TLG 0011 007 :: SOPHOCLES :: Oedipus Coloneus

SOPHOCLES Trag.
(Atheniensis: 5 B.C.)

Scholia: Cf. SCHOLIA IN SOPHOCLEM (5037)

Oedipus Coloneus

Source: Dain, A., Mazon, P. (eds.), Sophocle, vol. 3. Paris: Les Belles Lettres, 1960 (repr. 1967 (1st edn. rev.)): 78–152.

Citation: (Line)

tΟΙΔΙΠΟΥΣ ΕΠΙ ΚΟΛΩΝΩΙ
1ΟΙΔΙΠΟΥΣ
1Τέκνον τυφλοῦ γέροντος, Ἀντιγόνη, τίνας χώρους ἀφίγμεθ’ ἢ τίνων ἀνδρῶν πόλιν; τίς τὸν πλανήτην Οἰδίπουν καθ’ ἡμέραν τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασιν,
5σμικρὸν μὲν ἐξαιτοῦντα, τοῦ μικροῦ δ’ ἔτι μεῖον φέροντα, καὶ τόδ’ ἐξαρκοῦν ἐμοί; στέργειν γὰρ αἱ πάθαι με χὠ χρόνος ξυνὼν μακρὸς διδάσκει, καὶ τὸ γενναῖον τρίτον. Ἀλλ’, ὦ τέκνον, θάκησιν εἴ τινα βλέπεις
10
ἢ πρὸς βεβήλοις ἢ πρὸς ἄλσεσιν θεῶν,
στῆσόν με κἀξίδρυσον, ὡς πυθοίμεθα
ὅπου ποτ’ ἐσμέν· μανθάνειν γὰρ ἥκομεν
ξένοι πρὸς ἀστῶν, ἃν 〈δ’〉 ἀκούσωμεν τελεῖν. ΑΝΤΙΓΟΝΗ
14Πάτερ ταλαίπωρ’ Οἰδίπους, πύργοι μὲν οἳ
15πόλιν στέγουσιν, ὡς ἀπ’ ὀμμάτων, πρόσω· χῶρος δ’ ὅδ’ ἱρός, ὡς σάφ’ εἰκάσαι, βρύων δάφνης, ἐλαίας, ἀμπέλου· πυκνόπτεροι δ’
εἴσω κατ’ αὐτὸν εὐστομοῦς’ ἀηδόνες· οὗ κῶλα κάμψον τοῦδ’ ἐπ’ ἀξέστου πέτρου·78
20
μακρὰν γὰρ ὡς γέροντι προὐστάλης ὁδόν. ΟΙ.
Κάθιζέ νύν με καὶ φύλασσε τὸν τυφλόν. ΑΝ.
Χρόνου μὲν οὕνεκ’ οὐ μαθεῖν με δεῖ τόδε. ΟΙ.
Ἔχεις διδάξαι δή μ’ ὅποι καθέσταμεν; ΑΝ.
Τὰς γοῦν Ἀθήνας οἶδα, τὸν δὲ χῶρον οὔ.
25ΟΙ.
Πᾶς γάρ τις ηὔδα τοῦτό γ’ ἡμὶν ἐμπόρων. ΑΝ.
Ἀλλ’ ὅστις ὁ τόπος ἦ μάθω μολοῦσά ποι; ΟΙ.
Ναί, τέκνον, εἴπερ ἐστί γ’ ἐξοικήσιμος. ΑΝ.
Ἀλλ’ ἐστὶ μὴν οἰκητός· οἴομαι δὲ δεῖν
οὐδέν· πέλας γὰρ ἄνδρα τόνδε νῷν ὁρῶ.
30ΟΙ.
Ἦ δεῦρο προ〈σ〉στείχοντα κἀξορμώμενον; ΑΝ.
Καὶ δὴ μὲν οὖν παρόντα· χὤ τι σοι λέγειν
εὔκαιρόν ἐστιν, ἔννεφ’, ὡς ἁνὴρ ὅδε. ΟΙ.
Ὦ ξεῖν’, ἀκούων τῆσδε τῆς ὑπέρ τ’ ἐμοῦ
αὑτῆς θ’ ὁρώσης οὕνεχ’ ἡμὶν αἴσιος
35
σκοπὸς προσήκεις ὧν ἀδηλοῦμεν φράσαι— ΞΕΝΟΣ
36
Πρίν νυν τὰ πλείον’ ἱστορεῖν, ἐκ τῆσδ’ ἕδρας
ἔξελθ’· ἔχεις γὰρ χῶρον οὐχ ἁγνὸν πατεῖν. ΟΙ.
Τίς δ’ ἔσθ’ ὁ χῶρος; τοῦ θεῶν νομίζεται; ΞΕ.
Ἄθικτος οὐδ’ οἰκητός· αἱ γὰρ ἔμφοβοι
40
θεαί σφ’ ἔχουσι, Γῆς τε καὶ Σκότου κόραι. ΟΙ.
Τίνων τὸ σεμνὸν ὄνομ’ ἂν εὐξαίμην κλύων; ΞΕ.
Τὰς πάνθ’ ὁρώσας Εὐμενίδας ὅ γ’ ἐνθάδ’ ἂν
εἴποι λεώς νιν· ἄλλα δ’ ἀλλαχοῦ καλά. ΟΙ.
Ἀλλ’ ἵλεῳ μὲν τὸν ἱκέτην δεξαίατο,
79
45
ὡς οὐχ ἕδρας γῆς τῆσδ’ ἂν ἐξέλθοιμ’ ἔτι. ΞΕ.
Τί δ’ ἐστὶ τοῦτο;
46ΟΙ.
Ξυμφορᾶς ξύνθημ’ ἐμῆς. ΞΕ.
Ἀλλ’ οὐδ’ ἐμόν τοι τοὐξανιστάναι πόλεως
δίχ’ ἐστὶ θάρσος, πρίν γ’ ἂν ἐνδείξω τί δρῶ. ΟΙ.
Πρός νυν θεῶν, ὦ ξεῖνε, μή μ’ ἀτιμάσῃς
OC
.

(50)

τοιόνδ’ ἀλήτην ὧν σε προστρέπω φράσαι. ΞΕ.
Σήμαινε, κοὐκ ἄτιμος ἔκ γ’ ἐμοῦ φανῇ. ΟΙ.
Τίς δ’ ἔσθ’ ὁ χῶρος δῆτ’ ἐν ᾧ βεβήκαμεν; ΞΕ.
Ὅς’ οἶδα κἀγὼ πάντ’ ἐπιστήσῃ κλύων.
Χῶρος μὲν ἱρὸς πᾶς ὅδ’ ἔστ’· ἔχει δέ νιν
55σεμνὸς Ποσειδῶν· ἐν δ’ ὁ πυρφόρος θεὸς Τιτὰν Προμηθεύς· ὃν δ’ ἐπιστείβεις τόπον χθονὸς καλεῖται τῆσδε χαλκόπους ὀδός, ἔρεισμ’ Ἀθηνῶν· οἱ δὲ πλησίοι γύαι τόνδ’ ἱππότην Κολωνὸν εὔχονται σφίσιν
60ἀρχηγὸν εἶναι, καὶ φέρουσι τοὔνομα τὸ τοῦδε κοινὸν πάντες ὠνομασμένοι. Τοιαῦτά σοι ταῦτ’ ἐστίν, ὦ ξέν’, οὐ λόγοις
τιμώμεν’, ἀλλὰ τῇ ξυνουσίᾳ πλέον. ΟΙ.
Ἦ γάρ τινες ναίουσι τούσδε τοὺς τόπους;
80
65ΞΕ.
Καὶ κάρτα, τοῦδε τοῦ θεοῦ γ’ ἐπώνυμοι. ΟΙ.
Ἄρχει τις αὐτῶν, ἢ ’πὶ τῷ πλήθει λόγος; ΞΕ.
Ἐκ τοῦ κατ’ ἄστυ βασιλέως τάδ’ ἄρχεται. ΟΙ.
Οὗτος δὲ τίς λόγῳ τε καὶ σθένει κρατεῖ; ΞΕ.
Θησεὺς καλεῖται, τοῦ πρὶν Αἰγέως τόκος.
70ΟΙ.
Ἆρ’ ἄν τις αὐτῷ πομπὸς ἐξ ὑμῶν μόλοι; ΞΕ.
Ὡς πρὸς τί; λέξων ἢ καταρτύσων μολεῖν; ΟΙ.
Ὡς ἂν προσαρκῶν μικρὰ κερδάνῃ μέγα. ΞΕ.
Καὶ τίς πρὸς ἀνδρὸς μὴ βλέποντος ἄρκεσις; ΟΙ.
Ὅς’ ἂν λέγωμεν πάνθ’ ὁρῶντα λέξομεν.
75ΞΕ.
Οἶσθ’, ὦ ξέν’, ὡς νῦν μὴ σφαλῇς; ἐπείπερ εἶ
γενναῖος, ὡς ἰδόντι, πλὴν τοῦ δαίμονος·
αὐτοῦ μέν’, οὗπερ κἀφάνης, ἕως ἐγὼ
τοῖς ἐνθάδ’ αὐτοῦ, μὴ κατ’ ἄστυ, δημόταις
λέξω τάδ’ ἐλθών· οἵδε γὰρ κρινοῦσί γε
80
εἰ χρή σε μίμνειν ἢ πορεύεσθαι πάλιν. ΟΙ.
Ὦ τέκνον, ἦ βέβηκεν ἡμὶν ὁ ξένος; ΑΝ.
Βέβηκεν, ὥστε πᾶν ἐν ἡσύχῳ, πάτερ,
ἔξεστι φωνεῖν, ὡς ἐμοῦ μόνης πέλας. ΟΙ.
Ὦ πότνιαι δεινῶπες, εὖτε νῦν ἕδρας
85πρώτων ἐφ’ ὑμῶν τῆσδε γῆς ἔκαμψ’ ἐγώ, Φοίβῳ τε κἀμοὶ μὴ γένησθ’ ἀγνώμονες,
ὅς μοι, τὰ πόλλ’ ἐκεῖν’ ὅτ’ ἐξέχρη κακά, ταύτην ἔλεξε παῦλαν ἐν χρόνῳ μακρῷ ἐλθόντι χώραν τερμίαν, ὅπου θεῶν81
90σεμνῶν ἕδραν λάβοιμι καὶ ξενόστασιν, ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον βίον, κέρδη μὲν οἰκήσαντα τοῖς δεδεγμένοις, ἄτην δὲ τοῖς πέμψασιν οἵ μ’ ἀπήλασαν. σημεῖα δ’ ἥξειν τῶνδέ μοι παρηγγύα,
95ἢ σεισμὸν ἢ βροντήν τιν’ ἢ Διὸς σέλας. Ἔγνωκα μέν νυν ὥς με τήνδε τὴν ὁδὸν οὐκ ἔσθ’ ὅπως οὐ πιστὸν ἐξ ὑμῶν πτερὸν ἐξήγαγ’ εἰς τόδ’ ἄλσος· οὐ γὰρ ἄν ποτε πρώταισιν ὑμῖν ἀντέκυρς’ ὁδοιπορῶν,
OC
.

(100)

νήφων ἀοίνοις, κἀπὶ σεμνὸν ἑζόμην βάθρον τόδ’ ἀσκέπαρνον. Ἀλλά μοι, θεαί, βίου κατ’ ὀμφὰς τὰς Ἀπόλλωνος δότε πέρασιν ἤδη καὶ καταστροφήν τινα, εἰ μὴ δοκῶ τι μειόνως ἔχειν, ἀεὶ
105μόχθοις λατρεύων τοῖς ὑπερτάτοις βροτῶν. Ἴτ’, ὦ γλυκεῖαι παῖδες ἀρχαίου Σκότου, ἴτ’, ὦ μεγίστης Παλλάδος καλούμεναι πασῶν Ἀθῆναι τιμιωτάτη πόλις, οἰκτίρατ’ ἀνδρὸς Οἰδίπου τόδ’ ἄθλιον
110
εἴδωλον· οὐ γὰρ δὴ τόδ’ ἀρχαῖον δέμας. ΑΝ.
Σίγα· πορεύονται γὰρ οἵδε δή τινες
χρόνῳ παλαιοὶ σῆς ἕδρας ἐπίσκοποι. ΟΙ.
Σιγήσομαί τε καὶ σύ μ’ ἐξ ὁδοῦ πόδα
κρύψον κατ’ ἄλσος, τῶνδ’ ἕως ἂν ἐκμάθω
115τίνας λόγους ἐροῦσιν· ἐν γὰρ τῷ μαθεῖν
ἔνεστιν ηὑλάβεια τῶν ποιουμένων.82
118ΧΟΡΟΣ
118Ὅρα· τίς ἄρ’ ἦν; ποῦ ναίει;
Str. 1. ποῦ κυρεῖ ἐκτόπιος συθείς,
120ὁ πάντων, ὁ πάντων ἀκορέστατος; προσδέρκου, λευστέον, προσπεύθου πανταχῇ.
124Πλανάτας, πλανάτας τις ὁ πρέσβυς, οὐδ’
125 ἔγχωρος· προσέβα γὰρ οὐκ ἄν ποτ’ ἀστιβὲς ἄλσος ἐς τᾶνδ’ ἀμαιμακετᾶν κορᾶν, ἃς τρέμομεν λέγειν,
130καὶ παραμειβόμεσθ’ ἀδέρκτως, ἀφώνως, ἀλόγως τὸ τᾶς εὐφάμου στόμα φροντίδος ἱέντες· τὰ δὲ νῦν τιν’ ἥ‐ κειν λόγος οὐδὲν ἅζονθ’,
135ὃν ἐγὼ λεύσσων περὶ πᾶν οὔπω δύναμαι τέμενος γνῶναι ποῦ μοί ποτε ναίει.
137 ΟΙ.
Ὅδ’ ἐκεῖνος ἐγώ· φωνῇ γὰρ ὁρῶ,
τὸ φατιζόμενον.
140ΧΟ.
Ἰὼ ἰώ,
δεινὸς μὲν ὁρᾶν, δεινὸς δὲ κλύειν. ΟΙ.
Μή μ’, ἱκετεύω, προσίδητ’ ἄνομον. ΧΟ.
Ζεῦ Ἀλεξῆτορ, τίς ποθ’ ὁ πρέσβυς; ΟΙ.
Οὐ πάνυ μοίρας εὐδαιμονίσαι
145πρώτης, ὦ τῆσδ’ ἔφοροι χώρας. Δηλῶ δ’· οὐ γὰρ ἂν ὧδ’ ἀλλοτρίοις ὄμμασιν εἷρπον, κἀπὶ σμικροῖς μέγας ὥρμουν.83
148 ΧΟ.
Ἐή, ἀλαῶν ὀμμάτων
Ant. 1.
OC
.

(150)

ἆρα καὶ ἦσθα φυτάλμιος;
152δυσαίων μακραίων θ’, ὅς’ ἐπεικάσαι. Ἀλλ’ οὐ μὰν ἔν γ’ ἐμοὶ προσθήσεις τάσδ’ ἀράς.
155Περᾷς γάρ, περᾷς· ἀλλ’ ἵνα τῷδ’ ἐν ἀ‐ φθέγκτῳ μὴ προπέσῃς νάπει ποιάεντι, κάθυδρος οὗ κρατὴρ μειλιχίων ποτῶν
160ῥεύματι συντρέχει·
162τῶν, ξένε πάμμορ’, εὖ φύλαξαι· μετάσταθ’, ἀπόβαθι. Πολ‐ λὰ κέλευθος ἐρατύει·
165κλύεις, ὦ πολύμοχθ’ ἀλᾶ‐ τα; λόγον εἴ τιν’ οἴσεις πρὸς ἐμὰν λέσχαν, ἀβάτων ἀποβάς, ἵνα πᾶσι νόμος φώνει· πρόσθεν δ’ ἀπερύκου.
169
170ΟΙ.
Θύγατερ, ποῖ τις φροντίδος ἔλθῃ; ΑΝ.
Ὦ πάτερ, ἀστοῖς ἴσα χρὴ μελετᾶν
εἴκοντας ἃ δεῖ κἀκούοντας. ΟΙ.
Πρόσθιγέ νύν μου.
173ΑΝ.
Ψαύω καὶ δή. ΟΙ.
Ὦ ξεῖνοι, μὴ δῆτ’ ἀδικηθῶ
84
175
σοὶ πιστεύσας καὶ μεταναστάς. ΧΟ.
Οὔ τοι μήποτέ ς’ ἐκ τῶνδ’ ἑδράνων,
ὦ γέρον, ἄκοντά τις ἄξει.
177 ΟΙ.
Ἔτ’ οὖν; [ἔτι προβῶ;]
Str. 2. ΧΟ.
Ἔτι βαῖνε πόρσω.
180ΟΙ.
Ἔτι;
180ΧΟ.
Προβίβαζε, κούρα,
πόρσω· σὺ γὰρ ἀΐεις. ΑΝ.
Ἕπεο μάν, ἕπε’ ὧδ’ ἀμαυρῷ—
182ΟΙ.
〈Ἰώ μοί μοι〉. ΑΝ.
κώλῳ, πάτερ, ᾇ ς’ ἄγω.
183⏑⏑⏑ –⏑⏑– ⏑–
183–– –⏑⏑– ⏑–
183ΟΙ.
–– –⏑⏑– ⏓ ΧΟ.
Τόλμα ξεῖνος ἐπὶ ξένης,
185ὦ τλάμων, ὅ τι καὶ πόλις τέτροφεν ἄφιλον ἀποστυγεῖν καὶ τὸ φίλον σέβεσθαι.
187 ΟΙ.
Ἄγε νυν σύ με, παῖ,
ἵν’ ἂν εὐσεβίας ἐπιβαίνοντες85
190
τὸ μὲν εἴποιμεν, τὸ δ’ ἀκούσαιμεν,
καὶ μὴ χρείᾳ πολεμῶμεν. ΧΟ.
Αὐτοῦ· μηκέτι τοῦδ’ ἀντιπέτρου
βήματος ἔξω πόδα κλίνῃς.
193 ΟΙ.
Οὕτως;
Ant. 2.
194ΧΟ.
Ἅλις, ὡς ἀκούεις.
195ΟΙ.
Ἦ ’σθῶ;
195ΧΟ.
Λέχριός γ’ ἐπ’ ἄκρου
λάου βραχὺς ὀκλάσας. ΑΝ.
Πάτερ, ἐμὸν τόδ’· ἐν ἁσυχαίᾳ— ΟΙ.
Ἰώ μοί μοι. ΑΝ.
βάσει βάσιν ἅρμοσαι,
OC
.

(200)

γεραὸν ἐς χέρα σῶμα σὸν
προκλίνας φιλίαν ἐμάν. ΟΙ.
Ὤμοι δύσφρονος ἄτας. ΧΟ.
Ὦ τλάμων, ὅτε νῦν χαλᾷς,
αὔδασον, τίς ἔφυς βροτῶν;
205τίς ὁ πολύπονος ἄγῃ; τίν’ ἂν
σοῦ πατρίδ’ ἐκπυθοίμαν; ΟΙ.
Ὦ ξένοι, ἀπόπτολις· ἀλλὰ μὴ—
Epode. ΧΟ.
Τί τόδ’ ἀπεννέπεις, γέρον;
86
210ΟΙ.
μή, μή μ’ ἀνέρῃ τίς εἰμι,
μηδ’ ἐξετάσῃς πέρα ματεύων. ΧΟ.
Τί τόδ’;
212ΟΙ.
Αἰνὰ φύσις.
212ΧΟ.
Αὔδα. ΟΙ.
Τέκνον, ὤμοι, τί γεγώνω; ΧΟ.
Τίνος εἶ σπέρματος, 〈ὦ〉
215
ξένε, φώνει, πατρόθεν; ΟΙ.
Ὤμοι ἐγώ, τί πάθω, τέκνον ἐμόν; ΑΝ.
Λέγ’, ἐπείπερ ἐπ’ ἔσχατα βαίνεις. ΟΙ.
Ἀλλ’ ἐρῶ· οὐ γὰρ ἔχω κατακρυφάν. ΧΟ.
Μακρὰ μέλλετον, ἀλλὰ τάχυνε.
220ΟΙ.
Λαΐου ἴστε τιν’ ἔκγονον;
220ΧΟ.
Ἰού. ΟΙ.
Τό τε Λαβδακιδᾶν γένος;
221ΧΟ.
Ὦ Ζεῦ. ΟΙ.
Ἄθλιον Οἰδιπόδαν;
222ΧΟ.
Σὺ γὰρ ὅδ’ εἶ; ΟΙ.
Δέος ἴσχετε μηδὲν ὅς’ αὐδῶ. ΧΟ.
Ἰώ, ὢ ὤ.
224ΟΙ.
Δύσμορος.
224ΧΟ.
Ὢ ὤ.
87
225ΟΙ.
Θύγατερ, τί ποτ’ αὐτίκα κύρσει; ΧΟ.
Ἔξω πόρσω βαίνετε χώρας. ΟΙ.
Ἃ δ’ ὑπέσχεο ποῖ καταθήσεις; ΧΟ.
Οὐδενὶ μοιριδία τίσις ἔρχεται
ὧν προπάθῃ τὸ τίνειν· ἀπάτα δ’ ἀπά‐
230ταις ἑτέραις ἑτέρα παραβαλλομέ‐ να πόνον, οὐ χάριν, ἀντιδίδωσιν ἔ‐ χειν. Σὺ δὲ τῶνδ’ ἑδράνων πάλιν ἔκτοπος αὖθις ἄφορμος ἐμᾶς χθονὸς ἔκθορε,
235μή τι πέρα χρέος ἐμᾷ πόλει προσάψῃς.
236 ΑΝ.
Ὦ ξένοι αἰδόφρονες,
ἀλλ’ ἐπεὶ γεραὸν πατέρα
τόνδ’ ἐμὸν οὐκ ἀνέτλατ’, ἔργων
240ἀκόντων ἀΐοντες αὐδάν, ἀλλ’ ἐμὲ τὰν μελέαν, ἱκετεύομεν, ὦ ξένοι, οἰκτίραθ’, ἃ πατρὸς ὑπὲρ τού〈του〉 μόνου ἄντομαι, ἄντομαι οὐκ ἀλαοῖς προσορωμένα
245ὄμμα σὸν ὄμμασιν, ὥς τις ἀφ’ αἵματος ὑμετέρου προφανεῖσα, τὸν ἄθλιον αἰδοῦς κῦρσαι· ἐν ὔμμι γὰρ ὡς θεῷ κείμεθα τλάμονες· ἀλλ’ ἴτε, νεύσατε
τὰν ἀδόκητον χάριν.88
OC
.

