TLG 0010 021 :: ISOCRATES :: Panathenaicus (orat. 12)

ISOCRATES Orat.
(Atheniensis: 5–4 B.C.)

Vita et scholia: Cf. SCHOLIA IN ISOCRATEM (5028)

Panathenaicus (orat. 12)

Source: Mathieu, G., Brémond, É. (eds.), Isocrate. Discours, vol. 4. Paris: Les Belles Lettres, 1962: 87–159.

Citation: Section — (line)

Panath
.

t

ΠΑΝΑΘΗΝΑΙΚΟΣ
Panath
.

1

Νεώτερος μὲν ὢν προῃρούμην γράφειν τῶν λόγων οὐ τοὺς μυθώδεις οὐδὲ τοὺς τερατείας καὶ ψευδολογίας μεσ‐ τοὺς, οἷς οἱ πολλοὶ μᾶλλον χαίρουσιν ἢ τοῖς περὶ τῆς αὑ‐ τῶν σωτηρίας λεγομένοις, οὐδὲ τοὺς τὰς παλαιὰς πράξεις
5καὶ τοὺς πολέμους τοὺς Ἑλληνικοὺς ἐξηγουμένους, καί‐ περ εἰδὼς δικαίως αὐτοὺς ἐπαινουμένους, οὐδ’ αὖ τοὺς ἁπλῶς δοκοῦντας εἰρῆσθαι καὶ μηδεμιᾶς κομψότητος μετέχοντας, οὓς οἱ δεινοὶ περὶ τοὺς ἀγῶνας παραινοῦσι τοῖς νεωτέροις μελετᾶν, εἴπερ βούλονται πλέον ἔχειν τῶν
10ἀντιδίκων,
Panath
.

2

ἀλλὰ πάντας τούτους ἐάσας περὶ ἐκείνους ἐπραγματευόμην τοὺς περὶ τῶν συμφερόντων τῇ τε πόλει καὶ τοῖς ἄλλοις Ἕλλησι συμβουλεύοντας, καὶ πολλῶν μὲν ἐνθυμημάτων γέμοντας, οὐκ ὀλίγων δ’ ἀντιθέσεων καὶ
5παρισώσεων καὶ τῶν ἄλλων ἰδεῶν τῶν ἐν ταῖς ῥητορείαις διαλαμπουσῶν καὶ τοὺς ἀκούοντας ἐπισημαίνεσθαι καὶ θορυβεῖν ἀναγκαζουσῶν· νῦν δ’ οὐδ’ ὁπωσοῦν τοὺς τοιού‐ τους.
Panath
.

3

Ἡγοῦμαι γὰρ οὐχ ἁρμόττειν οὔτε τοῖς ἔτεσι τοῖς ἐνενήκοντα καὶ τέτταρσιν, ἁγὼ τυγχάνω γεγονὼς, οὔθ’ ὅλως τοῖς ἤδη πολιὰς ἔχουσιν ἐκεῖνον τὸν τρόπον ἔτι λέγειν, ἀλλ’ ὡς ἅπαντες μὲν ἂν ἐλπίσειαν, εἰ βουληθεῖεν,
5οὐδεὶς δ’ ἂν δυνηθείη ῥᾳδίως πλὴν τῶν πονεῖν ἐθελόντων καὶ σφόδρα προσεχόντων τὸν νοῦν.87
Panath
.

4

Τούτου δ’ ἕνεκα ταῦτα προεῖπον, ἵν’ ἤν τισιν ὁ μέλλων δειχθήσεσθαι λόγος μαλακώτερος ὢν φαίνηται τῶν πρότερον διαδεδομένων, μὴ παραβάλλωσι πρὸς τὴν ἐκείνων ποικιλίαν, ἀλλὰ πρὸς τὴν
5ὑπόθεσιν αὐτὸν κρίνωσι τὴν ἐν τῷ παρόντι δεδοκιμασ‐ μένην.
Panath
.

5

Διαλέξομαι δὲ περί τε τῶν τῇ πόλει πεπραγμένων καὶ περὶ τῆς τῶν προγόνων ἀρετῆς, οὐκ ἀπὸ τούτων ἀρξά‐ μενος, ἀλλ’ ἀπὸ τῶν ἐμοὶ συμβεβηκότων· ἐντεῦθεν γὰρ οἶμαι μᾶλλον κατεπείγειν. Πειρώμενος γὰρ ἀναμαρτήτως
5ζῆν καὶ τοῖς ἄλλοις ἀλύπως, οὐδένα διαλέλοιπα χρόνον ὑπὸ μὲν τῶν σοφιστῶν τῶν ἀδοκίμων καὶ πονηρῶν διαβαλ‐ λόμενος, ὑπ’ ἄλλων δέ τινων οὐχ οἷός εἰμι γιγνωσκόμενος, ἀλλὰ τοιοῦτος ὑπολαμβανόμενος οἷον ἂν παρ’ ἑτέρων ἀκούσωσιν.
Panath
.

6

Βούλομαι οὖν προδιαλεχθῆναι περί τ’ ἐμαυτοῦ καὶ περὶ τῶν οὕτω πρός με διακειμένων, ἵν’ ἤν πως οἷός τε γένωμαι, τοὺς μὲν παύσω βλασφημοῦντας, τοὺς δ’ εἰδέναι ποιήσω περὶ ἃ τυγχάνω διατρίβων· ἢν γὰρ
5ταῦτα τῷ λόγῳ δυνηθῶ διοικῆσαι κατὰ τρόπον, ἐλπίζω τὸν ἐπίλοιπον χρόνον αὐτός τ’ ἀλύπως διάξειν καὶ τῷ λόγῳ τῷ μέλλοντι ῥηθήσεσθαι τοὺς παρόντας μᾶλλον προσέξειν τὸν νοῦν.
Panath
.

7

Οὐκ ὀκνήσω δὲ κατειπεῖν οὔτε τὴν νῦν ἐγγιγνομένην ἐν τῇ διανοίᾳ μοι ταραχὴν οὔτε τὴν ἀτοπίαν ὧν ἐν τῷ παρόντι τυγχάνω γιγνώσκων, οὔτ’ εἴ τι πράττω τῶν δεόν‐ των. Ἐγὼ γὰρ μετεσχηκὼς τῶν μεγίστων ἀγαθῶν, ὧν
5ἅπαντες ἂν εὔξαιντο μεταλαβεῖν, πρῶτον μὲν τῆς περὶ τὸ σῶμα καὶ τὴν ψυχὴν ὑγιείας, οὐχ ὡς ἔτυχον, ἀλλ’ ἐνα‐
μίλλως τοῖς μάλιστα περὶ ἑκάτερον τούτων εὐτυχηκόσιν, ἔπειτα τῆς περὶ τὸν βίον εὐπορίας, ὥστε μηδενὸς πώποτ’ ἀπορῆσαι τῶν μετρίων, μηδ’ ὧν ἄνθρωπος ἂν νοῦν ἔχων88
10ἐπιθυμήσειεν,
Panath
.

8

ἔτι τοῦ μὴ τῶν καταβεβλημένων εἷς εἶναι, μηδὲ τῶν κατημελημένων, ἀλλ’ ἐκείνων περὶ ὧν οἱ χαριέστατοι τῶν Ἑλλήνων καὶ μνησθεῖεν ἂν καὶ δια‐ λεχθεῖεν ὡς σπουδαίων ὄντων, τούτων ἁπάντων μοι συμβε‐
5βηκότων, τῶν μὲν ὑπερβαλλόντως, τῶν δ’ ἐξαρκούντως, οὐκ ἀγαπῶ ζῶν ἐπὶ τούτοις, ἀλλ’ οὕτω τὸ γῆράς ἐστι δυσάρεστον καὶ μικρολόγον καὶ μεμψίμοιρον ὥστε πολ‐ λάκις ἤδη τήν τε φύσιν τὴν ἐμαυτοῦ κατεμεμψάμην, ἧς οὐδεὶς ἄλλος καταπεφρόνηκεν,
Panath
.

9

καὶ τὴν τύχην ὠδυράμην, ταύτῃ μὲν οὐδὲν ἔχων ἐπικαλεῖν ἄλλο, πλὴν ὅτι περὶ τὴν φιλοσοφίαν, ἣν προειλόμην, ἀτυχίαι τινὲς καὶ συκοφαντίαι γεγόνασιν, τὴν δὲ φύσιν εἰδὼς πρὸς μὲν
5τὰς πράξεις ἀρρωστοτέραν οὖσαν καὶ μαλακωτέραν τοῦ δέοντος, πρὸς δὲ τοὺς λόγους οὔτε τελείαν οὔτε πανταχῇ χρησίμην, ἀλλὰ δοξάσαι μὲν περὶ ἑκάστου τὴν ἀλήθειαν μᾶλλον δυναμένην τῶν εἰδέναι φασκόντων, εἰπεῖν δὲ περὶ τῶν αὐτῶν τούτων ἐν συλλόγῳ πολλῶν ἀνθρώπων
10ἁπασῶν ὡς ἔπος εἰπεῖν ἀπολελειμμένην.
Panath
.

10

Οὕτω γὰρ ἐνδεὴς ἀμφοτέρων ἐγενόμην τῶν μεγίστην δύναμιν ἐχόντων παρ’ ἡμῖν, φωνῆς ἱκανῆς καὶ τόλμης, ὡς οὐκ οἶδ’ εἴ τις ἄλλος τῶν πολιτῶν· ὧν οἱ μὴ τυχόντες ἀτιμότεροι περιέρχονται πρὸς τὸ δοκεῖν ἄξιοί τινος εἶναι
5τῶν ὀφειλόντων τῷ δημοσίῳ· τοῖς μὲν γὰρ ἐκτείσειν τὸ καταγνωσθὲν ἐλπίδες ὕπεισιν, οἱ δ’ οὐδέποτ’ ἂν τὴν φύσιν μεταβάλοιεν.89
Panath
.

11

Οὐ μὴν ἐπὶ τούτοις ἀθυμήσας περιεῖ‐ δον ἐμαυτὸν ἄδοξον οὐδ’ ἀφανῆ παντάπασι γενόμενον, ἀλλ’ ἐπειδὴ τοῦ πολιτεύεσθαι διήμαρτον, ἐπὶ τὸ φιλοσοφεῖν καὶ πονεῖν καὶ γράφειν ἃ διανοηθείην κατέφυγον, οὐ περὶ
5μικρῶν τὴν προαίρεσιν ποιούμενος οὐδὲ περὶ τῶν ἰδίων συμβολαίων οὐδὲ περὶ ὧν ἄλλοι τινὲς ληροῦσιν, ἀλλὰ περὶ τῶν Ἑλληνικῶν καὶ βασιλικῶν καὶ πολιτικῶν πραγμάτων, δι’ ἃ προσήκειν ᾠόμην μοι τοσούτῳ μᾶλλον τιμᾶσθαι τῶν ἐπὶ τὸ βῆμα παριόντων, ὅσῳ περ περὶ μειζόνων καὶ καλ‐
10λιόνων ἢ ’κεῖνοι τοὺς λόγους ἐποιούμην.
Panath
.

12

Ὧν οὐδὲν ἡμῖν ἀποβέβηκεν. Καίτοι πάντες ἴσασι τῶν μὲν ῥητόρων τοὺς πολλοὺς οὐχ ὑπὲρ τῶν τῇ πόλει συμφερόντων, ἀλλ’ ὑπὲρ ὧν αὐτοὶ λήψεσθαι προσδοκῶσι, δημηγορεῖν τολμῶντας,
5ἐμὲ δὲ καὶ τοὺς ἐμοὺς οὐ μόνον τῶν κοινῶν ἀπεχομένους μᾶλλον τῶν ἄλλων, ἀλλὰ καὶ τῶν ἰδίων εἰς τὰς τῆς πόλεως χρείας ὑπὲρ τὴν δύναμιν τὴν ἡμετέραν αὐτῶν δαπανωμέ‐ νους,
Panath
.

13

ἔτι δὲ τοὺς μὲν ἢ λοιδορουμένους ἐν ταῖς ἐκκλησίαις περὶ μεσεγγυήματος σφίσιν αὐτοῖς ἢ λυμαινο‐ μένους τοὺς συμμάχους ἢ τῶν ἄλλων ὃν ἂν τύχωσι συκο‐ φαντοῦντας, ἐμὲ δὲ τῶν λόγων ἡγεμόνα τούτων γεγενημένον
5τῶν παρακαλούντων τοὺς Ἕλληνας ἐπί τε τὴν ὁμόνοιαν τὴν πρὸς ἀλλήλους καὶ τὴν στρατείαν τὴν ἐπὶ τοὺς βαρ‐ βάρους,
Panath
.

14

καὶ τῶν συμβουλευόντων ἀποικίαν ἐκπέμπειν κοινῇ πάντας ἡμᾶς ἐπὶ τοσαύτην χώραν καὶ τοιαύτην περὶ ἧς, ὅσοι περ ἀκηκόασιν, ὁμολογοῦσιν ἡμᾶς τ’ εἰ σωφρονή‐ σαιμεν καὶ παυσαίμεθα τῆς πρὸς ἀλλήλους μανίας, ταχέως
5ἂν ἄνευ πόνων καὶ κινδύνων κατασχεῖν αὐτὴν, ἐκείνην τε ῥᾳδίως ἂν ἅπαντας δέξασθαι τοὺς ἐνδεεῖς ἡμῶν ὄντας τῶν ἐπιτηδείων· ὧν πράξεις, εἰ πάντες συνελθόντες ζητοῖεν, οὐδέποτ’ ἂν εὕροιεν καλλίους οὐδὲ μείζους οὐδὲ μᾶλλον ἅπασιν ἡμῖν συμφερούσας.90
Panath
.

15

Ἀλλ’ ὅμως οὕτω πολὺ τῇ διανοίᾳ διεστώτων ἡμῶν καὶ τοσούτῳ σπουδαιοτέραν ἐμοῦ πεποιημένου τὴν αἵρεσιν οὐ δικαίως οἱ πολλοὶ περὶ ἡμῶν ὑπειλήφασιν, ἀλλὰ ταραχωδῶς καὶ παντάπασιν ἀλογίστως. Τῶν μὲν γὰρ
5ῥητόρων τὸν τρόπον ψέγοντες προστάτας αὐτοὺς τῆς πόλεως ποιοῦνται καὶ κυρίους ἁπάντων καθιστᾶσιν, ἐμοῦ δὲ τοὺς λόγους ἐπαινοῦντες αὐτῷ μοι φθονοῦσι δι’ οὐδὲν ἕτερον ἢ διὰ τούτους, οὓς ἀποδεχόμενοι τυγχάνουσιν· οὕτως ἀτυχῶς φέρομαι παρ’ αὐτοῖς.
Panath
.

16

Καὶ τί δεῖ θαυμάζειν τῶν πρὸς ἁπάσας τὰς ὑπε‐ ροχὰς οὕτω διακεῖσθαι πεφυκότων, ὅπου καὶ τῶν οἰομένων διαφέρειν καὶ ζηλούντων ἐμὲ καὶ μιμεῖσθαι γλιχομένων τινὲς ἔτι δυσμενέστερον ἔχουσί μοι τῶν ἰδιωτῶν; Ὧν τίνας
5ἄν τις εὕροι πονηροτέρους, —εἰρήσεται γὰρ, εἰ καί τισιν δόξω νεώτερα καὶ βαρύτερα λέγειν τῆς ἡλικίας—, οἵτινες οὔτε φράζειν οὐδὲν μέρος ἔχοντες τοῖς μαθηταῖς τῶν εἰρημένων ὑπ’ ἐμοῦ, τοῖς τε λόγοις παραδείγμασι χρώμενοι τοῖς ἐμοῖς καὶ ζῶντες ἐντεῦθεν τοσούτου δέουσι χάριν
10ἔχειν τούτων, ὥστ’ οὐδ’ ἀμελεῖν ἡμῶν ἐθέλουσιν, ἀλλ’ ἀεί τι φλαῦρον περὶ ἐμοῦ λέγουσιν;
Panath
.

17

Ἕως μὲν οὖν τοὺς λόγους ἡμῶν ἐλυμαίνοντο, παραναγιγνώσκοντες ὡς δυ‐ νατὸν κάκιστα τοῖς αὑτῶν καὶ διαιροῦντες οὐκ ὀρθῶς καὶ κατακνίζοντες καὶ πάντα τρόπον διαφθείροντες, οὐδὲν
5ἐφρόντιζον τῶν ἀπαγγελλομένων, ἀλλὰ ῥᾳθύμως εἶχον· μικρὸν δὲ πρὸ τῶν Παναθηναίων τῶν μεγάλων ἠχθέσθην δι’ αὐτούς.91
Panath
.

18

Ἀπαντήσαντες γάρ τινές μοι τῶν ἐπιτη‐ δείων ἔλεγον ὡς ἐν τῷ Λυκείῳ συγκαθεζόμενοι τρεῖς ἢ τέτταρες τῶν ἀγελαίων σοφιστῶν καὶ πάντα φασκόντων εἰδέναι καὶ ταχέως πανταχοῦ γιγνομένων διαλέγοιντο περί
5τε τῶν ἄλλων ποιητῶν καὶ τῆς Ἡσιόδου καὶ τῆς Ὁμήρου ποιήσεως, οὐδὲν μὲν παρ’ αὑτῶν λέγοντες, τὰ δ’ ἐκείνων ῥαψῳδοῦντες καὶ τῶν πρότερον ἄλλοις τισὶν εἰρημένων τὰ χαριέστατα μνημονεύοντες·
Panath
.

19

ἀποδεξαμένων δὲ τῶν περιεστώτων τὴν διατριβὴν αὐτῶν, ἕνα τὸν τολμηρότατον ἐπιχειρῆσαι με διαβάλλειν, λέγονθ’ ὡς ἐγὼ πάντων κατα‐ φρονῶ τῶν τοιούτων, καὶ τάς τε φιλοσοφίας τὰς τῶν ἄλλων
5καὶ τὰς παιδείας ἁπάσας ἀναιρῶ, καὶ φημὶ πάντας ληρεῖν πλὴν τοὺς μετεσχηκότας τῆς ἐμῆς διατριβῆς· τούτων δὲ ῥηθέντων ἀηδῶς τινας τῶν παρόντων διατεθῆναι πρὸς ἡμᾶς.
Panath
.

20

Ὡς μὲν οὖν ἐλυπήθην καὶ συνεταράχθην ἀκούσας ἀποδέξασθαί τινας τοὺς λόγους τούτους, οὐκ ἂν δυναίμην εἰπεῖν· ᾤμην γὰρ οὕτως ἐπιφανὴς εἶναι τοῖς ἀλαζονευομένοις πολεμῶν καὶ περὶ ἐμαυτοῦ μετρίως
5διειλεγμένος, μᾶλλον δὲ ταπεινῶς, ὥστε μηδέν’ ἄν ποτε γενέσθαι πιστὸν τῶν λεγόντων ὡς ἐγὼ τοιαύταις ἀλαζο‐ νείαις ἐχρησάμην.
Panath
.

21

Ἀλλὰ γὰρ οὐκ ἀλόγως ὠδυράμην ἐν ἀρχῇ τὴν ἀτυχίαν τὴν παρακολουθοῦσάν μοι πάντα τὸν χρόνον ἐν τοῖς τοιούτοις· αὕτη γάρ ἐστιν αἰτία καὶ τῆς ψευδολογίας τῆς περί με γιγνομένης καὶ τῶν διαβολῶν καὶ
5τοῦ φθόνου καὶ τοῦ μὴ δύνασθαί με τυχεῖν τῆς δόξης ἧς ἄξιός εἰμι, μηδ’ ὁμολογουμένης, μηδ’ ἣν ἔχουσί τινες τῶν
πεπλησιακότων μοι καὶ πανταχῇ τεθεωρηκότων ἡμᾶς.92
Panath
.

22

Ταῦτα μὲν οὖν οὐχ οἷόν τ’ ἄλλως ἔχειν, ἀλλ’ ἀνάγκη στέργειν τοῖς ἤδη συμβεβηκόσιν. Πολλῶν δέ μοι λόγων ἐφεστώτων ἀπορῶ πότερον ἀντικατηγορῶ τῶν εἰθισμένων ἀεί τι ψεύδεσθαι περί μου καὶ λέγειν ἀνεπιτήδειον. Ἀλλ’
5εἰ φανείην σπουδάζων καὶ πολλοὺς λόγους ποιούμενος περὶ ἀνθρώπων οὓς οὐδεὶς ὑπείληφεν ἀξίους εἶναι λόγου, δικαίως ἂν μωρὸς εἶναι δοκοίην.
Panath
.

23

Ἀλλὰ τούτους ὑπε‐ ριδὼν ἀπολογῶμαι πρὸς τοὺς ἀδίκως μοι τῶν ἰδιωτῶν φθονοῦντας, καὶ πειρῶμαι διδάσκειν αὐτοὺς ὡς οὐ δικαίως οὐδὲ προσηκόντως περί μου ταύτην ἔχουσι τὴν γνώμην;
5Καὶ τίς οὐκ ἂν καταγνοίη μου πολλὴν ἄνοιαν, εἰ τοὺς μηδὲν δι’ ἕτερον δυσκόλως πρός με διακειμένους ἢ διὰ τὸ δοκεῖν χαριέντως εἰρηκέναι περί τινων, τούτους οἰηθείην ὁμοίως διαλεχθεὶς ὥσπερ πρότερον παύσειν ἐπὶ τοῖς λεγομένοις λυπουμένους, ἀλλ’ οὐ μᾶλλον ἀλγήσειν, ἄλλως
10τε κἂν φανῶ μηδὲ νῦν πω τηλικοῦτος ὢν [πεπαυμένος] παραληρῶν;
Panath
.

24

Ἀλλὰ μὴν οὐδ’ ἐκεῖνο ποιεῖν οὐδεὶς ἄν μοι συμβουλεύσειεν, ἀμελήσαντι τούτων καὶ μεταξὺ κατα‐ βαλόντι περαίνειν τὸν λόγον ὃν προῄρημαι, βουλόμενος ἐπιδεῖξαι τὴν πόλιν ἡμῶν πλειόνων ἀγαθῶν αἰτίαν γεγενη‐
5μένην τοῖς Ἕλλησιν ἢ τὴν Λακεδαιμονίων· εἰ γὰρ τοῦτ’ ἤδη ποιοίην, μήτε τέλος ἐπιθεὶς τοῖς γεγραμμένοις μήτε συγκλείσας τὴν ἀρχὴν τῶν ῥηθήσεσθαι μελλόντων τῇ τελευτῇ τῶν ἤδη προειρημένων, ὅμοιος ἂν εἶναι δόξαιμι τοῖς εἰκῇ καὶ φορτικῶς καὶ χύδην ὅ τι ἂν ἐπέλθῃ λέγουσιν·
10ἃ φυλακτέον ἡμῖν ἐστιν.
Panath
.

25

Κράτιστον οὖν ἐξ ἁπάντων
τούτων, περὶ ὧν τὸ τελευταῖόν με διέβαλλον ἀποφηνάμενον ἃ δοκεῖ μοι, τότ’ ἤδη λέγειν περὶ ὧν ἐξ ἀρχῆς διενοήθην· οἶμαι γὰρ, ἢν ἐξενέγκω γράψας καὶ ποιήσω φανερὰν ἣν93
5ἔχω γνώμην περί τε τῆς παιδείας καὶ τῶν ποιητῶν, παύ‐ σειν αὐτοὺς ψευδεῖς πλάττοντας αἰτίας καὶ λέγοντας ὅ τι ἂν τύχωσιν.
Panath
.

26

Τῆς μὲν οὖν παιδείας τῆς ὑπὸ τῶν προγόνων κατα‐ λειφθείσης τοσούτου δέω καταφρονεῖν ὥστε καὶ τὴν ἐφ’ ἡμῶν κατασταθεῖσαν ἐπαινῶ, λέγω δὲ τήν τε γεωμετρίαν καὶ τὴν ἀστρολογίαν καὶ τοὺς διαλόγους τοὺς ἐριστικοὺς
5καλουμένους, οἷς οἱ μὲν νεώτεροι μᾶλλον χαίρουσι τοῦ δέοντος, τῶν δὲ πρεσβυτέρων οὐδεὶς ἔστιν ὅστις 〈ἂν〉 ἀνεκτοὺς αὐτοὺς εἶναι φήσειεν.
Panath
.

27

Ἀλλ’ ὅμως ἐγὼ τοῖς ὡρμημένοις ἐπὶ ταῦτα παρακελεύομαι πονεῖν καὶ προσέχειν τὸν νοῦν ἅπασι τούτοις, λέγων ὡς, εἰ καὶ μηδὲν ἄλλο δύναται τὰ μαθήματα ταῦτα ποιεῖν ἀγαθὸν, ἀλλ’ οὖν
5ἀποτρέπει γε τοὺς νεωτέρους πολλῶν ἄλλων ἁμαρτημάτων. Τοῖς μὲν οὖν τηλικούτοις οὐδέποτ’ ἂν εὑρεθῆναι νομίζω διατριβὰς ὠφελιμωτέρας τούτων οὐδὲ μᾶλλον πρεπούσας·
Panath
.

28

τοῖς δὲ πρεσβυτέροις καὶ τοῖς εἰς ἄνδρας δεδοκι‐ μασμένοις οὐκέτι φημὶ τὰς μελέτας ταύτας ἁρμόττειν. Ὁρῶ γὰρ ἐνίους τῶν ἐπὶ τοῖς μαθήμασι τούτοις οὕτως ἀπηκριβωμένων ὥστε καὶ τοὺς ἄλλους διδάσκειν, οὔτ’
5εὐκαίρως ταῖς ἐπιστήμαις αἷς ἔχουσι χρωμένους, ἔν τε ταῖς ἄλλαις πραγματείαις ταῖς περὶ τὸν βίον ἀφρονεστέ‐ ρους ὄντας τῶν μαθητῶν· ὀκνῶ γὰρ εἰπεῖν τῶν οἰκετῶν.
Panath
.

29

Τὴν αὐτὴν δὲ γνώμην ἔχω καὶ περὶ τῶν δημηγορεῖν δυναμένων καὶ τῶν περὶ τὴν γραφὴν τὴν τῶν λόγων εὐδο‐
κιμούντων, ὅλως δὲ περὶ ἁπάντων τῶν περὶ τὰς τέχνας καὶ τὰς ἐπιστήμας καὶ τὰς δυνάμεις διαφερόντων. Οἶδα94
5γὰρ καὶ τούτων τοὺς πολλοὺς οὔτε τὰ περὶ σφᾶς αὐτοὺς καλῶς διῳκηκότας οὔτ’ ἐν ταῖς ἰδίαις συνουσίαις ἀνεκ‐ τοὺς ὄντας, τῆς τε δόξης τῆς τῶν συμπολιτευομένων ὀλιγωροῦντας, ἄλλων τε πολλῶν καὶ μεγάλων ἁμαρτημάτων γέμοντας· ὥστ’ οὐδὲ τούτους ἡγοῦμαι μετέχειν τῆς ἕξεως
10περὶ ἧς ἐγὼ τυγχάνω διαλεγόμενος.
Panath
.

