|
TLG 0013 022 :: HYMNI HOMERICI :: In Neptunum HYMNI HOMERICI Hymn. In Neptunum Citation: (Line) | ||
| t | Εἰς Ποσειδῶνα | |
|---|---|---|
| 1 | Ἀμφὶ Ποσειδάωνα θεὸν μέγαν ἄρχομ’ ἀείδειν γαίης κινητῆρα καὶ ἀτρυγέτοιο θαλάσσης πόντιον, ὅς θ’ Ἑλικῶνα καὶ εὐρείας ἔχει Αἰγάς. διχθά τοι Ἐννοσίγαιε θεοὶ τιμὴν ἐδάσαντο | |
| 5 | ἵππων τε δμητῆρ’ ἔμεναι σωτῆρά τε νηῶν. Χαῖρε Ποσείδαον γαιήοχε κυανοχαῖτα, | |
| καὶ μάκαρ εὐμενὲς ἦτορ ἔχων πλώουσιν ἄρηγε. | 85 | |