|
TLG 0013 025 :: HYMNI HOMERICI :: In Musas et Apollinem HYMNI HOMERICI Hymn. In Musas et Apollinem Citation: (Line) | ||
| t | Εἰς Μούσας καὶ Ἀπόλλωνα | |
|---|---|---|
| 1 | Μουσάων ἄρχωμαι Ἀπόλλωνός τε Διός τε· ἐκ γὰρ Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ κιθαρισταί, ἐκ δὲ Διὸς βασιλῆες· ὁ δ’ ὄλβιος ὅν τινα Μοῦσαι | |
| 5 | φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή. Χαίρετε τέκνα Διὸς καὶ ἐμὴν τιμήσατ’ ἀοιδήν· | |
| αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς. | 86 | |