TLG 0013 024 :: HYMNI HOMERICI :: In Vestam HYMNI HOMERICI Hymn. In Vestam Citation: (Line) | ||
t | Εἰς Ἑστίαν | |
---|---|---|
1 | Ἑστίη, ἥ τε ἄνακτος Ἀπόλλωνος ἑκάτοιο Πυθοῖ ἐν ἠγαθέῃ ἱερὸν δόμον ἀμφιπολεύεις, | |
αἰεὶ σῶν πλοκάμων ἀπολείβεται ὑγρὸν ἔλαιον· ἔρχεο τόνδ’ ἀνὰ οἶκον, ἐπέρχεο θυμὸν ἔχουσα | 85 | |
5 | σὺν Διὶ μητιόεντι· χάριν δ’ ἅμ’ ὄπασσον ἀοιδῇ. | 86 |