TLG 0011 002 :: SOPHOCLES :: Antigone

SOPHOCLES Trag.
(Atheniensis: 5 B.C.)

Scholia: Cf. SCHOLIA IN SOPHOCLEM (5037)

Antigone

Source: Dain, A., Mazon, P. (eds.), Sophocle, vol. 1. Paris: Les Belles Lettres, 1955 (repr. 1967 (1st edn. rev.)): 72–122.

Citation: (Line)

tΑΝΤΙΓΟΝΗ
1ΑΝΤΙΓΟΝΗ
1Ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα, ἆρ’ οἶσθ’ ὅ τι Ζεὺς τῶν ἀπ’ Οἰδίπου κακῶν ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ; Οὐδὲν γὰρ οὔτ’ ἀλγεινὸν οὔτ’ ἄτης ἄτερ
5οὔτ’ αἰσχρὸν οὔτ’ ἄτιμόν ἐσθ’ ὁποῖον οὐ τῶν σῶν τε κἀμῶν οὐκ ὄπωπ’ ἐγὼ κακῶν. Καὶ νῦν τί τοῦτ’ αὖ φασι πανδήμῳ πόλει κήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως; Ἔχεις τι κεἰσήκουσας; ἤ σε λανθάνει
10
πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά; ΙΣΜΗΝΗ
11Ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη, φίλων οὔθ’ ἡδὺς οὔτ’ ἀλγεινὸς ἵκετ’, ἐξ ὅτου δυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο μιᾷ θανόντων ἡμέρᾳ διπλῇ χερί·
15
ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς
ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδ’ ὑπέρτερον,
οὔτ’ εὐτυχοῦσα μᾶλλον οὔτ’ ἀτωμένη. ΑΝ.
Ἤιδη καλῶς καί ς’ ἐκτὸς αὐλείων πυλῶν
τοῦδ’ οὕνεκ’ ἐξέπεμπον, ὡς μόνη κλύοις.
20ΙΣ.
Τί δ’ ἔστι; δηλοῖς γάρ τι καλχαίνους’ ἔπος. ΑΝ.
Οὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέων
τὸν μὲν προτίσας, τὸν δ’ ἀτιμάσας ἔχει;
Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκῃ
χρῆσθαι δικαιῶν καὶ νόμῳ, κατὰ χθονὸς
72
25ἔκρυψε τοῖς ἔνερθεν ἔντιμον νεκροῖς· τὸν δ’ ἀθλίως θανόντα Πολυνείκους νέκυν ἀστοῖσί φασιν ἐκκεκηρῦχθαι τὸ μὴ τάφῳ καλύψαι μηδὲ κωκῦσαί τινα, ἐᾶν δ’ ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺν
30θησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς. Τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ κἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντ’ ἔχειν, καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσιν σαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμ’ ἄγειν
35
οὐχ ὡς παρ’ οὐδέν, ἀλλ’ ὃς ἂν τούτων τι δρᾷ
φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει.
Οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχα
εἴτ’ εὐγενὴς πέφυκας εἴτ’ ἐσθλῶν κακή. ΙΣ.
Τί δ’, ὦ ταλαῖφρον, εἰ τάδ’ ἐν τούτοις, ἐγὼ
40
λύους’ ἂν εἴθ’ ἅπτουσα προσθείμην πλέον; ΑΝ.
Εἰ ξυμπονήσεις καὶ ξυνεργάσῃ σκόπει. ΙΣ.
Ποῖόν τι κινδύνευμα; ποῖ γνώμης ποτ’ εἶ; ΑΝ.
Εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί. ΙΣ.
Ἦ γὰρ νοεῖς θάπτειν σφ’, ἀπόρρητον πόλει;
45ΑΝ.
Τὸν γοῦν ἐμὸν καὶ τὸν σόν, ἢν σὺ μὴ θέλῃς,
ἀδελφόν· οὐ γὰρ δὴ προδοῦς’ ἁλώσομαι. ΙΣ.
Ὦ σχετλία, Κρέοντος ἀντειρηκότος; ΑΝ.
Ἀλλ’ οὐδὲν αὐτῷ τῶν ἐμῶν 〈μ’〉 εἴργειν μέτα. ΙΣ.
Οἴμοι· φρόνησον, ὦ κασιγνήτη, πατὴρ
73
Ant
.

(50)

ὡς νῷν ἀπεχθὴς δυσκλεής τ’ ἀπώλετο, πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶς ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί· ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος, πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον·
55τρίτον δ’ ἀδελφὼ δύο μίαν καθ’ ἡμέραν αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον κοινὸν κατειργάσαντ’ ἐπαλλήλοιν χεροῖν. Νῦν δ’ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει ὅσῳ κάκιστ’ ὀλούμεθ’, εἰ νόμου βίᾳ
60ψῆφον τυράννων ἢ κράτη παρέξιμεν. Ἀλλ’ ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχ’ ὅτι ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα· ἔπειτα δ’ οὕνεκ’ ἀρχόμεσθ’ ἐκ κρεισσόνων καὶ ταῦτ’ ἀκούειν κἄτι τῶνδ’ ἀλγίονα.
65
Ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς
ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε,
τοῖς ἐν τέλει βεβῶσι πείσομαι· τὸ γὰρ
περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα. ΑΝ.
Οὔτ’ ἂν κελεύσαιμ’ οὔτ’ ἄν, εἰ θέλοις ἔτι
70πράσσειν, ἐμοῦ γ’ ἂν ἡδέως δρῴης μέτα. Ἀλλ’ ἴσθ’ ὁποία σοι δοκεῖ, κεῖνον δ’ ἐγὼ θάψω· καλόν μοι τοῦτο ποιούσῃ θανεῖν. Φίλη μετ’ αὐτοῦ κείσομαι, φίλου μέτα,
ὅσια πανουργήσας’· ἐπεὶ πλείων χρόνος74
75
ὃν δεῖ μ’ ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε.
Ἐκεῖ γὰρ αἰεὶ κείσομαι· σοὶ δ’ εἰ δοκεῖ,
τὰ τῶν θεῶν ἔντιμ’ ἀτιμάσας’ ἔχε. ΙΣ.
Ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲ
βίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος.
80ΑΝ.
Σὺ μὲν τάδ’ ἂν προὔχοι’, ἐγὼ δὲ δὴ τάφον
χώσους’ ἀδελφῷ φιλτάτῳ πορεύσομαι. ΙΣ.
Οἴμοι ταλαίνης, ὡς ὑπερδέδοικά σου. ΑΝ.
Μὴ ’μοῦ προτάρβει· τὸν σὸν ἐξόρθου πότμον. ΙΣ.
Ἀλλ’ οὖν προμηνύσῃς γε τοῦτο μηδενὶ
85
τοὔργον, κρυφῇ δὲ κεῦθε, σὺν δ’ αὕτως ἐγώ. ΑΝ.
Οἴμοι, καταύδα· πολλὸν ἐχθίων ἔσῃ
σιγῶς’, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε. ΙΣ.
Θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις. ΑΝ.
Ἀλλ’ οἶδ’ ἀρέσκους’ οἷς μάλισθ’ ἁδεῖν με χρή.
90ΙΣ.
Εἰ καὶ δυνήσῃ γ’· ἀλλ’ ἀμηχάνων ἐρᾷς. ΑΝ.
Οὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι. ΙΣ.
Ἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀμήχανα. ΑΝ.
Εἰ ταῦτα λέξεις, ἐχθαρῇ μὲν ἐξ ἐμοῦ,
ἐχθρὰ δὲ τῷ θανόντι προσκείσῃ δίκῃ.
95
Ἀλλ’ ἔα με καὶ τὴν ἐξ ἐμοῦ δυσβουλίαν
παθεῖν τὸ δεινὸν τοῦτο· πείσομαι γὰρ οὐ
τοσοῦτον οὐδὲν ὥστε μὴ οὐ καλῶς θανεῖν. ΙΣ.
Ἀλλ’, εἰ δοκεῖ σοι, στεῖχε· τοῦτο δ’ ἴσθ’ ὅτι
ἄνους μὲν ἔρχῃ, τοῖς φίλοις δ’ ὀρθῶς φίλη.75
Ant
.

(100)

ΧΟΡΟΣ
Ant
.

(100)

Ἀκτὶς ἀελίου, τὸ κάλ‐
Str. 1. λιστον ἑπταπύλῳ φανὲν Θήβᾳ τῶν πρότερον φάος, ἐφάνθης ποτ’, ὦ χρυσέας ἁμέρας βλέφαρον, Διρκαί‐
105 ων ὑπὲρ ῥεέθρων μολοῦσα, τὸν λεύκασπιν Ἀπιόθεν φῶτα, βάντα πανσαγίᾳ φυγάδα πρόδρομον, ὀξυτέρῳ κινήσασα χαλινῷ.
110Ὃν ἐφ’ ἡμετέρᾳ γῇ Πολυνείκης ἀρθεὶς νεικέων ἐξ ἀμφιλόγων 〈ἤγαγεν ἐχθρόν· ὁ δ’〉 ὀξέα κλάζων αἰετὸς εἰς γῆν ὣς ὑπερέπτη, λευκῆς χιόνος πτέρυγι στεγανός,
115πολλῶν μεθ’ ὅπλων ξύν θ’ ἱπποκόμοις κορύθεσσιν.
116
Στὰς δ’ ὑπὲρ μελάθρων φονώ‐
Ant. 1.
σαισιν ἀμφιχανὼν κύκλῳ
λόγχαις ἑπτάπυλον στόμα,
120ἔβα πρίν ποθ’ ἁμετέρων αἱμάτων γένυσιν πλησθῆ‐
ναί 〈τε〉 καὶ στεφάνωμα πύργων πευκάενθ’ Ἥφαιστον ἑλεῖν. Τοῖος ἀμφὶ νῶτ’ ἐτάθη76
125πάταγος Ἄρεος, ἀντιπάλου δυσχείρωμα δράκοντος. Ζεὺς γὰρ μεγάλης γλώσσης κόμπους ὑπερεχθαίρει, καί σφας ἐσιδὼν πολλῷ ῥεύματι προσνισσομένους,
130χρυσοῦ καναχῆς ὑπεροπλίαις, παλτῷ ῥιπτεῖ πυρὶ βαλβίδων ἐπ’ ἄκρων ἤδη νίκην ὁρμῶντ’ ἀλαλάξαι.
133
Ἀντιτύπᾳ δ’ ἐπὶ γᾷ πέσε τανταλωθεὶς
Str. 2.
135πυρφόρος ὃς τότε μαινομένᾳ ξὺν ὁρμᾷ βακχεύων ἐπέπνει ῥιπαῖς ἐχθίστων ἀνέμων. Εἶχε δ’ ἄλλᾳ τὰ μέν, ἄλλα δ’ ἐπ’ ἄλλοις ἐπενώμα στυφελί‐
140 ζων μέγας Ἄρης δεξιόσειρος. Ἑπτὰ λοχαγοὶ γὰρ ἐφ’ ἑπτὰ πύλαις ταχθέντες ἴσοι πρὸς ἴσους ἔλιπον Ζηνὶ Τροπαίῳ πάγχαλκα τέλη, πλὴν τοῖν στυγεροῖν, ὣ πατρὸς ἑνὸς
145μητρός τε μιᾶς φύντε καθ’ αὑτοῖν δικρατεῖς λόγχας στήσαντ’ ἔχετον
κοινοῦ θανάτου μέρος ἄμφω. Ἀλλὰ γὰρ ἁ μεγαλώνυμος ἦλθε Νίκα
Ant. 2. τᾷ πολυαρμάτῳ ἀντιχαρεῖσα Θήβᾳ,
77
Ant
.

(150)

ἐκ μὲν δὴ πολέμων τῶν νῦν θέσθαι λησμοσύναν· θεῶν δὲ ναοὺς χοροῖς παννυχίοις πάτας ἐπέλθωμεν, ὁ Θή‐ βας δ’ ἐλελίχθων Βάκχιος ἄρχοι.
155Ἀλλ’, ὅδε γὰρ δὴ βασιλεὺς χώρας, Κρέων ὁ Μενοικέως 〈ταγὸσ〉 νεοχμὸς νεαραῖσι θεῶν ἐπὶ συντυχίαις χωρεῖ, τίνα δὴ μῆτιν ἐρέσσων, ὅτι σύγκλητον τήνδε γερόντων
160προὔθετο λέσχην, κοινῷ κηρύγματι πέμψας.
161 ΚΡΕΩΝ
162Ἄνδρες, τὰ μὲν δὴ πόλεος ἀσφαλῶς θεοὶ πολλῷ σάλῳ σείσαντες ὤρθωσαν πάλιν· ὑμᾶς δ’ ἐγὼ πομποῖσιν ἐκ πάντων δίχα
165ἔστειλ’ ἱκέσθαι, τοῦτο μὲν τὰ Λαΐου σέβοντας εἰδὼς εὖ θρόνων ἀεὶ κράτη, τοῦτ’ αὖθις, ἡνίκ’ Οἰδίπους ὤρθου πόλιν κἀπεὶ διώλετ’, ἀμφὶ τοὺς κείνων ἔτι παῖδας μένοντας ἐμπέδοις φρονήμασιν.
170Ὅτ’ οὖν ἐκεῖνοι πρὸς διπλῆς μοίρας μίαν καθ’ ἡμέραν ὤλοντο παίσαντές τε καὶ πληγέντες αὐτόχειρι σὺν μιάσματι, ἐγὼ κράτη δὴ πάντα καὶ θρόνους ἔχω γένους κατ’ ἀγχιστεῖα τῶν ὀλωλότων.
175Ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂν ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ. Ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων,78
180ἀλλ’ ἐκ φόβου του γλῶσσαν ἐγκλῄσας ἔχει, κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ· καὶ μείζον’ ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω. Ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθ’ ὁρῶν ἀεί,
185οὔτ’ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶν στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας, οὔτ’ ἂν φίλον ποτ’ ἄνδρα δυσμενῆ χθονὸς θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτι ἥδ’ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπι
190πλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα· τοιοῖσδ’ ἐγὼ νόμοισι τήνδ’ αὔξω πόλιν. Καὶ νῦν ἀδελφὰ τῶνδε κηρύξας ἔχω ἀστοῖσι παίδων τῶν ἀπ’ Οἰδίπου πέρι· Ἐτεοκλέα μέν, ὃς πόλεως ὑπερμαχῶν
195ὄλωλε τῆσδε, πάντ’ ἀριστεύσας δορί, τάφῳ τε κρύψαι καὶ τὰ πάντ’ ἀφαγνίσαι ἃ τοῖς ἀρίστοις ἔρχεται κάτω νεκροῖς· τὸν δ’ αὖ ξύναιμον τοῦδε, Πολυνείκην λέγω, ὃς γῆν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς
Ant
.

