|
TLG 0013 020 :: HYMNI HOMERICI :: In Volcanum HYMNI HOMERICI Hymn. In Volcanum Citation: (Line) | ||
| t | Εἰς Ἥφαιστον | |
|---|---|---|
| 1 | Ἥφαιστον κλυτόμητιν ἀείδεο Μοῦσα λίγεια, ὃς μετ’ Ἀθηναίης γλαυκώπιδος ἀγλαὰ ἔργα ἀνθρώπους ἐδίδαξεν ἐπὶ χθονός, οἳ τὸ πάρος περ ἄντροις ναιετάασκον ἐν οὔρεσιν ἠΰτε θῆρες. | |
| 5 | νῦν δὲ δι’ Ἥφαιστον κλυτοτέχνην ἔργα δαέντες ῥηϊδίως αἰῶνα τελεσφόρον εἰς ἐνιαυτὸν εὔκηλοι διάγουσιν ἐνὶ σφετέροισι δόμοισιν. | |
| Ἀλλ’ ἵληθ’ Ἥφαιστε· δίδου δ’ ἀρετήν τε καὶ ὄλβον. | 84 | |