TLG 0013 015 :: HYMNI HOMERICI :: In Herculem HYMNI HOMERICI Hymn. In Herculem Citation: (Line) | ||
t | Εἰς Ἡρακλέα λεοντόθυμον | |
---|---|---|
1 | Ἡρακλέα Διὸς υἱὸν ἀείσομαι, ὃν μέγ’ ἄριστον γείνατ’ ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισιν Ἀλκμήνη μιχθεῖσα κελαινεφέϊ Κρονίωνι· ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν | |
5 | πλαζόμενος πομπῇσιν ὕπ’ Εὐρυσθῆος ἄνακτος πολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δ’ ἀνέτλη· νῦν δ’ ἤδη κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπου ναίει τερπόμενος καὶ ἔχει καλλίσφυρον Ἥβην | |
Χαῖρε ἄναξ Διὸς υἱέ· δίδου δ’ ἀρετήν τε καὶ ὄλβον. | 81 |