(200)

φυγὰς κατελθὼν ἠθέλησε μὲν πυρὶ πρῆσαι κατάκρας, ἠθέλησε δ’ αἵματος κοινοῦ πάσασθαι, τοὺς δὲ δουλώσας ἄγειν,
τοῦτον πόλει τῇδ’ ἐκκεκήρυκται τάφῳ μήτε κτερίζειν μήτε κωκῦσαί τινα,79
205ἐᾶν δ’ ἄθαπτον καὶ πρὸς οἰωνῶν δέμας καὶ πρὸς κυνῶν ἐδεστὸν αἰκισθέν τ’ ἰδεῖν. Τοιόνδ’ ἐμὸν φρόνημα, κοὔποτ’ ἔκ γ’ ἐμοῦ τιμὴν προέξους’ οἱ κακοὶ τῶν ἐνδίκων. Ἀλλ’ ὅστις εὔνους τῇδε τῇ πόλει, θανὼν
210
καὶ ζῶν ὁμοίως ἐξ ἐμοῦ τιμήσεται. ΧΟ.
Σοὶ ταῦτ’ ἀρέσκει, παῖ Μενοικέως, 〈παθεῖν〉,
τὸν τῇδε δύσνουν καὶ τὸν εὐμενῆ πόλει·
νόμῳ δὲ χρῆσθαι παντί πού γ’ ἔνεστί σοι
καὶ τῶν θανόντων χὠπόσοι ζῶμεν πέρι.
215ΚΡ.
Ὡς ἂν σκοποὶ νῦν ἦτε τῶν εἰρημένων— ΧΟ.
Νεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες. ΚΡ.
Ἀλλ’ εἴς’ ἑτοῖμοι τοῦ νεκροῦ γ’ ἐπίσκοποι. ΧΟ.
Τί δῆτ’ ἂν ἄλλο τοῦτ’ ἐπεντέλλοις ἔτι; ΚΡ.
Τὸ μὴ ’πιχωρεῖν τοῖς ἀπιστοῦσιν τάδε.
220ΧΟ.
Οὐκ ἔστιν οὕτω μῶρος ὃς θανεῖν ἐρᾷ. ΚΡ.
Καὶ μὴν ὁ μισθός γ’ οὗτος· ἀλλ’ ὑπ’ ἐλπίδων
ἄνδρας τὸ κέρδος πολλάκις διώλεσεν. ΦΥΛΑΞ
223Ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα.
225Πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις, ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν·
ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη· «Τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην; τλήμων, μενεῖς αὖ; κεἰ τάδ’ εἴσεται Κρέων80
230ἄλλου παρ’ ἀνδρός, πῶς σὺ δῆτ’ οὐκ ἀλγυνῇ;» Τοιαῦθ’ ἑλίσσων ἤνυτον σχολῇ ταχύς, χοὔτως ὁδὸς βραχεῖα γίγνεται μακρά. Τέλος γε μέντοι δεῦρ’ ἐνίκησεν μολεῖν σοί, κεἰ τὸ μηδὲν ἐξερῶ, —φράσω δ’ ὅμως.
235
Τῆς ἐλπίδος γὰρ ἔρχομαι δεδραγμένος,
τὸ μὴ παθεῖν ἂν ἄλλο πλὴν τὸ μόρσιμον. ΚΡ.
Τί δ’ ἐστὶν ἀνθ’ οὗ τήνδ’ ἔχεις ἀθυμίαν; ΦΥ.
Φράσαι θέλω σοι πρῶτα τἀμαυτοῦ· τὸ γὰρ
πρᾶγμ’ οὔτ’ ἔδρας’ οὔτ’ εἶδον ὅστις ἦν ὁ δρῶν,
240
οὐδ’ ἂν δικαίως ἐς κακὸν πέσοιμί τι. ΚΡ.
Εὖ γε στοχάζῃ κἀποφράγνυσαι κύκλῳ
τὸ πρᾶγμα· δηλοῖς δ’ ὥς τι σημαίνων νέον. ΦΥ.
Τὰ δεινὰ γάρ τοι προστίθης’ ὄκνον πολύν. ΚΡ.
Οὔκουν ἐρεῖς ποτ’, εἶτ’ ἀπαλλαχθεὶς ἄπει;
245ΦΥ.
Καὶ δὴ λέγω σοι· τὸν νεκρόν τις ἀρτίως
θάψας βέβηκε κἀπὶ χρωτὶ διψίαν
κόνιν παλύνας κἀφαγιστεύσας ἃ χρή. ΚΡ.
Τί φῄς; τίς ἀνδρῶν ἦν ὁ τολμήσας τάδε; ΦΥ.
Οὐκ οἶδ’· ἐκεῖ γὰρ οὔτε του γενῇδος ἦν
Ant
.

(250)

πλῆγμ’, οὐ δικέλλης ἐκβολή· στύφλος δὲ γῆ καὶ χέρσος, ἀρρὼξ οὐδ’ ἐπημαξευμένη τροχοῖσιν, ἀλλ’ ἄσημος οὑργάτης τις ἦν. Ὅπως δ’ ὁ πρῶτος ἡμὶν ἡμεροσκόπος δείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν·
255ὁ μὲν γὰρ ἠφάνιστο, τυμβήρης μὲν οὔ, λεπτὴ δ’ ἄγος φεύγοντος ὣς ἐπῆν κόνις. Σημεῖα δ’ οὔτε θηρὸς οὔτε του κυνῶν ἐλθόντος, οὐ σπάσαντος, ἐξεφαίνετο. Λόγοι δ’ ἐν ἀλλήλοισιν ἐρρόθουν κακοί,81
260φύλαξ ἐλέγχων φύλακα, κἂν ἐγίγνετο πληγὴ τελευτῶς’, οὐδ’ ὁ κωλύσων παρῆν. Εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος, κοὐδεὶς ἐναργής, ἀλλ’ ἔφευγε μὴ εἰδέναι. Ἦμεν δ’ ἑτοῖμοι καὶ μύδρους αἴρειν χεροῖν,
265καὶ πῦρ διέρπειν, καὶ θεοὺς ὁρκωμοτεῖν τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναι τὸ πρᾶγμα βουλεύσαντι μήτ’ εἰργασμένῳ. Τέλος δ’ ὅτ’ οὐδὲν ἦν ἐρευνῶσιν πλέον, λέγει τις εἷς ὃς πάντας ἐς πέδον κάρα
270νεῦσαι φόβῳ προὔτρεψεν· οὐ γὰρ εἴχομεν οὔτ’ ἀντιφωνεῖν οὔθ’ ὅπως δρῶντες καλῶς πράξαιμεν. Ἦν δ’ ὁ μῦθος ὡς ἀνοιστέον σοὶ τοὔργον εἴη τοῦτο κοὐχὶ κρυπτέον. Καὶ ταῦτ’ ἐνίκα, κἀμὲ τὸν δυσδαίμονα
275
πάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν.
Πάρειμι δ’ ἄκων οὐχ ἑκοῦσιν, οἶδ’ ὅτι·
στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν. ΧΟ.
Ἄναξ, ἐμοί τοι μή τι καὶ θεήλατον
τοὔργον τόδ’ ἡ ξύννοια βουλεύει πάλαι.
280ΚΡ.
Παῦσαι, πρὶν ὀργῆς κἀμὲ μεστῶσαι λέγων,
μὴ ’φευρεθῇς ἄνους τε καὶ γέρων ἅμα.
Λέγεις γὰρ οὐκ ἀνεκτά, δαίμονας λέγων
πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι.
Πότερον ὑπερτιμῶντες ὡς εὐεργέτην82
285ἔκρυπτον αὐτόν, ὅστις ἀμφικίονας ναοὺς πυρώσων ἦλθε κἀναθήματα καὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν; ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς; Οὐκ ἔστιν· ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως
290ἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί, κρυφῇ κάρα σείοντες, οὐδ’ ὑπὸ ζυγῷ λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ. Ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε.
295Οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος κακὸν νόμισμ’ ἔβλαστε· τοῦτο καὶ πόλεις πορθεῖ, τόδ’ ἄνδρας ἐξανίστησιν δόμων, τόδ’ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας χρηστὰς πρὸς αἰσχρὰ πράγμαθ’ ἵστασθαι βροτῶν
Ant
.

(300)

πανουργίας δ’ ἔδειξεν ἀνθρώποις ἔχειν καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι. Ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε, χρόνῳ ποτ’ ἐξέπραξαν ὡς δοῦναι δίκην. Ἀλλ’, εἴπερ ἴσχει Ζεὺς ἔτ’ ἐξ ἐμοῦ σέβας,
305εὖ τοῦτ’ ἐπίστας’, ὅρκιος δέ σοι λέγω, εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου εὑρόντες ἐκφανεῖτ’ ἐς ὀφθαλμοὺς ἐμούς, οὐχ ὑμὶν Ἅιδης μοῦνος ἀρκέσει, πρὶν ἂν ζῶντες κρεμαστοὶ τήνδε δηλώσηθ’ ὕβριν,
310ἵν’ εἰδότες τὸ κέρδος ἔνθεν οἰστέον τὸ λοιπὸν ἁρπάζητε καὶ μάθηθ’ ὅτι οὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν. Ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείονας
ἀτωμένους ἴδοις ἂν ἢ σεσωσμένους.83
315ΦΥ.
Εἰπεῖν δὲ δώσεις, ἢ στραφεὶς οὕτως ἴω; ΚΡ.
Οὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις; ΦΥ.
Ἐν τοῖσιν ὠσὶν ἢ ’πὶ τῇ ψυχῇ δάκνῃ; ΚΡ.
Τί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου; ΦΥ.
Ὁ δρῶν ς’ ἀνιᾷ τὰς φρένας, τὰ δ’ ὦτ’ ἐγώ.
320ΚΡ.
Οἴμ’, ὡς λάλημα δῆλον ἐκπεφυκὸς εἶ. ΦΥ.
Οὔκουν τό γ’ ἔργον τοῦτο ποιήσας ποτέ. ΚΡ.
Καὶ ταῦτ’ ἐπ’ ἀργύρῳ γε τὴν ψυχὴν προδούς. ΦΥ.
Φεῦ·
323
ἦ δεινὸν ᾧ δοκεῖ γε καὶ ψευδῆ δοκεῖν. ΚΡ.
Κόμψευέ νυν τὴν δόξαν· εἰ δὲ ταῦτα μὴ
325
φανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθ’ ὅτι
τὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται. ΦΥ.
Ἀλλ’ εὑρεθείη μὲν μάλιστ’· ἐὰν δέ τοι
ληφθῇ τε καὶ μή, τοῦτο γὰρ τύχη κρινεῖ,
οὐκ ἔσθ’ ὅπως ὄψει σὺ δεῦρ’ ἐλθόντα με.
330Καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμης τ’ ἐμῆς σωθεὶς ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν.
331 ΧΟ.
Πολλὰ τὰ δεινὰ κοὐδὲν ἀν‐
Str. 1.
θρώπου δεινότερον πέλει·
τοῦτο καὶ πολιοῦ πέραν
335πόντου χειμερίῳ νότῳ
χωρεῖ, περιβρυχίοισιν περῶν ὑπ’ οἴδμασιν, θεῶν τε τὰν ὑπερτάταν, Γᾶν ἄφθιτον, ἀκαμάταν, ἀποτρύεται,84
340ἰλλομένων ἀρότρων ἔτος εἰς ἔτος, ἱππείῳ γένει πολεύων.
341
Κουφονόων τε φῦλον ὀρ‐
Ant. 1.
νίθων ἀμφιβαλὼν ἄγει,
καὶ θηρῶν ἀγρίων ἔθνη
345πόντου τ’ εἰναλίαν φύσιν σπείραισι δικτυοκλώστοις
348περιφραδὴς ἀνήρ· κρατεῖ δὲ μηχαναῖς ἀγραύλου
Ant
.

