TLG 0014 011 :: DEMOSTHENES :: In epistulam Philippi [Sp.]

DEMOSTHENES Orat.
(Atheniensis: 4 B.C.)

Scholia: Cf. SCHOLIA IN DEMOSTHENEM (5017)
Scholia: Cf. LEXICON PATMENSE (4302)

In epistulam Philippi [Sp.]

Source: Butcher, S.H. (ed.), Demosthenis orationes, vol. 1. Oxford: Clarendon Press, 1903 (repr. 1966): [152–158].

Citation: Section — (line)

Or11
.

1

Ὅτι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, Φίλιππος οὐκ ἐποιήσατο τὴν εἰρήνην πρὸς ὑμᾶς, ἀλλ’ ἀνεβάλετο τὸν πόλεμον, πᾶσιν ὑμῖν φανερὸν γέγονεν· ἐπειδὴ γὰρ Φαρσαλίοις Ἅλον παρέδωκε καὶ τὰ περὶ Φωκέας διῳκήσατο καὶ τὴν Θρᾴκην
5κατεστρέψατο πᾶσαν, αἰτίας οὐκ οὔσας πλασάμενος καὶ προφάσεις ἀδίκους ἐξευρὼν τῷ μὲν ἔργῳ πάλαι πολεμεῖ πρὸς τὴν πόλιν, τῷ δὲ λόγῳ νῦν ὁμολογεῖ διὰ τῆς ἐπιστολῆς
Or11
.

2

ἧς ἔπεμψεν· ὅτι δὲ χρὴ μήτ’ ὀρρωδεῖν ὑμᾶς τὴν ἐκείνου δύναμιν μήτ’ ἀγεννῶς ἀντιταχθῆναι πρὸς αὐτόν, ἀλλὰ καὶ σώμασι καὶ χρήμασι καὶ ναυσὶ καὶ πᾶσιν ὡς ἁπλῶς εἰπεῖν ἀφειδῶς ὁρμῆσαι πρὸς τὸν πόλεμον, ἐγὼ πειράσομαι διδά‐
5σκειν. πρῶτον μὲν γὰρ εἰκός, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς θεοὺς μεγίστους ὑμῖν ὑπάρχειν συμμάχους καὶ βοηθούς, ὧν ἐκεῖνος τὰς πίστεις ὑπεριδὼν καὶ τοὺς ὅρκους ὑπερβὰς λέ‐
Or11
.

3

λυκεν ἀδίκως τὴν εἰρήνην· ἔπειθ’ οἷς πρότερον ηὐξήθη, φενακίζων ἀεί τινας καὶ μεγάλ’ ἐπαγγελλόμενος εὐεργετή‐
σειν, ταῦτα πάντα διεξελήλυθεν ἤδη, καὶ γιγνώσκεται μὲν ὑπὸ τῶν Περινθίων καὶ Βυζαντίων καὶ τῶν ἐκείνοις συμ‐152
5μαχούντων ὡς ἐπιθυμεῖ προσενεχθῆναι τούτοις τὸν αὐτὸν
Or11
.

4

τρόπον ὅνπερ Ὀλυνθίοις πρότερον, οὐκ ἀγνοεῖται δ’ ὑπὸ Θετταλῶν δεσπόζειν, ἀλλ’ οὐχ ἡγεῖσθαι τῶν συμμάχων προαιρούμενος, ὑποπτεύεται δ’ ὑπὸ Θηβαίων Νίκαιαν μὲν φρουρᾷ κατέχων, εἰς δὲ τὴν ἀμφικτυονίαν εἰσδεδυκώς, τὰς
5δὲ πρεσβείας τὰς ἐκ Πελοποννήσου πρὸς αὑτὸν ἄγων καὶ τὴν ἐκείνων συμμαχίαν παραιρούμενος· ὥστε τῶν αὐτῷ πρὸ τοῦ φίλων ὄντων τοὺς μὲν νῦν πολεμεῖν ἀκαταλλάκτως, τοὺς δὲ μηκέτι προθύμους εἶναι συναγωνιστάς, ἅπαντας δ’
Or11
.

