TLG 0013 032 :: HYMNI HOMERICI :: In Lunam

HYMNI HOMERICI Hymn.
(8–6 B.C.)

Cf. et HOMERICA (1802)

In Lunam

Source: Allen, T.W., Halliday, W.R., Sikes, E.E. (eds.), The Homeric hymns, 2nd edn. Oxford: Clarendon Press, 1936: 90–91.

Citation: (Line)

tΕἰς Σελήνην
1 Μήνην ἀείδειν τανυσίπτερον ἔσπετε Μοῦσαι ἡδυεπεῖς κοῦραι Κρονίδεω Διὸς ἵστορες ᾠδῆς· ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτος κρατὸς ἀπ’ ἀθανάτοιο, πολὺς δ’ ὑπὸ κόσμος ὄρωρεν
5αἴγλης λαμπούσης· στίλβει δέ τ’ ἀλάμπετος ἀὴρ χρυσέου ἀπὸ στεφάνου, ἀκτῖνες δ’ ἐνδιάονται, εὖτ’ ἂν ἀπ’ Ὠκεανοῖο λοεσσαμένη χρόα καλὸν
εἵματα ἑσσαμένη τηλαυγέα δῖα Σελήνη ζευξαμένη πώλους ἐριαύχενας αἰγλήεντας90
10ἐσσυμένως προτέρως’ ἐλάσῃ καλλίτριχας ἵππους ἑσπερίη διχόμηνος· ὅ τε πλήθει μέγας ὄγμος, λαμπρόταταί τ’ αὐγαὶ τότ’ ἀεξομένης τελέθουσιν οὐρανόθεν· τέκμωρ δὲ βροτοῖς καὶ σῆμα τέτυκται. τῇ ῥά ποτε Κρονίδης ἐμίγη φιλότητι καὶ εὐνῇ·
15ἡ δ’ ὑποκυσαμένη Πανδείην γείνατο κούρην ἐκπρεπὲς εἶδος ἔχουσαν ἐν ἀθανάτοισι θεοῖσι. Χαῖρε ἄνασσα θεὰ λευκώλενε δῖα Σελήνη πρόφρον ἐϋπλόκαμος· σέο δ’ ἀρχόμενος κλέα φωτῶν ᾄσομαι ἡμιθέων ὧν κλείους’ ἔργματ’ ἀοιδοὶ
20Μουσάων θεράποντες ἀπὸ στομάτων ἐροέντων.91