν δ’ ἀδικῶσι καὶ πολεμεῖν οἴωνται δεῖν, εἰ μὲν ὑπὲρ τούτου μόνον βουλευτέον, εἰ χρὴ Μεγάλην πόλιν ἡμᾶς προέσθαι Λακεδαιμονίοις ἢ μή, δίκαιον μὲν οὔ, συγχωρῶ δ’ ἔγωγ’
5ἐᾶσαι καὶ μηδὲν ἐναντιωθῆναι τοῖς γε τῶν αὐτῶν μετασχοῦσι κινδύνων· εἰ δ’ ἅπαντες ἐπίστασθ’ ὅτι, ταύτην ἂν ἕλωσιν, ἴας’ ἐπὶ Μεσσήνην, φρασάτω τις ἐμοὶ τῶν νῦν χαλεπῶν τοῖς Μεγαλοπολίταις, τί τόθ’ ἡμῖν συμβουλεύσει ποιεῖν.
Or16
.

9

ἀλλ’ οὐδεὶς ἐρεῖ. καὶ μὴν πάντες ἐπίστασθ’ ὡς, καὶ παραι‐ νούντων τούτων καὶ μή, βοηθητέον, καὶ διὰ τοὺς ὅρκους οὓς ὀμωμόκαμεν Μεσσηνίοις, καὶ διὰ τὸ συμφέρον εἶναι κατοι‐ κεῖσθαι ταύτην τὴν πόλιν. σκοπεῖσθε δὴ πρὸς ὑμᾶς αὐτοὺς
5ποτέραν τὴν ἀρχὴν καλλίονα καὶ φιλανθρωποτέραν ποιή‐ σεσθε τοῦ μὴ ’πιτρέπειν ἀδικεῖν Λακεδαιμονίοις, τὴν ὑπὲρ
Or16
.

10

Μεγάλης πόλεως ἢ τὴν ὑπὲρ Μεσσήνης. νῦν μέν γε βοηθεῖν δόξετ’ Ἀρκάσι, καὶ τὴν εἰρήνην σπουδάζειν εἶναι βεβαίαν, ὑπὲρ ἧς ἐκινδυνεύσατε καὶ παρετάξασθε· τότε δ’ εὔδηλοι πᾶσιν ἔσεσθε οὐ τοῦ δικαίου μᾶλλον εἵνεκα Μεσσήνην εἶναι
5βουλόμενοι ἢ τοῦ πρὸς Λακεδαιμονίους φόβου. δεῖ δὲ σκοπεῖν μὲν καὶ πράττειν ἀεὶ τὰ δίκαια, συμπαρατηρεῖν δ’ ὅπως ἅμα καὶ συμφέροντ’ ἔσται ταῦτα.204
Or16
.

11

Ἔστι τοίνυν τοιοῦτός τις λόγος παρὰ τῶν ἀντιλεγόντων, ὡς κομίσασθαι τὸν Ὠρωπὸν ἡμᾶς ἐγχειρεῖν δεῖ, εἰ δὲ τοὺς βοηθήσαντας ἂν ἡμῖν νῦν ἐπ’ αὐτὸν ἐχθροὺς κτησόμεθα, οὐχ ἕξομεν συμμάχους. ἐγὼ δὲ τὸ μὲν κομίσασθαι Ὠρωπὸν
5πειρᾶσθαι δεῖν φημι καὶ αὐτός· τὸ δ’ ἐχθροὺς ἡμῖν Λακε‐ δαιμονίους ἔσεσθαι νῦν, ἐὰν ποιώμεθα συμμάχους Ἀρκάδων τοὺς βουλομένους ἡμῖν εἶναι φίλους, μόνοις οὐδ’ εἰπεῖν ἐξεῖ‐ ναι νομίζω τοῖς πείσασιν ὑμᾶς, ὅτ’ ἐκινδύνευον Λακεδαιμόνιοι,
Or16
.

