|
TLG 0013 016 :: HYMNI HOMERICI :: In Aesculapium HYMNI HOMERICI Hymn. In Aesculapium Citation: (Line) | ||
| t | Εἰς Ἀσκληπιόν | |
|---|---|---|
| 1 | Ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομ’ ἀείδειν υἱὸν Ἀπόλλωνος τὸν ἐγείνατο δῖα Κορωνὶς Δωτίῳ ἐν πεδίῳ κούρη Φλεγύου βασιλῆος, χάρμα μέγ’ ἀνθρώποισι, κακῶν θελκτῆρ’ ὀδυνάων. | |
| 5 | Καὶ σὺ μὲν οὕτω χαῖρε ἄναξ· λίτομαι δέ ς’ ἀοιδῇ. | 81 |