5

ὑφορᾶσθαι καὶ διαβεβλῆσθαι πρὸς αὐτόν. ἔτι τοίνυν (οὐδὲ γὰρ τοῦτ’ ἔστι μικρόν) οἱ κατὰ τὴν Ἀσίαν σατράπαι καθε‐ στῶτες ἔναγχος μὲν ξένους [μισθοφόρους] εἰσπέμψαντες ἐκώλυσαν ἐκπολιορκηθῆναι Πέρινθον, νῦν δὲ τῆς ἔχθρας
5αὐτοῖς ἐνεστώσης καὶ τοῦ κινδύνου πλησίον ὄντος, εἰ χει‐
Or11
.

6

ρωθήσεται Βυζάντιον, οὐ μόνον αὐτοὶ προθύμως συμπολε‐ μήσουσιν, ἀλλὰ καὶ βασιλέα [Περσῶν] χρήματα χορηγεῖν ἡμῖν προτρέψονται, ὃς τοσοῦτον μὲν κέκτηται πλοῦτον ὅσον οὐδ’ οἱ λοιποὶ πάντες, τηλικαύτην δ’ ἔχει ῥώμην πρὸς τὰς
5ἐνθάδε πράξεις ὥστε καὶ πρότερον, ἡνίκα Λακεδαιμονίοις ἐπολεμοῦμεν, ὁποτέροις πρόσθοιτο, τούτους ἐποίει κρατεῖν τῶν ἑτέρων, καὶ νῦν μεθ’ ἡμῶν γενόμενος ῥᾳδίως καταπολε‐ μήσει τὴν Φιλίππου δύναμιν.
Or11
.

7

Πρὸς τοίνυν τούτοις τηλικούτοις οὖσιν, οὐκ ἐρῶ μὲν ὡς οὐ διὰ τὴν εἰρήνην πολλὰ προείληφεν ἡμῶν χωρία καὶ λι‐ μένας καὶ τοιαῦθ’ ἕτερα χρήσιμα πρὸς πόλεμον, ὁρῶ δ’ ὡς ὅταν μὲν ὑπ’ εὐνοίας τὰ πράγματα συνέχηται καὶ πᾶσι
5ταὐτὰ συμφέρῃ τοῖς μετέχουσι τῶν πολέμων, μένει τὰ
συσταθέντα βεβαίως· ὅταν δ’ ἐξ ἐπιβουλῆς καὶ πλεονεξίας ἀπάτῃ καὶ βίᾳ κατέχηται, καθάπερ ὑπὸ τούτου νῦν, μικρὰ πρόφασις καὶ τὸ τυχὸν πταῖσμα ταχέως αὐτὰ διέσεισε153
Or11
.

8

καὶ κατέλυσεν. καὶ πολλάκις εὑρίσκω λογιζόμενος οὐ μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ συμμαχικὰ τῷ Φιλίππῳ πρὸς ὑποψίαν ἥκοντα καὶ δυσμένειαν, ἀλλὰ καὶ τὰ τῆς ἰδίας ἀρχῆς οὐ συνηρμοσμένα καλῶς οὐδ’ οἰκείως οὐδ’ ὡς οἴεταί
5τις. ὅλως μὲν γὰρ ἡ Μακεδονικὴ δύναμις ἐν μὲν προσ‐ θήκης μέρει ῥοπὴν ἔχει τινὰ καὶ χρῆσιν, αὐτὴ δὲ καθ’ αὑτὴν ἀσθενής ἐστι καὶ πρὸς τηλικοῦτον ὄγκον πραγμάτων εὐ‐
Or11
.

9

καταφρόνητος. ἔτι δ’ αὐτὴν οὗτος τοῖς πολέμοις καὶ ταῖς στρατείαις καὶ πᾶσιν οἷς ἄν τις αὐτὸν μέγαν εἶναι νομίσειε, σφαλερωτέραν αὑτῷ πεποίηκεν. μὴ γὰρ οἴεσθ’, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς αὐτοῖς χαίρειν Φίλιππόν τε καὶ τοὺς ἀρχο‐
5μένους, ἀλλ’ ἐννοεῖσθ’ ὡς ὁ μὲν ἐπιθυμεῖ δόξης, οἱ δ’ ἀσφα‐ λείας, καὶ αὐτῷ μὲν οὐκ ἔστι τυχεῖν ταύτης ἀκινδύνως, οἱ δ’ οὐδὲν δέονται, καταλείποντες οἴκοι τέκνα, γονεῖς, γυναῖκας, φθείρεσθαι καὶ καθ’ ἑκάστην ἡμέραν κινδυνεύειν ὑπὲρ αὐτοῦ.
Or11
.