(350)

θηρὸς ὀρεσσιβάτα, λασιαύχενά θ’ ἵππον 〈ὑπ〉άξεται ἀμφίλοφον ζυγὸν οὔρειόν τ’ ἀκμῆτα ταῦρον.
352
Καὶ φθέγμα καὶ ἀνεμόεν
Str. 2.
φρόνημα καὶ ἀστυνόμους
355ὀργὰς ἐδιδάξατο, καὶ δυσαύλων πάγων 〈ἐν〉αίθρεια καὶ δύσομβρα φεύγειν βέλη
360παντοπόρος· ἄπορος ἐπ’ οὐδὲν ἔρχεται
τὸ μέλλον· Ἅιδα μόνον φεῦξιν οὐκ ἐπάξεται, νό‐ σων δ’ ἀμηχάνων φυγὰς85
363ξυμπέφρασται.
363
Σοφόν τι τὸ μηχανόεν
Ant. 2.
365τέχνας ὑπὲρ ἐλπίδ’ ἔχων, τοτὲ μὲν κακόν, ἄλλοτ’ ἐπ’ ἐσθλὸν ἕρπει, νόμους παρείρων χθονὸς θεῶν τ’ ἔνορκον δίκαν
370ὑψίπολις· ἄπολις ὅτῳ τὸ μὴ καλὸν ξύνεστι τόλμας χάριν· μήτ’ ἐμοὶ παρέστιος γέ‐ νοιτο μήτ’ ἴσον φρονῶν
375 ὃς τάδ’ ἔρδοι. Ἐς δαιμόνιον τέρας ἀμφινοῶ τόδε· πῶς εἰδὼς ἀντιλογήσω τήνδ’ οὐκ εἶναι παῖδ’ Ἀντιγόνην; Ὦ δύστηνος καὶ δυστήνου
380πατρὸς Οἰδιπόδα, τί ποτ’; οὐ δή που σέ γ’ ἀπιστοῦσαν τοῖς βασιλείοισ〈ιν〉 ἄγουσι νόμοις καὶ ἐν ἀφροσύνῃ καθελόντες;
383 ΦΥ.
Ἥδ’ ἔστ’ ἐκείνη τοὔργον ἡ ’ξειργασμένη·
385
τήνδ’ εἵλομεν θάπτουσαν· ἀλλὰ ποῦ Κρέων; ΧΟ.
Ὅδ’ ἐκ δόμων ἄψορρος εἰς δέον περᾷ.
ΚΡ.
Τί δ’ ἔστι; ποίᾳ ξύμμετρος προὔβην τύχῃ; ΦΥ.
Ἄναξ, βροτοῖσιν οὐδέν ἐστ’ ἀπώμοτον·
ψεύδει γὰρ ἡ ’πίνοια τὴν γνώμην· ἐπεὶ
86
390σχολῇ ποθ’ ἥξειν δεῦρ’ ἂν ἐξηύχουν ἐγὼ ταῖς σαῖς ἀπειλαῖς αἷς ἐχειμάσθην τότε. Ἀλλ’, ἡ γὰρ ἐκτὸς καὶ παρ’ ἐλπίδας χαρὰ ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ, ἥκω, δι’ ὅρκων καίπερ ὢν ἀπώμοτος,
395κόρην ἄγων τήνδ’, ἣ καθευρέθη τάφον κοσμοῦσα. Κλῆρος ἐνθάδ’ οὐκ ἐπάλλετο, ἀλλ’ ἔστ’ ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε. Καὶ νῦν, ἄναξ, τήνδ’ αὐτὸς ὡς θέλεις λαβὼν καὶ κρῖνε κἀξέλεγχ’· ἐγὼ δ’ ἐλεύθερος
Ant
.

(400)

δίκαιός εἰμι τῶνδ’ ἀπηλλάχθαι κακῶν. ΚΡ.
Ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών; ΦΥ.
Αὕτη τὸν ἄνδρ’ ἔθαπτε· πάντ’ ἐπίστασαι. ΚΡ.
Ἦ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς ἃ φῄς; ΦΥ.
Ταύτην γ’ ἰδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸν
405
ἀπεῖπας. Ἆρ’ ἔνδηλα καὶ σαφῆ λέγω; ΚΡ.
Καὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη; ΦΥ.
Τοιοῦτον ἦν τὸ πρᾶγμ’· ὅπως γὰρ ἥκομεν
πρὸς σοῦ τὰ δείν’ ἐκεῖν’ ἐπηπειλημένοι,
πᾶσαν κόνιν σήραντες ἣ κατεῖχε τὸν
410νέκυν, μυδῶν τε σῶμα γυμνώσαντες εὖ, καθήμεθ’ ἄκρων ἐκ πάγων ὑπήνεμοι, ὀσμὴν ἀπ’ αὐτοῦ μὴ βάλῃ πεφευγότες, ἐγερτὶ κινῶν ἄνδρ’ ἀνὴρ ἐπιρρόθοις κακοῖσιν, εἴ τις τοῦδ’ ἀφειδήσοι πόνου.
415Χρόνον τάδ’ ἦν τοσοῦτον, ἔστ’ ἐν αἰθέρι μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος καὶ καῦμ’ ἔθαλπε· καὶ τότ’ ἐξαίφνης χθονὸς τυφὼς ἀείρας σκηπτόν, οὐράνιον ἄχος, πίμπλησι πεδίον πᾶσαν αἰκίζων φόβην87
420ὕλης πεδιάδος, ἐν δ’ ἐμεστώθη μέγας αἰθήρ· μύσαντες δ’ εἴχομεν θείαν νόσον. Καὶ τοῦδ’ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ, ἡ παῖς ὁρᾶται κἀνακωκύει πικρᾶς ὄρνιθος ὀξὺν φθόγγον, ὡς ὅταν κενῆς
425εὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος· οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν, γόοισιν ἐξῴμωξεν, ἐκ δ’ ἀρὰς κακὰς ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις. Καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν,
430ἔκ τ’ εὐκροτήτου χαλκέας ἄρδην πρόχου χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει. Χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν θηρώμεθ’ εὐθὺς οὐδὲν ἐκπεπληγμένην, καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομεν
435πράξεις· ἄπαρνος δ’ οὐδενὸς καθίστατο, ἅμ’ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα. Τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναι ἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγειν ἀλγεινόν· ἀλλὰ πάντα ταῦθ’ ἥσσω λαβεῖν
440
ἐμοὶ πέφυκεν τῆς ἐμῆς σωτηρίας. ΚΡ.
Σὲ δή, σὲ τὴν νεύουσαν εἰς πέδον κάρα,
φῄς, ἢ καταρνῇ μὴ δεδρακέναι τάδε;
ΑΝ.
Καὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή. ΚΡ.
Σὺ μὲν κομίζοις ἂν σεαυτὸν ᾗ θέλεις
88
445
ἔξω βαρείας αἰτίας ἐλεύθερον·
σὺ δ’ εἰπέ μοι μὴ μῆκος, ἀλλὰ συντόμως,
ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε; ΑΝ.
Ἤιδη· τί δ’ οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν. ΚΡ.
Καὶ δῆτ’ ἐτόλμας τούσδ’ ὑπερβαίνειν νόμους;
Ant
.

(450)

ΑΝ.
Οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε,
οὐδ’ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκη·
οὐ τούσδ’ ἐν ἀνθρώποισιν ὥρισαν νόμους·
οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰ
κηρύγμαθ’ ὥστ’ ἄγραπτα κἀσφαλῆ θεῶν
455νόμιμα δύνασθαι θνητὸν ὄνθ’ ὑπερδραμεῖν. Οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλ’ ἀεί ποτε ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ’φάνη. Τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸς φρόνημα δείσας’, ἐν θεοῖσι τὴν δίκην
460δώσειν· θανουμένη γὰρ ἐξῄδη—τί δ’ οὔ; — κεἰ μὴ σὺ προὐκήρυξας. Εἰ δὲ τοῦ χρόνου πρόσθεν θανοῦμαι, κέρδος αὔτ’ ἐγὼ λέγω· ὅστις γὰρ ἐν πολλοῖσιν ὡς ἐγὼ κακοῖς ζῇ, πῶς ὅδ’ οὐχὶ κατθανὼν κέρδος φέρει;
465Οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖν παρ’ οὐδὲν ἄλγος· ἀλλ’ ἄν, εἰ τὸν ἐξ ἐμῆς μητρὸς θανόντ’ ἄθαπτον ἠνσχόμην νέκυν, κείνοις ἂν ἤλγουν· τοῖσδε δ’ οὐκ ἀλγύνομαι. Σοὶ δ’ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν,
470
σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω. ΧΟ.
Δηλοῖ τὸ γέννημ’ ὠμὸν ἐξ ὠμοῦ πατρὸς
τῆς παιδός· εἴκειν δ’ οὐκ ἐπίσταται κακοῖς. ΚΡ.
Ἀλλ’ ἴσθι τοι τὰ σκλήρ’ ἄγαν φρονήματα
πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον
89
475σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ θραυσθέντα καὶ ῥαγέντα πλεῖστ’ ἂν εἰσίδοις. Σμικρῷ χαλινῷ δ’ οἶδα τοὺς θυμουμένους ἵππους καταρτυθέντας· οὐ γὰρ ἐκπέλει φρονεῖν μέγ’ ὅστις δοῦλός ἐστι τῶν πέλας.
480Αὕτη δ’ ὑβρίζειν μὲν τότ’ ἐξηπίστατο νόμους ὑπερβαίνουσα τοὺς προκειμένους· ὕβρις δ’, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα, τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν. Ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δ’ ἀνήρ,
485εἰ ταῦτ’ ἀνατὶ τῇδε κείσεται κράτη. Ἀλλ’ εἴτ’ ἀδελφῆς εἴθ’ ὁμαιμονεστέρα τοῦ παντὸς ἡμῖν Ζηνὸς Ἑρκείου κυρεῖ, αὐτή τε χἠ ξύναιμος οὐκ ἀλύξετον μόρου κακίστου· καὶ γὰρ οὖν κείνην ἴσον
490ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου. Καί νιν καλεῖτ’· ἔσω γὰρ εἶδον ἀρτίως λυσσῶσαν αὐτὴν οὐδ’ ἐπήβολον φρενῶν. Φιλεῖ δ’ ὁ θυμὸς πρόσθεν ᾑρῆσθαι κλοπεὺς τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων.
495
Μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τις
ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ. ΑΝ.
Θέλεις τι μεῖζον ἢ κατακτεῖναί μ’ ἑλών;
ΚΡ.
Ἐγὼ μὲν οὐδέν· τοῦτ’ ἔχων ἅπαντ’ ἔχω. ΑΝ.
Τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων
90
Ant
.

(500)

ἀρεστὸν οὐδέν, μηδ’ ἀρεσθείη ποτέ· οὕτω δὲ καὶ σοὶ τἄμ’ ἀφανδάνοντ’ ἔφυ. Καίτοι πόθεν κλέος γ’ ἂν εὐκλεέστερον κατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳ τιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνειν
505
λέγοιτ’ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄσοι φόβος.
Ἀλλ’ ἡ τυραννὶς πολλά τ’ ἄλλ’ εὐδαιμονεῖ
κἄξεστιν αὐτῇ δρᾶν λέγειν θ’ ἃ βούλεται. ΚΡ.
Σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς. ΑΝ.
Ὁρῶσι χοὖτοι· σοὶ δ’ ὑπίλλουσι στόμα.
510ΚΡ.
Σὺ δ’ οὐκ ἐπαιδῇ, τῶνδε χωρὶς εἰ φρονεῖς; ΑΝ.
Οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν. ΚΡ.
Οὔκουν ὅμαιμος χὠ καταντίον θανών; ΑΝ.
Ὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός. ΚΡ.
Πῶς δῆτ’ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν;
515ΑΝ.
Οὐ μαρτυρήσει ταῦθ’ ὁ κατθανὼν νέκυς. ΚΡ.
Εἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ. ΑΝ.
Οὐ γάρ τι δοῦλος. ἀλλ’ ἀδελφὸς ὤλετο. ΚΡ.
Πορθῶν δὲ τήνδε γῆν· ὁ δ’ ἀντιστὰς ὕπερ. ΑΝ.
Ὅμως ὅ γ’ Ἅιδης τοὺς νόμους τούτους ποθεῖ.
520ΚΡ.
Ἀλλ’ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος. ΑΝ.
Τίς οἶδεν εἰ κάτω ’στὶν εὐαγῆ τάδε; ΚΡ.
Οὔτοι ποθ’ οὑχθρός, οὐδ’ ὅταν θάνῃ, φίλος.
ΑΝ.
Οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν. ΚΡ.
Κάτω νυν ἐλθοῦς’, εἰ φιλητέον, φίλει
91
525
κείνους· ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή. ΧΟ.
Καὶ μὴν πρὸ πυλῶν ἥδ’ Ἰσμήνη,
φιλάδελφα κάτω δάκρυ’ εἰβομένη·
νεφέλη δ’ ὀφρύων ὕπερ αἱματόεν
ῥέθος αἰσχύνει,
530
τέγγους’ εὐῶπα παρειάν. ΚΡ.
Σὺ δ’, ἣ κατ’ οἴκους ὡς ἔχιδν’ ὑφειμένη
λήθουσά μ’ ἐξέπινες, οὐδ’ ἐμάνθανον
τρέφων δύ’ ἄτα κἀπαναστάσεις θρόνων,
φέρ’, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφου
535
φήσεις μετασχεῖν, ἢ ’ξομῇ τὸ μὴ εἰδέναι; ΙΣ.
Δέδρακα τοὔργον, εἴπερ ἥδ’ ὁμορροθεῖ,
καὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας. ΑΝ.
Ἀλλ’ οὐκ ἐάσει τοῦτό γ’ ἡ Δίκη ς’, ἐπεὶ
οὔτ’ ἠθέλησας οὔτ’ ἐγὼ ’κοινωσάμην.
540ΙΣ.
Ἀλλ’ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι
ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη. ΑΝ.
Ὧν τοὔργον Ἅιδης χοἰ κάτω ξυνίστορες·
λόγοις δ’ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην. ΙΣ.
Μήτοι, κασιγνήτη, μ’ ἀτιμάσῃς τὸ μὴ οὐ
545
θανεῖν τε σὺν σοὶ τὸν θανόντα θ’ ἁγνίσαι. ΑΝ.
Μή μοι θάνῃς σὺ κοινά, μηδ’ ἃ μὴ ’θιγες
ποιοῦ σεαυτῆς· ἀρκέσω θνῄσκους’ ἐγώ. ΙΣ.
Καὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος;
ΑΝ.
Κρέοντ’ ἐρώτα· τοῦδε γὰρ σὺ κηδεμών.
92
Ant
.