(250)

Πρός ς’ ὅ τι σοι φίλον ἐκ σέθεν ἄντομαι, ἢ τέκνον ἢ λέχος ἢ χρέος ἢ θεός· οὐ γὰρ ἴδοις ἂν ἀθρῶν βροτὸν ὅστις ἄν, εἰ θεὸς ἄγοι,
253ἐκφυγεῖν δύναιτο.
253 ΧΟ.
Ἀλλ’ ἴσθι, τέκνον Οἰδίπου, σέ τ’ ἐξ ἴσου
255
οἰκτίρομεν καὶ τόνδε συμφορᾶς χάριν·
τὰ δ’ ἐκ θεῶν τρέμοντες οὐ σθένοιμεν ἂν
φωνεῖν πέρα τῶν πρὸς σὲ νῦν εἰρημένων. ΟΙ.
Τί δῆτα δόξης, ἢ τί κληδόνος καλῆς
μάτην ῥεούσης ὠφέλημα γίγνεται,
260εἰ τάς γ’ Ἀθήνας φασὶ θεοσεβεστάτας εἶναι, μόνας δὲ τὸν κακούμενον ξένον σῴζειν οἵας τε καὶ μόνας ἀρκεῖν ἔχειν, κἀμοίγε ποῦ ταῦτ’ ἐστίν, οἵτινες βάθρων ἐκ τῶνδέ μ’ ἐξάραντες εἶτ’ ἐλαύνετε,
265ὄνομα μόνον δείσαντες; οὐ γὰρ δὴ τό γε σῶμ’ οὐδὲ τἄργα τἄμ’, ἐπεὶ τά γ’ ἔργα μου πεπονθότ’ ἐστὶ μᾶλλον ἢ δεδρακότα, εἴ σοι τὰ μητρὸς καὶ πατρὸς χρείη λέγειν, ὧν οὕνεκ’ ἐκφοβῇ με, τοῦτ’ ἐγὼ καλῶς
270ἔξοιδα· καίτοι πῶς ἐγὼ κακὸς φύσιν, ὅστις παθὼν μὲν ἀντέδρων, ὥστ’ εἰ φρονῶν ἔπρασσον, οὐδ’ ἂν ὧδ’ ἐγιγνόμην κακός; Νῦν δ’ οὐδὲν εἰδὼς ἱκόμην ἵν’ ἱκόμην, ὑφ’ ὧν δ’ ἔπασχον εἰδότων ἀπωλλύμην.
275Ἀνθ’ ὧν ἱκνοῦμαι πρὸς θεῶν ὑμᾶς, ξένοι, ὥσπερ με κἀνεστήσαθ’, ὧδε σώσατε,
καὶ μὴ θεοὺς τιμῶντες εἶτα τοὺς θεοὺς μοίραις ποιεῖσθ’ ἐν μηδαμαῖς, ἡγεῖσθε δὲ βλέπειν μὲν αὐτοὺς πρὸς τὸν εὐσεβῆ βροτῶν,89
280βλέπειν δὲ πρὸς τοὺς δυσσεβεῖς, φυγὴν δέ που μήπω γενέσθαι φωτὸς ἀνοσίου θεῶν. Ξὺν οἷς σὺ μὴ κάλυπτε τὰς εὐδαίμονας ἔργοις Ἀθήνας ἀνοσίοις ὑπηρετῶν, ἀλλ’ ὥσπερ ἔλαβες τὸν ἱκέτην ἐχέγγυον,
285ῥύου με κἀκφύλασσε· μηδέ μου κάρα τὸ δυσπρόσοπτον εἰσορῶν ἀτιμάσῃς. Ἥκω γὰρ ἱερὸς εὐσεβής τε καὶ φέρων ὄνησιν ἀστοῖς τοῖσδ’· ὅταν δ’ ὁ κύριος παρῇ τις, ὑμῶν ὅστις ἐστὶν ἡγεμών,
290
τότ’ εἰσακούων πάντ’ ἐπιστήσῃ· τὰ δὲ
μεταξὺ τούτου μηδαμῶς γίγνου κακός. ΧΟ.
Ταρβεῖν μέν, ὦ γεραιέ, τἀνθυμήματα
πολλή ’στ’ ἀνάγκη τἀπὸ σοῦ· λόγοισι γὰρ
οὐκ ὠνόμασται βραχέσι· τοὺς δὲ τῆσδε γῆς
295
ἄνακτας ἀρκεῖ ταῦτά μοι διειδέναι. ΟΙ.
Καὶ ποῦ ’σθ’ ὁ κραίνων τῆσδε τῆς χώρας, ξένοι; ΧΟ.
Πατρῷον ἄστυ γῆς ἔχει· σκοπὸς δέ νιν,
ὃς κἀμὲ δεῦρ’ ἔπεμψεν, οἴχεται στελῶν. ΟΙ.
Ἦ καὶ δοκεῖτε τοῦ τυφλοῦ τιν’ ἐντροπὴν
OC
.

(300)

ἢ φροντίδ’ ἕξειν, αὐτὸν ὥστ’ ἐλθεῖν πέλας; ΧΟ.
Καὶ κάρθ’, ὅταν περ τοὔνομ’ αἴσθηται τὸ σόν.
ΟΙ.
Τίς δ’ ἔσθ’ ὁ κείνῳ τοῦτο τοὔπος ἀγγελῶν; ΧΟ.
Μακρὰ κέλευθος· πολλὰ δ’ ἐμπόρων ἔπη
φιλεῖ πλανᾶσθαι, τῶν ἐκεῖνος ἀΐων,
90
305
θάρσει, παρέσται· πολὺ γάρ, ὦ γέρον, τὸ σὸν
ὄνομα διήκει πάντας, ὥστε κεἰ βραδὺς
εὕδει, κλύων σοῦ δεῦρ’ ἀφίξεται ταχύς. ΟΙ.
Ἀλλ’ εὐτυχὴς ἵκοιτο τῇ θ’ αὑτοῦ πόλει
ἐμοί τε· τίς γὰρ ἐσθλὸς οὐχ αὑτῷ φίλος;
310ΑΝ.
Ὦ Ζεῦ, τί λέξω; ποῖ φρενῶν ἔλθω, πάτερ; ΟΙ.
Τί δ’ ἔστι, τέκνον Ἀντιγόνη;
311ΑΝ.
Γυναῖχ’ ὁρῶ
στείχουσαν ἡμῶν ἆσσον, Αἰτναίας ἐπὶ
πώλου βεβῶσαν· κρατὶ δ’ ἡλιοστερὴς
κυνῆ πρόσωπα Θεσσαλίς νιν ἀμπέχει.
315Τί φῶ; ἆρ’ ἔστιν; ἆρ’ οὐκ ἔστιν; ἡ γνώμη πλανᾷ, καὶ φημὶ κἀπόφημι, κοὐκ ἔχω τί φῶ. Τάλαινα, οὐκ ἔστιν ἄλλη· φαιδρὰ γοῦν ἀπ’ ὀμμάτων
320
σαίνει με προσστείχουσα, σημαίνει δέ τι·
μόνης τόδ’ ἐστί, δῆλον, Ἰσμήνης κάρα. ΟΙ.
Πῶς εἶπας, ὦ παῖ;
322ΑΝ.
Παῖδα σήν, ἐμὴν δ’ ὁρᾶν
ὅμαιμον· αὐδῇ δ’ αὐτίκ’ ἔξεστιν μαθεῖν. ΙΣΜΗΝΗ
324Ὦ δισσὰ πατρὸς καὶ κασιγνήτης ἐμοὶ
325ἥδιστα προσφωνήμαθ’, ὡς ὑμᾶς μόλις
εὑροῦσα λύπῃ δεύτερον μόλις βλέπω. ΟΙ.
Ὦ τέκνον, ἥκεις;
91
327ΙΣ.
Ὦ πάτερ δύσμοιρ’ ὁρᾶν.
329ΟΙ.
Τέκνον, πέφηνας;
329ΙΣ.
Οὐκ ἄνευ μόχθου γέ μοι.
330ΟΙ.
Πρόσψαυσον, ὦ παῖ.
330ΙΣ.
Θιγγάνω δυοῖν ὁμοῦ.
328ΟΙ.
Ὦ σπέρμ’ ὅμαιμον.
328ΙΣ.
Ὦ δυσάθλιαι τροφαί.
331ΟΙ.
Ἦ τῆσδε κἀμοῦ;
331ΙΣ.
Δυσμόρου δ’ ἐμοῦ τρίτης. ΟΙ.
Τέκνον, τί δ’ ἦλθες;
332ΙΣ.
Σῇ, πάτερ, προμηθίᾳ. ΟΙ.
Πότερα πόθοισι;
333ΙΣ.
Καὶ λόγων γ’ αὐτάγγελος
ξὺν ᾧπερ εἶχον οἰκετῶν πιστῷ μόνῳ.
335ΟΙ.
Οἱ δ’ αὐθόμαιμοι ποῖ νεανίαι πονεῖν; ΙΣ.
Εἴς’ οὗπέρ εἰσι· δεινὰ δ’ ἐν κείνοις τὰ νῦν. ΟΙ.
Ὦ πάντ’ ἐκείνω τοῖς ἐν Αἰγύπτῳ νόμοις
φύσιν κατεικασθέντε καὶ βίου τροφάς·
ἐκεῖ γὰρ οἱ μὲν ἄρσενες κατὰ στέγας
340θακοῦσιν ἱστουργοῦντες, αἱ δὲ σύννομοι τἄξω βίου τροφεῖα πορσύνους’ ἀεί. Σφῷν δ’, ὦ τέκν’, οὓς μὲν εἰκὸς ἦν πονεῖν τάδε, κατ’ οἶκον οἰκουροῦσιν ὥστε παρθένοι,
σφὼ δ’ ἀντ’ ἐκείνων τἀμὰ δυστήνου κακὰ92
345ὑπερπονεῖτον, ἡ μέν, ἐξ ὅτου νέας τροφῆς ἔληξε καὶ κατίσχυσεν δέμας, ἀεὶ μεθ’ ἡμῶν δύσμορος πλανωμένη γερονταγωγεῖ, πολλὰ μὲν κατ’ ἀγρίαν ὕλην ἄσιτος νηλίπους τ’ ἀλωμένη,
OC
.

(350)

πολλοῖσι δ’ ὄμβροις ἡλίου τε καύμασι μοχθοῦσα τλήμων δεύτερ’ ἡγεῖται τὰ τῆς οἴκοι διαίτης, εἰ πατὴρ τροφὴν ἔχοι· σὺ δ’, ὦ τέκνον, πρόσθεν μὲν ἐξίκου πατρὶ μαντεῖ’ ἄγουσα πάντα, Καδμείων λάθρᾳ.
355ἃ τοῦδ’ ἐχρήσθη σώματος, φύλαξ δέ μου πιστὴ κατέστης, γῆς ὅτ’ ἐξηλαυνόμην. Νῦν δ’ αὖ τίν’ ἥκεις μῦθον, Ἰσμήνη, πατρὶ φέρουσα; τίς ς’ ἐξῆρεν οἴκοθεν στόλος; ἥκεις γὰρ οὐ κενή γε, τοῦτ’ ἐγὼ σαφῶς
360
ἔξοιδα, μὴ οὐχὶ δεῖμ’ ἐμοὶ φέρουσά τι. ΙΣ.
Ἐγὼ τὰ μὲν παθήμαθ’ ἅπαθον, πάτερ,
ζητοῦσα τὴν σὴν ποῦ κατοικοίης τροφήν,
παρεῖς’ ἐάσω· δὶς γὰρ οὐχὶ βούλομαι
πονοῦσά τ’ ἀλγεῖν καὶ λέγους’ αὖθις πάλιν.
365Ἃ δ’ ἀμφὶ τοῖν σοῖν δυσμόροιν παίδοιν κακὰ νῦν ἐστι, ταῦτα σημανοῦς’ ἐλήλυθα. Πρὶν μὲν γὰρ αὐτοῖς ἦν ἔρις Κρέοντί τε θρόνους ἐᾶσθαι μηδὲ χραίνεσθαι πόλιν, λόγῳ σκοποῦσι τὴν πάλαι γένους φθορὰν
370οἵα κατέσχε τὸν σὸν ἄθλιον δόμον· νῦν δ’ ἐκ θεῶν του κἀξ ἀλιτηροῦ φρενὸς εἰσῆλθε τοῖν τρὶς ἀθλίοιν ἔρις κακὴ ἀρχῆς λαβέσθαι καὶ κράτους τυραννικοῦ. Χὠ μὲν νεάζων καὶ χρόνῳ μείων γεγὼς
375τὸν πρόσθε γεννηθέντα Πολυνείκη θρόνων ἀποστερίσκει κἀξελήλακεν πάτρας. Ὁ δ’, ὡς καθ’ ἡμᾶς ἔσθ’ ὁ πληθύων λόγος, τὸ κοῖλον Ἄργος βὰς φυγάς, προσλαμβάνει κῆδός τε καινὸν καὶ ξυνασπιστὰς φίλους,93
380ὡς αὐτίκ’ Ἄργος ἢ τὸ Καδμείων πέδον πάλῃ καθέξον ἢ πρὸς οὐρανὸν βιβῶν. Ταῦτ’ οὐκ ἀριθμός ἐστιν, ὦ πάτερ, λόγων, ἀλλ’ ἔργα δεινά· τοὺς δὲ σοὺς ὅποι θεοὶ πόνους κατοικτιοῦσιν οὐκ ἔχω μαθεῖν.
385ΟΙ.
Ἤδη γὰρ ἔσχες ἐλπίδ’ ὡς ἐμοῦ θεοὺς
ὤραν τιν’ ἕξειν, ὥστε σωθῆναί ποτε; ΙΣ.
Ἔγωγε τοῖς νῦν γ’, ὦ πάτερ, μαντεύμασιν. ΟΙ.
Ποίοισι τούτοις; τί δὲ τεθέσπισται, τέκνον; ΙΣ.
Σὲ τοῖς ἐκεῖ ζητητὸν ἀνθρώποις ποτὲ
390
θανόντ’ ἔσεσθαι ζῶντά τ’ εὐσοίας χάριν. ΟΙ.
Τίς δ’ ἂν τοιοῦδ’ ὑπ’ ἀνδρὸς εὖ πράξειεν ἄν; ΙΣ.
Ἐν σοὶ τὰ κείνων φασὶ γίγνεσθαι κράτη. ΟΙ.
Ὅτ’ οὐκέτ’ εἰμί, τηνικαῦτ’ ἄρ’ εἴμ’ ἀνήρ; ΙΣ.
Νῦν γὰρ θεοί ς’ ὀρθοῦσι, πρόσθε δ’ ὤλλυσαν.
395ΟΙ.
Γέροντα δ’ ὀρθοῦν φλαῦρον ὃς νέος πέσῃ. ΙΣ.
Καὶ μὴν Κρέοντά γ’ ἴσθι σοι τούτων χάριν
ἥξοντα βαιοῦ κοὐχὶ μυρίου χρόνου. ΟΙ.
Ὅπως τί δράσῃ, θύγατερ; ἐρμήνευέ μοι. ΙΣ.
Ὥς ς’ ἄγχι γῆς στήσωσι Καδμείας, ὅπως
OC
.

(400)

κρατῶσι μὲν σοῦ, γῆς δὲ μὴ ’μβαίνῃς ὅρων.
ΟΙ.
Ἡ δ’ ὠφέλησις τίς θύρασι κειμένου; ΙΣ.
Κείνοις ὁ τύμβος δυστυχῶν ὁ σὸς βαρύς. ΟΙ.
Κἄνευ θεοῦ τις τοῦτό γ’ ἂν γνώμῃ μάθοι. ΙΣ.
Τούτου χάριν τοίνυν σε προσθέσθαι πέλας
94
405
χώρας θέλουσι, μηδ’ ἵν’ ἂν σαυτοῦ κρατοῖς. ΟΙ.
Ἦ καὶ κατασκιῶσι Θηβαίᾳ κόνει; ΙΣ.
Ἀλλ’ οὐκ ἐᾷ τοὔμφυλον αἷμά ς’, ὦ πάτερ. ΟΙ.
Οὐκ ἆρ’ ἐμοῦ γε μὴ κρατήσωσίν ποτε. ΙΣ.
Ἔσται ποτ’ ἆρα τοῦτο Καδμείοις βάρος.
410ΟΙ.
Ποίας φανείσης, ὦ τέκνον, συναλλαγῆς; ΙΣ.
Τῆς σῆς ὑπ’ ὀργῆς, σοῖς ὅταν στῶσιν τάφοις. ΟΙ.
Ἃ δ’ ἐννέπεις κλύουσα τοῦ λέγεις, τέκνον; ΙΣ.
Ἀνδρῶν θεωρῶν Δελφικῆς ἀφ’ ἑστίας. ΟΙ.
Καὶ ταῦτ’ ἐφ’ ἡμῖν Φοῖβος εἰρηκὼς κυρεῖ;
415ΙΣ.
Ὡς φασὶν οἱ μολόντες εἰς Θήβης πέδον. ΟΙ.
Παίδων τις οὖν ἤκουσε τῶν ἐμῶν τάδε; ΙΣ.
Ἄμφω γ’ ὁμοίως, κἀξεπίστασθον καλῶς. ΟΙ.
Κᾆθ’ οἱ κάκιστοι τῶνδ’ ἀκούσαντες πάρος
τοὐμοῦ πόθου προὔθεντο τὴν τυραννίδα;
420ΙΣ.
Ἀλγῶ κλύουσα ταῦτ’ ἐγώ, φέρω δ’ ὅμως. ΟΙ.
Ἀλλ’ οἱ θεοί σφιν μήτε τὴν πεπρωμένην
ἔριν κατασβέσειαν, ἐν δ’ ἐμοὶ τέλος
αὐτοῖν γένοιτο τῆσδε τῆς μάχης πέρι,
ἧς νῦν ἔχονται κἀπαναίρονται δόρυ·
425ὡς οὔτ’ ἂν ὃς νῦν σκῆπτρα καὶ θρόνους ἔχει μείνειεν, οὔτ’ ἂν οὑξεληλυθὼς πάλιν ἔλθοι ποτ’ αὖθις· οἵ γε τὸν φύσαντ’ ἐμὲ οὕτως ἀτίμως πατρίδος ἐξωθούμενον οὐκ ἔσχον οὐδ’ ἤμυναν, ἀλλ’ ἀνάστατος95
430αὐτοῖν ἐπέμφθην κἀξεκηρύχθην φυγάς. Εἴποις ἂν ὡς θέλοντι τοῦτ’ ἐμοὶ τότε πόλις τὸ δῶρον εἰκότως κατῄνεσεν. Οὐ δῆτ’, ἐπεί τοι τὴν μὲν αὐτίχ’ ἡμέραν, ὁπηνίκ’ ἔζει θυμὸς, ἥδιστον δέ μοι
435τὸ κατθανεῖν ἦν καὶ τὸ λευσθῆναι πέτροις, οὐδεὶς ἐρῶντος τοῦδ’ ἐφαίνετ’ ὠφελῶν· χρόνῳ δ’, ὅτ’ ἤδη πᾶς ὁ μόχθος ἦν πέπων, κἀμάνθανον τὸν θυμὸν ἐκδραμόντα μοι μείζω κολαστὴν τῶν πρὶν ἡμαρτημένων,
440τὸ τηνίκ’ ἤδη τοῦτο μὲν πόλις βίᾳ ἤλαυνέ μ’ ἐκ γῆς χρόνιον, οἱ δ’ ἐπωφελεῖν, οἱ τοῦ πατρὸς τῷ πατρὶ δυνάμενοι τὸ δρᾶν οὐκ ἠθέλησαν, ἀλλ’ ἔπους μικροῦ χάριν φυγάς σφιν ἔξω πτωχὸς ἠλώμην ἀεί.
445Ἐκ ταῖνδε δ’ οὔσαιν παρθένοιν, ὅσον φύσις δίδωσιν αὐταῖν, καὶ τροφὰς ἔχω βίου καὶ γῆς ἄδειαν καὶ γένους ἐπάρκεσιν· τὼ δ’ ἀντὶ τοῦ φύσαντος εἱλέσθην θρόνους καὶ σκῆπτρα κραίνειν καὶ τυραννεύειν χθονός.
OC
.