10

ὥστε τοὺς μὲν πολλοὺς τῶν Μακεδόνων ἐκ τούτων ἄν τις ἴδοι πῶς διάκεινται πρὸς τὸν Φίλιππον· τοὺς δὲ περὶ αὐτὸν ὄντας ἑταίρους καὶ τοὺς τῶν ξένων ἡγεμόνας εὑρήσετε δόξαν μὲν ἔχοντας ἐπ’ ἀνδρείᾳ, περιδεῶς δὲ μᾶλλον τῶν ἀδόξων
5ζῶντας. τοῖς μὲν γὰρ ὁ πρὸς τοὺς πολεμίους μόνον ὑπάρχει κίνδυνος, οἱ δὲ τοὺς κόλακας καὶ τοὺς διαβάλλοντας αὐτοὺς
Or11
.

11

μᾶλλον ἢ τὰς μάχας δεδίασι· κἀκεῖνοι μὲν μετὰ πάντων ἀγωνίζονται πρὸς τοὺς ἀντιταχθέντας, τοῖς δὲ καὶ τῶν ἐν τοῖς πολέμοις κακῶν οὐκ ἐλάχιστον μέρος μέτεστιν, καὶ
χωρὶς ἰδίᾳ τὸν τρόπον τὸν τοῦ βασιλέως φοβεῖσθαι συμ‐154
5βέβηκεν. ἔτι δὲ τῶν μὲν πολλῶν ἐὰν ἁμάρτῃ τις, ζημίας κατὰ τὴν ἀξίαν εἴληφεν· οἱ δ’ ὅταν μάλιστα κατορθώσωσι, τότε μάλιστα σκορακίζονται καὶ προπηλακίζονται παρὰ τὸ
Or11
.

12

προσῆκον. καὶ τούτοις οὐδ’ ἂν εἷς εὖ φρονῶν ἀπιστήσειεν· οὕτω γὰρ φιλότιμον αὐτὸν εἶναί φασιν οἱ συνδιατρίψαντες ὥστε βουλόμενον τὰ κάλλιστα τῶν ἔργων πάνθ’ αὑτοῦ δοκεῖν εἶναι μᾶλλον ἄχθεσθαι τῶν στρατηγῶν καὶ τῶν ἡγεμόνων
5τοῖς ἄξιον ἐπαίνου τι πράξασιν ἢ τοῖς ὅλως ἀποτυχοῦσι.
Or11
.

13

πῶς οὖν, εἴπερ ἐστὶ ταῦτα τοιαῦτα, πιστῶς ἤδη πολὺν χρό‐ νον αὐτῷ παραμένουσιν; ὅτι νῦν μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ κατορθοῦν αὐτὸν ἐπισκοτεῖ πᾶσι τοῖς τοιούτοις· αἱ γὰρ εὐπραξίαι δειναὶ συγκρύψαι καὶ συσκιάσαι τὰς ἁμαρτίας
5τῶν ἀνθρώπων εἰσίν· εἰ δέ τι πταίσει, τότ’ ἀκριβῶς δια‐ καλυφθήσεται ταῦτα πάντα. συμβαίνει γάρ, ὥσπερ ἐν
Or11
.

14

τοῖς σώμασιν ἡμῶν· ὅταν μὲν ἐρρωμένος ᾖ τις, οὐδὲν ἐπαι‐ σθάνεται τῶν καθ’ ἕκαστα σαθρῶν, ἐπὰν δ’ ἀρρωστήσῃ, πάντα κινεῖται, κἂν ῥῆγμα κἂν στρέμμα κἂν ἄλλο τι τῶν ὑπαρχόντων ᾖ μὴ τελέως ὑγιεινόν· οὕτω καὶ τῶν βασιλειῶν
5καὶ ἁπασῶν τῶν δυναστειῶν, ἕως μὲν ἂν ἐν τοῖς πολέμοις κατορθῶσιν, ἀφανῆ τὰ κακά ἐστι τοῖς πολλοῖς, ἐπὰν δέ τι πταίσωσιν, ὃ νῦν παθεῖν εἰκὸς ἐκεῖνον μεῖζον φορτίον ἢ καθ’ αὑτὸν αἰρόμενον, γίγνεται φανερὰ τὰ δυσχερῆ πάντα τοῖς ἅπασιν.
Or11
.

