TLG 0013 001 :: HYMNI HOMERICI :: Fragmenta hymni in Bacchum HYMNI HOMERICI Hymn. Fragmenta hymni in Bacchum Citation: (Line) | ||
t | Fragmenta Hymni in Bacchum | |
---|---|---|
1 | οἱ μὲν γὰρ Δρακάνῳ ς’, οἱ δ’ Ἰκάρῳ ἠνεμοέσσῃ φάς’, οἱ δ’ ἐν Νάξῳ, δῖον γένος εἰραφιῶτα, οἱ δέ ς’ ἐπ’ Ἀλφειῷ ποταμῷ βαθυδινήεντι κυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ, | |
5 | ἄλλοι δ’ ἐν Θήβῃσιν ἄναξ σε λέγουσι γενέσθαι ψευδόμενοι· σὲ δ’ ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε πολλὸν ἀπ’ ἀνθρώπων κρύπτων λευκώλενον Ἥρην. ἔστι δέ τις Νύση ὕπατον ὄρος ἀνθέον ὕλῃ τηλοῦ Φοινίκης σχεδὸν Αἰγύπτοιο ῥοάων | |
9 | ||
10 | καί οἱ ἀναστήσουσιν ἀγάλματα πόλλ’ ἐνὶ νηοῖς. ὡς δὲ τάμεν τρία, σοὶ πάντως τριετηρίσιν αἰεὶ ἄνθρωποι ῥέξουσι τεληέσσας ἑκατόμβας. ἦ καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων· ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος | |
15 | κρατὸς ἀπ’ ἀθανάτοιο, μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον. ὣς εἰπὼν ἐκέλευσε καρήατι μητίετα Ζεύς. ἵληθ’ εἰραφιῶτα γυναιμανές· οἱ δέ ς’ ἀοιδοὶ | |
ᾄδομεν ἀρχόμενοι λήγοντές τ’, οὐδέ πῃ ἔστι σεῖ’ ἐπιληθομένῳ ἱερῆς μεμνῆσθαι ἀοιδῆς. | 1 | |
20 | καὶ σὺ μὲν οὕτω χαῖρε Διώνυς’ εἰραφιῶτα, | |
σὺν μητρὶ Σεμέλῃ ἥν περ καλέουσι Θυώνην. | 2 |