(450)

Ἀλλ’ οὔ τι μὴ λάχωσι τοῦδε συμμάχου,
οὔτε σφιν ἀρχῆς τῆσδε Καδμείας ποτὲ ὄνησις ἥξει· τοῦτ’ ἐγᾦδα, τῆσδέ τε μαντεῖ’ ἀκούων, συννοῶν τε τἀξ ἐμοῦ παλαίφαθ’ ἅ μοι Φοῖβος ἤνυσέν ποτε.96
455Πρὸς ταῦτα καὶ Κρέοντα πεμπόντων ἐμοῦ μαστῆρα, κεἴ τις ἄλλος ἐν πόλει σθένει· ἐὰν γὰρ ὑμεῖς, ὦ ξένοι, θέλητέ μου σὺν ταῖσδε ταῖς σεμναῖσι δημούχοις θεαῖς ἀλκὴν ποεῖσθαι, τῇδε μὲν πόλει μέγαν
460
σωτῆρ’ ἀρεῖσθε, τοῖς δ’ ἐμοῖς ἐχθροῖς πόνους. ΧΟ.
Ἐπάξιος μέν, Οἰδίπους, κατοικτίσαι,
αὐτός τε παῖδές θ’ αἵδ’· ἐπεὶ δὲ τῆσδε γῆς
σωτῆρα σαυτὸν τῷδ’ ἐπεμβάλλεις λόγῳ,
παραινέσαι σοι βούλομαι τὰ σύμφορα.
465ΟΙ.
Ὦ φίλταθ’, ὡς νῦν πᾶν τελοῦντι προξένει. ΧΟ.
Θοῦ νῦν καθαρμὸν τῶνδε δαιμόνων, ἐφ’ ἃς
τὸ πρῶτον ἵκου καὶ κατέστειψας πέδον. ΟΙ.
Τρόποισι ποίοις; ὦ ξένοι, διδάσκετε. ΧΟ.
Πρῶτον μὲν ἱρὰς ἐξ ἀειρύτου χοὰς
470
κρήνης ἐνεγκοῦ δι’ ὁσίων χειρῶν θιγών. ΟΙ.
Ὅταν δὲ τοῦτο χεῦμ’ ἀκήρατον λάβω; ΧΟ.
Κρατῆρές εἰσιν, ἀνδρὸς εὔχειρος τέχνη,
ὧν κρᾶτ’ ἔρεψον καὶ λαβὰς ἀμφιστόμους.
ΟΙ.
Θαλλοῖσιν, ἢ κρόκαισιν, ἢ ποίῳ τρόπῳ;
97
475ΧΟ.
Οἰός 〈γε〉 νεαρᾶς νεοπόκῳ μαλλῷ λαβών. ΟΙ.
Εἶεν· τὸ δ’ ἔνθεν ποῖ τελευτῆσαί με χρή; ΧΟ.
Χοὰς χέασθαι στάντα πρὸς πρώτην ἕω. ΟΙ.
Ἦ τοῖσδε κρωσσοῖς οἷς λέγεις χέω τάδε; ΧΟ.
Τρισσάς γε πηγάς· τὸν τελευταῖον δ’ ὅλον.
480ΟΙ.
Τοῦ τόνδε πλήσας θῶ; δίδασκε καὶ τόδε. ΧΟ.
Ὕδατος, μελίσσης· μηδὲ προσφέρειν μέθυ. ΟΙ.
Ὅταν δὲ τούτων γῆ μελάμφυλλος τύχῃ; ΧΟ.
Τρὶς ἐννέ’ αὐτῇ κλῶνας ἐξ ἀμφοῖν χεροῖν
τιθεὶς ἐλαίας, τάσδ’ ἐπεύχεσθαι λιτάς—
485ΟΙ.
Τούτων ἀκοῦσαι βούλομαι· μέγιστα γάρ. ΧΟ.
Ὥς σφας καλοῦμεν Εὐμενίδας, ἐξ εὐμενῶν
στέρνων δέχεσθαι τὸν ἱκέτην σωτήριον
αἰτοῦ σύ τ’ αὐτὸς κεἴ τις ἄλλος ἀντὶ σοῦ,
ἄπυστα φωνῶν μηδὲ μηκύνων βοήν·
490
ἔπειτ’ ἀφέρπειν ἄστροφος. Καὶ ταῦτά σοι
δράσαντι θαρσῶν ἂν παρασταίην ἐγώ,
ἄλλως δὲ δειναίνοιμ’ ἄν, ὦ ξέν’, ἀμφὶ σοί. ΟΙ.
Ὦ παῖδε, κλύετον τῶνδε προσχώρων ξένων; ΙΣ.
Ἠκούσαμέν τε χὤ τι δεῖ πρόστασσε δρᾶν.
495ΟΙ.
Ἐμοὶ μὲν οὐχ ὁδωτά· λείπομαι γὰρ ἐν
τῷ μὴ δύνασθαι μήθ’ ὁρᾶν, δυοῖν κακοῖν·
σφῷν δ’ ἁτέρα μολοῦσα πραξάτω τάδε.
Ἀρκεῖν γὰρ οἶμαι κἀντὶ μυρίων μίαν ψυχὴν τάδ’ ἐκτίνουσαν, ἢν εὔνους παρῇ.98
OC
.

(500)

Ἀλλ’ ἐν τάχει τι πράσσετον· μόνον δέ με
μὴ λείπετ’· οὐ γὰρ ἂν σθένοι τοὐμὸν δέμας
ἔρημον ἕρπειν οὐδ’ ὑφηγητοῦ δίχα. ΙΣ.
Ἀλλ’ εἶμ’ ἐγὼ τελοῦσα· τὸν τόπον δ’ ἵνα
χρἤσταί μ’ ἐφευρεῖν, τοῦτο βούλομαι μαθεῖν.
505ΧΟ.
Τοὐκεῖθεν ἄλσους, ὦ ξένη, τοῦδ’. Ἢν δέ του
σπάνιν τιν’ ἴσχῃς, ἔστ’ ἔποικος ὃς φράσει. ΙΣ.
Χωροῖμ’ ἂν ἐς τόδ’· Ἀντιγόνη, σὺ δ’ ἐνθάδε
φύλασσε πατέρα τόνδε· τοῖς τεκοῦσι γὰρ
οὐδ’ εἰ πονεῖ τις, δεῖ πόνου μνήμην ἔχειν.
509
510ΧΟ.
Δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη
Str. 1.
κακόν, ὦ ξεῖν’, ἐπεγείρειν·
ὅμως δ’ ἔραμαί 〈τι〉 πυθέσθαι—
512ΟΙ.
Τί τοῦτο; ΧΟ.
τᾶς δειλαίας ἀπόρου φανείσας
ἀλγηδόνος, ᾇ ξυνέστας.
515ΟΙ.
Μὴ πρὸς ξενίας ἀνοίξῃς
τᾶς σᾶς· γέγον’ ἔργ’ ἀναιδῆ. ΧΟ.
Τό τοι πολὺ καὶ μηδαμὰ λῆγον
χρῄζω, ξεῖν’, ὀρθὸν ἄκουσμ’ ἀκοῦσαι. ΟΙ.
Ὤμοι.
519ΧΟ.
Στέρξον, ἱκετεύω.
520ΟΙ.
Φεῦ φεῦ.
520ΧΟ.
Πείθου· κἀγὼ γὰρ ὅσον σὺ προσχρῄζεις. ΟΙ.
Ἤνεγκον κακότατ’, ὦ ξένοι, ἤνεγκ’
Ant. 1.
ἀέκων μέν, θεὸς ἴστω·
τούτων δ’ αὐθαίρετον οὐδέν. ΧΟ.
Ἀλλ’ ἐς τί;
99
525ΟΙ.
Κακᾷ μ’ εὐνᾷ πόλις οὐδὲν ἴδρις
γάμων ἐνέδησεν ἄτᾳ. ΧΟ.
Ἦ ματρόθεν, ὡς ἀκούω,
δυσώνυμα λέκτρ’ ἐπλήσω; ΟΙ.
Ὤμοι, θάνατος μὲν τάδ’ ἀκούειν,
530
ὦ ξεῖν’· αὗται δὲ δύ’ ἐξ ἐμοῦ 〈μὲν〉— ΧΟ.
Πῶς φῄς;
531ΟΙ.
παῖδε, δύο δ’ ἄτα— ΧΟ.
Ὦ Ζεῦ. ΟΙ.
ματρὸς κοινᾶς ἀπέβλαστον ὠδῖνος.
533 ΧΟ.
Σαί τἄρ’ ἀπόγονοί τ’ εἰσὶ καὶ—
Str. 2.
535ΟΙ.
Κοιναί γε πατρὸς ἀδελφεαί. ΧΟ.
Ἰώ.
536ΟΙ.
Ἰὼ δῆτα μυρίων γ’ ἐπιστροφαὶ κακῶν. ΧΟ.
Ἔπαθες—
ΟΙ.
Ἔπαθον ἄλαστ’ ἔχειν. ΧΟ.
Ἔρεξας—
100
539ΟΙ.
Οὐκ ἔρεξα.
539ΧΟ.
Τί γάρ;
539ΟΙ.
Ἐδεξάμην
540δῶρον ὃ μήποτ’ ἐγὼ ταλακάρδιος ἐπωφελήσας πόλεος ἐξελέσθαι.
541 ΧΟ.
Δύστανε, τί γάρ; ἔθου φόνον—
Ant. 2. ΟΙ.
Τί τοῦτο; τί δ’ ἐθέλεις μαθεῖν; ΧΟ.
πατρός;
544ΟΙ.
Παπαῖ, δευτέραν ἔπαισας, ἐπὶ νόσῳ νόσον.
545ΧΟ.
Ἔκανες—
545ΟΙ.
Ἔκανον. Ἔχει δέ μοι— ΧΟ.
Τί τοῦτο;
546ΟΙ.
πρὸς δίκας τι.
546ΧΟ.
Τί γάρ;
546ΟΙ.
Ἐγὼ φράσω·
καὶ γὰρ ἄνους ἐφόνευσα καὶ ὤλεσα·
νόμῳ δὲ καθαρός, ἄϊδρις ἐς τόδ’ ἦλθον.
548 ΧΟ.
Καὶ μὴν ἄναξ ὅδ’ ἡμὶν Αἰγέως γόνος
OC
.

(550)

Θησεὺς κατ’ ὀμφὴν σὴν ἀποσταλεὶς πάρα. ΘΗΣΕΥΣ
551Πολλῶν ἀκούων ἔν τε τῷ πάρος χρόνῳ τὰς αἱματηρὰς ὀμμάτων διαφθορὰς
ἔγνωκά ς’, ὦ παῖ Λαΐου, τανῦν θ’ ὁδοῖς ἐν ταῖσδ’ ἀκούων μᾶλλον ἐξεπίσταμαι.101
555Σκευή τε γάρ σε καὶ τὸ δύστηνον κάρα δηλοῦτον ἡμῖν ὄνθ’ ὃς εἶ, καί ς’ οἰκτίσας θέλω ’περέσθαι, δύσμορ’ Οἰδίπου, τίνα πόλεως ἐπέστης προστροπὴν ἐμοῦ τ’ ἔχων. αὐτός τε χἠ σὴ δύσμορος παραστάτις.
560Δίδασκε· δεινὴν γάρ τιν’ ἂν πρᾶξιν τύχοις λέξας ὁποίας ἐξαφισταίμην ἐγώ, ὃς οἶδα καὐτὸς ὡς ἐπαιδεύθην ξένος, ὥσπερ σύ, χὤς τις πλεῖστ’ ἀνὴρ ἐπὶ ξένης ἤθλησα κινδυνεύματ’ ἐν τὠμῷ κάρᾳ·
565
ὥστε ξένον γ’ ἂν οὐδέν’ ὄνθ’, ὥσπερ σὺ νῦν,
ὑπεκτραποίμην μὴ οὐ συνεκσῴζειν· ἐπεὶ
ἔξοιδ’ ἀνὴρ ὢν χὤτι τῆς ἐς αὔριον
οὐδὲν πλέον μοι σοῦ μέτεστιν ἡμέρας. ΟΙ.
Θησεῦ, τὸ σὸν γενναῖον ἐν σμικρῷ λόγῳ
570παρῆκεν ὥστε βραχέ’ ἐμοὶ δεῖσθαι φράσαι· σὺ γάρ μ’ ὅς εἰμι κἀφ’ ὅτου πατρὸς γεγὼς καὶ γῆς ὁποίας ἦλθον, εἰρηκὼς κυρεῖς· ὥστ’ ἐστί μοι τὸ λοιπὸν οὐδὲν ἄλλο πλὴν εἰπεῖν ἃ χρῄζω, χὠ λόγος διοίχεται.
575ΘΗ.
Τοῦτ’ αὐτὸ νῦν δίδασχ’, ὅπως ἂν ἐκμάθω. ΟΙ.
Δώσων ἱκάνω τοὐμὸν ἄθλιον δέμας
σοὶ δῶρον, οὐ σπουδαῖον εἰς ὄψιν· τὰ δὲ
κέρδη παρ’ αὐτοῦ κρείσσον’ ἢ μορφὴ καλή. ΘΗ.
Ποῖον δὲ κέρδος ἀξιοῖς ἥκειν φέρων;
102
580ΟΙ.
Χρόνῳ μάθοις ἄν, οὐχὶ τῷ παρόντι που. ΘΗ.
Ποίῳ γὰρ ἡ σὴ προσφορὰ δηλώσεται; ΟΙ.
Ὅταν θάνω ’γὼ καὶ σύ μου ταφεὺς γένῃ. ΘΗ.
Τὰ λοίσθι’ αἰτῇ τοῦ βίου, τὰ δ’ ἐν μέσῳ
ἢ λῆστιν ἴσχεις ἢ δι’ οὐδενὸς ποιῇ.
585ΟΙ.
Ἐνταῦθα γάρ μοι κεῖνα συγκομίζεται. ΘΗ.
Ἀλλ’ ἐν βραχεῖ δὴ τήνδε μ’ ἐξαιτῇ χάριν. ΟΙ.
Ὅρα γε μήν· οὐ σμικρός, οὔχ, ἁγὼν ὅδε. ΘΗ.
Πότερα τὰ τῶν σῶν ἐκγόνων ἢ ’μοῦ λέγεις; ΟΙ.
Κεῖνοι κομίζειν κεῖς’ ἀναγκάζουσί με.
590ΘΗ.
Ἀλλ’, εἰ θέλοντά γ’; οὐδὲ σοὶ φεύγειν καλόν. ΟΙ.
Ἀλλ’ οὐδ’, ὅτ’ αὐτὸς ἤθελον, παρίεσαν. ΘΗ.
Ὦ μῶρε, θυμὸς δ’ ἐν κακοῖς οὐ ξύμφορον. ΟΙ.
Ὅταν μάθῃς μου, νουθέτει· τανῦν δ’ ἔα. ΘΗ.
Δίδασκ’· ἄνευ γνώμης γὰρ οὔ με χρὴ λέγειν.
595ΟΙ.
Πέπονθα, Θησεῦ, δεινὰ πρὸς κακοῖς κακά. ΘΗ.
Ἦ τὴν παλαιὰν ξυμφορὰν γένους ἐρεῖς; ΟΙ.
Οὐ δῆτ’, ἐπεὶ πᾶς τοῦτό γ’ Ἑλλήνων θροεῖ. ΘΗ.
Τί γὰρ τὸ μεῖζον ἢ κατ’ ἄνθρωπον νοσεῖς; ΟΙ.
Οὕτως ἔχει μοι· γῆς ἐμῆς ἀπηλάθην
OC
.

(600)

πρὸς τῶν ἐμαυτοῦ σπερμάτων· ἔστιν δέ μοι
πάλιν κατελθεῖν μήποθ’, ὡς πατροκτόνῳ. ΘΗ.
Πῶς δῆτά ς’ ἂν πεμψαίαθ’, ὥστ’ οἰκεῖν δίχα; ΟΙ.
Τὸ θεῖον αὐτοὺς ἐξαναγκάσει στόμα. ΘΗ.
Ποῖον πάθος δείσαντας ἐκ χρηστηρίων;
103
605ΟΙ.
Ὅτι σφ’ ἀνάγκη τῇδε πληγῆναι χθονί. ΘΗ.
Καὶ πῶς γένοιτ’ ἂν τἀμὰ κἀκείνων πικρά; ΟΙ.
Ὦ φίλτατ’ Αἰγέως παῖ, μόνοις οὐ γίγνεται
θεοῖσι γῆρας οὐδὲ κατθανεῖν ποτε,
τὰ δ’ ἄλλα συγχεῖ πάνθ’ ὁ παγκρατὴς χρόνος·
610φθίνει μὲν ἰσχὺς γῆς, φθίνει δὲ σώματος. θνῄσκει δὲ πίστις, βλαστάνει δ’ ἀπιστία, καὶ πνεῦμα ταὐτὸν οὔποτ’ οὔτ’ ἐν ἀνδράσιν Φίλοις βέβηκεν οὔτε πρὸς πόλιν πόλει· τοῖς μὲν γὰρ ἤδη, τοῖς δ’ ἐν ὑστέρῳ χρόνῳ
615τὰ τερπνὰ πικρὰ γίγνεται καὖθις φίλα. Καὶ ταῖσι Θήβαις εἰ τανῦν εὐημερεῖ καλῶς τὰ πρὸς σέ, μυρίας ὁ μυρίος χρόνος τεκνοῦται νύκτας ἡμέρας τ’ ἰών. ἐν αἷς τὰ νῦν ξύμφωνα δεξιώματα
620δόρει διασκεδῶσιν ἐκ σμικροῦ λόγου· ἵν’ οὑμὸς εὕδων καὶ κεκρυμμένος νέκυς ψυχρός ποτ’ αὐτῶν θερμὸν αἷμα πίεται, εἰ Ζεὺς ἔτι Ζεὺς χὠ Διὸς Φοῖβος σαφής. Ἀλλ’ οὐ γὰρ αὐδᾶν ἡδὺ τἀκίνητ’ ἔπη,
625
ἔα μ’ ἐν οἷσιν ἠρξάμην, τὸ σὸν μόνον
πιστὸν φυλάσσων· κοὔποτ’ Οἰδίπουν ἐρεῖς
ἀχρεῖον οἰκητῆρα δέξασθαι τόπων
τῶν ἐνθάδ’, εἴπερ μὴ θεοὶ ψεύσουσί με. ΧΟ.
Ἄναξ, πάλαι καὶ ταῦτα καὶ τοιαῦτ’ ἔπη
104
630
γῇ τῇδ’ ὅδ’ ἁνὴρ ὡς τελῶν ἐφαίνετο. ΘΗ.
Τίς δῆτ’ ἂν ἀνδρὸς εὐμένειαν ἐκβάλοι
τοιοῦδ’; ὅτῳ πρῶτον μὲν ἡ δορύξενος
κοινὴ παρ’ ἡμῖν αἰέν ἐστιν ἑστία,
ἔπειτα δ’ ἱκέτης δαιμόνων ἀφιγμένος
635γῇ τῇδε κἀμοὶ δασμὸν οὐ σμικρὸν τίνει. Ἁγὼ σεβισθεὶς οὔποτ’ ἐκβαλῶ χάριν τὴν τοῦδε, χώρᾳ δ’ ἔμπαλιν κατοικιῶ. Εἰ δ’ ἐνθάδ’ ἡδὺ τῷ ξένῳ μίμνειν, σέ νιν τάξω φυλάσσειν· εἰ δ’ ἐμοῦ στείχειν μέτα
640
τόδ’ ἡδὺ—τούτων, Οἰδίπου, δίδωμί σοι
κρίναντι χρῆσθαι· τῇδε γὰρ ξυνοίσομαι. ΟΙ.
Ὦ Ζεῦ, διδοίης τοῖσι τοιούτοισιν εὖ. ΘΗ.
Τί δῆτα χρῄζεις; ἦ δόμους στείχειν ἐμούς; ΟΙ.
Εἴ μοι θέμις γ’ ἦν· ἀλλ’ ὁ χῶρός ἐσθ’ ὅδε—
645ΘΗ.
Ἐν ᾧ τί πράξεις; οὐ γὰρ ἀντιστήσομαι· ΟΙ.
ἐν ᾧ κρατήσω τῶν ἔμ’ ἐκβεβληκότων— ΘΗ.
Μέγ’ ἂν λέγοις δώρημα τῆς ξυνουσίας. ΟΙ.
εἰ σοί γ’ ἅπερ φῂς ἐμμενεῖ τελοῦντί μοι.
ΘΗ.
Θάρσει τὸ τοῦδέ γ’ ἀνδρός· οὔ σε μὴ προδῶ.
105
OC
.