12

βοηθεῖν. οὐ γὰρ ταῦτα λέγοντες ἔπεισαν ὑμᾶς, πάντων Πελοποννησίων ἐλθόντων ὡς ὑμᾶς καὶ μεθ’ ὑμῶν ἀξιούντων ἐπὶ τοὺς Λακεδαιμονίους ἰέναι, τοὺς μὲν μὴ προσδέξασθαι (καὶ διὰ τοῦθ’, ὅπερ ἦν ὑπόλοιπον αὐτοῖς, ἐπὶ Θηβαίους
5ἦλθον), ὑπὲρ δὲ τῆς Λακεδαιμονίων σωτηρίας καὶ χρήματ’ εἰσφέρειν καὶ τοῖς σώμασι κινδυνεύειν· οὐδ’ ἂν ὑμεῖς ἠθελή‐ σατε δήπου σῴζειν αὐτούς, εἰ τοῦτο προὔλεγον ὑμῖν, ὅτι σωθέντες, ἐὰν μὴ ποιεῖν ὅ τι βούλονται πάλιν αὐτοὺς ἐᾶτε
Or16
.

13

καὶ ἀδικεῖν, οὐδεμίαν ὑμῖν χάριν ἕξουσι τῆς σωτηρίας. καὶ μὴν εἰ σφόδρ’ ἐναντίον ἐστὶ τοῖς Λακεδαιμονίων ἐπιχειρή‐ μασιν τὸ τοὺς Ἀρκάδας ἡμᾶς συμμάχους ποιήσασθαι, προσ‐ ήκει δήπου πλείω χάριν αὐτοὺς ἔχειν ὧν ἐσώθησαν ὑφ’
5ἡμῶν εἰς τοὺς ἐσχάτους ἐλθόντες κινδύνους ἢ ὧν ἀδικεῖν κωλύονται νῦν ὀργίζεσθαι. ὥστε πῶς οὐ βοηθήσουσιν ἡμῖν ἐπ’ Ὠρωπόν, ἢ κάκιστοι πάντων ἀνθρώπων δόξουσιν εἶναι; μὰ τοὺς θεοὺς ἔγωγ’ οὐχ ὁρῶ.
Or16
.

14

Θαυμάζω τοίνυν καὶ τῶν λεγόντων τοῦτον τὸν λόγον, ὡς εἰ συμμάχους ποιησόμεθ’ Ἀρκάδας καὶ ταῦτα πράξομεν, μεταβάλλεσθαι δόξει καὶ οὐδὲν ἔχειν πιστὸν ἡ πόλις. ἐμοὶ μὲν γὰρ δοκεῖ τοὐναντίον, ὦ ἄνδρες Ἀθηναῖοι. διὰ τί; ὅτι205
5τῶν πάντων οὐδέν’ ἂν ἀντειπεῖν οἴομαι ὡς οὐ καὶ Λακεδαι‐ μονίους καὶ πρότερον Θηβαίους καὶ τὸ τελευταῖον Εὐβοέας ἔσωσεν ἡ πόλις, καὶ μετὰ ταῦτα συμμάχους ἐποιήσατο, ἕν
Or16
.

15

τι καὶ ταὔτ’ ἀεὶ βουλομένη πράττειν. ἔστι δὲ τοῦτο τί; τοὺς ἀδικουμένους σῴζειν. εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει, οὐκέτ’ ἂν ἡμεῖς εἴημεν οἱ μεταβαλλόμενοι, ἀλλ’ οἱ μὴ ’θέλοντες τοῖς δικαίοις ἐμμένειν, καὶ φανήσεται τὰ πράγματ’ ἀεὶ διὰ
5τοὺς πλεονεκτεῖν βουλομένους μεταβαλλόμενα, οὐχ ἡ πόλις ἡμῶν.
Or16
.

16

Δοκοῦσι δέ μοι Λακεδαιμόνιοι μάλα δεινῶν ἔργον ἀνθρώ‐ πων ποιεῖν. νῦν γάρ φασιν ἐκεῖνοι δεῖν Ἠλείους μὲν τῆς Τριφυλίας τινὰ κομίσασθαι, Φλειασίους δὲ τὸ Τρικάρανον, ἄλλους δέ τινας τῶν Ἀρκάδων τὴν αὑτῶν, καὶ τὸν Ὠρωπὸν
5ἡμᾶς, οὐχ ἵν’ ἑκάστους ἡμῶν ἴδωσιν ἔχοντας τὰ αὑτῶν, οὐδ’
Or16
.