(550)

ΙΣ.
Τί ταῦτ’ ἀνιᾷς μ’ οὐδὲν ὠφελουμένη; ΑΝ.
Ἀλγοῦσα μὲν δῆτ’, εἰ γέλωτ’ ἐν σοὶ γελῶ. ΙΣ.
Τί δῆτ’ ἂν ἀλλὰ νῦν ς’ ἔτ’ ὠφελοῖμ’ ἐγώ; ΑΝ.
Σῶσον σεαυτήν· οὐ φθονῶ ς’ ὑπεκφυγεῖν. ΙΣ.
Οἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου;
555ΑΝ.
Σὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν. ΙΣ.
Ἀλλ’ οὐκ ἐπ’ ἀρρήτοις γε τοῖς ἐμοῖς λόγοις. ΑΝ.
Καλῶς σὺ μὲν τοῖς, τοῖς δ’ ἐγὼ ’δόκουν φρονεῖν. ΙΣ.
Καὶ μὴν ἴση νῷν ἐστιν ἡ ’ξαμαρτία. ΑΝ.
Θάρσει· σὺ μὲν ζῇς, ἡ δ’ ἐμὴ ψυχὴ πάλαι
560
τέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν. ΚΡ.
Τὼ παῖδε φημὶ τώδε τὴν μὲν ἀρτίως
ἄνουν πεφάνθαι, τὴν δ’ ἀφ’ οὗ τὰ πρῶτ’ ἔφυ. ΙΣ.
Οὐ γάρ ποτ’, ὦναξ, οὐδ’ ὃς ἂν βλάστῃ μένει
νοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλ’ ἐξίσταται.
565ΚΡ.
Σοὶ γοῦν, ὅθ’ εἵλου σὺν κακοῖς πράσσειν κακά. ΙΣ.
Τί γὰρ μόνῃ μοι τῆσδ’ ἄτερ βιώσιμον; ΚΡ.
Ἀλλ’ «ἥδε» μέντοι μὴ λέγ’· οὐ γὰρ ἔστ’ ἔτι. ΙΣ.
Ἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου; ΚΡ.
Ἀρώσιμοι γὰρ χἀτέρων εἰσὶν γύαι.
570ΙΣ.
Οὐχ ὥς γ’ ἐκείνῳ τῇδέ τ’ ἦν ἡρμοσμένα. ΚΡ.
Κακὰς ἐγὼ γυναῖκας υἱέσι στυγῶ.
ΙΣ.
Ὦ φίλταθ’ Αἵμων, ὥς ς’ ἀτιμάζει πατήρ. ΚΡ.
Ἄγαν γε λυπεῖς καὶ σὺ καὶ τὸ σὸν λέχος. ΧΟ.
Ἦ γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον;
93
575ΚΡ.
Ἅιδης ὁ παύσων τούσδε τοὺς γάμους ἐμοί. ΧΟ.
Δεδογμέν’, ὡς ἔοικε, τήνδε κατθανεῖν. ΚΡ.
Καὶ σοί γε κἀμοί. Μὴ τριβὰς ἔτ’, ἀλλά νιν
κομίζετ’ εἴσω, δμῶες· ἐκδέτας δὲ χρὴ
γυναῖκας εἶναι τάσδε μηδ’ ἀνειμένας.
580Φεύγουσι γάρ τοι χοἰ θρασεῖς, ὅταν πέλας ἤδη τὸν ᾅδην εἰσορῶσι τοῦ βίου.
581 ΧΟ.
Εὐδαίμονες οἷσι κακῶν ἄγευστος αἰών·
Str. 1.
οἷς γὰρ ἂν σεισθῇ θεόθεν δόμος, ἄτας
585οὐδὲν ἐλλείπει γενεᾶς ἐπὶ πλῆθος ἕρπον· ὅμοιον ὥστε ποντίας οἶδμα, δυσπνόοις ὅταν Θρῄσσῃσιν ἔρεβος ὕφαλον ἐπιδράμῃ πνοαῖς,
590κυλίνδει βυσσόθεν κελαινὰν θῖνα καὶ δυσάνεμοι στόνῳ βρέμουσιν ἀντιπλῆγες ἀκταί.
592
Ἀρχαῖα τὰ Λαβδακιδᾶν οἴκων ὁρῶμαι
Ant. 1.
595πήματα φθιμένων ἐπὶ πήμασι πίπτοντ’, οὐδ’ ἀπαλλάσσει γενεὰν γένος, ἀλλ’ ἐρείπει
598θεῶν τις, οὐδ’ ἔχει λύσιν. Νῦν γὰρ ἐσχάτας ὅπερ
Ant
.

(600)

ῥίζας ἐτέτατο φάος ἐν Οἰδίπου δόμοις, κατ’ αὖ νιν φοινία θεῶν τῶν νερτέρων ἀμᾷ κόνις, λόγου τ’ ἄνοια καὶ φρενῶν Ἐρινύς.94
603
Τεάν, Ζεῦ, δύναμιν τίς ἀν‐
Str. 2.
605 δρῶν ὑπερβασία κατάσχοι, τὰν οὔθ’ ὕπνος αἱρεῖ ποθ’ ὁ πάντα κηλῶν, οὔτ’ ἀκάματοι θεῶν μῆνες, ἀγήρως δὲ χρόνῳ δυνάστας κατέχεις Ὀλύμπου
610μαρμαρόεσσαν αἴγλαν. Τό τ’ ἔπειτα καὶ τὸ μέλλον καὶ τὸ πρὶν ἐπαρκέσει νόμος ὅδ’· οὐδὲν ἕρπει θνατῶν βιότῳ πάμπολύ γ’ ἐκτὸς ἄτας.
614
615Ἁ γὰρ δὴ πολύπλαγκτος ἐλ‐
Ant. 2. πὶς πολλοῖς μὲν ὄνασις ἀνδρῶν, πολλοῖς δ’ ἀπάτα κουφονόων ἐρώτων· εἰδότι δ’ οὐδὲν ἕρπει, πρὶν πυρὶ θερμῷ πόδα τις προσαύσῃ.
620Σοφίᾳ γὰρ ἔκ του κλεινὸν ἔπος πέφανται· τὸ κακὸν δοκεῖν ποτ’ ἐσθλὸν τῷδ’ ἔμμεν, ὅτῳ φρένας θεὸς ἄγει πρὸς ἄταν·
625πράσσει δ’ ὀλιγοστὸν χρόνον ἐκτὸς ἄτας. Ὅδε μὴν Αἵμων, παίδων τῶν σῶν νέατον γέννημ’· ἆρ’ ἀχνύμενος [τῆς μελλογάμου νύμφης] τάλιδος ἥκει μόρον Ἀντιγόνης,95
630ἀπάτας λεχέων ὑπεραλγῶν;
630 ΚΡ.
Τάχ’ εἰσόμεσθα μάντεων ὑπέρτερον.
Ὦ παῖ, τελείαν ψῆφον ἆρα μὴ κλύων
τῆς μελλονύμφου πατρὶ λυσσαίνων πάρει;
ἢ σοὶ μὲν ἡμεῖς πανταχῇ δρῶντες φίλοι;
635ΑΙΜΩΝ
635
Πάτερ, σός εἰμι, καὶ σύ μοι γνώμας ἔχων
χρηστὰς ἀπορθοῖς, αἷς ἔγωγ’ ἐφέψομαι.
Ἐμοὶ γὰρ οὐδεὶς ἀξιώσεται γάμος
μείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου. ΚΡ.
Οὕτω γάρ, ὦ παῖ, χρὴ διὰ στέρνων ἔχειν,
640γνώμης πατρῴας πάντ’ ὄπισθεν ἑστάναι· τούτου γὰρ οὕνεκ’ ἄνδρες εὔχονται γονὰς κατηκόους φύσαντες ἐν δόμοις ἔχειν, ὡς καὶ τὸν ἐχθρὸν ἀνταμύνωνται κακοῖς, καὶ τὸν φίλον τιμῶσιν ἐξ ἴσου πατρί.
645Ὅστις δ’ ἀνωφέλητα φιτύει τέκνα, τί τόνδ’ ἂν εἴποις ἄλλο πλὴν αὑτῷ πόνους φῦσαι, πολὺν δὲ τοῖσιν ἐχθροῖσιν γέλων; Μή νύν ποτ’, ὦ παῖ, τὰς φρένας 〈γ’〉 ὑφ’ ἡδονῆς γυναικὸς οὕνεκ’ ἐκβάλῃς, εἰδὼς ὅτι
Ant
.

(650)

ψυχρὸν παραγκάλισμα τοῦτο γίγνεται, γυνὴ κακὴ ξύνευνος ἐν δόμοις; τί γὰρ γένοιτ’ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός; Ἀλλὰ πτύσας ὡσεί τε δυσμενῆ μέθες τὴν παῖδ’ ἐν Ἅιδου τήνδε νυμφεύειν τινί.96
655Ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐμφανῶς ἐγὼ πόλεως ἀπιστήσασαν ἐκ πάσης μόνην, ψευδῆ γ’ ἐμαυτὸν οὐ καταστήσω πόλει, ἀλλὰ κτενῶ. Πρὸς ταῦτ’ ἐφυμνείτω Δία Ξύναιμον· εἰ γὰρ δὴ τά γ’ ἐγγενῆ φύσει
660ἄκοσμα θρέψω, κάρτα τοὺς ἔξω γένους· ἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστ’ ἀνὴρ χρηστός, φανεῖται κἀν πόλει δίκαιος ὤν. Ὅστις δ’ ὑπερβὰς ἢ νόμους βιάζεται, ἢ τοὐπιτάσσειν τοῖς κρατοῦσιν ἐννοεῖ,
665οὐκ ἔστ’ ἐπαίνου τοῦτον ἐξ ἐμοῦ τυχεῖν. Ἀλλ’ ὃν πόλις στήσειε, τοῦδε χρὴ κλύειν καὶ σμικρὰ καὶ δίκαια καὶ τἀναντία. Καὶ τοῦτον ἂν τὸν ἄνδρα θαρσοίην ἐγὼ καλῶς μὲν ἄρχειν, εὖ δ’ ἂν ἄρχεσθαι θέλειν,
670δορός τ’ ἂν ἐν χειμῶνι προστεταγμένον μένειν δίκαιον κἀγαθὸν παραστάτην. Ἀναρχίας δὲ μεῖζον οὐκ ἔστιν κακόν· αὕτη πόλεις ὄλλυσιν, ἥδ’ ἀναστάτους οἴκους τίθησιν, ἥδε συμμάχου δορὸς
675τροπὰς καταρρήγνυσι· τῶν δ’ ὀρθουμένων σῴζει τὰ πολλὰ σώμαθ’ ἡ πειθαρχία.
Οὕτως ἀμυντέ’ ἐστὶ τοῖς κοσμουμένοις, κοὔτοι γυναικὸς οὐδαμῶς ἡσσητέα· κρεῖσσον γάρ, εἴπερ δεῖ, πρὸς ἀνδρὸς ἐκπεσεῖν,97
680
κοὐκ ἂν γυναικῶν ἥσσονες καλοίμεθ’ ἄν. ΧΟ.
Ἡμῖν μέν, εἰ μὴ τῷ χρόνῳ κεκλέμμεθα,
λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι. ΑΙ.
Πάτερ, θεοὶ φύουσιν ἀνθρώποις φρένας
πάντων ὅς’ ἐστὶ κτημάτων ὑπέρτατον·
685Ἐγὼ δ’ ὅπως σὺ μὴ λέγεις ὀρθῶς τάδε, οὔτ’ ἂν δυναίμην μήτ’ ἐπισταίμην λέγειν· γένοιτο μεντἂν χἀτέρῳ καλῶς ἔχον. Σοῦ δ’ οὖν πέφυκα πάντα προσκοπεῖν ὅσα λέγει τις ἢ πράσσει τις ἢ ψέγειν ἔχει·
690τὸ γὰρ σὸν ὄμμα δεινὸν ἀνδρὶ δημότῃ λόγοις τοιούτοις οἷς σὺ μὴ τέρψῃ κλύων. Ἐμοὶ δ’ ἀκούειν ἔσθ’ ὑπὸ σκότου τάδε, τὴν παῖδα ταύτην οἷ’ ὀδύρεται πόλις, πασῶν γυναικῶν ὡς ἀναξιωτάτη
695κάκιστ’ ἀπ’ ἔργων εὐκλεεστάτων φθίνει, ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖς πεπτῶτ’ ἄθαπτον μήθ’ ὑπ’ ὠμηστῶν κυνῶν εἴας’ ὀλέσθαι μήθ’ ὑπ’ οἰωνῶν τινος· οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν;
Ant
.