(650)

ΟΙ.
Οὔτοι ς’ ὑφ’ ὅρκου γ’ ὡς κακὸν πιστώσομαι. ΘΗ.
Οὔκουν πέρα γ’ ἂν οὐδὲν ἢ λόγῳ φέροις. ΟΙ.
Πῶς οὖν ποιήσεις;
652ΘΗ.
Τοῦ μάλιστ’ ὄκνος ς’ ἔχει; ΟΙ.
Ἥξουσιν ἄνδρες—
653ΘΗ.
Ἀλλὰ τοῖσδ’ ἔσται μέλον. ΟΙ.
Ὅρα με λείπων—
654ΘΗ.
Μὴ δίδασχ’ ἃ χρή με δρᾶν.
655ΟΙ.
Ὀκνοῦντ’ ἀνάγκη—
655ΘΗ.
Τοὐμὸν οὐκ ὀκνεῖ κέαρ. ΟΙ.
Οὐκ οἶσθ’ ἀπειλάς—
656ΘΗ.
Οἶδ’ ἐγώ σε μή τινα
ἐνθένδ’ ἀπάξοντ’ ἄνδρα πρὸς βίαν ἐμοῦ.
Πολλαὶ δ’ ἀπειλαὶ πολλὰ δὴ μάτην ἔπη
θυμῷ κατηπείλησαν, ἀλλ’ ὁ νοῦς ὅταν
660αὑτοῦ γένηται, φροῦδα τἀπειλήματα. Κείνοις δ’ ἴσως κεἰ δείν’ ἐπερρώσθη λέγειν τῆς σῆς ἀγωγῆς, οἶδ’ ἐγώ, φανήσεται μακρὸν τὸ δεῦρο πέλαγος οὐδὲ πλώσιμον. Θαρσεῖν μὲν οὖν ἔγωγε κἄνευ τῆς ἐμῆς
665γνώμης ἐπαινῶ, Φοῖβος εἰ προὔπεμψέ σε· ὅμως δὲ κἀμοῦ μὴ παρόντος οἶδ’ ὅτι
τοὐμὸν φυλάξει ς’ ὄνομα μὴ πάσχειν κακῶς. ΧΟ.
Εὐίππου, ξένε, τᾶσδε χώ‐
Str. 1.
ρας ἵκου τὰ κράτιστα γᾶς ἔπαυλα,
106
670τὸν ἀργῆτα Κολωνόν, ἔνθ’ ἁ λίγεια μινύρεται θαμίζουσα μάλιστ’ ἀη‐ δὼν χλωραῖς ὑπὸ βάσσαις, τὸν οἰνῶπα νέμουσα κισ‐
675 σὸν καὶ τὰν ἄβατον θεοῦ φυλλάδα μυριόκαρπον ἀνήλιον ἀνήνεμόν τε πάντων χειμώνων· ἵν’ ὁ Βακχιώ‐ τας ἀεὶ Διόνυσος ἐμβατεύει
680θείαις ἀμφιπολῶν τιθήναις.
680
Θάλλει δ’ οὐρανίας ὑπ’ ἄ‐
Ant. 1.
χνας ὁ καλλίβοτρυς κατ’ ἦμαρ αἰεὶ
νάρκισσος, μεγάλαιν θεαῖν
ἀρχαῖον στεφάνωμ’, ὅ τε
685χρυσαυγὴς κρόκος· οὐδ’ ἄυ‐ πνοι κρῆναι μινύθουσιν Κηφισοῦ νομάδες ῥεέ‐ θρων, ἀλλ’ αἰὲν ἐπ’ ἤματι ὠκυτόκος πεδίων ἐπινίσεται
690 ἀκηράτῳ σὺν ὄμβρῳ στερνούχου χθονός· οὐδὲ Μου‐ σᾶν χοροί νιν ἀπεστύγησαν, οὐδ’ αὖ
ἁ χρυσάνιος Ἀφροδίτα. Ἔστιν δ’ οἷον ἐγὼ γᾶς
Str. 2.
107
695 Ἀσίας οὐκ ἐπακούω, οὐδ’ ἐν τᾷ μεγάλᾳ Δωρίδι νάσῳ Πέλοπος πώποτε βλαστὸν φύτευμ’ ἀχείρωτον αὐτοποιόν, ἐγχέων φόβημα δαΐων,
OC
.

(700)

ὃ τᾷδε θάλλει μέγιστα χώρᾳ, γλαυκᾶς παιδοτρόφου φύλλον ἐλαίας· τὸ μέν τις οὐ νεαρὸς οὔτε γήρᾳ σημαίνων ἁλιώσει χερὶ πέρσας· ὁ γὰρ αἰὲν ὁρῶν κύκλος
705λεύσσει νιν Μορίου Διὸς χἀ γλαυκῶπις Ἀθάνα.
706
Ἄλλον δ’ αἶνον ἔχω μα‐
Ant. 2.
τροπόλει τᾷδε κράτιστον,
δῶρον τοῦ μεγάλου δαίμονος, εἰπεῖν,
710 〈ἐμὸν〉 αὔχημα μέγιστον, εὔιππον, εὔπωλον, εὐθάλασσον. Ὦ παῖ Κρόνου, σὺ γάρ νιν εἰς τόδ’ εἷσας αὔχημ’, ἄναξ Ποσειδάν, ἵπποισιν τὸν ἀκεστῆρα χαλινὸν
715πρώταισι ταῖσδε κτίσας ἀγυιαῖς· ἁ δ’ εὐήρετμος ἔκπαγλ’ ἁλία χερ‐ σὶ παραπτομένα πλάτα θρῴσκει, τῶν ἑκατομπόδων
Νηρῄδων ἀκόλουθος.108
720ΑΝ.
Ὦ πλεῖστ’ ἐπαίνοις εὐλογούμενον πέδον,
νῦν σὸν τὰ λαμπρὰ ταῦτα δὴ φαίνειν ἔπη. ΟΙ.
Τί δ’ ἔστιν, ὦ παῖ, καινόν;
722ΑΝ.
Ἆσσον ἔρχεται
Κρέων ὅδ’ ἡμῖν οὐκ ἄνευ πομπῶν, πάτερ. ΟΙ.
Ὦ φίλτατοι γέροντες, ἐξ ὑμῶν ἐμοὶ
725
φαίνοιτ’ ἂν ἤδη τέρμα τῆς σωτηρίας. ΧΟ.
Θάρσει, παρέσται. Καὶ γάρ, εἰ γέρων ἐγώ,
τὸ τῆσδε χώρας οὐ γεγήρακεν σθένος. ΚΡΕΩΝ
728Ἄνδρες χθονὸς τῆσδ’ εὐγενεῖς οἰκήτορες, ὁρῶ τιν’ ὑμᾶς ὀμμάτων εἰληφότας
730φόβον νεώρη τῆς ἐμῆς ἐπεισόδου· ὃν μήτ’ ὀκνεῖτε μήτ’ ἀφῆτ’ ἔπος κακόν. Ἥκω γὰρ οὐχ ὡς δρᾶν τι βουληθείς, ἐπεὶ γέρων μέν εἰμι, πρὸς πόλιν δ’ ἐπίσταμαι σθένουσαν ἥκων, εἴ τιν’ Ἑλλάδος, μέγα·
735ἀλλ’ ἄνδρα τόνδε τηλικόσδ’ ἀπεστάλην πείσων ἕπεσθαι πρὸς τὸ Καδμείων πέδον, οὐκ ἐξ ἑνὸς στείλαντος ἀλλ’ ἀνδρῶν ὑπὸ πάντων κελευσθείς, οὕνεχ’ ἧκέ μοι γένει τὰ τοῦδε πενθεῖν πήματ’ εἰς πλεῖστον πόλεως.
740Ἀλλ’, ὦ ταλαίπωρ’ Οἰδίπους, κλύων ἐμοῦ ἱκοῦ πρὸς οἴκους· πᾶς σε Καδμείων λεὼς καλεῖ δικαίως, ἐκ δὲ τῶν μάλιστ’ ἐγώ, ὅσῳπερ, εἰ μὴ πλεῖστον ἀνθρώπων ἔφυν
κάκιστος, ἀλγῶ τοῖσι σοῖς κακοῖς, γέρον,109
745ὁρῶν σε τὸν δύστηνον ὄντα μὲν ξένον, ἀεὶ δ’ ἀλήτην κἀπὶ προσπόλου μιᾶς βιοστερῆ χωροῦντα, τὴν ἐγὼ τάλας οὐκ ἄν ποτ’ ἐς τοσοῦτον αἰκίας πεσεῖν ἔδοξ’, ὅσον πέπτωκεν ἥδε δύσμορος,
OC
.

(750)

ἀεί σε κηδεύουσα καὶ τὸ σὸν κάρα πτωχῷ διαίτῃ, τηλικοῦτος, οὐ γάμων ἔμπειρος, ἀλλὰ τοὐπιόντος ἁρπάσαι. Ἆρ’ ἄθλιον τοὔνειδος, ὦ τάλας ἐγώ, ὠνείδις’ εἰς σὲ κἀμὲ καὶ τὸ πᾶν γένος;
755ἀλλ’, οὐ γὰρ ἔστι τἀμφανῆ κρύπτειν, σύ νυν πρὸς θεῶν πατρῴων, Οἰδίπους, πεισθεὶς ἐμοὶ κρύψον θελήσας ἄστυ καὶ δόμους μολεῖν τοὺς σοὺς πατρῴους, τήνδε τὴν πόλιν φίλως εἰπών· ἐπαξία γάρ· ἡ δ’ οἴκοι πλέον
760
δίκῃ σέβοιτ’ ἂν οὖσα σὴ πάλαι τροφός. ΟΙ.
Ὦ πάντα τολμῶν κἀπὸ παντὸς ἂν φέρων
λόγου δικαίου μηχάνημα ποικίλον,
τί ταῦτα πειρᾷ κἀμὲ δεύτερον θέλεις
ἑλεῖν ἐν οἷς μάλιστ’ ἂν ἀλγοίην ἁλούς;
765Πρόσθεν τε γάρ με τοῖσιν οἰκείοις κακοῖς νοσοῦνθ’, ὅτ’ ἦν μοι τέρψις ἐκπεσεῖν χθονός, οὐκ ἤθελες θέλοντι προσθέσθαι χάριν, ἀλλ’ ἡνίκ’ ἤδη μεστὸς ἦ θυμούμενος καὶ τοὐν δόμοισιν ἦν διαιτᾶσθαι γλυκύ,
770τότ’ ἐξεώθεις κἀξέβαλλες, οὐδέ σοι τὸ συγγενὲς τοῦτ’ οὐδαμῶς τότ’ ἦν φίλον· νῦν τ’ αὖθις, ἡνίκ’ εἰσορᾷς πόλιν τέ μοι
ξυνοῦσαν εὔνουν τήνδε καὶ γένος τὸ πᾶν, πειρᾷ μετασπᾶν, σκληρὰ μαλθακῶς λέγων.110
775Καίτοι τίς αὕτη τέρψις ἄκοντας φιλεῖν; ὥσπερ τις εἴ σοι λιπαροῦντι μὲν τυχεῖν μηδὲν διδοίη μηδ’ ἐπαρκέσαι θέλοι, πλήρη δ’ ἔχοντι θυμὸν ὧν χρῄζοις, τότε δωροῖθ’, ὅτ’ οὐδὲν ἡ χάρις χάριν φέροι·
780ἆρ’ ἂν ματαίου τῆσδ’ ἂν ἡδονῆς τύχοις; τοιαῦτα μέντοι καὶ σὺ προσφέρεις ἐμοί, λόγῳ μὲν ἐσθλά, τοῖσι δ’ ἔργοισιν κακά. Φράσω δὲ καὶ τοῖσδ’, ὥς σε δηλώσω κακόν. Ἥκεις ἔμ’ ἄξων, οὐχ ἵν’ ἐς δόμους ἄγῃς,
785ἀλλ’ ὡς πάραυλον οἰκίσῃς, πόλις δέ σοι κακῶν ἄνατος τῆσδ’ ἀπαλλαχθῇ χθονός. Οὐκ ἔστι σοι ταῦτ’, ἀλλά σοι τάδ’ ἔστ’, ἐκεῖ χώρας ἀλάστωρ οὑμὸς ἐνναίων ἀεί· ἔστιν δὲ παισὶ τοῖς ἐμοῖσι τῆς ἐμῆς
790χθονὸς λαχεῖν τοσοῦτον, ἐνθανεῖν μόνον. Ἆρ’ οὐκ ἄμεινον ἢ σὺ τἀν Θήβαις φρονῶ; πολλῷ γ’, ὅσῳπερ κἀκ σαφεστέρων κλύω, Φοίβου τε καὐτοῦ Ζηνός, ὃς κείνου πατήρ. Τὸ σὸν δ’ ἀφῖκται δεῦρ’ ὑπόβλητον στόμα,
795πολλὴν ἔχον στόμωσιν· ἐν δὲ τῷ λέγειν κάκ’ ἂν λάβοις τὰ πλείον’ ἢ σωτήρια. Ἀλλ’ οἶδα γάρ σε ταῦτα μὴ πείθων, ἴθι, ἡμᾶς δ’ ἔα ζῆν ἐνθάδ’· οὐ γὰρ ἂν κακῶς οὐδ’ ὧδ’ ἔχοντες ζῷμεν, εἰ τερποίμεθα.
OC
.

(800)

ΚΡ.
Πότερα νομίζεις δυστυχεῖν ἔμ’ ἐς τὰ σὰ
ἢ ς’ εἰς τὰ σαυτοῦ μᾶλλον ἐν τῷ νῦν λόγῳ; ΟΙ.
Ἐμοὶ μέν ἐσθ’ ἥδιστον εἰ σὺ μήτ’ ἐμὲ
πείθειν οἷός τ’ εἶ μήτε τούσδε τοὺς πέλας. ΚΡ.
Ὦ δύσμορ’, οὐδὲ τῷ χρόνῳ φύσας φανῇ
111
805
φρένας ποτ’, ἀλλὰ λῦμα τῷ γήρᾳ τρέφῃ; ΟΙ.
Γλώσσῃ σὺ δεινός· ἄνδρα δ’ οὐδέν’ οἶδ’ ἐγὼ
δίκαιον ὅστις ἐξ ἅπαντος εὖ λέγει. ΚΡ.
Χωρὶς τό τ’ εἰπεῖν πολλὰ καὶ τὸ καίρια. ΟΙ.
Ὡς δὴ σὺ βραχέα, ταῦτα δ’ ἐν καιρῷ λέγεις.
810ΚΡ.
Οὐ δῆθ’ ὅτῳ γε νοῦς ἴσος καὶ σοὶ πάρα. ΟΙ.
Ἄπελθ’, ἐρῶ γὰρ καὶ πρὸ τῶνδε, μηδέ με
φύλασς’ ἐφορμῶν ἔνθα χρὴ ναίειν ἐμέ. ΚΡ.
Μαρτύρομαι τούσδ’, οὐ σέ. Πρὸς δὲ τοὺς φίλους
οἷ’ ἀνταμείβῃ ῥήματ’, ἤν ς’ ἕλω ποτέ—
815ΟΙ.
Τίς δ’ ἄν με τῶνδε συμμάχων ἕλοι βίᾳ; ΚΡ.
Ἦ μὴν σὺ κἄνευ τοῦδε λυπηθεὶς ἔσῃ. ΟΙ.
Ποίῳ σὺν ἔργῳ τοῦτ’ ἀπειλήσας ἔχεις; ΚΡ.
Παίδοιν δυοῖν σοι τὴν μὲν ἀρτίως ἐγὼ
ξυναρπάσας ἔπεμψα, τὴν δ’ ἄξω τάχα.
820ΟΙ.
Οἴμοι.
820ΚΡ.
Τάχ’ ἕξεις μᾶλλον οἰμώζειν τάδε. ΟΙ.
Τὴν παῖδ’ ἔχεις μου;
821ΚΡ.
Τήνδε τ’ οὐ μακροῦ χρόνου. ΟΙ.
Ἰὼ ξένοι, τί δράσετ’; ἦ προδώσετε,
κοὐκ ἐξελᾶτε τὸν ἀσεβῆ τῆσδε χθονός; ΧΟ.
Χώρει, ξέν’, ἔξω θᾶσσον· οὔτε γὰρ τὰ νῦν
825
δίκαια πράσσεις οὔθ’ ἃ πρόσθεν εἴργασαι. ΚΡ.
Ὑμῖν ἂν εἴη τήνδε καιρὸς ἐξάγειν
ἄκουσαν, εἰ θέλουσα μὴ πορεύσεται. ΑΝ.
Οἴμοι τάλαινα, ποῖ φύγω; ποίαν λάβω
θεῶν ἄρηξιν ἢ βροτῶν;
112
829ΧΟ.
Τί δρᾷς, ξένε·
830ΚΡ.
Οὐχ ἅψομαι τοῦδ’ ἀνδρός, ἀλλὰ τῆς ἐμῆς. ΟΙ.
Ὦ γῆς ἄνακτες.
831ΧΟ.
Ὦ ξέν’, οὐ δίκαια δρᾷς. ΚΡ.
Δίκαια.
832ΧΟ.
Πῶς δίκαια;
832ΚΡ.
Τοὺς ἐμοὺς ἄγω.
832 ΟΙ.
Ἰὼ πόλις.
Str. ΧΟ.
Τί δρᾷς, ὦ ξέν’; οὐκ ἀφήσεις; τάχ’ εἰς
835
βάσανον εἶ χερῶν. ΚΡ.
Εἴργου.
836ΧΟ.
Σοῦ μὲν οὔ, τάδε γε μωμένου. ΚΡ.
Πόλει μάχῃ γάρ, εἴ τι πημανεῖς ἐμέ. ΟΙ.
Οὐκ ἠγόρευον ταῦτ’ ἐγώ;
838ΧΟ.
Μέθες χεροῖν
τὴν παῖδα θᾶσσον.
839ΚΡ.
Μὴ ’πίτασς’ ἃ μὴ κρατεῖς.
840ΧΟ.
Χαλᾶν λέγω σοι.
840ΚΡ.
Σοὶ δ’ ἔγωγ’ ὁδοιπορεῖν. ΧΟ.
Πρόβαθ’ ὧδε, βᾶτε, βᾶτ’, ἔντοποι·
πόλις ἐναίρεται, πόλις ἐμά, σθένει·
πρόβαθ’ ὧδέ μοι. ΑΝ.
Ἀφέλκομαι δύστηνος, ὦ ξένοι, ξένοι.
113
845ΟΙ.
Ποῦ, τέκνον, εἶ μοι;
845ΑΝ.
Πρὸς βίαν πορεύομαι. ΟΙ.
Ὄρεξον, ὦ παῖ, χεῖρας.
846ΑΝ.
Ἀλλ’ οὐδὲν σθένω. ΚΡ.
Οὐκ ἄξεθ’ ὑμεῖς;
847ΟΙ.
Ὦ τάλας ἐγώ, τάλας. ΚΡ.
Οὔκουν ποτ’ ἐκ τούτοιν γε μὴ σκήπτροιν ἔτι
ὁδοιπορήσεις· ἀλλ’ ἐπεὶ νικᾶν θέλεις
OC
.