30

Τίνας οὖν καλῶ πεπαιδευμένους, ἐπειδὴ τὰς τέχνας καὶ τὰς ἐπιστήμας καὶ τὰς δυνάμεις ἀποδοκιμάζω; Πρῶτον μὲν τοὺς καλῶς χρωμένους τοῖς πράγμασι τοῖς κατὰ τὴν ἡμέραν ἑκάστην
5προσπίπτουσι, καὶ τὴν δόξαν ἐπιτυχῆ τῶν καιρῶν ἔχοντας καὶ δυναμένην ὡς ἐπὶ τὸ πολὺ στοχάζεσθαι τοῦ συμφέ‐ ροντος·
Panath
.

31

ἔπειτα τοὺς πρεπόντως καὶ δικαίως ὁμι‐ λοῦντας τοῖς ἀεὶ πλησιάζουσι, καὶ τὰς μὲν τῶν ἄλλων ἀηδίας καὶ βαρύτητας εὐκόλως καὶ ῥᾳδίως φέροντας, σφᾶς δ’ αὐτοὺς ὡς δυνατὸν ἐλαφροτάτους καὶ μετριωτά‐
5τους τοῖς συνοῦσι παρέχοντας· ἔτι τοὺς τῶν μὲν ἡδονῶν ἀεὶ κρατοῦντας, τῶν δὲ συμφορῶν μὴ λίαν ἡττωμένους, ἀλλ’ ἀνδρωδῶς ἐν αὐταῖς διακειμένους καὶ τῆς φύσεως ἀξίως ἧς μετέχοντες τυγχάνομεν·
Panath
.

32

τέταρτον, ὅπερ μέγιστον, τοὺς μὴ διαφθειρομένους ὑπὸ τῶν εὐπραγιῶν μηδ’ ἐξισταμένους αὑτῶν μηδ’ ὑπερηφάνους γιγνομένους, ἀλλ’ ἐμμένοντας τῇ τάξει τῇ τῶν εὖ φρονούντων καὶ μὴ
5μᾶλλον χαίροντας τοῖς διὰ τύχην ὑπάρξασιν ἀγαθοῖς ἢ τοῖς διὰ τὴν αὑτῶν φύσιν καὶ φρόνησιν ἐξ ἀρχῆς γιγνο‐ μένοις. Τοὺς δὲ μὴ μόνον πρὸς ἓν τούτων, ἀλλὰ καὶ
πρὸς ἅπαντα ταῦτα τὴν ἕξιν τῆς ψυχῆς εὐάρμοστον ἔχοντας, τούτους φημὶ καὶ φρονίμους εἶναι καὶ τελέους95
10ἄνδρας καὶ πάσας ἔχειν τὰς ἀρετάς.
Panath
.

33

Περὶ μὲν οὖν τῶν πεπαιδευμένων τυγχάνω ταῦτα γιγνώσκων. Περὶ δὲ τῆς Ὁμήρου καὶ τῆς Ἡσιόδου καὶ τῆς τῶν ἄλλων ποιήσεως ἐπιθυμῶ μὲν εἰπεῖν, οἶμαι γὰρ ἂν παῦσαι τοὺς
5ἐν τῷ Λυκείῳ ῥαψῳδοῦντας τἀκείνων καὶ ληροῦντας περὶ αὐτῶν, αἰσθάνομαι δ’ ἐμαυτὸν ἔξω φερόμενον τῆς συμμετρίας τῆς συντεταγμένης τοῖς προοιμίοις.
Panath
.

34

Ἔστι δ’ ἀνδρὸς νοῦν ἔχοντος μὴ τὴν εὐπορίαν ἀγα‐ πᾶν, ἢν ἔχῃ τις περὶ τῶν αὐτῶν πλείω τῶν ἄλλων εἰπεῖν, ἀλλὰ τὴν εὐκαιρίαν διαφυλάττειν, ὑπὲρ ὧν ἂν ἀεὶ τυγχάνῃ διαλεγόμενος· ὅπερ ἐμοὶ ποιητέον ἐστίν. Περὶ μὲν οὖν τῶν
5ποιητῶν αὖθις ἐροῦμεν, ἢν μή με προανέλῃ τὸ γῆρας· περὶ γὰρ σπουδαιοτέρων πραγμάτων ἔχομεν τι λέγειν ἢ τούτων.
Panath
.

35

Περὶ δὲ τῶν τῆς πόλεως εὐεργεσιῶν τῶν εἰς τοὺς Ἕλληνας ἤδη ποιήσομαι τοὺς λόγους, οὐχ ὡς οὐ πλείους ἐπαίνους πεποιημένος περὶ αὐτῆς ἢ σύμπαντες οἱ περὶ τὴν ποίησιν καὶ τοὺς λόγους ὄντες· οὐ μὴν ὁμοίως καὶ
5νῦν. Τότε μὲν γὰρ ἐν λόγοις περὶ ἑτέρων πραγμάτων ἐμεμνήμην αὐτῆς, νῦν δὲ περὶ ταύτης τὴν ὑπόθεσιν ποιη‐ σάμενος.
Panath
.

36

Οὐκ ἀγνοῶ δ’ ἡλίκος ὢν ὅσον ἔργον ἐνί‐ σταμαι τὸ μέγεθος, ἀλλ’ ἀκριβῶς εἰδὼς καὶ πολλάκις εἰρηκὼς ὅτι τὰ μὲν μικρὰ τῶν πραγμάτων ῥᾴδιον τοῖς λόγοις αὐξῆσαι, τοῖς δ’ ὑπερβάλλουσι τῶν ἔργων καὶ τῷ
5μεγέθει καὶ τῷ κάλλει χαλεπὸν ἐξισῶσαι τοὺς ἐπαίνους.
Panath
.

37

Ἀλλ’ ὅμως οὐδὲν μᾶλλον ἀποστατέον αὐτῶν ἐστιν, ἀλλ’ ἐπιτελεστέον, ἤν περ ἔτι ζῆν δυνηθῶμεν, ἄλλως τε
καὶ πολλῶν με παροξυνόντων γράφειν αὐτὸν, πρῶτον μὲν τῶν εἰθισμένων ἀσελγῶς κατηγορεῖν τῆς πόλεως ἡμῶν,96
5ἔπειτα τῶν χαριέντως μὲν, ἀπειροτέρως δὲ καὶ κατα‐ δεέστερον ἐπαινούντων αὐτὴν,
Panath
.

38

ἔτι δὲ τῶν ἑτέρων μᾶλ‐ λον εὐλογεῖν τολμώντων οὐκ ἀνθρωπίνως, ἀλλ’ οὕτως ὥστε πολλοὺς ἀντιτάττεσθαι πρὸς αὐτοὺς, πάντων δὲ μάλιστα τῆς ἡλικίας τῆς παρούσης, ἣ τοὺς ἄλλους πέφυκεν ἀπο‐
5τρέπειν· ἐλπίζω γὰρ, ἢν μὲν κατορθώσω, μείζω λήψεσθαι δόξαν τῆς ὑπαρχούσης, ἢν δ’ ἐνδεέστερον τύχω διαλεχθεὶς, πολλῆς συγγνώμης τεύξεσθαι παρὰ τῶν ἀκουόντων.
Panath
.

39

Ἃ μὲν οὖν ἐβουλήθην καὶ περὶ ἐμαυτοῦ καὶ περὶ τῶν ἄλλων ὥσπερ χορὸς [πρὸ τοῦ ἀγῶνος] προαναβαλέσθαι, ταῦτ’ ἐστιν. Ἡγοῦμαι δὲ χρῆναι τοὺς βουλομένους ἐγκωμιάσαι τινὰ τῶν πόλεων ἀκριβῶς καὶ δικαίως μὴ μόνον
5περὶ αὐτῆς ποιεῖσθαι τοὺς λόγους ἧς προῃρημένοι τυγχά‐ νουσιν, ἀλλ’ ὥσπερ τὴν πορφύραν καὶ τὸν χρυσὸν θεωροῦ‐ μεν καὶ δοκιμάζομεν ἕτερα παραδεικνύοντες τῶν καὶ τὴν ὄψιν ὁμοίαν ἐχόντων καὶ τῆς τιμῆς τῆς αὐτῆς ἀξιου‐ μένων,
Panath
.

40

οὕτω καὶ ταῖς πόλεσι παριστάναι μὴ τὰς μικρὰς ταῖς μεγάλαις, μηδὲ τὰς πάντα τὸν χρόνον ὑφ’ ἑτέραις οὔσας ταῖς ἄρχειν εἰθισμέναις, μηδὲ τὰς σῴζεσθαι δεομένας πρὸς τὰς σῴζειν δυναμένας, ἀλλὰ τὰς παρα‐
5πλησίαν καὶ τὴν δύναμιν ἐχούσας καὶ περὶ τὰς αὐτὰς πράξεις γεγενημένας καὶ ταῖς ἐξουσίαις ὁμοίαις κεχρη‐ μένας· οὕτω γὰρ ἂν μάλιστα τῆς ἀληθείας τύχοιεν.
Panath
.

41

Ἢν δή τις ἡμᾶς τὸν τρόπον τοῦτον σκοπῆται καὶ παραβάλλῃ μὴ πρὸς τὴν τυχοῦσαν πόλιν, ἀλλὰ πρὸς τὴν Σπαρτιατῶν, ἣν οἱ μὲν πολλοὶ μετρίως ἐπαινοῦσιν, ἔνιοι δέ τινες ὥσπερ τῶν ἡμιθέων ἐκεῖ πεπολιτευμένων
5μέμνηνται περὶ αὐτῶν, φανησόμεθα καὶ τῇ δυνάμει καὶ ταῖς πράξεσι καὶ ταῖς εὐεργεσίαις ταῖς περὶ τοὺς Ἕλληνας πλέον ἀπολελοιπότες αὐτοὺς ἢ ’κεῖνοι τοὺς ἄλλους.97
Panath
.

42

Τοὺς μὲν οὖν παλαιοὺς ἀγῶνας τοὺς ὑπὲρ τῶν Ἑλλήνων γεγενημένους ὕστερον ἐροῦμεν, νῦν δὲ ποιήσομαι περὶ ἐκείνων τοὺς λόγους ἀρξάμενος, ἐπειδὴ κατέσχον τὰς πόλεις τὰς Ἀχαιίδας καὶ πρὸς Ἀργείους καὶ Μεσ‐
5σηνίους διείλοντο τὴν χώραν· ἐντεῦθεν γὰρ προσήκει διαλέγεσθαι περὶ αὐτῶν. Οἱ μὲν τοίνυν ἡμέτεροι πρόγονοι φανήσονται τήν τε πρὸς τοὺς Ἕλληνας ὁμόνοιαν καὶ τὴν πρὸς τοὺς βαρβάρους ἔχθραν, ἣν παρέλαβον ἐκ τῶν Τρωικῶν, διαφυλάττοντες καὶ μένοντες ἐν τοῖς αὐτοῖς.
Panath
.

43

Καὶ πρῶτον μὲν τὰς Κυκλάδας νήσους, περὶ ἃς ἐγένοντο πολλαὶ πραγματεῖαι κατὰ τὴν Μίνω τοῦ Κρητὸς δυναστείαν, ταύτας τὸ τελευταῖον ὑπὸ Καρῶν κατεχο‐ μένας, ἐκβαλόντες ἐκείνους οὐκ ἐξιδιώσασθαι τὰς χώρας
5ἐτόλμησαν, ἀλλὰ τοὺς μάλιστα βίου τῶν Ἑλλήνων δεομένους κατῴκισαν εἰς αὐτάς·
Panath
.

44

καὶ μετὰ ταῦτα πολλὰς πόλεις ἐφ’ ἑκατέρας τῆς ἠπείρου καὶ μεγάλας ἔκτισαν, καὶ τοὺς μὲν βαρβάρους ἀνέστειλαν ἀπὸ τῆς θαλάττης, τοὺς δ’ Ἕλληνας ἐδίδαξαν ὃν τρόπον
5διοικοῦντες τὰς αὑτῶν πατρίδας καὶ πρὸς οὓς πολε‐ μοῦντες μεγάλην ἂν τὴν Ἑλλάδα ποιήσειαν.
Panath
.

45

Λακε‐ δαιμόνιοι δὲ περὶ τὸν αὐτὸν χρόνον τοσοῦτον ἀπέσχον τοῦ πράττειν τι τῶν αὐτῶν τοῖς ἡμετέροις καὶ τοῦ τοῖς μὲν βαρβάροις πολεμεῖν, τοὺς δ’ Ἕλληνας εὐεργετεῖν, ὥστ’
5οὐδ’ ἡσυχίαν ἄγειν ἠθέλησαν, ἀλλ’ ἔχοντες πόλιν ἀλλοτρίαν καὶ χώραν οὐ μόνον ἱκανὴν, ἀλλ’ ὅσην οὐδεμία πόλις τῶν Ἑλληνίδων, οὐκ ἔστερξαν ἐπὶ τούτοις,
Panath
.

46

ἀλλὰ μαθόντες ἐξ αὐτῶν τῶν συμβεβηκότων κατὰ μὲν τοὺς νόμους τάς τε
πόλεις καὶ τὰς χώρας τούτων εἶναι δοκούσας τῶν ὀρθῶς καὶ νομίμως κτησαμένων, κατὰ δὲ τὴν ἀλήθειαν τούτων98
5γιγνομένας τῶν τὰ περὶ τὸν πόλεμον μάλιστ’ ἀσκούντων καὶ νικᾶν ἐν ταῖς μάχαις τοὺς πολεμίους δυναμένων, ταῦτα διανοηθέντες, ἀμελήσαντες γεωργιῶν καὶ τεχνῶν καὶ τῶν ἄλλων ἁπάντων, οὐδὲν ἐπαύοντο κατὰ μίαν ἑκάστην τῶν πόλεων τῶν ἐν Πελοποννήσῳ πολιορκοῦντες
10καὶ κακῶς ποιοῦντες, ἕως ἁπάσας κατεστρέψαντο πλὴν τῆς Ἀργείων.
Panath
.

47

Συνέβαινεν οὖν ἐξ ὧν μὲν ἡμεῖς ἐπράττομεν, αὐξάνεσθαί τε τὴν Ἑλλάδα καὶ τὴν Εὐρώπην κρείττω γίγνεσθαι τῆς Ἀσίας, καὶ πρὸς τούτοις τῶν μὲν Ἑλλήνων τοὺς ἀποροῦντας πόλεις λαμβάνειν καὶ χώρας,
5τῶν δὲ βαρβάρων τοὺς εἰθισμένους ὑβρίζειν ἐκπίπτειν ἐκ τῆς αὑτῶν καὶ φρονεῖν ἔλαττον ἢ πρότερον· ἐξ ὧν δὲ Σπαρτιᾶται, τὴν ἐκείνων μόνην μεγάλην γίγνεσθαι, καὶ πασῶν μὲν τῶν ἐν Πελοποννήσῳ πόλεων ἄρχειν, ταῖς δ’ ἄλλαις φοβερὰν εἶναι καὶ πολλῆς θεραπείας τυγχάνειν παρ’
10αὐτῶν.
Panath
.

48

Ἐπαινεῖν μὲν οὖν δίκαιόν ἐστι τὴν τοῖς ἄλλοις πολλῶν ἀγαθῶν αἰτίαν γεγενημένην, δεινὴν δὲ νομί‐ ζειν τὴν αὑτῇ τὰ συμφέροντα διαπραττομένην, καὶ φίλους μὲν ποιεῖσθαι τοὺς ὁμοίως αὑτοῖς τε καὶ τοῖς ἄλλοις
5χρωμένους, φοβεῖσθαι δὲ καὶ δεδιέναι τοὺς πρὸς σφᾶς μὲν αὐτοὺς ὡς δυνατὸν οἰκειότατα διακειμένους, πρὸς δὲ τοὺς ἄλλους ἀλλοτρίως καὶ πολεμικῶς τὴν αὑτῶν διοικοῦντας. Τὴν μὲν οὖν ἀρχὴν ἑκατέρα τοῖν πολέοιν τοιαύτην ἐποιή‐ σατο.
Panath
.

49

Χρόνῳ δ’ ὕστερον γενομένου τοῦ Περσικοῦ πολέμου καὶ Ξέρξου τοῦ τότε βασιλεύοντος τριήρεις μὲν συναγα‐ γόντος τριακοσίας καὶ χιλίας, τῆς δὲ πεζῆς στρατιᾶς
πεντακοσίας μὲν μυριάδας τῶν ἁπάντων, ἑβδομήκοντα δὲ99
5τῶν μαχίμων, τηλικαύτῃ δὲ δυνάμει στρατεύσαντος ἐπὶ τοὺς Ἕλληνας,
Panath
.

50

Σπαρτιᾶται μὲν ἄρχοντες Πελοπον‐ νησίων εἰς τὴν ναυμαχίαν τὴν ποιήσασαν ῥοπὴν ἅπαντος τοῦ πολέμου δέκα μόνον συνεβάλοντο τριήρεις, οἱ δὲ πατέ‐ ρες ἡμῶν ἀνάστατοι γενόμενοι καὶ τὴν πόλιν ἐκλελοιπότες
5διὰ τὸ μὴ τετειχίσθαι κατ’ ἐκεῖνον τὸν χρόνον πλείους ναῦς παρέσχοντο καὶ μείζω δύναμιν ἐχούσας ἢ σύμπαντες οἱ συγκινδυνεύσαντες·
Panath
.

51

καὶ στρατηγὸν οἱ μὲν Εὐρυβιά‐ δην, ὃς εἰ τέλος ἐπέθηκεν οἷς διενοήθη πράττειν, οὐδὲν ἂν ἐκώλυεν ἀπολωλέναι τοὺς Ἕλληνας, οἱ δ’ ἡμέτεροι Θεμιστοκλέα τὸν ὁμολογουμένως ἅπασιν αἴτιον εἶναι
5δόξαντα καὶ τοῦ τὴν ναυμαχίαν γενέσθαι κατὰ τρόπον καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐν ἐκείνῳ τῷ χρόνῳ κατορθωθέν‐ των.
Panath
.

52

Τεκμήριον δὲ μέγιστον· ἀφελόμενοι γὰρ Λακε‐ δαιμονίους τὴν ἡγεμονίαν οἱ συγκινδυνεύσαντες τοῖς ἡμε‐ τέροις παρέδοσαν. Καίτοι τίνας ἄν τις κριτὰς ἱκανωτέρους ποιήσαιτο καὶ πιστοτέρους τῶν τότε πραχθέντων ἢ τοὺς
5ἐν αὐτοῖς τοῖς ἀγῶσι παραγενομένους; Τίς δ’ ἂν εὐεργε‐ σίαν εἰπεῖν ἔχοι ταύτης μείζω τῆς ἅπασαν τὴν Ἑλλάδα σῷσαι δυνηθείσης;
Panath
.

53

Μετὰ ταῦτα τοίνυν συνέβη κυρίαν ἑκατέραν εἶναι τῆς ἀρχῆς τῆς κατὰ θάλατταν, ἣν ὁπότεροι ἂν κατάσχωσιν, ὑπηκόους ἔχουσι τὰς πλείστας τῶν πόλεων. Ὅλως μὲν οὖν οὐδετέραν ἐπαινῶ· πολλὰ γὰρ ἄν τις αὐταῖς ἐπιτιμήσειεν·
5οὐ μὴν ἀλλὰ καὶ περὶ τὴν ἐπιμέλειαν ταύτην οὐκ ἔλαττον αὐτῶν διηνέγκαμεν ἢ περὶ τὰς πράξεις τὰς ὀλίγῳ πρό‐ τερον εἰρημένας.
Panath
.

54

Οἱ μὲν γὰρ ἡμέτεροι πατέρες ἔπειθον τοὺς συμμάχους ποιεῖσθαι πολιτείαν ταύτην, ἥνπερ αὐτοὶ διετέλουν ἀγαπῶντες· ὃ σημεῖόν ἐστιν εὐ‐
νοίας καὶ φιλίας, ὅταν τινὲς παραινῶσι τοῖς ἄλλοις100
5χρῆσθαι τούτοις, ἅπερ ἂν σφίσιν αὐτοῖς συμφέρειν ὑπολάβωσιν· Λακεδαιμόνιοι δὲ κατέστησαν οὔθ’ ὁμοίαν τῇ παρ’ αὑτοῖς οὔτε ταῖς ἄλλοθί που γεγενημέναις, ἀλλὰ δέκα μόνους ἄνδρας κυρίους ἑκάστης τῆς πόλεως ἐποίησαν, ὧν ἐπιχειρήσας ἄν τις κατηγορεῖν τρεῖς ἢ
10τέτταρας ἡμέρας συνεχῶς οὐδὲν ἂν μέρος εἰρηκέναι δόξειε τῶν ἐκείνοις ἡμαρτημένων.
Panath
.

55

Καθ’ ἕκαστον μὲν οὖν διεξιέναι περὶ τῶν τοιούτων καὶ τοσούτων τὸ πλῆθος ἀνόητόν ἐστιν· ὀλίγα δὲ καθ’ ἁπάντων εἰπεῖν, ἃ τοῖς ἀκούσασιν ὀργὴν ἀξίαν ἐμποιήσειεν ἂν τῶν πεπραγ‐
5μένων, νεώτερος μὲν ὢν ἴσως ἂν ἐξεῦρον, νῦν δ’ οὐδὲν ἐπέρχεταί μοι τοιοῦτον, ἀλλ’ ἅπερ ἅπασιν, ὅτι τοσοῦτον ἐκεῖνοι διήνεγκαν ἀνομίᾳ καὶ πλεονεξίᾳ τῶν προγεγενη‐ μένων ὥστ’ οὐ μόνον αὑτοὺς ἀπώλεσαν καὶ τοὺς φίλους καὶ τὰς πατρίδας τὰς αὑτῶν, ἀλλὰ καὶ Λακεδαιμονίους
10πρὸς τοὺς συμμάχους διαβαλόντες εἰς τοσαύτας καὶ τοιαύτας συμφορὰς εἰσέβαλον ὅσας οὐδεὶς πώποτ’ αὐτοῖς γενήσεσθαι προσεδόκησεν.
Panath
.

56

Μάλιστα μὲν οὖν ἐντεῦθεν ἄν τις δυνηθείη κατι‐ δεῖν ὅσῳ μετριώτερον καὶ πραότερον ἡμεῖς τῶν πραγμάτων ἐπεμελήθημεν, δεύτερον δ’ ἐκ τοῦ ῥηθήσεσθαι μέλλοντος. Σπαρτιᾶται μὲν γὰρ ἔτη δέκα μόλις ἐπεστάτησαν αὐτῶν,
5ἡμεῖς δὲ πέντε καὶ ἑξήκοντα συνεχῶς κατέσχομεν τὴν ἀρχήν. Καίτοι πάντες ἴσασι τὰς πόλεις τὰς ὑφ’ ἑτέροις γιγνομένας, ὅτι πλεῖστον χρόνον τούτοις παραμένουσιν ὑφ’ ὧν ἂν ἐλάχιστα κακὰ πάσχουσαι τυγχάνωσιν.
Panath
.

57

Ἐκ τούτων τοίνυν ἀμφότεραι μισηθεῖσαι κατέστησαν εἰς πόλεμον καὶ ταραχὴν, ἐν ᾗ τὴν μὲν ἡμετέραν εὕροι τις ἂν,
ἁπάντων αὐτῇ καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων101
5ἐπιθεμένων, ἔτη δέκα τούτοις ἀντισχεῖν δυνηθεῖσαν, Λακεδαιμονίους δὲ κρατοῦντας ἔτι κατὰ γῆν, πρὸς Θηβαί‐ ους μόνους πολεμήσαντας καὶ μίαν μάχην ἡττηθέντας, ἁπάντων ἀποστερηθέντας ὧν εἶχον, καὶ παραπλησίαις ἀτυχίαις χρησαμένους καὶ συμφοραῖς αἷσπερ ἡμεῖς,
Panath
.

58

καὶ πρὸς τούτοις τὴν μὲν ἡμετέραν πόλιν 〈ἐν〉 ἐλάτ‐ τοσιν ἔτεσιν ἀναλαβοῦσαν αὑτὴν ἢ κατεπολεμήθη, Σπαρ‐ τιάτας δὲ μετὰ τὴν ἧτταν μηδ’ ἐν πολλαπλασίῳ χρόνῳ δυνηθέντας καταστῆσαι σφᾶς αὐτοὺς εἰς τὴν αὐτὴν ἕξιν
5ἐξ ἧσπερ ἐξέπεσον, ἀλλ’ ὁμοίως ἔτι καὶ νῦν ἔχοντας.
Panath
.

59

Τὰ τοίνυν πρὸς τοὺς βαρβάρους ὡς ἑκάτεροι προση‐ νέχθημεν, δηλωτέον· ἔτι γὰρ τοῦτο λοιπόν ἐστιν. Ἐπὶ μὲν γὰρ τῆς ἡμετέρας δυναστείας οὐκ ἐξῆν αὐτοῖς οὔτ’ ἐντὸς Ἅλυος πεζῷ στρατοπέδῳ καταβαίνειν οὔτε μακροῖς
5πλοίοις ἐπὶ τάδε πλεῖν Φασήλιδος· ἐπὶ δὲ τῆς Λακεδαι‐ μονίων οὐ μόνον τοῦ πορεύεσθαι καὶ πλεῖν ὅποι βουληθεῖεν ἐξουσίαν ἔλαβον, ἀλλὰ καὶ δεσπόται πολλῶν Ἑλληνίδων πόλεων κατέστησαν.
Panath
.

60

Τὴν δὴ καὶ τὰς συνθήκας τὰς πρὸς βασιλέα γενναιοτέρας καὶ μεγαλοφρονεστέρας ποιη‐ σαμένην καὶ τῶν πλείστων καὶ μεγίστων τοῖς μὲν βαρβά‐ ροις κακῶν, τοῖς δ’ Ἕλλησιν ἀγαθῶν αἰτίαν γεγενημένην,
5ἔτι δὲ τῆς Ἀσίας τὴν παραλίαν καὶ πολλὴν ἄλλην χώραν τοὺς μὲν πολεμίους ἀφελομένην, τοῖς δὲ συμμάχοις κτησαμένην,
Panath
.

61

καὶ τοὺς μὲν ὑβρίζοντας, τοὺς δ’ ἀπο‐ ροῦντας παύσασαν, πρὸς δὲ τούτοις ὑπὲρ αὑτῆς τε πολε‐ μήσασαν ἄμεινον τῆς εὐδοκιμούσης περὶ τὰ τοιαῦτα καὶ τὰς συμφορὰς θᾶττον διαλυσαμένην τῶν αὐτῶν τούτων,
5πῶς οὐ δίκαιον ἐπαινεῖν καὶ τιμᾶν μᾶλλον ἢ τὴν ἐν ἅπασι
τούτοις ἀπολελειμμένην; Περὶ μὲν οὖν τῶν πραχθέντων παρ’ ἄλληλα καὶ τῶν κινδύνων τῶν ἅμα καὶ πρὸς τοὺς αὐτοὺς γενομένων ἐν τῷ παρόντι ταὐτ’ εἶχον εἰπεῖν.102
Panath
.

