TLG 0013 030 :: HYMNI HOMERICI :: In Tellurem matrem omnium

HYMNI HOMERICI Hymn.
(8–6 B.C.)

Cf. et HOMERICA (1802)

In Tellurem matrem omnium

Source: Allen, T.W., Halliday, W.R., Sikes, E.E. (eds.), The Homeric hymns, 2nd edn. Oxford: Clarendon Press, 1936: 89.

Citation: (Line)

tΕἰς Γῆν μητέρα πάντων
1 Γαῖαν παμμήτειραν ἀείσομαι ἠϋθέμεθλον πρεσβίστην, ἣ φέρβει ἐπὶ χθονὶ πάνθ’ ὁπός’ ἐστίν· ἠμὲν ὅσα χθόνα δῖαν ἐπέρχεται ἠδ’ ὅσα πόντον ἠδ’ ὅσα πωτῶνται, τάδε φέρβεται ἐκ σέθεν ὄλβου.
5ἐκ σέο δ’ εὔπαιδές τε καὶ εὔκαρποι τελέθουσι πότνια, σεῦ δ’ ἔχεται δοῦναι βίον ἠδ’ ἀφελέσθαι θνητοῖς ἀνθρώποισιν· ὁ δ’ ὄλβιος ὅν κε σὺ θυμῷ πρόφρων τιμήσῃς· τῷ τ’ ἄφθονα πάντα πάρεστι. βρίθει μέν σφιν ἄρουρα φερέσβιος, ἠδὲ κατ’ ἀγροὺς
10κτήνεσιν εὐθηνεῖ, οἶκος δ’ ἐμπίπλαται ἐσθλῶν· αὐτοὶ δ’ εὐνομίῃσι πόλιν κάτα καλλιγύναικα κοιρανέους’, ὄλβος δὲ πολὺς καὶ πλοῦτος ὀπηδεῖ· παῖδες δ’ εὐφροσύνῃ νεοθηλέϊ κυδιόωσι, παρθενικαί τε χοροῖς φερεσανθέσιν εὔφρονι θυμῷ
15παίζουσαι σκαίρουσι κατ’ ἄνθεα μαλθακὰ ποίης, οὕς κε σὺ τιμήσῃς σεμνὴ θεὰ ἄφθονε δαῖμον. Χαῖρε θεῶν μήτηρ, ἄλοχ’ Οὐρανοῦ ἀστερόεντος, πρόφρων δ’ ἀντ’ ᾠδῆς βίοτον θυμήρε’ ὄπαζε·
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.89