|
TLG 0013 026 :: HYMNI HOMERICI :: In Bacchum HYMNI HOMERICI Hymn. In Bacchum Citation: (Line) | ||
| t | Εἰς Διόνυσον | |
|---|---|---|
| 1 | Κισσοκόμην Διόνυσον ἐρίβρομον ἄρχομ’ ἀείδειν Ζηνὸς καὶ Σεμέλης ἐρικυδέος ἀγλαὸν υἱόν, ὃν τρέφον ἠΰκομοι νύμφαι παρὰ πατρὸς ἄνακτος δεξάμεναι κόλποισι καὶ ἐνδυκέως ἀτίταλλον | |
| 5 | Νύσης ἐν γυάλοις· ὁ δ’ ἀέξετο πατρὸς ἕκητι ἄντρῳ ἐν εὐώδει μεταρίθμιος ἀθανάτοισιν. αὐτὰρ ἐπεὶ δὴ τόνδε θεαὶ πολύυμνον ἔθρεψαν, δὴ τότε φοιτίζεσκε καθ’ ὑλήεντας ἐναύλους κισσῷ καὶ δάφνῃ πεπυκασμένος· αἱ δ’ ἅμ’ ἕποντο | |
| 10 | νύμφαι, ὁ δ’ ἐξηγεῖτο· βρόμος δ’ ἔχεν ἄσπετον ὕλην. Καὶ σὺ μὲν οὕτω χαῖρε πολυστάφυλ’ ὦ Διόνυσε· δὸς δ’ ἡμᾶς χαίροντας ἐς ὥρας αὖτις ἱκέσθαι, | |
| ἐκ δ’ αὖθ’ ὡράων εἰς τοὺς πολλοὺς ἐνιαυτούς. | 86 | |