17

ὀλίγου δεῖ· ὀψὲ γὰρ ἂν φιλάνθρωποι γεγονότες εἶεν· ἀλλ’ ἵνα πᾶσι δοκῶσι συμπράττειν ὅπως ἕκαστοι κομίσωνται ταῦθ’ ἅ φασιν αὑτῶν εἶναι, ἐπειδὰν δ’ ἴως’ ἐπὶ Μεσσήνην αὐτοί, συστρατεύωνται πάντες αὐτοῖς οὗτοι καὶ βοηθῶσι προθύμως,
5ἢ δοκῶς’ ἀδικεῖν, περὶ ὧν ἔφασαν ἕκαστοι σφῶν αὐτῶν εἶναι συμψήφους λαβόντες ἐκείνους, μὴ τὴν ὁμοίαν αὐτοῖς
Or16
.

18

[χάριν] ἀποδιδόντες. ἐγὼ δὲ νομίζω τὴν πόλιν, πρῶτον μὲν καὶ χωρὶς τοῦ καθυφεῖναι Λακεδαιμονίοις τινὰς Ἀρκάδων, Ὠρωπὸν ἂν κομίσασθαι, καὶ μετ’ ἐκείνων, ἂν τὰ δίκαια
ποιεῖν ἐθέλωσι, καὶ μετὰ τῶν ἄλλων τῶν οὐκ οἰομένων δεῖν206
5Θηβαίους ἐᾶν ἔχειν τἀλλότρια. εἰ δ’ ἄρα τοῦτ’ εὔδηλον ἡμῖν γένοιτο, ὅτι μὴ Λακεδαιμονίους ἐῶντες τὴν Πελοπόν‐ νησον καταστρέψασθαι οὐχ οἷοί τ’ ἐσόμεθ’ Ὠρωπὸν λαβεῖν, αἱρετώτερον, εἰ οἷόν τ’ εἰπεῖν, ἡγοῦμαι τὸν Ὠρωπὸν ἐᾶν ἢ Λακεδαιμονίοις Μεσσήνην προέσθαι καὶ Πελοπόννησον. οὐ
10γὰρ ἂν ἡγοῦμαι περὶ τούτου μόνον ἡμῖν εἶναι τὸν λόγον πρὸς ἐκείνους, ἀλλ’—ἐάσω τό γ’ ἐπελθὸν εἰπεῖν μοι· περὶ πολλῶν δ’ ἂν οἶμαι κίνδυνον ἡμῖν γενέσθαι.
Or16
.

19

Ἀλλὰ μὴν ἅ γέ φασιν πεπρᾶχθαι διὰ Θηβαίους τοῖς Μεγαλοπολίταις ὑπεναντία πρὸς ἡμᾶς, ἄτοπον νῦν [μὲν] ἐν κατηγορίας μέρει ποιεῖσθαι, βουλομένων δὲ γενέσθαι φίλων αὐτῶν, ἵνα τοὐναντίον εὖ ποιῶσιν ἡμᾶς, βασκαίνειν καὶ
5σκοπεῖν ἐξ ὅτου τρόπου μὴ γενήσονται, καὶ μὴ γιγνώσκειν ὅτι, ὅσῳ ἂν σπουδαιοτέρους τούτους περὶ Θηβαίους γεγενη‐ μένους ἀποδείξωσι, τοσούτῳ πλείονος ὀργῆς αὐτοὶ δικαίως ἂν τυγχάνοιεν, εἰ τοιούτων συμμάχων τὴν πόλιν, ὅτ’ ἐφ’
Or16
.

