TLG 0013 014 :: HYMNI HOMERICI :: In matrem deorum HYMNI HOMERICI Hymn. In matrem deorum Citation: (Line) | ||
t | Εἰς Μητέρα Θεῶν | |
---|---|---|
1 | Μητέρα μοι πάντων τε θεῶν πάντων τ’ ἀνθρώπων ὕμνει Μοῦσα λίγεια Διὸς θυγάτηρ μεγάλοιο, ᾗ κροτάλων τυπάνων τ’ ἰαχὴ σύν τε βρόμος αὐλῶν εὔαδεν, ἠδὲ λύκων κλαγγὴ χαροπῶν τε λεόντων, | |
5 | οὔρεά τ’ ἠχήεντα καὶ ὑλήεντες ἔναυλοι. | |
Καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θ’ ἅμα πᾶσαι ἀοιδῇ. | 80 |