(850)

πατρίδα 〈τε〉 τὴν σὴν καὶ φίλους, ὑφ’ ὧν ἐγὼ ταχθεὶς τάδ’ ἔρδω καὶ τύραννος ὢν ὅμως, νίκα· χρόνῳ γάρ, οἶδ’ ἐγώ, γνώσῃ τάδε, ὁθούνεκ’ αὐτὸς αὐτὸν οὔτε νῦν καλὰ δρᾷς οὔτε πρόσθεν εἰργάσω βίᾳ φίλων,
855
ὀργῇ χάριν δοὺς ἥ ς’ ἀεὶ λυμαίνεται. ΧΟ.
Ἐπίσχες αὐτοῦ, ξεῖνε.
856ΚΡ.
Μὴ ψαύειν λέγω. ΧΟ.
Οὔτοι ς’ ἀφήσω, τῶνδέ γ’ ἐστερημένος. ΚΡ.
Καὶ μεῖζον ἆρα ῥύσιον πόλει τάχα
θήσεις· ἐφάψομαι γὰρ οὐ ταύταιν μόναιν.
860ΧΟ.
Ἀλλ’ ἐς τί τρέψῃ;
860ΚΡ.
Τόνδ’ ἀπάξομαι λαβών. ΧΟ.
Δεινὸν λέγεις 〈σύ〉.
861ΚΡ.
Τοῦτο νῦν πεπράξεται,
ἢν μή μ’ ὁ κραίνων τῆσδε γῆς ἀπειργάθῃ. ΟΙ.
Ὦ φθέγμ’ ἀναιδές, ἦ σὺ γὰρ ψαύεις ἐμοῦ; ΚΡ.
Αὐδῶ σιωπᾶν.
114
864ΟΙ.
Μὴ γὰρ αἵδε δαίμονες
865θεῖέν μ’ ἄφωνον τῆσδε τῆς ἀρᾶς ἔτι, ὅς μ’, ὦ κάκιστε, ψιλὸν ὄμμ’ ἀποσπάσας πρὸς ὄμμασιν τοῖς πρόσθεν ἐξοίχῃ βίᾳ. Τοιγὰρ σὲ καὐτὸν καὶ γένος τὸ σὸν θεῶν ὁ πάντα λεύσσων Ἥλιος δοίη βίον
870
τοιοῦτον οἷον κἀμὲ γηρᾶναί ποτε. ΚΡ.
Ὁρᾶτε ταῦτα, τῆσδε γῆς ἐγχώριοι; ΟΙ.
Ὁρῶσι κἀμὲ καὶ σέ, καὶ φρονοῦς’ ὅτι
ἔργοις πεπονθὼς ῥήμασίν ς’ ἀμύνομαι. ΚΡ.
Οὔτοι καθέξω θυμόν, ἀλλ’ ἄξω βίᾳ.
875κεἰ μοῦνός εἰμι, τόνδε, καὶ γήρᾳ βαρύς.
875 ΟΙ.
Ἰὼ τάλας.
Ant. ΧΟ.
Ὅσον λῆμ’ ἔχων ἀφίκου, ξέν’, εἰ
τάδε δοκεῖς τελεῖν. ΚΡ.
Δοκῶ.
879ΧΟ.
Τάνδ’ ἄρ’ οὐκέτι νεμῶ πόλιν.
880ΚΡ.
Τοῖς τοι δικαίοις χὠ βραχὺς νικᾷ μέγαν. ΟΙ.
Ἀκούεθ’ οἷα φθέγγεται;
881ΧΟ.
Τά γ’ οὐ τελεῖ,
〈σαφῶς ἐγᾦδα〉.
882ΚΡ.
Ζεύς γ’ ἂν εἰδείη, σὺ δ’ οὔ. ΧΟ.
Ἆρ’ οὐχ ὕβρις τάδ’;
115
883ΚΡ.
Ὕβρις, ἀλλ’ ἀνεκτέα. ΧΟ.
Ἰὼ πᾶς λεώς, ἰὼ γᾶς πρόμοι,
885μόλετε σὺν τάχει, μόλετ’· ἐπεὶ πέραν περῶς’ οἵδε δή.
886 ΘΗ.
Τίς ποθ’ ἡ βοή; τί τοὔργον; ἐκ τίνος φόβου ποτὲ
βουθυτοῦντά μ’ ἀμφὶ βωμὸν ἔσχετ’ ἐναλίῳ θεῷ
τοῦδ’ ἐπιστάτῃ Κολωνοῦ; Λέξαθ’, ὡς εἰδῶ τὸ πᾶν,
890
οὗ χάριν δεῦρ’ ᾖξα θᾶσσον ἢ καθ’ ἡδονὴν ποδός. ΟΙ.
Ὦ φίλτατ’, ἔγνων γὰρ τὸ προσφώνημά σου,
πέπονθα δεινὰ τοῦδ’ ὑπ’ ἀνδρὸς ἀρτίως. ΘΗ.
Τὰ ποῖα ταῦτα; τίς δ’ ὁ πημήνας; λέγε. ΟΙ.
Κρέων ὅδ’ ὃν δέδορκας οἴχεται τέκνων
895
ἀποσπάσας μου τὴν μόνην ξυνωρίδα. ΘΗ.
Πῶς εἶπας;
896ΟΙ.
Οἷά περ πέπονθ’ ἀκήκοας. ΘΗ.
Οὔκουν τις ὡς τάχιστα προσπόλων μολὼν
πρὸς τούσδε βωμοὺς πάντ’ ἀναγκάσει λεὼν
ἄνιππον ἱππότην τε θυμάτων ἄπο
OC
.

(900)

σπεύδειν ἀπὸ ῥυτῆρος, ἔνθα δίστομοι μάλιστα συμβάλλουσιν ἐμπόρων ὁδοί, ὡς μὴ παρέλθως’ αἱ κόραι, γέλως δ’ ἐγὼ ξένῳ γένωμαι τῷδε χειρωθεὶς βίᾳ; ἴθ’, ὡς ἄνωγα, σὺν τάχει. Τοῦτον δ’ ἐγώ,
905εἰ μὲν δι’ ὀργῆς ἧκον ἧς ὅδ’ ἄξιος, ἄτρωτον οὐ μεθῆκ’ ἂν ἐξ ἐμῆς χερός·
νῦν δ’ οὕσπερ αὐτὸς τοὺς νόμους εἰσῆλθ’ ἔχων, τούτοισι κοὐκ ἄλλοισιν ἁρμοσθήσεται. Οὐ γάρ ποτ’ ἔξει τῆσδε τῆς χώρας, πρὶν ἂν116
910κείνας ἐναργεῖς δεῦρό μοι στήσῃς ἄγων· ἐπεὶ δέδρακας οὔτ’ ἐμοῦ καταξίως οὔθ’ ὧν πέφυκας αὐτὸς οὔτε σῆς χθονός, ὅστις δίκαι’ ἀσκοῦσαν εἰσελθὼν πόλιν κἄνευ νόμου κραίνουσαν οὐδέν, εἶτ’ ἀφεὶς
915τὰ τῆσδε τῆς γῆς κύρι’ ὧδ’ ἐπεισπεσὼν ἄγεις θ’ ἃ χρῄζεις καὶ παρίστασαι βίᾳ· καί μοι πόλιν κένανδρον ἢ δούλην τινὰ ἔδοξας εἶναι, κἄμ’ ἴσον τῷ μηδενί. Καίτοι σε Θῆβαί γ’ οὐκ ἐπαίδευσαν κακόν·
920οὐ γὰρ φιλοῦσιν ἄνδρας ἐκδίκους τρέφειν, οὐδ’ ἄν ς’ ἐπαινέσειαν, εἰ πυθοίατο συλῶντα τἀμὰ καὶ τὰ τῶν θεῶν, βίᾳ ἄγοντα φωτῶν ἀθλίων ἱκτήρια. Οὔκουν ἔγωγ’ ἄν, σῆς ἐπεμβαίνων χθονός,
925οὐδ’ εἰ τὰ πάντων εἶχον ἐνδικώτατα, ἄνευ γε τοῦ κραίνοντος, ὅστις ἦν, χθονὸς οὔθ’ εἷλκον οὔτ’ ἂν ἦγον, ἀλλ’ ἠπιστάμην ξένον παρ’ ἀστοῖς ὡς διαιτᾶσθαι χρεών. Σὺ δ’ ἀξίαν οὐκ οὖσαν αἰσχύνεις πόλιν
930τὴν αὐτὸς αὐτοῦ, καί ς’ ὁ πληθύων χρόνος γέρονθ’ ὁμοῦ τίθησι καὶ τοῦ νοῦ κενόν. Εἶπον μὲν οὖν καὶ πρόσθεν, ἐννέπω δὲ νῦν, τὰς παῖδας ὡς τάχιστα δεῦρ’ ἄγειν τινά, εἰ μὴ μέτοικος τῆσδε τῆς χώρας θέλεις
935εἶναι βίᾳ τε κοὐχ ἑκών· καὶ ταῦτά σοι
τῷ νῷ θ’ ὁμοίως κἀπὸ τῆς γλώσσης λέγω. ΧΟ.
Ὁρᾷς ἵν’ ἥκεις, ὦ ξέν’; ὡς ἀφ’ ὧν μὲν εἶ
φαίνῃ δίκαιος, δρῶν δ’ ἐφευρίσκῃ κακά. ΚΡ.
Ἐγὼ οὔτ’ ἄνανδρον τήνδε τὴν πόλιν λέγω,
117
940ὦ τέκνον Αἰγέως, οὔτ’ ἄβουλον, ὡς σὺ φῄς, τοὔργον τόδ’ ἐξέπραξα, γιγνώσκων δ’ ὅτι οὐδείς ποτ’ αὐτοὺς τῶν ἐμῶν ἂν ἐμπέσοι ζῆλος ξυναίμων, ὥστ’ ἐμοῦ τρέφειν βίᾳ. Ἤιδη δ’ ὁθούνεκ’ ἄνδρα καὶ πατροκτόνον
945κἄναγνον οὐ δεξοίατ’, οὐδ’ ὅτῳ γάμοι ξυνόντες ηὑρέθησαν ἀνόσιοι τέκνων. Τοιοῦτον αὐτοῖς Ἄρεος εὔβουλον πάγον ἐγὼ ξυνῄδη χθόνιον ὄνθ’, ὃς οὐκ ἐᾷ τοιούσδ’ ἀλήτας τῇδ’ ὁμοῦ ναίειν πόλει·
OC
.

(950)

ᾧ πίστιν ἴσχων τήνδ’ ἐχειρούμην ἄγραν. Καὶ ταῦτ’ ἂν οὐκ ἔπρασσον, εἰ μή μοι πικρὰς αὐτῷ τ’ ἀρὰς ἠρᾶτο καὶ τὠμῷ γένει· ἀνθ’ ὧν πεπονθὼς ἠξίουν τάδ’ ἀντιδρᾶν· θυμοῦ γὰρ οὐδέν ἐστι γῆρας ἄλλο πλὴν
955θανεῖν· θανόντων δ’ οὐδὲν ἄλγος ἅπτεται. Πρὸς ταῦτα πράξεις οἷον ἂν θέλῃς· ἐπεὶ ἐρημία με, κεἰ δίκαι’ ὅμως λέγω, σμικρὸν τίθησι· πρὸς δὲ τὰς πράξεις ὅμως, καὶ τηλικόσδ’ ὤν, ἀντιδρᾶν πειράσομαι.
960ΟΙ.
Ὦ λῆμ’ ἀναιδές, τοῦ καθυβρίζειν δοκεῖς,
πότερον ἐμοῦ γέροντος ἢ σαυτοῦ, τόδε;
ὅστις φόνους μοι καὶ γάμους καὶ συμφορὰς
τοῦ σοῦ διῆκας στόματος, ἃς ἐγὼ τάλας ἤνεγκον ἄκων· θεοῖς γὰρ ἦν οὕτω φίλον,118
965τάχ’ ἄν τι μηνίουσιν εἰς γένος πάλαι. Ἐπεὶ καθ’ αὑτόν γ’ οὐκ ἂν ἐξεύροις ἐμοὶ ἁμαρτίας ὄνειδος οὐδὲν ἀνθ’ ὅτου τάδ’ εἰς ἐμαυτὸν τοὺς ἐμούς θ’ ἡμάρτανον. Ἐπεὶ δίδαξον, εἴ τι θέσφατον πατρὶ
970χρησμοῖσιν ἱκνεῖθ’ ὥστε πρὸς παίδων θανεῖν, πῶς ἂν δικαίως τοῦτ’ ὀνειδίζοις ἐμοί, ὃς οὔτε βλάστας πω γενεθλίους πατρός, οὐ μητρὸς εἶχον, ἀλλ’ ἀγέννητος τότ’ ἦ; Εἰ δ’ αὖ φανεὶς δύστηνος, ὡς ἐγὼ ’φάνην,
975ἐς χεῖρας ἦλθον πατρὶ καὶ κατέκτανον, μηδὲν ξυνιεὶς ὧν ἔδρων εἰς οὕς τ’ ἔδρων, πῶς ἂν τό γ’ ἆκον πρᾶγμ’ ἂν εἰκότως ψέγοις; Μητρὸς δέ, τλῆμον, οὐκ ἐπαισχύνῃ γάμους οὔσης ὁμαίμου σῆς μ’ ἀναγκάζων λέγειν
980οἵους ἐρῶ τάχ’· οὐ γὰρ οὖν σιγήσομαι, σοῦ γ’ εἰς τόδ’ ἐξελθόντος ἀνόσιον στόμα. Ἔτικτε γάρ μ’ ἔτικτεν, ὤμοι μοι κακῶν, οὐκ εἰδότ’ οὐκ εἰδυῖα, καὶ τεκοῦσά με αὑτῆς ὄνειδος παῖδας ἐξέφυσέ μοι.
985Ἀλλ’ ἓν γὰρ οὖν ἔξοιδα, σὲ μὲν ἑκόντ’ ἐμὲ κείνην τε ταῦτα δυσστομεῖν· ἐγὼ δέ νιν ἄκων ἔγημα, φθέγγομαί τ’ ἄκων τάδε. Ἀλλ’ οὐ γὰρ οὔτ’ ἐν τοῖσδ’ ἀκούσομαι κακὸς
γάμοισιν οὔθ’ οὓς αἰὲν ἐμφέρεις σύ μοι119
990φόνους πατρῴους ἐξονειδίζων πικρῶς. Ἓν γάρ μ’ ἄμειψαι μοῦνον ὧν ς’ ἀνιστορῶ· εἴ τίς σε τὸν δίκαιον αὐτίκ’ ἐνθάδε κτείνοι παραστάς, πότερα πυνθάνοι’ ἂν εἰ πατήρ ς’ ὁ καίνων, ἢ τίνοι’ ἂν εὐθέως;
995Δοκῶ μέν, εἴπερ ζῆν φιλεῖς, τὸν αἴτιον τίνοι’ ἄν, οὐδὲ τοὔνδικον περιβλέποις. Τοιαῦτα μέντοι καὐτὸς εἰσέβην κακά, θεῶν ἀγόντων· οἷς ἐγὼ οὐδὲ τὴν πατρὸς ψυχὴν ἂν οἶμαι ζῶσαν ἀντειπεῖν ἐμοί.
OC
.

(1000)

Σὺ δ’, εἶ γὰρ οὐ δίκαιος, ἀλλ’ ἅπαν καλὸν λέγειν νομίζων, ῥητὸν ἄρρητόν τ’ ἔπος, τοιαῦτ’ ὀνειδίζεις με τῶνδ’ ἐναντίον. Καί σοι τὸ Θησέως ὄνομα θωπεῦσαι καλόν, καὶ τὰς Ἀθήνας, ὡς κατῴκηνται καλῶς·
1005κᾆθ’ ὧδ’ ἐπαινῶν πολλὰ τοῦδ’ ἐκλανθάνῃ, ὁθούνεκ’ εἴ τις γῆ θεοὺς ἐπίσταται τιμαῖς σεβίζειν, ἥδε τοῦθ’ ὑπερφέρει· ἀφ’ ἧς σὺ κλέψας τὸν ἱκέτην γέροντ’ ἐμὲ αὐτόν τ’ ἐχειροῦ τὰς κόρας τ’ οἴχῃ λαβών.
1010
Ἀνθ’ ὧν ἐγὼ νῦν τάσδε τὰς θεὰς ἐμοὶ
καλῶν ἱκνοῦμαι καὶ κατασκήπτω λιταῖς
ἐλθεῖν ἀρωγοὺς ξυμμάχους 〈θ’〉, ἵν’ ἐκμάθῃς
οἵων ὑπ’ ἀνδρῶν ἥδε φρουρεῖται πόλις. ΧΟ.
Ὁ ξεῖνος, ὦναξ, χρηστός· αἱ δὲ συμφοραὶ
1015
αὐτοῦ πανώλεις, ἄξιαι δ’ ἀμυναθεῖν. ΘΗ.
Ἅλις λόγων· ὡς οἱ μὲν ἐξηρπασμένοι
σπεύδουσιν, ἡμεῖς δ’ οἱ παθόντες ἕσταμεν. ΚΡ.
Τί δῆτ’ ἀμαυρῷ φωτὶ προστάσσεις ποεῖν; ΘΗ.
Ὁδοῦ κατάρχειν τῆς ἐκεῖ, πομπὸν δέ με
120
1020χωρεῖν, ἵν’ εἰ μὲν ἐν τόποισι τοῖσδ’ ἔχεις τὰς παῖδας ἡμῶν, αὐτὸς ἐκδείξῃς ἐμοί· εἰ δ’ ἐγκρατεῖς φεύγουσιν, οὐδὲν δεῖ πονεῖν· ἄλλοι γὰρ οἱ σπεύδοντες, οὓς οὐ μή ποτε χώρας φυγόντες τῆσδ’ ἐπεύξωνται θεοῖς.
1025Ἀλλ’ ἐξυφηγοῦ· γνῶθι δ’ ὡς ἔχων ἔχῃ καί ς’ εἷλε θηρῶνθ’ ἡ Τύχη· τὰ γὰρ δόλῳ τῷ μὴ δικαίῳ κτήματ’ οὐχὶ σῴζεται. Κοὐκ ἄλλον ἕξεις εἰς τόδ’· ὡς ἔξοιδά σε οὐ ψιλὸν οὐδ’ ἄσκευον ἐς τοσήνδ’ ὕβριν
1030ἥκοντα τόλμης τῆς παρεστώσης τανῦν, ἀλλ’ ἔσθ’ ὅτῳ σὺ πιστὸς ὢν ἔδρας τάδε· ἃ δεῖ μ’ ἀθρῆσαι, μηδὲ τήνδε τὴν πόλιν ἑνὸς ποῆσαι φωτὸς ἀσθενεστέραν. Νοεῖς τι τούτων, ἢ μάτην τὰ νῦν τέ σοι
1035
δοκεῖ λελέχθαι χὤτε ταῦτ’ ἐμηχανῶ; ΚΡ.
Οὐδὲν σὺ μεμπτὸν ἐνθάδ’ ὢν ἐρεῖς ἐμοί·
οἴκοι δὲ χἠμεῖς εἰσόμεσθ’ ἃ χρὴ ποεῖν. ΘΗ.
Χωρῶν ἀπείλει νῦν· σὺ δ’ ἡμίν, Οἰδίπους,
ἕκηλος αὐτοῦ μίμνε, πιστωθεὶς ὅτι,
1040
ἢν μὴ θάνω ’γὼ πρόσθεν, οὐχὶ παύσομαι
πρὶν ἄν σε τῶν σῶν κύριον στήσω τέκνων. ΟΙ.
Ὄναιο, Θησεῦ, τοῦ τε γενναίου χάριν
καὶ τῆς πρὸς ἡμᾶς ἐνδίκου προμηθίας. ΧΟ.
Εἴην ὅθι δαΐων
Str. 1.
121
1045 ἀνδρῶν τάχ’ ἐπιστροφαὶ τὸν χαλκοβόαν Ἄρη μείξουσιν, ἢ πρὸς Πυθίαις, ἢ λαμπάσιν ἀκταῖς,
OC
.

(1050)

οὗ πότνιαι σεμνὰ τιθηνοῦνται τέλη θνατοῖσιν ὧν καὶ χρυσέα κλῂς ἐπὶ γλώσσᾳ βέβα‐ κε προσπόλων Εὐμολπιδᾶν· ἔνθ’ οἶμαι τὸν ἐγρεμάχαν
1055 Θησέα καὶ τὰς διστόλους ἀδμῆτας ἀδελφὰς αὐτάρκει τάχ’ ἐμμείξειν βοᾷ τούσδ’ ἀνὰ χώρους·
1058
ἤ που τὸν ἐφέσπερον
Ant. 1.
1060 πέτρας νιφάδος πελῶς’ Οἰάτιδος ἐκ νομοῦ πώλοισιν ἢ ῥιμφαρμάτοις φεύγοντες ἁμίλλαις;
1065Ἁλώσεται· δεινὸς ὁ προσχωρῶν Ἄρης, δεινὰ δὲ Θησειδᾶν ἀκμά. Πᾶς γὰρ ἀστράπτει χαλι‐ νός, πᾶσα δ’ ὁρμᾶται κατὰ ἀμπυκτήρια 〈νεαρῶν〉
1070 ἄμβασις οἳ τὰν ἱππίαν τιμῶσιν Ἀθάναν καὶ τὸν πόντιον γαιάοχον
Ῥέας φίλον υἱόν. Ἔρδους’ ἢ μέλλουσιν; ὡς
Str. 2.
122
1075 προμνᾶταί τί μοι γνώμα τάχ’ ἀνσώσειν τὰν δεινὰ τλᾶσαν, δεινὰ δ’ εὑροῦ‐ σαν πρὸς αὐθαίμων πάθη. Τελεῖ, τελεῖ Ζεύς τι κατ’ ἆμαρ·
1080μάντις εἴμ’ ἐσθλῶν ἀγώνων. Εἴθ’ ἀελλαία ταχύρρωστος πελειὰς αἰθερίας νεφέλας κύρσαιμι τῶνδ’ ἀγώνων θεωρὸν θεῖσα τοὐμὸν ὄμμα.
1084
1085Ἰὼ Ζεῦ, πάνταρχε θεῶν,
Ant. 2. παντόπτ’, ὤ, πόροις γᾶς τᾶσδε δαμούχοις σθένει ’πινικείῳ τὸν εὔ‐ αγρον τελειῶσαι λόχον,
1090σεμνά τε παῖς Παλλὰς Ἀθάνα. Καὶ τὸν ἀγρευτὰν Ἀπόλλω, καὶ κασιγνήταν πυκνοστίκτων ὀπαδὸν ὠκυπόδων ἐλάφων, στέργω διπλᾶς ἀρωγὰς
1095μολεῖν γᾷ τᾷδε καὶ πολίταις.
1095
Ὦ ξεῖν’ ἀλῆτα, τῷ σκοπῷ μὲν οὐκ ἐρεῖς
ὡς ψευδόμαντις· τὰς κόρας γὰρ εἰσορῶ
τάσδ’ ἆσσον αὖθις ὧδε προσπολουμένας. ΟΙ.
Ποῦ ποῦ; τί φῄς; πῶς εἶπας;
123
1099ΑΝ.
Ὦ πάτερ, πάτερ,
OC
.

