TLG 0012 003 :: HOMERUS :: Epigrammata Cf. et HOMERICA (1802)
Epigrammata Citation: Book — epigram — (line) | ||
7.153(p1) | ΟΜΗΡΟΥ, οἱ δὲ ΚΛΕΟΒΟΥΛΟΥ ΤΟΥ ΛΙΝΔΙΟΥ | |
1 | Χαλκῆ παρθένος εἰμί, Μίδα δ’ ἐπὶ σήματι κεῖμαι. ἔστ’ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ, αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ ἀγγελέω παριοῦσι, Μίδας ὅτι τῇδε τέθαπται. | |
---|---|---|
14.147(p1) | ΟΜΗΡΟΣ | |
1 | Ἕπτ’ ἔσσαν μαλεροῦ πυρὸς ἐσχάραι, ἐν δὲ ἑκάστῃ πεντήκοντ’ ὀβελοί, περὶ δὲ κρέα πεντήκοντα· | |
τρὶς δὲ τριηκόσιοι περὶ ἓν κρέας ἦσαν Ἀχαιοί. |