|
TLG 0013 012 :: HYMNI HOMERICI :: In Junonem HYMNI HOMERICI Hymn. In Junonem Citation: (Line) | ||
| t | Εἰς Ἥραν | |
|---|---|---|
| 1 | Ἥρην ἀείδω χρυσόθρονον ἣν τέκε Ῥείη, ἀθανάτην βασίλειαν ὑπείροχον εἶδος ἔχουσαν Ζηνὸς ἐριγδούποιο κασιγνήτην ἄλοχόν τε κυδρήν, ἣν πάντες μάκαρες κατὰ μακρὸν Ὄλυμπον | |
| 5 | ἁζόμενοι τίουσιν ὁμῶς Διὶ τερπικεραύνῳ. | 80 |