(1100)

τίς ἂν θεῶν σοι τόνδ’ ἄριστον ἄνδρ’ ἰδεῖν
δοίη, τὸν ἡμᾶς δεῦρο προσπέμψαντά σοι; ΟΙ.
Ὦ τέκνον, ἦ πάρεστον;
1102ΑΝ.
Αἵδε γὰρ χέρες
Θησέως ἔσωσαν φιλτάτων τ’ ὀπαόνων. ΟΙ.
Προσέλθετ’, ὦ παῖ, πατρί, καὶ τὸ μηδαμὰ
1105
ἐλπισθὲν ἥξειν σῶμα βαστάσαι δότε. ΑΝ.
Αἰτεῖς ἃ τεύξῃ· σὺν πόθῳ γὰρ ἡ χάρις. ΟΙ.
Ποῦ δῆτα, ποῦ ’στόν;
1107ΑΝ.
Αἵδ’ ὁμοῦ πελάζομεν. ΟΙ.
Ὦ φίλτατ’ ἔρνη.
1108ΑΝ.
Τῷ τεκόντι πᾶν φίλον. ΟΙ.
Ὦ σκῆπτρα φωτός.
1109ΑΝ.
Δυσμόρου γε δύσμορα.
1110ΟΙ.
Ἔχω τὰ φίλτατ’, οὐδ’ ἔτ’ ἂν πανάθλιος
θανὼν ἂν εἴην σφῷν παρεστώσαιν ἐμοί.
Ἐρείσατ’, ὦ παῖ, πλευρὸν ἀμφιδέξιον
ἐμφύντε τῷ φύσαντι, κἀναπαύσατον
τοῦ πρόσθ’ ἐρήμου τοῦδε δυστήνου πλάνου.
1115Καί μοι τὰ πραχθέντ’ εἴπαθ’ ὡς βράχιστ’, ἐπεὶ
ταῖς τηλικαῖσδε σμικρὸς ἐξαρκεῖ λόγος. ΑΝ.
Ὅδ’ ἔσθ’ ὁ σώσας· τοῦδε χρὴ κλύειν, πάτερ,
καὶ σοί γε τοὔργον τοὐμὸν εἶτ’ ἔσται βραχύ. ΟΙ.
Ὦ ξεῖνε, μὴ θαύμαζε πρὸς τὸ λιπαρές,
124
1120τέκν’ εἰ φανέντ’ ἄελπτα μηκύνω λόγον· ἐπίσταμαι γὰρ τήνδε τὴν ἐς τάσδε μοι τέρψιν παρ’ ἄλλου μηδενὸς πεφασμένην. Σὺ γάρ νιν ἐξέσωσας, οὐκ ἄλλος βροτῶν, καὶ σοὶ θεοὶ πόροιεν ὡς ἐγὼ θέλω,
1125αὐτῷ τε καὶ γῇ τῇδ’· ἐπεὶ τό γ’ εὐσεβὲς μόνοις παρ’ ὑμῖν ηὗρον ἀνθρώπων ἐγὼ καὶ τοὐπιεικὲς καὶ τὸ μὴ ψευδοστομεῖν· εἰδὼς δ’ ἀμύνω τοῖσδε τοῖς λόγοις τάδε· ἔχω γὰρ ἅχω διὰ σὲ κοὐκ ἄλλον βροτῶν,
1130καί μοι χέρ’, ὦναξ, δεξιάν τ’ ὄρεξον ὡς ψαύσω φιλήσω τ’, εἰ θέμις, τὸ σὸν κάρα. Καίτοι τί φωνῶ; πῶς ς’ ἂν ἄθλιος γεγὼς θιγεῖν θελήσαιμ’ ἀνδρός, ᾧ τίς οὐκ ἔνι κηλὶς κακῶν ξύνοικος; οὐκ ἔγωγέ σε,
1135
οὐδ’ οὖν ἐάσω· τοῖς γὰρ ἐμπείροις βροτῶν
μόνοις οἷόν τε συνταλαιπωρεῖν τάδε.
Σὺ δ’ αὐτόθεν μοι χαῖρε, καὶ τὰ λοιπά μου
μέλου δικαίως, ὥσπερ ἐς τόδ’ ἡμέρας. ΘΗ.
Οὔτ’ εἴ τι μῆκος τῶν λόγων ἔθου πλέον,
1140τέκνοισι τερφθεὶς τοῖσδε θαυμάσας ἔχω, οὐδ’ εἰ πρὸ τοὐμοῦ προὔλαβες τὰ τῶνδ’ ἔπη· βάρος γὰρ ἡμᾶς οὐδὲν ἐκ τούτων ἔχει· οὐ γὰρ λόγοισι τὸν βίον σπουδάζομεν λαμπρὸν ποιεῖσθαι μᾶλλον ἢ τοῖς δρωμένοις.125
1145Δείκνυμι δ’· ὧν γὰρ ὤμος’ οὐκ ἐψευσάμην οὐδέν σε, πρέσβυ· τάσδε γὰρ πάρειμ’ ἄγων ζώσας, ἀκραιφνεῖς τῶν κατηπειλημένων. Χὤπως μὲν ἁγὼν οὗτος ᾑρέθη, τί δεῖ κομπεῖν ἅ γ’ εἴσῃ καὐτὸς ἐκ ταύταιν ξυνών;
OC
.

(1150)

Λόγος δ’ ὃς ἐμπέπτωκεν ἀρτίως ἐμοὶ
στείχοντι δεῦρο, συμβαλοῦ γνώμην, ἐπεὶ
σμικρὸς μὲν εἰπεῖν, ἄξιος δὲ θαυμάσαι·
πρᾶγος δ’ ἀτίζειν οὐδὲν ἄνθρωπον χρεών. ΟΙ.
Τί δ’ ἔστι, τέκνον Αἰγέως; δίδασκέ με,
1155
ὡς μὴ εἰδότ’ αὐτὸν μηδὲν ὧν σὺ πυνθάνῃ. ΘΗ.
Φασίν τιν’ ἡμῖν ἄνδρα, σοὶ μὲν ἔμπολιν
οὐκ ὄντα, συγγενῆ δέ, προσπεσόντα πως
βωμῷ καθῆσθαι τῷ Ποσειδῶνος, παρ’ ᾧ
θύων ἔκυρον, ἡνίχ’ ὡρμώμην ἐγώ.
1160ΟΙ.
Ποδαπόν; τί προσχρῄζοντα τῷ θακήματι; ΘΗ.
Οὐκ οἶδα πλὴν ἕν· σοῦ γάρ, ὡς λέγουσί μοι,
βραχύν τιν’ αἰτεῖ μῦθον οὐκ ὄγκου πλέων. ΟΙ.
Ποῖόν τιν’; οὐ γὰρ ἥδ’ ἕδρα σμικροῦ λόγου. ΘΗ.
Σοὶ φασὶν αὐτὸν ἐς λόγους ἐλθεῖν μολόντ’
1165
αἰτεῖν ἀπελθεῖν 〈τ’〉 ἀσφαλῶς τῆς δεῦρ’ ὁδοῦ. ΟΙ.
Τίς δῆτ’ ἂν εἴη τήνδ’ ὁ προσθακῶν ἕδραν; ΘΗ.
Ὅρα κατ’ Ἄργος εἴ τις ὑμὶν ἐγγενὴς
ἔσθ’, ὅστις ἄν σου τοῦτο προσχρῄζοι τυχεῖν. ΟΙ.
Ὦ φίλτατε, σχὲς οὗπερ εἶ.
126
1169ΘΗ.
Τί δ’ ἔστι σοι;
1170ΟΙ.
Μή μου δεηθῇς—
1170ΘΗ.
Πράγματος ποίου; λέγε. ΟΙ.
Ἔξοιδ’ ἀκούων τῶνδ’ ὅς ἐσθ’ ὁ προστάτης. ΘΗ.
Καὶ τίς ποτ’ ἐστίν, ὅν γ’ ἐγὼ ψέξαιμί τι; ΟΙ.
Παῖς οὑμός, ὦναξ, στυγνός, οὗ λόγων ἐγὼ
ἄλγιστ’ ἂν ἀνδρῶν ἐξανασχοίμην κλύων.
1175ΘΗ.
Τί δ’; οὐκ ἀκούειν ἔστι, καὶ μὴ δρᾶν ἃ μὴ
χρῄζεις; τί σοι τοῦτ’ ἐστὶ λυπηρὸν κλύειν; ΟΙ.
Ἔχθιστον, ὦναξ, φθέγμα τοῦθ’ ἥκει πατρί·
καὶ μή μ’ ἀνάγκῃ προσβάλῃς τάδ’ εἰκαθεῖν. ΘΗ.
Ἀλλ’ εἰ τὸ θάκημ’ ἐξαναγκάζει, σκόπει,
1180
μή σοι πρόνοι’ ᾖ τοῦ θεοῦ φυλακτέα. ΑΝ.
Πάτερ, πιθοῦ μοι, κεἰ νέα παραινέσω.
Τὸν ἄνδρ’ ἔασον τόνδε τῇ θ’ αὑτοῦ φρενὶ
χάριν παρασχεῖν τῷ θεῷ θ’ ἃ βούλεται,
καὶ νῷν ὕπεικε τὸν κασίγνητον μολεῖν.
1185Οὐ γάρ σε, θάρσει, πρὸς βίαν παρασπάσει γνώμης, ἃ μή σοι συμφέροντα λέξεται.
Λόγων δ’ ἀκοῦσαι τίς βλάβη; τά τοι κακῶς ηὑρημέν’ ἔργα τῷ λόγῳ μηνύεται. Ἔφυσας αὐτόν· ὥστε μηδὲ δρῶντά σε127
1190τὰ τῶν κακίστων δυσσεβέστατ’, ὦ πάτερ, θέμις σέ γ’ εἶναι κεῖνον ἀντιδρᾶν κακῶς. Ἄλλαι γονεῦσι χἀτέροις γοναὶ κακαὶ καὶ θυμὸς ὀξύς, ἀλλὰ νουθετούμενοι φίλων ἐπῳδαῖς ἐξεπᾴδονται φύσιν.
1195Σὺ δ’ εἰς ἐκεῖνα, μὴ τὰ νῦν, ἀποσκόπει, πατρῷα καὶ μητρῷα πήμαθ’ ἅπαθες· κἂν κεῖνα λεύσσῃς, οἶδ’ ἐγώ, γνώσῃ κακοῦ θυμοῦ τελευτὴν ὡς κακὴ προσγίγνεται. Ἔχεις γὰρ οὐχὶ βαιὰ τἀνθυμήματα,
OC
.

(1200)

τῶν σῶν ἀδέρκτων ὀμμάτων τητώμενος.
Ἀλλ’ ἡμὶν εἶκε· λιπαρεῖν γὰρ οὐ καλὸν
δίκαια προσχρῄζουσιν, οὐδ’ αὐτὸν μὲν εὖ
πάσχειν, παθόντα δ’ οὐκ ἐπίστασθαι τίνειν. ΟΙ.
Τέκνον, βαρεῖαν ἡδονὴν νικᾶτέ με
1205
λέγοντες· ἔστω δ’ οὖν ὅπως ὑμῖν φίλον.
Μόνον, ξέν’, εἴπερ κεῖνος ὧδ’ ἐλεύσεται,
μηδεὶς κρατείτω τῆς ἐμῆς ψυχῆς ποτε. ΘΗ.
Ἅπαξ τὰ τοιαῦτ’, οὐχὶ δὶς χρῄζω κλύειν,
ὦ πρέσβυ. Κομπεῖν δ’ οὐχὶ βούλομαι· σὺ δ’ ὢν
1210
σῶς ἴσθ’, ἐάν περ κἀμέ τις σῴζῃ θεῶν. ΧΟ.
Ὅστις τοῦ πλέονος μέρους
Str.
χρῄζει τοῦ μετρίου παρεὶς
ζώειν, σκαιοσύναν φυλάσ‐
σων ἐν ἐμοὶ κατάδηλος ἔσται.
128
1215Ἐπεὶ πολλὰ μὲν αἱ μακραὶ ἁμέραι κατέθεντο δὴ λύπας ἐγγυτέρω, τὰ τέρ‐ ποντα δ’ οὐκ ἂν ἴδοις ὅπου, ὅταν τις ἐς πλέον πέσῃ
1220τοῦ δέοντος· ὁ δ’ ἐπίκουρος ἰσοτέλεστος, Ἄϊδος ὅτε Μοῖρ’ ἀνυμέναιος ἄλυρος ἄχορος ἀναπέφηνε, θάνατος ἐς τελευτάν.
1223
Μὴ φῦναι τὸν ἅπαντα νι‐
Ant.
1225 κᾷ λόγον· τὸ δ’, ἐπεὶ φανῇ, βῆναι κεῖθεν ὅθεν περ ἥ‐ κει, πολὺ δεύτερον, ὡς τάχιστα.
1229Ὡς εὖτ’ ἂν τὸ νέον παρῇ
1230κούφας ἀφροσύνας φέρον, τίς πλάγχθη πολὺ μόχθος ἔ‐ ξω; τίς οὐ καμάτων ἔνι;
1234φόνοι, στάσεις, ἔρις, μάχαι
1235καὶ φθόνος· τό τε κατάμεμπτον ἐπιλέλογχε πύματον ἀκρατὲς ἀπροσόμιλον γῆρας ἄφιλον, ἵνα πρόπαντα
κακὰ κακῶν ξυνοικεῖ. Ἐν ᾧ τλάμων ὅδ’, οὐκ ἐγὼ μόνος,
Ep.
129
1240πάντοθεν βόρειος ὥς τις ἀκτὰ κυματοπλὴξ χειμερία κλονεῖται, ὣς καὶ τόνδε κατ’ ἄκρας δειναὶ κυματοαγεῖς ἆται κλονέουσιν ἀεὶ ξυνοῦσαι,
1245αἱ μὲν ἀπ’ ἀελίου δυσμᾶν, αἱ δ’ ἀνατέλλοντος, αἱ δ’ ἀνὰ μέσσαν ἀκτῖν’, αἱ δ’ ἐννυχιᾶν ἀπὸ Ῥιπᾶν.
1248 ΑΝ.
Καὶ μὴν ὅδ’ ἡμῖν, ὡς ἔοικεν, ὁ ξένος
OC
.

(1250)

ἀνδρῶν γε μοῦνος, ὦ πάτερ, δι’ ὄμματος
ἀστακτὶ λείβων δάκρυον ὧδ’ ὁδοιπορεῖ. ΟΙ.
Τίς οὗτος;
1252ΑΝ.
Ὅνπερ καὶ πάλαι κατείχομεν
γνώμῃ, πάρεστι δεῦρο Πολυνείκης ὅδε. ΠΟΛΥΝΕΙΚΗΣ
1254Οἴμοι, τί δράσω; πότερα τἀμαυτοῦ κακὰ
1255πρόσθεν δακρύσω, παῖδες, ἢ τὰ τοῦδ’ ὁρῶν πατρὸς γέροντος; ὃν ξένης ἐπὶ χθονὸς σὺν σφῷν ἐφηύρηκ’ ἐνθάδ’ ἐκβεβλημένον ἐσθῆτι σὺν τοιᾷδε, τῆς ὁ δυσφιλὴς γέρων γέροντι συγκατῴκηκεν πίνος
1260πλευρὰν μαραίνων, κρατὶ δ’ ὀμματοστερεῖ
κόμη δι’ αὔρας ἀκτένιστος ᾄσσεται· ἀδελφὰ δ’, ὡς ἔοικε, τούτοισιν φορεῖ τὰ τῆς ταλαίνης νηδύος θρεπτήρια. Ἁγὼ πανώλης ὄψ’ ἄγαν ἐκμανθάνω·130
1265καὶ μαρτυρῶ κάκιστος ἀνθρώπων τροφαῖς ταῖς σαῖσιν ἥκειν· τἀμὰ μὴ ’ξ ἄλλων πύθῃ. Ἀλλ’ ἔστι γὰρ καὶ Ζηνὶ σύνθακος θρόνων Αἰδὼς ἐπ’ ἔργοις πᾶσι, καὶ πρὸς σοί, πάτερ, παρασταθήτω· τῶν γὰρ ἡμαρτημένων
1270ἄκη μὲν ἔστι, προσφορὰ δ’ οὐκ ἔστ’ ἔτι. Τί σιγᾷς; Φώνησον, ὦ πάτερ, τι· μή μ’ ἀποστραφῇς· οὐδ’ ἀνταμείβῃ μ’ οὐδέν, ἀλλ’ ἀτιμάσας πέμψεις ἄναυδος, οὐδ’ ἃ μηνίεις φράσας;
1275Ὦ σπέρματ’ ἀνδρὸς τοῦδ’, ἐμαὶ δ’ ὁμαίμονες, πειράσατ’ ἀλλ’ ὑμεῖς γε κινῆσαι πατρὸς τὸ δυσπρόσοιστον κἀπροσήγορον στόμα, ὡς μή μ’ ἄτιμον, τοῦ θεοῦ γε προστάτην, οὕτως ἀφῇ με μηδὲν ἀντειπὼν ἔπος.
1280ΑΝ.
Λέγ’, ὦ ταλαίπωρ’, αὐτὸς ὧν χρείᾳ πάρει·
τὰ πολλὰ γάρ τοι ῥήματ’ ἢ τέρψαντά τι
ἢ δυσχεράναντ’ ἢ κατοικτίσαντά πως
παρέσχε φωνὴν τοῖς ἀφωνήτοις τινά. ΠΟ.
Ἀλλ’ ἐξερῶ· καλῶς γὰρ ἐξηγῇ σύ μοι·
1285πρῶτον μὲν αὐτὸν τὸν θεὸν ποιούμενος ἀρωγόν, ἔνθεν μ’ ὧδ’ ἀνέστησεν μολεῖν ὁ τῆσδε τῆς γῆς κοίρανος, διδοὺς ἐμοὶ λέξαι τ’ ἀκοῦσαί τ’ ἀσφαλεῖ σὺν ἐξόδῳ. Καὶ ταῦτ’ ἀφ’ ὑμῶν, ὦ ξένοι, βουλήσομαι
1290καὶ ταῖνδ’ ἀδελφαῖν καὶ πατρὸς κυρεῖν ἐμοί· ἃ δ’ ἦλθον ἤδη σοι θέλω λέξαι, πάτερ. Γῆς ἐκ πατρῴας ἐξελήλαμαι φυγάς, τοῖς σοῖς πανάρχοις οὕνεκ’ ἐνθακεῖν θρόνοις γονῇ πεφυκὼς ἠξίουν γεραιτέρᾳ.131
1295Ἀνθ’ ὧν μ’ Ἐτεοκλῆς, ὢν φύσει νεώτερος, γῆς ἐξέωσεν, οὔτε νικήσας λόγῳ, οὔτ’ εἰς ἔλεγχον χειρὸς οὐδ’ ἔργου μολών, πόλιν δὲ πείσας· ὧν ἐγὼ μάλιστα μὲν τὴν σὴν Ἐρινὺν αἰτίαν εἶναι λέγω·
OC
.