20

ὑμᾶς προτέρους ἦλθον ἢ Θηβαίους, ἀπεστέρησαν. ἀλλ’, οἶμαι, ταῦτα μέν ἐστι δεύτερον ἀνθρώπων βουλομένων ἑτέ‐ ρων ποιῆσαι τούτους συμμάχους. ἐγὼ δ’ οἶδα, ὅς’ ἂν ἐκ λογισμοῦ σκοπῶν τις εἰκάσαι, καὶ τοὺς πολλοὺς οἶμαι ὑμῶν
5ἐμοὶ ταὐτὰ φήσειν, ὅτι εἰ λήψονται Μεγάλην πόλιν Λακε‐ δαιμόνιοι, κινδυνεύσει Μεσσήνη· εἰ δὲ καὶ ταύτην λήψονται,
Or16
.

21

φήμ’ ἡμᾶς ἔσεσθαι συμμάχους Θηβαίων. πολὺ δὴ κάλλιον καὶ ἄμεινον τὴν μὲν Θηβαίων συμμαχίαν αὐτοὺς παραλα‐ βεῖν, τῇ δὲ Λακεδαιμονίων πλεονεξίᾳ μὴ ’πιτρέψαι, ἢ νῦν ὀκνοῦντας μὴ τοὺς Θηβαίων σώσωμεν συμμάχους, τούτους
5μὲν προέσθαι, πάλιν δὲ σῴζειν αὐτοὺς τοὺς Θηβαίους, καὶ
Or16
.

22

προσέτ’ ἐν φόβῳ καθεστάναι περὶ ἡμῶν αὐτῶν. οὐ γὰρ ἔγωγ’ ἀδεὲς τοῦθ’ ὑπολαμβάνω τῇ πόλει, τὸ λαβεῖν Μεγά‐ λην πόλιν Λακεδαιμονίους καὶ πάλιν γενέσθαι μεγάλους. ὁρῶ γὰρ αὐτοὺς καὶ νῦν οὐχ ὑπὲρ τοῦ μὴ παθεῖν τι κακὸν207
5πολεμεῖν αἱρουμένους, ἀλλ’ ὑπὲρ τοῦ κομίσασθαι τὴν πρό‐ τερον οὖσαν αὑτοῖς δύναμιν· ὧν δ’, ὅτ’ ἐκείνην εἶχον, ὠρέ‐ γοντο, ταῦθ’ ὑμεῖς μᾶλλον ἴσως εἰδότες ἢ ’γὼ φοβοῖσθ’ ἂν εἰκότως.
Or16
.

23

Ἡδέως δ’ ἂν πυθοίμην τῶν λεγόντων καὶ τοὺς Θηβαίους μισεῖν φασκόντων καὶ τοὺς Λακεδαιμονίους, πότερ’ ἑκάτεροι μισοῦσιν, οὓς δὴ μισοῦσιν, ὑπὲρ ὑμῶν καὶ τοῦ συμφέροντος ὑμῖν, ἢ ὑπὲρ Λακεδαιμονίων μὲν Θηβαίους, ὑπὲρ δὲ Θηβαίων
5Λακεδαιμονίους ἑκάτεροι. εἰ μὲν γὰρ ὑπὲρ ἐκείνων, οὐδετέ‐ ροις ὡς μαινομένοις πείθεσθαι προσήκει· εἰ δ’ ὑπὲρ ὑμῶν
Or16
.

24

φήσουσι, τί πέρα τοῦ καιροῦ τοὺς ἑτέρους ἐπαίρουσιν; ἔστι γάρ, ἔστι Θηβαίους ταπεινοὺς ποιεῖν ἄνευ τοῦ Λακεδαι‐ μονίους ἰσχυροὺς καθιστάναι, καὶ πολύ γε ῥᾷον· ὡς δ’, ἐγὼ πειράσομαι πρὸς ὑμᾶς εἰπεῖν. ἴσμεν ἅπαντες τοῦθ’ ὅτι τὰ
5μὲν δίκαια πάντες, ἐὰν καὶ μὴ βούλωνται, μέχρι τού γ’ αἰσχύνονται μὴ πράττειν, τοῖς δ’ ἀδίκοις ἐναντιοῦνται φανε‐ ρῶς, ἄλλως τε κἄν τινες βλάπτωνται· καὶ τοῦτο λυμαινό‐ μενον πάνθ’ εὑρήσομεν, καὶ ταύτην ἀρχὴν οὖσαν πάντων
Or16
.

