TLG 0010 030 :: ISOCRATES :: Ad Philippum (epist. 3)

ISOCRATES Orat.
(Atheniensis: 5–4 B.C.)

Vita et scholia: Cf. SCHOLIA IN ISOCRATEM (5028)

Ad Philippum (epist. 3)

Source: Mathieu, G., Brémond, É. (eds.), Isocrate. Discours, vol. 4. Paris: Les Belles Lettres, 1962: 221–223.

Citation: Section — (line)

Epist 3
.

t

Ἐπιστολαὶ γʹ ΦΙΛΙΠΠΩΙ
Epist 3
.

1

Ἐγὼ διελέχθην μὲν καὶ πρὸς Ἀντίπατρον περί τε τῶν τῇ πόλει 〈καὶ τῶν〉 σοὶ συμφερόντων, ἐξαρκούντως ὡς ἐμαυτὸν ἔπειθον, ἠβουλήθην δὲ καὶ πρὸς σὲ γράψαι, περὶ ὧν μοι δοκεῖ πρακτέον εἶναι μετὰ τὴν εἰρήνην, παραπλήσια
5μὲν τοῖς ἐν τῷ λόγῳ γεγραμμένοις, πολὺ δ’ ἐκείνων συντομώτερα.
Epist 3
.

2

Κατ’ ἐκεῖνον μὲν γὰρ τὸν χρόνον συνεβούλευον ὡς χρὴ διαλλάξαντά σε τὴν πόλιν τὴν ἡμετέραν καὶ τὴν Λακεδαι‐ μονίων καὶ τὴν Θηβαίων καὶ τὴν Ἀργείων εἰς ὁμόνοιαν καταστῆσαι τοὺς Ἕλληνας, ἡγούμενος, ἂν τὰς προεστώσας
5πόλεις πείσῃς οὕτω φρονεῖν, ταχέως καὶ τὰς ἄλλας ἐπακολουθήσειν. Τότε μὲν οὖν ἄλλος ἦν καιρὸς, νῦν δὲ συμβέβηκεν μηκέτι δεῖν πείθειν· διὰ γὰρ τὸν ἀγῶνα τὸν γεγενημένον ἠναγκασμένοι πάντες εἰσὶν εὖ φρονεῖν καὶ τούτων ἐπιθυμεῖν ὧν ὑπονοοῦσιν σε βούλεσθαι πράττειν
10καὶ λέγειν, ὡς δεῖ παυσαμένους τῆς μανίας καὶ τῆς
πλεονεξίας ἣν ἐποιοῦντο πρὸς ἀλλήλους, εἰς τὴν Ἀσίαν τὸν πόλεμον ἐξενεγκεῖν.221
Epist 3
.

3

Καὶ πολλοὶ πυνθάνονται παρ’ ἐμοῦ πότερον ἐγώ σοι παρῄνεσα ποιεῖσθαι τὴν στρατείαν τὴν ἐπὶ τοὺς βαρβάρους ἢ σοῦ διανοηθέντος συνεῖπον· ἐγὼ δ’ οὐκ εἰδέναι μέν φημι τὸ σαφὲς, οὐ γὰρ
5συγγεγενῆσθαί σοι πρότερον, οὐ μὴν ἀλλ’ οἴεσθαι σὲ μὲν ἐγνωκέναι περὶ τούτων, ἐμὲ δὲ συνειρηκέναι ταῖς σαῖς ἐπιθυμίαις. Ταῦτα δ’ ἀκούοντες ἐδέοντό μου πάντες παρα‐ κελεύεσθαί σοι καὶ προτρέπειν ἐπὶ τῶν αὐτῶν τούτων μένειν, ὡς οὐδέποτ’ ἂν γενομένων οὔτε καλλιόνων ἔργων οὔτ’
10ὠφελιμωτέρων τοῖς Ἕλλησιν οὔτ’ ἐν καιρῷ μᾶλλον πραχθη‐ σομένων.
Epist 3
.

4

Εἰ μὲν οὖν εἶχον τὴν αὐτὴν δύναμιν ἥνπερ πρότερον καὶ μὴ παντάπασιν ἦν ἀπειρηκὼς, οὐκ ἂν δι’ ἐπιστολῆς διελεγόμην, ἀλλὰ παρὼν αὐτὸς παρώξυνον ἄν σε καὶ παρεκάλουν ἐπὶ τὰς πράξεις ταύτας. Νῦν δ’ ὡς δύναμαι
5παρακελεύομαί σοι μὴ καταμελῆσαι τούτων, πρὶν ἂν τέλος ἐπιθῇς αὐτοῖς. Ἔστι δὲ πρὸς μὲν ἄλλο τι τῶν ὄντων ἀπλήστως ἔχειν οὐ καλόν· αἱ γὰρ μετριότητες παρὰ τοῖς πολλοῖς εὐδοκιμοῦσιν· δόξης δὲ μεγάλης καὶ καλῆς ἐπιθυμεῖν καὶ μηδέποτ’ ἐμπίπλασθαι προσήκει τοῖς πόλυ
10τῶν ἄλλων διενεγκοῦσιν· ὅπερ σοὶ συμβέβηκεν.
Epist 3
.

5

Ἡγοῦ δὲ τόθ’ ἕξειν ἀνυπέρβλητον αὐτὴν καὶ τῶν σοὶ πεπραγμένων ἀξίαν, ὅταν τοὺς μὲν βαρβάρους ἀναγκάσῃς εἱλωτεύειν τοῖς Ἕλλησιν πλὴν τῶν σοὶ συναγωνισαμένων, τὸν δὲ βασιλέα
5τὸν νῦν μέγαν προσαγορευόμενον ποιήσῃς τοῦτο πράττειν ὅτι ἂν σὺ προστάττῃς. Οὐδὲν γὰρ ἔσται λοιπὸν ἔτι πλὴν
θεὸν γενέσθαι. Ταῦτα δὲ κατεργάσασθαι πολὺ ῥᾷόν ἐστιν ἐκ τῶν νῦν παρόντων ἢ προελθεῖν ἐπὶ τὴν δύναμιν καὶ τὴν δόξαν ἣν νῦν ἔχεις ἐκ τῆς βασιλείας τῆς ἐξ ἀρχῆς ὑμῖν222
10ὑπαρξάσης.
Epist 3
.

6

Χάριν δ’ ἔχω τῷ γήρᾳ ταύτην μόνην, ὅτι προήγαγεν εἰς τοῦτό μου τὸν βίον ὥσθ’ ἃ νέος ὢν διενοούμην καὶ γράφειν ἐπεχείρουν ἔν τε τῷ πανηγυρικῷ λόγῳ καὶ τῷ πρὸς σὲ πεμφθέντι ταῦτα νῦν τὰ μὲν ἤδη γιγνόμενα διὰ τῶν
5σῶν ἐφορῶ πράξεων, τὰ δ’ ἐλπίζω γενήσεσθαι.223