TLG 0010 028 :: ISOCRATES :: Ad Alexandrum (epist. 5)

ISOCRATES Orat.
(Atheniensis: 5–4 B.C.)

Vita et scholia: Cf. SCHOLIA IN ISOCRATEM (5028)

Ad Alexandrum (epist. 5)

Source: Mathieu, G., Brémond, É. (eds.), Isocrate. Discours, vol. 4. Paris: Les Belles Lettres, 1962: 214–215.

Citation: Section — (line)

Epist 5
.

t

Ἐπιστολαὶ εʹ. ΑΛΕΞΑΝΔΡΩΙ
Epist 5
.

1

Πρὸς τὸν πατέρα σου γράφων ἐπιστολὴν ἄτοπον ᾤμην ποιήσειν, εἰ περὶ τὸν αὐτὸν ὄντα σὲ τόπον ἐκείνῳ μήτε προσερῶ μήτ’ ἀσπάσομαι μήτε γράψω τι τοιοῦτον ὃ ποιήσει τοὺς ἀναγνόντας μὴ νομίζειν ἤδη με παραφρονεῖν
5διὰ τὸ γῆρας μηδὲ παντάπασι ληρεῖν, ἀλλ’ ἔτι τὸ καταλε‐ λειμμένον μου μέρος καὶ λοιπὸν ὂν οὐκ ἀναξίον εἶναι τῆς δυνάμεως ἣν ἔσχον νεώτερος ὤν.
Epist 5
.

2

Ἀκούω δέ σε πάντων λεγόντων ὡς φιλάνθρωπος εἶ καὶ φιλαθήναιος καὶ φιλόσοφος, οὐκ ἀφρόνως ἀλλὰ νοῦν ἐχόν‐ τως. Τῶν τε γὰρ πολιτῶν ἀποδέχεσθαί σε τῶν ἡμετέρων οὐ τοὺς ἠμεληκότας αὑτῶν καὶ πονηρῶν πραγμάτων ἐπιθυ‐
5μοῦντας, ἀλλ’ οἷς συνδιατρίβων τ’ οὐκ ἂν λυπηθείης συμ‐ βάλλων τε καὶ κοινωνῶν πραγμάτων οὐδὲν ἂν βλαβείης οὐδ’ ἀδικηθείης, οἵοις περ χρὴ πλησιάζειν τοὺς εὖ φρονοῦντας·
Epist 5
.

3

τῶν τε φιλοσοφιῶν οὐκ ἀποδοκιμάζειν μὲν οὐδὲ τὴν περὶ τὰς ἔριδας, ἀλλὰ νομίζειν εἶναι πλεονεκτικὴν ἐν ταῖς ἰδίαις διατριβαῖς, οὐ μὴν ἁρμόττειν οὔτε τοῖς τοῦ
πλήθους προεστῶσιν οὔτε τοῖς τὰς μοναρχίας ἔχουσιν·214
5οὐδὲ γὰρ συμφέρον οὐδὲ πρέπον ἐστὶν τοῖς μεῖζον τῶν ἄλλων φρονοῦσιν οὔτ’ αὐτοῖς ἐρίζειν πρὸς τοὺς συμπολι‐ τευομένους οὔτε τοῖς ἄλλοις ἐπιτρέπειν πρὸς αὑτοὺς ἀντιλέγειν.
Epist 5
.

4

Ταύτην μὲν οὖν οὐκ ἀγαπᾶν σε τὴν διατ‐ ριβὴν, προαιρεῖσθαι δὲ τὴν παιδείαν τὴν περὶ τοὺς λόγους οἷς χρώμεθα περὶ τὰς πράξεις τὰς προσπιπτούσας καθ’ ἑκάστην τὴν ἡμέραν καὶ μεθ’ ὧν βουλευόμεθα περὶ τῶν
5κοινῶν· δι’ ἣν νῦν τε δοξάζειν περὶ τῶν μελλόντων ἐπιεικῶς, τοῖς τ’ ἀρχομένοις προστάττειν οὐκ ἀνοήτως ἃ δεῖ πράττειν ἑκάστους ἐπιστήσει, περὶ δὲ τῶν καλῶν καὶ δικαίων καὶ τῶν τούτοις ἐναντίων ὀρθῶς κρίνειν, πρὸς δὲ τούτοις τιμᾶν τε καὶ κολάζειν ὡς προσῆκόν ἐστιν ἑκα‐
10τέροις.
Epist 5
.

5

Σωφρονεῖς οὖν νῦν ταῦτα μελετῶν· ἐλπίδας γὰρ τῷ τε πατρὶ καὶ τοῖς ἄλλοις παρέχεις ὡς, ἂν πρεσβύ‐ τερος γενόμενος ἐμμείνῃς τούτοις, τοσοῦτον προέξεις τῇ φρονήσει τῶν ἄλλων ὅσον περ ὁ πατήρ σου διενήνοχεν
5ἁπάντων.215