62

Οἶμαι δὲ τοὺς ἀηδῶς ἀκούοντας τῶν λόγων τούτων τοῖς μὲν εἰρημένοις οὐδὲν ἀντερεῖν ὡς οὐκ ἀληθέσιν οὖσιν, οὐδ’ αὖ πράξεις ἑτέρας ἕξειν εἰπεῖν, περὶ ἃς Λακεδαι‐ μόνιοι γενόμενοι πολλῶν ἀγαθῶν αἴτιοι τοῖς Ἕλλησι
5κατέστησαν, κατηγορεῖν δὲ τῆς πόλεως ἡμῶν ἐπιχειρή‐ σειν,
Panath
.

63

ὅπερ ἀεὶ ποιεῖν εἰώθασι, καὶ διεξιέναι τὰς δυσχερεστάτας τῶν πράξεων τῶν ἐπὶ τῆς ἀρχῆς τῆς κατὰ θάλατταν γεγενημένων, καὶ τάς τε δίκας καὶ τὰς κρίσεις τὰς ἐνθάδε γιγνομένας τοῖς συμμάχοις καὶ τὴν τῶν φόρων
5εἴσπραξιν διαβαλεῖν, καὶ μάλιστα διατρίψειν περὶ τὰ Μηλίων πάθη καὶ Σκιωναίων καὶ Τορωναίων, οἰομένους ταῖς κατηγορίαις ταύταις καταρρυπανεῖν τὰς τῆς πόλεως εὐεργεσίας τὰς ὀλίγῳ πρότερον εἰρημένας.
Panath
.

64

Ἐγὼ δὲ πρὸς ἅπαντα μὲν τὰ δικαίως ἂν ῥηθέντα κατὰ τῆς πόλεως οὔτ’ ἂν δυναίμην ἀντειπεῖν οὔτ’ ἂν ἐπιχειρήσαιμι τοῦτο ποιεῖν· καὶ γὰρ ἂν αἰσχυνοίμην, ὅπερ εἶπον ἤδη καὶ
5πρότερον, εἰ τῶν ἄλλων μηδὲ τοὺς θεοὺς ἀναμαρτήτους εἶναι νομιζόντων ἐγὼ γλιχοίμην καὶ πειρῴμην πείθειν ὡς περὶ οὐδὲν πώποτε τὸ κοινὸν ἡμῶν πεπλημμέληκεν·
Panath
.

65

οὐ μὴν ἀλλ’ ἐκεῖνό γ’ οἶμαι ποιήσειν, τήν τε πόλιν τὴν Σπαρτιατῶν ἐπιδείξειν περὶ τὰς πράξεις τὰς προειρημένας πολὺ πικροτέραν καὶ χαλεπωτέραν τῆς ἡμετέρας γεγενημένην, τούς θ’ ὑπὲρ ἐκείνων βλασφη‐
5μοῦντας καθ’ ἡμῶν ὡς δυνατὸν ἀφρονέστατα διακει‐
μένους καὶ τοῦ κακῶς ἀκούειν ὑφ’ ἡμῶν τοὺς φίλους αὐτῶν αἰτίους ὄντας·103
Panath
.

66

ἐπειδὰν γὰρ τὰ τοιαῦτα κατηγορῶσιν, οἷς ἔνοχοι Λακεδαιμόνιοι μᾶλλον τυγχά‐ νουσιν ὄντες, οὐκ ἀποροῦμεν τοῦ περὶ ἡμῶν ῥηθέντος μεῖζον ἁμάρτημα κατ’ ἐκείνων εἰπεῖν. Οἷον καὶ νῦν, ἢν
5μνησθῶσιν τῶν ἀγώνων τῶν τοῖς συμμάχοις ἐνθάδε γιγνο‐ μένων, τίς ἐστιν οὕτως ἀφυὴς ὅστις οὐχ εὑρήσει πρὸς τοῦτ’ ἀντειπεῖν ὅτι πλείους Λακεδαιμόνιοι τῶν Ἑλλήνων ἀκρίτους ἀπεκτόνασι τῶν παρ’ ἡμῖν, ἐξ οὗ τὴν πόλιν οἰκοῦμεν, εἰς ἀγῶνα καὶ κρίσιν καταστάντων;
Panath
.

67

Τοιαῦτα δὲ καὶ περὶ τῆς εἰσπράξεως τῶν φόρων ἤν τι λέγωσιν, ἕξομεν εἰπεῖν· πολὺ γὰρ ἐπιδείξομεν συμφο‐ ρώτερα πράξαντας τοὺς ἡμετέρους ἢ Λακεδαιμονίους ταῖς πόλεσιν ταῖς τὸν φόρον ἐνεγκούσαις. Πρῶτον μὲν γὰρ οὐ
5προσταχθὲν ὑφ’ ἡμῶν τοῦτ’ ἐποίουν, ἀλλ’ αὐτοὶ γνόντες, ὅτε περ τὴν ἡγεμονίαν ἡμῖν τὴν κατὰ θάλατταν ἔδοσαν·
Panath
.

68

ἔπειτ’ οὐχ ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας ἔφερον, ἀλλ’ ὑπὲρ τῆς δημοκρατίας καὶ τῆς ἐλευθερίας τῆς αὑτῶν καὶ τοῦ μὴ περιπεσεῖν ὀλιγαρχίας γενομένης τηλικούτοις κακοῖς τὸ μέγεθος ἡλίκοις ἐπὶ τῶν δεκαρχιῶν καὶ τῆς
5δυναστείας τῆς Λακεδαιμονίων. Ἔτι δ’ οὐκ ἐκ τούτων ἔφερον ἐξ ὧν αὐτοὶ διέσῳσαν, ἀλλ’ ἀφ’ ὧν δι’ ἡμᾶς εἶχον·
Panath
.

69

ὑπὲρ ὧν, εἰ καὶ μικρὸς λογισμὸς ἐνῆν αὐτοῖς, δικαίως ἂν χάριν εἶχον ἡμῖν. Παραλαβόντες γὰρ τὰς πόλεις αὐτῶν τὰς μὲν παντάπασιν ἀναστάτους γεγενημένας ὑπὸ τῶν βαρβάρων, τὰς δὲ πεπορθημένας, εἰς τοῦτο προηγά‐
5γομεν ὥστε μικρὸν μέρος τῶν γιγνομένων ἡμῖν διδόντας μηδὲν ἐλάττους ἔχειν τοὺς οἴκους Πελοποννησίων τῶν οὐδένα φόρον ὑποτελούντων.
Panath
.

70

Περὶ τοίνυν τῶν ἀναστάτων γεγενημένων ὑφ’ ἑκα‐ τέρας τῶν πόλεων, ὃ μόνοις τινὲς ἡμῖν ὀνειδίζουσιν, ἐπιδείξομεν πολὺ δεινότερα πεποιηκότας, οὓς ἐπαι‐ νοῦντες διατελοῦσιν. Ἡμῖν μὲν γὰρ συνέπεσε περὶ104
5νησύδρια τοιαῦτα καὶ τηλικαῦτα τὸ μέγεθος ἐξαμαρτεῖν, ἃ πολλοὶ τῶν Ἑλλήνων οὐδ’ ἴσασιν, ἐκεῖνοι δὲ τὰς με‐ γίστας πόλεις τῶν ἐν Πελοποννήσῳ καὶ τὰς πανταχῇ προεχούσας τῶν ἄλλων ἀναστάτους ποιήσαντες αὐτοὶ τἀκείνων ἔχουσιν,
Panath
.

71

ἃς ἄξιον ἦν, εἰ καὶ μηδὲν αὐταῖς πρότερον ὑπῆρχεν ἀγαθὸν, τῆς μεγίστης δωρεᾶς παρὰ τῶν Ἑλλήνων τυχεῖν διὰ τὴν στρατείαν τὴν ἐπὶ Τροίαν, ἐν ᾗ σφᾶς τ’ αὐτὰς παρέσχον πρωτευούσας καὶ τοὺς
5ἡγεμόνας ἀρετὰς ἔχοντας οὐ μόνον τὰς τοιαύτας, ὧν πολλοὶ καὶ τῶν φαύλων κοινωνοῦσιν, ἀλλὰ κἀκείνας, ὧν οὐδεὶς ἂν πονηρὸς ὢν δυνηθείη μετασχεῖν.
Panath
.

72

Μεσσήνη μὲν γὰρ Νέστορα παρέσχεν τὸν φρονιμώτατον ἁπάντων τῶν κατ’ ἐκεῖνον τὸν χρόνον γενομένων, Λακεδαίμων δὲ Μενέλαον τὸν διὰ σωφροσύνην καὶ δικαιοσύνην μόνον
5ἀξιωθέντα Διὸς γενέσθαι κηδεστὴν, ἡ δ’ Ἀργείων πόλις Ἀγαμέμνονα τὸν οὐ μίαν οὐδὲ δύο σχόντα μόνον ἀρετὰς, ἀλλὰ πάσας, ὅσας ἂν ἔχοι τις εἰπεῖν, καὶ ταύτας οὐ μετρίως, ἀλλ’ ὑπερβαλλόντως·
Panath
.

73

οὐδένα γὰρ εὑρήσομεν τῶν ἁπάντων οὔτ’ ἰδιωτέρας πράξεις μεταχειρισάμενον οὔτε καλλίους οὔτε μείζους οὔτε τοῖς Ἕλλησιν ὠφελι‐ μωτέρας οὔτε πλειόνων ἐπαίνων ἀξίας. Καὶ τούτοις οὕτω
5μὲν ἀπηριθμημένοις εἰκότως ἄν τινες ἀπιστήσειαν, μικρῶν δὲ περὶ ἑκάστου ῥηθέντων ἅπαντες ἂν ἀληθῆ με λέγειν ὁμολογήσειαν.
Panath
.

74

Οὐ δύναμαι δὲ κατιδεῖν, ἀλλ’ ἀπορῶ ποίοις ἂν
λόγοις μετὰ ταῦτα χρησάμενος ὀρθῶς εἴην βεβουλευμένος. Αἰσχύνομαι μὲν γὰρ, εἰ τοσαῦτα περὶ τῆς Ἀγαμέμνονος ἀρετῆς προειρηκὼς μηδενὸς μνησθήσομαι τῶν ὑπ’ ἐκείνου105
5πεπραγμένων, ἀλλὰ δόξω τοῖς ἀκούουσιν ὅμοιος εἶναι τοῖς ἀλαζονευομένοις καὶ λέγουσιν ὅ τι ἂν τύχωσιν· ὁρῶ δὲ τὰς πράξεις τὰς ἔξω λεγομένας τῶν ὑποθέσεων οὐκ ἐπαινουμένας, ἀλλὰ ταραχώδεις εἶναι δοκούσας, καὶ πολ‐ λοὺς μὲν ὄντας τοὺς κακῶς χρωμένους αὐταῖς, πολὺ δὲ
10πλείους τοὺς ἐπιτιμῶντας.
Panath
.

75

Διὸ δέδοικα μὴ καὶ περὶ ἐμὲ συμβῇ τι τοιοῦτον. Οὐ μὴν ἀλλ’ αἱροῦμαι βοηθῆσαι τῷ ταὐτὸν ἐμοί τε καὶ πολλοῖς πεπονθότι καὶ διημαρτηκότι τῆς δόξης ἧς προσῆκε τυχεῖν αὐτὸν, καὶ μεγίστων μὲν
5ἀγαθῶν αἰτίῳ γεγενημένῳ περὶ ἐκεῖνον τὸν χρόνον, ἧττον δ’ ἐπαινουμένῳ τῶν οὐδὲν ἄξιον λόγου διαπεπραγμένων.
Panath
.

76

Τί γὰρ ἐκεῖνος ἐνέλιπεν, ὃς τηλικαύτην μὲν ἔσχεν τιμὴν, ἧς εἰ πάντες συνελθόντες μείζω ζητοῖεν, οὐδέποτ’ ἂν εὑρεῖν δυνηθεῖεν; Μόνος γὰρ ἁπάσης τῆς Ἑλλάδος ἠξιώθη γενέσθαι στρατηγός. Ὁπότερον δ’ εἴθ’ ὑπὸ πάν‐
5των αἱρεθεὶς εἴτ’ αὐτὸς κτησάμενος, οὐκ ἔχω λέγειν. Ὁποτέρως δ’ οὖν συμβέβηκεν, οὐδεμίαν ὑπερβολὴν λέ‐ λοιπεν τῆς περὶ αὑτὸν δόξης τοῖς ἄλλως πως τιμηθεῖσιν.
Panath
.

77

Ταύτην δὲ λαβὼν τὴν δύναμιν οὐκ ἔστιν ἥντινα τῶν Ἑλληνίδων πόλεων ἐλύπησεν, ἀλλ’ οὕτως ἦν πόρρω τοῦ περί τινας ἐξαμαρτεῖν ὥστε παραλαβὼν τοὺς Ἕλληνας ἐν πολέμῳ καὶ ταραχαῖς καὶ πολλοῖς κακοῖς ὄντας τούτων
5μὲν αὐτοὺς ἀπήλλαξεν, εἰς ὁμόνοιαν δὲ καταστήσας τὰ μὲν περιττὰ τῶν ἔργων καὶ τερατώδη καὶ μηδὲν ὠφελοῦντα τοὺς ἄλλους ὑπερεῖδεν, στρατόπεδον δὲ συστήσας ἐπὶ τοὺς βαρβάρους ἤγαγεν.
Panath
.

78

Τούτου δὲ κάλλιον στρατήγημα
καὶ τοῖς Ἕλλησιν ὠφελιμώτερον οὐδεὶς φανήσεται πράξας οὔτε τῶν κατ’ ἐκεῖνον τὸν χρόνον εὐδοκιμησάντων οὔτε τῶν ὕστερον ἐπιγενομένων. Ἁκεῖνος πράξας καὶ τοῖς106
5ἄλλοις ὑποδείξας οὐχ οὕτως εὐδοκίμησεν ὡς προσῆκεν αὐτὸν, διὰ τοὺς μᾶλλον ἀγαπῶντας τὰς θαυματοποιίας τῶν εὐεργεσιῶν καὶ τὰς ψευδολογίας τῆς ἀληθείας, ἀλλὰ τοιοῦτος γενόμενος ἐλάττω δόξαν ἔχει τῶν οὐδὲ μιμή‐ σασθαι τολμησάντων αὐτόν.
Panath
.

79

Οὐ μόνον δ’ ἐπὶ τούτοις ἄν τις ἐπαινέσειεν αὐτὸν, ἀλλὰ καὶ ἐφ’ οἷς περὶ τὸν αὐτὸν χρόνον ἔπραξεν. Εἰς τοῦτο γὰρ μεγαλοφροσύνης ἦλθεν, ὥστ’ οὐκ ἀπέχρησεν αὐτῷ λαβεῖν στρατιώτας τῶν ἰδιωτῶν ὁπόσους ἐξ ἑκάστης
5ἐβουλήθη τῆς πόλεως, ἀλλὰ τοὺς βασιλέας τοὺς ποιοῦντας ἐν ταῖς αὑτῶν ὅ τι βουληθεῖεν καὶ τοῖς ἄλλοις προστάτ‐ τοντας, τούτους ἔπεισεν ὑφ’ αὑτῷ γενέσθαι καὶ συνακο‐ λουθεῖν ἐφ’ οὓς ἂν ἡγῆται, καὶ ποιεῖν τὸ προσταττόμενον καὶ, βασιλικὸν βίον ἀφέντας, στρατιωτικῶς ζῆν,
Panath
.

80

ἔτι δὲ κινδυνεύειν καὶ πολεμεῖν οὐχ ὑπὲρ τῆς σφετέρας αὐτῶν πατρίδος καὶ βασιλείας, ἀλλὰ λόγῳ μὲν ὑπὲρ Ἑλένης τῆς Μενελάου γυναικὸς, ἔργῳ δ’ ὑπὲρ τοῦ μὴ τὴν
5Ἑλλάδα πάσχειν ὑπὸ τῶν βαρβάρων μήτε τοιαῦτα μήθ’ οἷα πρότερον αὐτῇ συνέπεσεν περὶ τὴν Πέλοπος μὲν ἁπάσης Πελοποννήσου κατάληψιν, Δαναοῦ δὲ τῆς πόλεως τῆς Ἀργείων, Κάδμου δὲ Θηβῶν· ὧν τίς ἄλλος φανήσεται προνοηθεὶς, ἢ τίς ἐμποδὼν καταστὰς τοῦ μηδὲν ἔτι
10γενέσθαι τοιοῦτον, πλὴν τῆς ἐκείνου φύσεως καὶ δυνά‐ μεως;
Panath
.

81

Τὸ τοίνυν ἐχόμενον, ὃ τῶν μὲν προειρημένων ἔλαττόν ἐστιν, τῶν δὲ πολλάκις ἐγκεκωμιασμένων μεῖζον καὶ λόγου μᾶλλον ἄξιον· στρατόπεδον γὰρ συνεληλυθὸς ἐξ
ἁπασῶν τῶν πόλεων, τοσοῦτον τὸ πλῆθος ὅσον εἰκὸς, ὃ107
5πολλοὺς εἶχεν 〈ἐν〉 αὑτῷ τοὺς μὲν ἀπὸ θεῶν, τοὺς δ’ ἐξ αὐτῶν τῶν θεῶν γεγονότας, οὐχ ὁμοίως διακειμένους τοῖς πολλοῖς οὐδ’ ἴσον φρονοῦντας τοῖς ἄλλοις, ἀλλ’ ὀργῆς καὶ θυμοῦ καὶ φθόνου καὶ φιλοτιμίας μεστοὺς,
Panath
.

82

ἀλλ’ ὅμως τὸ τοιοῦτον ἔτη δέκα κατέσχεν οὐ μισθοφοραῖς μεγάλαις οὐδὲ χρημάτων δαπάναις, αἷς νῦν ἅπαντες δυναστεύουσιν, ἀλλὰ τῷ καὶ τῇ φρονήσει διαφέρειν καὶ
5δύνασθαι τροφὴν ἐκ τῶν πολεμίων τοῖς στρατιώταις πορίζειν, καὶ μάλιστα τῷ δοκεῖν ἐκεῖνον ἄμεινον ὑπὲρ τῆς τῶν ἄλλων βουλεύεσθαι σωτηρίας ἢ τοὺς ἄλλους περὶ σφῶν αὐτῶν.
Panath
.

83

Τὸ τοίνυν τέλος, ὃ πᾶσιν τούτοις ἐπέθηκεν, οὐδενὸς ἧττον προσήκει θαυμάζειν· οὐ γὰρ ἀπρεπὲς οὐδ’ ἀνάξιον τῶν προειρημένων φανήσεται ποιησάμενος, ἀλλὰ λόγῳ μὲν πρὸς μίαν πόλιν πολεμήσας,
5ἔργῳ δ’ οὐ μόνον πρὸς ἅπαντας τοὺς τὴν Ἀσίαν κατοικοῦντας, ἀλλὰ καὶ πρὸς ἄλλα γένη πολλὰ τῶν βαρβάρων κινδυνεύων οὐκ ἀπεῖπεν οὐδ’ ἀπῆλθεν πρὶν τήν τε πόλιν τοῦ τολμήσαντος ἐξαμαρτεῖν ἐξηνδραποδίσατο καὶ τοὺς βαρβάρους ἔπαυσεν ὑβρίζοντας.
Panath
.

84

Οὐκ ἀγνοῶ δὲ τὸ πλῆθος τῶν εἰρημένων περὶ τῆς Ἀγαμέμνονος ἀρετῆς, οὐδ’ ὅτι τούτων τοσούτων ὄντων καθ’ ἓν μὲν ἕκαστον, εἴ τινες σκοποῖντο τί ἂν ἀποδοκι‐ μάσαιεν, οὐδεὶς ἂν οὐδὲν αὐτῶν ἀφελεῖν τολμήσειεν,
5ἐφεξῆς δ’ ἀναγιγνωσκομένων ἅπαντες ἂν ἐπιτιμήσαιεν ὡς πολὺ πλείοσιν εἰρημένοις τοῦ δέοντος.
Panath
.

85

Ἐγὼ δ’ εἰ μὲν ἔλαθον ἐμαυτὸν πλεονάζων, ᾐσχυνόμην ἂν, εἰ γράφειν ἐπιχειρῶν περὶ ὧν μηδεὶς ἂν ἄλλος ἐτόλμησεν, οὕτως ἀναισθήτως διεκείμην· νῦν δ’ ἀκριβέστερον ᾔδειν τῶν
5ἐπιπλήττειν μοι τολμησόντων ὅτι πολλοὶ τούτοις ἐπιτιμή‐ σουσιν· ἀλλὰ γὰρ ἡγησάμην οὐχ οὕτως ἔσεσθαι δεινὸν ἢν ἐπὶ τοῦ μέρους τούτου δόξω τισὶ τῶν καιρῶν ἀμελεῖν, ὡς ἢν περὶ ἀνδρὸς τοιούτου διαλεγόμενος παραλίπω τι τῶν ἐκείνῳ τε προσόντων ἀγαθῶν κἀμοὶ προσηκόντων εἰπεῖν.108
Panath
.

86

Ὤιμην δὲ καὶ παρὰ τοῖς χαριεστάτοις τῶν ἀκροατῶν εὐδοκιμήσειν, ἢν φαίνωμαι περὶ ἀρετῆς μὲν τοὺς λόγους ποιούμενος, ὅπως δὲ ταύτης ἀξίως ἐρῶ μᾶλλον σπου‐ δάζων ἢ περὶ τὴν τοῦ λόγου συμμετρίαν, καὶ ταῦτα σαφῶς
5εἰδὼς τὴν μὲν περὶ τὸν λόγον ἀκαιρίαν ἀδοξότερον ἐμὲ ποιήσουσαν, τὴν δὲ περὶ τὰς πράξεις εὐβουλίαν αὐτοὺς τοὺς ἐπαινουμένους ὠφελήσουσαν· ἀλλ’ ὅμως ἐγὼ τὸ λυσι‐ τελὲς ἐάσας τὸ δίκαιον εἱλόμην.
Panath
.

87

Οὐ μόνον δ’ ἂν εὑρεθείην ἐπὶ τοῖς νῦν λεγομένοις ταύτην ἔχων τὴν διάνοιαν, ἀλλ’ ὁμοίως ἐπὶ πάντων, ἐπεὶ καὶ τῶν πεπλη‐ σιακότων μοι φανείην ἂν μᾶλλον χαίρων τοῖς ἐπὶ τῷ βίῳ
5καὶ ταῖς πράξεσιν εὐδοκιμοῦσιν ἢ τοῖς περὶ τοὺς λόγους δεινοῖς εἶναι δοκοῦσιν. Καίτοι τῶν μὲν εὖ ῥηθέντων εἰ καὶ μηδὲν συμβαλοίμην, ἅπαντες ἂν ἐμοὶ τὴν αἰτίαν ἀναθεῖεν, τῶν δ’ ὀρθῶς πραττομένων εἰ καὶ πάντες εἰδεῖέν με σύμ‐ βουλον γεγενημένον, οὐδεὶς ὅστις οὐκ ἂν αὐτὸν τὸν μεταχει‐
10ριζόμενον τὰς πράξεις ἐπαινέσειεν.
Panath
.

88

Ἀλλὰ γὰρ οὐκ οἶδ’ ὅποι τυγχάνω φερόμενος· ἀεὶ γὰρ οἰόμενος δεῖν προστιθέναι τὸ τῶν προειρημένων ἐχόμενον, παντάπασι πόρρω γέγονα τῆς ὑποθέσεως. Λοιπὸν οὖν ἐστιν οὐδὲν ἄλλο πλὴν αἰτησάμενον τῷ γήρᾳ συγγνώμην
5ὑπὲρ τῆς λήθης καὶ τῆς μακρολογίας, τῶν εἰθισμένων παραγίγνεσθαι τοῖς τηλικούτοις, ἐπανελθεῖν εἰς τὸν τόπον
ἐκεῖνον ἐξ οὗπερ εἰσέπεσον εἰς τὴν περιττολογίαν ταύτην.109
Panath
.

89

Οἶμαι δ’ ἤδη καθορᾶν ὅθεν ἐπλανήθην. Τοῖς γὰρ ὀνειδίζουσιν ἡμῶν τῇ πόλει τὰς Μηλίων καὶ τὰς τῶν τοιούτων πολιχνίων συμφορὰς ἀντέλεγον, οὐχ ὡς οὐχ ἡμαρτημένων τούτων, ἀλλ’ ἐπιδεικνύων τοὺς ἀγαπωμένους
5ὑπ’ αὐτῶν πολὺ πλείους πόλεις καὶ μείζους ἡμῶν ἀνασ‐ τάτους πεποιηκότας, ἐν οἷς καὶ περὶ τῆς ἀρετῆς τῆς Ἀγαμέμνονος καὶ Μενελάου καὶ Νέστορος διελέχθην, ψεῦδος μὲν οὐδὲν λέγων, πλείω δ’ ἴσως τῶν μετρίων.
Panath
.

90

Τοῦτο δ’ ἐποίουν, ὑπολαβὼν οὐδενὸς ἔλαττον ἁμάρ‐ τημα τοῦτο δόξειν εἶναι τῶν τολμησάντων ἀναστάτους ποιῆσαι τὰς πόλεις τὰς γεννησάσας καὶ θρεψάσας τοιού‐ τους ἄνδρας, περὶ ὧν καὶ νῦν ἔχοι τις ἂν πολλοῖς καὶ
5καλοῖς χρήσασθαι λόγοις. Ἀλλὰ γὰρ ἀνόητόν ἐστιν περὶ μίαν πρᾶξιν διατρίβειν, ὥσπερ ἀπορίας οὔσης τί ἂν ἔχοι τις εἰπεῖν περὶ τῆς ὠμότητος καὶ χαλεπότητος τῆς Λακε‐ δαιμονίων, ἀλλ’ οὐ πολλῆς ἀφθονίας ὑπαρχούσης.
Panath
.

91

Οἷς οὐκ ἐξήρκεσεν περὶ τὰς πόλεις ταύτας καὶ τοὺς ἄνδρας τοὺς τοιούτους ἐξαμαρτεῖν, ἀλλὰ καὶ περὶ τοὺς ἐκ τῶν αὐτῶν ὁρμηθέντας καὶ κοινὴν τὴν στρατείαν ποιησαμένους
5καὶ τῶν αὐτῶν κινδύνων μετασχόντας, λέγω δὲ περὶ Ἀργείων καὶ Μεσσηνίων. Καὶ γὰρ τούτους ἐπεθύμησαν ταῖς αὐταῖς συμφοραῖς περιβαλεῖν αἷσπερ ἐκείνους· καὶ Μεσσηνίους μὲν πολιορκοῦντες οὐ πρότερον ἐπαύσαντο πρὶν ἐξέβαλον ἐκ τῆς χώρας, Ἀργείοις δ’ ὑπὲρ τῶν αὐτῶν
10τούτων ἔτι καὶ νῦν πολεμοῦσιν.
Panath
.