(700)

τοιάδ’ ἐρεμνὴ σῖγ’ ἐπέρχεται φάτις. Ἐμοὶ δὲ σοῦ πράσσοντος εὐτυχῶς, πάτερ, οὐκ ἔστιν οὐδὲν κτῆμα τιμιώτερον· τί γὰρ πατρὸς θάλλοντος εὐκλείας τέκνοις
ἄγαλμα μεῖζον ἢ τί πρὸς παίδων πατρί;98
705Μή νυν ἓν ἦθος μοῦνον ἐν σαυτῷ φόρει, ὡς φῂς σύ, κοὐδὲν ἄλλο, τοῦτ’ ὀρθῶς ἔχειν· ὅστις γὰρ αὐτὸς ἢ φρονεῖν μόνος δοκεῖ, ἢ γλῶσσαν ἣν οὐκ ἄλλος ἢ ψυχὴν ἔχειν, οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί.
710Ἀλλ’ ἄνδρα, κεἴ τις ᾖ σοφός, τὸ μανθάνειν πόλλ’ αἰσχρὸν οὐδὲν καὶ τὸ μὴ τείνειν ἄγαν. Ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα δένδρων ὑπείκει, κλῶνας ὡς ἐκσῴζεται, τὰ δ’ ἀντιτείνοντ’ αὐτόπρεμν’ ἀπόλλυται.
715Αὔτως δὲ ναὸς ὅστις ἐγκρατὴς πόδα τείνας ὑπείκει μηδέν, ὑπτίοις κάτω στρέψας τὸ λοιπὸν σέλμασιν ναυτίλλεται. Ἀλλ’ εἶκε, θυμῷ καὶ μετάστασιν δίδου. Γνώμη γὰρ εἴ τις κἀπ’ ἐμοῦ νεωτέρου
720
πρόσεστι, φήμ’ ἔγωγε πρεσβεύειν πολὺ
φῦναι τὸν ἄνδρα πάντ’ ἐπιστήμης πλέων·
εἰ δ’ οὖν, φιλεῖ γὰρ τοῦτο μὴ ταύτῃ ῥέπειν,
καὶ τῶν λεγόντων εὖ καλὸν τὸ μανθάνειν. ΧΟ.
Ἄναξ, σέ τ’ εἰκός, εἴ τι καίριον λέγει,
725
μαθεῖν, σέ τ’ αὖ τοῦδ’· εὖ γὰρ εἴρηται διπλᾶ. ΚΡ.
Οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ
φρονεῖν ὑπ’ ἀνδρὸς τηλικοῦδε τὴν φύσιν; ΑΙ.
Μηδὲν τὸ μὴ δίκαιον· εἰ δ’ ἐγὼ νέος,
οὐ τὸν χρόνον χρὴ μᾶλλον ἢ τἄργα σκοπεῖν.
730ΚΡ.
Ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν;
ΑΙ.
Οὐδ’ ἂν κελεύσαιμ’ εὐσεβεῖν εἰς τοὺς κακούς. ΚΡ.
Οὐχ ἥδε γὰρ τοιᾷδ’ ἐπείληπται νόσῳ; ΑΙ.
Οὔ φησι Θήβης τῆσδ’ ὁμόπτολις λεώς. ΚΡ.
Πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ;
99
735ΑΙ.
Ὁρᾷς τόδ’ ὡς εἴρηκας ὡς ἄγαν νέος; ΚΡ.
Ἄλλῳ γὰρ ἢ ’μοὶ χρή με τῆσδ’ ἄρχειν χθονός; ΑΙ.
Πόλις γὰρ οὐκ ἔσθ’ ἥτις ἀνδρός ἐσθ’ ἑνός. ΚΡ.
Οὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται; ΑΙ.
Καλῶς ἐρήμης γ’ ἂν σὺ γῆς ἄρχοις μόνος.
740ΚΡ.
Ὅδ’, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ. ΑΙ.
Εἴπερ γυνὴ σύ· σοῦ γὰρ οὖν προκήδομαι. ΚΡ.
Ὦ παγκάκιστε, διὰ δίκης ἰὼν πατρί; ΑΙ.
Οὐ γὰρ δίκαιά ς’ ἐξαμαρτάνονθ’ ὁρῶ. ΚΡ.
Ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων;
745ΑΙ.
Οὐ γὰρ σέβεις, τιμάς γε τὰς θεῶν πατῶν. ΚΡ.
Ὦ μιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον. ΑΙ.
Οὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ. ΚΡ.
Ὁ γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε. ΑΙ.
Καὶ σοῦ γε κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων.
Ant
.

(750)

ΚΡ.
Ταύτην ποτ’ οὐκ ἔσθ’ ὡς ἔτι ζῶσαν γαμεῖς. ΑΙ.
Ἥδ’ οὖν θανεῖται καὶ θανοῦς’ ὀλεῖ τινα. ΚΡ.
Ἦ κἀπαπειλῶν ὧδ’ ἐπεξέρχῃ θρασύς; ΑΙ.
Τίς δ’ ἔστ’ ἀπειλὴ πρὸς κενὰς γνώμας λέγειν; ΚΡ.
Κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός.
755ΑΙ.
Εἰ μὴ πατὴρ ἦσθ’, εἶπον ἄν ς’ οὐκ εὖ φρονεῖν. ΚΡ.
Γυναικὸς ὢν δούλευμα, μὴ κώτιλλέ με.
ΑΙ.
Βούλει λέγειν τι καὶ λέγων μηδὲν κλύειν; ΚΡ.
Ἄληθες; ἀλλ’ οὐ τόνδ’ Ὄλυμπον, ἴσθ’ ὅτι,
χαίρων ἐπὶ ψόγοισι δεννάσεις ἐμέ.
100
760
Ἄγαγε τὸ μῖσος, ὡς κατ’ ὄμματ’ αὐτίκα
παρόντι θνῄσκῃ πλησία τῷ νυμφίῳ. ΑΙ.
Οὐ δῆτ’ ἔμοιγε, τοῦτο μὴ δόξῃς ποτέ,
οὔθ’ ἥδ’ ὀλεῖται πλησία, σύ τ’ οὐδαμᾷ
τοὐμὸν προσόψει κρᾶτ’ ἐν ὀφθαλμοῖς ὁρῶν,
765
ὡς τοῖς θέλουσι τῶν φίλων μαίνῃ ξυνών. ΧΟ.
Ἁνὴρ, ἄναξ, βέβηκεν ἐξ ὀργῆς ταχύς·
νοῦς δ’ ἐστὶ τηλικοῦτος ἀλγήσας βαρύς. ΚΡ.
Δράτω, φρονείτω μεῖζον ἢ κατ’ ἄνδρ’ ἰών·
τὰ δ’ οὖν κόρα τάδ’ οὐκ ἀπαλλάξει μόρου.
770ΧΟ.
Ἄμφω γὰρ αὐτὰ καὶ κατακτεῖναι νοεῖς; ΚΡ.
Οὐ τήν γε μὴ θιγοῦσαν· εὖ γὰρ οὖν λέγεις. ΧΟ.
Μόρῳ δὲ ποίῳ καί σφε βουλεύῃ κτανεῖν; ΚΡ.
Ἄγων ἔρημος ἔνθ’ ἂν ᾖ βροτῶν στίβος,
κρύψω πετρώδει ζῶσαν ἐν κατώρυχι,
775φορβῆς τοσοῦτον ὡς ἄγος μόνον προθείς, ὅπως μίασμα πᾶς’ ὑπεκφύγῃ πόλις· κἀκεῖ τὸν Ἅιδην, ὃν μόνον σέβει θεῶν, αἰτουμένη που τεύξεται τὸ μὴ θανεῖν, ἢ γνώσεται γοῦν ἀλλὰ τηνικαῦθ’ ὅτι
780
πόνος περισσός ἐστι τἀν Ἅιδου σέβειν. ΧΟ.
Ἔρως ἀνίκατε μάχαν,
Str.
Ἔρως, ὃς ἐν κτήμασι πίπ‐
τεις, ὃς ἐν μαλακαῖς παρει‐
αῖς νεάνιδος ἐννυχεύεις,
101
785φοιτᾷς δ’ ὑπερπόντιος ἔν τ’ ἀγρονόμοις αὐλαῖς· καί ς’ οὔτ’ ἀθανάτων φύξιμος οὐδεὶς οὔθ’ ἁμερίων ἐπ’ ἀνθρώ‐
790πων, ὁ δ’ ἔχων μέμηνεν.
790
Σὺ καὶ δικαίων ἀδίκους
Ant.
φρένας παρασπᾷς ἐπὶ λώ‐
βᾳ· σὺ καὶ τόδε νεῖκος ἀν‐
δρῶν ξύναιμον ἔχεις ταράξας·
795νικᾷ δ’ ἐναργὴς βλεφάρων ἵμερος εὐλέκτρου νύμφας, τῶν μεγάλων πάρεδρος ἐν ἀρχαῖς θεσ‐ μῶν· ἄμαχος γὰρ ἐμπαί‐
Ant
.

(800)

ζει θεὸς Ἀφροδίτα. Νῦν δ’ ἤδη ’γὼ καὐτὸς θεσμῶν ἔξω φέρομαι τάδ’ ὁρῶν, ἴσχειν δ’ οὐκέτι πηγὰς δύναμαι δακρύων, τὸν παγκοίτην ὅθ’ ὁρῶ θάλαμον
805τήνδ’ Ἀντιγόνην ἀνύτουσαν.
805 ΑΝ.
Ὁρᾶτ’ ἔμ’, ὦ γᾶς πατρίας πολῖται,
Str. 1.
τὰν νεάταν ὁδὸν στείχουσαν, νέατον δὲ φέγ‐ γος λεύσσουσαν ἀελίου,102
810κοὔποτ’ αὖθις, ἀλλά μ’ ὁ παγ‐ κοίτας Ἅιδας ζῶσαν ἄγει τὰν Ἀχέροντος ἀκτάν, οὔθ’ ὑμεναίων ἔγ‐ κληρον, οὔτ’ ἐπὶ νυμφείοις
815πώ μέ τις ὕμνος ὕμ‐ νησεν, ἀλλ’ Ἀχέροντι νυμφεύσω.
816 ΧΟ.
Οὐκοῦν κλεινὴ καὶ ἔπαινον ἔχους’
ἐς τόδ’ ἀπέρχῃ κεῦθος νεκύων,
οὔτε φθινάσιν πληγεῖσα νόσοις
820οὔτε ξιφέων ἐπίχειρα λαχοῦς’, ἀλλ’ αὐτόνομος ζῶσα μόνη δὴ θνητῶν Ἀίδην καταβήσῃ.
822 ΑΝ.
Ἤκουσα δὴ λυγροτάταν ὀλέσθαι
Ant. 1.
τὰν Φρυγίαν ξέναν
825Ταντάλου Σιπύλῳ πρὸς ἄ‐ κρῳ, τὰν κισσὸς ὡς ἀτενὴς πετραία βλάστα δάμασεν, καί νιν ὄμβρῳ τακομέναν, ὡς φάτις ἀνδρῶν,
830χιών τ’ οὐδαμὰ λείπει, τέγ‐ γει θ’ ὑπ’ ὀφρύσι παγκλαύτοις δειράδας· ᾇ με δαί‐
μων ὁμοιοτάταν κατευνάζει. ΧΟ.
Ἀλλὰ θεός τοι καὶ θεογεννής,
103
835ἡμεῖς δὲ βροτοὶ καὶ θνητογενεῖς. Καίτοι φθιμένῃ μέγ〈α κ〉ἀκοῦσαι τοῖς ἰσοθέοις σύγκληρα λαχεῖν ζῶσαν καὶ ἔπειτα θανοῦσαν.
838 ΑΝ.
Οἴμοι γελῶμαι. Τί με, πρὸς θεῶν πατρῴ‐
Str. 2.
840 ων, οὐκ οὐλομέναν ὑβρίζεις, ἀλλ’ ἐπίφαντον; Ὦ πόλις, ὦ πόλεως πολυκτήμονες ἄνδρες· ἰὼ Διρκαῖαι κρῆναι Θήβας τ’ εὐ‐
845 αρμάτου ἄλσος, ἔμπας ξυμμάρτυρας ὔμμ’ ἐπικτῶμαι, οἵα φίλων ἄκλαυτος, οἵοις νόμοις πρὸς ἕργμα τυμβόχωστον ἔρ‐ χομαι τάφου ποταινίου·
Ant
.

