|
TLG 0013 021 :: HYMNI HOMERICI :: In Apollinem HYMNI HOMERICI Hymn. In Apollinem Citation: (Line) | ||
| t | Εἰς Ἀπόλλωνα | |
|---|---|---|
| 1 | Φοῖβε σὲ μὲν καὶ κύκνος ὑπὸ πτερύγων λίγ’ ἀείδει ὄχθῃ ἐπιθρῴσκων ποταμὸν πάρα δινήεντα Πηνειόν· σὲ δ’ ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν ἡδυεπὴς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδει. | |
| 5 | Καὶ σὺ μὲν οὕτω χαῖρε ἄναξ, ἵλαμαι δέ ς’ ἀοιδῇ. | 85 |