92

Ἃ τοίνυν περὶ Πλαταιᾶς ἔπραξαν ἄτοπος ἂν εἴην εἰ ταῦτ’ εἰρηκὼς
ἐκείνων μὴ μνησθείην· ὧν ἐν τῇ χώρᾳ στρατοπεδευσάμενοι μεθ’ ἡμῶν καὶ τῶν ἄλλων συμμάχων καὶ παραταξάμενοι110
5τοῖς πολεμίοις καὶ θυσάμενοι τοῖς θεοῖς τοῖς ὑπ’ ἐκείνων ἱδρυμένοις οὐ μόνον ἠλευθερώσαμεν τῶν Ἑλλήνων τοὺς μεθ’ ἡμῶν ὄντας,
Panath
.

93

ἀλλὰ καὶ τοὺς ἀναγκασθέντας γενέσθαι μετ’ ἐκείνων, καὶ ταῦτ’ ἐπράξαμεν Πλαταιέας λαβόντες μόνους Βοιωτῶν συναγωνιστάς· οὓς οὐ πολὺν χρόνον διαλιπόντες Λακεδαιμόνιοι, χαριζόμενοι Θηβαίοις,
5ἐκπολιορκήσαντες ἅπαντας ἀπέκτειναν πλὴν τῶν ἀποδ‐ ρᾶναι δυνηθέντων. Περὶ οὓς ἡ πόλις ἡμῶν οὐδὲν ὁμοία γέγονεν ἐκείνοις·
Panath
.

94

οἱ μὲν γὰρ περί τε τοὺς εὐερ‐ γέτας τῆς Ἑλλάδος καὶ τοὺς συγγενεῖς τοὺς αὑτῶν τὰ τοιαῦτ’ ἐξαμαρτάνειν ἐτόλμησαν, οἱ δ’ ἡμέτεροι Μεσση‐ νίων μὲν τοὺς διασωθέντας εἰς Ναύπακτον κατῴκισαν,
5Πλαταιέων δὲ τοὺς περιγενομένους πολίτας ἐποιήσαντο καὶ τῶν ὑπαρχόντων αὐτοῖς ἁπάντων μετέδοσαν. Ὥστ’ εἰ μηδὲν εἴχομεν ἄλλο περὶ τοῖν πολέοιν εἰπεῖν, ἐκ τούτων ῥᾴδιον εἶναι καταμαθεῖν τὸν τρόπον ἑκατέρας αὐτῶν καὶ ποτέρα πλείους πόλεις καὶ μείζους ἀναστάτους πεποίηκεν.
Panath
.

95

Αἰσθάνομαι δὲ πάθος μοι συμβαῖνον ἐναντίον τοῖς ὀλίγῳ πρότερον εἰρημένοις· τότε μὲν γὰρ εἰς ἄγνοιαν καὶ πλάνον καὶ λήθην ἐνέπεσον, νῦν δ’ οἶδα σαφῶς ἐμαυτὸν οὐκ ἐμμένοντα τῇ πραότητι τῇ περὶ τὸν λόγον, ἣν εἶχον
5ὅτ’ ἠρχόμην γράφειν αὐτὸν, ἀλλὰ λέγειν τ’ ἐπιχειροῦντα περὶ ὧν οὐκ ᾤμην ἐρεῖν, θρασύτερόν τε διακείμενον ἢ κατ’ ἐμαυτὸν, ἀκρατῆ τε γιγνόμενον ἐνίων ὧν λέγω διὰ τὸ πλῆθος τῶν εἰπεῖν ἐπιρρεόντων.
Panath
.

96

Ἐπειδή περ οὖν ἐπελήλυθέ μοι τὸ παρρησιάζεσθαι καὶ λέλυκα τὸ στόμα καὶ τοιαύτην τὴν ὑπόθεσιν ἐποιησάμην ὥστε μήτε καλὸν εἶναι μοι μήτε δυνατὸν παραλιπεῖν τὰς τοιαύτας πράξεις, ἐξ ὧν
5οἷόν τ’ ἐστὶν ἐπιδεικνύναι πλείονος ἀξίαν τὴν πόλιν ἡμῶν γεγενημένην περὶ τοὺς Ἕλληνας τῆς Λακεδαιμο‐ νίων, οὐ κατασιωπητέον οὐδὲ περὶ τῶν ἄλλων κακῶν τῶν οὔπω μὲν εἰρημένων, ἐν δὲ τοῖς Ἕλλησιν γεγενημένων, ἀλλ’ ἐπιδεικτέον τοὺς μὲν ἡμετέρους ὀψιμαθεῖς αὐτῶν111
10γεγενημένους, Λακεδαιμονίους δὲ τὰ μὲν πρώτους, τὰ δὲ μόνους ἐξαμαρτόντας.
Panath
.

97

Πλεῖστοι μὲν οὖν κατηγοροῦσιν ἀμφοῖν τοῖν πο‐ λέοιν, ὅτι προσποιούμεναι κινδυνεῦσαι πρὸς τοὺς βαρβά‐ ρους ὑπὲρ τῶν Ἑλλήνων οὐκ εἴασαν τὰς πόλεις αὐτονό‐ μους εἶναι καὶ διοικήσαι τὰ σφέτερ’ αὐτῶν, ὅπως ἑκάστῃ
5συνέφερεν, ἀλλ’ ὥσπερ αἰχμαλώτους εἰληφυῖαι διελόμεναι κατεδουλώσαντο πάσας αὐτὰς, καὶ παραπλήσιον ἐποίησαν τοῖς παρὰ μὲν τῶν ἄλλων τοὺς οἰκέτας εἰς ἐλευθερίαν ἀφαιρουμένοις, σφίσι δ’ αὐτοῖς δουλεύειν ἀναγκάζουσιν.
Panath
.

98

Τοῦ δὲ λέγεσθαι ταῦτα καὶ πολὺ πλείω καὶ πικρότερα τούτων οὐχ ἡμεῖς αἴτιοι γεγόναμεν, ἀλλ’ οἱ νῦν μὲν ἐν τοῖς λεγομένοις ἡμῖν ἀντιτεταγμένοι, τὸν δ’ ἄλλον χρόνον ἐν τοῖς πραττομένοις ἅπασιν. Τοὺς μὲν γὰρ ἡμετέρους
5προγόνους οὐδεὶς ἂν ἐπιδείξειεν ἐν τοῖς ἐπέκεινα χρόνοις τοῖς ἀναριθμήτοις οὐδεμιᾶς πόλεως οὔτε μείζονος οὔτ’ ἐλάττονος ἄρχειν ἐπιχειρήσαντας· Λακεδαιμονίους δὲ πάντες ἴσασιν, ἐξ οὗπερ εἰς Πελοπόννησον εἰσῆλθον, οὐδὲν ἄλλο πράττοντας οὐδὲ βουλευομένους πλὴν ὅπως
10μάλιστα μὲν ἁπάντων ἄρξουσιν, εἰ δὲ μὴ, Πελοποννησίων.
Panath
.

99

Ἀλλὰ μὴν καὶ τὰς στάσεις καὶ τὰς σφαγὰς καὶ τὰς τῶν πολιτειῶν μεταβολὰς, ἃς ἀμφοτέροις τινὲς ἡμῖν ἐπιφέρουσιν, ἐκεῖνοι μὲν ἂν φανεῖεν ἁπάσας τὰς πόλεις πλὴν ὀλίγων μεστὰς πεποιηκότες τῶν τοιούτων συμφορῶν
5καὶ νοσημάτων, τὴν δ’ ἡμετέραν πόλιν οὐδεὶς ἂν οὐδ’
εἰπεῖν τολμήσειεν πρὸ τῆς ἀτυχίας τῆς ἐν Ἑλλησπόντῳ γενομένης ὡς τοιοῦτον ἐν τοῖς συμμάχοις τι διαπραξα‐ μένην.112
Panath
.

100

Ἀλλ’ ἐπειδὴ Λακεδαιμόνιοι κύριοι κατασ‐ τάντες τῶν Ἑλλήνων πάλιν ἐξέπιπτον ἐκ τῶν πραγμάτων. ἐν τούτοις τοῖς καιροῖς στασιαζουσῶν τῶν ἄλλων πόλεων δύ’ ἢ τρεῖς τῶν στρατηγῶν τῶν ἡμετέρων, —οὐ γὰρ
5ἀποκρύψομαι τἀληθὲς—, ἐξήμαρτον περί τίνας αὐτῶν ἐλπίζοντες, ἢν μιμήσωνται τὰς Σπαρτιατῶν πράξεις, μᾶλλον αὐτὰς δυνήσεσθαι κατασχεῖν.
Panath
.

101

Ὥστε δικαίως ἂν ἐκείνοις μὲν ἅπαντες ἐγκαλέσειαν ὡς ἀρχηγοῖς γεγενη‐ μένοις καὶ διδασκάλοις τῶν τοιούτων ἔργων, τοῖς δ’ ἡμε‐ τέροις ὥσπερ τῶν μαθητῶν τοῖς ὑπὸ τῶν ὑπισχνουμένων
5ἐξηπατημένοις καὶ διημαρτηκόσι τῶν ἐλπίδων εἰκότως ἂν συγγνώμην ἔχοιεν.
Panath
.

102

Τὸ τοίνυν τελευταῖον, ὃ μόνοι καὶ καθ’ αὑτοὺς ἔπραξαν, τίς οὐκ οἶδεν, ὅτι κοινῆς ἡμῖν τῆς ἔχθρας ὑπαρχούσης τῆς πρὸς τοὺς βαρβάρους καὶ τοὺς βασιλέας αὐτῶν, ἡμεῖς μὲν ἐν πολέμοις πολλοῖς γιγνόμενοι καὶ
5μεγάλαις συμφοραῖς ἐνίοτε περιπίπτοντες καὶ τῆς χώρας ἡμῶν θαμὰ πορθουμένης καὶ τεμνομένης οὐδεπώποτ’ ἐβλέψαμεν πρὸς τὴν ἐκείνων φιλίαν καὶ συμμαχίαν, ἀλλ’ ὑπὲρ ὧν τοῖς Ἕλλησιν ἐπεβούλευσαν μισοῦντες αὐτοὺς διετελέσαμεν μᾶλλον ἢ τοὺς ἐν τῷ παρόντι κακῶς ἡμᾶς
10ποιοῦντας·
Panath
.

103

Λακεδαιμόνιοι δ’ οὔτε πάσχοντες κακὸν οὐδὲν οὔτε μέλλοντες οὔτε δεδιότες εἰς τοῦτ’ ἀπληστίας ἦλθον ὥστ’ οὐκ ἐξήρκεσεν αὐτοῖς ἔχειν τὴν κατὰ γῆν ἀρχὴν, ἀλλὰ καὶ τὴν κατὰ θάλατταν δύναμιν οὕτως ἐπεθύ‐
5μησαν λαβεῖν ὥστε κατὰ τοὺς αὐτοὺς χρόνους τούς τε
συμμάχους τοὺς ἡμετέρους ἀφίστασαν ἐλευθερώσειν αὐτοὺς ὑπισχνούμενοι, καὶ βασιλεῖ περὶ φιλίας διελέγοντο καὶ συμμαχίας, παραδώσειν αὐτῷ φάσκοντες ἅπαντας τοὺς ἐπὶ τῆς Ἀσίας κατοικοῦντας·113
Panath
.

104

πίστεις δὲ δόντες τούτοις ἀμφοτέροις καὶ καταπολεμήσαντες ἡμᾶς, οὓς μὲν ἐλευθερώσειν ὤμοσαν, κατεδουλώσαντο μᾶλλον ἢ τοὺς Εἵλωτας, βασιλεῖ δὲ τοιαύτην χάριν ἀπέδοσαν ὥστ’ ἔπεισαν
5τὸν ἀδελφὸν αὐτοῦ Κῦρον ὄντα νεώτερον ἀμφισβητεῖν τῆς βασιλείας καὶ, στρατόπεδον αὐτῷ συναγαγόντες καὶ στρατηγὸν Κλέαρχον ἐπιστήσαντες, ἀνέπεμψαν ἐπ’ ἐκεῖ‐ νον·
Panath
.

105

ἀτυχήσαντες δ’ ἐν τούτοις καὶ γνωσθέντες ὧν ἐπεθύμουν καὶ μισηθέντες ὑπὸ πάντων, εἰς πόλεμον καὶ ταραχὰς τοσαύτας κατέστησαν, ὅσας εἰκὸς τοὺς καὶ περὶ τοὺς Ἕλληνας καὶ τοὺς βαρβάρους ἐξημαρτηκότας. Περὶ
5ὧν οὐκ οἶδ’ ὅ τι δεῖ πλείω λέγοντα διατρίβειν, πλὴν ὅτι καταναυμαχηθέντες ὑπό τε τῆς βασιλέως δυνάμεως καὶ τῆς Κόνωνος στρατηγίας τοιαύτην ἐποιήσαντο τὴν εἰρή‐ νην,
Panath
.

106

ἧς οὐδεὶς ἂν ἐπιδείξειεν οὔτ’ αἰσχίω πώποτε γενομένην οὔτ’ ἐπονειδιστοτέραν οὔτ’ ὀλιγωροτέραν τῶν Ἑλλήνων οὔτ’ ἐναντιωτέραν τοῖς λεγομένοις ὑπό τινων περὶ τῆς ἀρετῆς τῆς Λακεδαιμονίων· οἵτινες, ὅτε μὲν
5αὐτοὺς ὁ βασιλεὺς δεσπότας τῶν Ἑλλήνων κατέστησεν, ἀφελέσθαι τὴν βασιλείαν αὐτοῦ καὶ τὴν εὐδαιμονίαν ἅπασαν ἐπεχείρησαν, ἐπειδὴ δὲ καταναυμαχήσας ταπει‐ νοὺς ἐποίησεν, οὐ μικρὸν μέρος αὐτῷ τῶν Ἑλλήνων παρέ‐ δωκαν, ἀλλὰ πάντας τοὺς τὴν Ἀσίαν οἰκοῦντας,
Panath
.

107

διαρρήδην γράψαντες χρῆσθαι τοῦθ’ ὅ τι ἂν αὐτὸς βούληται, καὶ οὐκ ᾐσχύνθησαν τοιαύτας ποιούμενοι τὰς ὁμολογίας
περὶ ἀνδρῶν οἷς χρώμενοι συμμάχοις ἡμῶν τε περιεγένοντο καὶ τῶν Ἑλλήνων κύριοι κατέστησαν καὶ τὴν Ἀσίαν114
5ἅπασαν ἤλπισαν κατασχήσειν, ἀλλὰ τὰς τοιαύτας συνθήκας αὐτοί τ’ ἐν τοῖς ἱεροῖς τοῖς σφετέροις αὐτῶν ἀνέγραψαν καὶ τοὺς συμμάχους ἠνάγκασαν.
Panath
.

108

Τοὺς μὲν οὖν ἄλλους οὐκ οἴομαι πράξεων ἑτέρων ἐπιθυμήσειν ἀκούειν, ἀλλ’ ἐκ τῶν εἰρημένων ἱκανῶς μεμαθηκέναι νομιεῖν ὁποία τις τοῖν πολέοιν ἑκατέρα περὶ τοὺς Ἕλληνας γέγονεν· ἐγὼ δ’ οὐχ οὕτω τυγχάνω διακεί‐
5μενος, ἀλλ’ ἡγοῦμαι τὴν ὑπόθεσιν ἣν ἐποιησάμην ἄλλων τε πολλῶν προσδεῖσθαι λόγων καὶ μάλιστα τῶν ἐπιδειξόντων τὴν ἄνοιαν τῶν ἀντιλέγειν τοῖς εἰρημένοις ἐπιχειρη‐ σάντων· οὓς οἴομαι ῥᾳδίως εὑρήσειν.
Panath
.

109

Τῶν γὰρ ἀπο‐ δεχομένων ἁπάσας τὰς Λακεδαιμονίων πράξεις, τοὺς μὲν βελτίστους αὐτῶν ἡγοῦμαι καὶ πλεῖστον νοῦν ἔχοντας τὴν μὲν Σπαρτιατῶν πολιτείαν ἐπαινέσεσθαι καὶ τὴν αὐτὴν
5γνώμην ἕξειν περὶ αὐτῆς ἥνπερ πρότερον, περὶ δὲ τῶν εἰς τοὺς Ἕλληνας πεπραγμένων ὁμονοήσειν τοῖς ὑπ’ ἐμοῦ λεγομένοις,
Panath
.

110

τοὺς δὲ φαυλοτέρους οὐ μόνον τούτων ὄντας, ἀλλὰ καὶ τῶν πολλῶν, καὶ περὶ μὲν ἄλλου πράγματος οὐδενὸς ἂν οἵους τε γενομένους ἀνεκτῶς εἰπεῖν, περὶ δὲ Λακεδαιμονίων οὐ δυναμένους σιωπᾶν, ἀλλὰ προσδοκῶντας,
5ἢν ὑπερβάλλοντας τοὺς ἐπαίνους περὶ ἐκείνων ποιῶνται, τὴν αὐτὴν λήψεσθαι δόξαν τοῖς ἁδροτέροις αὐτῶν καὶ πολὺ βελτίοσιν εἶναι δοκοῦσιν·
Panath
.

111

τοὺς δὲ τοιούτους, ἐπειδὰν αἴσθωνται τοὺς τόπους ἅπαντας προκατειλημ‐ μένους καὶ μηδὲ πρὸς ἓν ἀντειπεῖν ἔξωσι τῶν εἰρημένων, ἐπὶ τὸν λόγον οἶμαι τρέψεσθαι τὸν περὶ τῶν πολιτειῶν,
5καὶ παραβάλλοντας τἀκεῖ καθεστῶτα τοῖς ἐνθάδε, καὶ μάλιστα τὴν σωφροσύνην καὶ πειθαρχίαν πρὸς τὰς παρ’
ἡμῖν ὀλιγωρίας, ἐκ τούτων ἐγκωμιάσειν τὴν Σπάρτην.115
Panath
.

112

Ἢν δὴ τοιοῦτον ἐπιχειρῶσίν τι ποιεῖν, προσήκει τοὺς εὖ φρονοῦντας ληρεῖν νομίζειν αὐτούς. Ἐγὼ γὰρ ὑπεθέμην οὐχ ὡς περὶ τῶν πολιτειῶν διαλεξόμενος, ἀλλ’ ὡς ἐπιδείξων τὴν πόλιν ἡμῶν πολὺ πλείονος ἀξίαν Λακε‐
5δαιμονίων περὶ τοὺς Ἕλληνας γεγενημένην. Ἢν μὲν οὖν ἀναιρῶσίν τι τούτων ἢ πράξεις ἑτέρας κοινὰς λέγωσι, περὶ ἃς ἐκεῖνοι βελτίους ἡμῶν γεγόνασιν, εἰκότως ἂν ἐπαίνου τυγχάνοιεν· ἢν δὲ λέγειν ἐπιχειρῶσιν περὶ ὧν ἐγὼ μηδεμίαν μνείαν ποιησαίμην, δικαίως ἂν ἅπασιν
10ἀναισθήτως ἔχειν δοκοῖεν.
Panath
.

113

Οὐ μὴν ἀλλ’ ἐπειδή περ αὐτοὺς οἴομαι τὸν λόγον τὸν περὶ τῶν πολιτειῶν εἰς τὸ μέσον ἐμβαλεῖν, οὐκ ὀκνήσω διαλεχθῆναι περὶ αὐτῶν· οἶμαι γὰρ ἐν αὐτοῖς τούτοις τὴν πόλιν ἡμῶν ἐπιδείξειν πλέον
5διενεγκοῦσαν ἢ τοῖς ἤδη προειρημένοις.
Panath
.

114

Καὶ μηδεὶς ὑπολάβῃ με ταῦτ’ εἰρηκέναι περὶ ταύ‐ της τῆς πολιτείας, ἣν ἀναγκασθέντες μετελάβομεν, ἀλλὰ περὶ τῆς τῶν προγόνων, ἧς οὐ καταφρονήσαντες οἱ πατέ‐ ρες ἡμῶν ἐπὶ τὴν νῦν καθεστῶσαν ὥρμησαν, ἀλλὰ περὶ μὲν
5τὰς ἄλλας πράξεις πολὺ σπουδαιοτέραν ἐκείνην προκρί‐ ναντες, περὶ δὲ τὴν δύναμιν τὴν κατὰ θάλατταν ταύτην χρησιμωτέραν εἶναι νομίζοντες, ἣν λαβόντες καὶ καλῶς ἐπιμεληθέντες οἷοί τ’ ἐγένοντο καὶ τὰς ἐπιβουλὰς τὰς Σπαρτιατῶν ἀμύνασθαι καὶ τὴν Πελοποννησίων ἁπάντων
10ῥώμην, ὧν κατήπειγεν τὴν πόλιν περὶ ἐκεῖνον τὸν χρόνον μάλιστα περιγενέσθαι πολεμοῦσαν.
Panath
.

115

Ὥστ’ οὐδεὶς ἂν δικαίως ἐπιτιμήσειεν τοῖς ἑλομένοις αὐτήν· οὐ γὰρ διή‐ μαρτον τῶν ἐλπίδων, οὐδ’ ἠγνόησαν οὐδὲν οὔτε τῶν ἀγαθῶν οὔτε τῶν κακῶν τῶν προσόντων ἑκατέρᾳ τῶν
5δυνάμεων, ἀλλ’ ἀκριβῶς ᾔδεσαν τὴν μὲν κατὰ γῆν ἡγεμο‐ νίαν ὑπ’ εὐταξίας καὶ σωφροσύνης καὶ πειθαρχίας καὶ τῶν ἄλλων τῶν τοιούτων μελετωμένην, τὴν δὲ κατὰ θάλατταν δύναμιν οὐκ ἐκ τούτων αὐξανομένην,116
Panath
.

116

ἀλλ’ ἔκ τε τῶν περὶ τὰς ναῦς καὶ τῶν ἐλαύνειν αὐτὰς δυναμένων καὶ τῶν τὰ σφέτερα μὲν αὐτῶν ἀπο‐ λωλεκότων, ἐκ δὲ τῶν ἀλλοτρίων πορίζεσθαι τὸν βίον εἰθισμένων· ὧν εἰσπεσόντων εἰς τὴν πόλιν οὐκ ἄδηλος ἦν
5ὅ τε κόσμος ὁ τῆς πολιτείας τῆς πρότερον ὑπαρχούσης λυθησόμενος, ἥ τε τῶν συμμάχων εὔνοια ταχέως ληψομένη μεταβολὴν, ὅταν οἷς πρότερον χώρας ἐδίδοσαν καὶ πόλεις, τούτους ἀναγκάζωσι συντάξεις καὶ φόρους ὑποτελεῖν, ἵν’ ἔχωσι μισθὸν διδόναι τοῖς τοιούτοις οἵους ὀλίγῳ πρότερον
10εἶπον.
Panath
.

117

Ἀλλ’ ὅμως οὐδὲν ἀγνοοῦντες τῶν προειρη‐ μένων ἐνόμιζον τῇ πόλει τῇ τηλικαύτῃ μὲν τὸ μέγεθος, τοιαύτην δ’ ἐχούσῃ δόξαν, λυσιτελεῖν καὶ πρέπειν ἁπάσας ὑπομεῖναι τὰς δυσχερείας μᾶλλον ἢ τὴν Λακεδαιμονίων
5ἀρχήν· δυοῖν γὰρ πραγμάτοιν προτεινομένοιν μὴ σπουδαίοιν, κρείττω τὴν αἵρεσιν εἶναι τοῦ δεινὰ ποιεῖν ἑτέρους ἢ πάσχειν αὐτοὺς καὶ τοῦ μὴ δικαίως τῶν ἄλλων ἄρχειν μᾶλλον ἢ φεύγοντας τὴν αἰτίαν ταύτην ἀδίκως Λακε‐ δαιμονίοις δουλεύειν.
Panath
.

118

Ἅπερ ἅπαντες μὲν ἂν οἱ νοῦν ἔχοντες ἕλοιντο καὶ βουληθεῖεν, ὀλίγοι δ’ ἄν τινες τῶν προσποιουμένων εἶναι σοφῶν ἐρωτηθέντες οὐκ ἂν φήσαιεν. Αἱ μὲν οὖν αἰτίαι, δι’ ἃς μετέλαβον τὴν πολιτείαν τὴν
5ὑπό τινων ψεγομένην ἀντὶ τῆς ὑπὸ πάντων ἐπαινουμένης, διὰ μακροτέρων μὲν αὐτὰς διῆλθον, αὗται δ’ οὖν ἦσαν.
Panath
.

119

Ἤδη δὲ περὶ ἧς θ’ ὑπεθέμην καὶ τῶν προγόνων ποιήσομαι τοὺς λόγους, ἐκείνων τῶν χρόνων ἐπιλαβόμενος ὅτ’ οὐκ ἦν οὔτ’ ὀλιγαρχίας οὔτε δημοκρατίας ὄνομά πω
λεγόμενον, ἀλλὰ μοναρχίαι καὶ τὰ γένη τὰ τῶν βαρβάρων117
5καὶ τὰς πόλεις τὰς Ἑλληνίδας ἁπάσας διῴκουν.
Panath
.

120

Διὰ τοῦτο δὲ προειλόμην πορρωτέρωθεν ποιήσασθαι τὴν ἀρχὴν, πρῶτον μὲν ἡγούμενος προσήκειν τοῖς ἀμφισβητοῦσιν ἀρετῆς εὐθὺς ἀπὸ γενεᾶς διαφέροντας εἶναι τῶν ἄλλων,
5ἔπειτ’ αἰσχυνόμενος εἰ περὶ ἀνδρῶν ἀγαθῶν μὲν, οὐδὲν δ’ ἐμοὶ προσηκόντων πλείω διαλεχθεὶς τῶν μετρίων, περὶ τῶν προγόνων τῶν τὴν πόλιν κάλλιστα διοικησάντων μηδὲ μικρὰν ποιήσομαι μνείαν,
Panath
.

121

οἳ τοσοῦτον βελτίους ἐγένοντο τῶν τὰς δυναστείας ἐχόντων, ὅσον περ ἄνδρες οἱ φρονιμώτατοι καὶ πραότατοι διενέγκοιεν ἂν θηρίων τῶν ἀγριωτάτων καὶ πλείστης ὠμότητος μεστῶν. Τί γὰρ οὐκ
5ἂν εὕροιμεν τῶν ὑπερβαλλόντων ἀνοσιότητι καὶ δεινότητι πεπραγμένον ἐν ταῖς ἄλλαις πόλεσιν, καὶ μάλιστ’ ἐν ταῖς μεγίσταις καὶ τότε νομιζομέναις καὶ νῦν εἶναι δοκούσαις; Οὐ φόνους ἀδελφῶν καὶ πατέρων καὶ ξένων παμπληθεῖς γεγενημένους;
Panath
.