(850)

ἰὼ δύστανος, οὔτ’ ἐν βροτοῖς οὔτε νεκροῖσιν μέτοικος, οὐ ζῶσιν, οὐ θανοῦσιν.
852 ΧΟ.
Προβᾶς’ ἐπ’ ἔσχατον θράσους
ὑψηλὸν ἐς Δίκας βάθρον
855προσέπεσες, ὦ τέκνον, πολύ·
πατρῷον δ’ ἐκτίνεις τιν’ ἆθλον. ΑΝ.
Ἔψαυσας ἀλγεινοτάτας ἐμοὶ μερίμ‐
Ant. 2.
νας πατρὸς τριπόλιστον οἶκτον,
τοῦ τε πρόπαντος
104
860ἁμετέρου πότμου κλεινοῖς Λαβδακίδαισιν. Ἰὼ ματρῷαι λέκτρων ἆται κοι‐
864μήματ〈ά τ’〉 αὐτογέννητ’
865ἐμῷ πατρὶ δυσμόρου ματρός, οἵων ἐγώ ποθ’ ἁ ταλαίφρων ἔφυν· πρὸς οὓς ἀραῖος, ἄγαμος, ἅδ’ ἐγὼ μέτοικος ἔρχομαι. Ἰὼ δυσπότμων
870γάμων, κασίγνητε, κυρήσας, θανὼν ἔτ’ οὖσαν κατήναρές με.
871 ΧΟ.
Σέβειν μὲν εὐσέβειά τις,
κράτος δ’ ὅτῳ κράτος μέλει
παραβατὸν οὐδαμᾷ πέλει,
875σὲ δ’ αὐτόγνωτος ὤλες’ ὀργά.
875 ΑΝ.
Ἄκλαυτος, ἄφιλος, ἀνυμέναιος ταλαί‐
Ep.
φρων ἄγομαι τάνδ’ ἑτοίμαν ὁδόν·
οὐκέτι μοι τόδε λαμπάδος ἱερὸν ὄμμα
880θέμις ὁρᾶν ταλαίνᾳ· τὸν δ’ ἐμὸν πότμον ἀδάκρυτον οὐ‐
δεὶς φίλων στενάζει. ΚΡ.
Ἆρ’ ἴστ’ ἀοιδὰς καὶ γόους πρὸ τοῦ θανεῖν
ὡς οὐδ’ ἂν εἷς παύσαιτ’ ἄν, εἰ χρείη λέγειν;
105
885Οὐκ ἄξεθ’ ὡς τάχιστα, καὶ κατηρεφεῖ τύμβῳ περιπτύξαντες, ὡς εἴρηκ’ ἐγώ, ἄφετε μόνην ἔρημον, εἴτε χρῇ θανεῖν, εἴτ’ ἐν τοιαύτῃ ζῶσα τυμβεύειν στέγῃ. Ἡμεῖς γὰρ ἁγνοὶ τοὐπὶ τήνδε τὴν κόρην·
890
μετοικίας δ’ οὖν τῆς ἄνω στερήσεται. ΑΝ.
Ὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴς
οἴκησις αἰείφρουρος, οἷ πορεύομαι
πρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖς
πλεῖστον δέδεκται Φερσέφασς’ ὀλωλότων,
895ὧν λοισθία ’γὼ καὶ κάκιστα δὴ μακρῷ κάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου. Ἐλθοῦσα μέντοι κάρτ’ ἐν ἐλπίσιν τρέφω φίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί, μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα·
Ant
.

(900)

ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼ ἔλουσα κἀκόσμησα κἀπιτυμβίους χοὰς ἔδωκα· νῦν δέ, Πολύνεικες, τὸ σὸν δέμας περιστέλλουσα τοιάδ’ ἄρνυμαι. Καίτοι ς’ ἐγὼ ’τίμησα τοῖς φρονοῦσιν εὖ.
905Οὐ γάρ ποτ’ οὔτ’ ἂν εἰ τέκνων μήτηρ ἔφυν οὔτ’ εἰ πόσις μοι κατθανὼν ἐτήκετο, βίᾳ πολιτῶν τόνδ’ ἂν ᾐρόμην πόνον. Τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω; πόσις μὲν ἄν μοι κατθανόντος ἄλλος ἦν,
910καὶ παῖς ἀπ’ ἄλλου φωτός, εἰ τοῦδ’ ἤμπλακον· μητρὸς δ’ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότοιν οὐκ ἔστ’ ἀδελφὸς ὅστις ἂν βλάστοι ποτέ. Τοιῷδε μέντοι ς’ ἐκπροτιμήσας’ ἐγὼ νόμῳ, Κρέοντι ταῦτ’ ἔδοξ’ ἁμαρτάνειν106
915καὶ δεινὰ τολμᾶν, ὦ κασίγνητον κάρα. Καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβὼν ἄλεκτρον, ἀνυμέναιον, οὔτε του γάμου μέρος λαχοῦσαν οὔτε παιδείου τροφῆς, ἀλλ’ ὧδ’ ἔρημος πρὸς φίλων ἡ δύσμορος
920ζῶς’ εἰς θανόντων ἔρχομαι κατασκαφάς, ποίαν παρεξελθοῦσα δαιμόνων δίκην; Τί χρή με τὴν δύστηνον ἐς θεοὺς ἔτι βλέπειν; τίν’ αὐδᾶν ξυμμάχων; ἐπεί γε δὴ τὴν δυσσέβειαν εὐσεβοῦς’ ἐκτησάμην.
925
Ἀλλ’ εἰ μὲν οὖν τάδ’ ἐστὶν ἐν θεοῖς καλά,
παθόντες ἂν ξυγγνοῖμεν ἡμαρτηκότες·
εἰ δ’ οἵδ’ ἁμαρτάνουσι, μὴ πλείω κακὰ
πάθοιεν ἢ καὶ δρῶσιν ἐκδίκως ἐμέ. ΧΟ.
Ἔτι τῶν αὐτῶν ἀνέμων αὐταὶ
930
ψυχῆς ῥιπαὶ τήνδε γ’ ἔχουσιν. ΚΡ.
Τοιγὰρ τούτων τοῖσιν ἄγουσιν
κλαύμαθ’ ὑπάρξει βραδυτῆτος ὕπερ. ΑΝ.
Οἴμοι, θανάτου τοῦτ’ ἐγγυτάτω
τοὔπος ἀφῖκται.
935ΚΡ.
Θαρσεῖν οὐδὲν παραμυθοῦμαι
μὴ οὐ τάδε ταύτῃ κατακυροῦσθαι. ΑΝ.
Ὦ γῆς Θήβης ἄστυ πατρῷον
καὶ θεοὶ προγενεῖς,
ἄγομαι δὴ ’γὼ κοὐκέτι μέλλω.
107
940Λεύσσετε, Θήβης οἱ κοιρανίδαι, τὴν βασιλειδῶν μούνην λοιπήν, οἷα πρὸς οἵων ἀνδρῶν πάσχω, τὴν εὐσεβίαν σεβίσασα.
943 ΧΟ.
Ἔτλα καὶ Δανάας οὐράνιον φῶς
Str. 1.
945ἀλλάξαι δέμας ἐν χαλκοδέτοις αὐλαῖς· κρυπτομένα δ’ ἐν τυμβήρει θαλάμῳ κατεζεύχθη· καίτοι 〈καὶ〉 γενεᾷ τίμιος, ὦ παῖ, παῖ,
Ant
.

(950)

καὶ Ζηνὸς ταμιεύεσκε γονὰς χρυσορύτους. Ἀλλ’ ἁ μοιριδία τις δύνασις δεινά· οὔτ’ ἄν νιν ὄλβος οὔτ’ Ἄρης, οὐ πύργος, οὐχ ἁλίκτυποι κελαιναὶ νᾶες ἐκφύγοιεν.
954
955Ζεύχθη δ’ ὀξύχολος παῖς ὁ Δρύαντος,
Ant. 1. Ἠδωνῶν βασιλεύς, κερτομίοις ὀργαῖς, ἐκ Διονύσου πετρώδει κατάφαρκτος ἐν δεσμῷ. Οὕτω τᾶς μανίας δεινὸν ἀποστάζει
960ἀνθηρόν τε μένος. Κεῖνος ἐπέγνω μανίαις ψαύων τὸν θεὸν ἐν κερτομίοις γλώσσαις. Παύεσκε μὲν γὰρ ἐνθέους γυναῖκας εὔιόν τε πῦρ,
965φιλαύλους τ’ ἠρέθιζε Μούσας. Παρὰ δὲ Κυανέων πελάγει διδύμας ἁλὸς
Str. 2.
108
968ἀκταὶ Βοσπόριαι ἰδ’ ὁ Θρῃκῶν 〈ἠιὼν〉
970Σαλμυδησσός, ἵν’ ἀγχίπολις Ἄρης δισσοῖσι Φινείδαις εἶδεν ἀρατὸν ἕλκος τυφλωθὲν ἐξ ἀγρίας δάμαρτος ἀλαὸν ἀλαστόροισιν ὀμμάτων κύκλοις
975ἄτερθ’ ἐγχέων, ὑφ’ αἱματηραῖς χείρεσσι καὶ κερκίδων ἀκμαῖσιν.
976
979Κατὰ δὲ τακόμενοι μέλεοι μελέαν πάθαν
Ant. 2.
980κλαῖον, ματρὸς ἔχοντες ἀνύμφευτον γονάν· ἁ δὲ σπέρμα μὲν ἀρχαιογόνων ἄντας’ Ἐρεχθειδᾶν, τηλεπόροις δ’ ἐν ἄντροις τράφη θυέλλῃσιν ἐν πατρῴαις
985Βορεὰς ἅμιππος ὀρθόποδος ὑπὲρ πάγου θεῶν παῖς· ἀλλὰ κἀπ’ ἐκείνᾳ Μοῖραι μακραίωνες ἔσχον, ὦ παῖ.
987 ΤΕΙΡΕΣΙΑΣ
988Θήβης ἄνακτες, ἥκομεν κοινὴν ὁδὸν δύ’ ἐξ ἑνὸς βλέποντε· τοῖς τυφλοῖσι γὰρ
990
αὕτη κέλευθος ἐκ προηγητοῦ πέλει. ΚΡ.
Τί δ’ ἔστιν, ὦ γεραιὲ Τειρεσία, νέον; ΤΕ.
Ἐγὼ διδάξω, καὶ σὺ τῷ μάντει πιθοῦ. ΚΡ.
Οὔκουν πάρος γε σῆς ἀπεστάτουν φρενός.
ΤΕ.
Τοιγὰρ δι’ ὀρθῆς τήνδ’ ἐναυκλήρεις πόλιν.
109
995ΚΡ.
Ἔχω πεπονθὼς μαρτυρεῖν ὀνήσιμα. ΤΕ.
Φρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης. ΚΡ.
Τί δ’ ἔστιν; ὡς ἐγὼ τὸ σὸν φρίσσω στόμα. ΤΕ.
Γνώσῃ, τέχνης σημεῖα τῆς ἐμῆς κλύων.
Εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπον
Ant
.

(1000)

ἵζων, ἵν’ ἦν μοι παντὸς οἰωνοῦ λιμήν, ἀγνῶτ’ ἀκούω φθόγγον ὀρνίθων, κακῷ κλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ· καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φοναῖς ἔγνων· πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν.
1005Εὐθὺς δὲ δείσας ἐμπύρων ἐγευόμην βωμοῖσι παμφλέκτοισιν· ἐκ δὲ θυμάτων Ἥφαιστος οὐκ ἔλαμπεν, ἀλλ’ ἐπὶ σποδῷ μυδῶσα κηκὶς μηρίων ἐτήκετο κἄτυφε κἀνέπτυε, καὶ μετάρσιοι
1010χολαὶ διεσπείροντο, καὶ καταρρυεῖς μηροὶ καλυπτῆς ἐξέκειντο πιμελῆς. Τοιαῦτα παιδὸς τοῦδ’ ἐμάνθανον πάρα, φθίνοντ’ ἀσήμων ὀργίων μαντεύματα· ἐμοὶ γὰρ οὗτος ἡγεμών, ἄλλοις δ’ ἐγώ.
1015Καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις· βωμοὶ γὰρ ἡμῖν ἐσχάραι τε παντελεῖς πλήρεις ὑπ’ οἰωνῶν τε καὶ κυνῶν βορᾶς τοῦ δυσμόρου πεπτῶτος Οἰδίπου γόνου. Κᾆτ’ οὐ δέχονται θυστάδας λιτὰς ἔτι
1020θεοὶ παρ’ ἡμῶν οὐδὲ μηρίων φλόγα, οὐδ’ ὄρνις εὐσήμους ἀπορροιβδεῖ βοάς, ἀνδροφθόρου βεβρῶτες αἵματος λίπος. Ταῦτ’ οὖν, τέκνον, φρόνησον. Ἀνθρώποισι γὰρ
τοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν·110
1025ἐπεὶ δ’ ἁμάρτῃ, κεῖνος οὐκέτ’ ἔστ’ ἀνὴρ ἄβουλος οὐδ’ ἄνολβος, ὅστις ἐς κακὸν πεσὼν ἀκῆται μηδ’ ἀκίνητος πέλῃ· αὐθαδία τοι σκαιότητ’ ὀφλισκάνει. Ἀλλ’ εἶκε τῷ θανόντι, μηδ’ ὀλωλότα
1030
κέντει· τίς ἀλκὴ τὸν θανόντ’ ἐπικτανεῖν;
Εὖ σοι φρονήσας εὖ λέγω· τὸ μανθάνειν δ’
ἥδιστον εὖ λέγοντος, εἰ κέρδος λέγοι. ΚΡ.
Ὦ πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦ
τοξεύετ’ ἀνδρὸς τοῦδε, κοὐδὲ μαντικῆς
1035ἄπρακτος ὑμῖν εἰμι, τῶν δ’ ὑπαὶ γένους ἐξημπόλημαι κἀμπεφόρτισμαι πάλαι. Κερδαίνετ’, ἐμπολᾶτε τὸν πρὸς Σάρδεων ἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸν χρυσόν· τάφῳ δ’ ἐκεῖνον οὐχὶ κρύψετε·
1040οὐδ’ εἰ θέλους’ οἱ Ζηνὸς αἰετοὶ βορὰν φέρειν νιν ἁρπάζοντες ἐς Διὸς θρόνους, οὐδ’ ὣς μίασμα τοῦτο μὴ τρέσας, ἐγὼ θάπτειν παρήσω κεῖνον· εὖ γὰρ οἶδ’ ὅτι θεοὺς μιαίνειν οὔτις ἀνθρώπων σθένει.
1045
Πίπτουσι δ’, ὦ γεραιὲ Τειρεσία, βροτῶν
χοἰ πολλὰ δεινοὶ πτώματ’ αἴσχρ’, ὅταν λόγους
αἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν. ΤΕ.
Φεῦ·
1048
ἆρ’ οἶδεν ἀνθρώπων τις, ἆρα φράζεται— ΚΡ.
Τί χρῆμα; ποῖον τοῦτο πάγκοινον λέγεις;
Ant
.