25

τῶν κακῶν, τὸ μὴ ’θέλειν τὰ δίκαια πράττειν ἁπλῶς. ἵνα τοίνυν μὴ τοῦτ’ ἐμποδὼν γένηται τῷ Θηβαίους γενέσθαι μικρούς, τὰς μὲν Θεσπιὰς καὶ τὸν Ὀρχομενὸν καὶ τὰς Πλαταιὰς κατοικίζεσθαι φῶμεν δεῖν καὶ συμπράττωμεν
5αὐτοῖς καὶ τοὺς ἄλλους ἀξιῶμεν (ταῦτα γὰρ καὶ καλὰ καὶ δίκαια, μὴ περιορᾶν πόλεις ἀρχαίας ἐξανεστώσας), τὴν δὲ Μεγάλην πόλιν καὶ τὴν Μεσσήνην μὴ προώμεθα τοῖς ἀδι‐
κοῦσι, μηδ’ ἐπὶ τῇ προφάσει τῇ Πλαταιῶν καὶ Θεσπιῶν τὰς οὔσας καὶ κατοικουμένας πόλεις ἀναιρεθείσας περιίδωμεν.208
Or16
.

26

κἂν ᾖ ταῦτα πρόδηλα, οὐδεὶς ὅστις οὐ βουλήσεται παύσασθαι Θηβαίους ἔχοντας τὴν ἀλλοτρίαν· εἰ δὲ μή, πρῶτον μὲν ἐναντίους ἕξομεν πρὸς ἐκεῖνα τούτους εἰκότως, ὅταν ἡγῶνται τὴν ἐκείνων κατοίκισιν αὑτοῖς ὄλεθρον φέρειν, εἶτ’ ἀνήνυτα
5πράγμαθ’ ἕξομεν αὐτοί· τί γὰρ ὡς ἀληθῶς ἔσται πέρας, ὅταν ἀεὶ τὰς μὲν οὔσας πόλεις ἐῶμεν ἀναιρεῖν, τὰς δ’ ἀνῃρημένας ἀξιῶμεν οἰκίζειν;
Or16
.

27

Λέγουσι τοίνυν οἱ μάλιστα δοκοῦντες δίκαια λέγειν ὡς δεῖ τὰς στήλας καθελεῖν αὐτοὺς τὰς πρὸς Θηβαίους, εἴπερ ἡμέτεροι βεβαίως ἔσονται σύμμαχοι. οἱ δέ φασι μὲν αὑτοῖς οὐ[κ εἶναι] στήλας, ἀλλὰ τὸ συμφέρον εἶναι τὸ ποιοῦν τὴν
5φιλίαν, τοὺς δὲ βοηθοῦντας ἑαυτοῖς, τούτους νομίζειν εἶναι συμμάχους. ἐγὼ δ’, εἰ τὰ μάλιστ’ εἰσὶ τοιοῦτοι, ὡδί πως ἔχω. φημὶ δεῖν ἅμα τούτους ἀξιοῦν καθαιρεῖν τὰς στήλας καὶ Λακεδαιμονίους ἄγειν εἰρήνην, ἐὰν δὲ μὴ ’θέλωσι ποιεῖν ὁπότεροι ταῦτα, τότ’ ἤδη μετὰ τῶν ἐθελόντων ἡμᾶς γίγνεσθαι.
Or16
.

