|
TLG 0013 009 :: HYMNI HOMERICI :: In Dianam HYMNI HOMERICI Hymn. In Dianam Citation: (Line) | ||
| t | Εἰς Ἄρτεμιν | |
|---|---|---|
| 1 | Ἄρτεμιν ὕμνει Μοῦσα κασιγνήτην Ἑκάτοιο, παρθένον ἰοχέαιραν, ὁμότροφον Ἀπόλλωνος, ἥ θ’ ἵππους ἄρσασα βαθυσχοίνοιο Μέλητος ῥίμφα διὰ Σμύρνης παγχρύσεον ἅρμα διώκει | |
| 5 | ἐς Κλάρον ἀμπελόεσσαν, ὅθ’ ἀργυρότοξος Ἀπόλλων ἧσται μιμνάζων ἑκατηβόλον ἰοχέαιραν. Καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θ’ ἅμα πᾶσαι ἀοιδῇ· αὐτὰρ ἐγώ σε πρῶτα καὶ ἐκ σέθεν ἄρχομ’ ἀείδειν, | |
| σεῦ δ’ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον. | 79 | |