15

Εἰ δέ τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Φίλιππον ὁρῶν εὐτυχοῦντα φοβερὸν εἶναι νομίζει καὶ δυσπολέμητον, σώ‐ φρονος μὲν ἀνδρὸς χρῆται προνοίᾳ· μεγάλη γὰρ ῥοπή, μᾶλ‐ λον δὲ τὸ ὅλον ἡ τύχη ἐστὶ πρὸς ἅπαντα τὰ τῶν ἀνθρώπων
5πράγματα· κατὰ πολλοὺς μέντοι τρόπους ἕλοιτ’ ἄν τις οὐχ155
Or11
.

16

ἧττον τὴν ἡμετέραν εὐτυχίαν ἢ τὴν ἐκείνου. παρά τε γὰρ τῶν προγόνων ἐκ πλείονος χρόνου παρειλήφαμεν τὴν εὐδαι‐ μονίαν οὐ τούτου μόνον, ἀλλὰ συνελόντι φράσαι πάντων τῶν ἐν Μακεδονίᾳ βασιλευσάντων· κἀκεῖνοι μὲν Ἀθηναίοις
5φόρους ἤνεγκαν, ἡ δ’ ἡμετέρα πόλις οὐδενί πω τῶν ἁπάντων. ἔτι δὲ τοσούτῳ πλείους ἀφορμὰς αὐτοῦ πρὸς τὴν τῶν θεῶν εὔνοιαν ἔχομεν, ὅσῳ διατελοῦμεν εὐσεβέστερα καὶ δικαιότερα
Or11
.

17

πράττοντες. τί ποτ’ οὖν ἐκεῖνος ἐν τῷ προτέρῳ πολέμῳ πλείω κατώρθωσεν ἡμῶν; ὅτι, ὦ ἄνδρες Ἀθηναῖοι, (παρρησιά‐ σομαι γὰρ πρὸς ὑμᾶς) ὁ μὲν αὐτὸς στρατεύεται καὶ ταλαι‐ πωρεῖ καὶ τοῖς κινδύνοις πάρεστιν, οὔτε καιρὸν παριεὶς οὔθ’
5ὥραν ἔτους παραλείπων οὐδεμίαν, ἡμεῖς δὲ (εἰρήσεται γὰρ τἀληθῆ) οὐδὲν ποιοῦντες ἐνθάδε καθήμεθα, μέλλοντες ἀεὶ καὶ ψηφιζόμενοι καὶ πυνθανόμενοι κατὰ τὴν ἀγορὰν εἴ τι λέγεται νεώτερον. καίτοι τί γένοιτ’ ἂν νεώτερον ἢ Μακεδὼν ἀνὴρ καταφρονῶν Ἀθηναίων καὶ τολμῶν ἐπιστολὰς πέμπειν
Or11
.

18

τοιαύτας οἵας ἠκούσατε μικρῷ πρότερον; καὶ τῷ μὲν ὑπάρ‐ χουσι μισθοφόροι στρατιῶται, καὶ νὴ Δία πρὸς τούτοις τῶν παρ’ ἡμῖν ῥητόρων τινές, οἳ τὰς παρ’ ἐκείνου δωρεὰς οἴκαδε λαμβάνειν νομίζοντες οὐκ αἰσχύνονται Φιλίππῳ ζῶντες,
5οὐδ’ αἰσθάνονται πάντα καὶ τὰ τῆς πόλεως καὶ τὰ σφῶν αὐτῶν μικροῦ λήμματος πωλοῦντες. ἡμεῖς δ’ οὔτε τῶν ἐκείνου πραγμάτων οὐδὲν στασιάζειν παρασκευάζομεν, οὔτε
Or11
.