28

εἴτε γὰρ εἰρήνης γιγνομένης αὐτοῖς οἱ Μεγαλοπολῖται τῆς Θηβαίων συμμαχίας ἕξονται, φανεροὶ πᾶσιν ἔσονται τὴν πλεονεξίαν τὴν Θηβαίων, οὐ τὸ δίκαιον αἱρούμενοι· εἴτε συμμάχους ἡμᾶς ἀδόλως τῶν Μεγαλοπολιτῶν ποιουμένων μὴ
5’θελήσουσιν ἄγειν εἰρήνην οἱ Λακεδαιμόνιοι, δῆλοι δήπου πᾶσιν ἔσονται, οὐχ ἵνα Θεσπιαὶ κατοικισθῶσι ποιούμενοι τὴν σπουδήν, ἀλλ’ ἵνα τοῦ πολέμου περιεστηκότος Θηβαίοις τὴν
Or16
.

29

Πελοπόννησον ὑφ’ αὑτοῖς ποιήσωνται. θαυμάζω δ’ ἐνίων, εἰ τὸ μὲν Θηβαίων συμμάχους εἶναι τοὺς Λακεδαιμονίων ἐχθροὺς φοβοῦνται, εἰ δὲ καταστρέψονται Λακεδαιμόνιοι τούτους, μηδὲν ἡγοῦνται φοβερόν, καὶ ταῦτ’ ἔργῳ πεῖραν
5ἡμῖν δεδωκότος τοῦ χρόνου ὅτι Θηβαῖοι μὲν τούτοις συμ‐ μάχοις ἐπὶ Λακεδαιμονίους ἀεὶ χρῶνται, Λακεδαιμόνιοι δ’ ὅτ’ εἶχον αὐτούς, ἐφ’ ἡμᾶς ἐχρῶντο.209
Or16
.

30

Οἶμαι τοίνυν ἔγωγε κἀκεῖν’ ἐνθυμεῖσθαι δεῖν, ὅτι μὴ προσδεξαμένων μὲν ὑμῶν τοὺς Μεγαλοπολίτας, ἐὰν μὲν ἀναιρεθῶσι καὶ διοικισθῶσιν, ἰσχυροῖς Λακεδαιμονίοις ἔστιν εὐθὺς εἶναι, ἐὰν δὲ σωθῶσιν ἄρα, ὡς ἤδη τι καὶ παρ’ ἐλπίδας
5ἐξέβη, βέβαιοι σύμμαχοι Θηβαίων δικαίως ἔσονται· ἂν δὲ προσδέξησθε, τούτοις μὲν ὑπάρξει ἤδη σωθῆναι δι’ ὑμᾶς, τὸ δὲ συμβησόμενον, τὸν τοῦ κινδύνου λογισμὸν μετενεγκόντες,
Or16
.

31

σκοπῶμεν ἐπὶ Θηβαίων καὶ Λακεδαιμονίων. ἂν μὲν τοίνυν καταπολεμηθῶσιν οἱ Θηβαῖοι, ὥσπερ αὐτοὺς δεῖ, οὐκ ἔσον‐ ται μείζους τοῦ δέοντος οἱ Λακεδαιμόνιοι, τούτους ἔχοντες ἀντιπάλους τοὺς Ἀρκάδας ἐγγὺς οἰκοῦντας· ἂν δ’ ἀνενέγκω‐
5σιν ἄρ’ οἱ Θηβαῖοι καὶ σωθῶσιν, ἀλλ’ οὖν ἀσθενέστεροί γ’ ἔσονται, ἡμῖν συμμάχων γεγενημένων τῶνδε καὶ δι’ ἡμᾶς σεσωμένων. ὥστε πανταχῇ συμφέρει μήτε προέσθαι τοὺς Ἀρκάδας μήτε δι’ αὑτούς, ἂν ἄρα σωθῶσι, περιγεγονέναι δοκεῖν, μηδὲ δι’ ἄλλους τινάς, ἀλλὰ δι’ ὑμᾶς.
Or16
.

32

Ἐγὼ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, μὰ τοὺς θεοὺς οὔτε φιλῶν οὐδετέρους οὔτε μισῶν ἰδίᾳ εἴρηκα, ἀλλ’ ἃ νομίζω συμφέρειν ὑμῖν· καὶ παραινῶ μὴ προέσθαι Μεγαλοπολίτας,
μηδ’ ἄλλον ἁπλῶς μηδένα τῶν ἐλαττόνων τῷ μείζονι.210