|
TLG 0013 010 :: HYMNI HOMERICI :: In Venerem HYMNI HOMERICI Hymn. In Venerem Citation: (Line) | ||
| t | Εἰς Ἀφροδίτην | |
|---|---|---|
| 1 | Κυπρογενῆ Κυθέρειαν ἀείσομαι ἥ τε βροτοῖσι μείλιχα δῶρα δίδωσιν, ἐφ’ ἱμερτῷ δὲ προσώπῳ αἰεὶ μειδιάει καὶ ἐφ’ ἱμερτὸν θέει ἄνθος. Χαῖρε θεὰ Σαλαμῖνος ἐϋκτιμένης μεδέουσα | |
| 5 | εἰναλίης τε Κύπρου· δὸς δ’ ἱμερόεσσαν ἀοιδήν. | |
| αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς. | 79 | |