|
TLG 0013 018 :: HYMNI HOMERICI :: In Mercurium HYMNI HOMERICI Hymn. In Mercurium Citation: (Line) | ||
| t | Εἰς Ἑρμῆν | |
|---|---|---|
| 1 | Ἑρμῆν ἀείδω Κυλλήνιον Ἀργειφόντην Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου, ἄγγελον ἀθανάτων ἐριούνιον ὃν τέκε Μαῖα Ἄτλαντος θυγάτηρ Διὸς ἐν φιλότητι μιγεῖσα | |
| 5 | αἰδοίη· μακάρων δὲ θεῶν ἀλέεινεν ὅμιλον ἄντρῳ ναιετάουσα παλισκίῳ ἔνθα Κρονίων νύμφῃ ἐϋπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ, εὖτε κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην· λάνθανε δ’ ἀθανάτους τε θεοὺς θνητούς τ’ ἀνθρώπους. | |
| 10 | Καὶ σὺ μὲν οὕτω χαῖρε Διὸς καὶ Μαιάδος υἱέ· σεῦ δ’ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον. | |
| χαῖρ’ Ἑρμῆ χαριδῶτα διάκτορε, δῶτορ ἐάων. | 82 | |