(1300)

ἔπειτα κἀπὸ μάντεων ταύτῃ κλύω. Ἐπεὶ γὰρ ἦλθον Ἄργος ἐς τὸ Δωρικόν, λαβὼν Ἄδραστον πενθερόν, ξυνωμότας ἔστης’ ἐμαυτῷ γῆς ὅσοιπερ Ἀπίας πρῶτοι καλοῦνται καὶ τετίμηνται δορί,
1305ὅπως τὸν ἑπτάλογχον ἐς Θήβας στόλον ξὺν τοῖσδ’ ἀγείρας ἢ θάνοιμι πανδίκως ἢ τοὺς τάδ’ ἐκπράξαντας ἐκβάλοιμι γῆς. Εἶεν· τί δῆτα νῦν ἀφιγμένος κυρῶ; σοὶ προστροπαίους, ὦ πάτερ, λιτὰς ἔχων
1310αὐτός τ’ ἐμαυτοῦ ξυμμάχων τε τῶν ἐμῶν, οἳ νῦν σὺν ἑπτὰ τάξεσιν σὺν ἑπτά τε λόγχαις τὸ Θήβης πεδίον ἀμφεστᾶσι πᾶν· οἷος δορυσσοῦς Ἀμφιάρεως, τὰ πρῶτα μὲν δόρει κρατύνων, πρῶτα δ’ οἰωνῶν ὁδοῖς·
1315ὁ δεύτερος δ’ Αἰτωλός, Οἰνέως τόκος, Τυδεύς· τρίτος δ’ Ἐτέοκλος, Ἀργεῖος γεγώς· τέταρτον Ἱππομέδοντ’ ἀπέστειλεν πατὴρ Ταλαός· ὁ πέμπτος δ’ εὔχεται κατασκαφῇ
Καπανεὺς τὸ Θήβης ἄστυ δῃώσειν πυρί·132
1320ἕκτος δὲ Παρθενοπαῖος Ἀρκὰς ὄρνυται, ἐπώνυμος τῆς πρόσθεν ἀδμήτης χρόνῳ μητρὸς λοχευθείς, πιστὸς Ἀταλάντης γόνος· ἐγὼ δὲ σός, κεἰ μὴ σός, ἀλλὰ τοῦ κακοῦ πότμου φυτευθείς, σός γέ τοι καλούμενος,
1325ἄγω τὸν Ἄργους ἄφοβον ἐς Θήβας στρατόν. Οἵ ς’ ἀντὶ παίδων τῶνδε καὶ ψυχῆς, πάτερ, ἱκετεύομεν ξύμπαντες, ἐξαιτούμενοι μῆνιν βαρεῖαν εἰκαθεῖν ὁρμωμένῳ τῷδ’ ἀνδρὶ τοὐμοῦ πρὸς κασιγνήτου τίσιν,
1330ὅς μ’ ἐξέωσεν κἀπεσύλησεν πάτρας. Εἰ γάρ τι πιστόν ἐστιν ἐκ χρηστηρίων, οἷς ἂν σὺ προσθῇ, τοῖσδ’ ἔφασκ’ εἶναι κράτος. Πρός νύν σε κρηνῶν, πρὸς θεῶν ὁμογνίων αἰτῶ πιθέσθαι καὶ παρεικαθεῖν, ἐπεὶ
1335πτωχοὶ μὲν ἡμεῖς καὶ ξένοι, ξένος δὲ σύ· ἄλλους δὲ θωπεύοντες οἰκοῦμεν σύ τε κἀγώ, τὸν αὐτὸν δαίμον’ ἐξειληχότες. Ὁ δ’ ἐν δόμοις τύραννος, ὦ τάλας ἐγώ, κοινῇ καθ’ ἡμῶν ἐγγελῶν ἁβρύνεται·
1340ὅν, εἰ σὺ τἠμῇ ξυμπαραστήσῃ φρενί, βραχεῖ σὺν ὄγκῳ καὶ χρόνῳ διασκεδῶ. Ὥστ’ ἐν δόμοισι τοῖσι σοῖς στήσω ς’ ἄγων, στήσω δ’ ἐμαυτόν, κεῖνον ἐκβαλὼν βίᾳ. Καὶ ταῦτα σοῦ μὲν ξυνθέλοντος ἔστι μοι
1345
κομπεῖν, ἄνευ σοῦ δ’ οὐδὲ σωθῆναι σθένω. ΧΟ.
Τὸν ἄνδρα, τοῦ πέμψαντος οὕνεκ’, Οἰδίπους,
εἰπὼν ὁποῖα ξύμφορ’ ἔκπεμψαι πάλιν. ΟΙ.
Ἀλλ’ εἰ μέν, ἄνδρες τῆσδε δημοῦχοι χθονός,
μὴ ’τύγχαν’ αὐτὸν δεῦρο προσπέμψας ἐμοὶ
133
OC
.

(1350)

Θησεύς, δικαιῶν ὥστ’ ἐμοῦ κλύειν λόγους, οὔ τἄν ποτ’ ὀμφῆς τῆς ἐμῆς ἐπῄσθετο· νῦν δ’ ἀξιωθεὶς εἶσι κἀκούσας γ’ ἐμοῦ τοιαῦθ’ ἃ τὸν τοῦδ’ οὔποτ’ εὐφρανεῖ βίον· ὅς γ’, ὦ κάκιστε, σκῆπτρα καὶ θρόνους ἔχων,
1355ἃ νῦν ὁ σὸς ξύναιμος ἐν Θήβαις ἔχει, τὸν αὐτὸς αὐτοῦ πατέρα τόνδ’ ἀπήλασας, κἄθηκας ἄπολιν καὶ στολὰς ταύτας φορεῖν, ἃς νῦν δακρύεις εἰσορῶν, ὅτ’ ἐν πόνῳ ταὐτῷ βεβηκὼς τυγχάνεις ἄκων ἐμοί.
1360Οὐ κλαυστὰ δ’ ἐστίν, ἀλλ’ ἐμοὶ μὲν οἰστέα τάδ’, ἕωσπερ ἂν ζῶ, σοῦ φονέως μεμνημένος· σὺ γάρ με μόχθῳ τῷδ’ ἔθηκας ἔντροφον, σύ μ’ ἐξέωσας, ἐκ σέθεν δ’ ἀλώμενος ἄλλους ἐπαιτῶ τὸν καθ’ ἡμέραν βίον.
1365Εἰ δ’ ἐξέφυσα τάσδε μὴ ’μαυτῷ τροφοὺς τὰς παῖδας, ἦ τἂν οὐκ ἂν ἦ, τὸ σὸν μέρος· νῦν δ’ αἵδε μ’ ἐκσῴζουσιν, αἵδ’ ἐμαὶ τροφοί, αἵδ’ ἄνδρες, οὐ γυναῖκες, εἰς τὸ συμπονεῖν· ὑμεῖς δ’ ἀπ’ ἄλλου κοὐκ ἐμοῦ πεφύκατον.
1370Τοιγάρ ς’ ὁ δαίμων εἰσορᾷ μέν, —οὔ τί πω ὡς αὐτίκ’, εἴπερ οἵδε κινοῦνται λόχοι πρὸς ἄστυ Θήβης. Οὐ γὰρ ἔσθ’ ὅπως πόλιν
κείνην ἐρείψεις, ἀλλὰ πρόσθεν αἵματι πεσῇ μιανθεὶς χὠ ξύναιμος ἐξ ἴσου.134
1375Τοιάσδ’ Ἀρὰς σφῷν πρόσθε τ’ ἐξανῆκ’ ἐγώ, νῦν τ’ ἀνακαλοῦμαι ξυμμάχους ἐλθεῖν ἐμοί, ἵν’ ἀξιῶτον τοὺς φυτεύσαντας σέβειν, καὶ μὴ ’ξατιμάζητον, εἰ τυφλοῦ πατρὸς τοιώδ’ ἔφυτον· αἵδε γὰρ τάδ’ οὐκ ἔδρων.
1380 Τοιγὰρ τὸ σὸν θάκημα καὶ τοὺς σοὺς θρόνους κρατοῦσιν, εἴπερ ἐστὶν ἡ παλαίφατος Δίκη ξύνεδρος Ζηνὸς ἀρχαίοις νόμοις. Σὺ δ’ ἔρρ’ ἀπόπτυστός τε κἀπάτωρ ἐμοῦ, κακῶν κάκιστε, τάσδε συλλαβὼν Ἀράς,
1385ἅς σοι καλοῦμαι, μήτε γῆς ἐμφυλίου δόρει κρατῆσαι μήτε νοστῆσαί ποτε τὸ κοῖλον Ἄργος, ἀλλὰ συγγενεῖ χερὶ θανεῖν κτανεῖν θ’ ὑφ’ οὗπερ ἐξελήλασαι. Τοιαῦτ’ ἀρῶμαι, καὶ καλῶ τοῦ Ταρτάρου
1390στυγνὸν τὸ πρῶτον ἔρεβος, ὥς ς’ ἀποικίσῃ, καλῶ δὲ τάσδε δαίμονας, καλῶ δ’ Ἄρη τὸν σφῷν τὸ δεινὸν μῖσος ἐμβεβληκότα. Καὶ ταῦτ’ ἀκούσας στεῖχε κἀξάγγελλ’ ἰὼν καὶ πᾶσι Καδμείοισι τοῖς σαυτοῦ θ’ ἅμα
1395
πιστοῖσι συμμάχοισιν, οὕνεκ’ Οἰδίπους
τοιαῦτ’ ἔνειμε παισὶ τοῖς αὑτοῦ γέρα. ΧΟ.
Πολύνεικες, οὔτε ταῖς παρελθούσαις ὁδοῖς
ξυνήδομαί σοι, νῦν τ’ ἴθ’ ὡς τάχος πάλιν. ΠΟ.
Οἴμοι κελεύθου τῆς τ’ ἐμῆς δυσπραξίας,
OC
.

(1400)

οἴμοι δ’ ἑταίρων· οἷον ἆρ’ ὁδοῦ τέλος Ἄργους ἀφωρμήθημεν, ὦ τάλας ἐγώ, τοιοῦτον οἷον οὐδὲ φωνῆσαί τινι ἔξεσθ’ ἑταίρων, οὐδ’ ἀποστρέψαι πάλιν, ἀλλ’ ὄντ’ ἄναυδον τῇδε συγκῦρσαι τύχῃ.135
1405Ὦ τοῦδ’ ὅμαιμοι παῖδες, ἀλλ’ ὑμεῖς, ἐπεὶ τὰ σκληρὰ πατρὸς κλύετε τοῦδ’ ἀρωμένου, μή τοί με πρὸς θεῶν σφώ γ’, ἐὰν αἱ τοῦδ’ ἀραὶ πατρὸς τελῶνται καί τις ὑμὶν ἐς δόμους νόστος γένηται, μή μ’ ἀτιμάσητέ γε,
1410
ἀλλ’ ἐν τάφοισι θέσθε κἀν κτερίσμασιν.
Καὶ σφῷν ὁ νῦν ἔπαινος, ὃν κομίζετον
τοῦδ’ ἀνδρὸς οἷς πονεῖτον, οὐκ ἐλάσσονα
ἔτ’ ἄλλον οἴσει τῆς ἐμῆς ὑπουργίας. ΑΝ.
Πολύνεικες, ἱκετεύω σε πεισθῆναί τί μοι.
1415ΠΟ.
Ὦ φιλτάτη, τὸ ποῖον, Ἀντιγόνη; λέγε. ΑΝ.
Στρέψαι στράτευμ’ ἐς Ἄργος ὡς τάχιστά γε,
καὶ μὴ σέ τ’ αὐτὸν καὶ πόλιν διεργάσῃ. ΠΟ.
Ἀλλ’ οὐχ οἷόν τε· πῶς γὰρ αὖθις ἂν πάλιν
στράτευμ’ ἄγοιμι ταὐτὸν εἰσάπαξ τρέσας;
1420ΑΝ.
Τί δ’ αὖθις, ὦ παῖ, δεῖ σε θυμοῦσθαι; τί σοι
πάτραν κατασκάψαντι κέρδος ἔρχεται; ΠΟ.
Αἰσχρὸν τὸ φεύγειν καὶ τὸ πρεσβεύοντ’ ἐμὲ
οὕτω γελᾶσθαι τοῦ κασιγνήτου πάρα. ΑΝ.
Ὁρᾷς τὰ τοῦδ’ οὖν ὥς 〈σ’〉 ἐς ὀρθὸν ἐκφέρει
1425μαντεύμαθ’ ὃς σφῷν θάνατον ἐξ ἀμφοῖν θροεῖ;
ΠΟ.
Χρῄζει γάρ· ἡμῖν δ’ οὐχὶ συγχωρητέα. ΑΝ.
Οἴμοι τάλαινα· τίς δὲ τολμήσει κλύων
τὰ τοῦδ’ ἕπεσθαι τἀνδρός, οἷ’ ἐθέσπισεν; ΠΟ.
Οὐδ’ ἀγγελοῦμεν φλαῦρ’· ἐπεὶ στρατηλάτου
136
1430
χρηστοῦ τὰ κρείσσω μηδὲ τἀνδεᾶ λέγειν. ΑΝ.
Οὕτως ἄρ’, ὦ παῖ, ταῦτά σοι δεδογμένα; ΠΟ.
Καὶ μή μ’ ἐπίσχῃς γ’· ἀλλ’ ἐμοὶ μὲν ἥδ’ ὁδὸς
ἔσται μέλουσα δύσποτμός τε καὶ κακὴ
πρὸς τοῦδε πατρὸς τῶν τε τοῦδ’ Ἐρινύων.
1435Σφῷν δ’ εὐοδοίη Ζεύς, τάδ’ εἰ θανόντι μοι τελεῖτ’, ἐπεὶ οὔ μοι ζῶντί γ’ αὖθις ἕξετον. Μέθεσθε δ’ ἤδη, χαίρετόν τ’· οὐ γάρ μ’ ἔτι βλέποντ’ ἐσόψεσθ’ αὖθις.
1438ΑΝ.
Ὦ τάλαιν’ ἐγώ. ΠΟ.
Μή τοί μ’ ὀδύρου.
1439ΑΝ.
Καὶ τίς ἄν ς’ ὁρμώμενον
1440
εἰς προὖπτον Ἅιδην οὐ καταστένοι, κάσι; ΠΟ.
Εἰ χρή, θανοῦμαι.
1441ΑΝ.
Μὴ σύ γ’, ἀλλ’ ἐμοὶ πιθοῦ. ΠΟ.
Μὴ πεῖθ’ ἃ μὴ δεῖ.
1442ΑΝ.
Δυστάλαινά τἄρ’ ἐγώ,
εἴ σου στερηθῶ.
1443ΠΟ.
Ταῦτα δ’ ἐν τῷ δαίμονι
καὶ τῇδε φῦναι χἀτέρᾳ. Σφῷν δ’ οὖν ἐγὼ
1445θεοῖς ἀρῶμαι μή ποτ’ ἀντῆσαι κακῶν·
ἀνάξιαι γὰρ πᾶσίν ἐστε δυστυχεῖν.137
1448ΧΟ.
Νέα τάδε νεόθεν ἦλθέ μοι
Str. 1.
βαρύποτμά 〈τινα〉 κακὰ παρ’ ἀλαοῦ ξένου,
OC
.

(1450)

εἴ τι μοῖρα μὴ κιγχάνει. Ματᾶν γὰρ οὐδὲν ἀξίω‐ μα δαιμόνων ἔχω φράσαι. Ὁρᾷ, ὁρᾷ ταῦτ’ ἀεὶ Χρόνος, ἐπ’ 〈ἔτ〉ει μὲν ἕτερα,
1455
τὰ δὲ π〈αρ〉’ ἦμαρ αὖθις αὔξων ἄνω.
Ἔκτυπεν αἰθήρ, ὦ Ζεῦ. ΟΙ.
Ὦ τέκνα, τέκνα, πῶς ἄν, εἴ τις ἔντοπος,
τὸν πάντ’ ἄριστον δεῦρο Θησέα πόροι; ΑΝ.
Πάτερ, τί δ’ ἐστὶ τἀξίωμ’ ἐφ’ ᾧ καλεῖς;
1460ΟΙ.
Διὸς πτερωτὸς ἥδε μ’ αὐτίκ’ ἄξεται
βροντὴ πρὸς Ἅιδην· ἀλλὰ πέμψαθ’ ὡς τάχος.
1461 ΧΟ.
Ἴδε μάλα μέγας ἐρείπεται
Ant. 1.
κτύπος ἄφατος ὅδε διόβολος· ἐς δ’ ἄκραν
1465δεῖμ’ ὑπῆλθε κρατὸς φόβαν. Ἔπτηξα θυμόν· οὐράνια γὰρ ἀστραπὰ φλέγει πάλιν. Τί μὰν ἀφήσει τέλος; δέδια τόδ’· οὐ γὰρ ἅλιον
1470
ἀφορμᾷ ποτ’, οὐκ ἄνευ ξυμφορᾶς.
Ὦ μέγας αἰθήρ, ὦ Ζεῦ. ΟΙ.
Ὦ παῖδες, ἥκει τῷδ’ ἐπ’ ἀνδρὶ θέσφατος
βίου τελευτή, κοὐκέτ’ ἔστ’ ἀποστροφή. ΑΝ.
Πῶς οἶσθα; τῷ δὲ τοῦτο συμβαλὼν ἔχεις;
138
1475ΟΙ.
Καλῶς κάτοιδ’· ἀλλ’ ὡς τάχιστά μοι μολὼν
ἄνακτα χώρας τῆσδέ τις πορευσάτω.
1476
1478ΧΟ.
Ἔα ἔα, ἰδοὺ μάλ’ αὖθις ἀμφίσταται
Str. 2.
διαπρύσιος ὄτοβος.
1480Ἵλαος, ὦ δαίμων, ἵλαος, εἴ τι γᾷ ματέρι τυγχάνεις ἀφεγγὲς φέρων. Ἐναισίου δὲ σοῦ τύχοι‐ μι, μηδ’ ἄλαστον ἄνδρ’ ἰδὼν ἀκερδῆ χάριν μετάσχοιμί πως·
1485
Ζεῦ ἄνα, σοὶ φωνῶ. ΟΙ.
Ἆρ’ ἐγγὺς ἁνήρ; ἆρ’ ἔτ’ ἐμψύχου, τέκνα,
κιχήσεταί μου καὶ κατορθοῦντος φρένα; ΑΝ.
Τί δ’ ἂν θέλοις τὸ πιστὸν ἐμφῦσαι φρενί; ΟΙ.
Ἀνθ’ ὧν ἔπασχον εὖ, τελεσφόρον χάριν
1490δοῦναί σφιν ἥνπερ τυγχάνων ὑπεσχόμην.
1490 ΧΟ.
Ἰὼ 〈ἰώ〉, παῖ, βᾶθι, βᾶθ’, ⏓ – – ⏑ –
Ant. 2.
εἴτ’ ἄκρον ἐπὶ γύαλον
1494ἐναλίῳ Ποσειδαονίῳ θεῷ
1495βούθυτον ἑστίαν ἁγίζων, ἱκοῦ. Ὁ γὰρ ξένος σε καὶ πόλισ‐ μα καὶ φίλους ἐπαξιοῖ δικαίαν χάριν παρασχεῖν παθών. 〈Σπεῦσον〉, ἄϊσς’, ὦναξ.139
1499
OC
.

(1500)

ΘΗ.
Τίς αὖ παρ’ ὑμῶν κοινὸς ἠχεῖται κτύπος
σαφὴς μὲν αὐτῶν, ἐμφανὴς δὲ τοῦ ξένου;
μή τις Διὸς κεραυνός, ἤ τις ὀμβρία
χάλαζ’ ἐπιρράξασα; πάντα γὰρ θεοῦ
τοιαῦτα χειμάζοντος εἰκάσαι πάρα.
1505ΟΙ.
Ἄναξ, ποθοῦντι προὐφάνης, καί σοι θεῶν
τύχην τις ἐσθλὴν τῆσδ’ ἔθηκε τῆς ὁδοῦ. ΘΗ.
Τί δ’ ἐστίν, ὦ παῖ Λαΐου, νέορτον αὖ; ΟΙ.
Ῥοπὴ βίου μοι· καί ς’ ἅπερ ξυνῄνεσα
θέλω πόλιν τε τήνδε μὴ ψεύσας θανεῖν.
1510ΘΗ.
Ἐν τῷ δὲ κεῖσαι τοῦ μόρου τεκμηρίῳ; ΟΙ.
Αὐτοὶ θεοὶ κήρυκες ἀγγέλλουσί μοι,
ψεύδοντες οὐδὲν σημάτων προκειμένων. ΘΗ.
Πῶς εἶπας, ὦ γεραιέ, δηλοῦσθαι τάδε; ΟΙ.
Αἱ πολλὰ βρονταὶ διατελεῖς τὰ πολλά τε
1515
στράψαντα χειρὸς τῆς ἀνικήτου βέλη. ΘΗ.
Πείθεις με· πολλὰ γάρ σε θεσπίζονθ’ ὁρῶ
κοὐ ψευδόφημα· χὤ τι χρὴ ποεῖν λέγε. ΟΙ.
Ἐγὼ διδάξω, τέκνον Αἰγέως, ἃ σοὶ
γήρως ἄλυπα σῇ τε κείσεται πόλει.
1520Χῶρον μὲν αὐτὸς αὐτίκ’ ἐξηγήσομαι,
ἄθικτος ἡγητῆρος, οὗ με χρὴ θανεῖν. Τοῦτον δὲ φράζε μή ποτ’ ἀνθρώπων τινὶ μήθ’ οὗ κέκευθε μήτ’ ἐν οἷς κεῖται τόποις, ὥς σοι πρὸ πολλῶν ἀσπίδων ἀλκὴν ὅδε140
1525δορός τ’ ἐπακτοῦ γειτόνων ἀεὶ τιθῇ. Ἃ δ’ ἐξάγιστα μηδὲ κινεῖται λόγῳ αὐτὸς μαθήσῃ, κεῖς’ ὅταν μόλῃς, μόνος· ὡς οὔτ’ ἂν ἀστῶν τῶνδ’ ἂν ἐξείποιμί τῳ, οὔτ’ ἂν τέκνοισι τοῖς ἐμοῖς στέργων ὅμως.
1530Ἀλλ’ αὐτὸς αἰεὶ σῷζε, χὤταν εἰς τέλος τοῦ ζῆν ἀφικνῇ, τῷ προφερτάτῳ μόνῳ σήμαιν’, ὃ δ’ αἰεὶ τὠπιόντι δεικνύτω. Χοὔτως ἀδῇον τήνδ’ ἐνοικήσεις πόλιν σπαρτῶν ἀπ’ ἀνδρῶν· αἱ δὲ μυρίαι πόλεις,
1535κἂν εὖ τις οἰκῇ, ῥᾳδίως καθύβρισαν· θεοὶ γὰρ εὖ μέν, ὀψὲ δ’ εἰσορῶς’, ὅταν τὰ θεῖ’ ἀφείς τις εἰς τὸ μαίνεσθαι τραπῇ· ὃ μὴ σύ, τέκνον Αἰγέως, βούλου παθεῖν. Τὰ μὲν τοιαῦτ’ οὖν εἰδότ’ ἐκδιδάσκομεν.
1540Χῶρον δ’, ἐπείγει γάρ με τοὐκ θεοῦ παρόν, στείχωμεν ἤδη, μηδ’ ἔτ’ ἐντρεπώμεθα. Ὦ παῖδες, ὧδ’ ἕπεσθ’· ἐγὼ γὰρ ἡγεμὼν σφῷν αὖ πέφασμαι καινός, ὥσπερ σφὼ πατρί. Χωρεῖτε, καὶ μὴ ψαύετ’, ἀλλ’ ἐᾶτέ με
1545αὐτὸν τὸν ἱερὸν τύμβον ἐξευρεῖν ἵνα μοῖρ’ ἀνδρὶ τῷδε τῇδε κρυφθῆναι χθονί. Τῇδ’, ὧδε, τῇδε βᾶτε· τῇδε γάρ μ’ ἄγει
Ἑρμῆς ὁ πομπὸς ἥ τε νερτέρα θεός. Ὦ φῶς ἀφεγγές, πρόσθε πού ποτ’ ἦσθ’ ἐμόν,141
OC
.

(1550)

νῦν δ’ ἔσχατόν σου τοὐμὸν ἅπτεται δέμας· ἤδη γὰρ ἕρπω τὸν τελευταῖον βίον κρύψων παρ’ Ἅιδην. Ἀλλά, φίλτατε ξένων, αὐτός τε χώρα θ’ ἥδε πρόσπολοί τε σοὶ εὐδαίμονες γένοισθε, κἀπ’ εὐπραξίᾳ
1555μέμνησθέ μου θανόντος εὐτυχεῖς ἀεί.
1555 ΧΟ.
Εἰ θέμις ἐστί μοι τὰν ἀφανῆ θεὸν
Str.
καὶ σὲ λιταῖς σεβίζειν,
ἐννυχίων ἄναξ,
Αἰδωνεῦ Αἰδωνεῦ, λίσσομαι
1560μὴ ’πιπόνῳ μήτ’ ἐπὶ βαρυαχεῖ ξένον ἐξανύσαι μόρῳ τὰν παγκευ‐ θῆ κάτω νεκρῶν πλάκα καὶ Στύγιον δόμον.
1565Πολλῶν γὰρ ἂν καὶ μάταν πημάτων ἱκνουμένων πάλιν σφε δαίμων δίκαιος αὔξοι.
1567
Ὦ χθόνιαι θεαὶ σῶμά τ’ ἀνικάτου
Ant.
θηρὸς ὃν ἐν πύλαισι
1570〈ταῖσδε〉 πολυξένοις εὐνᾶσθαι κνυζεῖσθαί τ’ ἐξ ἄντρων ἀδάματον φύλακα παρ’ Ἀΐδᾳ
λόγος αἰὲν ἔχει· ὃν, ὦ Γᾶς παῖ καὶ142
1574Ταρτάρου, κατεύχομαι,
1575ἐν καθαρῷ βῆναι ὁρμωμένῳ νερτέρας τῷ ξένῳ νεκρῶν πλάκας· σέ τοι κικλήσκω τὸν αἰένυπνον.
1578 ΑΓΓΕΛΟΣ
1579Ἄνδρες πολῖται, ξυντομωτάτως μὲν ἂν
1580
τύχοιμι λέξας Οἰδίπουν ὀλωλότα·
ἃ δ’ ἦν τὰ πραχθέντ’ οὔθ’ ὁ μῦθος ἐν βραχεῖ
φράσαι πάρεστιν, οὔτε τἄργ’ ὅς’ ἦν ἐκεῖ. ΧΟ.
Ὄλωλε γὰρ δύστηνος;
1583ΑΓ.
Ὡς λελογχότα
κεῖνον τὸν αἰεὶ βίοτον ἐξεπίστασο.
1585ΧΟ.
Πῶς; ἆρα θείᾳ κἀπόνῳ τάλας τύχῃ; ΑΓ.
Τοῦτ’ ἐστὶν ἤδη κἀποθαυμάσαι πρέπον.
Ὡς μὲν γὰρ ἐνθένδ’ εἷρπε, καὶ σύ που παρὼν
ἔξοισθ’, ὑφηγητῆρος οὐδενὸς φίλων,
ἀλλ’ αὐτὸς ἡμῖν πᾶσιν ἐξηγούμενος·
1590ἐπεὶ δ’ ἀφῖκτο τὸν καταρράκτην ὀδὸν χαλκοῖς βάθροισι γῆθεν ἐρριζωμένον, ἔστη κελεύθων ἐν πολυσχίστων μιᾷ, κοίλου πέλας κρατῆρος, οὗ τὰ Θησέως
Περίθου τε κεῖται πίστ’ ἀεὶ ξυνθήματα·143
1595ἀφ’ οὗ μέσος στὰς τοῦ τε Θορικίου πέτρου κοίλης τ’ ἀχέρδου κἀπὸ λαΐνου τάφου, καθέζετ’· εἶτ’ ἔλυσε δυσπινεῖς στολάς, κἄπειτ’ ἀΰσας παῖδας ἠνώγει ῥυτῶν ὑδάτων ἐνεγκεῖν λουτρὰ καὶ χοάς ποθεν.
OC
.

(1600)

Τὼ δ’, εὐχλόου Δήμητρος εἰς προσόψιον πάγον μολοῦσαι, τάσδ’ ἐπιστολὰς πατρὶ ταχεῖ ’πόρευσαν σὺν χρόνῳ λουτροῖς τέ νιν ἐσθῆτί τ’ ἐξήσκησαν ᾗ νομίζεται. Ἐπεὶ δὲ παντὸς εἶχε δρῶντος ἡδονὴν
1605κοὐκ ἦν ἔτ’ ἀργὸν οὐδὲν ὧν ἐφίετο, κτύπησε μὲν Ζεὺς Χθόνιος, αἱ δὲ παρθένοι ῥίγησαν, ὡς ἤκουσαν· ἐς δὲ γούνατα πατρὸς πεσοῦσαι κλαῖον, οὐδ’ ἀνίεσαν στέρνων ἀραγμοὺς οὐδὲ παμμήκεις γόους.
1610Ὁ δ’ ὡς ἀκούει φθόγγον ἐξαίφνης πικρόν, πτύξας ἐπ’ αὐταῖς χεῖρας εἶπεν· «Ὦ τέκνα, οὐκ ἔστ’ ἔθ’ ὑμῖν τῇδ’ ἐν ἡμέρᾳ πατήρ. Ὄλωλε γὰρ δὴ πάντα τἀμὰ κοὐκέτι τὴν δυσπόνητον ἕξετ’ ἀμφ’ ἐμοὶ τροφήν·
1615σκληρὰν μέν, οἶδα, παῖδες· ἀλλ’ ἓν γὰρ μόνον τὰ πάντα λύει ταῦτ’ ἔπος μοχθήματα· τὸ γὰρ φιλεῖν οὐκ ἔστιν ἐξ ὅτου πλέον ἢ τοῦδε τἀνδρὸς ἔσχεθ’, οὗ τητώμεναι
τὸ λοιπὸν ἤδη τοῦ βίου διάξετον.»144
1620 Τοιαῦτ’ ἐπ’ ἀλλήλοισιν ἀμφικείμενοι λύγδην ἔκλαιον πάντες· ὡς δὲ πρὸς τέλος γόων ἀφίκοντ’ οὐδ’ ἔτ’ ὠρώρει βοή, ἦν μὲν σιωπή, φθέγμα δ’ ἐξαίφνης τινὸς θώϋξεν αὐτόν, ὥστε πάντας ὀρθίας
1625στῆσαι φόβῳ δείσαντας ἐξαίφνης τρίχας. Καλεῖ γὰρ αὐτὸν πολλὰ πολλαχῇ θεός· «Ὦ οὗτος οὗτος, Οἰδίπους, τί μέλλομεν χωρεῖν; πάλαι δὴ τἀπὸ σοῦ βραδύνεται.» Ὁ δ’ ὡς ἐπῄσθετ’ ἐκ θεοῦ καλούμενος,
1630αὐδᾷ μολεῖν οἱ γῆς ἄνακτα Θησέα· κἀπεὶ προσῆλθεν, εἶπεν· «Ὦ φίλον κάρα, δός μοι χερὸς σῆς πίστιν ἀρχαίαν τέκνοις, ὑμεῖς τε, παῖδες, τῷδε· καὶ καταίνεσον μήποτε προδώσειν τάσδ’ ἑκών, τελεῖν δ’ ὅς’ ἂν
1635μέλλῃς φρονῶν εὖ ξυμφέροντ’ αὐταῖς ἀεί.» Ὁ δ’, ὡς ἀνὴρ γενναῖος, οὐκ οἴκτου μέτα κατῄνεσεν τάδ’ ὅρκιος δράσειν ξένῳ. Ὅπως δὲ ταῦτ’ ἔδρασεν, εὐθὺς Οἰδίπους ψαύσας ἀμαυραῖς χερσὶν ὧν παίδων λέγει·
1640«Ὦ παῖδε, τλάσας χρὴ τὸ γενναῖον φρενὶ χωρεῖν τόπων ἐκ τῶνδε, μηδ’ ἃ μὴ θέμις λεύσσειν δικαιοῦν, μηδὲ φωνούντων κλύειν. Ἀλλ’ ἕρπεθ’ ὡς τάχιστα· πλὴν ὁ κύριος Θησεὺς παρέστω μανθάνων τὰ δρώμενα.»
1645Τοσαῦτα φωνήσαντος εἰσηκούσαμεν ξύμπαντες· ἀστακτὶ δὲ σὺν ταῖς παρθένοις στένοντες ὡμαρτοῦμεν· ὡς δ’ ἀπήλθομεν, χρόνῳ βραχεῖ στραφέντες, ἐξαπείδομεν τὸν ἄνδρα τὸν μὲν οὐδαμοῦ παρόντ’ ἔτι,145
OC
.

(1650)

ἄνακτα δ’ αὐτὸν ὀμμάτων ἐπίσκιον χεῖρ’ ἀντέχοντα κρατός, ὡς δεινοῦ τινος φόβου φανέντος οὐδ’ ἀνασχετοῦ βλέπειν. Ἔπειτα μέντοι βαιὸν οὐδὲ σὺν χρόνῳ ὁρῶμεν αὐτὸν Γῆν τε προσκυνοῦνθ’ ἅμα
1655καὶ τὸν θεῶν Ὄλυμπον ἐν ταὐτῷ λόγῳ. Μόρῳ δ’ ὁποίῳ κεῖνος ὤλετ’ οὐδ’ ἂν εἷς θνητῶν φράσειε, πλὴν τὸ Θησέως κάρα· οὐ γάρ τις αὐτὸν οὔτε πυρφόρος θεοῦ κεραυνὸς ἐξέπραξεν οὔτε ποντία
1660θύελλα κινηθεῖσα τῷ τότ’ ἐν χρόνῳ, ἀλλ’ ἤ τις ἐκ θεῶν πομπός, ἢ τὸ νερτέρων εὔνουν διαστὰν γῆς ἀλάμπετον βάθρον. Ἀνὴρ γὰρ οὐ στενακτὸς οὐδὲ σὺν νόσοις ἀλγεινὸς ἐξεπέμπετ’, ἀλλ’ εἴ τις βροτῶν
1665
θαυμαστός. Εἰ δὲ μὴ δοκῶ φρονῶν λέγειν,
οὐκ ἂν παρείμην οἷσι μὴ δοκῶ φρονεῖν. ΧΟ.
Ποῦ δ’ αἵ τε παῖδες χοἰ προπέμψαντες φίλων; ΑΓ.
Αἵδ’ οὐχ ἑκάς· γόων γὰρ οὐκ ἀσήμονες
φθόγγοι σφε σημαίνουσι δεῦρ’ ὁρμωμένας.146
1670ΑΝ.
Αἰαῖ, φεῦ, ἔστιν ἔστι νῷν δὴ
Str. 1.
οὐ τὸ μέν, ἄλλο δὲ μή, πατρὸς ἔμφυτον
ἄλαστον αἷμα δυσμόροιν στενάζειν,
ᾧ τινι τὸν πολὺν
ἄλλοτε μὲν πόνον ἔμπεδον εἴχομεν,
1675
ἐν πυμάτῳ δ’ ἀλόγιστα παροίσομεν
ἰδόντε καὶ παθούσα. ΧΟ.
Τί δ’ ἔστιν;
1677ΑΝ.
Ἔστιν μὲν εἰκάσαι, φίλοι. ΧΟ.
Βέβηκεν;
1678ΑΝ.
Ὡς μάλιστ’ ἂν ἐν πόθῳ λάβοις.
Τί γάρ; ὅτῳ μήτ’ Ἄρης
1680 μήτε πόντος ἀντέκυρσεν, ἄσκοποι δὲ πλάκες ἔμαρψαν ἐν ἀφανεῖ τινι μόρῳ φερόμενον· τάλαινα, νῷν δ’ ὀλεθρία νὺξ ἐπ’ ὄμμασιν βέβακε·
1685 πῶς γὰρ ἤ τιν’ ἀπίαν γᾶν ἢ πόντιον κλύ‐
1686
δων’ ἀλώμεναι βίου δύσ‐
οιστον ἕξομεν τροφάν; ΙΣ.
Οὐ κάτοιδα. Κατά με φόνιος
Ἀΐδας ἕλοι πατρὶ
1690ξυνθανεῖν γεραιῷ τάλαιναν, ὡς ἔμοιγ’ ὁ μέλ‐
λων βίος οὐ βιωτός. ΧΟ.
Ὦ διδύμα τέκνων ἀρίσ‐
τα, τὸ φέρον καλῶς φέρειν,
147
1695μηδ〈έ γ’〉 ἄγαν φλέγεσθον; οὔ τοι κατάμεμπτ’ ἔβητον.
1696 ΑΝ.
Πόθος 〈τοι〉 καὶ κακῶν ἄρ’ ἦν τις·
Ant. 1.
καὶ γὰρ ὃ μηδαμὰ δὴ τὸ φίλον, φίλον,
ὁπότε γε καὶ τὸν ἐν χεροῖν κατεῖχον.
OC
.

(1700)

Ὦ πάτερ, ὦ φίλος,
ὦ τὸν ἀεὶ κατὰ γᾶς σκότον εἱμένος,
οὐδὲ γὰρ ὣς ἀφίλητος ἐμοί ποτε
καὶ τᾷδε μὴ κυρήσῃς. ΧΟ.
Ἔπραξεν—
1704ΑΝ.
Ἔπραξεν οἷον ἤθελεν.
1705ΧΟ.
Τὸ ποῖον;
1705ΑΝ.
Ἇς ἔχρῃζε γᾶς ἐπὶ ξένας
ἔθανε· κοίταν δ’ ἔχει
νέρθεν εὐσκίαστον αἰέν,
οὐδὲ πένθος ἔλιπ’ ἄκλαυτον.
Ἀνὰ γὰρ ὄμμα σε τόδ’, ὦ
1710πάτερ, ἐμὸν στένει δακρῦον, οὐδ’ ἔχω πῶς με χρὴ τὸ σὸν τάλαιναν ἀφανίσαι τοσόνδ’ ἄχος. Ὤμοι, γᾶς ἐπὶ ξέ‐ νας θανεῖν ἔχρῃζες· ἀλλ’ ἔ‐
1714ρημος ἔθανες ὧδέ μοι.148
1715ΙΣ.
Ὦ τάλαινα, τίς ἄρα με πότμος
ἐπιμένει σέ τ’, ὦ φίλα,
πατρὸς ὧδ’ ἐρήμας;
⏑ – ⏑ – ⏑ – ⏑ –
– ⏑ ⏑ – ⏑ – –
1720ΧΟ.
Ἀλλ’ ἐπεὶ ὀλβίως γ’ ἔλυ‐
σεν τὸ τέλος, φίλαι, βίου,
λήγετε τοῦδ’ ἄχους· κακῶν
γὰρ δυσάλωτος οὐδείς.
1723 ΑΝ.
Πάλιν, φίλα, συθῶμεν.
Str. 2.
1724ΙΣ.
Ὡς τί ῥέξομεν;
1725ΑΝ.
Ἵμερος ἔχει με—
1725ΙΣ.
Τίς; ΑΝ.
τὰν χθόνιον ἑστίαν ἰδεῖν— ΙΣ.
Τίνος;
1727ΑΝ.
πατρός, τάλαιν’ ἐγώ. ΙΣ.
Θέμις δὲ πῶς τάδ’ ἐστί; μῶν
οὐχ ὁρᾷς;
1730ΑΝ.
Τί τόδ’ ἐπέπληξας; ΙΣ.
Καὶ τόδ’, ὡς—
1731ΑΝ.
Τί τόδε μάλ’ αὖθις;
ΙΣ.
ἄταφος ἔπιτνε δίχα τε παντός. ΑΝ.
Ἄγε με, καὶ τότ’ 〈ἐπ〉ενάριξον. ΙΣ.
– –
149
1734ΑΝ.
– – ⏑ – ⏑
1734ΙΣ.
Αἰαῖ, δυστάλαινα,
1735ποῖ δῆτ’ αὖθις ὧδ’ ἔρημος ἄπορος αἰῶνα τλάμον’ ἕξω;
1736 ΧΟ.
Φίλαι, τρέσητε μηδέν.
Ant. 2.
1737ΑΝ.
Ἀλλὰ ποῖ φύγω; ΧΟ.
Καὶ πάρος ἀπέφυγε— ΑΝ.
Τί;
1740ΧΟ.
〈τὰ〉 σφῷν τὸ μὴ πίτνειν κακῶς. ΑΝ.
Φρονῶ—
1741ΧΟ.
Τί δῆθ’ ὑπερνοεῖς; ΑΝ.
Ὅπως μολούμεθ’ ἐς δόμους,
οὐκ ἔχω.
1743ΧΟ.
Μηδέ γε μάτευε. ΑΝ.
Μόγος ἔχει.
1744ΧΟ.
Καὶ πάρος ἐπεῖ〈χεν〉.
1745ΑΝ.
Τοτὲ μὲν ἄπορα, τοτὲ δ’ ὕπερθεν. ΧΟ.
Μέγ’ ἄρα πέλαγος ἐλάχετόν τι. ΑΝ.
Ναὶ ναί.
1747ΧΟ.
Ξύμφημι καὐτός. ΑΝ.
Φεῦ φεῦ, ποῖ μόλωμεν,
ὦ Ζεῦ; ἐλπίδων γὰρ ἐς τί〈ν’ ἔτι〉 με
150
OC
.

(1750)

OC
.

(1750)

δαίμων τανῦν γ’ ἐλαύνει; ΘΗ.
Παύετε θρῆνον, παῖδες· ἐν οἷς γὰρ
χάρις ἡ χθονία ξύν’ ἀπόκειται
πενθεῖν οὐ χρή· νέμεσις γάρ. ΑΝ.
Ὦ τέκνον Αἰγέως, προσπίτνομέν σοι.
1755ΘΗ.
Τίνος, ὦ παῖδες, χρείας ἀνύσαι; ΑΝ.
Τύμβον θέλομεν
προσιδεῖν αὐταὶ πατρὸς ἡμετέρου. ΘΗ.
Ἀλλ’ οὐ θεμιτὸν κεῖς’ ἔ〈στι〉 μολεῖν. ΑΝ.
Πῶς εἶπας, ἄναξ, κοίραν’ Ἀθηνῶν;
1760ΘΗ.
Ὦ παῖδες, ἀπεῖπεν ἐμοὶ κεῖνος
μήτε πελάζειν ἐς τούσδε τόπους
μήτ’ ἐπιφωνεῖν μηδένα θνητῶν
θήκην ἱερὰν ἣν κεῖνος ἔχει.
Καὶ ταῦτά μ’ ἔφη πράσσοντα καλῶς
1765
χώραν ἕξειν αἰὲν ἄλυπον.
Ταῦτ’ οὖν ἔκλυεν δαίμων ἡμῶν
χὠ πάντ’ ἀΐων Διὸς Ὅρκος. ΑΝ.
Ἀλλ’ εἰ τάδ’ ἔχει κατὰ νοῦν κείνῳ,
ταῦτ’ ἂν ἀπαρκοῖ· Θήβας δ’ ἡμᾶς
1770τὰς ὠγυγίους πέμψον, ἐάν πως διακωλύσωμεν ἰόντα φόνον
τοῖσιν ὁμαίμοις. ΘΗ.
Δράσω καὶ τάδε, καὶ πάνθ’ 〈ὁπ〉ός’ ἂν
μέλλω πράσσειν πρόσφορά θ’ ὑμῖν
151
1775
καὶ τῷ κατὰ γῆς ὃς νέον ἔρρει
πρὸς χάριν, οὐ δεῖ μ’ ἀποκάμνειν. ΧΟ.
Ἀλλ’ ἀποπαύετε μηδ’ ἐπὶ πλείω
θρῆνον ἐγείρετε·
πάντως γὰρ ἔχει τάδε κῦρος.152