122

Οὐ σφαγὰς μητέρων καὶ μίξεις καὶ παιδοποιΐας ἐξ ὧν ἐτύγχανον αὐτοὶ πεφυκότες; Οὐ παίδων βρῶσιν ὑπὸ τῶν οἰκειοτάτων ἐπιβεβουλευμένην; Οὐκ ἐκβολὰς ὧν ἐγέννησαν, καὶ καταποντισμοὺς καὶ
5τυφλώσεις καὶ τοσαύτας τὸ πλῆθος κακοποιΐας ὥστε μηδένα πώποτ’ ἀπορῆσαι τῶν εἰθισμένων καθ’ ἕκαστον τὸν ἐνιαυτὸν εἰσφέρειν εἰς τὸ θέατρον τὰς τότε γεγενη‐ μένας συμφοράς;
Panath
.

123

Ταῦτα δὲ διῆλθον, οὐκ ἐκείνους λοιδορῆσαι βουλό‐ μενος, ἀλλ’ ἐπιδεῖξαι παρὰ τοῖς ἡμετέροις οὐ μόνον οὐδὲν τοιοῦτον γεγενημένον· τοῦτο μὲν γὰρ ἂν σημεῖον ἦν οὐκ ἀρετῆς, ἀλλ’ ὡς οὐχ ὅμοιοι τὰς φύσεις ἦσαν τοῖς ἀνοσιω‐
5τάτοις γεγενημένοις· δεῖ δὲ τοὺς ἐπιχειροῦντας καθ’
ὑπερβολήν τινας ἐπαινεῖν μὴ τοῦτο μόνον ἐπιδεικνύναι, μὴ πονηροὺς ὄντας αὐτοὺς, ἀλλ’ ὡς ἁπάσαις ταῖς ἀρεταῖς καὶ τῶν τότε καὶ τῶν νῦν διήνεγκαν. Ἅπερ ἔχοι τις ἂν καὶ περὶ τῶν προγόνων τῶν ἡμετέρων εἰπεῖν.118
Panath
.

124

Οὕτω γὰρ ὁσίως καὶ καλῶς καὶ τὰ περὶ τὴν πόλιν καὶ τὰ περὶ σφᾶς αὐτοὺς διῴκησαν, ὥσπερ προσῆκον ἦν τοὺς ἀπὸ θεῶν μὲν γεγονότας, πρώτους δὲ καὶ πόλιν οἰκήσαντας καὶ
5νόμοις χρησαμένους, ἅπαντα δὲ τὸν χρόνον ἠσκηκότας εὐσέβειαν μὲν περὶ τοὺς θεοὺς δικαιοσύνην δὲ περὶ τοὺς ἀνθρώπους, ὄντας δὲ μήτε μιγάδας μήτ’ ἐπήλυδας, ἀλλὰ μόνους αὐτόχθονας τῶν Ἑλλήνων,
Panath
.

125

καὶ ταύτην ἔχον‐ τας τὴν χώραν τροφὸν, ἐξ ἧσπερ ἔφυσαν, καὶ στέργοντας αὐτὴν ὁμοίως ὥσπερ οἱ βέλτιστοι τοὺς πατέρας καὶ τὰς μητέρας τὰς αὑτῶν, πρὸς δὲ τούτοις οὕτω θεοφιλεῖς ὄντας
5ὥσθ’ ὃ δοκεῖ χαλεπώτατον εἶναι καὶ σπανιώτατον, εὑρεῖν τινὰς τῶν οἴκων τῶν τυραννικῶν καὶ βασιλικῶν ἐπὶ τέτταρας ἢ πέντε γενεὰς διαμείναντας, καὶ τοῦτο συμβῆναι μόνοις ἐκείνοις.
Panath
.

126

Ἐριχθόνιος μὲν γὰρ ὁ φὺς ἐξ Ἡφαίστου καὶ Γῆς παρὰ Κέκροπος ἄπαιδος ὄντος ἀρρένων παίδων τὸν οἶκον καὶ τὴν βασιλείαν παρέλαβεν· ἐντεῦθεν δ’ ἀρξά‐ μενοι πάντες οἱ γενόμενοι μετ’ ἐκεῖνον, ὄντες οὐκ ὀλίγοι,
5τὰς κτήσεις τὰς αὑτῶν καὶ τὰς δυναστείας τοῖς αὑτῶν παισὶν παρέδοσαν μέχρι Θησέως. Περὶ οὗ πρὸ πολλοῦ ἂν ἐποιησάμην μὴ διειλέχθαι πρότερον περὶ τῆς ἀρετῆς καὶ τῶν πεπραγμένων αὐτῷ· πολὺ γὰρ ἂν μᾶλλον ἥρμοσεν ἐν τῷ λόγῳ τῷ περὶ τῆς πόλεως διελθεῖν περὶ αὐτῶν.
Panath
.

127

Ἀλλὰ γὰρ χαλεπὸν ἦν, μᾶλλον δ’ ἀδύνατον, τὰ κατ’ ἐκεῖνον ἐπελθόντα τὸν χρόνον εἰς τοῦτον ἀποθέσθαι τὸν καιρὸν ὃν οὐ προῄδειν ἐσόμενον. Ἐκεῖνα μὲν οὖν ἐάσομεν, ἐπειδὴ πρὸς τὸ παρὸν αὐτοῖς κατεχρησάμην· μιᾶς δὲ μόνον
5μνησθήσομαι πράξεως, ᾗ συμβέβηκεν μήτ’ εἰρῆσθαι πρό‐ τερον μήτε πεπρᾶχθαι μηδ’ ὑφ’ ἑνὸς ἄλλου πλὴν ὑπὸ Θησέως, σημεῖον δ’ εἶναι μέγιστον τῆς ἀρετῆς τῆς ἐκείνου καὶ φρονήσεως.119
Panath
.

128

Ἔχων γὰρ βασιλείαν ἀσφαλεστάτην καὶ μεγίστην, ἐν ᾗ πολλὰ καὶ καλὰ διαπεπραγμένος ἦν καὶ κατὰ πόλεμον καὶ περὶ διοίκησιν τῆς πόλεως, ἅπαντα ταῦθ’ ὑπερεῖδεν, καὶ μᾶλλον εἵλετο τὴν δόξαν τὴν ἀπὸ τῶν
5πόνων καὶ τῶν ἀγώνων εἰς ἅπαντα τὸν χρόνον μνημο‐ νευθησομένην ἢ τὴν ῥᾳθυμίαν καὶ τὴν εὐδαιμονίαν τὴν διὰ τὴν βασιλείαν ἐν τῷ παρόντι γιγνομένην.
Panath
.

129

Καὶ ταῦτ’ ἔπραξεν, οὐκ ἐπειδὴ πρεσβύτερος γενόμενος ἀπολελαυκὼς ἦν τῶν ἀγαθῶν τῶν παρόντων, ἀλλ’ ἀκμάζων τὴν μὲν πόλιν, ὡς λέγεται, διοικεῖν τῷ πλήθει παρέδωκεν, αὐτὸς
5δ’ ὑπὲρ ταύτης τε καὶ τῶν ἄλλων Ἑλλήνων διετέλει κινδυνεύων.
Panath
.

130

Περὶ μὲν οὖν τῆς Θησέως ἀρετῆς νῦν μὲν ὡς οἷόν τ’ ἦν ἀνεμνήσαμεν, πρότερον δ’ ἁπάσας αὐτοῦ τὰς πράξεις οὐκ ἀμελῶς διήλθομεν· περὶ δὲ τῶν παραλαβόντων τὴν τῆς πόλεως διοίκησιν ἣν ἐκεῖνος παρέδωκεν, οὐκ
5ἔχω τίνας ἐπαίνους εἰπὼν ἀξίους ἂν εἴην εἰρηκὼς τῆς ἐκείνων διανοίας. Οἵτινες ἄπειροι πολιτειῶν ὄντες, οὐ διήμαρτον αἱρούμενοι τῆς ὑπὸ πάντων ἂν ὁμολογηθείσης οὐ μόνον εἶναι κοινοτάτης καὶ δικαιοτάτης, ἀλλὰ καὶ συμφορωτάτης ἅπασιν καὶ τοῖς χρωμένοις ἡδίστης.
Panath
.

131

Κατεστήσαντο γὰρ δημοκρατίαν, οὐ τὴν εἰκῇ πολιτευο‐ μένην καὶ νομίζουσαν τὴν μὲν ἀκολασίαν ἐλευθερίαν εἶναι, τὴν δ’ ἐξουσίαν ὅ τι βούλεταί τις ποιεῖν εὐδαιμονίαν, ἀλλὰ τὴν τοῖς τοιούτοις μὲν ἐπιτιμῶσαν, ἀριστοκρατίᾳ δὲ
5χρωμένην· ἣν οἱ μὲν πολλοὶ χρησιμωτάτην οὖσαν ὥσπερ τὴν ἀπὸ τῶν τιμημάτων ἐν ταῖς πολιτείαις ἀριθμοῦσιν,
οὐ δι’ ἀμαθίαν ἀγνοοῦντες, ἀλλὰ διὰ τὸ μηδὲν πώποτ’ αὐτοῖς μελῆσαι τῶν δεόντων.120
Panath
.

132

Ἐγὼ δὲ φημὶ τὰς μὲν ἰδέας τῶν πολιτειῶν τρεῖς εἶναι μόνας, ὀλιγαρχίαν, δημοκρατίαν, μοναρχίαν, τῶν δ’ ἐν ταύταις οἰκούντων ὅσοι μὲν εἰώθασιν ἐπὶ τὰς ἀρχὰς καθιστάναι καὶ τὰς ἄλλας
5πράξεις τοὺς ἱκανωτάτους τῶν πολιτῶν καὶ τοὺς μέλλοντας ἄριστα καὶ δικαιότατα τῶν πραγμάτων ἐπιστατήσειν, τούτους μὲν ἐν ἁπάσαις ταῖς πολιτείαις καλῶς οἰκήσειν καὶ πρὸς σφᾶς αὐτοὺς καὶ πρὸς τοὺς ἄλλους·
Panath
.

133

τοὺς δὲ τοῖς θρασυτάτοις καὶ πονηροτάτοις ἐπὶ ταῦτα χρωμέ‐ νους, καὶ τῶν μὲν τῇ πόλει συμφερόντων μηδὲν φρον‐ τίζουσιν, ὑπὲρ δὲ τῆς αὑτῶν πλεονεξίας ἑτοίμοις οὖσιν
5ὁτιοῦν πάσχειν, τὰς δὲ τούτων πόλεις ὁμοίως οἰκήσεσθαι ταῖς τῶν προεστώτων πονηρίαις· τοὺς δὲ μήθ’ οὕτω μήθ’ ὡς πρότερον εἶπον, ἀλλ’ ὅταν μὲν θαρρῶσιν, τούτους μάλιστα τιμῶντας τοὺς πρὸς χάριν λέγοντας, ὅταν δὲ δείσωσιν, ἐπὶ τοὺς βελτίστους καὶ φρονιμωτάτους καταφεύγοντας,
10τοὺς δὲ τοιούτους ἐναλλὰξ τοτὲ μὲν χεῖρον, τοτὲ δὲ βέλτιον πράξειν.
Panath
.

134

Αἱ μὲν οὖν φύσεις καὶ δυνάμεις τῶν πολιτειῶν οὕτως ἔχουσιν· ἡγοῦμαι δὲ ταῦτα μὲν ἑτέροις πολὺ πλείους λόγους παρέξειν τῶν νῦν εἰρημένων, ἐμοὶ δ’ οὐκέτι περὶ ἁπασῶν αὐτῶν εἶναι διαλεκτέον, ἀλλὰ περὶ
5μόνης τῆς τῶν προγόνων· ταύτην γὰρ ὑπεσχόμην ἐπι‐ δείξειν σπουδαιοτέραν καὶ πλειόνων ἀγαθῶν αἰτίαν οὖσαν τῆς ἐν Σπάρτῃ καθεστηκυίας.
Panath
.

135

Ἔσται δ’ ὁ λόγος τοῖς μὲν ἡδέως ἂν ἀκούσασιν πολιτείαν χρηστὴν ἐμοῦ διεξιόντος οὔτ’ ὀχληρὸς οὔτ’ ἄκαιρος, ἀλλὰ σύμμετρος
καὶ προσήκων τοῖς ἔμπροσθεν [εἰρημένοις], τοῖς δὲ μὴ121
5χαίρουσιν τοῖς μετὰ πολλῆς σπουδῆς εἰρημένοις, ἀλλὰ τοῖς ἐν ταῖς πανηγύρεσιν μάλιστα μὲν λοιδορουμένοις, ἢν δ’ ἀπόσχωνται τῆς μανίας ταύτης, ἐγκωμιάζουσιν ἢ τὰ φαυλότατα τῶν ὄντων ἢ τοὺς παρανομωτάτους τῶν γεγενημένων, τούτοις δ’ αὐτὸν οἶμαι δόξειν πολὺ μακρό‐
10τερον εἶναι τοῦ δέοντος.
Panath
.

136

Ἐμοὶ δὲ τῶν μὲν τοιού‐ των ἀκροατῶν οὐδὲν πώποτ’ ἐμέλησεν, οὐδὲ τοῖς ἄλλοις τοῖς εὖ φρονοῦσιν, ἐκείνων δὲ τῶν ἅ τε προεῖπον πρὸ ἅπαντος τοῦ λόγου μνημονευσόντων, τῷ τε πλήθει τῶν
5λεγομένων οὐκ ἐπιτιμησόντων, οὐδ’ ἢν μυρίων ἐπῶν ᾖ τὸ μῆκος, ἀλλ’ ἐφ’ αὑτοῖς εἶναι νομιούντων τοσοῦτον ἀναγ‐ νῶναι μέρος καὶ διελθεῖν ὁπόσον ἂν αὐτοὶ βουληθῶσιν, πάντων δὲ μάλιστα τῶν οὐδενὸς ἂν ἥδιον ἀκουόντων ἢ λόγου διεξιόντος ἀνδρῶν ἀρετὰς καὶ πόλεως τρόπον
10καλῶς οἰκουμένης,
Panath
.

137

ἅπερ εἰ μιμήσασθαί τινες βουληθεῖεν καὶ δυνηθεῖεν, αὐτοί τ’ ἂν ἐν μεγάλῃ δόξῃ τὸν βίον διαγάγοιεν καὶ τὰς πόλεις τὰς αὑτῶν εὐδαίμονας ποιήσαιεν. Οἵους μὲν οὖν εὐξαίμην ἂν εἶναι τοὺς ἀκουσο‐
5μένους τῶν ἐμῶν, εἴρηκα, δέδοικα δὲ μὴ τοιούτων γενο‐ μένων πολὺ καταδεέστερον εἴπω τῶν πραγμάτων περὶ ὧν μέλλω ποιεῖσθαι τοὺς λόγους. Ὅμως δ’ οὕτως ὅπως ἂν οἷός τ’ ὦ, πειράσομαι διαλεχθῆναι περὶ αὐτῶν.
Panath
.

138

Τοῦ μὲν οὖν διαφερόντως τῶν ἄλλων οἰκεῖσθαι τὴν πόλιν ἡμῶν κατ’ ἐκεῖνον τὸν χρόνον δικαίως ἂν ἐπενέγκοιμεν τὴν αἰτίαν τοῖς βασιλεύσασιν αὐτῆς, περὶ ὧν ὀλίγῳ πρότερον
5διελέχθην. Ἐκεῖνοι γὰρ ἦσαν οἱ παιδεύσαντες τὸ πλῆθος ἐν ἀρετῇ καὶ δικαιοσύνῃ καὶ πολλῇ σωφροσύνῃ, καὶ
διδάξαντες ἐξ ὧν διῴκουν, ἅπερ ἐγὼ φανείην ἂν ὕστερον εἰρηκὼς ἢ ’κεῖνοι πράξαντες, ὅτι πᾶσα πολιτεία ψυχὴ πόλεώς ἐστι, τοσαύτην ἔχουσα δύναμιν ὅσην περ ἐν σώματι122
10φρόνησις· αὕτη γάρ ἐστιν ἡ βουλευομένη περὶ ἁπάντων καὶ τὰ μὲν ἀγαθὰ διαφυλάττουσα, τὰς δὲ συμφορὰς δια‐ φεύγουσα, καὶ πάντων αἰτία τῶν ταῖς πόλεσι συμβαι‐ νόντων.
Panath
.

139

Ἃ μαθὼν ὁ δῆμος οὐκ ἐπελάθετο διὰ τὴν μεταβολὴν, ἀλλὰ μᾶλλον τούτῳ προσεῖχεν ἢ τοῖς ἄλλοις ὅπως λήψεται τοὺς ἡγεμόνας δημοκρατίας μὲν ἐπιθυ‐ μοῦντας, τὸ δ’ ἦθος τοιοῦτον ἔχοντας οἷόν περ οἱ πρότερον
5ἐπιστατοῦντες αὐτῶν, καὶ μὴ λήσουσι σφᾶς αὐτοὺς κυρίους ἁπάντων τῶν κοινῶν καταστήσαντες, οἷς οὐδεὶς ἂν οὐδὲν τῶν ἰδίων ἐπιτρέψειεν,
Panath
.

140

μηδὲ περιόψονται πρὸς τὰ τῆς πόλεως προσιόντας τοὺς ὁμολογουμένως ὄντας πονηροὺς, μηδ’ ἀνέξονται τὴν φωνὴν τῶν τὰ μὲν σώματα τὰ σφέτερ’ αὐτῶν ἐπονειδίστως διατιθεμένων,
5συμβουλεύειν δὲ τοῖς ἄλλοις ἀξιούντων ὃν τρόπον τὴν πόλιν διοικοῦντες σωφρονοῖεν ἂν καὶ βέλτιον πράττοιεν, μηδὲ τῶν ἃ μὲν παρὰ τῶν πατέρων παρέλαβον εἰς αἰσχρὰς ἡδονὰς ἀνηλωκότων, ἐκ δὲ τῶν κοινῶν ταῖς ἰδίαις ἀπο‐ ρίαις βοηθεῖν ζητούντων, μηδὲ τῶν πρὸς χάριν μὲν ἀεὶ
10λέγειν γλιχομένων, εἰς πολλὰς δ’ ἀηδίας καὶ λύπας τοὺς πειθομένους ἐμβαλλόντων,
Panath
.

141

ἀλλὰ τούς τε τοιούτους ἅπαντας ἀπείργειν ἀπὸ τοῦ συμβουλεύειν ἕκαστος οἰήσεται δεῖν, καὶ πρὸς τούτοις ἐκείνους τοὺς τὰ μὲν τῶν ἄλλων κτήματα τῆς πόλεως εἶναι φάσκοντας, τὰ δὲ ταύτης ἴδια
5κλέπτειν καὶ διαρπάζειν τολμῶντας, καὶ φιλεῖν μὲν τὸν δῆμον προσποιουμένους, ὑπὸ δὲ τῶν ἄλλων ἁπάντων αὐτὸν μισεῖσθαι ποιοῦντας,
Panath
.

142

καὶ λόγῳ μὲν δεδιότας ὑπὲρ τῶν Ἑλλήνων, ἔργῳ δὲ λυμαινομένους καὶ συκοφαντοῦντας
καὶ διατιθέντας αὐτοὺς οὕτω πρὸς ἡμᾶς ὥστε τῶν πόλεων τὰς εἰς πόλεμον καθισταμένας ἥδιον ἂν καὶ θᾶττον ἐνίας123
5εἰσδέξασθαι τοὺς πολιορκοῦντας ἢ τὴν παρ’ ἡμῶν βοήθειαν. Ἀπείποι δ’ ἄν τις γράφων, εἰ πάσας τὰς κακοηθείας καὶ πονηρίας ἐξαριθμεῖν ἐπιχειρήσειεν.
Panath
.

143

Ἃς ἐκεῖνοι μισήσαντες καὶ τοὺς ἔχοντας αὐτὰς ἐποιοῦντο συμβούλους καὶ προστάτας οὐ τοὺς τυχόντας, ἀλλὰ τοὺς βελτίστους καὶ φρονιμωτάτους καὶ κάλλιστα βεβιωκότας, καὶ τοὺς
5αὐτοὺς τούτους στρατηγοὺς ᾑροῦντο καὶ πρέσβεις, εἴ που δεήσειεν, ἔπεμπον, καὶ πάσας τὰς ἡγεμονίας τὰς τῆς πόλεως αὐτοῖς παρεδίδοσαν, νομίζοντες τοὺς ἐπὶ τοῦ βήματος βουλομένους καὶ δυναμένους τὰ βέλτιστα συμβου‐ λεύειν, τούτους καὶ καθ’ αὑτοὺς γενομένους ἐν ἅπασι
10τοῖς τόποις καὶ περὶ ἁπάσας τὰς πράξεις τὴν αὐτὴν γνώμην ἕξειν· ἅπερ αὐτοῖς συνέβαινεν.
Panath
.

144

Διὰ γὰρ τὸ ταῦτα γιγνώσκειν ἐν ὀλίγαις ἡμέραις ἑώρων τούς τε νόμους ἀναγεγραμμένους, οὐχ ὁμοίους τοῖς νῦν κειμένοις, οὐδὲ τοσαύτης ταραχῆς καὶ τοσούτων ἐναντιώσεων μεστοὺς
5ὥστε μηδέν’ ἂν δυνηθῆναι συνιδεῖν μήτε τοὺς χρησίμους μήτε τοὺς ἀχρήστους αὐτῶν, ἀλλὰ πρῶτον μὲν ὀλίγους, ἱκανοὺς δὲ τοῖς χρῆσθαι μέλλουσιν καὶ ῥᾳδίους συνιδεῖν, ἔπειτα δικαίους καὶ συμφέροντας καὶ σφίσιν αὐτοῖς ὁμο‐ λογουμένους, καὶ μᾶλλον ἐσπουδασμένους τοὺς περὶ τῶν
10κοινῶν ἐπιτηδευμάτων ἢ τοὺς περὶ τῶν ἰδίων συμβολαίων, οἵους περ εἶναι χρὴ παρὰ τοῖς καλῶς πολιτευομένοις.
Panath
.

145

Περὶ δὲ τοὺς αὐτοὺς χρόνους καθίστασαν ἐπὶ τὰς ἀρχὰς τοὺς προκριθέντας ὑπὸ τῶν φυλετῶν καὶ δημοτῶν, οὐ περιμαχήτους αὐτὰς ποιήσαντες οὐδ’ ἐπιθυμίας ἀξίας, ἀλλὰ πολὺ μᾶλλον λειτουργίαις ὁμοίας ταῖς ἐνοχλούσαις
5μὲν οἷς ἂν προσταχθῶσιν, τιμὴν δέ τινα περιτιθείσαις αὐτοῖς· ἔδει γὰρ τοὺς ἄρχειν αἱρεθέντας τῶν τε κτημάτων τῶν ἰδίων ἀμελεῖν καὶ τῶν λημμάτων τῶν εἰθισμένων δίδοσθαι ταῖς ἀρχαῖς ἀπέχεσθαι μηδὲν ἧττον ἢ τῶν ἱερῶν, —ἃ τίς ἂν ἐν τοῖς νῦν καθεστῶσιν ὑπομείνειεν; —124
Panath
.

146

Καὶ τοὺς μὲν ἀκριβεῖς περὶ ταύτας γιγνομένους μετρίως ἐπαινεθέντας ἐφ’ ἑτέραν ἐπιμέλειαν τάττεσθαι τοιαύτην, τοὺς δὲ καὶ μικρὸν παραβάντας ταῖς ἐσχάταις αἰσχύναις καὶ μεγίσταις ζημίαις περιπίπτειν· ὥστε μηδένα
5τῶν πολιτῶν ὥσπερ νῦν διακεῖσθαι πρὸς τὰς ἀρχὰς, ἀλλὰ μᾶλλον τότε ταύτας φεύγειν ἢ νῦν διώκειν.
Panath
.

147

καὶ πάντας νομίζειν μηδέποτ’ ἂν γενέσθαι δημοκρατίαν ἀληθεστέραν μηδὲ βεβαιοτέραν μηδὲ μᾶλλον τῷ πλήθει συμφέρουσαν τῆς τῶν μὲν τοιούτων πραγματειῶν ἀτέλειαν
5τῷ δήμῳ διδούσης, τοῦ δὲ τὰς ἀρχὰς καταστῆσαι καὶ λαβεῖν δίκην παρὰ τῶν ἐξαμαρτόντων κύριον ποιούσης, ἅπερ ὑπάρχει καὶ τῶν τυράννων τοῖς εὐδαιμονεστά‐ τοις.
Panath
.

148

Σημεῖον δὲ μέγιστον ὅτι ταῦτ’ ἠγάπων μᾶλ‐ λον ἠγὼ λέγω· φαίνεται γὰρ ὁ δῆμος ταῖς μὲν ἄλλαις πολιτείαις ταῖς οὐκ ἀρεσκούσαις μαχόμενος καὶ κατα‐ λύων καὶ τοὺς προεστῶτας αὐτῶν ἀποκτείνων, ταύτῃ δὲ
5χρώμενος οὐκ ἐλάττω χιλίων ἐτῶν, ἀλλ’ ἐμμείνας, ἀφ’ οὗπερ ἔλαβεν, μέχρι τῆς Σόλωνος μὲν ἡλικίας, Πεισιστράτου δὲ δυναστείας, ὃς δημαγωγὸς γενόμενος καὶ πολλὰ τὴν πόλιν λυμηνάμενος καὶ τοὺς βελτίστους τῶν πολιτῶν ὡς ὀλιγαρχι‐ κοὺς ὄντας ἐκβαλὼν, τελευτῶν τόν τε δῆμον κατέλυσεν καὶ
10τύραννον αὑτὸν κατέστησεν.
Panath
.

149

Τάχ’ οὖν ἄν τινες ἄτοπον εἰναί με φήσειαν, — οὐδὲν γὰρ κωλύει διαλαβεῖν τὸν λόγον, —ὅτι τολμῶ λέγειν ὡς ἀκριβῶς εἰδὼς περὶ πραγμάτων, οἷς οὐ παρῆν πραττο‐ μένοις. Ἐγὼ δ’ οὐδὲν τούτων ἄλογον οἶμαι ποιεῖν. Εἰ μὲν125
5γὰρ μόνος ἐπίστευον τοῖς τε λεγομένοις περὶ τῶν παλαιῶν καὶ τοῖς γράμμασι τοῖς ἐξ ἐκείνου τοῦ χρόνου παραδεδο‐ μένοις ἡμῖν, εἰκότως ἂν ἐπιτιμῴμην· νῦν δὲ πολλοὶ καὶ νοῦν ἔχοντες ταὐτὸν ἐμοὶ φανεῖεν ἂν πεπονθότες.
Panath
.

