TLG 0013 029 :: HYMNI HOMERICI :: In Vestam

HYMNI HOMERICI Hymn.
(8–6 B.C.)

Cf. et HOMERICA (1802)

In Vestam

Source: Allen, T.W., Halliday, W.R., Sikes, E.E. (eds.), The Homeric hymns, 2nd edn. Oxford: Clarendon Press, 1936: 88–89.

Citation: (Line)

tΕἰς Ἑστίαν
1 Ἑστίη ἣ πάντων ἐν δώμασιν ὑψηλοῖσιν ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων ἕδρην ἀΐδιον ἔλαχες πρεσβηΐδα τιμὴν καλὸν ἔχουσα γέρας καὶ τιμήν· οὐ γὰρ ἄτερ σοῦ
5εἰλαπίναι θνητοῖσιν ἵν’ οὐ πρώτῃ πυμάτῃ τε Ἑστίῃ ἀρχόμενος σπένδει μελιηδέα οἶνον· καὶ σύ μοι Ἀργειφόντα Διὸς καὶ Μαιάδος υἱὲ ἄγγελε τῶν μακάρων χρυσόρραπι δῶτορ ἐάων, ναίετε δώματα καλά, φίλα φρεσὶν ἀλλήλοισιν
9
10ἵλαος ὢν ἐπάρηγε σὺν αἰδοίῃ τε φίλῃ τε Ἑστίῃ· ἀμφότεροι γὰρ ἐπιχθονίων ἀνθρώπων
εἰδότες ἔργματα καλὰ νόῳ θ’ ἕσπεσθε καὶ ἥβῃ. Χαῖρε Κρόνου θύγατερ, σύ τε καὶ χρυσόρραπις Ἑρμῆς.88
αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.89