19

ξενοτροφεῖν ἐθέλομεν, οὔτε στρατεύεσθαι τολμῶμεν. οὔκουν ἐστὶν οὐδὲν δεινόν, εἴ τι πεπλεονέκτηκεν ἡμῶν κατὰ τὸν πρότερον πόλεμον, ἀλλὰ μᾶλλον εἰ μηδὲν ποιοῦντες ἡμεῖς ὧν προσήκει τοὺς πολεμοῦντας, νομίζομεν κρατήσειν τοῦ
5πάντα πράττοντος· ἃ δεῖ τοὺς πλεονεκτήσειν μέλλοντας.156
Or11
.

20

Ὧν, ὦ ἄνδρες Ἀθηναῖοι, χρὴ λαβόντας ἔννοιαν, καὶ λογισαμένους ὡς οὐδ’ ἐφ’ ἡμῖν ἐστι τὸ φάσκειν ἄγειν εἰρή‐ νην (ἤδη γὰρ ἐκεῖνος καὶ προηγόρευκε τὸν πόλεμον καὶ τοῖς ἔργοις ἐξενήνοχε) μηδενὸς μὲν φείδεσθαι μήτε τῶν δημοσίων
5μήτε τῶν ἰδίων, στρατεύεσθαι δέ, ἄν που καιρὸς ᾖ, προθύ‐ μως ἅπαντας, χρῆσθαι δὲ στρατηγοῖς ἀμείνοσιν ἢ πρότερον.
Or11
.

21

μὴ γὰρ ὑπολάβῃ τις ὑμῶν, δι’ ὧν ἐγένετο τὰ πράγματα χείρω τὰ τῆς πόλεως, διὰ τούτων αὐτὰ πάλιν ἀναλή‐ ψεσθαι καὶ γενήσεσθαι βελτίω· μηδὲ νομίσητε ῥᾳθυμούντων ὑμῶν, ὥσπερ πρότερον, ἑτέρους ὑπὲρ τῶν ὑμετέρων ἀγω‐
5νιεῖσθαι προθύμως· ἀλλ’ ἐννοεῖσθ’ ὡς αἰσχρόν ἐστι τοὺς μὲν πατέρας ὑμῶν πολλοὺς πόνους καὶ μεγάλους κινδύνους
Or11
.

22

ὑποστῆναι Λακεδαιμονίοις πολεμοῦντας, ὑμᾶς δὲ μηδ’ ὑπὲρ ὧν ἐκεῖνοι δικαίως κτησάμενοι παρέδοσαν ὑμῖν ἐθέλειν ἐρρωμένως ἀμύνεσθαι, ἀλλὰ τὸν μὲν ἐκ Μακεδονίας ὁρμώ‐ μενον οὕτως εἶναι φιλοκίνδυνον ὥσθ’ ὑπὲρ τοῦ μείζω ποιῆσαι
5τὴν ἀρχὴν κατατετρῶσθαι πᾶν τὸ σῶμα τοῖς πολεμίοις μαχόμενον, Ἀθηναίους δέ, οἷς πάτριόν ἐστι μηδενὸς ἀκούειν, ἁπάντων δὲ κρατεῖν ἐν τοῖς πολέμοις, τούτους διὰ ῥᾳθυμίαν ἢ μαλακίαν ἐγκαταλείπειν τά τε τῶν προγόνων ἔργα καὶ τὰ συμφέροντα τῆς πατρίδος.
Or11
.

23

Ἵνα δὲ μὴ μακρολογῶ, φημὶ χρῆναι παρεσκευάσθαι μὲν πρὸς τὸν πόλεμον, παρακαλεῖν δὲ τοὺς Ἕλληνας, μὴ λόγοις, ἀλλὰ τοῖς ἔργοις πρὸς τὴν παρ’ ἡμῶν συμμαχίαν· ὡς ἅπας μέν ἐστι λόγος μάταιος πράξεων ἄμοιρος γενόμενος, τοσούτῳ
5δὲ μάλισθ’ ὁ παρὰ τῆς ἡμετέρας πόλεως, ὅσῳ δοκοῦμεν
αὐτῷ προχειρότατα χρῆσθαι τῶν ἄλλων Ἑλλήνων.157