(1050)

ΤΕ.
ὅσῳ κράτιστον κτημάτων εὐβουλία; ΚΡ.
Ὅσῳπερ, οἶμαι, μὴ φρονεῖν πλείστη βλάβη. ΤΕ.
Ταύτης σὺ μέντοι τῆς νόσου πλήρης ἔφυς. ΚΡ.
Οὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς. ΤΕ.
Καὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων.
111
1055ΚΡ.
Τὸ μαντικὸν γὰρ πᾶν φιλάργυρον γένος. ΤΕ.
Τὸ δ’ ἐκ τυράννων αἰσχροκερδείαν φιλεῖ. ΚΡ.
Ἆρ’ οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων; ΤΕ.
Οἶδ’· ἐξ ἐμοῦ γὰρ τήνδ’ ἔχεις σώσας πόλιν. ΚΡ.
Σοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν.
1060ΤΕ.
Ὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι. ΚΡ.
Κίνει, μόνον δὲ μὴ ’πὶ κέρδεσιν λέγων. ΤΕ.
Οὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν μέρος. ΚΡ.
Ὡς μὴ ’μπολήσων ἴσθι τὴν ἐμὴν φρένα. ΤΕ.
Ἀλλ’ εὖ γέ τοι κάτισθι μὴ πολλοὺς ἔτι
1065τρόχους ἁμιλλητῆρας ἡλίου τελῶν, ἐν οἷσι τῶν σῶν αὐτὸς ἐκ σπλάγχνων ἕνα νέκυν νεκρῶν ἀμοιβὸν ἀντιδοὺς ἔσῃ, ἀνθ’ ὧν ἔχεις μὲν τῶν ἄνω βαλὼν κάτω, ψυχήν τ’ ἀτίμως ἐν τάφῳ κατῴκισας,
1070ἔχεις δὲ τῶν κάτωθεν ἐνθάδ’ αὖ θεῶν ἄμοιρον, ἀκτέριστον, ἀνόσιον νέκυν. Ὧν οὔτε σοὶ μέτεστιν οὔτε τοῖς ἄνω θεοῖσιν, ἀλλ’ ἐκ σοῦ βιάζονται τάδε. Τούτων σε λωβητῆρες ὑστεροφθόροι
1075λοχῶσιν Ἅιδου καὶ θεῶν Ἐρινύες, ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς.
Καὶ ταῦτ’ ἄθρησον εἰ κατηργυρωμένος λέγω· φανεῖ γὰρ οὐ μακροῦ χρόνου τριβὴ ἀνδρῶν γυναικῶν σοῖς δόμοις κωκύματα.112
1080Ἔχθρᾳ δὲ πᾶσαι συνταράσσονται πόλεις, ὅσων σπαράγματ’ ἢ κύνες καθήγνισαν, ἢ θῆρες, ἤ τις πτηνὸς οἰωνὸς φέρων ἀνόσιον ὀσμὴν ἑστιοῦχον ἐς πόλιν. Τοιαῦτά σου, λυπεῖς γάρ, ὥστε τοξότης
1085ἀφῆκα θυμῷ καρδίας τοξεύματα βέβαια, τῶν σὺ θάλπος οὐχ ὑπεκδραμῇ. Ὦ παῖ, σὺ δ’ ἡμᾶς ἄπαγε πρὸς δόμους, ἵνα τὸν θυμὸν οὗτος ἐς νεωτέρους ἀφῇ, καὶ γνῷ τρέφειν τὴν γλῶσσαν ἡσυχωτέραν
1090
τὸν νοῦν τ’ ἀμείνω τῶν φρενῶν ἢ νῦν φέρει. ΧΟ.
Ἁνήρ, ἄναξ, βέβηκε δεινὰ θεσπίσας·
ἐπιστάμεσθα δ’, ἐξ ὅτου λευκὴν ἐγὼ
τήνδ’ ἐκ μελαίνης ἀμφιβάλλομαι τρίχα,
μή πώ ποτ’ αὐτὸν ψεῦδος ἐς πόλιν λακεῖν.
1095ΚΡ.
Ἔγνωκα καὐτὸς καὶ ταράσσομαι φρένας·
τό τ’ εἰκαθεῖν γὰρ δεινόν, ἀντιστάντα δὲ
ἄτῃ πατάξαι θυμὸν ἐν δεινῷ πάρα. ΧΟ.
Εὐβουλίας δεῖ, παῖ Μενοικέως Κρέον. ΚΡ.
Τί δῆτα χρὴ δρᾶν; φράζε· πείσομαι δ’ ἐγώ.
Ant
.

(1100)

ΧΟ.
Ἐλθὼν κόρην μὲν ἐκ κατώρυχος στέγης
ἄνες, κτίσον δὲ τῷ προκειμένῳ τάφον. ΚΡ.
Καὶ ταῦτ’ ἐπαινεῖς καὶ δοκεῖς παρεικαθεῖν; ΧΟ.
Ὅσον γ’, ἄναξ, τάχιστα· συντέμνουσι γὰρ
θεῶν ποδώκεις τοὺς κακόφρονας βλάβαι.113
1105ΚΡ.
Οἴμοι· μόλις μέν, καρδίας δ’ ἐξίσταμαι
τὸ δρᾶν· ἀνάγκῃ δ’ οὐχὶ δυσμαχητέον. ΧΟ.
Δρᾶ νυν τάδ’ ἐλθὼν μηδ’ ἐπ’ ἄλλοισιν τρέπε. ΚΡ.
Ὧδ’ ὡς ἔχω στείχοιμ’ ἄν· ἴτ’, ἴτ’, ὀπάονες
οἵ τ’ ὄντες οἵ τ’ ἀπόντες, ἀξίνας χεροῖν
1110ὁρμᾶσθ’ ἑλόντες εἰς ἐπόψιον τόπον. Ἐγὼ δ’, ἐπειδὴ δόξα τῇδ’ ἐπεστράφη, αὐτός τ’ ἔδησα καὶ παρὼν ἐκλύσομαι· δέδοικα γὰρ μὴ τοὺς καθεστῶτας νόμους ἄριστον ᾖ σῴζοντα τὸν βίον τελεῖν.
1114
1115ΧΟ.
Πολυώνυμε, Καδμείας νύμφας ἄγαλμα
Str. 1.
καὶ Διὸς βαρυβρεμέτα
γένος, κλυτὰν ὃς ἀμφέπεις
Ἰταλίαν, μέδεις δὲ
1120παγκοίνοις Ἐλευσινίας Δῃοῦς ἐν κόλποις, ὦ Βακχεῦ, Βακχᾶν ματρόπολιν Θήβαν ναιετῶν παρ’ ὑγρόν 〈τ’〉 Ἰσμηνοῦ ῥέεθρον, ἀγρίου τ’
1125ἐπὶ σπορᾷ δράκοντος·
1125
σὲ δ’ ὑπὲρ διλόφου πέτρας στέροψ ὄπωπε
Ant. 1.
λιγνύς, ἔνθα Κωρύκιαι
νύμφαι στίχουσι Βακχίδες
1130 Κασταλίας τε νᾶμα. Καί σε Νυσαίων ὀρέων κισσήρεις ὄχθαι χλωρά τ’ ἀκ‐ τὰ πολυστάφυλος πέμπει, ἀμβρότων ἐπέων114
1135εὐαζόντων, Θηβαΐας ἐπισκοποῦντ’ ἀγυιάς·
1136
τὰν ἐκ πασᾶν τιμᾷς
Str. 2.
ὑπερτάταν πόλεων
ματρὶ σὺν κεραυνίᾳ·
1140καὶ νῦν, ὡς βιαίας ἔχεται πάνδαμος πόλις ἐπὶ νόσου,
1144μολεῖν καθαρσίῳ ποδὶ Παρνασίαν
1145ὑπὲρ κλιτύν, ἢ στονόεντα πορθμόν.
1145
Ἰὼ πῦρ πνεόντων
Ant. 2.
χοράγ’ ἄστρων, νυχίων
φθεγμάτων ἐπίσκοπε,
παῖ, Δῖον γένεθλον, προφάνηθ’,
Ant
.

(1150)

ὦναξ, σαῖς ἅμα περιπόλοις Θυίαισιν, αἵ σε μαινόμεναι πάννυχοι χορεύουσι τὸν ταμίαν Ἴακχον.
1152
1155ΑΓΓΕΛΟΣ
1155Κάδμου πάροικοι καὶ δόμων Ἀμφίονος, οὐκ ἔσθ’ ὁποῖον στάντ’ ἂν ἀνθρώπου βίον οὔτ’ αἰνέσαιμ’ ἂν οὔτε μεμψαίμην ποτέ·
τύχη γὰρ ὀρθοῖ καὶ τύχη καταρρέπει τὸν εὐτυχοῦντα τόν τε δυστυχοῦντ’ ἀεί,115
1160καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς. Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ, σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόνα, λαβών τε χώρας παντελῆ μοναρχίαν εὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ·
1165καὶ νῦν ἀφεῖται πάντα. Τὰς γὰρ ἡδονὰς ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ’ ἐγὼ ζῆν τοῦτον, ἀλλ’ ἔμψυχον ἡγοῦμαι νεκρόν. Πλούτει τε γὰρ κατ’ οἶκον, εἰ βούλει, μέγα, καὶ ζῆ τύραννον σχῆμ’ ἔχων· ἐὰν δ’ ἀπῇ
1170
τούτων τὸ χαίρειν, τἄλλ’ ἐγὼ καπνοῦ σκιᾶς
οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν. ΧΟ.
Τί δ’ αὖ τόδ’ ἄχθος βασιλέων ἥκεις φέρων; ΑΓ.
Τεθνᾶσιν· οἱ δὲ ζῶντες αἴτιοι θανεῖν. ΧΟ.
Καὶ τίς φονεύει; τίς δ’ ὁ κείμενος; λέγε.
1175ΑΓ.
Αἵμων ὄλωλεν· αὐτόχειρ δ’ αἱμάσσεται. ΧΟ.
Πότερα πατρῴας ἢ πρὸς οἰκείας χερός; ΑΓ.
Αὐτὸς πρὸς αὑτοῦ, πατρὶ μηνίσας φόνου. ΧΟ.
Ὦ μάντι, τοὔπος ὡς ἄρ’ ὀρθὸν ἤνυσας. ΑΓ.
Ὡς ὧδ’ ἐχόντων τἄλλα βουλεύειν πάρα.
1180ΧΟ.
Καὶ μὴν ὁρῶ τάλαιναν Εὐρυδίκην ὁμοῦ
δάμαρτα τὴν Κρέοντος· ἐκ δὲ δωμάτων
ἤτοι κλύουσα παιδὸς ἢ τύχῃ πάρα. ΕΥΡΥΔΙΚΗ
1183Ὦ πάντες ἀστοί, τῶν λόγων ἐπῃσθόμην
πρὸς ἔξοδον στείχουσα, Παλλάδος θεᾶς116
1185ὅπως ἱκοίμην εὐγμάτων προσήγορος. Καὶ τυγχάνω τε κλῇθρ’ ἀνασπαστοῦ πύλης χαλῶσα, καί με φθόγγος οἰκείου κακοῦ βάλλει δι’ ὤτων, ὑπτία δὲ κλίνομαι δείσασα πρὸς δμωαῖσι κἀποπλήσσομαι.
1190
Ἀλλ’ ὅστις ἦν ὁ μῦθος αὖθις εἴπατε·
κακῶν γὰρ οὐκ ἄπειρος οὖς’ ἀκούσομαι. ΑΓ.
Ἐγώ, φίλη δέσποινα, καὶ παρὼν ἐρῶ
κοὐδὲν παρήσω τῆς ἀληθείας ἔπος·
τί γάρ σε μαλθάσσοιμ’ ἂν ὧν ἐς ὕστερον
1195ψεῦσται φανούμεθ’; ὀρθὸν ἁλήθει’ ἀεί. Ἐγὼ δὲ σῷ ποδαγὸς ἑσπόμην πόσει πεδίον ἐπ’ ἄκρον, ἔνθ’ ἔκειτο νηλεὲς κυνοσπάρακτον σῶμα Πολυνείκους ἔτι· καὶ τὸν μέν, αἰτήσαντες ἐνοδίαν θεὸν
Ant
.