150

Χωρὶς δὲ τούτων, εἰ κατασταίην εἰς ἔλεγχον καὶ λόγον, δυνηθείην ἂν ἐπιδεῖξαι πάντας ἀνθρώπους πλείους ἐπιστήμας ἔχοντας διὰ τῆς ἀκοῆς ἢ τῆς ὄψεως, καὶ μείζους πράξεις καὶ καλλίους εἰδότας ἃς παρ’ ἑτέρων
5ἀκηκόασιν ἢ ’κείνας αἷς αὐτοὶ παραγεγενημένοι τυγχά‐ νουσιν. Ἀλλὰ γὰρ οὔτ’ ἀμελεῖν καλῶς ἔχει τῶν τοιούτων ἐπιλήψεων, —τυχὸν γὰρ μηδενὸς ἀντειπόντος λυμήναιντ’ ἂν τὴν ἀλήθειαν, —οὔτ’ αὖ πολὺν χρόνον ἀντιλέγοντα διατρίβειν ἐν αὐταῖς, ἀλλ’ ὅσον ὑποδείξαντα μόνον τοῖς
10ἄλλοις, ἐξ ὧν ληροῦντας ἂν αὐτοὺς ἐπιδείξαιμεν, πάλιν ἐπανελθόντα περαίνειν καὶ λέγειν ὅθεν ἀπέλιπον· ὅπερ ἐγὼ ποιήσω.
Panath
.

151

Τὸ μὲν οὖν σύνταγμα τῆς τότε πολιτείας καὶ τὸν χρόνον ὅσον αὐτῇ χρώμενοι διετέλεσαν, ἐξαρκούντως δεδηλώκαμεν· λοιπὸν δ’ ἡμῖν τὰς πράξεις τὰς ἐκ τοῦ καλῶς πολιτεύεσθαι γεγενημένας διελθεῖν. Ἐκ τούτων
5γὰρ ἔτι μᾶλλον ἔσται καταμαθεῖν ὅτι καὶ τὴν πολιτείαν εἶχον ἡμῶν οἱ πρόγονοι βελτίω τῶν ἄλλων καὶ σωφρονεσ‐
τέραν, καὶ προστάταις καὶ συμβούλοις ἐχρῶντο τοιούτοις οἵοις χρὴ τοὺς εὖ φρονοῦντας.126
Panath
.

152

Οὐ μὴν οὐδὲ ταῦτά μοι πρότερον λεκτέον ἐστὶν, πρὶν ἂν μικρὰ προείπω περὶ αὐτῶν. Ἢν γὰρ ὑπεριδὼν τὰς ἐπιτιμήσεις τὰς τῶν οὐδὲν ἄλλο ποιεῖν ἢ τοῦτο δυναμένων ἐφεξῆς διηγῶμαι περί τε
5τῶν ἄλλων τῶν πεπραγμένων καὶ τῶν ἐπιτηδευμάτων τῶν περὶ τὸν πόλεμον, οἷς οἱ πρόγονοι χρώμενοι τῶν τε βαρβάρων περιεγένοντο καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκί‐ μησαν, οὐκ ἔστιν ὅπως οὐ φήσουσίν τινές με διεξιέναι τοὺς νόμους, οὓς Λυκοῦργος μὲν ἔθηκεν, Σπαρτιᾶται δ’
10αὐτοῖς χρώμενοι τυγχάνουσιν.
Panath
.

153

Ἐγὼ δ’ ὁμολογῶ μὲν ἐρεῖν πολλὰ τῶν ἐκεῖ καθε‐ στώτων, οὐχ ὡς Λυκούργου τι τούτων εὑρόντος ἢ δια‐ νοηθέντος, ἀλλ’ ὡς μιμησαμένου τὴν διοίκησιν ὡς δυνατὸν ἄριστα τὴν τῶν προγόνων τῶν ἡμετέρων, καὶ τήν τε
5δημοκρατίαν καταστήσαντος παρ’ αὐτοῖς τὴν ἀριστοκρατίᾳ μεμιγμένην, ἥπερ ἦν παρ’ ἡμῖν, καὶ τὰς ἀρχὰς οὐ κλη‐ ρωτὰς, ἀλλ’ αἱρετὰς ποιήσαντος,
Panath
.

154

καὶ τὴν τῶν γερόντων αἵρεσιν τῶν ἐπιστατούντων ἅπασι τοῖς πράγμασιν μετὰ τοσαύτης σπουδῆς ποιεῖσθαι νομοθετήσαντος, μεθ’ ὅσης πέρ φασι καὶ τοὺς ἡμετέρους περὶ τῶν εἰς Ἄρειον
5πάγον ἀναβήσεσθαι μελλόντων, ἔτι δὲ καὶ τὴν δύναμιν αὐτοῖς περιθέντος τὴν αὐτὴν ἥνπερ ᾔδει καὶ τὴν βουλὴν ἔχουσαν τὴν παρ’ ἡμῖν.
Panath
.

155

Ὅτι μὲν οὖν τὸν αὐτὸν τρόπον τἀκεῖ καθέστηκεν ὥσπερ εἶχεν τὸ παλαιὸν καὶ τὰ παρ’ ἡμῖν, παρὰ πολλῶν ἔσται πυθέσθαι τοῖς εἰδέναι βου‐ λομένοις· ὡς δὲ καὶ τὴν ἐμπειρίαν τὴν περὶ τὸν πόλεμον
5οὐ πρότερον ἤσκησαν οὐδ’ ἄμεινον ἐχρήσαντο Σπαρτιᾶται τῶν ἡμετέρων, ἐκ τῶν ἀγώνων καὶ τῶν πολέμων τῶν ὁμολο‐ γουμένων γενέσθαι κατ’ ἐκεῖνον τὸν χρόνον οὕτως οἶμαι
σαφῶς ἐπιδείξειν ὥστε μήτε τοὺς ἀνοήτως λακωνίζοντας ἀντειπεῖν δυνήσεσθαι τοῖς ῥηθεῖσιν μήτε τοὺς θαμετέρ’127
10ἅμα τε θαυμάζοντας καὶ βασκαίνοντας καὶ μιμεῖσθαι γλιχομένους.
Panath
.

156

Ποιήσομαι δὲ τὴν ἀρχὴν τῶν λεχθη‐ σομένων ἀκοῦσαι μὲν ἴσως τισὶν ἀηδῆ, ῥηθῆναι δ’ οὐκ ἀσύμφορον. Εἰ γάρ τις φαίη τὼ πόλεε τούτω πλείστων ἀγαθῶν αἰτίας γεγενῆσθαι τοῖς Ἕλλησι καὶ μεγίστων
5κακῶν μετὰ τὴν Ξέρξου στρατείαν, οὐκ ἔστιν ὅπως οὐκ ἀληθῆ δόξειεν ἂν λέγειν τοῖς εἰδόσιν τι περὶ τῶν τότε γεγενημένων.
Panath
.

157

Ἠγωνίσαντό τε γὰρ ὡς δυνατὸν ἄριστα πρὸς τὴν ἐκείνου δύναμιν, ταῦτά τε πράξασαι, προσῆκον αὐταῖς καὶ περὶ τῶν ἐχομένων βουλεύσασθαι καλῶς, εἰς τοῦτ’ ἦλθον οὐκ ἀνοίας, ἀλλὰ μανίας, ὥστε πρὸς μὲν τὸν
5ἐπιστρατεύσαντα καὶ βουληθέντα τὼ μὲν πόλεε τούτω παντάπασιν ἀνελεῖν, τοὺς δ’ ἄλλους Ἕλληνας καταδουλώ‐ σασθαι,
Panath
.

158

πρὸς μὲν τὸν τοιοῦτον, κρατήσασαι ῥᾳδίως ἂν αὐτοῦ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, εἰρήνην εἰς ἅπαντα συνεγράψαντο τὸν χρόνον ὥσπερ πρὸς εὐεργέτην γεγενημένον, φθονήσασαι δὲ ταῖς ἀρεταῖς ταῖς αὑτῶν, εἰς
5πόλεμον καταστᾶσαι πρὸς ἀλλήλας καὶ φιλονικίαν, οὐ πρότερον ἐπαύσαντο σφᾶς τ’ αὐτὰς ἀπολλύουσαι καὶ τοὺς ἄλλους Ἕλληνας πρὶν κύριον ἐποίησαν τὸν κοινὸν ἐχθρὸν τήν τε πόλιν τὴν ἡμετέραν εἰς τοὺς ἐσχάτους καταστῆσαι κινδύνους διὰ τῆς δυνάμεως τῆς Λακεδαιμονίων, καὶ πάλιν
10τὴν ἐκείνων διὰ τῆς πόλεως τῆς ἡμετέρας.
Panath
.

159

Καὶ τοσοῦτον ἀπολειφθέντες τῆς τοῦ βαρβάρου φρονήσεως, οὔτ’ ἐν ἐκείνοις τοῖς χρόνοις ἤλγησαν ἀξίως ὧν ἔπαθον οὐδ’ ὡς προσῆκεν αὐτοὺς, οὔτε νῦν αἱ μέγισται τῶν Ἑλλη‐
5νίδων πόλεων αἰσχύνονται διακολακευόμεναι πρὸς τὸν
ἐκείνου πλοῦτον, ἀλλ’ ἡ μὲν Ἀργείων καὶ Θηβαίων Αἴγυπτον αὐτῷ συγκατεπολέμησεν, ἵν’ ὡς μεγίστην ἔχων δύναμιν ἐπιβουλεύῃ τοῖς Ἕλλησιν, ἡμεῖς δὲ καὶ Σπαρτιᾶται συμμαχίας ἡμῖν ὑπαρχούσης ἀλλοτριώτερον ἔχομεν πρὸς128
10ἡμᾶς αὐτοὺς ἢ πρὸς οὓς ἑκάτεροι πολεμοῦντες τυγχά‐ νομεν.
Panath
.

160

Σημεῖον δ’ οὐ μικρόν· κοινῇ μὲν γὰρ οὐδὲ περὶ ἑνὸς πράγματος βουλευόμεθα, χωρὶς δ’ ἑκάτεροι πρέσβεις πέμπομεν ὡς ἐκεῖνον, ἐλπίζοντες, ὁποτέροις ἂν οἰκειότερον διατεθῇ, τούτους κυρίους γενήσεσθαι τῆς ἐν
5τοῖς Ἕλλησι πλεονεξίας, κακῶς εἰδότες ὡς τοὺς μὲν θεραπεύοντας αὑτὸν ὑβρίζειν εἴθισται, πρὸς δὲ τοὺς ἀντιταττομένους καὶ καταφρονοῦντας τῆς ἐκείνου δυνάμεως ἐκ παντὸς τρόπου διαλύεσθαι πειρᾶται τὰς διαφοράς.
Panath
.

161

Ταῦτα δὲ διῆλθον οὐκ ἀγνοῶν ὅτι λέγειν τινὲς τολμήσουσιν ὡς ἔξω τῆς ὑποθέσεως τοῖς λόγοις τούτοις ἐχρησάμην. Ἐγὼ δ’ οὐδέποτ’ ἂν οἶμαι τοῖς προειρημένοις οἰκειοτέρους λόγους ῥηθῆναι τούτων, οὐδ’ ἐξ ὧν ἄν τις
5σαφέστερον ἐπιδείξειεν τοὺς προγόνους ἡμῶν φρονιμωτέ‐ ρους ὄντας περὶ τὰ μέγιστα τῶν τήν τε πόλιν τὴν ἡμετέραν καὶ τὴν Σπαρτιατῶν μετὰ τὸν πόλεμον τὸν πρὸς Ξέρξην διοικησάντων.
Panath
.

162

Αὗται μὲν γὰρ ἂν φανεῖεν ἐν ἐκείνοις τε τοῖς χρόνοις πρὸς μὲν τοὺς βαρβάρους εἰρήνην ποιησά‐ μεναι σφᾶς αὐτὰς καὶ τὰς ἄλλας πόλεις ἀπολλύουσαι, νῦν τε τῶν μὲν Ἑλλήνων ἄρχειν ἀξιοῦσαι, πρὸς δὲ τὸν βα‐
5σιλέα πρέσβεις πέμπουσαι περὶ φιλίας καὶ συμμαχίας. Οἱ δὲ τότε τὴν πόλιν οἰκοῦντες οὐδὲν τούτων ἔπραττον, ἀλλὰ πᾶν τοὐναντίον·
Panath
.

163

τῶν μὲν γὰρ Ἑλληνίδων
πόλεων οὕτως αὐτοῖς ἀπέχεσθαι σφόδρα δεδογμένον ἦν, ὥσπερ τοῖς εὐσεβεστάτοις τῶν ἐν τοῖς ἱεροῖς ἀνακειμένων, τῶν δὲ πολέμων ὑπελάμβανον ἀναγκαιότατον μὲν εἶναι129
5καὶ δικαιότατον τὸν μετὰ πάντων ἀνθρώπων πρὸς τὴν ἀγριότητα τῶν θηρίων γιγνόμενον, ἕτερον δὲ τὸν μετὰ τῶν Ἑλλήνων πρὸς τοὺς βαρβάρους τοὺς καὶ φύσει πολεμίους ὄντας καὶ πάντα τὸν χρόνον ἐπιβουλεύοντας ἡμῖν.
Panath
.

164

Τοῦτον δ’ εἴρηκα τὸν λόγον οὐκ αὐτὸς εὑρὼν, ἀλλ’ ἐκ τῶν ἐκείνοις πεπραγμένων συλλογισάμενος Ὁρῶντες γὰρ τὰς μὲν ἄλλας πόλεις ἐν πολλοῖς κακοῖς καὶ πολέμοις καὶ ταραχαῖς οὔσας, τὴν δ’ αὑτῶν μόνην καλῶς διοικουμένην,
5οὐχ ἡγήσαντο δεῖν τοὺς ἄμεινον τῶν ἄλλων φρονοῦντας καὶ πράττοντας ἀμελεῖν, οὐδὲ περιορᾶν τὰς τῆς αὐτῆς συγγε‐ νείας μετεχούσας ἀπολλυμένας, ἀλλὰ σκεπτέον εἶναι καὶ πρακτέον ὅπως ἁπάσας ἀπαλλάξουσι τῶν κακῶν τῶν πα‐ ρόντων.
Panath
.

165

Ταῦτα δὲ διανοηθέντες τῶν μὲν ἧττον νο‐ σουσῶν πρεσβείαις καὶ λόγοις ἐξαιρεῖν ἐπειρῶντο τὰς διαφο‐ ρὰς, εἰς δὲ τὰς μᾶλλον στασιαζούσας ἐξέπεμπον τῶν πολιτῶν τοὺς μεγίστην παρ’ αὐτοῖς δόξαν ἔχοντας, οἳ περί τε τῶν
5παρόντων πραγμάτων αὐταῖς συνεβούλευον, καὶ συγγιγ‐ νόμενοι τοῖς τε μὴ δυναμένοις ἐν ταῖς αὑτῶν ζῆν καὶ τοῖς χεῖρον γεγονόσιν ὧν οἱ νόμοι προστάττουσιν, οἵπερ ὡς ἐπὶ τὸ πολὺ λυμαίνονται τὰς πόλεις, ἔπειθον μεθ’ αὑτῶν στρατεύεσθαι καὶ βίον ζητεῖν βελτίω τοῦ παρόντος.
Panath
.

166

Πολλῶν δὲ γιγνομένων τῶν ταῦτα βουλομένων καὶ πειθο‐ μένων, στρατόπεδα συνιστάντες ἐξ αὐτῶν, τούς τε τὰς νήσους κατέχοντας τῶν βαρβάρων καὶ τοὺς ἐφ’ ἑκατέρας τῆς ἠπείρου τὴν παραλίαν κατοικοῦντας καταστρεφόμενοι
5καὶ πάντας ἐκβαλόντες, τοὺς μάλιστα βίου δεομένους τῶν Ἑλλήνων κατῴκιζον. Καὶ ταῦτα πράττοντες καὶ τοῖς ἄλλοις ὑποδεικνύοντες διετέλουν, ἕως ἤκουσαν Σπαρτιάτας τὰς πόλεις τὰς ἐν Πελοποννήσῳ κατοικούσας, ὥσπερ εἶπον, ὑφ’ αὑτοῖς πεποιημένους· μετὰ δὲ ταῦτα τοῖς ἰδίοις130
10ἠναγκάζοντο προσέχειν τὸν νοῦν.
Panath
.

167

Τί οὖν ἐστὶν τὸ συμβεβηκὸς ἀγαθὸν ἐκ τοῦ πολέμου τοῦ περὶ τὰς ἀποικίας καὶ 〈τῆσ〉 πραγματείας; Τοῦτο γὰρ οἶμαι μάλιστα ποθεῖν ἀκοῦσαι τοὺς πολλούς. Τοῖς μὲν Ἕλλησιν εὐπορωτέροις γενέσθαι τὰ περὶ τὸν βίον καὶ
5μᾶλλον ὁμονοεῖν τοσούτων τὸ πλῆθος καὶ τοιούτων ἀνθρώπων ἀπαλλαγεῖσιν, τοῖς δὲ βαρβάροις ἐκπίπτειν ἐκ τῆς αὑτῶν καὶ φρονεῖν ἔλαττον ἢ πρότερον, τοῖς δ’ αἰτίοις τούτων γεγενημένοις εὐδοκιμεῖν καὶ δοκεῖν διπλασίαν πεποιηκέναι τὴν Ἑλλάδα τῆς ἐξ ἀρχῆς συστάσης.
Panath
.

168

Μεῖζον μὲν οὖν εὐεργέτημα τούτου καὶ κοινότερον τοῖς Ἕλλησι γεγενημένον παρὰ τῶν προγόνων τῶν ἡμετέρων οὐκ ἂν δυναίμην ἐξευρεῖν· οἰκειότερον δὲ τῇ περὶ τὸν πόλε‐ μον ἐπιμελείᾳ καὶ δόξης οὐκ ἐλάττονος ἄξιον καὶ πᾶσι
5φανερώτερον ἴσως ἕξομεν εἰπεῖν. Τίς γὰρ οὐκ οἶδεν ἢ τίς οὐκ ἀκήκοεν τῶν τραγῳδοδιδασκάλων Διονυσίοις τὰς Ἀδράστῳ γενομένας ἐν Θήβαις συμφορὰς,
Panath
.

169

ὅτι κατά‐ γειν βουληθεὶς τὸν Οἰδίπου μὲν υἱὸν, αὑτοῦ δὲ κηδεστὴν, παμπληθεῖς μὲν Ἀργείων ἀπώλεσεν, ἅπαντας δὲ τοὺς λοχαγοὺς ἐπεῖδεν διαφθαρέντας, αὐτὸς δ’ ἐπονειδίστως
5σωθεὶς, ἐπειδὴ σπονδῶν οὐχ οἷός τ’ ἦν τυχεῖν οὐδ’ ἀνε‐ λέσθαι τοὺς τετελευτηκότας, ἱκέτης γενόμενος τῆς πόλεως ἔτι Θησέως αὐτὴν διοικοῦντος ἐδεῖτο μὴ περιιδεῖν τοιού‐
τους ἄνδρας ἀτάφους γενομένους μηδὲ παλαιὸν ἔθος καὶ πάτριον νόμον καταλυόμενον, ᾧ πάντες ἄνθρωποι χρώμενοι131
10διατελοῦσιν οὐχ ὡς ὑπ’ ἀνθρωπίνης κειμένῳ φύσεως, ἀλλ’ ὡς ὑπὸ δαιμονίας προστεταγμένῳ δυνάμεως.
Panath
.

170

Ὧν ἀκούσας οὐδένα χρόνον ἐπισχὼν ὁ δῆμος ἔπεμψεν πρεσ‐ βείαν εἰς Θήβας, περί τε τῆς ἀναιρέσεως συμβουλεύσοντας αὐτοῖς ὁσιώτερον βουλεύσασθαι καὶ τὴν ἀπόκρισιν νομι‐
5μωτέραν ποιήσασθαι τῆς πρότερον γενομένης, κἀκεῖν’ ὑποδείξοντας, ὡς ἡ πόλις αὐτοῖς οὐκ ἐπιτρέψει παρα‐ βαίνουσι τὸν νόμον τὸν κοινὸν ἁπάντων τῶν Ἑλλήνων.
Panath
.

171

Ὧν ἀκούσαντες οἱ κύριοι τότ’ ὄντες Θηβῶν οὐχ ὁμοίως ἔγνωσαν οὔτε ταῖς δόξαις αἷς ἔχουσίν τινες περὶ αὐτῶν, οὔθ’ οἷς ἐβουλεύσαντο πρότερον, ἀλλὰ μετρίως περὶ αὑτῶν τε διαλεχθέντες καὶ τῶν ἐπιστρατευσάντων
5κατηγορήσαντες ἔδοσαν τῇ πόλει τὴν ἀναίρεσιν.
Panath
.

172

Καὶ μηδεὶς οἰέσθω μ’ ἀγνοεῖν, ὅτι τἀναντία τυγχάνω λέγων οἷς ἐν τῷ Πανηγυρικῷ λόγῳ φανείην ἂν περὶ τῶν αὐτῶν τούτων γεγραφώς· ἀλλὰ γὰρ οὐδένα νομίζω τῶν ταῦτα
5συνιδεῖν ἂν δυνηθέντων τοσαύτης ἀμαθίας εἶναι καὶ φθόνου μεστὸν, ὅστις οὐκ ἂν ἐπαινέσειέ με καὶ σωφρονεῖν ἡγή‐ σαιτο τότε μὲν ἐκείνως, νῦν δ’ οὕτω διαλεχθέντα περὶ αὐτῶν.
Panath
.

173

Περὶ μὲν οὖν τούτων οἶδ’ ὅτι καλῶς γέγραφα καὶ συμφερόντως· ὅσον δ’ ἡ πόλις ἡμῶν διέφερε τὰ περὶ τὸν πόλεμον κατ’ ἐκεῖνον τὸν χρόνον, —τοῦτο γὰρ ἀπο‐ δεῖξαι βουλόμενος διῆλθον τὰ γενόμενα Θήβησιν, —
5ἡγοῦμαι τὴν πρᾶξιν ἐκείνην ἅπασι σαφῶς δηλοῦν τὴν τὸν μὲν βασιλέα τῶν Ἀργείων ἀναγκάσασαν ἱκέτην γενέσθαι τῆς πόλεως τῆς ἡμετέρας,
Panath
.

174

τοὺς δὲ κυρίους ὄντας Θηβῶν οὕτω διαθεῖσαν ὥσθ’ ἑλέσθαι μᾶλλον αὐτοὺς ἐμμεῖναι τοῖς λόγοις τοῖς ὑπὸ τῆς πόλεως πεμφθεῖσιν ἢ
τοῖς νόμοις τοῖς ὑπὸ τοῦ δαιμονίου κατασταθεῖσιν· ὧν132
5οὐδὲν ἂν οἵα τ’ ἐγένετο διοικῆσαι κατὰ τρόπον ἡ πόλις ἡμῶν, εἰ μὴ καὶ τῇ δόξῃ καὶ τῇ δυνάμει πολὺ διήνεγκε τῶν ἄλλων.
Panath
.

175

Ἔχων δὲ πολλὰς καὶ καλὰς πράξεις περὶ τῶν προγόνων εἰπεῖν, σκοποῦμαι τίνα τρόπον διαλεχθῶ περὶ αὐτῶν. Μέλει γάρ μοι τούτων μᾶλλον ἢ τῶν ἄλλων· τυγχάνω γὰρ ὢν περὶ τὴν ὑπόθεσιν, ἣν ἐποιησάμην τελευ‐
5ταίαν, ἐν ᾗ προεῖπον ὡς ἐπιδείξω τοὺς προγόνους ἡμῶν ἐν τοῖς πολέμοις καὶ ταῖς μάχαις πλέον διενεγκόντας Σπαρτιατῶν ἢ τοῖς ἄλλοις ἅπασιν.
Panath
.

176

Ἔσται δ’ ὁ λόγος παράδοξος μὲν τοῖς πολλοῖς, ὁμοίως δ’ ἀληθὴς τοῖς ἄλλοις. Ἄρτι μὲν οὖν ἠπόρουν ποτέρων διεξίω πρότερον τοὺς κινδύνους καὶ τὰς μάχας, τὰς Σπαρτιατῶν ἢ τὰς
5τῶν ἡμετέρων· νῦν δὲ προαιροῦμαι λέγειν τὰς ἐκείνων, ἵν’ ἐν ταῖς καλλίοσιν καὶ δικαιοτέραις καταλύω τὸν λόγον τὸν περὶ τούτων.
Panath
.

177

Ἐπειδὴ γὰρ Δωριέων οἱ στρατεύσαντες εἰς Πελο‐ πόννησον τριχὰ διείλοντο τάς τε πόλεις καὶ τὰς χώρας 〈ἃσ〉 ἀφείλοντο τοὺς δικαίως κεκτημένους, οἱ μὲν Ἄργος λαχόντες καὶ Μεσσήνην παραπλησίως διῴκουν τὰ σφέτερ’
5αὐτῶν τοῖς ἄλλοις Ἕλλησιν, τὸ δὲ τρίτον μέρος αὐτῶν, οὓς καλοῦμεν νῦν Λακεδαιμονίους, στασιάσαι μέν φασιν αὐτοὺς οἱ τἀκείνων ἀκριβοῦντες ὡς οὐδένας ἄλλους τῶν Ἑλλήνων, περιγενομένους δὲ τοὺς μεῖζον τοῦ πλήθους φρονοῦντας οὐδὲν τῶν αὐτῶν βουλεύσασθαι περὶ τῶν
10συμβεβηκότων τοῖς τοιαῦτα διαπεπραγμένοις·
Panath
.

178

τοὺς μὲν γὰρ ἄλλους συνοίκους ἔχειν ἐν τῇ πόλει τοὺς στασιά‐
σαντας καὶ κοινωνοὺς ἁπάντων πλὴν τῶν ἀρχῶν καὶ τῶν τιμῶν· οὓς οὐκ εὖ φρονεῖν ἡγεῖσθαι Σπαρτιατῶν τοὺς νοῦν133
5ἔχοντας, εἰ νομίζουσιν ἀσφαλῶς πολιτεύεσθαι μετὰ τούτων οἰκοῦντες περὶ οὓς τὰ μέγιστα τυγχάνουσιν ἐξημαρτηκότες· αὐτοὺς δ’ οὐδὲν τούτων ποιεῖν, ἀλλὰ παρὰ σφίσιν μὲν αὐτοῖς ἰσονομίαν καταστῆσαι καὶ δημοκρατίαν τοιαύτην οἵαν περ χρὴ τοὺς μέλλοντας ἅπαντα τὸν χρόνον ὁμο‐
10νοήσειν, τὸν δὲ δῆμον περιοίκους ποιήσασθαι, καταδουλω‐ σαμένους αὐτῶν τὰς ψυχὰς οὐδὲν ἧττον ἢ τὰς τῶν οἰκε‐ τῶν·
Panath
.

179

ταῦτα δὲ πράξαντας τῆς χώρας, ἧς προσῆκεν ἴσον ἔχειν ἕκαστον, αὐτοὺς μὲν λαβεῖν ὀλίγους ὄντας οὐ μόνον τὴν ἀρίστην, ἀλλὰ καὶ τοσαύτην ὅσην οὐδένες τῶν Ἑλλήνων ἔχουσιν, τῷ δὲ πλήθει τηλικοῦτον ἀπονεῖμαι
5μέρος τῆς χειρίστης ὥστ’ ἐπιπόνως ἐργαζομένους μόλις ἔχειν τὰ καθ’ ἡμέραν· μετὰ δὲ ταῦτα διελόντας τὸ πλῆθος αὐτῶν ὡς οἷόν τ’ ἦν εἰς ἐλαχίστους εἰς τόπους κατοικίσαι μικροὺς καὶ πολλοὺς, ὀνόμασι μὲν προσαγορευομένους ὡς πόλεις οἰκοῦντας, τὴν δὲ δύναμιν ἔχοντας ἐλάττω τῶν
10δήμων τῶν παρ’ ἡμῖν·
Panath
.

180

ἁπάντων δ’ ἀποστερήσαντας αὐτοὺς ὧν προσήκει μετέχειν τοὺς ἐλευθέρους. τοὺς πλείστους ἐπιθεῖναι τῶν κινδύνων αὐτοῖς· ἔν τε γὰρ ταῖς στρατείαις αἷς ἡγεῖται βασιλεὺς, κατ’ ἄνδρα συμπαρα‐
5τάττεσθαι σφίσιν αὐτοῖς, ἐνίους δὲ καὶ τῆς πρώτης τάτ‐ τειν, ἄν τέ που δεῆσαν αὐτοὺς ἐκπέμψαι βοήθειαν φο‐ βηθῶσιν ἢ τοὺς πόνους ἢ τοὺς κινδύνους ἢ τὸ πλῆθος τοῦ
χρόνου, τούτους ἀποστέλλειν προκινδυνεύσοντας τῶν ἄλλων.134
Panath
.

181

Καὶ τί δεῖ μακρολογεῖν ἁπάσας διεξιόντα τὰς ὕβρεις τὰς περὶ τὸ πλῆθος γιγνομένας, ἀλλὰ μὴ τὸ μέγιστον εἰπόντα τῶν κακῶν ἀπαλλαγῆναι τῶν ἄλλων; Τῶν γὰρ οὕτω μὲν ἐξ ἀρχῆς δεινὰ πεπονθότων, ἐν δὲ τοῖς
5παροῦσι καιροῖς χρησίμων ὄντων, ἔξεστι τοῖς ἐφόροις ἀκρίτους ἀποκτεῖναι τοσούτους ὁπόσους ἂν βουληθῶσιν· ἃ τοῖς ἄλλοις Ἕλλησιν οὐδὲ τοὺς πονηροτάτους τῶν οἰκετῶν ὅσιόν ἐστι μιαιφονεῖν.
Panath
.

182

Τούτου δ’ ἕνεκα περὶ τῆς οἰκειότητος καὶ τῶν ἡμαρτημένων εἰς αὐτοὺς διὰ πλειόνων διῆλθον, ἵν’ ἔρωμαι τοὺς ἀποδεχομένους ἁπάσας τὰς Σπαρτιατῶν πράξεις, εἰ καὶ ταύτας ἀποδέχονται, καὶ τὰς μάχας εὐσεβεῖς εἶναι
5νομίζουσιν καὶ καλὰς τὰς πρὸς τούτους γεγενημένας.
Panath
.

183

Ἐγὼ μὲν γὰρ ἡγοῦμαι μεγάλας μὲν αὐτὰς γεγενῆσθαι καὶ δεινὰς καὶ πολλῶν αἰτίας τοῖς μὲν ἡττηθεῖσιν κακῶν, τοῖς δὲ κατορθώσασι λημμάτων, ὧνπερ ἕνεκα πολεμοῦντες ἅπαντα τὸν χρόνον διατελοῦσιν, οὐ μὴν ὁσίας οὐδὲ καλὰς
5οὐδὲ πρεπούσας τοῖς ἀρετῆς ἀντιποιουμένοις, μὴ τῆς ἐπὶ τῶν τεχνῶν ὀνομαζομένης καὶ πολλῶν ἄλλων, ἀλλὰ τῆς τοῖς καλοῖς κἀγαθοῖς τῶν ἀνδρῶν ἐν ταῖς ψυχαῖς μετ’ εὐσε‐ βείας καὶ δικαιοσύνης ἐγγιγνομένης, περὶ ἧς ἅπας ὁ λόγος ἐστίν.
Panath
.

184

Ἧς ὀλιγωροῦντές τινες ἐγκωμιάζουσι τοὺς πλείω τῶν ἄλλων ἡμαρτηκότας, καὶ οὐκ αἰσθάνονται τὰς διανοίας ἐπιδεικνύντες τὰς σφετέρας αὐτῶν ὅτι κἀκεί‐ νους ἂν ἐπαινέσειαν τοὺς πλείω μὲν κεκτημένους τῶν
5ἱκανῶν, ἀποκτεῖναι δ’ ἂν τολμήσοντας τοὺς ἀδελφοὺς τοὺς αὑτῶν καὶ τοὺς ἑταίρους καὶ τοὺς κοινωνοὺς ὥστε καὶ τἀκείνων λαβεῖν· ὅμοια γὰρ τὰ τοιαῦτα τῶν ἔργων
ἐστὶν τοῖς ὑπὸ Σπαρτιατῶν πεπραγμένοις, ἃ τοὺς ἀπο‐ δεχομένους ἀναγκαῖόν ἐστιν καὶ περὶ τῶν εἰρημένων ἄρτι135
10τὴν αὐτὴν ἔχειν γνώμην.
Panath
.

185

Θαυμάζω δ’ εἴ τινες τὰς μάχας καὶ τὰς νίκας τὰς παρὰ τὸ δίκαιον γιγνομένας μὴ νομίζουσιν αἰσχίους εἶναι καὶ πλειόνων ὀνειδῶν μεστὰς ἢ τὰς ἥττας τὰς ἄνευ κακίας συμβαινούσας, καὶ ταῦτ’
5εἰδότες ὅτι μεγάλαι δυνάμεις, πονηραὶ δὲ, πολλάκις γίγ‐ νονται κρείττους ἀνδρῶν σπουδαίων καὶ κινδυνεύειν ὑπὲρ τῆς πατρίδος αἱρουμένων.
Panath
.

186

Οὓς πολὺ ἂν δικαιότερον ἐπαινοῖμεν ἢ τοὺς περὶ τῶν ἀλλοτρίων ἑτοίμως ἀποθνήσ‐ κειν ἐθέλοντας καὶ τοῖς ξενικοῖς στρατεύμασιν ὁμοίους ὄντας· ταῦτα μὲν γάρ ἐστιν ἔργα πονηρῶν ἀνθρώπων, τὸ
5δὲ τοὺς χρηστοὺς ἐνίοτε χεῖρον ἀγωνίζεσθαι τῶν ἀδικεῖν βουλομένων θεῶν ἄν τις ἀμέλειαν εἶναι φήσειεν.
Panath
.

187

Ἔχοιμι δ’ ἂν τῷ λόγῳ τούτῳ χρήσασθαι καὶ περὶ τῆς συμφορᾶς τῆς Σπαρτιάταις ἐν Θερμοπύλαις γενομένης, ἣν ἅπαντες ὅσοι περ ἀκηκόασιν ἐπαινοῦσι καὶ θαυμάζουσι μᾶλλον ἢ τὰς μάχας καὶ τὰς νίκας τὰς κρατησάσας μὲν
5τῶν ἐναντίων, πρὸς οὓς δ’ οὐκ ἐχρῆν γεγενημένας· ἃς εὐλογεῖν τινες τολμῶσι, κακῶς εἰδότες ὡς οὐδὲν οὔθ’ ὅσιον οὔτε καλόν ἐστιν τῶν μὴ μετὰ δικαιοσύνης καὶ λεγο‐ μένων καὶ πραττομένων.
Panath
.

188

Ὧν Σπαρτιάταις μὲν οὐδὲν πώποτ’ ἐμέλησεν· βλέπουσι γὰρ εἰς οὐδὲν ἄλλο πλὴν ὅπως ὡς πλεῖστα τῶν ἀλλοτρίων κατασχήσουσιν. Οἱ δ’ ἡμέτεροι περὶ οὐδὲν οὕτω τῶν ὄντων ἐσπούδαζον ὡς τὸ
5παρὰ τοῖς Ἕλλησιν εὐδοκιμεῖν· ἡγοῦντο γὰρ οὐδεμίαν ἂν γενέσθαι κρίσιν οὔτ’ ἀληθεστέραν οὔτε δικαιοτέραν τῆς ὑπὸ παντὸς τοῦ γένους γνωσθείσης.
Panath
.

189

Δῆλοι δ’ ἦσαν οὕτως ἔχοντες ἔν τε τοῖς ἄλλοις οἷς διῴκουν τὴν πόλιν
καὶ τοῖς μεγίστοις τῶν πραγμάτων. Τριῶν γὰρ πολέμων γενομένων ἄνευ τοῦ Τρωϊκοῦ τοῖς Ἕλλησι πρὸς τοὺς136
5βαρβάρους, ἐν ἅπασι τούτοις πρωτεύουσαν αὐτὴν παρέσχον. Ὧν εἷς μὲν ἦν ὁ πρὸς Ξέρξην, ἐν ᾧ πλέον διήνεγκαν Λακεδαιμονίων ἐν ἅπασι τοῖς κινδύνοις ἢ ’κεῖνοι τῶν ἄλλων,
Panath
.

190

δεύτερος δ’ ὁ περὶ τὴν κτίσιν τῶν ἀποι‐ κιῶν, εἰς ὃν Δωριέων μὲν οὐδεὶς ἦλθεν ἡμῖν συμπολεμήσων, ἡ δὲ πόλις ἡμῶν ἡγεμὼν καταστᾶσα τῶν οὐκ εὐπορούντων καὶ τῶν ἄλλων τῶν βουλομένων τοσοῦτον τὰ πράγματα
5μετέστησεν ὥστ’ εἰθισμένων τῶν βαρβάρων τὸν ἄλλον χρόνον τὰς μεγίστας πόλεις τῶν Ἑλληνίδων καταλαμ‐ βάνειν ἐποίησε τοὺς Ἕλληνας, ἃ πρότερον ἔπασχον, ταῦτα δύνασθαι ποιεῖν.
Panath
.

191

Περὶ μὲν οὖν τοῖν δυοῖν πολέμοιν ἐν τοῖς ἔμπρο‐ σθεν ἱκανῶς εἰρήκαμεν, περὶ δὲ τοῦ τρίτου ποιήσομαι τοὺς λόγους, ὃς ἐγένετο τῶν μὲν Ἑλληνίδων πόλεων ἄρτι κατῳκισμένων, τῆς δ’ ἡμετέρας ἔτι βασιλευομένης. Ἐφ’
5ὧν καὶ πόλεμοι πλεῖστοι καὶ κίνδυνοι μέγιστοι συνέπεσον, οὓς ἅπαντας μὲν οὔθ’ εὑρεῖν οὔτ’ εἰπεῖν ἂν δυνηθείην,
Panath
.

192

παραλιπὼν δὲ τὸν πλεῖστον ὄχλον τῶν ἐν ἐκείνῳ μὲν τῷ χρόνῳ πραχθέντων, ῥηθῆναι δὲ νῦν οὐ κατεπειγόντων, ὡς ἂν δύνωμαι συντομώτατα πειράσομαι δηλῶσαι τούς τ’ ἐπιστ‐ ρατεύσαντας τῇ πόλει καὶ τὰς μάχας τὰς ἀξίας μνημο‐
5νευθῆναι καὶ ῥηθῆναι καὶ τοὺς ἡγεμόνας αὐτῶν, ἔτι δὲ τὰς προφάσεις ἃς ἔλεγον, καὶ τὴν δύναμιν τῶν γενῶν τῶν συνακολουθησάντων αὐτοῖς· ἱκανὰ γὰρ ἔσται ταῦτ’ εἰπεῖν πρὸς οἷς περὶ τῶν ἐναντίων εἰρήκαμεν.
Panath
.

193

Θρᾷκες
μὲν γὰρ μετ’ Εὐμόλπου τοῦ Ποσειδῶνος εἰσέβαλον εἰς τὴν χώραν ἡμῶν, ὃς ἠμφισβήτησεν Ἐρεχθεῖ τῆς πόλεως, φάσκων Ποσειδῶ πρότερον Ἀθηνᾶς καταλαβεῖν αὐτήν.137
5Σκύθαι δὲ μετ’ Ἀμαζόνων τῶν ἐξ Ἄρεως γενομένων, αἳ τὴν στρατείαν ἐφ’ Ἱππολύτην ἐποιήσαντο τὴν τούς τε νόμους παραβᾶσαν τοὺς παρ’ αὐταῖς κειμένους, ἐρασθεῖσάν τε Θησέως καὶ συνακολουθήσασαν ἐκεῖθεν καὶ συνοική‐ σασαν αὐτῷ.
Panath
.

194

Πελοποννήσιοι δὲ μετ’ Εὐρυσθέως, ὃς Ἡρακλεῖ μὲν οὐκ ἔδωκε δίκην ὧν ἡμάρτανεν εἰς αὐτὸν, στρατεύσας δ’ ἐπὶ τοὺς ἡμετέρους προγόνους ὡς ἐκληψό‐ μενος βίᾳ τοὺς ἐκείνου παῖδας, —παρ’ ἡμῖν γὰρ ἦσαν
5καταπεφευγότες, —ἔπαθεν ἃ προσῆκεν αὐτόν· τοσούτου γὰρ ἐδέησεν κύριος γενέσθαι τῶν ἱκετῶν ὥσθ’ ἡττηθεὶς μάχῃ καὶ ζωγρηθεὶς ὑπὸ τῶν ἡμετέρων, αὐτὸς ἱκέτης γενόμενος τούτων οὓς ἐξαιτῶν ἦλθεν, τὸν βίον ἐτελεύ‐ τησεν.
Panath
.

195

Μετὰ δὲ τοῦτον οἱ πεμφθέντες ὑπὸ Δαρείου τὴν Ἑλλάδα πορθήσοντες, ἀποβάντες εἰς Μαραθῶνα, πλείοσιν κακοῖς καὶ μείζοσι συμφοραῖς περιπεσόντες ὧν ἤλπισαν τὴν πόλιν ἡμῶν ποιήσειν, ᾤχοντο φεύγοντες ἐξ
5ἁπάσης τῆς Ἑλλάδος.
Panath
.

196

Τούτους δ’ ἅπαντας οὓς διῆλθον, οὐ μετ’ ἀλλήλων εἰσβαλόντας οὐδὲ κατὰ τοὺς αὐτοὺς χρόνους, ἀλλ’ ὡς οἵ τε καιροὶ καὶ τὸ συμφέρον ἑκάστοις καὶ τὸ βούλεσθαι συνέπιπτε, μάχῃ νικήσαντες
5καὶ τῆς ὕβρεως παύσαντες οὐκ ἐξέστησαν αὑτῶν, τηλι‐ καῦτα διαπραξάμενοι τὸ μέγεθος, οὐδ’ ἔπαθον ταὐτὸν τοῖς διὰ μὲν τὸ καλῶς καὶ φρονίμως βουλεύσασθαι καὶ πλούτους μεγάλους καὶ δόξας καλὰς κτησαμένοις, διὰ δὲ τὰς ὑπερ‐
βολὰς τὰς τούτων ὑπερηφάνοις γενομένοις καὶ τὴν φρόνησιν138
10διαφθαρεῖσιν καὶ κατενεχθεῖσιν εἰς χείρω πράγματα καὶ ταπεινότερα τῶν πρότερον αὐτοῖς ὑπαρχόντων,
Panath
.

197

ἀλλὰ πάντα τὰ τοιαῦτα διαφυγόντες ἐνέμειναν τοῖς ἤθεσιν οἷς εἶχον διὰ τὸ πολιτεύεσθαι καλῶς, μεῖζον φρονοῦντες ἐπὶ τῇ τῆς ψυχῆς ἕξει καὶ ταῖς διανοίαις ταῖς αὑτῶν ἢ ταῖς
5μάχαις ταῖς γεγενημέναις, καὶ μᾶλλον ὑπὸ τῶν ἄλλων θαυμαζόμενοι διὰ τὴν καρτερίαν ταύτην καὶ σωφροσύνην ἢ διὰ τὴν ἀνδρείαν τὴν ἐν τοῖς κινδύνοις αὐτοῖς παραγενο‐ μένην·
Panath
.

198

ἑώρων γὰρ πάντες τὴν μὲν εὐψυχίαν τὴν πολεμικὴν πολλοὺς ἔχοντας καὶ τῶν ταῖς κακουργίαις ὑπερβαλλόντων, τῆς δὲ χρησίμης ἐπὶ πᾶσι καὶ πάντας δυναμένης ὠφελεῖν οὐ κοινωνοῦντας τοὺς πονηροὺς,
5ἀλλὰ μόνοις ἐγγιγνομένην τοῖς καλῶς γεγονόσιν καὶ τε‐ θραμμένοις καὶ πεπαιδευμένοις, ἅπερ προσῆν τοῖς τότε τὴν πόλιν διοικοῦσιν καὶ τῶν εἰρημένων ἀγαθῶν ἁπάντων αἰτίοις καταστᾶσιν.
Panath
.

199

Τοὺς μὲν οὖν ἄλλους ὁρῶ περὶ τὰ μέγιστα τῶν ἔργων καὶ μάλιστα μνημονευθησόμενα τοὺς λόγους κατα‐ λύοντας, ἐγὼ δὲ σωφρονεῖν μὲν νομίζω τοὺς ταῦτα γιγνώσκοντας καὶ πράττοντας, οὐ μὴν συμβαίνει μοι
5ταὐτὸν ποιεῖν ἐκείνοις, ἀλλ’ ἔτι λέγειν ἀναγκάζομαι. Τὴν δ’ αἰτίαν δι’ ἣν, ὀλίγον ὕστερον ἐρῶ, μικρὰ πάνυ προδια‐ λεχθείς.
Panath
.

200

Ἐπηνώρθουν μὲν γὰρ τὸν λόγον τὸν μέχρι τῶν ἀναγνωσθέντων γεγραμμένον μετὰ μειρακίων τριῶν ἢ τεττάρων τῶν εἰθισμένων μοι συνδιατρίβειν· ἐπειδὴ δὲ
διεξιοῦσιν ἡμῖν ἐδόκει καλῶς ἔχειν καὶ προσδεῖσθαι139
5τελευτῆς μόνον, ἔδοξέ μοι μεταπέμψασθαί τινα τῶν ἐμοὶ μὲν πεπλησιακότων, ἐν ὀλιγαρχίᾳ δὲ πεπολιτευμένων, προῃρημένων δὲ Λακεδαιμονίους ἐπαινεῖν, ἵν’ εἴ τι παρέ‐ λαθεν ἡμᾶς ψεῦδος εἰρημένον, ἐκεῖνος κατιδὼν δηλώσειεν ἡμῖν.
Panath
.

201

Ἐλθὼν δ’ ὁ κληθεὶς καὶ διαναγνοὺς τὸν λόγον, —τὰ γὰρ μεταξὺ τί δεῖ λέγοντα διατρίβειν; —ἐδυσχέρανε μὲν ἐπ’ οὐδενὶ τῶν γεγραμμένων, ἐπῄνεσεν δ’ ὡς δυνατὸν μάλιστα, καὶ διελέχθη περὶ ἑκάστου τῶν μερῶν παρα‐
5πλησίως οἷς ἡμεῖς ἐγιγνώσκομεν· οὐ μὴν ἀλλὰ φανερὸς ἦν οὐχ ἡδέως ἔχων ἐπὶ τοῖς περὶ Λακεδαιμονίων εἰρημένοις
Panath
.

202

Ἐδήλωσεν δὲ διὰ ταχέων· ἐτόλμησε γὰρ εἰπεῖν ὡς εἰ καὶ μηδὲν ἄλλο πεποιήκασι τοὺς Ἕλληνας ἀγαθὸν, ἀλλ’ οὖν 〈δι’〉 ἐκεῖνό γε δικαίως ἂν αὐτοῖς ἅπαντες χάριν ἔχοιεν ὅτι τὰ κάλλιστα τῶν ἐπιτηδευμάτων εὑρόντες αὐτοί τε
5χρῶνται καὶ τοῖς ἄλλοις κατέδειξαν.
Panath
.

203

Τοῦτο δὲ ῥηθὲν οὕτω βραχὺ καὶ μικρὸν αἴτιον ἐγένετο τοῦ μήτε καταλῦσαί με τὸν λόγον ἐφ’ ὧν ἐβου‐ λήθην, ὑπολαβεῖν θ’ ὡς αἰσχρὸν ποιήσω καὶ δεινὸν, εἰ παρὼν περιόψομαί τινα τῶν ἐμοὶ πεπλησιακότων πονη‐
5ροῖς λόγοις χρώμενον. Ταῦτα δὲ διανοηθεὶς ἠρόμην αὐτὸν εἰ μηδὲν φροντίζει τῶν παρόντων, μηδ’ αἰσχύνεται λόγον εἰρηκὼς ἀσεβῆ καὶ ψευδῆ καὶ πολλῶν ἐναντιώσεων μεστόν.
Panath
.

204

«Γνώσει δ’ ὡς ἔστιν τοιοῦτος, ἢν ἐρωτήσῃς τινὰς τῶν εὖ φρονούντων, ποῖα τῶν ἐπιτηδευμάτων κάλλιστα νομίζουσιν εἶναι, καὶ μετὰ ταῦτα πόσος χρόνος ἐστὶν ἐξ οὗ Σπαρτιᾶται τυγχάνουσιν ἐν Πελοποννήσῳ κατοικοῦντες.
5Οὐδεὶς γὰρ ὅστις οὐ τῶν μὲν ἐπιτηδευμάτων προκρίνει τὴν εὐσέβειαν τὴν περὶ τοὺς θεοὺς καὶ τὴν δικαιοσύνην
τὴν περὶ τοὺς ἀνθρώπους καὶ τὴν φρόνησιν τὴν περὶ τὰς ἄλλας πράξεις, Σπαρτιάτας δ’ ἐνταῦθα κατοικεῖν οὐ πλείω φήσουσιν ἐτῶν ἑπτακοσίων.140
Panath
.

205

Τούτων δ’ οὕτως ἐχόν‐ των εἰ μὲν τυγχάνεις ἀληθῆ λέγων, τούτους φάσκων εὑρε‐ τὰς γεγενῆσθαι τῶν καλλίστων ἐπιτηδευμάτων, ἀναγκαῖόν ἐστι τοὺς πολλαῖς γενεαῖς πρότερον γεγονότας πρὶν
5Σπαρτιάτας ἐνταῦθα κατοικῆσαι, μὴ μετέχειν αὐτῶν, μήτε τοὺς ἐπὶ Τροίαν στρατευσαμένους μήτε τοὺς περὶ Ἡρακλέα καὶ Θησέα γεγονότας μήτε Μίνω τὸν Διὸς μήτε Ῥαδάμανθυν μήτ’ Αἰακὸν μήτε τῶν ἄλλων μηδένα τῶν ὑμνουμένων ἐπὶ ταῖς ἀρεταῖς ταύταις, ἀλλὰ ψευδῆ τὴν δόξαν ταύτην ἅπαντας
10ἔχειν·
Panath
.

206

εἰ δὲ σὺ μὲν φλυαρῶν τυγχάνεις, προσήκει δὲ τοὺς ἀπὸ θεῶν γεγονότας καὶ χρῆσθαι ταύταις μᾶλλον τῶν ἄλλων καὶ καταδεῖξαι τοῖς ἐπιγιγνομένοις, οὐκ ἔστιν ὅπως οὐ μαίνεσθαι δόξεις ἅπασι τοῖς ἀκούσασιν, οὕτως
5εἰκῇ καὶ παρανόμως οὓς ἂν τύχῃς ἐπαινῶν. «Ἔπειτ’ εἰ μὲν εὐλόγεις αὐτοὺς μηδὲν ἀκηκοὼς τῶν ἐμῶν, ἐλήρεις μὲν ἂν, οὐ μὴν ἐναντία γε λέγων ἐφαίνου σαυτῷ·
Panath
.

207

νῦν δ’ ἐπῃνεκότι σοι τὸν ἐμὸν λόγον, τὸν ἐπιδεικνύντα πολλὰ καὶ δεινὰ Λακεδαιμονίους περί τε τοὺς συγγενεῖς τοὺς αὑτῶν καὶ περὶ τοὺς ἄλλους Ἕλληνας διαπεπραγμένους, πῶς οἷόν τ’ ἦν ἔτι σοι λέγειν τοὺς
5ἐνόχους ὄντας τούτοις ὡς τῶν καλλίστων ἐπιτηδευμάτων ἡγεμόνες γεγόνασιν;
Panath
.

208

Πρὸς δὲ τούτοις κἀκεῖνό σε λέληθεν, ὅτι τὰ παραλελειμμένα τῶν ἐπιτηδευμάτων καὶ τῶν τεχνῶν καὶ τῶν ἄλλων ἁπάντων οὐχ οἱ τυχόντες εὑρίσκουσιν, ἀλλ’ οἱ τάς τε φύσεις διαφέροντες καὶ μαθεῖν
5πλεῖστα τῶν πρότερον εὑρημένων δυνηθέντες καὶ προσ‐ έχειν τὸν νοῦν τῷ ζητεῖν μᾶλλον τῶν ἄλλων ἐθελήσαντες. Ὧν Λακεδαιμόνιοι πλέον ἀπέχουσι τῶν βαρβάρων·141
Panath
.

209

οἱ μὲν γὰρ ἂν φανεῖεν πολλῶν εὑρημάτων καὶ μαθηταὶ καὶ διδάσκαλοι γεγονότες, οὗτοι δὲ τοσοῦτον ἀπολελειμμένοι τῆς κοινῆς παιδείας καὶ φιλοσοφίας εἰσὶν ὥστ’ οὐδὲ γράμ‐ ματα μανθάνουσιν, ἃ τηλικαύτην ἔχει δύναμιν ὥστε τοὺς
5ἐπισταμένους καὶ χρωμένους αὐτοῖς μὴ μόνον ἐμπείρους γίγνεσθαι τῶν ἐπὶ τῆς ἡλικίας τῆς αὑτῶν πραχθέντων, ἀλλὰ καὶ τῶν πώποτε γενομένων.
Panath
.

210

Ἀλλ’ ὅμως σὺ καὶ τοὺς τῶν τοιούτων ἀμαθεῖς ὄντας ἐτόλμησας εἰπεῖν ὡς εὑρεταὶ τῶν καλλίστων ἐπιτηδευμάτων γεγόνασιν, καὶ ταῦτ’ εἰδὼς ὅτι τοὺς παῖδας τοὺς αὑτῶν ἐθίζουσιν περὶ
5τοιαύτας πραγματείας διατρίβειν, ἐξ ὧν ἐλπίζουσιν αὐ‐ τοὺς οὐκ εὐεργέτας γενήσεσθαι τῶν ἄλλων, ἀλλὰ κακῶς ποιεῖν μάλιστα δυνήσεσθαι τοὺς Ἕλληνας.
Panath
.

211

Ἃς πάσας μὲν διεξιὼν πολὺν ὄχλον ἐμαυτῷ τ’ ἂν παράσχοιμι καὶ τοῖς ἀκούουσιν, μίαν δὲ μόνον εἰπὼν ἣν ἀγαπῶσι καὶ περὶ ἣν μάλιστα σπουδάζουσιν, οἶμαι δηλώσειν ἅπαντα
5τὸν τρόπον αὐτῶν. Ἐκεῖνοι γὰρ καθ’ ἑκάστην τὴν ἡμέραν εὐθὺς ἐξ εὐνῆς ἐκπέμπουσι τοὺς παῖδας, μεθ’ ὧν ἂν ἕκαστοι βουληθῶσιν λόγῳ μὲν ἐπὶ θήραν, ἔργῳ δ’ ἐπὶ κλωπείαν τῶν ἐν τοῖς ἀγροῖς κατοικούντων·
Panath
.

212

ἐν ᾗ συμβαίνει τοὺς μὲν ληφθέντας ἀργύριον ἀποτίνειν καὶ πληγὰς λαμβάνειν, τοὺς δὲ πλεῖστα κακουργήσαντας καὶ λαθεῖν δυνηθέντας ἔν τε τοῖς παισὶν εὐδοκιμεῖν μᾶλλον
5τῶν ἄλλων, ἐπειδὰν δ’ εἰς ἄνδρας συντελῶσιν, ἢν ἐμμείνω‐
σιν τοῖς ἤθεσιν οἷς παῖδες ὄντες ἐμελέτησαν, ἐγγὺς εἶναι τῶν μεγίστων ἀρχῶν.142
Panath
.

213

Καὶ ταύτης ἤν τις ἐπιδείξῃ παιδείαν μᾶλλον ἀγαπωμένην ἢ σπουδαιοτέραν παρ’ αὐτοῖς εἶναι νομιζομένην, ὁμολογῶ μηδὲν ἀληθὲς εἰρηκέναι μηδὲ περὶ ἑνὸς πώποτε πράγματος. Καίτοι τί τῶν τοιούτων
5ἔργων καλόν ἐστιν ἢ σεμνὸν, ἀλλ’ οὐκ αἰσχύνης ἄξιον; Πῶς δ’ οὐκ ἀνοήτους χρὴ νομίζειν τοὺς ἐπαινοῦντας τοὺς τοσοῦτον τῶν νόμων τῶν κοινῶν ἐξεστηκότας καὶ μηδὲν τῶν αὐτῶν μήτε τοῖς Ἕλλησι μήτε τοῖς βαρβάροις γιγνώ‐ σκοντας;
Panath
.

214

Οἱ μὲν γὰρ ἄλλοι τοὺς κακουργοῦντας καὶ κλέπτοντας πονηροτάτους τῶν οἰκετῶν νομίζουσιν, ἐκεῖνοι δὲ τοὺς ἐν τοῖς τοιούτοις τῶν ἔργων πρωτεύοντας βελτίστους εἶναι τῶν παίδων ὑπολαμβάνουσιν καὶ μάλιστα
5τιμῶσιν. Καίτοι τίς ἂν τῶν εὖ φρονούντων οὐκ ἂν τρὶς ἀποθανεῖν ἕλοιτο μᾶλλον ἢ διὰ τοιούτων ἐπιτηδευμάτων γνωσθῆναι τὴν ἄσκησιν τῆς ἀρετῆς ποιούμενος;»
Panath
.

215

Ταῦτ’ ἀκούσας θρασέως μὲν οὐδὲ πρὸς ἓν ἀντεῖπε τῶν εἰρημένων, οὐδ’ αὖ παντάπασιν ἀπεσιώπησεν, ἀλλ’ ἔλεγεν, ὅτι. «Σὺ μὲν πεποίησαι τοὺς λόγουσ»—ἐμὲ λέ‐ γων—«ὡς ἅπαντ’ ἀποδεχομένου μου τἀκεῖ καὶ καλῶς
5ἔχειν νομίζοντος· ἐμοὶ δὲ δοκεῖς περὶ μὲν τῆς τῶν παίδων αὐτονομίας καὶ περὶ ἄλλων πολλῶν εἰκότως ἐπιτιμᾶν ἐκείνοις, ἐμοῦ δ’ οὐ δικαίως κατηγορεῖν.
Panath
.

216

Ἐγὼ γὰρ ἐλυπήθην μὲν τὸν λόγον ἀναγιγνώσκων ἐπὶ τοῖς περὶ Λακε‐ δαιμονίων εἰρημένοις, οὐ μὴν οὕτως ὡς ἐπὶ τῷ μηδὲν ἀντειπεῖν ὑπὲρ αὐτῶν δύνασθαι τοῖς γεγραμμένοις,
5εἰθισμένος τὸν ἄλλον χρόνον ἐπαινεῖν. Εἰς τοιαύτην δ’ ἀπορίαν καταστὰς εἶπον, ὅπερ ἦν λοιπὸν, ὡς εἰ καὶ μηδὲν
δι’ ἄλλο, διά γ’ ἐκεῖνο δικαίως ἂν αὐτοῖς ἅπαντες χάριν ἔχοιεν ὅτι τοῖς καλλίστοις τῶν ἐπιτηδευμάτων χρώμενοι τυγχάνουσιν.143
Panath
.

217

Ταῦτα δ’ εἶπον οὐ πρὸς τὴν εὐσέ‐ βειαν οὐδὲ πρὸς τὴν δικαιοσύνην οὐδὲ πρὸς τὴν φρόνησιν ἀποβλέψας, ἃ σὺ διῆλθες, ἀλλὰ πρὸς τὰ γυμνάσια τἀκεῖ καθεστηκότα καὶ πρὸς τὴν ἄσκησιν τῆς ἀνδρείας καὶ τὴν
5ὁμόνοιαν καὶ συνόλως τὴν περὶ τὸν πόλεμον ἐπιμέλειαν, ἅπερ ἅπαντες ἂν ἐπαινοῖεν, καὶ μάλιστ’ ἂν αὐτοῖς ἐκείνους χρῆσθαι φήσαιεν.»
Panath
.

218

Ταῦτα δ’ αὐτοῦ διαλεχθέντος ἀπεδεξάμην μὲν, οὐχ ὡς διαλυόμενόν τι τῶν κατηγορημένων, ἀλλ’ ὡς ἀποκρυπτόμενον τὸ πικρότατον τῶν τότε ῥηθέντων, οὐκ ἀπαιδεύτως, ἀλλὰ νοῦν ἐχόντως, καὶ περὶ τῶν ἄλλων
5ἀπολελογημένον σωφρονέστερον ἢ τότε παρρησιασάμενον. Οὐ μὴν ἀλλ’ ἐκεῖν’ ἐάσας περὶ αὐτῶν τούτων ἔφασκον κατηγορίαν ἔχειν πολὺ δεινοτέραν ἢ περὶ τῆς τῶν παίδων κλωπείας.
Panath
.

219

«Ἐκείνοις μὲν γὰρ τοῖς ἐπιτηδεύμασιν ἐλυμαίνοντο τοὺς αὑτῶν παῖδας, οἷς δ’ ὀλίγῳ πρότερον σὺ διῆλθες, τοὺς Ἕλληνας ἀπώλλυσαν. Ῥᾴδιον δ’ ὡς οὕτως εἶχεν ταῦτα συνιδεῖν. Οἶμαι γὰρ ἅπαντας ἂν ὁμολογῆσαι
5κακίστους ἄνδρας εἶναι καὶ μεγίστης ζημίας ἀξίους ὅσοι τοῖς πράγμασιν τοῖς εὑρημένοις ἐπ’ ὠφελείᾳ, τούτοις ἐπὶ βλάβῃ χρώμενοι τυγχάνουσιν,
Panath
.

220

μὴ πρὸς τοὺς βαρ‐ βάρους μηδὲ πρὸς τοὺς ἁμαρτάνοντας μηδὲ πρὸς τοὺς εἰς τὴν αὑτῶν χώραν εἰσβάλλοντας, ἀλλὰ πρὸς τοὺς οἰκειο‐ τάτους καὶ τῆς αὐτῆς συγγενείας μετέχοντας· ἅπερ
5ἐποίουν Σπαρτιᾶται. Καίτοι πῶς ὅσιόν ἐστιν φάσκειν καλῶς χρῆσθαι τοῖς περὶ τὸν πόλεμον ἐπιτηδεύμασιν, οἵτινες οὓς προσῆκεν σῴζειν, τούτους ἀπολλύοντες ἅπαντα τὸν χρόνον διετέλεσαν;144
Panath
.

221

Ἀλλὰ γὰρ οὐ σὺ μόνος ἀγνοεῖς τοὺς καλῶς χρωμένους τοῖς πράγμασιν, ἀλλὰ σχεδὸν οἱ πλεῖστοι τῶν Ἑλλήνων. Ἐπειδὰν γάρ τινας ἴδωσιν ἢ πύθωνται παρά τινων ἐπιμελῶς διατρίβοντας περὶ
5τὰ δοκοῦντ’ εἶναι καλὰ τῶν ἐπιτηδευμάτων, ἐπαινοῦσι καὶ πολλοὺς λόγους ποιοῦνται περὶ αὐτῶν, οὐκ εἰδότες τὸ συμβησόμενον.
Panath
.

222

Χρὴ δὲ τοὺς ὀρθῶς δοκιμάζειν βου‐ λομένους περὶ τῶν τοιούτων ἐν ἀρχῇ μὲν ἡσυχίαν ἄγειν καὶ μηδεμίαν δόξαν ἔχειν περὶ αὐτῶν, ἐπειδὰν δ’ εἰς τὸν χρόνον ἐκεῖνον ἔλθωσιν ἐν ᾧ καὶ λέγοντας καὶ πράττοντας
5αὐτοὺς ὄψονται καὶ περὶ τῶν ἰδίων καὶ περὶ τῶν κοινῶν, τότε θεωρεῖν ἀκριβῶς ἕκαστον αὐτῶν,
Panath
.

223

καὶ τοὺς μὲν νομίμως καὶ καλῶς χρωμένους οἷς ἐμελέτησαν ἐπαινεῖν καὶ τιμᾶν, τοὺς δὲ πλημμελοῦντας καὶ κακουργοῦντας ψέγειν καὶ μισεῖν καὶ φυλάττεσθαι τὸν τρόπον αὐτῶν,
5ἐνθυμουμένους ὡς οὐχ αἱ φύσεις αἱ τῶν πραγμάτων οὔτ’ ὠφελοῦσιν οὔτε βλάπτουσιν ἡμᾶς, ἀλλ’ ὡς αἱ τῶν ἀνθρώ‐ πων χρήσεις καὶ πράξεις ἁπάντων ἡμῖν αἴτιαι τῶν συμ‐ βαινόντων εἰσίν.
Panath
.

224

Γνοίη δ’ ἄν τις ἐκεῖθεν· τὰ γὰρ αὐτὰ πανταχῇ καὶ μηδαμῇ διαφέροντα τοῖς μὲν ὠφέλιμα, τοῖς δὲ βλαβερὰ γίγνεται. Καίτοι τὴν μὲν φύσιν ἔχειν ἕκαστον τῶν ὄντων ἐναντίαν αὐτὴν καὶ μὴ τὴν αὐτὴν οὐκ
5εὔλογόν ἐστιν· τὸ δὲ μηδὲν τῶν αὐτῶν συμβαίνειν τοῖς ὀρθῶς καὶ δικαίως πράττουσιν καὶ τοῖς ἀσελγῶς τε καὶ κακῶς, τίνι
τῶν ὀρθῶς λογιζομένων οὐκ ἂν εἰκότως ταῦτα γίγνεσθαι δόξειεν;145
Panath
.

225

Ὁ δ’ αὐτὸς οὗτος λόγος καὶ περὶ τὰς ὁμονοίας ἂν ἁρμόσειεν· καὶ γὰρ ἐκεῖναι τὴν φύσιν εἰσὶν οὐκ ἀνόμοιαι τοῖς εἰρημένοις, ἀλλὰ τὰς μὲν αὐτῶν εὕροι‐ μεν ἂν πλείστων ἀγαθῶν αἰτίας γιγνομένας, τὰς δὲ τῶν
5μεγίστων κακῶν καὶ συμφορῶν.» «Ὧν μίαν εἶναί φημι καὶ τὴν Σπαρτιατῶν· εἰρήσεται γὰρ τἀληθὲς, εἰ καί τισιν δόξω λίαν παράδοξα λέγειν.
Panath
.

226

Οὗτοι γὰρ τῷ ταὐτὰ γιγνώσκειν περὶ τῶν ἔξω πραγμάτων ἀλλήλοις στασιάζειν τοὺς Ἕλληνας ὥσπερ τέχνην ἔχοντες ἐποίουν, καὶ τὸ χαλεπώτατον ταῖς ἄλλαις πόλεσιν τῶν κακῶν γιγνόμενον, τοῦθ’ αὑτοῖς ἁπάντων
5συμφορώτατον ἐνόμιζον εἶναι· τὰς γὰρ οὕτω διακειμένας ἐξῆν αὐτοῖς ὅπως ἠβούλοντο διοικεῖν. Ὥστ’ οὐδεὶς ἂν αὐτοὺς διά γε τὴν ὁμόνοιαν δικαίως ἐπαινέσειεν, οὐδὲν μᾶλλον ἢ τοὺς καταποντιστὰς καὶ λῃστὰς καὶ τοὺς περὶ τὰς ἄλλας ἀδικίας ὄντας· καὶ γὰρ ἐκεῖνοι σφίσιν αὐτοῖς
10ὁμονοοῦντες τοὺς ἄλλους ἀπολλύουσιν.
Panath
.

227

Εἰ δέ τισιν δοκῶ τὴν παραβολὴν ἀπρεπῆ πεποιῆσθαι πρὸς τὴν ἐκείνων δόξαν, ταύτην μὲν ἐῶ, λέγω δὲ Τριβαλλοὺς, οὓς ἅπαντές φασιν ὁμονοεῖν μὲν ὡς οὐδένας ἄλλους ἀνθρώπους, ἀπολ‐
5λύναι δ’ οὐ μόνον τοὺς ὁμόρους καὶ τοὺς πλησίον οἰκοῦντας, ἀλλὰ καὶ τοὺς ἄλλους ὅσων ἂν ἐφικέσθαι δυνηθῶσιν.
Panath
.

228

Οὓς οὐ χρὴ μιμεῖσθαι τοὺς ἀρετῆς ἀντιποιουμένους, ἀλλὰ πολὺ μᾶλλον τὴν τῆς σοφίας καὶ τῆς δικαιοσύνης καὶ τῶν ἄλλων ἀρετῶν δύναμιν. Αὗται μὲν γὰρ οὐ τὰς σφετέρας αὐτῶν φύσεις εὐεργετοῦσιν, ἀλλ’ οἷς ἂν παραγε‐
5νόμεναι παραμείνωσιν, εὐδαίμονας καὶ μακαρίους ποιοῦσιν·
Λακεδαιμόνιοι δὲ τοὐναντίον, οἷς μὲν ἂν πλησιάσωσιν, ἀπολλύουσιν, τὰ δὲ τῶν ἄλλων ἀγαθὰ πάντα περὶ σφᾶς αὐτοὺς ποιοῦνται.»146
Panath
.

229

Ταῦτ’ εἰπὼν κατέσχον πρὸς ὃν τοὺς λόγους ἐποιούμην, ἄνδρα δεινὸν καὶ πολλῶν ἔμπειρον καὶ περὶ τὸ λέγειν γεγυμνασμένον οὐδενὸς ἧττον τῶν ἐμοὶ πεπλη‐ σιακότων. Οὐ μὴν τὰ μειράκια τὰ πᾶσιν παραγεγενημένα
5τούτοις τὴν αὐτὴν ἐμοὶ γνώμην ἔσχεν, ἀλλ’ ἐμὲ μὲν ἐπῄνεσαν ὡς διειλεγμένον τε νεαρωτέρως ἢ προσεδόκησαν, ἠγωνισμένον τε καλῶς, ἐκείνου δὲ κατεφρόνησαν, οὐκ ὀρθῶς γιγνώσκοντες, ἀλλὰ διημαρτηκότες ἀμφοτέρων ἡμῶν.
Panath
.

230

Ὁ μὲν γὰρ ἀπῄει φρονιμώτερος γεγενημένος καὶ συνεσταλμένην ἔχων τὴν διάνοιαν, ὥσπερ χρὴ τοὺς εὖ φρονοῦντας, καὶ πεπονθὼς τὸ γεγραμμένον ἐν Δελφοῖς, αὑτόν τ’ ἐγνωκὼς καὶ τὴν Λακεδαιμονίων φύσιν μᾶλλον ἢ
5πρότερον· ἐγὼ δ’ ὑπελειπόμην ἐπιτυχῶς μὲν ἴσως διειλεγ‐ μένος, ἀνοητότερος δὲ δι’ αὐτὸ τοῦτο γεγενημένος καὶ φρονῶν μεῖζον ἢ προσήκει τοὺς τηλικούτους καὶ ταραχῆς μειρακιώδους μεστὸς ὤν.
Panath
.

231

Δῆλος δ’ ἦν οὕτω διακεί‐ μενος· ἐπειδὴ γὰρ ἡσυχίας ἐπελαβόμην, οὐ πρότερον ἐπαυσάμην, πρὶν ὑπέβαλον τῷ παιδὶ τὸν λόγον ὃν ὀλίγῳ μὲν πρότερον μεθ’ ἡδονῆς διῆλθον, μικρῷ δ’ ὕστερον ἤμελλέ
5με λυπήσειν. Τριῶν γὰρ ἢ τεττάρων ἡμερῶν διαλειφθεισῶν ἀναγιγνώσκων αὐτὰ καὶ διεξιὼν, ἐπὶ μὲν οἷς περὶ τῆς πόλεως ἦν εἰρηκὼς, οὐκ ἠχθόμην, —καλῶς γὰρ καὶ δικαίως ἦν ἅπαντα περὶ αὐτῆς γεγραφὼς, —
Panath
.

232

ἐπὶ δὲ τοῖς περὶ Λακεδαιμονίων ἐλυπήθην καὶ βαρέως ἔφερον· οὐ γὰρ μετρίως ἐδόκουν μοι διειλέχθαι περὶ αὐτῶν οὐδ’ ὁμοίως τοῖς ἄλλοις, ἀλλ’ ὀλιγώρως καὶ λίαν πικρῶς καὶ
5παντάπασιν ἀνοήτως· ὥστε πολλάκις ὁρμήσας ἐξαλείφειν
αὐτὸν ἢ κατακάειν μετεγίγνωσκον, ἐλεῶν τὸ γῆρας τοὐ‐ μαυτοῦ καὶ τὸν πόνον τὸν περὶ τὸν λόγον γεγενημέ‐ νον.147
Panath
.

233

Ἐν τοιαύτῃ δέ μοι ταραχῇ καθεστηκότι καὶ μετα‐ βολὰς ποιουμένῳ πολλὰς ἔδοξε κράτιστον εἶναι παρακα‐ λέσαντι τῶν πεπλησιακότων τοὺς ἐπιδημοῦντας βουλεύ‐ σασθαι μετ’ αὐτῶν πότερον ἀφανιστέος παντάπασίν ἐστιν
5ἢ διαδοτέος τοῖς βουλομένοις λαμβάνειν, ὁπότερα δ’ ἂν ἐκείνοις δόξῃ, ταῦτα ποιεῖν. Τούτων γνωσθέντων οὐδεμίαν διατριβὴν ἐποιησάμην, ἀλλ’ εὐθὺς παρεκέκληντο μὲν, οὓς εἶπον, προειρηκὼς δ’ ἦν αὐτοῖς ἐφ’ ἃ συνεληλυθότες ἦσαν, ἀνέγνωστο δ’ ὁ λόγος, ἐπῃνημένος δ’ ἦν καὶ τεθορυ‐
10βημένος καὶ τετυχηκὼς ὧνπερ οἱ κατορθοῦντες ἐν ταῖς ἐπιδείξεσιν.
Panath
.

234

Ἁπάντων δὲ τούτων ἐπιτετελεσμένων οἱ μὲν ἄλλοι διελέγοντο πρὸς σφᾶς αὐτοὺς, δῆλον ὅτι περὶ τῶν ἀναγνωσθέντων· ὃν δ’ ἐξ ἀρχῆς μετεπεμψάμεθα σύμβουλον, τὸν τῶν Λακεδαιμονίων ἐπαινέτην, πρὸς ὃν
5πλείω διελέχθην τοῦ δέοντος, σιωπὴν ποιησάμενος καὶ πρὸς ἐμὲ βλέψας ἀπορεῖν ἔφασκεν ὅ τι χρήσηται τοῖς παροῦσιν· οὔτε γὰρ ἀπιστεῖν βούλεσθαι τοῖς ὑπ’ ἐμοῦ λεγομένοις οὔτε πιστεύειν δύνασθαι παντάπασιν αὐτοῖς.
Panath
.

235

«Θαυμάζω γὰρ, εἴθ’ οὕτως ἐλυπήθης καὶ βαρέως ἔσχες, ὥσπερ φῂς, ἐπὶ τοῖς περὶ Λακεδαιμονίων εἰρημέ‐ νοις, —οὐδὲν γὰρ ἐν αὐτοῖς ὁρῶ τοιοῦτον γεγραμμένον, — εἴτε συμβούλοις περὶ τοῦ λόγου χρήσασθαι βουλόμενος
5ἡμᾶς συνήγαγες, οὓς οἶσθ’ ἀκριβῶς ἅπαν ὅ τι ἂν σὺ λέγῃς ἢ πράττῃς ἐπαινοῦντας. Εἰθισμένοι δ’ εἰσὶν οἱ νοῦν ἔχοντες ἀνακοινοῦσθαι περὶ ὧν ἂν σπουδάζωσιν μάλιστα μὲν τοῖς ἄμεινον αὐτῶν φρονοῦσιν, εἰ δὲ μὴ, τοῖς μέλλουσιν
ἀποφαίνεσθαι τὴν αὑτῶν γνώμην· ὧν τἀναντία σὺ πε‐148
10ποίηκας.
Panath
.

236

Τούτων μὲν οὖν οὐδέτερον ἀποδέχομαι τῶν λόγων, δοκεῖς δέ μοι ποιήσασθαι τήν τε παράκλησιν τὴν ἡμετέραν καὶ τὸν ἔπαινον τὸν τῆς πόλεως οὐχ ἁπλῶς, οὐδ’ ὡς διείλεξαι πρὸς ἡμᾶς, ἀλλ’ ἡμῶν μὲν πεῖραν λαβεῖν
5βουλόμενος, εἰ φιλοσοφοῦμεν καὶ μεμνήμεθα τῶν ἐν ταῖς διατριβαῖς λεγομένων καὶ συνιδεῖν δυνηθεῖμεν ἂν ὃν τρόπον ὁ λόγος τυγχάνει γεγραμμένος,
Panath
.

237

τὴν δὲ πόλιν ἐπαι‐ νεῖν προελέσθαι τὴν σαυτοῦ σωφρονῶν, ἵνα τῷ τε πλήθει τῷ τῶν πολιτῶν χαρίσῃ καὶ παρὰ τοῖς εὐνοϊκῶς πρὸς ὑμᾶς διακειμένοις εὐδοκιμήσῃς. Ταῦτα δὲ γνοὺς ὑπέλαβες ὡς,
5εἰ μὲν περὶ μόνης αὐτῆς ποιήσει τοὺς λόγους καὶ τὰ μυθώδη περὶ αὐτῆς ἐρεῖς ἃ πάντες θρυλοῦσιν, ὅμοια φα‐ νεῖται τὰ λεγόμενα τοῖς ὑπὸ τῶν ἄλλων γεγραμμένοις, ἐφ’ ᾧ σὺ μάλιστ’ ἂν αἰσχυνθείης καὶ λυπηθείης.
Panath
.

238

Ἐὰν δ’ ἐάσας ἐκεῖνα λέγῃς τὰς πράξεις τὰς ὁμολογουμένας καὶ πολλῶν ἀγαθῶν αἰτίας τοῖς Ἕλλησιν γεγενημένας, καὶ παραβάλλῃς αὐτὰς πρὸς τὰς Λακεδαιμονίων, καὶ τὰς μὲν
5τῶν προγόνων ἐπαινῇς, τῶν δ’ ἐκείνοις πεπραγμένων κατηγορῇς, ὅ τε λόγος ἐναργέστερος εἶναι δόξει τοῖς ἀκούουσιν καὶ σὺ μενεῖς ἐν τοῖς αὐτοῖς, ὃ μᾶλλον ἄν τινες θαυμάσειαν τῶν τοῖς ἄλλοις γεγραμμένων.
Panath
.

239

Ἐν ἀρχῇ μὲν οὖν οὕτω μοι φαίνει τάξασθαι καὶ βουλεύσασθαι περὶ αὐτῶν. Εἰδὼς δὲ σαυτὸν ἐπῃνεκότα τὴν Σπαρτιατῶν διοίκησιν ὡς οὐδεὶς ἄλλος, φοβεῖσθαι τοὺς ἀκηκοότας, μὴ
5δόξῃς ὅμοιος εἶναι τοῖς λέγουσιν ὅ τι ἂν τύχωσιν, καὶ τούτους νῦν ψέγειν οὓς πρότερον ἐπῄνεις μᾶλλον τῶν
ἄλλων· ταῦτ’ ἐνθυμηθεὶς σκοπεῖσθαι ποίους τινὰς ἂν ἑκατέρους εἶναι φήσας ἀληθῆ τε λέγειν δόξεις περὶ ἀμφο‐ τέρων, ἔχοις τ’ ἂν τοὺς μὲν προγόνους ἐπαινεῖν οὕσπερ149
10βούλει, Σπαρτιατῶν δὲ δοκεῖν μὲν κατηγορεῖν τοῖς ἀηδῶς πρὸς αὐτοὺς διακειμένοις, μηδὲν δὲ ποιεῖν τοιοῦτον ἀλλὰ λανθάνειν ἐπαινῶν αὐτούς·
Panath
.

240

ζητῶν δὲ τὰ τοιαῦτα ῥᾳδίως εὑρεῖν λόγους ἀμφιβόλους καὶ μηδὲν μᾶλλον μετὰ τῶν ἐπαινούντων ἢ τῶν ψεγόντων ὄντας, ἀλλ’ ἐπαμφοτε‐ ρίζειν δυναμένους καὶ πολλὰς ἀμφισβητήσεις ἔχοντας,
5οἷς χρῆσθαι περὶ μὲν συμβολαίων καὶ περὶ πλεονεξίας ἀγωνιζόμενον αἰσχρὸν καὶ πονηρίας οὐ μικρὸν σημεