TLG 0011 006 :: SOPHOCLES :: Philoctetes SOPHOCLES Trag. Scholia: Cf. SCHOLIA IN SOPHOCLEM (5037) Philoctetes Citation: (Line) | ||
t | ΦΙΛΟΚΤΗΤΗΣ | |
---|---|---|
1 | ΟΔΥΣΣΕΥΣ | |
1 | Ἀκτὴ μὲν ἥδε τῆς περιρρύτου χθονὸς Λήμνου, βροτοῖς ἄστιπτος οὐδ’ οἰκουμένη, ἔνθ’, ὦ κρατίστου πατρὸς Ἑλλήνων τραφεὶς Ἀχιλλέως παῖ Νεοπτόλεμε, τὸν Μηλιᾶ | |
5 | Ποίαντος υἱὸν ἐξέθηκ’ ἐγώ ποτε, ταχθεὶς τόδ’ ἔρδειν τῶν ἀνασσόντων ὕπο, νόσῳ καταστάζοντα διαβόρῳ πόδα, ὅτ’ οὔτε λοιβῆς ἡμὶν οὔτε θυμάτων παρῆν ἑκήλοις προσθιγεῖν, ἀλλ’ ἀγρίαις | |
10 | κατεῖχ’ ἀεὶ πᾶν στρατόπεδον δυσφημίαις, βοῶν, στενάζων. Ἀλλὰ ταῦτα μὲν τί δεῖ λέγειν; ἀκμὴ γὰρ οὐ μακρῶν ἡμῖν λόγων, μὴ καὶ μάθῃ μ’ ἥκοντα κἀκχέω τὸ πᾶν σόφισμα τῷ νιν αὐτίχ’ αἱρήσειν δοκῶ. | |
15 | Ἀλλ’ ἔργον ἤδη σὸν τὰ λοίφ’ ὑπηρετεῖν, σκοπεῖν θ’ ὅπου ’στ’ ἐνταῦθα δίστομος πέτρα τοιάδ’, ἵν’ ἐν ψύχει μὲν ἡλίου διπλῆ πάρεστιν ἐνθάκησις, ἐν θέρει δ’ ὕπνον δι’ ἀμφιτρῆτος αὐλίου πέμπει πνοή· | |
20 | βαιὸν δ’ ἔνερθεν ἐξ ἀριστερᾶς τάχ’ ἂν ἴδοις ποτὸν κρηναῖον, εἴπερ ἐστὶ σῶν. | |
Ἅ μοι προσελθὼν σῖγα σήμαιν’ εἴτ’ ἔχει χῶρον πρὸς αὐτὸν τόνδ’ 〈ἔτ’〉 εἴτ’ ἄλλῃ κυρεῖ, ὡς τἀπίλοιπα τῶν λόγων σὺ μὲν κλύῃς, | 10 | |
25 | ἐγὼ δὲ φράζω, κοινὰ δ’ ἐξ ἀμφοῖν ἴῃ. ΝΕΟΠΤΟΛΕΜΟΣ | |
26 | Ἄναξ Ὀδυσσεῦ, τοὔργον οὐ μακρὰν λέγεις· δοκῶ γὰρ οἷον εἶπας ἄντρον εἰσορᾶν. ΟΔ.Ἄνωθεν, ἢ κάτωθεν; οὐ γὰρ ἐννοῶ. ΝΕ.Τόδ’ ἐξύπερθε, καὶ στίβου γ’ οὐδεὶς κτύπος. | |
30 | ΟΔ.Ὅρα καθ’ ὕπνον μὴ καταυλισθεὶς κυρῇ. ΝΕ.Ὁρῶ κενὴν οἴκησιν ἀνθρώπων δίχα. ΟΔ.Οὐδ’ ἔνδον οἰκοποιός ἐστί τις τροφή; ΝΕ.Στιπτή γε φυλλὰς ὡς ἐναυλίζοντί τῳ. ΟΔ.Τὰ δ’ ἄλλ’ ἔρημα, κοὐδέν ἐσθ’ ὑπόστεγον; | |
35 | ΝΕ.Αὐτόξυλόν γ’ ἔκπωμα, φλαυρουργοῦ τινος τεχνήματ’ ἀνδρός, καὶ πυρεῖ’ ὁμοῦ τάδε. ΟΔ.Κείνου τὸ θησαύρισμα σημαίνεις τόδε. ΝΕ.Ἰοὺ ἰού· καὶ ταῦτά γ’ ἄλλα θάλπεται ῥάκη, βαρείας του νοσηλείας πλέα. | |
40 | ΟΔ.Ἁνὴρ κατοικεῖ τούσδε τοὺς τόπους σαφῶς, κἄστ’ οὐχ ἑκάς που· πῶς γὰρ ἂν νοσῶν ἀνὴρ κῶλον παλαιᾷ κηρὶ προσβαίη μακράν; ἀλλ’ ἢ ’πὶ φορβῆς νόστον ἐξελήλυθεν, ἢ φύλλον εἴ τι νώδυνον κάτοιδέ που. | |
45 | Τὸν οὖν παρόντα πέμψον εἰς κατασκοπήν, μὴ καὶ λάθῃ με προσπεσών· ὡς μᾶλλον ἂν ἕλοιτό μ’ ἢ τοὺς πάντας Ἀργείους λαβεῖν. | |
ΝΕ.Ἀλλ’ ἔρχεταί τε καὶ φυλάξεται στίβος· σὺ δ’ εἴ τι χρῄζεις, φράζε δευτέρῳ λόγῳ. | 11 | |
Ph.(50) | ΟΔ.Ἀχιλλέως παῖ, δεῖ ς’ ἐφ’ οἷς ἐλήλυθας γενναῖον εἶναι, μὴ μόνον τῷ σώματι, ἀλλ’ ἤν τι καινὸν ὧν πρὶν οὐκ ἀκήκοας κλύῃς, ὑπουργεῖν, ὡς ὑπηρέτης πάρει. ΝΕ.Τί δῆτ’ ἄνωγας; | |
54 | ΟΔ.Τὴν Φιλοκτήτου σε δεῖ | |
55 | ψυχὴν ὅπως λόγοισιν ἐκκλέψεις λέγων. Ὅταν ς’ ἐρωτᾷ τίς τε καὶ πόθεν πάρει, λέγειν Ἀχιλλέως παῖς· τόδ’ οὐχὶ κλεπτέον· πλεῖς δ’ ὡς πρὸς οἶκον, ἐκλιπὼν τὸ ναυτικὸν στράτευμ’ Ἀχαιῶν, ἔχθος ἐχθήρας μέγα, | |
60 | οἵ ς’ ἐν λιταῖς στείλαντες ἐξ οἴκων μολεῖν, μόνην ἔχοντες τήνδ’ ἅλωσιν Ἰλίου, οὐκ ἠξίωσαν τῶν Ἀχιλλείων ὅπλων ἐλθόντι δοῦναι κυρίως αἰτουμένῳ, ἀλλ’ αὔτ’ Ὀδυσσεῖ παρέδοσαν, λέγων ὅς’ ἂν | |
65 | θέλῃς καθ’ ἡμῶν ἔσχατ’ ἐσχάτων κακά· τούτῳ γὰρ οὐδέν μ’ ἀλγυνεῖς· εἰ δ’ ἐργάσῃ μὴ ταῦτα, λύπην πᾶσιν Ἀργείοις βαλεῖς· εἰ γὰρ τὰ τοῦδε τόξα μὴ ληφθήσεται, οὐκ ἔστι πέρσαι σοι τὸ Δαρδάνου πέδον. | |
70 | Ὡς δ’ ἔστ’ ἐμοὶ μὲν οὐχί, σοὶ δ’ ὁμιλία πρὸς τόνδε πιστὴ καὶ βέβαιος, ἔκμαθε· σὺ μὲν πέπλευκας οὔτ’ ἔνορκος οὐδενὶ οὔτ’ ἐξ ἀνάγκης οὔτε τοῦ πρώτου στόλου, ἐμοὶ δὲ τούτων οὐδέν ἐστ’ ἀρνήσιμον· | |
75 | ὥστ’ εἴ με τόξων ἐγκρατὴς αἰσθήσεται, ὄλωλα, καὶ σὲ προσδιαφθερῶ ξυνών· | |
ἀλλ’ αὐτὸ τοῦτο δεῖ σοφισθῆναι, κλοπεὺς ὅπως γενήσῃ τῶν ἀνικήτων ὅπλων. Ἔξοιδα καὶ φύσει σε μὴ πεφυκότα | 12 | |
80 | τοιαῦτα φωνεῖν μηδὲ τεχνᾶσθαι κακά· ἀλλ’ ἡδὺ γάρ τοι κτῆμα τῆς νίκης λαβεῖν, τόλμα· δίκαιοι δ’ αὖθις ἐκφανούμεθα· νῦν δ’ εἰς ἀναιδὲς ἡμέρας μέρος βραχὺ δός μοι σεαυτόν, κᾆτα τὸν λοιπὸν χρόνον | |
85 | κέκλησο πάντων εὐσεβέστατος βροτῶν. ΝΕ.Ἐγὼ μὲν οὓς ἂν τῶν λόγων ἀλγῶ κλύων, Λαερτίου παῖ, τούσδε καὶ πράσσειν στυγῶ· ἔφυν γὰρ οὐδὲν ἐκ τέχνης πράσσειν κακῆς, οὔτ’ αὐτὸς οὔθ’, ὥς φασιν, οὑκφύσας ἐμέ. | |
90 | Ἀλλ’ εἴμ’ ἕτοιμος πρὸς βίαν τὸν ἄνδρ’ ἄγειν καὶ μὴ δόλοισιν· οὐ γὰρ ἐξ ἑνὸς ποδὸς ἡμᾶς τοσούσδε πρὸς βίαν χειρώσεται. Πεμφθείς γε μέντοι σοὶ ξυνεργάτης ὀκνῶ προδότης καλεῖσθαι· βούλομαι δ’, ἄναξ, καλῶς | |
95 | δρῶν ἐξαμαρτεῖν μᾶλλον ἢ νικᾶν κακῶς. ΟΔ.Ἐσθλοῦ πατρὸς παῖ, καὐτὸς ὢν νέος ποτὲ γλῶσσαν μὲν ἀργόν, χεῖρα δ’ εἶχον ἐργάτιν· νῦν δ’ εἰς ἔλεγχον ἐξιὼν ὁρῶ βροτοῖς τὴν γλῶσσαν, οὐχὶ τἄργα, πάνθ’ ἡγουμένην. | |
Ph.(100) | ΝΕ.Τί οὖν μ’ ἄνωγας ἄλλο πλὴν ψευδῆ λέγειν; ΟΔ.Λέγω ς’ ἐγὼ δόλῳ Φιλοκτήτην λαβεῖν. ΝΕ.Τί δ’ ἐν δόλῳ δεῖ μᾶλλον ἢ πείσαντ’ ἄγειν; ΟΔ.Οὐ μὴ πίθηται· πρὸς βίαν δ’ οὐκ ἂν λάβοις. ΝΕ.Οὕτως ἔχει τι δεινὸν ἰσχύος θράσος; | |
105 | ΟΔ.Ἰοὺς ἀφύκτους καὶ προπέμποντας φόνον. ΝΕ.Οὐκ ἆρ’ ἐκείνῳ γ’ οὐδὲ προσμεῖξαι θρασύ; ΟΔ.Οὔ, μὴ δόλῳ λαβόντα γ’, ὡς ἐγὼ λέγω. ΝΕ.Οὐκ αἰσχρὸν ἡγῇ δῆτα τὸ ψευδῆ λέγειν; ΟΔ.Οὔκ, εἰ τὸ σωθῆναί γε τὸ ψεῦδος φέρει. | 13 |
110 | ΝΕ.Πῶς οὖν βλέπων τις ταῦτα τολμήσει λακεῖν; ΟΔ.Ὅταν τι δρᾷς εἰς κέρδος, οὐκ ὀκνεῖν πρέπει. ΝΕ.Κέρδος δ’ ἐμοὶ τί τοῦτον ἐς Τροίαν μολεῖν; ΟΔ.Αἱρεῖ τὰ τόξα ταῦτα τὴν Τροίαν μόνα. ΝΕ.Οὐκ ἆρ’ ὁ πέρσων, ὡς ἐφάσκετ’, εἴμ’ ἐγώ; | |
115 | ΟΔ.Οὔτ’ ἂν σὺ κείνων χωρὶς οὔτ’ ἐκεῖνα σοῦ. ΝΕ.Θηρατέ’ ἄ〈ρα〉 γίγνοιτ’ ἄν, εἴπερ ὧδ’ ἔχει. ΟΔ.Ὡς τοῦτό γ’ ἔρξας δύο φέρῃ δωρήματα. ΝΕ.Ποίω; μαθὼν γὰρ οὐκ ἂν ἀρνοίμην τὸ δρᾶν. ΟΔ.Σοφός τ’ ἂν αὑτὸς κἀγαθὸς κεκλῇ’ ἅμα. | |
120 | ΝΕ.Ἴτω· ποήσω, πᾶσαν αἰσχύνην ἀφείς. ΟΔ.Ἦ μνημονεύεις οὖν ἅ σοι παρῄνεσα; ΝΕ.Σάφ’ ἴσθ’, ἐπείπερ εἰσάπαξ συνῄνεσα. ΟΔ.Σὺ μὲν μένων νυν κεῖνον ἐνθάδ’ ἐκδέχου, ἐγὼ δ’ ἄπειμι, μὴ κατοπτευθῶ παρών, | |
125 | καὶ τὸν σκοπὸν πρὸς ναῦν ἀποστελῶ πάλιν· καὶ δεῦρ’, ἐάν μοι τοῦ χρόνου δοκῆτέ τι κατασχολάζειν, αὖθις ἐκπέμψω πάλιν τοῦτον τὸν αὐτὸν ἄνδρα, ναυκλήρου τρόποις μορφὴν δολώσας, ὡς ἂν ἀγνοία προσῇ· | |
130 | οὗ δῆτα, τέκνον, ποικίλως αὐδωμένου δέχου τὰ συμφέροντα τῶν ἀεὶ λόγων. Ἐγὼ δὲ πρὸς ναῦν εἶμι, σοὶ παρεὶς τάδε· Ἑρμῆς δ’ ὁ πέμπων Δόλιος ἡγήσαιτο νῷν Νίκη τ’ Ἀθάνα Πολιάς, ἣ σῴζει μ’ ἀεί. | 14 |
134 | ||
135 | ΧΟΡΟΣ | |
135 | Τί χρή, τί χρή με, δέσποτ’, ἐν ξένᾳ ξένονStr. 1. στέγειν, ἢ τί λέγειν πρὸς ἄνδρ’ ὑπόπταν; Φράζε μοι· τέχνα γὰρ τέχνας ἑτέρας προὔχει καὶ γνώμα παρ’ ὅτῳ | |
140 | τὸ θεῖον Διὸς σκῆπτρον ἀνάσσεται· σὲ δ’, ὦ τέκνον, τόδ’ ἐλήλυθεν πᾶν κράτος ὠγύγιον· τό μοι ἔννεπε τί σοι χρεὼν ὑπουργεῖν. ΝΕ.Νῦν μέν, ἴσως γὰρ τόπον ἐσχατιαῖς | |
145 | προσιδεῖν ἐθέλεις ὅντινα κεῖται, δέρκου θαρσῶν· ὁπόταν δὲ μόλῃ δεινὸς ὁδίτης, τῶνδ’ ἐκ μελάθρων πρὸς ἐμὴν αἰεὶ χεῖρα προχωρῶν πειρῶ τὸ παρὸν θεραπεύειν. | |
149 | ||
Ph.(150) | ΧΟ.Μέλον πάλαι μέλημά μοι λέγεις, ἄναξ,Ant. 1. φρουρεῖν ὄμμ’ ἐπὶ σῷ μάλιστα καιρῷ· νῦν δέ μοι λέγ’ αὐλὰς ποίας ἔνεδρος ναίει καὶ χῶρον τίν’ ἔχει· | |
155 | τὸ γάρ μοι μαθεῖν οὐκ ἀποκαίριον, μὴ προσπεσών με λάθῃ ποθέν· τίς τόπος ἢ τίς ἕδρα, τίν’ ἔχει στίβον, ἔναυλον ἢ θυραῖον; ΝΕ.Οἶκον μὲν ὁρᾷς τόνδ’ ἀμφίθυρον | 15 |
160 | πετρίνης κοίτης. ΧΟ.Ποῦ γὰρ ὁ τλάμων αὐτὸς ἄπεστιν; ΝΕ.Δῆλον ἔμοιγ’ ὡς φορβῆς χρείᾳ στίβον ὀγμεύει τόνδε πέλας που· ταύτην γὰρ ἔχειν βιοτῆς αὐτὸν | |
165 | λόγος ἐστὶ φύσιν, θηροβολοῦντα πτηνοῖς ἰοῖς, στυγερὸν στυγερῶς, οὐδέ τιν’ αὐτῷ παιῶνα κακῶν ἐπινωμᾶν. | |
168 | ΧΟ.Οἰκτίρω νιν ἔγωγ’, ὅπως,Str. 2. | |
170 | μή του κηδομένου βροτῶν, μηδὲ ξύντροφον ὄμμ’ ἔχων, δύστανος, μόνος αἰεί, νοσεῖ μὲν νόσον ἀγρίαν, ἀλύει δ’ ἐπὶ παντί τῳ | |
175 | χρείας ἱσταμένῳ· πῶς ποτε, πῶς δύσμορος ἀντέχει; Ὦ παλάμαι θνητῶν, ὦ δύστανα γένη βροτῶν οἷς μὴ μέτριος αἰών. | |
179 | ||
180 | Οὗτος πρωτογόνων ἴσωςAnt. 2. οἴκων οὐδενὸς ὕστερος, πάντων ἄμμορος ἐν βίῳ | |
κεῖται μοῦνος ἀπ’ ἄλλων, στικτῶν ἢ λασίων μετὰ | 16 | |
185 | θηρῶν, ἔν τ’ ὀδύναις ὁμοῦ λιμῷ τ’ οἰκτρὸς ἀνήκεστα μερι‐ μνήματ’ ἔχων βαρεῖ· ἁ δ’ ἀθυρόστομος ἀχὼ τηλεφανὴς πικρὰς | |
190 | οἰμωγὰς ὑποχεῖται. ΝΕ.Οὐδὲν τούτων θαυμαστὸν ἐμοί· θεῖα γάρ, εἴπερ κἀγώ τι φρονῶ, καὶ τὰ παθήματα κεῖνα πρὸς αὐτὸν τῆς ὠμόφρονος Χρύσης ἐπέβη, | |
195 | καὶ νῦν ἃ πονεῖ δίχα κηδεμόνων, οὐκ ἔσθ’ ὡς οὐ θεῶν του μελέτῃ, τοῦ μὴ πρότερον τόνδ’ ἐπὶ Τροίᾳ τεῖναι τὰ θεῶν ἀμάχητα βέλη, πρὶν ὅδ’ ἐξήκοι χρόνος ᾧ λέγεται | |
Ph.(200) | χρῆναί σφ’ ὑπὸ τῶνδε δαμῆναι. | |
Ph.(200) | ΧΟ.Εὔστομ’ ἔχε, παῖ.Str. 3. ΝΕ.Τί τόδε; | |
202 | ΧΟ.Προὐφάνη κτύπος, φωτὸς σύντροφος ὡς τειρομένοιο, ἤ που τῇδ’ ἢ τῇδε τόπων· | |
205 | βάλλει, βάλλει μ’ ἐτύμα φθογγά του στίβον κατ’ ἀνάγκαν ἕρποντος, οὐδέ με λάθει βαρεῖα τηλόθεν αὐδὰ | |
τρυσάνωρ· διάσημα γὰρ θροεῖ. | 17 | |
210 | ΧΟ.Ἀλλ’ ἔχε, τέκνον, —Ant. 3. | |
210 | ΝΕ.Λέγ’ ὅ τι. | |
210 | ΧΟ.φροντίδας νέας· ὡς οὐκ ἔξεδρος, ἀλλ’ ἔντοπος ἁνήρ, | |
213 | οὐ μολπὰν σύριγγος ἔχων, ὡς ποιμὴν ἀγροβάτας, | |
215 | ἀλλ’ ἤ που πταίων ὑπ’ ἀνάγκας βοᾷ τηλωπὸν ἰωάν, ἢ ναὸς ἄξενον αὐγά‐ ζων ὅρμον· προβοᾷ γὰρ αἴλινον. | |
218 | ΦΙΛΟΚΤΗΤΗΣ | |
219 | Ἰὼ ξένοι, | |
220 | τίνες ποτ’ ἐς γῆν τήνδε ναυτίλῳ πλάτῃ κατέσχετ’ οὔτ’ εὔορμον οὔτ’ οἰκουμένην; Ποίας πάτρας ἂν ἢ γένους ὑμᾶς ποτε τύχοιμ’ ἂν εἰπών; Σχῆμα μὲν γὰρ Ἑλλάδος στολῆς ὑπάρχει προσφιλεστάτης ἐμοί· | |
225 | φωνῆς δ’ ἀκοῦσαι βούλομαι· καὶ μή μ’ ὄκνῳ δείσαντες ἐκπλαγῆτ’ ἀπηγριωμένον, ἀλλ’ οἰκτίσαντες ἄνδρα δύστηνον, μόνον, ἔρημον ὧδε κἄφιλον, καλούμενον φωνήσατ’, εἴπερ ὡς φίλοι προσήκετε. | |
230 | Ἀλλ’ ἀνταμείψασθ’· οὐ γὰρ εἰκὸς οὔτ’ ἐμὲ ὑμῶν ἁμαρτεῖν τοῦτό γ’ οὔθ’ ὑμᾶς ἐμοῦ. ΝΕ.Ἀλλ’, ὦ ξέν’, ἴσθι τοῦτο πρῶτον, οὕνεκα | |
Ἕλληνές ἐσμεν· τοῦτο γὰρ βούλει μαθεῖν. ΦΙ.Ὦ φίλτατον φώνημα· φεῦ τὸ καὶ λαβεῖν | 18 | |
235 | πρόσφθεγμα τοιοῦδ’ ἀνδρὸς ἐν χρόνῳ μακρῷ. Τίς ς’, ὦ τέκνον, προσέσχε, τίς προσήγαγεν χρεία; τίς ὁρμή; τίς ἀνέμων ὁ φίλτατος; Γέγωνέ μοι πᾶν τοῦθ’, ὅπως εἰδῶ τίς εἶ. ΝΕ.Ἐγὼ γένος μέν εἰμι τῆς περιρρύτου | |
240 | Σκύρου· πλέω δ’ ἐς οἶκον· αὐδῶμαι δὲ παῖς Ἀχιλλέως, Νεοπτόλεμος· οἶσθ’ ἤδη τὸ πᾶν. ΦΙ.Ὦ φιλτάτου παῖ πατρός, ὦ φίλης χθονός, ὦ τοῦ γέροντος θρέμμα Λυκομήδους, τίνι στόλῳ προσέσχες τήνδε γῆν, πόθεν πλέων; | |
245 | ΝΕ.Ἐξ Ἰλίου τοι δὴ τανῦν γε ναυστολῶ. ΦΙ.Πῶς εἶπας; Οὐ γὰρ δὴ σύ γ’ ἦσθα ναυβάτης ἡμῖν κατ’ ἀρχὴν τοῦ πρὸς Ἴλιον στόλου. ΝΕ.Ἦ γὰρ μετέσχες καὶ σὺ τοῦδε τοῦ πόνου; ΦΙ.Ὦ τέκνον, οὐ γὰρ οἶσθά μ’ ὅντιν’ εἰσορᾷς; | |
Ph.(250) | ΝΕ.Πῶς γὰρ κάτοιδ’ ὅν γ’ εἶδον οὐδεπώποτε; ΦΙ.Οὐδ’ οὔνομ’ οὐδὲ τῶν ἐμῶν κακῶν κλέος ᾔσθου ποτ’ οὐδέν, οἷς ἐγὼ διωλλύμην; ΝΕ.Ὡς μηδὲν εἰδότ’ ἴσθι μ’ ὧν ἀνιστορεῖς. ΦΙ.Ὦ πόλλ’ ἐγὼ μοχθηρός, ὦ πικρὸς θεοῖς, | |
255 | οὗ μηδὲ κληδὼν ὧδ’ ἔχοντος οἴκαδε μηδ’ Ἑλλάδος γῆς μηδαμοῦ διῆλθέ που, ἀλλ’ οἱ μὲν ἐκβαλόντες ἀνοσίως ἐμὲ | |
γελῶσι σῖγ’ ἔχοντες, ἡ δ’ ἐμὴ νόσος ἀεὶ τέθηλε κἀπὶ μεῖζον ἔρχεται. | 19 | |
260 | Ὦ τέκνον, ὦ παῖ πατρὸς ἐξ Ἀχιλλέως, ὅδ’ εἴμ’ ἐγώ σοι κεῖνος, ὃν κλύεις ἴσως τῶν Ἡρακλείων ὄντα δεσπότην ὅπλων, ὁ τοῦ Ποίαντος παῖς Φιλοκτήτης, ὃν οἱ δισσοὶ στρατηγοὶ χὠ Κεφαλλήνων ἄναξ | |
265 | ἔρριψαν αἰσχρῶς ὧδ’ ἔρημον, ἀγρίᾳ νόσῳ καταφθίνοντα, τῇδ’, ἀνδροφθόρου πληγέντ’ ἐχίδνης ἀγρίῳ χαράγματι, ξὺν ᾗ μ’ ἐκεῖνοι, παῖ, προθέντες ἐνθάδε ᾤχοντ’ ἔρημον, ἡνίκ’ ἐκ τῆς ποντίας | |
270 | Χρύσης κατέσχον δεῦρο ναυβάτῃ στόλῳ. Τότ’ ἄσμενοί μ’ ὡς εἶδον ἐκ πολλοῦ σάλου εὕδοντ’ ἐπ’ ἀκτῆς ἐν κατηρεφεῖ πέτρῳ, | |
274 | ῥάκη προθέντες βαιὰ καί τι καὶ βορᾶς | |
273 | λιπόντες ᾤχονθ’, οἷα φωτὶ δυσμόρῳ | |
275 | ἐπωφέλημα σμικρόν· οἷ’ αὐτοῖς τύχοι. Σὺ δή, τέκνον, ποίαν μ’ ἀνάστασιν δοκεῖς αὐτῶν βεβώτων ἐξ ὕπνου στῆναι τότε; ποῖ’ ἐκδακρῦσαι, ποῖ’ ἀποιμῶξαι κακά; ὁρῶντα μὲν ναῦς ἃς ἔχων ἐναυστόλουν | |
280 | πάσας βεβώσας, ἄνδρα δ’ οὐδέν’ ἔντοπον, οὐχ ὅστις ἀρκέσειεν, οὐδ’ ὅστις νόσου κάμνοντι συλλάβοιτο, πάντα δὲ σκοπῶν ηὕρισκον οὐδὲν πλὴν ἀνιᾶσθαι παρόν, τούτου δὲ πολλὴν εὐμάρειαν, ὦ τέκνον. | |
285 | Ὁ μὲν χρόνος δὴ διὰ χρόνου προὔβαινέ μοι, | |
κἄδει τι βαιᾷ τῇδ’ ὑπὸ στέγῃ μόνον διακονεῖσθαι· γαστρὶ μὲν τὰ σύμφορα τόξον τόδ’ ἐξηύρισκε, τὰς ὑποπτέρους βάλλον πελείας· πρὸς δὲ τοῦθ’ ὅ μοι βάλοι | 20 | |
290 | νευροσπαδὴς ἄτρακτος, αὐτὸς ἂν τάλας εἰλυόμην, δύστηνον ἐξέλκων πόδα, πρὸς τοῦτ’ ἄν· εἴ τ’ ἔδει τι καὶ ποτὸν λαβεῖν, καί που πάγου χυθέντος, οἷα χείματι, ξύλον τι θραῦσαι, ταῦτ’ ἂν ἐξέρπων τάλας | |
295 | ἐμηχανώμην· εἶτα πῦρ ἂν οὐ παρῆν, ἀλλ’ ἐν πέτροισι πέτρον ἐκτρίβων, μόλις ἔφην’ ἄφαντον φῶς, ὃ καὶ σῴζει μ’ ἀεί. Οἰκουμένη γὰρ οὖν στέγη πυρὸς μέτα πάντ’ ἐκπορίζει πλὴν τὸ μὴ νοσεῖν ἐμέ. | |
Ph.(300) | Φέρ’, ὦ τέκνον, νῦν καὶ τὸ τῆς νήσου μάθῃς. Ταύτῃ πελάζει ναυβάτης οὐδεὶς ἑκών· οὐ γάρ τις ὅρμος ἔστιν, οὐδ’ ὅποι πλέων ἐξεμπολήσει κέρδος ἢ ξενώσεται. Οὐκ ἐνθάδ’ οἱ πλοῖ τοῖσι σώφροσιν βροτῶν. | |
305 | Τάχ’ οὖν τις ἄκων ἔσχε· πολλὰ γὰρ τάδε ἐν τῷ μακρῷ γένοιτ’ ἂν ἀνθρώπων χρόνῳ. Οὗτοί μ’, ὅταν μόλωσιν, ὦ τέκνον, λόγοις ἐλεοῦσι μέν, καί πού τι καὶ βορᾶς μέρος προσέδοσαν οἰκτίραντες, ἤ τινα στολήν· | |
310 | ἐκεῖνο δ’ οὐδείς, ἡνίκ’ ἂν μνησθῶ, θέλει, σῶσαί μ’ ἐς οἴκους, ἀλλ’ ἀπόλλυμαι τάλας ἔτος τόδ’ ἤδη δέκατον ἐν λιμῷ τε καὶ κακοῖσι βόσκων τὴν ἀδηφάγον νόσον. | |
Τοιαῦτ’ Ἀτρεῖδαί μ’ ἥ τ’ Ὀδυσσέως βία, | 21 | |
315 | ὦ παῖ, δεδράκας’, οἷ’ Ὀλύμπιοι θεοὶ δοῖέν ποτ’ αὐτοῖς ἀντίποιν’ ἐμοῦ παθεῖν. ΧΟ.Ἔοικα κἀγὼ τοῖς ἀφιγμένοις ἴσα ξένοις ἐποικτίρειν σε, Ποίαντος τέκνον. ΝΕ.Ἐγὼ δὲ καὐτὸς τοῖσδε μάρτυς ἐν λόγοις, | |
320 | ὡς εἴς’ ἀληθεῖς οἶδα, συντυχὼν κακῶν ἀνδρῶν Ἀτρειδῶν τῆς τ’ Ὀδυσσέως βίας. ΦΙ.Ἦ γάρ τι καὶ σὺ τοῖς πανωλέθροις ἔχεις ἔγκλημ’ Ἀτρείδαις, ὥστε θυμοῦσθαι παθών; ΝΕ.Θυμὸν γένοιτο χειρὶ πληρῶσαί ποτε, | |
325 | ἵν’ αἱ Μυκῆναι γνοῖεν ἡ Σπάρτη θ’ ὅτι χἠ Σκῦρος ἀνδρῶν ἀλκίμων μήτηρ ἔφυ. ΦΙ.Εὖ γ’, ὦ τέκνον· τίνος γὰρ ὧδε τὸν μέγαν χόλον κατ’ αὐτῶν ἐγκαλῶν ἐλήλυθας; ΝΕ.Ὦ παῖ Ποίαντος, ἐξερῶ, μόλις δ’ ἐρῶ, | |
330 | ἅγωγ’ ὑπ’ αὐτῶν ἐξελωβήθην μολών. Ἐπεὶ γὰρ ἔσχε μοῖρ’ Ἀχιλλέα θανεῖν— ΦΙ.Οἴμοι· φράσῃς μοι μὴ πέρα, πρὶν ἂν μάθω πρῶτον τόδ’· ἦ τέθνηχ’ ὁ Πηλέως γόνος; ΝΕ.Τέθνηκεν, ἀνδρὸς οὐδενός, θεοῦ δ’ ὕπο, | |
335 | τοξευτός, ὡς λέγουσιν, ἐκ Φοίβου δαμείς. ΦΙ.Ἀλλ’ εὐγενὴς μὲν ὁ κτανών τε χὠ θανών. Ἀμηχανῶ δὲ πότερον, ὦ τέκνον, τὸ σὸν πάθημ’ ἐλέγχω πρῶτον, ἢ κεῖνον στένω. ΝΕ.Οἶμαι μὲν ἀρκεῖν σοί γε καὶ τὰ ς’, ὦ τάλας, | |
340 | ἀλγήμαθ’, ὥστε μὴ τὰ τῶν πέλας στένειν. ΦΙ.Ὀρθῶς ἔλεξας· τοιγαροῦν τὸ σὸν φράσον | |
αὖθις πάλιν μοι πρᾶγμ’ ὅτῳ ς’ ἐνύβρισαν. ΝΕ.Ἦλθόν με νηὶ ποικιλοστόλῳ μέτα δῖός τ’ Ὀδυσσεὺς χὠ τροφεὺς τοὐμοῦ πατρός, | 22 | |
345 | λέγοντες, εἴτ’ ἀληθὲς εἴτ’ ἄρ’ οὖν μάτην, ὡς οὐ θέμις γίγνοιτ’, ἐπεὶ κατέφθιτο πατὴρ ἐμός, τὰ πέργαμ’ ἄλλον ἢ ’μ’ ἑλεῖν. Ταῦτ’, ὦ ξέν’, οὕτως ἐννέποντες οὐ πολὺν χρόνον μ’ ἐπέσχον μή με ναυστολεῖν ταχύ, | |
Ph.(350) | μάλιστα μὲν δὴ τοῦ θανόντος ἱμέρῳ, ὅπως ἴδοιμ’ ἄθαπτον· οὐ γὰρ εἰδόμην· ἔπειτα μέντοι χὠ λόγος καλὸς προσῆν, εἰ τἀπὶ Τροίᾳ πέργαμ’ αἱρήσοιμ’ ἰών. Ἦν δ’ ἦμαρ ἤδη δεύτερον πλέοντί μοι, | |
355 | κἀγὼ πικρὸν Σίγειον οὐρίῳ πλάτῃ κατηγόμην· καί μ’ εὐθὺς ἐν κύκλῳ στρατὸς ἐκβάντα πᾶς ἠσπάζετ’, ὀμνύντες βλέπειν τὸν οὐκέτ’ ὄντα ζῶντ’ Ἀχιλλέα πάλιν. Κεῖνος μὲν οὖν ἔκειτ’· ἐγὼ δ’ ὁ δύσμορος, | |
360 | ἐπεὶ ’δάκρυσα κεῖνον, οὐ μακρῷ χρόνῳ ἐλθὼν Ἀτρείδας προσφιλῶς, ὡς εἰκὸς ἦν, τά θ’ ὅπλ’ ἀπῄτουν τοῦ πατρὸς τά τ’ ἄλλ’ ὅς’ ἦν. Οἱ δ’ εἶπον, οἴμοι, τλημονέστατον λόγον· «Ὦ σπέρμ’ Ἀχιλλέως, τἄλλα μὲν πάρεστί σοι | |
365 | πατρῷ’ ἑλέσθαι, τῶν δ’ ὅπλων κείνων ἀνὴρ ἄλλος κρατύνει νῦν, ὁ Λαέρτου γόνος.» Κἀγὼ δακρύσας εὐθὺς ἐξανίσταμαι ὀργῇ βαρείᾳ, καὶ καταλγήσας λέγω· «Ὦ σχέτλι’, ἦ ’τολμήσατ’ ἀντ’ ἐμοῦ τινι | |
370 | δοῦναι τὰ τεύχη τἀμά, πρὶν μαθεῖν ἐμοῦ;» | |
Ὁ δ’ εἶπ’ Ὀδυσσεύς, πλησίον γὰρ ὢν κυρεῖ· «Ναί, παῖ, δεδώκας’ ἐνδίκως οὗτοι τάδε· ἐγὼ γὰρ αὔτ’ ἔσωσα κἀκεῖνον παρών.» Κἀγὼ χολωθεὶς εὐθὺς ἤρασσον κακοῖς | 23 | |
375 | τοῖς πᾶσιν, οὐδὲν ἐνδεὲς ποιούμενος, εἰ τἀμὰ κεῖνος ὅπλ’ ἀφαιρήσοιτό με. Ὁ δ’ ἐνθάδ’ ἥκων, καίπερ οὐ δύσοργος ὤν, δηχθεὶς πρὸς ἁξήκουσεν ὧδ’ ἠμείψατο· «Οὐκ ἦσθ’ ἵν’ ἡμεῖς, ἀλλ’ ἀπῆσθ’ ἵν’ οὔ ς’ ἔδει, | |
380 | καὶ ταῦτ’, ἐπειδὴ καὶ λέγεις θρασυστομῶν, οὐ μή ποτ’ ἐς τὴν Σκῦρον ἐκπλεύσῃς ἔχων.» Τοιαῦτ’ ἀκούσας κἀξονειδισθεὶς κακὰ πλέω πρὸς οἴκους, τῶν ἐμῶν τητώμενος πρὸς τοῦ κακίστου κἀκ κακῶν Ὀδυσσέως. | |
385 | Κοὐκ αἰτιῶμαι κεῖνον ὡς τοὺς ἐν τέλει· πόλις γὰρ ἔστι πᾶσα τῶν ἡγουμένων στρατός τε σύμπας, οἱ δ’ ἀκοσμοῦντες βροτῶν διδασκάλων λόγοισι γίγνονται κακοί. Λόγος λέλεκται πᾶς· ὁ δ’ Ἀτρείδας στυγῶν | |
390 | ἐμοί θ’ ὁμοίως καὶ θεοῖς εἴη φίλος. | |
390 | ||
392 | ΧΟ.Ὀρεστέρα παμβῶτι Γᾶ,Str. μᾶτερ αὐτοῦ Διός, ἃ τὸν μέγαν Πακτωλὸν εὔχρυσον νέμεις, | |
395 | σὲ κἀκεῖ, μᾶτερ πότνι’, ἐπηυδώμαν, ὅτ’ ἐς τόνδ’ Ἀτρειδᾶν ὕβρις πᾶς’ ἐχώρει, | |
399 | ὅτε τὰ πάτρια τεύχεα παρεδίδοσαν, | |
Ph.(400) | ἰὼ μάκαιρα ταυροκτόνων λεόντων ἔφεδρε, τῷ Λαρτίου, | |
σέβας ὑπέρτατον. ΦΙ.Ἔχοντες, ὡς ἔοικε, σύμβολον σαφὲς λύπης πρὸς ἡμᾶς, ὦ ξένοι, πεπλεύκατε, | 24 | |
405 | καί μοι προσᾴδεθ’ ὥστε γιγνώσκειν ὅτι ταῦτ’ ἐξ Ἀτρειδῶν ἔργα κἀξ Ὀδυσσέως. Ἔξοιδα γάρ νιν παντὸς ἂν λόγου κακοῦ γλώσσῃ θιγόντα καὶ πανουργίας ἀφ’ ἧς μηδὲν δίκαιον ἐς τέλος μέλλοι ποεῖν. | |
410 | Ἀλλ’ οὔ τι τοῦτο θαῦμ’ ἔμοιγ’, ἀλλ’ εἰ παρὼν Αἴας ὁ μείζων ταῦθ’ ὁρῶν ἠνείχετο. ΝΕ.Οὐκ ἦν ἔτι ζῶν, ὦ ξέν’· οὐ γὰρ ἄν ποτε ζῶντός γ’ ἐκείνου ταῦτ’ ἐσυλήθην ἐγώ. ΦΙ.Πῶς εἶπας; ἀλλ’ ἦ χοὖτος οἴχεται θανών; | |
415 | ΝΕ.Ὡς μηκέτ’ ὄντα κεῖνον ἐν φάει νόει. ΦΙ.Οἴμοι τάλας. Ἀλλ’ οὐχ ὁ Τυδέως γόνος, οὐδ’ οὑμπολητὸς Σισύφου Λαερτίῳ, οὐ μὴ θάνωσι· τούσδε γὰρ μὴ ζῆν ἔδει. ΝΕ.Οὐ δῆτ’, ἐπίστω τοῦτό γ’, ἀλλὰ καὶ μέγα | |
420 | θάλλοντές εἰσι νῦν ἐν Ἀργείων στρατῷ. ΦΙ.Τί δ’; ὃς παλαιὸς κἀγαθὸς φίλος τ’ ἐμός, Νέστωρ ὁ Πύλιος ἔστιν; οὗτος γὰρ τά γε κείνων κάκ’ ἐξήρυκε, βουλεύων σοφά. ΝΕ.Κεῖνός γε πράσσει νῦν κακῶς, ἐπεὶ θανὼν | |
425 | Ἀντίλοχος αὐτῷ φροῦδος, ὅσπερ ἦν γόνος. ΦΙ.Οἴμοι, δύ’ αὖ τώδ’ ἄνδρ’ ἔλεξας οἷν ἐγὼ | |
ἥκιστ’ ἂν ἠθέλης’ ὀλωλότοιν κλύειν. Φεῦ φεῦ· τί δῆτα δεῖ σκοπεῖν, ὅθ’ οἵδε μὲν τεθνᾶς’, Ὀδυσσεὺς δ’ ἔστιν αὖ κἀνταῦθ’ ἵνα | 25 | |
430 | χρῆν ἀντὶ τούτων αὐτὸν αὐδᾶσθαι νεκρόν; ΝΕ.Σοφὸς παλαιστὴς κεῖνος, ἀλλὰ χαἰ σοφαὶ γνῶμαι, Φιλοκτῆτ’, ἐμποδίζονται θαμά. ΦΙ.Φέρ’ εἰπὲ πρὸς θεῶν, ποῦ γὰρ ἦν ἐνταῦθά σοι Πάτροκλος, ὃς σοῦ πατρὸς ἦν τὰ φίλτατα; | |
435 | ΝΕ.Χοὖτος τεθνηκὼς ἦν· λόγῳ δέ ς’ ἐν βραχεῖ τοῦτ’ ἐκδιδάξω· πόλεμος οὐδέν’ ἄνδρ’ ἑκὼν αἱρεῖ πονηρόν, ἀλλὰ τοὺς χρηστοὺς ἀεί. ΦΙ.Ξυμμαρτυρῶ σοι· καὶ κατ’ αὐτὸ τοῦτό γε ἀναξίου μὲν φωτὸς ἐξερήσομαι, | |
440 | γλώσσῃ δὲ δεινοῦ καὶ σοφοῦ, τί νῦν κυρεῖ. ΝΕ.Ποίου δὲ τούτου πλήν γ’ Ὀδυσσέως ἐρεῖς; ΦΙ.Οὐ τοῦτον εἶπον, ἀλλὰ Θερσίτης τις ἦν, ὃς οὐκ ἂν εἵλετ’ εἰσάπαξ εἰπεῖν ὅπου μηδεὶς ἐῴη· τοῦτον οἶσθ’ εἰ ζῶν κυρεῖ; | |
445 | ΝΕ.Οὐκ εἶδον αὐτόν, ᾐσθόμην δ’ ἔτ’ ὄντα νιν. ΦΙ.Ἔμελλ’· ἐπεὶ οὐδέν πω κακόν γ’ ἀπώλετο, ἀλλ’ εὖ περιστέλλουσιν αὐτὰ δαίμονες· καί πως τὰ μὲν πανοῦργα καὶ παλιντριβῆ χαίρους’ ἀναστρέφοντες ἐξ Ἅιδου, τὰ δὲ | |
Ph.(450) | δίκαια καὶ τὰ χρήστ’ ἀποστέλλους’ ἀεί. Ποῦ χρὴ τίθεσθαι ταῦτα, ποῦ δ’ αἰνεῖν, ὅταν | |
τὰ θεῖ’ ἐπαινῶν τοὺς θεοὺς εὕρω κακούς; ΝΕ.Ἐγὼ μέν, ὦ γένεθλον Οἰταίου πατρός, τὸ λοιπὸν ἤδη τηλόθεν τό τ’ Ἴλιον | 26 | |
455 | καὶ τοὺς Ἀτρείδας εἰσορῶν φυλάξομαι· ὅπου θ’ ὁ χείρων τἀγαθοῦ μεῖζον σθένει κἀποφθίνει τὰ χρηστὰ χὠ δειλὸς κρατεῖ, τούτους ἐγὼ τοὺς ἄνδρας οὐ στέρξω ποτέ· ἀλλ’ ἡ πετραία Σκῦρος ἐξαρκοῦσά μοι | |
460 | ἔσται τὸ λοιπόν, ὥστε τέρπεσθαι δόμῳ. Νῦν δ’ εἶμι πρὸς ναῦν· καὶ σύ, Ποίαντος τέκνον, χαῖρ’ ὡς μέγιστα, χαῖρε· καί σε δαίμονες νόσου μεταστήσειαν ὡς αὐτὸς θέλεις. Ἡμεῖς δ’ ἴωμεν, ὡς ὁπηνίκ’ ἂν θεὸς | |
465 | πλοῦν ἡμὶν εἴκῃ, τηνικαῦθ’ ὁρμώμεθα. ΦΙ.Ἤδη, τέκνον, στέλλεσθε; | |
466 | ΝΕ.Καιρὸς γὰρ καλεῖ πλοῦν μὴ ’ξ ἀπόπτου μᾶλλον ἢ ’γγύθεν σκοπεῖν. ΦΙ.Πρός νύν σε πατρός, πρός τε μητρός, ὦ τέκνον, πρός τ’ εἴ τί σοι κατ’ οἶκόν ἐστι προσφιλές, | |
470 | ἱκέτης ἱκνοῦμαι, μὴ λίπῃς μ’ οὕτω μόνον, ἔρημον ἐν κακοῖσι τοῖσδ’ οἵοις ὁρᾷς ὅσοισί τ’ ἐξήκουσας ἐνναίοντά με· ἀλλ’ ἐν παρέργῳ θοῦ με. Δυσχέρεια μέν, ἔξοιδα, πολλὴ τοῦδε τοῦ φορήματος· | |
475 | ὅμως δὲ τλῆθι· τοῖσι γενναίοισί τοι τό τ’ αἰσχρὸν ἐχθρὸν καὶ τὸ χρηστὸν εὐκλεές. Σοὶ δ’, ἐκλιπόντι τοῦτ’, ὄνειδος οὐ καλόν, δράσαντι δ’, ὦ παῖ, πλεῖστον εὐκλείας γέρας, | |
ἐὰν μόλω ’γὼ ζῶν πρὸς Οἰταίαν χθόνα. | 27 | |
480 | Ἴθ’, ἡμέρας τοι μόχθος οὐχ ὅλης μιᾶς, τόλμησον, ἐμβαλοῦ μ’ ὅπῃ θέλεις ἄγων, εἰς ἀντλίαν, εἰς πρῷραν, εἰς πρύμνην, ὅποι ἥκιστα μέλλω τοὺς ξυνόντας ἀλγυνεῖν. Νεῦσον, πρὸς αὐτοῦ Ζηνὸς Ἱκεσίου, τέκνον, | |
485 | πείσθητι· προσπίτνω σε γόνασι, καίπερ ὢν ἀκράτωρ ὁ τλήμων, χωλός. Ἀλλὰ μή μ’ ἀφῇς ἔρημον οὕτω χωρὶς ἀνθρώπων στίβου, ἀλλ’ ἢ πρὸς οἶκον τὸν σὸν ἔκσωσόν μ’ ἄγων, ἢ πρὸς τὰ Χαλκώδοντος Εὐβοίας σταθμά· | |
490 | κἀκεῖθεν οὔ μοι μακρὸς εἰς Οἴτην στόλος Τραχινίαν τε δειράδ’ ἢ τὸν εὔροον Σπερχειὸν ἔσται· πατρί μ’ ὡς δείξῃς φίλῳ, ὃν δὴ παλαιὸν ἐξότου δέδοικ’ ἐγὼ μή μοι βεβήκῃ. Πολλὰ γὰρ τοῖς ἱγμένοις | |
495 | ἔστελλον αὐτὸν ἱκεσίους πέμπων λιτάς, αὐτόστολον πέμψαντά μ’ ἐκσῶσαι δόμους. Ἀλλ’ ἢ τέθνηκεν ἢ τὰ τῶν διακόνων, ὡς εἰκός, οἶμαι, τοὐμὸν ἐν σμικρῷ μέρος ποιούμενοι τὸν οἴκαδ’ ἤπειγον στόλον. | |
Ph.(500) | Νῦν δ’, εἰς σὲ γὰρ πομπόν τε καὐτὸν ἄγγελον ἥκω, σὺ σῶσον, σύ μ’ ἐλέησον, εἰσορῶν ὡς πάντα δεινὰ κἀπικινδύνως βροτοῖς κεῖται παθεῖν μὲν εὖ, παθεῖν δὲ θἄτερα. Χρὴ δ’ ἐκτὸς ὄντα πημάτων τὰ δείν’ ὁρᾶν, | |
505 | χὤταν τις εὖ ζῇ, τηνικαῦτα τὸν βίον | |
σκοπεῖν μάλιστα μὴ διαφθαρεὶς λάθῃ. ΧΟ.Οἴκτιρ’, ἄναξ· πολλῶν ἔλε‐Ant. ξεν δυσοίστων πόνων ἆθλ’, ὅσσα μηδεὶς τῶν ἐμῶν τύχοι φίλων. | 28 | |
510 | Εἰ δὲ πικρούς, ἄναξ, Ἀτρείδας ἔχθεις, ἐγὼ μέν, τὸ κείνων κακὸν τῷδε κέρδος | |
515 | μετατιθέμενος, ἔνθαπερ ἐπιμέμονεν, ἐπ’ εὐστόλου ταχείας νεὼς πορεύσαιμ’ ἂν ἐς δόμους, τὰν ἐκ θεῶν νέμεσιν ἐκφυγών. | |
518 | ΝΕ.Ὅρα σὺ μὴ νῦν μέν τις εὐχερὴς παρῇς, | |
520 | ὅταν δὲ πλησθῇς τῆς νόσου ξυνουσίᾳ, τότ’ οὐκέθ’ αὑτὸς τοῖς λόγοις τούτοις φανῇς. ΧΟ.Ἥκιστα· τοῦτ’ οὐκ ἔσθ’ ὅπως ποτ’ εἰς ἐμὲ τοὔνειδος ἕξεις ἐνδίκως ὀνειδίσαι. ΝΕ.Ἀλλ’ αἰσχρὰ μέντοι σοῦ γέ μ’ ἐνδεέστερον | |
525 | ξένῳ φανῆναι πρὸς τὸ καίριον πονεῖν. Ἀλλ’ εἰ δοκεῖ, πλέωμεν, ὁρμάσθω ταχύς, χἠ ναῦς γὰρ ἄξει κοὐκ ἀπαρνηθήσεται. Μόνον θεοὶ σῴζοιεν ἔκ τε τῆσδε γῆς ἡμᾶς ὅποι τ’ ἐνθένδε βουλοίμεσθα πλεῖν. | |
530 | ΦΙ.Ὦ φίλτατον μὲν ἦμαρ, ἥδιστος δ’ ἀνήρ, φίλοι δὲ ναῦται, πῶς ἂν ὑμὶν ἐμφανὴς ἔργῳ γενοίμην ὥς μ’ ἔθεσθε προσφιλῆ; Ἴωμεν, ὦ παῖ, προσκύσαντε τὴν ἔσω ἄοικον εἰσοίκησιν, ὥς με καὶ μάθῃς | |
535 | ἀφ’ ὧν διέζων ὥς τ’ ἔφυν εὐκάρδιος. Οἶμαι γὰρ οὐδ’ ἂν ὄμμασιν μόνην θέαν ἄλλον λαβόντα πλὴν ἐμοῦ τλῆναι τάδε· ἐγὼ δ’ ἀνάγκῃ προὔμαθον στέργειν κακά. ΧΟ.Ἐπίσχετον, μάθωμεν· ἄνδρε γὰρ δύο, | 29 |
540 | ὁ μὲν νεὼς σῆς ναυβάτης, ὁ δ’ ἀλλόθρους, χωρεῖτον, ὧν μαθόντες αὖθις εἴσιτον. ΕΜΠΟΡΟΣ | |
542 | Ἀχιλλέως παῖ, τόνδε τὸν ξυνέμπορον, ὃς ἦν νεὼς σῆς σὺν δυοῖν ἄλλοιν φύλαξ, ἐκέλευς’ ἐμοί σε ποῦ κυρῶν εἴης φράσαι, | |
545 | ἐπείπερ ἀντέκυρσα, δοξάζων μὲν οὔ, τύχῃ δέ πως πρὸς ταὐτὸν ὁρμισθεὶς πέδον. Πλέων γάρ, ὡς ναύκληρος, οὐ πολλῷ στόλῳ ἀπ’ Ἰλίου πρὸς οἶκον ἐς τὴν εὔβοτρυν Πεπάρηθον, ὡς ἤκουσα τοὺς ναύτας ὅτι | |
Ph.(550) | σοὶ πάντες εἶεν συννεναυστοληκότες, ἔδοξέ μοι μὴ σῖγα, πρὶν φράσαιμί σοι, τὸν πλοῦν ποεῖσθαι προστυχόντι τῶν ἴσων. Οὐδὲν σύ που κάτοισθα τῶν σαυτοῦ πέρι, ἃ τοῖσιν Ἀργείοισιν ἀμφὶ σοῦ νέα | |
555 | βουλεύματ’ ἐστί, κοὐ μόνον βουλεύματα, ἀλλ’ ἔργα δρώμεν’, οὐκέτ’ ἐξαργούμενα. ΝΕ.Ἀλλ’ ἡ χάρις μὲν τῆς προμηθίας, ξένε, εἰ μὴ κακὸς πέφυκα, προσφιλὴς μενεῖ· φράσον δ’ ἅπερ γ’ ἔλεξας, ὡς μάθω τί μοι | |
560 | νεώτερον βούλευμ’ ἀπ’ Ἀργείων ἔχεις. ΕΜ.Φροῦδοι διώκοντές σε ναυτικῷ στόλῳ | |
Φοῖνιξ ὁ πρέσβυς οἵ τε Θησέως κόροι. ΝΕ.Ὡς ἐκ βίας μ’ ἄξοντες ἢ λόγοις πάλιν; ΕΜ.Οὐκ οἶδ’· ἀκούσας δ’ ἄγγελος πάρειμί σοι. | 30 | |
565 | ΝΕ.Ἦ ταῦτα δὴ Φοῖνίξ τε χοἰ ξυνναυβάται οὕτω καθ’ ὁρμὴν δρῶσιν Ἀτρειδῶν χάριν; ΕΜ.Ὡς ταῦτ’ ἐπίστω δρώμεν’ οὐ μέλλοντ’ ἔτι. ΝΕ.Πῶς οὖν Ὀδυσσεὺς πρὸς τάδ’ οὐκ αὐτάγγελος πλεῖν ἦν ἕτοιμος; ἢ φόβος τις εἶργέ νιν; | |
570 | ΕΜ.Κεῖνός γ’ ἐπ’ ἄλλον ἄνδρ’ ὁ Τυδέως τε παῖς ἔστελλον, ἡνίκ’ ἐξανηγόμην ἐγώ. ΝΕ.Πρὸς ποῖον αὖ τόνδ’ αὐτὸς οὑδυσσεὺς ἔπλει; ΕΜ.Ἦν δή τις—ἀλλὰ τόνδε μοι πρῶτον φράσον τίς ἐστιν· ἃν λέγῃς δὲ μὴ φώνει μέγα. | |
575 | ΝΕ.Ὅδ’ ἔσθ’ ὁ κλεινός σοι Φιλοκτήτης, ξένε. ΕΜ.Μή νύν μ’ ἔρῃ τὰ πλείον’, ἀλλ’ ὅσον τάχος ἔκπλει σεαυτὸν ξυλλαβὼν ἐκ τῆσδε γῆς. ΦΙ.Τί φησιν, ὦ παῖ; τί με κατὰ σκότον ποτὲ διεμπολᾷ λόγοισι πρός ς’ ὁ ναυβάτης; | |
580 | ΝΕ.Οὐκ οἶδά πω τί φησι· δεῖ δ’ αὐτὸν λέγειν εἰς φῶς ὃ λέξει, πρὸς σὲ κἀμὲ τούσδε τε. ΕΜ.Ὦ σπέρμ’ Ἀχιλλέως, μή με διαβάλῃς στρατῷ λέγονθ’ ἃ μὴ δεῖ· πόλλ’ ἐγὼ κείνων ὕπο δρῶν ἀντιπάσχω χρηστά θ’, οἷ’ ἀνὴρ πένης. | |
585 | ΝΕ.Ἐγώ εἰμ’ Ἀτρείδαις δυσμενής· οὗτος δέ μοι φίλος μέγιστος, οὕνεκ’ Ἀτρείδας στυγεῖ. Δεῖ δή ς’, ἔμοιγ’ ἐλθόντα προσφιλῆ, λόγων | |
κρύψαι πρὸς ἡμᾶς μηδέν’ ὧν ἀκήκοας. ΕΜ.Ὅρα τί ποιεῖς, παῖ. | 31 | |
589 | ΝΕ.Σκοπῶ κἀγὼ πάλαι. | |
590 | ΕΜ.Σὲ θήσομαι τῶνδ’ αἴτιον. | |
590 | ΝΕ.Ποιοῦ λέγων. ΕΜ.Λέγω· ’πὶ τοῦτον ἄνδρε τώδ’ ὥπερ κλύεις, ὁ Τυδέως παῖς ἥ τ’ Ὀδυσσέως βία, διώμοτοι πλέουσιν ἦ μὴν ἢ λόγῳ πείσαντες ἄξειν, ἢ πρὸς ἰσχύος κράτος. | |
595 | Καὶ ταῦτ’ Ἀχαιοὶ πάντες ἤκουον σαφῶς Ὀδυσσέως λέγοντος· οὗτος γὰρ πλέον τὸ θάρσος εἶχε θἀτέρου δράσειν τάδε. ΝΕ.Τίνος δ’ Ἀτρεῖδαι τοῦδ’ ἄγαν οὕτω χρόνῳ τοσῷδ’ ἐπεστρέφοντο πράγματος χάριν, | |
Ph.(600) | ὅν γ’ εἶχον ἤδη χρόνιον ἐκβεβληκότες; τίς ὁ πόθος αὐτοὺς ἵκετ’, ἢ θεῶν βία καὶ νέμεσις, οἵπερ ἔργ’ ἀμύνουσιν κακά; ΕΜ.Ἐγὼ σὲ τοῦτ’, ἴσως γὰρ οὐκ ἀκήκοας, πᾶν ἐκδιδάξω. Μάντις ἦν τις εὐγενής, | |
605 | Πριάμου μὲν υἱός, ὄνομα δ’ ὠνομάζετο Ἕλενος, ὃν οὗτος νυκτὸς ἐξελθὼν μόνος, ὁ πάντ’ ἀκούων αἰσχρὰ καὶ λωβήτ’ ἔπη δόλιος Ὀδυσσεὺς εἷλε, δέσμιόν τ’ ἄγων ἔδειξ’ Ἀχαιοῖς ἐς μέσον, θήραν καλήν· | |
610 | ὃς δὴ τά τ’ ἄλλ’ αὐτοῖσι πάντ’ ἐθέσπισε, καὶ τἀπὶ Τροίᾳ πέργαμ’ ὡς οὐ μή ποτε πέρσοιεν, εἰ μὴ τόνδε πείσαντες λόγῳ ἄγοιντο νήσου τῆσδ’ ἐφ’ ἧς ναίει τὰ νῦν. Καὶ ταῦθ’ ὅπως ἤκους’ ὁ Λαέρτου τόκος | |
615 | τὸν μάντιν εἰπόντ’, εὐθέως ὑπέσχετο | |
τὸν ἄνδρ’ Ἀχαιοῖς τόνδε δηλώσειν ἄγων· οἴοιτο μὲν μάλισθ’ ἑκούσιον λαβών, εἰ μὴ θέλοι δ’, ἄκοντα· καὶ τούτων κάρα τέμνειν ἐφεῖτο τῷ θέλοντι μὴ τυχών. | 32 | |
620 | Ἤκουσας, ὦ παῖ, πάντα· τὸ σπεύδειν δέ σοι καὐτῷ παραινῶ κεἴ τινος κήδῃ πέρι. ΦΙ.Οἴμοι τάλας· ἦ κεῖνος, ἡ πᾶσα βλάβη, ἔμ’ εἰς Ἀχαιοὺς ὤμοσεν πείσας στελεῖν; πεισθήσομαι γὰρ ὧδε κἀξ Ἅιδου θανὼν | |
625 | πρὸς φῶς ἀνελθεῖν, ὥσπερ οὑκείνου πατήρ. ΕΜ.Οὐκ οἶδ’ ἐγὼ ταῦτ’· ἀλλ’ ἐγὼ μὲν εἶμ’ ἐπὶ ναῦν, σφῷν δ’ ὅπως ἄριστα συμφέροι θεός. ΦΙ.Οὔκουν τάδ’, ὦ παῖ, δεινά, τὸν Λαερτίου ἔμ’ ἐλπίσαι ποτ’ ἂν λόγοισι μαλθακοῖς | |
630 | δεῖξαι νεὼς ἄγοντ’ ἐν Ἀργείοις μέσοις; οὔ· θᾶσσον ἂν τῆς πλεῖστον ἐχθίστης ἐμοὶ κλύοιμ’ ἐχίδνης, ἥ μ’ ἔθηκεν ὧδ’ ἄπουν. Ἀλλ’ ἔστ’ ἐκείνῳ πάντα λεκτά, πάντα δὲ τολμητά. Καὶ νῦν οἶδ’ ὁθούνεχ’ ἵξεται. | |
635 | Ἀλλ’, ὦ τέκνον, χωρῶμεν, ὡς ἡμᾶς πολὺ πέλαγος ὁρίζῃ τῆς Ὀδυσσέως νεώς· Ἴωμεν· ἥ τοι καίριος σπουδή, πόνου λήξαντος, ὕπνον κἀνάπαυλαν ἤγαγεν. ΝΕ.Οὐκοῦν ἐπειδὰν πνεῦμα τοὐκ πρῴρας ἀνῇ. | |
640 | τότε στελοῦμεν· νῦν γὰρ ἀντιοστατεῖ. ΦΙ.Ἀεὶ καλὸς πλοῦς ἔσθ’, ὅταν φεύγῃς κακά. ΝΕ.Οὔκ· ἀλλὰ κἀκείνοισι ταῦτ’ ἐναντία. ΦΙ.Οὐκ ἔστι λῃσταῖς πνεῦμ’ ἐναντιούμενον, ὅταν παρῇ κλέψαι τε χἀρπάσαι βίᾳ. | |
645 | ΝΕ.Ἀλλ’, εἰ δοκεῖ, χωρῶμεν, ἔνδοθεν λαβὼν ὅτου σε χρεία καὶ πόθος μάλιστ’ ἔχει. | |
ΦΙ.Ἀλλ’ ἔστιν ὧν δεῖ, καίπερ οὐ πολλῶν ἄπο. ΝΕ.Τί τοῦθ’ ὃ μὴ νεώς γε τῆς ἐμῆς ἔπι; ΦΙ.Φύλλον τί μοι πάρεστιν ᾧ μάλιστ’ ἀεὶ | 33 | |
Ph.(650) | κοιμῶ τόδ’ ἕλκος, ὥστε πραΰνειν πάνυ. ΝΕ.Ἀλλ’ ἔκφερ’ αὐτό· τί γὰρ ἔτ’ ἄλλ’ ἐρᾷς λαβεῖν; ΦΙ.Εἴ μοί τι τόξων τῶνδ’ ἀπημελημένον παρερρύηκεν, ὡς λίπω μή τῳ λαβεῖν. ΝΕ.Ἦ ταῦτα γὰρ τὰ κλεινὰ τόξ’ ἃ νῦν ἔχεις; | |
655 | ΦΙ.Ταῦτ’ οὐ γὰρ ἄλλα γ’ ἔσθ’ ἃ βαστάζω χεροῖν. ΝΕ.Ἆρ’ ἔστιν ὥστε κἀγγύθεν θέαν λαβεῖν, καὶ βαστάσαι με προσκύσαι θ’ ὥσπερ θεόν; ΦΙ.Σοί γ’, ὦ τέκνον, καὶ τοῦτο κἄλλο τῶν ἐμῶν ὁποῖον ἄν σοι ξυμφέρῃ γενήσεται. | |
660 | ΝΕ.Καὶ μὴν ἐρῶ γε· τὸν δ’ ἔρωθ’ οὕτως ἔχω· εἴ μοι θέμις, θέλοιμ’ ἄν· εἰ δὲ μή, πάρες. ΦΙ.Ὅσιά τε φωνεῖς ἔστι τ’, ὦ τέκνον, θέμις, ὅς γ’ ἡλίου τόδ’ εἰσορᾶν ἐμοὶ φάος μόνος δέδωκας, ὃς χθόν’ Οἰταίαν ἰδεῖν, | |
665 | ὃς πατέρα πρέσβυν, ὃς φίλους, ὃς τῶν ἐμῶν ἐχθρῶν μ’ ἔνερθεν ὄντ’ ἀνέστησας πέρα. Θάρσει, παρέσται ταῦτά σοι καὶ θιγγάνειν καὶ δόντι δοῦναι κἀξεπεύξασθαι βροτῶν ἀρετῆς ἕκατι τῶνδ’ ἐπιψαῦσαι μόνον· | |
670 | εὐεργετῶν γὰρ καὐτὸς αὔτ’ ἐκτησάμην. ΝΕ.Οὐκ ἄχθομαί ς’ ἰδών τε καὶ λαβὼν φίλον· ὅστις γὰρ εὖ δρᾶν εὖ παθὼν ἐπίσταται, παντὸς γένοιτ’ ἂν κτήματος κρείσσων φίλος. Χωροῖς ἂν εἴσω. | |
674 | ΦΙ.Καὶ σέ γ’ εἰσάξω· τὸ γὰρ | |
675 | νοσοῦν ποθεῖ σε ξυμπαραστάτην λαβεῖν. ΧΟ.Λόγῳ μὲν ἐξήκους’, ὄπωπα δ’ οὐ μάλα,Str. 1. τὸν πελάταν λέκτρων ποτὲ 〈τῶν〉 Διὸς κατ’ ἄμπυκα δὴ δρομάδα δέσμιον ὡς ἔβαλεν παγκρατὴς Κρόνου παῖς· | 34 |
680 | ἄλλον δ’ οὔτιν’ ἔγωγ’ οἶδα κλύων οὐδ’ ἐσιδὼν μοίρᾳ | |
682 | τοῦδ’ ἐχθίονι συντυχόντα θνατῶν, ὃς οὔτ’ ἔρξας τιν’ οὔτε νοσφίσας, ἀλλ’ ἴσος ἔν 〈γ’〉 ἴσοις ἀνὴρ | |
685 | ὤλλυθ’ ὧδ’ ἀναξίως. Τόδε 〈δ’ αὖ〉 θαῦμά μ’ ἔχει πῶς ποτε πῶς ποτ’ ἀμφιπλήκτων ῥοθίων μόνος κλύων, πῶς ἄρα πανδάκρυτον οὕτω | |
690 | βιοτὰν κατέσχεν· | |
690 | ||
692 | ἵν’ αὐτὸς ἦν πρόσουρος, οὐκ ἔχων βάσιν,Ant. 1. οὐδέ τιν’ ἐγχώρων κακογείτονα, παρ’ ᾧ στόνον ἀντίτυπον | |
695 | 〈τὸν〉 βαρυβρῶτ’ ἀποκλαύσειεν αἱματηρόν· οὐδ’ ὃς [τὰν] θερμοτάταν αἱμάδα κηκιομέναν ἑλκέων | |
698 | ἐνθήρου ποδὸς ἠπίοισι φύλλοις κατευνάσειεν, εἴ τις ἐμπέσοι, | |
Ph.(700) | φορβάδος ἐκ γαίας ἑλών· | |
εἷρπε δ’ ἄλλοτ’ ἀλλ〈αχ〉ᾷ τότ’ ἂν εἰλυόμενος, παῖς ἄτερ ὡς φίλας τιθήνας, ὅθεν εὐμάρει’ ὑπάρχοι | 35 | |
705 | πόρου, ἁνίκ’ ἐξανείη δακέθυμος ἄτα· | |
706 | ||
708 | οὐ φορβὰν ἱερᾶς γᾶς σπόρον, οὐκ ἄλλωνStr. 2. αἴρων τῶν νεμόμεσθ’ ἀνέρες ἀλφησταί, | |
710 | πλὴν ἐξ ὠκυβόλων εἴ ποτε τόξων πτα‐ νοῖς ἰοῖς ἀνύσειε γαστρὶ φορβάν. Ὦ μελέα ψυχά· | |
715 | ὃς μηδ’ οἰνοχύτου πώματος ἥσθη δεκέτει χρόνῳ, λεύσσων δ’ εἴ που γνοίη, στατὸν εἰς ὕδωρ αἰεὶ προσενώμα. | |
717 | ||
719 | Νῦν δ’ ἀνδρῶν ἀγαθῶν παιδὸς ὑπαντήσαςAnt. 2. | |
720 | εὐδαίμων ἀνύσει καὶ μέγας ἐκ κείνων· | |
723 | ὅς νιν ποντοπόρῳ δούρατι, πλήθει πολ‐ λῶν μηνῶν, πατρίαν ἄγει πρὸς αὐλὰν | |
725 | Μαλιάδων νυμφᾶν Σπερχειοῦ τε παρ’ ὄχθαις, ἵν’ ὁ χάλκασπις ἀνὴρ θεοῖς | |
728 | πλάθει πᾶσιν, θείῳ πυρὶ παμφαής, | |
Οἴτας ὑπὲρ ὄχθων. | 36 | |
730 | ΝΕ.Ἕρπ’, εἰ θέλεις. Τί δή ποθ’ ὧδ’ ἐξ οὐδενὸς λόγου σιωπᾷς κἀπόπληκτος ὧδ’ ἔχῃ; ΦΙ.Ἆ, ἆ, ἆ, ἆ. ΝΕ.Τί ἔστιν; | |
733 | ΦΙ.Οὐδὲν δεινόν· ἀλλ’ ἴθ’, ὦ τέκνον. ΝΕ.Μῶν ἄλγος ἴσχεις τῆς παρεστώσης νόσου; | |
735 | ΦΙ.Οὐ δῆτ’ ἔγωγ’, ἀλλ’ ἄρτι κουφίζειν δοκῶ. Ἰὼ θεοί. ΝΕ.Τί τοὺς θεοὺς οὕτως ἀναστένων καλεῖς; ΦΙ.Σωτῆρας αὐτοὺς ἠπίους θ’ ἡμῖν μολεῖν. Ἆ, ἆ, ἆ, ἆ. | |
740 | ΝΕ.Τί ποτε πέπονθας; οὐκ ἐρεῖς, ἀλλ’ ὧδ’ ἔσῃ σιγηλός; ἐν κακῷ δέ τῳ φαίνῃ κυρῶν. ΦΙ.Ἀπόλωλα, τέκνον, κοὐ δυνήσομαι κακὸν κρύψαι παρ’ ὑμῖν, ἀτταταῖ· διέρχεται, διέρχεται. Δύστηνος, ὦ τάλας ἐγώ. | |
745 | Ἀπόλωλα, τέκνον· βρύκομαι, τέκνον· παπαῖ, ἀπαππαπαππαῖ, παππαπαππαπαππαπαῖ. Πρὸς θεῶν, πρόχειρον εἴ τί σοι, τέκνον, πάρα ξίφος χεροῖν, πάταξον εἰς ἄκρον πόδα· ἀπάμησον ὡς τάχιστα· μὴ φείσῃ βίου· | |
Ph.(750) | Ἴθ’, ὦ παῖ. ΝΕ.Τί δ’ ἔστιν οὕτω νεοχμὸν ἐξαίφνης, ὅτου τοσήνδ’ ἰυγὴν καὶ στόνον σαυτοῦ ποιεῖς; ΦΙ.Οἶσθ’, ὦ τέκνον. | |
753 | ΝΕ.Τί δ’ ἔστιν; | 37 |
753 | ΦΙ.Οἶσθ’, ὦ παῖ. | |
753 | ΝΕ.Τί σοι; Οὐκ οἶδα. | |
754 | ΦΙ.Πῶς οὐκ οἶσθα; παππαπαππαπαῖ. | |
755 | ΝΕ.Δεινόν γε τοὐπίσαγμα τοῦ νοσήματος. ΦΙ.Δεινὸν γὰρ οὐδὲ ῥητόν· ἀλλ’ οἴκτιρέ με. ΝΕ.Τί δῆτα δράσω; | |
757 | ΦΙ.Μή με ταρβήσας προδῷς· ἥκει γὰρ αὕτη διὰ χρόνου, πλάνοις ἴσως ὡς ἐξεπλήσθη. | |
759 | ΝΕ.Ἰὼ ἰὼ δύστηνε σύ, | |
760 | δύστηνε δῆτα διὰ πόνων πάντων φανείς. | |
761-762 | Βούλει λάβωμαι δῆτα καὶ θίγω τί σου; | |
763 | ΦΙ.Μὴ δῆτα τοῦτό γ’· ἀλλά μοι τὰ τόξ’ ἑλὼν τάδ’, ὥσπερ ᾐτοῦ μ’ ἀρτίως, ἕως ἀνῇ | |
765 | τὸ πῆμα τοῦτο τῆς νόσου τὸ νῦν παρόν, σῷζ’ αὐτὰ καὶ φύλασσε· λαμβάνει γὰρ οὖν ὕπνος μ’, ὅταν περ τὸ κακὸν ἐξίῃ τόδε· κοὐκ ἔστι λῆξαι πρότερον· ἀλλ’ ἐᾶν χρεὼν ἕκηλον εὕδειν. Ἢν δὲ τῷδε τῷ χρόνῳ | |
770 | μόλως’ ἐκεῖνοι, πρὸς θεῶν, ἐφίεμαι ἑκόντα μήτ’ ἄκοντα, μήτε τῳ τέχνῃ κείνοις μεθεῖναι ταῦτα, μὴ σαυτόν θ’ ἅμα κἄμ’ ὄντα σαυτοῦ πρόστροπον κτείνας γένῃ. ΝΕ.Θάρσει προνοίας οὕνεκ’· οὐ δοθήσεται | |
775 | πλὴν σοί τε κἀμοί· ξὺν τύχῃ δὲ πρόσφερε. ΦΙ.Ἰδοὺ δέχου, παῖ· τὸν Φθόνον δὲ πρόσκυσον, μή σοι γενέσθαι πολύπον’ αὐτά, μηδ’ ὅπως ἐμοί τε καὶ τῷ πρόσθ’ ἐμοῦ κεκτημένῳ. ΝΕ.Ὦ θεοί, γένοιτο ταῦτα νῷν· γένοιτο δὲ | 38 |
780 | πλοῦς οὔριός τε κεὐσταλὴς ὅποι ποτὲ θεὸς δικαιοῖ χὠ στόλος πορσύνεται. ΦΙ.Ἀλλὰ δέδοικ’, ὦ παῖ, μή μ’ ἀτελὴς εὔχῃ· στάζει γὰρ αὖ μοι φοίνιον τόδ’ ἐκ βυθοῦ κηκῖον αἷμα, καί τι προσδοκῶ νέον. | |
785 | Παπαῖ, φεῦ· παπαῖ μάλ’, ὦ πούς, οἷά μ’ ἐργάσῃ κακά. Προσέρπει, προσέρχεται τόδ’ ἐγγύς. Οἴμοι μοι τάλας. Ἔχετε τὸ πρᾶγμα· μὴ φύγητε μηδαμῇ. | |
790 | Ἀτταταῖ. Ὦ ξένε Κεφαλλήν, εἴθε σοῦ διαμπερὲς στέρνων ἔχοιτ’ ἄλγησις ἥδε. Φεῦ, παπαῖ, παπαῖ μάλ’ αὖθις. Ὦ διπλοῖ στρατηλάται, Ἀγάμεμνον, ὦ Μενέλαε, πῶς ἂν ἀντ’ ἐμοῦ | |
795 | τὸν ἴσον χρόνον τρέφοιτε τήνδε τὴν νόσον; Ὤμοι μοι. Ὦ Θάνατε Θάνατε, πῶς ἀεὶ καλούμενος οὕτω κατ’ ἦμαρ οὐ δύνᾳ μολεῖν ποτε; Ὦ τέκνον, ὦ γενναῖον, ἀλλὰ συλλαβών, | |
Ph.(800) | τῷ Λημνίῳ τῷδ’ ἀνακαλουμένῳ πυρὶ ἔμπρησον, ὦ γενναῖε· κἀγώ τοί ποτε τὸν τοῦ Διὸς παῖδ’ ἀντὶ τῶνδε τῶν ὅπλων, ἃ νῦν σὺ σῴζεις, τοῦτ’ ἐπηξίωσα δρᾶν. Τί φῄς, παῖ; | |
805 | Τί φῄς; Τί σιγᾷς; Ποῦ ποτ’ ὤν, τέκνον, κυρεῖς; ΝΕ.Ἀλγῶ πάλαι δὴ τἀπὶ σοὶ στένων κακά. ΦΙ.Ἀλλ’, ὦ τέκνον, καὶ θάρσος ἴσχ’· ὡς ἥδε μοι ὀξεῖα φοιτᾷ καὶ ταχεῖ’ ἀπέρχεται. Ἀλλ’ ἀντιάζω, μή με καταλίπῃς μόνον. | 39 |
810 | ΝΕ.Θάρσει, μενοῦμεν. | |
810 | ΦΙ.Ἦ μενεῖς; | |
810 | ΝΕ.Σαφῶς φρόνει. ΦΙ.Οὐ μήν ς’ ἔνορκόν γ’ ἀξιῶ θέσθαι, τέκνον. ΝΕ.Ὡς οὐ θέμις γ’ ἐμοί ’στι σοῦ μολεῖν ἄτερ. ΦΙ.Ἔμβαλλε χειρὸς πίστιν. | |
813 | ΝΕ.Ἐμβάλλω μενεῖν. ΦΙ.Ἐκεῖσε νῦν μ’, ἐκεῖσε— | |
814 | ΝΕ.Ποῖ λέγεις; | |
814 | ΦΙ.Ἄνω— | |
815 | ΝΕ.Τί παραφρονεῖς αὖ; τί τὸν ἄνω λεύσσεις κύκλον; ΦΙ.Μέθες, μέθες με. | |
816 | ΝΕ.Ποῖ μεθῶ; | |
816 | ΦΙ.Μέθες ποτέ. ΝΕ.Οὔ φημ’ ἐάσειν. | |
817 | ΦΙ.Ἀπό μ’ ὀλεῖς, ἢν προσθίγῃς. ΝΕ.Καὶ δὴ μεθίημ’, 〈εἴ〉 τι δὴ πλέον φρονεῖς. ΦΙ.Ὦ γαῖα, δέξαι θανάσιμόν μ’ ὅπως ἔχω· | |
820 | τὸ γὰρ κακὸν τόδ’ οὐκέτ’ ὀρθοῦσθαί μ’ ἐᾷ. ΝΕ.Τὸν ἄνδρ’ ἔοικεν ὕπνος οὐ μακροῦ χρόνου ἕξειν· κάρα γὰρ ὑπτιάζεται τόδε, ἱδρώς γέ τοί νιν πᾶν καταστάζει δέμας, μέλαινά τ’ ἄκρου τις παρέρρωγεν ποδὸς | |
825 | αἱμορραγὴς φλέψ. Ἀλλ’ ἐάσωμεν, φίλοι, | |
ἕκηλον αὐτόν, ὡς ἂν εἰς ὕπνον πέσῃ. | 40 | |
828 | ΧΟ.Ὕπν’ ὀδύνας ἀδαής, Ὕπνε δ’ ἀλγέων,Str. εὐαὴς ἡμῖν ἔλθοις, 〈εὐαίων,〉 | |
830 | εὐαίων ὦναξ· ὄμμασι δ’ ἀντίσχοις τάνδ’ αἴγλαν, ἃ τέταται τανῦν· ἴθι ἴθι μοι παιών. — Ὦ τέκνον, ὅρα ποῦ στάσῃ, ποῖ δὲ βάσῃ, πῶς δέ μοι τἀντεῦθεν | |
835 | φροντίδος. Ὁρᾷς ἤδη. Πρὸς τί μένομεν πράσσειν; Καιρός τοι πάντων γνώμαν ἴσχων 〈πολύ τι〉 πολὺ παρὰ πόδα κράτος ἄρνυται. ΝΕ.Ἀλλ’ ὅδε μὲν κλύει οὐδέν, ἐγὼ δ’ ὁρῶ οὕνεκα θήραν | |
840 | τήνδ’ ἁλίως ἔχομεν τόξων, δίχα τοῦδε πλέοντες· Τοῦδε γὰρ ὁ στέφανος, τοῦτον θεὸς εἶπε κομίζειν. Κομπεῖν δ’ ἔστ’ ἀτελῆ σὺν ψεύδεσιν αἰσχρὸν ὄνειδος. | |
842 | ΧΟ.Ἀλλά, τέκνον, τάδε μὲν θεὸς ὄψεται·Ant. ὧν δ’ ἂν κἀμείβῃ μ’ αὖθις, βαιάν μοι, | |
845 | βαιάν, ὦ τέκνον, πέμπε λόγων φάμαν· ὡς πάντων ἐν νόσῳ εὐδρακὴς ὕπνος ἄϋπνος λεύσσειν. — | |
849 | Ἀλλ’ ὅ τι δύνᾳ μάκιστον, | |
Ph.(850) | κεῖνο 〈δή〉 μοι, κεῖνο 〈λάθρᾳ〉 λάθρᾳ ἐξιδοῦ ὅπως πράξεις. Οἶσθα γὰρ ὃν αὐδῶμαι. Εἰ ταύταν τούτῳ γνώμαν ἴσχεις, | |
μάλα τοι ἄπορα πυκινοῖς ἐνιδεῖν πάθη. | 41 | |
855 | Οὖρός τοι, τέκνον, οὖρος· ἁ‐Ep. νὴρ δ’ ἀνόμματος, οὐδ’ ἔχων ἀρωγάν, ἐκτέταται νύχιος, — ἀλεὴς ὕπνος ἐσθλός, — οὐ χερός, οὐ ποδός, οὔ τινος ἄρχων, | |
860 | ἀλλ’ ὥς τίς 〈τ’〉 Ἀΐδᾳ παρακείμενος. Ὅρα, βλέπ’ εἰ καίρια φθέγγῃ· τὸ δ’ ἁλώσιμον ἐμᾷ φροντίδι, παῖ, πόνος ὁ μὴ φοβῶν κράτιστος. | |
864 | ||
865 | ΝΕ.Σιγᾶν κελεύω, μηδ’ ἀφεστάναι φρενῶν· κινεῖ γὰρ ἁνὴρ ὄμμα κἀνάγει κάρα. ΦΙ.Ὦ φέγγος ὕπνου διάδοχον, τό τ’ ἐλπίδων ἄπιστον οἰκούρημα τῶνδε τῶν ξένων· οὐ γάρ ποτ’, ὦ παῖ, τοῦτ’ ἂν ἐξηύχης’ ἐγὼ | |
870 | τλῆναί ς’ ἐλεινῶς ὧδε τἀμὰ πήματα μεῖναι παρόντα καὶ ξυνωφελοῦντά μοι. Οὔκουν Ἀτρεῖδαι τοῦτ’ ἔτλησαν εὐφόρως οὕτως ἐνεγκεῖν, ἁγαθοὶ στρατηλάται. Ἀλλ’—εὐγενὴς γὰρ ἡ φύσις κἀξ εὐγενῶν, | |
875 | ὦ τέκνον, ἡ σή, —πάντα ταῦτ’ ἐν εὐχερεῖ ἔθου, βοῆς τε καὶ δυσοσμίας γέμων. Καὶ νῦν ἐπειδὴ τοῦδε τοῦ κακοῦ δοκεῖ λήθη τις εἶναι κἀνάπαυλα δή, τέκνον, σύ μ’ αὐτὸς ἆρον, σύ με κατάστησον, τέκνον, | |
880 | ἵν’, ἡνίκ’ ἂν κόπος μ’ ἀπαλλάξῃ ποτέ, | |
ὁρμώμεθ’ ἐς ναῦν μηδ’ ἐπίσχωμεν τὸ πλεῖν. ΝΕ.Ἀλλ’ ἥδομαι μέν ς’ εἰσιδὼν παρ’ ἐλπίδα ἀνώδυνον βλέποντα κἀμπνέοντ’ ἔτι· ὡς οὐκέτ’ ὄντος γὰρ τὰ συμβόλαιά σου | 42 | |
885 | πρὸς τὰς παρούσας ξυμφορὰς ἐφαίνετο. Νῦν δ’ αἶρε σαυτόν· εἰ δέ σοι μᾶλλον φίλον, οἴσουσί ς’ οἵδε· τοῦ πόνου γὰρ οὐκ ὄκνος, ἐπείπερ οὕτω σοί τ’ ἔδοξ’ ἐμοί τε δρᾶν. ΦΙ.Αἰνῶ τάδ’, ὦ παῖ, καί μ’ ἔπαιρ’, ὥσπερ νοεῖς· | |
890 | τούτους δ’ ἔασον, μὴ βαρυνθῶσιν κακῇ ὀσμῇ πρὸ τοῦ δέοντος· οὑπὶ νηὶ γὰρ ἅλις πόνος τούτοισι συνναίειν ἐμοί. ΝΕ.Ἔσται τάδ’· ἀλλ’ ἵστω τε καὐτὸς ἀντέχου. ΦΙ.Θάρσει· τό τοι σύνηθες ὀρθώσει μ’ ἔθος. | |
895 | ΝΕ.Παπαῖ· τί δῆτ’ ἂ〈ν〉 δρῷμ’ ἐγὼ τοὐνθένδε γε; ΦΙ.Τί δ’ ἔστιν, ὦ παῖ; ποῖ ποτ’ ἐξέβης λόγῳ; ΝΕ.Οὐκ οἶδ’ ὅποι χρὴ τἄπορον τρέπειν ἔπος. ΦΙ.Ἀπορεῖς δὲ τοῦ σύ; μὴ λέγ’, ὦ τέκνον, τάδε. ΝΕ.Ἀλλ’ ἐνθάδ’ ἤδη τοῦδε τοῦ πάθους κυρῶ. | |
Ph.(900) | ΦΙ.Οὐ δή σε δυσχέρεια τοῦ νοσήματος ἔπεισεν ὥστε μή μ’ ἄγειν ναύτην ἔτι; ΝΕ.Ἅπαντα δυσχέρεια, τὴν αὑτοῦ φύσιν ὅταν λιπών τις δρᾷ τὰ μὴ προσεικότα. ΦΙ.Ἀλλ’ οὐδὲν ἔξω τοῦ φυτεύσαντος σύ γε | |
905 | δρᾷς οὐδὲ φωνεῖς, ἐσθλὸν ἄνδρ’ ἐπωφελῶν. ΝΕ.Αἰσχρὸς φανοῦμαι· τοῦτ’ ἀνιῶμαι πάλαι. ΦΙ.Οὔκουν ἐν οἷς γε δρᾷς· ἐν οἷς δ’ αὐδᾷς ὀκνῶ. ΝΕ.Ὦ Ζεῦ, τί δράσω; δεύτερον ληφθῶ κακός, κρύπτων θ’ ἃ μὴ δεῖ καὶ λέγων αἴσχιστ’ ἐπῶν; | 43 |
910 | ΦΙ.Ἁνὴρ ὅδ’, εἰ μὴ ’γὼ κακὸς γνώμην ἔφυν, προδούς μ’ ἔοικεν κἀκλιπὼν τὸν πλοῦν στελεῖν. ΝΕ.Λιπὼν μὲν οὐκ ἔγωγε, λυπηρῶς δὲ μὴ πέμπω σε μᾶλλον, τοῦτ’ ἀνιῶμαι πάλαι. ΦΙ.Τί ποτε λέγεις, ὦ τέκνον; ὡς οὐ μανθάνω. | |
915 | ΝΕ.Οὐδέν σε κρύψω· δεῖ γὰρ ἐς Τροίαν σε πλεῖν πρὸς τοὺς Ἀχαιοὺς καὶ τὸν Ἀτρειδῶν στόλον. ΦΙ.Οἴμοι, τί εἶπας; | |
917 | ΝΕ.Μὴ στέναζε πρὶν μάθῃς. ΦΙ.Ποῖον μάθημα; τί με νοεῖς δρᾶσαί ποτε; ΝΕ.Σῶσαι κακοῦ μὲν πρῶτα τοῦδ’, ἔπειτα δὲ | |
920 | ξὺν σοὶ τὰ Τροίας πεδία πορθῆσαι μολών. ΦΙ.Καὶ ταῦτ’ ἀληθῆ δρᾶν νοεῖς; | |
921 | ΝΕ.Πολλὴ κρατεῖ τούτων ἀνάγκη· καὶ σὺ μὴ θυμοῦ κλύων. ΦΙ.Ἀπόλωλα τλήμων, προδέδομαι. Τί μ’, ὦ ξένε, δέδρακας; ἀπόδος ὡς τάχος τὰ τόξα μοι. | |
925 | ΝΕ.Ἀλλ’ οὐχ οἷόν τε· τῶν γὰρ ἐν τέλει κλύειν τό τ’ ἔνδικόν με καὶ τὸ συμφέρον ποεῖ. ΦΙ.Ὦ πῦρ σὺ καὶ πᾶν δεῖμα καὶ πανουργίας δεινῆς τέχνημ’ ἔχθιστον, οἷά μ’ εἰργάσω, | |
οἷ’ ἠπάτηκας· οὐδ’ ἐπαισχύνῃ μ’ ὁρῶν | 44 | |
930 | τὸν προστρόπαιον, τὸν ἱκέτην, ὦ σχέτλιε; Ἀπεστέρηκας τὸν βίον τὰ τόξ’ ἑλών· ἀπόδος, ἱκνοῦμαί ς’, ἀπόδος, ἱκετεύω, τέκνον. Πρὸς θεῶν πατρῴων, τὸν βίον μή μου ’φέλῃς. Ὤμοι τάλας. Ἀλλ’ οὐδὲ προσφωνεῖ μ’ ἔτι, | |
935 | ἀλλ’ ὡς μεθήσων μήποθ’, ὧδ’ ὁρᾷ πάλιν. Ὦ λιμένες, ὦ προβλῆτες, ὦ ξυνουσίαι θηρῶν ὀρείων, ὦ καταρρῶγες πέτραι, ὑμῖν τάδ’, οὐ γὰρ ἄλλον οἶδ’ ὅτῳ λέγω, ἀνακλαίομαι παροῦσι τοῖς εἰωθόσιν | |
940 | οἷ’ ἔργ’ ὁ παῖς μ’ ἔδρασεν οὑξ Ἀχιλλέως· ὀμόσας ἀπάξειν οἴκαδ’, ἐς Τροίαν μ’ ἄγει· προσθείς τε χεῖρα δεξιάν, τὰ τόξα μου ἱερὰ λαβὼν τοῦ Ζηνὸς Ἡρακλέους ἔχει, καὶ τοῖσιν Ἀργείοισι φήνασθαι θέλει. | |
945 | Ὡς ἄνδρ’ ἑλὼν ἰσχυρὸν ἐκ βίας μ’ ἄγει, κοὐκ οἶδ’ ἐναίρων νεκρόν, ἢ καπνοῦ σκιάν, εἴδωλον ἄλλως· οὐ γὰρ ἂν σθένοντά γε εἷλέν μ’· ἐπεὶ οὐδ’ ἂν ὧδ’ ἔχοντ’, εἰ μὴ δόλῳ. Νῦν δ’ ἠπάτημαι δύσμορος· τί χρή με δρᾶν; | |
Ph.(950) | 〈Ἀλλ’〉 ἀπόδος· ἀλλὰ νῦν ἔτ’ ἐν σαυτῷ γενοῦ. Τί φῄς; σιωπᾷς. Οὐδέν εἰμ’ ὁ δύσμορος. Ὦ σχῆμα πέτρας δίπυλον, αὖθις αὖ πάλιν εἴσειμι πρὸς σὲ ψιλός, οὐκ ἔχων τροφήν, ἀλλ’ αὐανοῦμαι τῷδ’ ἐν αὐλίῳ μόνος, | |
955 | οὐ πτηνὸν ὄρνιν, οὐδὲ θῆρ’ ὀρειβάτην τόξοις ἐναίρων τοισίδ’, ἀλλ’ αὐτὸς τάλας | |
θανὼν παρέξω δαῖθ’ ὑφ’ ὧν ἐφερβόμην, καί μ’ οὓς ἐθήρων πρόσθε θηράσουσι νῦν· φόνον φόνου δὲ ῥύσιον τείσω τάλας | 45 | |
960 | πρὸς τοῦ δοκοῦντος οὐδὲν εἰδέναι κακόν. Ὄλοιο—μήπω, πρὶν μάθοιμ’ εἰ καὶ πάλιν γνώμην μετοίσεις· εἰ δὲ μή, θάνοις κακῶς. ΧΟ.Τί δρῶμεν; ἐν σοὶ καὶ τὸ πλεῖν ἡμᾶς, ἄναξ, ἤδη ’στὶ καὶ τοῖς τοῦδε προσχωρεῖν λόγοις. | |
965 | ΝΕ.Ἐμοὶ μὲν οἶκτος δεινὸς ἐμπέπτωκέ τις τοῦδ’ ἀνδρὸς οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πάλαι. ΦΙ.Ἐλέησον, ὦ παῖ, πρὸς θεῶν, καὶ μὴ παρῇς σαυτοῦ βροτοῖς ὄνειδος ἐκκλέψας ἐμέ. ΝΕ.Οἴμοι, τί δράσω; μήποτ’ ὤφελον λιπεῖν | |
970 | τὴν Σκῦρον· οὕτω τοῖς παροῦσιν ἄχθομαι. ΦΙ.Οὐκ εἶ κακὸς σύ, πρὸς κακῶν δ’ ἀνδρῶν μαθὼν ἔοικας ἥκειν αἰσχρά· νῦν δ’ ἄλλοισι δοὺς οἷς εἰκός, ἔκπλει, τἀμά μοι μεθεὶς ὅπλα. ΝΕ.Τί δρῶμεν, ἄνδρες; | |
974 | ΟΔ.Ὦ κάκιστ’ ἀνδρῶν, τί δρᾷς; | |
975 | Οὐκ εἶ, μεθεὶς τὰ τόξα ταῦτ’ ἐμοί, πάλιν; ΦΙ.Οἴμοι, τίς ἁνήρ; ἆρ’ Ὀδυσσέως κλύω; ΟΔ.Ὀδυσσέως, σάφ’ ἴσθ’, ἐμοῦ γ’, ὃν εἰσορᾷς. ΦΙ.Οἴμοι· πέπραμαι κἀπόλωλ’· ὅδ’ ἦν ἄρα ὁ ξυλλαβών με κἀπονοσφίσας ὅπλων. | |
980 | ΟΔ.Ἐγώ, σάφ’ ἴσθ’, οὐκ ἄλλος· ὁμολογῶ τάδε. ΦΙ.Ἀπόδος, ἄφες μοι, παῖ, τὰ τόξα. | |
981 | ΟΔ.Τοῦτο μέν, | |
οὐδ’ ἢν θέλῃ, δράσει ποτ’· ἀλλὰ καὶ σὲ δεῖ στείχειν ἅμ’ αὐτοῖς, ἢ βίᾳ στελοῦσί σε. ΦΙ.Ἔμ’, ὦ κακῶν κάκιστε καὶ τολμήστατε, | 46 | |
985 | οἵδ’ ἐκ βίας ἄξουσιν; | |
985 | ΟΔ.Ἢν μὴ ’ρπῃς ἑκών. ΦΙ.Ὦ Λημνία χθὼν καὶ τὸ παγκρατὲς σέλας Ἡφαιστότευκτον, ταῦτα δῆτ’ ἀνασχετά, εἴ μ’ οὗτος ἐκ τῶν σῶν ἀπάξεται βίᾳ; ΟΔ.Ζεύς ἐσθ’, ἵν’ εἰδῇς, Ζεύς, ὁ τῆσδε γῆς κρατῶν, | |
990 | Ζεύς, ᾧ δέδοκται ταῦθ’· ὑπηρετῶ δ’ ἐγώ. ΦΙ.Ὦ μῖσος, οἷα κἀξανευρίσκεις λέγειν· θεοὺς προτείνων τοὺς θεοὺς ψευδεῖς τίθης. ΟΔ.Οὔκ, ἀλλ’ ἀληθεῖς. Ἡ δ’ ὁδὸς πορευτέα. ΦΙ.Οὔ φημ’ ἔγωγε. | |
994 | ΟΔ.Φημί· πειστέον τάδε. | |
995 | ΦΙ.Οἴμοι τάλας. Ἡμᾶς μὲν ὡς δούλους σαφῶς πατὴρ ἄρ’ ἐξέφυσεν, οὐδ’ ἐλευθέρους. ΟΔ.Οὔκ, ἀλλ’ ὁμοίους τοῖς ἀρίστοισιν, μεθ’ ὧν Τροίαν ς’ ἑλεῖν δεῖ καὶ κατασκάψαι βίᾳ. ΦΙ.Οὐδέποτέ γ’· οὐδ’ ἢν χρῇ με πᾶν παθεῖν κακόν, | |
Ph.(1000) | ἕως ἂν ᾖ μοι γῆς τόδ’ αἰπεινὸν βάθρον. ΟΔ.Τί δ’ ἐργασείεις; | |
1001 | ΦΙ.Κρᾶτ’ ἐμὸν τόδ’ αὐτίκα πέτρᾳ πέτρας ἄνωθεν αἱμάξω πεσών. | |
ΟΔ.Ξυλλάβετέ γ’ αὐτόν· μὴ ’πὶ τῷδ’ ἔστω τάδε. ΦΙ.Ὦ χεῖρες, οἷα πάσχετ’ ἐν χρείᾳ φίλης | 47 | |
1005 | νευρᾶς, ὑπ’ ἀνδρὸς τοῦδε συνθηρώμεναι. Ὦ μηδὲν ὑγιὲς μηδ’ ἐλεύθερον φρονῶν, οἷ’ αὖ μ’ ὑπῆλθες, ὥς μ’ ἐθηράσω, λαβὼν πρόβλημα σαυτοῦ παῖδα τόνδ’ ἀγνῶτ’ ἐμοί, ἀνάξιον μὲν σοῦ, κατάξιον δ’ ἐμοῦ, | |
1010 | ὃς οὐδὲν ᾔδει πλὴν τὸ προσταχθὲν ποεῖν, δῆλος δὲ καὶ νῦν ἐστιν ἀλγεινῶς φέρων οἷς τ’ αὐτὸς ἐξήμαρτεν οἷς τ’ ἐγὼ ’παθον. Ἀλλ’ ἡ κακὴ σὴ διὰ μυχῶν βλέπους’ ἀεὶ ψυχή νιν ἀφυῆ τ’ ὄντα κοὐ θέλονθ’ ὅμως | |
1015 | εὖ προὐδίδαξεν ἐν κακοῖς εἶναι σοφόν. Καὶ νῦν ἔμ’, ὦ δύστηνε, συνδήσας νοεῖς ἄγειν ἀπ’ ἀκτῆς τῆσδ’, ἐν ᾗ με προὐβάλου ἄφιλον, ἔρημον, ἄπολιν, ἐν ζῶσιν νεκρόν; Φεῦ. | |
1019 | Ὄλοιο· καί σοι πολλάκις τόδ’ ηὐξάμην. | |
1020 | Ἀλλ’, οὐ γὰρ οὐδὲν θεοὶ νέμουσιν ἡδύ μοι, σὺ μὲν γέγηθας ζῶν, ἐγὼ δ’ ἀλγύνομαι τοῦτ’ αὔθ’, ὅτι ζῶ σὺν κακοῖς πολλοῖς τάλας, γελώμενος πρὸς σοῦ τε καὶ τῶν Ἀτρέως διπλῶν στρατηγῶν, οἷς σὺ ταῦθ’ ὑπηρετεῖς. | |
1025 | Καίτοι σὺ μὲν κλοπῇ τε κἀνάγκῃ ζυγεὶς ἔπλεις ἅμ’ αὐτοῖς, ἐμὲ δὲ τὸν πανάθλιον, ἑκόντα πλεύσανθ’ ἑπτὰ ναυσὶ ναυβάτην, ἄτιμον ἔβαλον, ὡς σὺ φῄς, κεῖνοι δὲ σέ. Καὶ νῦν τί μ’ ἄγετε; τί μ’ ἀπάγεσθε; τοῦ χάριν; | |
1030 | ὃς οὐδέν εἰμι καὶ τέθνηχ’ ὑμῖν πάλαι. | |
Πῶς, ὦ θεοῖς ἔχθιστε, νῦν οὐκ εἰμί σοι χωλός, δυσώδης; πῶς θεοῖς ἔξεστ’, ἐμοῦ πλεύσαντος, αἴθειν ἱερά, πῶς σπένδειν ἔτι; αὕτη γὰρ ἦν σοι πρόφασις ἐκβαλεῖν ἐμέ. | 48 | |
1035 | Κακῶς ὄλοισθ’· ὀλεῖσθε δ’ ἠδικηκότες τὸν ἄνδρα τόνδε, θεοῖσιν εἰ δίκης μέλει. Ἔξοιδα δ’ ὡς μέλει γ’· ἐπεὶ οὔποτ’ ἂν στόλον ἐπλεύσατ’ ἂν τόνδ’ οὕνεκ’ ἀνδρὸς ἀθλίου, εἰ μή τι κέντρον θεῖον ἦγ’ ὑμᾶς ἐμοῦ. | |
1040 | Ἀλλ’, ὦ πατρῴα γῆ θεοί τ’ ἐπόψιοι, τείσασθε, τείσασθ’ ἀλλὰ τῷ χρόνῳ ποτὲ ξύμπαντας αὐτούς, εἴ τι κἄμ’ οἰκτίρετε· ὡς ζῶ μὲν οἰκτρῶς, εἰ δ’ ἴδοιμ’ ὀλωλότας τούτους, δοκοῖμ’ ἂν τῆς νόσου πεφευγέναι. | |
1045 | ΧΟ.Βαρύς τε καὶ βαρεῖαν ὁ ξένος φάτιν τήνδ’ εἶπ’, Ὀδυσσεῦ, κοὐχ ὑπείκουσαν κακοῖς· ΟΔ.Πόλλ’ ἂν λέγειν ἔχοιμι πρὸς τὰ τοῦδ’ ἔπη, εἴ μοι παρείκοι· νῦν δ’ ἑνὸς κρατῶ λόγου. Οὗ γὰρ τοιούτων δεῖ, τοιοῦτός εἰμ’ ἐγώ· | |
Ph.(1050) | χὤπου δικαίων κἀγαθῶν ἀνδρῶν κρίσις, οὐκ ἂν λάβοις μου μᾶλλον οὐδέν’ εὐσεβῆ. Νικᾶν γε μέντοι πανταχοῦ χρῄζων ἔφυν, πλὴν εἰς σέ· νῦν δὲ σοί γ’ ἑκὼν ἐκστήσομαι. Ἄφετε γὰρ αὐτόν, μηδὲ προσψαύσητ’ ἔτι· | |
1055 | ἐᾶτε μίμνειν. Οὐδὲ σοῦ προσχρῄζομεν, τά γ’ ὅπλ’ ἔχοντες ταῦτ’· ἐπεὶ πάρεστι μὲν Τεῦκρος παρ’ ἡμῖν, τήνδ’ ἐπιστήμην ἔχων, ἐγώ θ’, ὃς οἶμαι σοῦ κάκιον οὐδὲν ἂν | |
τούτων κρατύνειν, μηδ’ ἐπιθύνειν χερί. | 49 | |
1060 | Τί δῆτα σοῦ δεῖ; χαῖρε τὴν Λῆμνον πατῶν· ἡμεῖς δ’ ἴωμεν· καὶ τάχ’ ἂν τὸ σὸν γέρας τιμὴν ἐμοὶ νείμειεν, ἣν σὲ χρῆν ἔχειν. ΦΙ.Οἴμοι· τί δράσω δύσμορος; Σὺ τοῖς ἐμοῖς ὅπλοισι κοσμηθεὶς ἐν Ἀργείοις φανῇ; | |
1065 | ΟΔ.Μή μ’ ἀντιφώνει μηδέν, ὡς στείχοντα δή. ΦΙ.Ὦ σπέρμ’ Ἀχιλλέως, οὐδὲ σοῦ φωνῆς ἔτι γενήσομαι προσφθεγκτός, ἀλλ’ οὕτως ἄπει; ΟΔ.Χώρει σύ· μὴ πρόσλευσσε, γενναῖός περ ὤν, ἡμῶν ὅπως μὴ τὴν τύχην διαφθερεῖς. | |
1070 | ΦΙ.Ἦ καὶ πρὸς ὑμῶν ὧδ’ ἔρημος, ὦ ξένοι, λειφθήσομαι δὴ κοὐκ ἐποικτιρεῖτέ με; ΧΟ.Ὅδ’ ἐστὶν ἡμῶν ναυκράτωρ ὁ παῖς· ὅς’ ἂν οὗτος λέγῃ σοι, ταῦτά σοι χἠμεῖς φαμεν. ΝΕ.Ἀκούσομαι μὲν ὡς ἔφυν οἴκτου πλέως | |
1075 | πρὸς τοῦδ’· ὅμως δὲ μείνατ’, εἰ τούτῳ δοκεῖ, χρόνον τοσοῦτον εἰς ὅσον τά τ’ ἐκ νεὼς στείλωσι ναῦται καὶ θεοῖς εὐξώμεθα. χοὖτος τάχ’ ἂν φρόνησιν ἐν τούτῳ λάβοι λῴω τιν’ ἡμῖν. Νὼ μὲν οὖν ὁρμώμεθον, | |
1080 | ὑμεῖς δ’, ὅταν καλῶμεν, ὁρμᾶσθαι ταχεῖς. | |
1080 | ΦΙ.Ὦ κοίλας πέτρας γύαλονStr. 1. θερμὸν καὶ παγετῶδες, ὥς ς’ οὐκ ἔμελλον ἄρ’, ὦ τάλας, λείψειν οὐδέποτ’, ἀλλά μοι | |
1085 | καὶ θνῄσκοντι συνείσῃ. Ὤμοι μοί μοι. Ὦ πληρέστατον αὔλιον λύπας τᾶς ἀπ’ ἐμοῦ τάλαν, τίπτ’ αὖ μοι τὸ κατ’ ἦμαρ ἔσ‐ | 50 |
1090 | ται; τοῦ ποτε τεύξομαι σιτονόμου μέλεος πόθεν ἐλπίδος; ἴθ’ αἰθέρος ἄνω πτωκάδες ὀξυτόνου διὰ πνεύματος· ἅλωσιν οὐκέτ’ ἴσχω. | |
1095 | ΧΟ.Σύ τοι σύ τοι κατηξίω‐ σας, ὦ βαρύποτμ’, οὐκ ἄλλοθεν ἁ τύχα ἅδ’ ἀπὸ μείζονος, εὖτέ γε παρὸν φρονῆσαι τοῦ λῴονος δαίμονος εἵ‐ | |
Ph.(1100) | λου τὸ κάκιον αἰνεῖν. | |
Ph.(1100) | ΦΙ.Ὦ τλάμων τλάμων ἄρ’ ἐγὼAnt. 1. καὶ μόχθῳ λωβατός, ὃς ἤ‐ δη μετ’ οὐδενὸς ὕστερον ἀνδρῶν εἰσοπίσω τάλας | |
1105 | ναίων ἐνθάδ’ ὀλοῦμαι, | |
1107 | αἰαῖ αἰαῖ, οὐ φορβὰν ἔτι προσφέρων, οὐ πτανῶν ἀπ’ ἐμῶν ὅπλων | |
1110 | κραταιαῖς μετὰ χερσὶν ἴσ‐ | |
χων· ἀλλά μοι ἄσκοπα κρυπτά τ’ ἔπη δολερᾶς ὑπέδυ φρενός· ἰδοίμαν δέ νιν, τὸν τάδε μησάμενον, τὸν ἴσον χρόνον | 51 | |
1115 | ἐμὰς λαχόντ’ ἀνίας. ΧΟ.Πότμος, 〈πότμοσ〉 σε δαιμόνων τάδ’, οὐδὲ σέ γε δόλος ἔσχ’ ὑπὸ χειρὸς ἐμᾶς· στυγερὰν ἔχε | |
1120 | δύσποτμον ἀρὰν ἐπ’ ἄλλοις· καὶ γὰρ ἐμοὶ τοῦτο μέλει, μὴ φιλότητ’ ἀπώσῃ. | |
1122 | ΦΙ.Οἴμοι μοι, καί που πολιᾶςStr. 2. πόντου θινὸς ἐφήμενος, | |
1125 | γελᾷ μου, χερὶ πάλλων τὰν ἐμὰν μελέου τροφάν, τὰν οὐδείς ποτ’ ἐβάστασεν. Ὦ τόξον φίλον, ὦ φίλων χειρῶν ἐκβεβιασμένον, | |
1130 | ἦ που ἐλεινὸν ὁρᾷς, φρένας εἴ τινας ἔχεις, τὸν Ἡράκλειον ἄθλιον ὧδέ σοι οὐκέτι χρησόμενον τὸ μεθύστερον, ἄλλου δ’ ἐν μεταλλαγᾷ | |
1135 | πολυμηχάνου ἀνδρὸς ἐρέσσῃ, ὁρῶν μὲν αἰσχρὰς ἀπάτας, στυγνόν τε φῶτ’ ἐχθοδοπόν, μυρί’ ἀπ’ αἰσχρῶν ἀνατέλλονθ’ ὅς’ ἐφ’ ἡ‐ | |
μῖν κάκ’ ἐμήσατ’ οὐδείς. | 52 | |
1140 | ΧΟ.Ἀνδρός τοι τὸ μὲν εὖ δίκαιον εἰπεῖν, εἰπόντος δὲ μὴ φθονερὰν ἐξῶσαι γλώσσας ὀδύναν. Κεῖνος δ’ εἷς ἀπὸ πολλῶν ταχθεὶς τῶνδ’ ἐφημοσύνᾳ | |
1145 | κοινὰν ἤνυσεν ἐς φίλους ἀρωγάν. | |
1145 | ΦΙ.Ὦ πταναὶ θῆραι χαροπῶν τ’Ant. 2. ἔθνη θηρῶν, οὓς ὅδ’ ἔχει χῶρος οὐρεσιβώτας, φυγᾷ μ’ οὐκέτ’ ἀπ’ αὐλίων | |
Ph.(1150) | πελᾶτ’· οὐ γὰρ ἔχω χεροῖν τὰν πρόσθεν βελέων ἀλκάν, ὦ δύστανος ἐγὼ τανῦν, ἀλλ’ ἀνέδην ὅδε χῶρος ἐρύκεται, οὐκέτι φοβητὸς ὑμῖν. | |
1155 | Ἕρπετε, νῦν καλὸν ἀντίφονον κορέσαι στόμα πρὸς χάριν ἐμᾶς σαρκὸς αἰόλας· ἀπὸ γὰρ βίον αὐτίκα λείψω. Πόθεν γὰρ ἔσται βιοτά; | |
1160 | τίς ὧδ’ ἐν αὔραις τρέφεται, μηκέτι μηδενὸς κρατύνων ὅσα πέμ‐ πει βιόδωρος αἶα; ΧΟ.Πρὸς θεῶν, εἴ τι σέβῃ ξένον, πέλασσον, εὐνοίᾳ πάσᾳ πελάταν· | |
1165 | ἀλλὰ γνῶθ’, εὖ γνῶθ’, ὅτι σὸν κῆρα τάνδ’ ἀποφεύγειν· οἰκτρὰ γὰρ βόσκειν, ἀδαὴς δ’ | |
ἔχειν μυρίον ἄχθος ὃ ξυνοικεῖ. ΦΙ.Πάλιν, πάλιν παλαιὸν ἄλ‐ | 53 | |
1170 | γημ’ ὑπέμνασας, ὦ λῷστε τῶν πρὶν ἐντόπων. Τί μ’ ὤλεσας; τί μ’ εἴργασαι; ΧΟ.Τί τοῦτ’ ἔλεξας; ΦΙ.Εἰ σὺ τὰν ἐμοὶ στυγερὰν | |
1175 | Τρῳάδα γᾶν μ’ ἤλπισας ἄξειν. ΧΟ.Τόδε γὰρ νοῶ κράτιστον. ΦΙ.Ἀπό νύν με λείπετ’ ἤδη. ΧΟ.Φίλα μοι, φίλα ταῦτα παρήγγει‐ λας ἑκόντι τε πράσσειν. | |
1180 | Ἴωμεν, ἴωμεν | |
1180 | ναὸς ἵν’ ἡμῖν τέτακται. ΦΙ.Μή, πρὸς ἀραίου Διός, ἔλ‐ θῃς, ἱκετεύω. ΧΟ.Μετρίαζ’. ΦΙ.Ὦ ξένοι, | |
1185 | μείνατε, πρὸς θεῶν. | |
1185 | ΧΟ.Τί θροεῖς; ΦΙ.Αἰαῖ αἰαῖ, δαίμων δαίμων· ἀπόλωλ’ ὁ τάλας· ὦ πούς, πούς, τί ς’ ἔτ’ ἐν βίῳ τεύξω τῷ μετόπιν τάλας; | |
1190 | Ὦ ξένοι, ἔλθετ’ ἐπήλυδες αὖθις. ΧΟ.Τί ῥέξοντες ἀλλοκότῳ γνώμᾳ τῶν πάρος, ὧν προὔφαινες; ΦΙ.Οὔτοι νεμεσητὸν ἀλύοντα χειμερίῳ | |
1195 | λύπᾳ καὶ παρὰ νοῦν θροεῖν. ΧΟ.Βᾶθί νυν, ὦ τάλαν, ὥς σε κελεύομεν. ΦΙ.Οὐδέποτ’ οὐδέποτ’, ἴσθι τόδ’ ἔμπεδον, οὐδ’ εἰ πυρφόρος ἀστεροπητὴς βροντᾶς αὐγαῖς μ’ εἶσι φλογίζων. | 54 |
Ph.(1200) | Ἐρρέτω Ἴλιον, οἵ θ’ ὑπ’ ἐκείνῳ πάντες ὅσοι τόδ’ ἔτλασαν ἐμοῦ ποδὸς ἄρθρον ἀπῶσαι. Ἀλλ’, ὦ ξένοι, ἕν γέ μοι εὖχος ὀρέξατε. ΧΟ.Ποῖον ἐρεῖς τόδ’ ἔπος; | |
1204 | ΦΙ.Ξίφος, εἴ ποθεν, | |
1205 | ἢ γένυν ἢ βελέων τι προπέμψατε. ΧΟ.Ὡς τίνα 〈δὴ〉 ῥέξῃς παλάμαν ποτέ; ΦΙ.Κρᾶτ’ ἀπὸ πάντα καὶ ἄρθρα τέμω χερί· φονᾷ, φονᾷ νόος ἤδη. ΧΟ.Τί ποτε; | |
1210 | ΦΙ.Πατέρα ματεύων. ΧΟ.Ποῖ γᾶς; | |
1211 | ΦΙ.Ἐς Ἅιδου· οὐ γὰρ [ἐστ’] ἐν φάει γ’ ἔτι. Ὢ πόλις, ὢ [πόλις] πατρία, πῶς ἂν εἰσίδοιμί ς’ ἄθλιός γ’ ἀνήρ, | |
1215 | ὅς γε σὰν λιπὼν ἱερὰν λιβάδ’ ἐχθροῖσ〈ιν〉 ἔβαν Δαναοῖς | |
ἀρωγός; ἔτ’ οὐδέν εἰμι. ΧΟ.Ἐγὼ μὲν ἤδη καὶ πάλαι νεὼς ὁμοῦ στείχων ἂν ἦ σοι τῆς ἐμῆς, εἰ μὴ πέλας | 55 | |
1220 | Ὀδυσσέα στείχοντα τόν τ’ Ἀχιλλέως γόνον πρὸς ἡμᾶς δεῦρ’ ἰόντ’ ἐλεύσσομεν. ΟΔ.Οὐκ ἂν φράσειας ἥντιν’ αὖ παλίντροπος κέλευθον ἕρπεις ὧδε σὺν σπουδῇ ταχύς; ΝΕ.Λύσων ὅς’ ἐξήμαρτον ἐν τῷ πρὶν χρόνῳ. | |
1225 | ΟΔ.Δεινόν γε φωνεῖς· ἡ δ’ ἁμαρτία τίς ἦν; ΝΕ.Ἣν σοὶ πιθόμενος τῷ τε σύμπαντι στρατῷ— ΟΔ.Ἔπραξας ἔργον ποῖον ὧν οὔ σοι πρέπον; ΝΕ.Ἀπάταισιν αἰσχραῖς ἄνδρα καὶ δόλοις ἑλών. ΟΔ.Τὸν ποῖον; ὤμοι· μῶν τι βουλεύῃ νέον; | |
1230 | ΝΕ.Νέον μὲν οὐδέν, τῷ δὲ Ποίαντος τόκῳ— ΟΔ.Τί χρῆμα δράσεις; ὥς μ’ ὑπῆλθέ τις φόβος. ΝΕ.Παρ’ οὗπερ ἔλαβον τάδε τὰ τόξ’, αὖθις πάλιν— ΟΔ.Ὦ Ζεῦ, τί λέξεις; οὔ τί που δοῦναι νοεῖς; ΝΕ.Αἰσχρῶς γὰρ αὐτὰ κοὐ δίκῃ λαβὼν ἔχω. | |
1235 | ΟΔ.Πρὸς θεῶν, πότερα δὴ κερτομῶν λέγεις τάδε; ΝΕ.Εἰ κερτόμησίς ἐστι τἀληθῆ λέγειν. ΟΔ.Τί φῄς, Ἀχιλλέως παῖ; τίν’ εἴρηκας λόγον; ΝΕ.Δὶς ταὐτὰ βούλει καὶ τρὶς ἀναπολεῖν μ’ ἔπη; ΟΔ.Ἀρχὴν κλύειν ἂν οὐδ’ ἅπαξ ἐβουλόμην. | |
1240 | ΝΕ.Εὖ νῦν ἐπίστω πάντ’ ἀκηκοὼς λόγον. | |
ΟΔ.Ἔστιν τις, ἔστιν ὅς σε κωλύσει τὸ δρᾶν. ΝΕ.Τί φῄς; τίς ἔσται μ’ οὑπικωλύσων τάδε; ΟΔ.Ξύμπας Ἀχαιῶν λαός, ἐν δὲ τοῖς ἐγώ. ΝΕ.Σοφὸς πεφυκὼς οὐδὲν ἐξαυδᾷς σοφόν. | 56 | |
1245 | ΟΔ.Σὺ δ’ οὔτε φωνεῖς οὔτε δρασείεις σοφά. ΝΕ.Ἀλλ’ εἰ δίκαια, τῶν σοφῶν κρείσσω τάδε. ΟΔ.Καὶ πῶς δίκαιον, ἅ γ’ ἔλαβες βουλαῖς ἐμαῖς, πάλιν μεθεῖναι ταῦτα; | |
1248 | ΝΕ.Τὴν ἁμαρτίαν αἰσχρὰν ἁμαρτὼν ἀναλαβεῖν πειράσομαι. | |
Ph.(1250) | ΟΔ.Στρατὸν δ’ Ἀχαιῶν οὐ φοβῇ, πράσσων τάδε; ΝΕ.Ξὺν τῷ δικαίῳ τὸν σὸν οὐ ταρβῶ 〈στρατόν〉. | |
1251 | ΟΔ.. . . . . . . . . . φόβον ΝΕ.Ἀλλ’ οὐδέ τοι σῇ χειρὶ πείθομαι τὸ δρᾶν. ΟΔ.Οὔ τἄρα Τρωσίν, ἀλλὰ σοὶ μαχούμεθα. ΝΕ.Ἔστω τὸ μέλλον. | |
1254 | ΟΔ.Χεῖρα δεξιὰν ὁρᾷς | |
1255 | κώπης ἐπιψαύουσαν; | |
1255 | ΝΕ.Ἀλλὰ κἀμέ τοι ταὐτὸν τόδ’ ὄψει δρῶντα κοὐ μέλλοντ’ ἔτι. ΟΔ.Καίτοι ς’ ἐάσω· τῷ δὲ σύμπαντι στρατῷ λέξω τάδ’ ἐλθών, ὅς σε τιμωρήσεται. ΝΕ.Ἐσωφρόνησας· κἂν τὰ λοίφ’ οὕτω φρονῇς, | |
1260 | ἴσως ἂν ἐκτὸς κλαυμάτων ἔχοις πόδα. Σὺ δ’, ὦ Ποίαντος παῖ, Φιλοκτήτην λέγω, | |
ἔξελθ’ ἀμείψας τάσδε πετρήρεις στέγας. ΦΙ.Τίς αὖ παρ’ ἄντροις θόρυβος ἵσταται βοῆς; τί μ’ ἐκκαλεῖσθε; τοῦ κεχρημένοι, ξένοι; | 57 | |
1265 | Ὤμοι· κακὸν τὸ χρῆμα. Μῶν τί μοι μέγα πάρεστε πρὸς κακοῖσι πέμποντες κακόν; ΝΕ.Θάρσει· λόγους δ’ ἄκουσον οὓς ἥκω φέρων. ΦΙ.Δέδοικ’ ἔγωγε. Καὶ τὰ πρὶν γὰρ ἐκ λόγων καλῶν κακῶς ἔπραξα σοῖς πεισθεὶς λόγοις. | |
1270 | ΝΕ.Οὔκουν ἔνεστι καὶ μεταγνῶναι πάλιν; ΦΙ.Τοιοῦτος ἦσθα τοῖς λόγοισι χὤτε μου τὰ τόξ’ ἔκλεπτες πιστὸς ἀτηρὸς λάθρᾳ. ΝΕ.Ἀλλ’ οὔ τι μὴν νῦν· βούλομαι δέ σου κλύειν πότερα δέδοκταί σοι μένοντι καρτερεῖν, | |
1275 | ἢ πλεῖν μεθ’ ἡμῶν. | |
1275 | ΦΙ.Παῦε, μὴ λέξῃς πέρα· μάτην γὰρ ἃν εἴπῃς γε πάντ’ εἰρήσεται. ΝΕ.Οὕτω δέδοκται; | |
1277 | ΦΙ.Καὶ πέρα γ’ ἴσθ’ ἢ λέγω. ΝΕ.Ἀλλ’ ἤθελον μὲν ἄν σε πεισθῆναι λόγοις ἐμοῖσιν· εἰ δὲ μή τι πρὸς καιρὸν λέγων | |
1280 | κυρῶ, πέπαυμαι. | |
1280 | ΦΙ.Πάντα γὰρ φράσεις μάτην. οὐ γάρ ποτ’ εὔνουν τὴν ἐμὴν κτήσῃ φρένα, ὅστις γ’ ἐμοῦ δόλοισι τὸν βίον λαβὼν ἀπεστέρηκας· κᾆτα νουθετεῖς ἐμὲ ἐλθών, ἀρίστου πατρὸς ἔχθιστος γεγώς. | |
1285 | Ὄλοισθ’, Ἀτρεῖδαι μὲν μάλιστ’, ἔπειτα δὲ ὁ Λαρτίου παῖς, καὶ σύ. | |
1286 | ΝΕ.Μὴ ’πεύξῃ πέρα· | |
δέχου δὲ χειρὸς ἐξ ἐμῆς βέλη τάδε. ΦΙ.Πῶς εἶπας; ἆρα δεύτερον δολούμεθα; ΝΕ.Ἀπώμος’ ἁγνοῦ Ζηνὸς ὕψιστον σέβας. | 58 | |
1290 | ΦΙ.Ὦ φίλτατ’ εἰπών, εἰ λέγεις ἐτήτυμα. ΝΕ.Τοὔργον παρέσται φανερόν· ἀλλὰ δεξιὰν πρότεινε χεῖρα, καὶ κράτει τῶν σῶν ὅπλων. ΟΔ.Ἐγὼ δ’ ἀπαυδῶ γ’, ᾧ θεοὶ ξυνίστορες, ὑπέρ 〈τ’〉 Ἀτρειδῶν τοῦ τε σύμπαντος στρατοῦ. | |
1295 | ΦΙ.Τέκνον, τίνος φώνημα; μῶν Ὀδυσσέως ἐπῃσθόμην; | |
1296 | ΟΔ.Σάφ’ ἴσθι· καὶ πέλας γ’ ὁρᾷς, ὅς ς’ ἐς τὰ Τροίας πεδί’ ἀποστελῶ βίᾳ, ἐάν τ’ Ἀχιλλέως παῖς ἐάν τε μὴ θέλῃ. ΦΙ.Ἀλλ’ οὔ τι χαίρων, ἢν τόδ’ ὀρθωθῇ βέλος. | |
Ph.(1300) | ΝΕ.Ἆ, μηδαμῶς, μὴ πρὸς θεῶν, μεθῇς βέλος. ΦΙ.Μέθες με, πρὸς θεῶν, χεῖρα, φίλτατον τέκνον. ΝΕ.Οὐκ ἂν μεθείην. | |
1302 | ΦΙ.Φεῦ· τί μ’ ἄνδρα πολέμιον ἐχθρόν τ’ ἀφείλου μὴ κτανεῖν τόξοις ἐμοῖς; ΝΕ.Ἀλλ’ οὔτ’ ἐμοὶ τοῦτ’ ἐστὶν οὔτε σοὶ καλόν. | |
1305 | ΦΙ.Ἀλλ’ οὖν τοσοῦτόν γ’ ἴσθι, τοὺς πρώτους στρατοῦ, τοὺς τῶν Ἀχαιῶν ψευδοκήρυκας, κακοὺς ὄντας πρὸς αἰχμήν, ἐν δὲ τοῖς λόγοις θρασεῖς. ΝΕ.Εἶεν· τὰ μὲν δὴ τόξ’ ἔχεις, κοὐκ ἔσθ’ ὅτου | |
ὀργὴν ἔχοις ἂν οὐδὲ μέμψιν εἰς ἐμέ. | 59 | |
1310 | ΦΙ.Ξύμφημι, τὴν φύσιν δ’ ἔδειξας, ὦ τέκνον, ἐξ ἧς ἔβλαστες, οὐχὶ Σισύφου πατρός, ἀλλ’ ἐξ Ἀχιλλέως, ὃς μετὰ ζώντων ὅτ’ ἦν ἤκου’ ἄριστα, νῦν δὲ τῶν τεθνηκότων. ΝΕ.Ἥσθην πατέρα τὸν ἀμὸν εὐλογοῦντά σε | |
1315 | αὐτόν τ’ ἔμ’· ὧν δέ σου τυχεῖν ἐφίεμαι ἄκουσον. Ἀνθρώποισι τὰς μὲν ἐκ θεῶν τύχας δοθείσας ἔστ’ ἀναγκαῖον φέρειν· ὅσοι δ’ ἑκουσίοισιν ἔγκεινται βλάβαις, ὥσπερ σύ, τούτοις οὔτε συγγνώμην ἔχειν | |
1320 | δίκαιόν ἐστιν οὔτ’ ἐποικτίρειν τινά. Σὺ δ’ ἠγρίωσαι, κοὔτε σύμβουλον δέχῃ, ἐάν τε νουθετῇ τις εὐνοίᾳ λέγων, στυγεῖς πολέμιον δυσμενῆ θ’ ἡγούμενος. Ὅμως δὲ λέξω· Ζῆνα δ’ ὅρκιον καλῶ· | |
1325 | καὶ ταῦτ’ ἐπίστω, καὶ γράφου φρενῶν ἔσω. Σὺ γὰρ νοσεῖς τόδ’ ἄλγος ἐκ θείας τύχης, Χρύσης πελασθεὶς φύλακος, ὃς τὸν ἀκαλυφῆ σηκὸν φυλάσσει κρύφιος οἰκουρῶν ὄφις. Καὶ παῦλαν ἴσθι τῆσδε μή ποτ’ ἂν τυχεῖν | |
1330 | νόσου βαρείας, ἕως ἂν αὑτὸς ἥλιος ταύτῃ μὲν αἴρῃ, τῇδε δ’ αὖ δύνῃ πάλιν, πρὶν ἂν τὰ Τροίας πεδί’ ἑκὼν αὐτὸς μόλῃς, καὶ τῶν παρ’ ἡμῖν ἐντυχὼν Ἀσκληπιδῶν νόσου μαλαχθῇς τῆσδε, καὶ τὰ πέργαμα | |
1335 | ξὺν τοῖσδε τόξοις ξύν τ’ ἐμοὶ πέρσας φανῇς. Ὡς δ’ οἶδα ταῦτα τῇδ’ ἔχοντ’ ἐγὼ φράσω. Ἀνὴρ γὰρ ἡμῖν ἔστιν ἐκ Τροίας ἁλούς, Ἕλενος ἀριστόμαντις, ὃς λέγει σαφῶς ὡς δεῖ γενέσθαι ταῦτα· καὶ πρὸς τοῖσδ’ ἔτι, | 60 |
1340 | ὡς ἔστ’ ἀνάγκη τοῦ παρεστῶτος θέρους Τροίαν ἁλῶναι πᾶσαν· ἢ δίδως’ ἑκὼν κτείνειν ἑαυτόν, ἢν τάδε ψευσθῇ λέγων. Ταῦτ’ οὖν ἐπεὶ κάτοισθα, συγχώρει θέλων· καλὴ γὰρ ἡ ’πίκτησις, Ἑλλήνων ἕνα | |
1345 | κριθέντ’ ἄριστον, τοῦτο μὲν παιωνίας ἐς χεῖρας ἐλθεῖν, εἶτα τὴν πολύστονον Τροίαν ἑλόντα κλέος ὑπέρτατον λαβεῖν. ΦΙ.Ὦ στυγνὸς αἰών, τί μ’ ἔτι δῆτ’ ἔχεις ἄνω βλέποντα κοὐκ ἀφῆκας εἰς Ἅιδου μολεῖν; | |
Ph.(1350) | Οἴμοι, τί δράσω; πῶς ἀπιστήσω λόγοις τοῖς τοῦδ’ ὃς εὔνους ὢν ἐμοὶ παρῄνεσεν; Ἀλλ’ εἰκάθω δῆτ’; εἶτα πῶς ὁ δύσμορος εἰς φῶς τάδ’ ἔρξας εἶμι; τῷ προσήγορος; Πῶς, ὦ τὰ πάντ’ ἰδόντες ἀμφ’ ἐμοὶ κύκλοι, | |
1355 | ταῦτ’ ἐξανασχήσεσθε, τοῖσιν Ἀτρέως ἐμὲ ξυνόντα παισίν, οἵ μ’ ἀπώλεσαν; πῶς τῷ πανώλει παιδὶ τῷ Λαερτίου; οὐ γάρ με τἄλγος τῶν παρελθόντων δάκνει, ἀλλ’ οἷα χρὴ παθεῖν με πρὸς τούτων ἔτι | |
1360 | δοκῶ προλεύσσειν· οἷς γὰρ ἡ γνώμη κακῶν μήτηρ γένηται, τἄλλα παιδεύει κακά. Καὶ σοῦ δ’ ἔγωγε θαυμάσας ἔχω τόδε· χρῆν γάρ σε μήτ’ αὐτόν ποτ’ ἐς Τροίαν μολεῖν, | |
ἡμᾶς τ’ ἀπείργειν, οἵ γε σοῦ καθύβρισαν, | 61 | |
1365 | πατρὸς γέρας συλῶντες· εἶτα τοῖσδε σὺ εἶ ξυμμαχήσων κἄμ’ ἀναγκάζεις τόδε; Μὴ δῆτα, τέκνον· ἀλλ’, ἅ μοι ξυνώμοσας, πέμψον πρὸς οἴκους, καὐτὸς ἐν Σκύρῳ μένων ἔα κακῶς αὐτοὺς ἀπόλλυσθαι κακούς. | |
1370 | Χοὔτω διπλῆν μὲν ἐξ ἐμοῦ κτήσῃ χάριν, διπλῆν δὲ πατρὸς κοὐ κακοὺς ἐπωφελῶν δόξεις ὅμοιος τοῖς κακοῖς πεφυκέναι. ΝΕ.Λέγεις μὲν εἰκότ’, ἀλλ’ ὅμως σε βούλομαι θεοῖς τε πιστεύσαντα τοῖς τ’ ἐμοῖς λόγοις | |
1375 | φίλου μετ’ ἀνδρὸς τοῦδε τῆσδ’ ἐκπλεῖν χθονός. ΦΙ.Ἦ πρὸς τὰ Τροίας πεδία καὶ τὸν Ἀτρέως ἔχθιστον υἱὸν τῷδε δυστήνῳ ποδί; ΝΕ.Πρὸς τοὺς μὲν οὖν σε τήνδε τ’ ἔμπυον βάσιν παύσοντας ἄλγους κἀποσώσοντας νόσου. | |
1380 | ΦΙ.Ὦ δεινὸν αἶνον αἰνέσας, τί φῄς ποτε; ΝΕ.Ἃ σοί τε κἀμοὶ λῷσθ’ ὁρῶ τελούμενα. ΦΙ.Καὶ ταῦτα λέξας οὐ καταισχύνῃ θεούς; ΝΕ.Πῶς γάρ τις αἰσχύνοιτ’ ἂν ὠφελούμενος; ΦΙ.Λέγεις δ’ Ἀτρείδαις ὄφελος, ἢ ’π’ ἐμοὶ τόδε; | |
1385 | ΝΕ.Σοί που, φίλος γ’ ὤν, χὠ λόγος τοιόσδε μου. ΦΙ.Πῶς, ὅς γε τοῖς ἐχθροῖσί μ’ ἐκδοῦναι θέλεις; ΝΕ.Ὦ τᾶν, διδάσκου μὴ θρασύνεσθαι κακοῖς. ΦΙ.Ὀλεῖς με, γιγνώσκω σε, τοῖσδε τοῖς λόγοις. | |
ΝΕ.Οὔκουν ἔγωγε· φημὶ δ’ οὔ σε μανθάνειν. | 62 | |
1390 | ΦΙ.Ἐγὼ οὐκ Ἀτρείδας ἐκβαλόντας οἶδά με; ΝΕ.Ἀλλ’ ἐκβαλόντες εἰ πάλιν σώσους’ ὅρα. ΦΙ.Οὐδέποθ’ ἑκόντα γ’ ὥστε τὴν Τροίαν ἰδεῖν. ΝΕ.Τί δῆτ’ ἂν ἡμεῖς δρῷμεν, εἰ σέ γ’ ἐν λόγοις πείσειν δυνησόμεσθα μηδὲν ὧν λέγω; | |
1395 | ὡς ῥᾷστ’ ἐμοὶ μὲν τῶν λόγων λῆξαι, σὲ δὲ ζῆν, ὥσπερ ἤδη ζῇς, ἄνευ σωτηρίας. ΦΙ.Ἔα με πάσχειν ταῦθ’ ἅπερ παθεῖν με δεῖ· ἃ δ’ ᾔνεσάς μοι δεξιᾶς ἐμῆς θιγών, πέμπειν πρὸς οἴκους, ταῦτά μοι πρᾶξον, τέκνον, | |
Ph.(1400) | καὶ μὴ βράδυνε μηδ’ ἐπιμνησθῇς ἔτι Τροίας· ἅλις γάρ μοι τεθρήνηται γόοις. ΝΕ.Εἰ δοκεῖ, στείχωμεν. | |
1402 | ΦΙ.Ὦ γενναῖον εἰρηκὼς ἔπος. ΝΕ.Ἀντέρειδε νῦν βάσιν σήν. | |
1403 | ΦΙ.Εἰς ὅσον γ’ ἐγὼ σθένω. ΝΕ.Αἰτίαν δὲ πῶς Ἀχαιῶν φεύξομαι; | |
1404 | ΦΙ.Μὴ φροντίσῃς; | |
1405 | ΝΕ.Τί γάρ, ἐὰν πορθῶσι χώραν τὴν ἐμήν; | |
1405 | ΦΙ.Ἐγὼ παρὼν— ΝΕ.Τίνα προσωφέλησιν ἔρξεις; | |
1406 | ΦΙ.βέλεσι τοῖς Ἡρακλέους— ΝΕ.Πῶς λέγεις; | |
1407 | ΦΙ.εἴρξω πελάζειν. | |
ΝΕ.Στεῖχε προσκύσας χθόνα. ΗΡΑΚΛΗΣ | 63 | |
1409 | Μήπω γε, πρὶν ἂν τῶν ἡμετέρων | |
1410 | ἀΐῃς μύθων, παῖ Ποίαντος· φάσκειν δ’ αὐδὴν τὴν Ἡρακλέους ἀκοῇ τε κλύειν λεύσσειν τ’ ὄψιν. Τὴν σὴν δ’ ἥκω χάριν οὐρανίας ἕδρας προλιπὼν | |
1415 | τὰ Διός τε φράσων βουλεύματά σοι κατερητύσων θ’ ὁδὸν ἣν στέλλῃ· σὺ δ’ ἐμῶν μύθων ἐπάκουσον. Καὶ πρῶτα μέν σοι τὰς ἐμὰς λέξω τύχας, ὅσους πονήσας καὶ διεξελθὼν πόνους | |
1420 | ἀθάνατον ἀρετὴν ἔσχον, ὡς πάρεσθ’ ὁρᾶν· καὶ σοί, σάφ’ ἴσθι, τοῦτ’ ὀφείλεται παθεῖν, ἐκ τῶν πόνων τῶνδ’ εὐκλεᾶ θέσθαι βίον. Ἐλθὼν δὲ σὺν τῷδ’ ἀνδρὶ πρὸς τὸ Τρωϊκὸν πόλισμα, πρῶτον μὲν νόσου παύσῃ λυγρᾶς, | |
1425 | ἀρετῇ τε πρῶτος ἐκκριθεὶς στρατεύματος, Πάριν μέν, ὃς τῶνδ’ αἴτιος κακῶν ἔφυ, τόξοισι τοῖς ἐμοῖσι νοσφιεῖς βίου, πέρσεις τε Τροίαν, σκῦλά τ’ εἰς μέλαθρα σὰ πέμψεις, ἀριστεῖ’ ἐκλαβὼν στρατεύματος, | |
1430 | Ποίαντι πατρὶ πρὸς πάτρας Οἴτης πλάκα. Ἃ δ’ ἂν λάβῃς σὺ σκῦλα τοῦδε τοῦ στρατοῦ τόξων ἐμῶν μνημεῖα πρὸς πυρὰν ἐμὴν κόμιζε. Καὶ σοὶ ταῦτ’, Ἀχιλλέως τέκνον, παρῄνες’· οὔτε γὰρ σὺ τοῦδ’ ἄτερ σθένεις | |
1435 | ἑλεῖν τὸ Τροίας πεδίον οὔθ’ οὗτος σέθεν· | |
ἀλλ’ ὡς λέοντε συννόμω φυλάσσετον οὗτος σὲ καὶ σὺ τόνδ’. Ἐγὼ δ’ Ἀσκληπιὸν παυστῆρα πέμψω σῆς νόσου πρὸς Ἴλιον· τὸ δεύτερον γὰρ τοῖς ἐμοῖς αὐτὴν χρεὼν | 64 | |
1440 | τόξοις ἁλῶναι. Τοῦτο δ’ ἐννοεῖθ’, ὅταν πορθῆτε γαῖαν, εὐσεβεῖν τὰ πρὸς θεούς· ὡς τἄλλα πάντα δεύτερ’ ἡγεῖται πατὴρ Ζεύς· οὐ γὰρ ηὑσέβεια συνθνῄσκει βροτοῖς, κἂν ζῶσι κἂν θάνωσιν, οὐκ ἀπόλλυται. | |
1445 | ΦΙ.Ὦ φθέγμα ποθεινὸν ἐμοὶ πέμψας, χρόνιός τε φανείς, οὐκ ἀπιθήσω τοῖς σοῖς μύθοις. ΝΕ.Κἀγὼ γνώμην ταύτῃ τίθεμαι. ΗΡ.Μή νυν χρόνιοι μέλλετε πράσσειν. | |
Ph.(1450) | Καιρὸς καὶ πλοῦς ὅδ’ ἐπείγει γὰρ κατὰ πρύμνην. ΦΙ.Φέρε νυν στείχων χώραν καλέσω. χαῖρ’, ὦ μέλαθρον ξύμφρουρον ἐμοὶ Νύμφαι τ’ ἔνυδροι λειμωνιάδες, | |
1455 | καὶ κτύπος ἄρσην πόντου προβλής 〈θ’〉 οὗ πολλάκι δὴ τοὐμὸν ἐτέγχθη κρᾶτ’ ἐνδόμυχον πληγῇσι νότου, πολλὰ δὲ φωνῆς τῆς ἡμετέρας Ἑρμαῖον ὄρος παρέπεμψεν ἐμοὶ | |
1460 | στόνον ἀντίτυπον χειμαζομένῳ. | |
Νῦν δ’, ὦ κρῆναι Λύκιόν τε ποτόν, λείπομεν ὑμᾶς, λείπομεν ἤδη, δόξης οὔ ποτε τῆσδ’ ἐπιβάντες. Χαῖρ’, ὦ Λήμνου πέδον ἀμφίαλον, | 65 | |
1465 | καί μ’ εὐπλοίᾳ πέμψον ἀμέμπτως ἔνθ’ ἡ μεγάλη Μοῖρα κομίζει γνώμη τε φίλων, χὠ πανδαμάτωρ δαίμων ὃς ταῦτ’ ἐπέκρανεν. ΧΟ.Χωρῶμεν δὴ πάντες ἀολλεῖς, | |
1470 | Νύμφαις ἁλίαισιν ἐπευξάμενοι | |
νόστου σωτῆρας ἱκέσθαι. | 66 |