(1200)

Πλούτωνά τ’ ὀργὰς εὐμενεῖς κατασχεθεῖν, λούσαντες ἁγνὸν λουτρόν, ἐν νεοσπάσιν θαλλοῖς ὃ δὴ λέλειπτο συγκατῄθομεν, καὶ τύμβον ὀρθόκρανον οἰκείας χθονὸς χώσαντες, αὖθις πρὸς λιθόστρωτον κόρης
1205νυμφεῖον Ἅιδου κοῖλον εἰσεβαίνομεν. Φωνῆς δ’ ἄπωθεν ὀρθίων κωκυμάτων κλύει τις ἀκτέριστον ἀμφὶ παστάδα, καὶ δεσπότῃ Κρέοντι σημαίνει μολών· τῷ δ’ ἀθλίας ἄσημα περιβαίνει βοῆς
1210ἕρποντι μᾶλλον ἆσσον, οἰμώξας δ’ ἔπος ἵησι δυσθρήνητον· «Ὢ τάλας ἐγώ, ἆρ’ εἰμὶ μάντις; ἆρα δυστυχεστάτην
κέλευθον ἕρπω τῶν παρελθουσῶν ὁδῶν; παιδός με σαίνει φθόγγος. Ἀλλά, πρόσπολοι,117
1215ἴτ’ ἆσσον ὠκεῖς, καὶ παραστάντες τάφῳ ἀθρήσαθ’, ἁρμὸν χώματος λιθοσπαδῆ δύντες πρὸς αὐτὸ στόμιον, εἰ τὸν Αἵμονος φθόγγον συνίημ’, ἢ θεοῖσι κλέπτομαι.» Τάδ’ ἐξ ἀθύμου δεσπότου κελεύσμασιν
1220ἠθροῦμεν· ἐν δὲ λοισθίῳ τυμβεύματι τὴν μὲν κρεμαστὴν αὐχένος κατείδομεν, βρόχῳ μιτώδει σινδόνος καθημμένην, τὸν δ’ ἀμφὶ μέσσῃ περιπετῆ προσκείμενον, εὐνῆς ἀποιμώζοντα τῆς κάτω φθορὰν
1225καὶ πατρὸς ἔργα καὶ τὸ δύστηνον λέχος. Ὁ δ’ ὡς ὁρᾷ σφε, στυγνὸν οἰμώξας ἔσω χωρεῖ πρὸς αὐτὸν κἀνακωκύσας καλεῖ· «Ὦ τλῆμον, οἷον ἔργον εἴργασαι· τίνα νοῦν ἔσχες; ἐν τῷ συμφορᾶς διεφθάρης;
1230Ἔξελθε, τέκνον, ἱκέσιός σε λίσσομαι.» Τὸν δ’ ἀγρίοις ὄσσοισι παπτήνας ὁ παῖς, πτύσας προσώπῳ κοὐδὲν ἀντειπών, ξίφους ἕλκει διπλοῦς κνώδοντας, ἐκ δ’ ὁρμωμένου πατρὸς φυγαῖσιν ἤμπλακ’· εἶθ’ ὁ δύσμορος
1235αὑτῷ χολωθείς, ὥσπερ εἶχ’, ἐπενταθεὶς ἤρεισε πλευραῖς μέσσον ἔγχος, ἐς δ’ ὑγρὸν ἀγκῶν’ ἔτ’ ἔμφρων παρθένῳ προσπτύσσεται· καὶ φυσιῶν ὀξεῖαν ἐκβάλλει ῥοὴν λευκῇ παρειᾷ φοινίου σταλάγματος.
1240Κεῖται δὲ νεκρὸς περὶ νεκρῷ, τὰ νυμφικὰ
τέλη λαχὼν δείλαιος εἰν Ἅιδου δόμοις,
δείξας ἐν ἀνθρώποισι τὴν ἀβουλίαν
ὅσῳ μέγιστον ἀνδρὶ πρόσκειται κακόν. ΧΟ.
Τί τοῦτ’ ἂν εἰκάσειας; ἡ γυνὴ πάλιν
118
1245
φρούδη, πρὶν εἰπεῖν ἐσθλὸν ἢ κακὸν λόγον. ΑΓ.
Καὐτὸς τεθάμβηκ’· ἐλπίσιν δὲ βόσκομαι
ἄχη τέκνου κλύουσαν ἐς πόλιν γόους
οὐκ ἀξιώσειν, ἀλλ’ ὑπὸ στέγης ἔσω
δμωαῖς προθήσειν πένθος οἰκεῖον στένειν.
Ant
.

(1250)

Γνώμης γὰρ οὐκ ἄπειρος, ὥσθ’ ἁμαρτάνειν. ΧΟ.
Οὐκ οἶδ’· ἐμοὶ δ’ οὖν ἥ τ’ ἄγαν σιγὴ βαρὺ
δοκεῖ προσεῖναι χἠ μάτην πολλὴ βοή. ΑΓ.
Ἀλλ’ εἰσόμεσθα μή τι καὶ κατάσχετον
κρυφῇ καλύπτει καρδίᾳ θυμουμένῃ
1255
δόμους παραστείχοντες· εὖ γὰρ οὖν λέγεις·
καὶ τῆς ἄγαν γάρ ἐστί που σιγῆς βάρος. ΧΟ.
Καὶ μὴν ὅδ’ ἄναξ αὐτὸς ἐφήκει
μνῆμ’ ἐπίσημον διὰ χειρὸς ἔχων,
εἰ θέμις εἰπεῖν, οὐκ ἀλλοτρίαν
1260ἄτην, ἀλλ’ αὐτὸς ἁμαρτών.
1260 ΚΡ.
Ἰὼ φρενῶν δυσφρόνων ἁμαρτήματα
Str. 1.
στερεὰ θανατόεντ’,
ὦ κτανόντας τε καὶ
θανόντας βλέποντες ἐμφυλίους.
1265Ὤμοι ἐμῶν ἄνολβα βουλευμάτων. Ἰὼ παῖ, νέος νέῳ ξὺν μόρῳ, αἰαῖ αἰαῖ, ἔθανες, ἀπελύθης,
ἐμαῖς οὐδὲ σαῖσι δυσβουλίαις.119
1270ΧΟ.
Οἴμ’ ὡς ἔοικας ὀψὲ τὴν δίκην ἰδεῖν. ΚΡ.
Οἴμοι,
ἔχω μαθὼν δείλαιος· ἐν δ’ ἐμῷ κάρᾳ
θεὸς τότ’ ἄρα τότε μέγα βάρος μ’ ἔχων
ἔπαισεν, ἐν δ’ ἔσεισεν ἀγρίαις ὁδοῖς,
1275οἴμοι, λεωπάτητον ἀντρέπων χαράν. Φεῦ φεῦ, ἰὼ πόνοι βροτῶν δύσπονοι.
1276 ΕΞΑΓΓΕΛΟΣ
1277Ὦ δέσποθ’, ὡς ἔχων τε καὶ κεκτημένος, τὰ μὲν πρὸ χειρῶν τάδε φέρων, τὰ δ’ ἐν δόμοις
1280
ἔοικας ἥκειν καὶ τάχ’ ὄψεσθαι κακά. ΚΡ.
Τί δ’ ἔστιν αὖ κάκιον ἐκ κακῶν ἔτι; ΕΞ.
Γυνὴ τέθνηκεν, τοῦδε παμμήτωρ νεκροῦ,
δύστηνος, ἄρτι νεοτόμοισι πλήγμασιν.
1283 ΚΡ.
Ἰὼ ἰὼ δυσκάθαρτος Ἅιδου λιμήν,
Ant. 1.
1285τί μ’ ἄρα τί μ’ ὀλέκεις; Ὦ κακάγγελτά μοι προπέμψας ἄχη, τίνα θροεῖς λόγον; Αἰαῖ, ὀλωλότ’ ἄνδρ’ ἐπεξειργάσω. Τί φῄς, παῖ; τίν’ αὖ λέγεις μοι νέον,
1290αἰαῖ, αἰαῖ, σφάγιον ἐπ’ ὀλέθρῳ
γυναικεῖον ἀμφικεῖσθαι μόρον; ΕΞ.
Ὁρᾶν πάρεστιν· οὐ γὰρ ἐν μυχοῖς ἔτι. ΚΡ.
Οἴμοι,
120
1295κακὸν τόδ’ ἄλλο δεύτερον βλέπω τάλας. Τίς ἄρα, τίς με πότμος ἔτι περιμένει; Ἔχω μὲν ἐν χείρεσσιν ἀρτίως τέκνον,
1299τάλας, τὸν δ’ ἔναντα προσβλέπω νεκρόν.
Ant
.

(1300)

Φεῦ φεῦ μᾶτερ ἀθλία, φεῦ τέκνον.
Ant
.

(1300)

ΕΞ.
Ἡ δ’ ὀξυθήκτῳ βωμία περὶ ξ〈ίφει〉
λύει κελαινὰ βλέφαρα, κωκύσασα μὲν
τοῦ πρὶν θανόντος Μεγαρέως κλεινὸν λάχος,
αὖθις δὲ τοῦδε, λοίσθιον δὲ σοὶ κακὰς
1305πράξεις ἐφυμνήσασα τῷ παιδοκτόνῳ.
1305 ΚΡ.
Αἰαῖ αἰαῖ,
Str. 2.
ἀνέπταν φόβῳ. Τί μ’ οὐκ ἀνταίαν
ἔπαισέν τις ἀμφιθήκτῳ ξίφει;
1310
δείλαιος ἐγώ, αἰαῖ,
δειλαίᾳ δὲ συγκέκραμαι δύᾳ. ΕΞ.
Ὡς αἰτίαν γε τῶνδε κἀκείνων ἔχων
πρὸς τῆς θανούσης τῆσδ’ ἐπεσκήπτου μόρων. ΚΡ.
Ποίῳ δὲ κἀπελύσατ’ ἐν φοναῖς τρόπῳ;
1315ΕΞ.
Παίσας’ ὑφ’ ἧπαρ αὐτόχειρ αὑτήν, ὅπως
παιδὸς τόδ’ ᾔσθετ’ ὀξυκώκυτον πάθος. ΚΡ.
Ὤμοι μοι, τάδ’ οὐκ ἐπ’ ἄλλον βροτῶν
ἐμᾶς ἁρμόσει ποτ’ ἐξ αἰτίας.
Ἐγὼ γάρ ς’ ἐγώ 〈σ’〉 ἔκανον, ὢ μέλεος,121
1320ἐγώ, φάμ’ ἔτυμον. Ἰὼ πρόσπολοι, 〈ἀπ〉άγετέ μ’ ὅτι τάχος, ἄγετέ μ’ ἐκποδών,
1325
τὸν οὐκ ὄντα μᾶλλον ἢ μηδένα. ΧΟ.
Κέρδη παραινεῖς, εἴ τι κέρδος ἐν κακοῖς·
βράχιστα γὰρ κράτιστα τἀν ποσὶν κακά.
1327 ΚΡ.
Ἴτω, ἴτω,
Ant. 2.
φανήτω μόρων ὁ κάλλιστ’ ἔχων,
1330ἐμοὶ τερμίαν ἄγων ἁμέραν ὕπατος· ἴτω, ἴτω, ὅπως μηκέτ’ ἆμαρ ἄλλ’ εἰσίδω.
1334ΧΟ.
Μέλλοντα ταῦτα. Τῶν προκειμένων τι χρὴ
1335
πράσσειν· μέλει γὰρ τῶνδ’ ὅτοισι χρὴ μέλειν. ΚΡ.
Ἀλλ’ ὧν ἐρῶ μὲν ταῦτα συγκατηυξάμην. ΧΟ.
Μή νυν προσεύχου μηδέν· ὡς πεπρωμένης
οὐκ ἔστι θνητοῖς συμφορᾶς ἀπαλλαγή. ΚΡ.
Ἄγοιτ’ ἂν μάταιον ἄνδρ’ ἐκποδών,
1340ὅς, ὦ παῖ, σέ τ’ οὐχ ἑκὼν κάκτανον σέ τ’ αὖ τάνδ’, ὤμοι μέλεος, οὐδ’ ἔχω ὅπᾳ πρὸς πότερον ἴδω· πάντα γὰρ
1345
λέχρια τἀν χεροῖν, τὰ δ’ ἐπὶ κρατί μοι
πότμος δυσκόμιστος εἰσήλατο. ΧΟ.
Πολλῷ τὸ φρονεῖν εὐδαιμονίας
1349πρῶτον ὑπάρχει· χρὴ δὲ τά γ’ εἰς θεοὺς
Ant
.

(1350)

μηδὲν ἀσεπτεῖν; μεγάλοι δὲ λόγοι μεγάλας πληγὰς τῶν ὑπεραύχων ἀποτείσαντες
γήρᾳ τὸ φρονεῖν ἐδίδαξαν.122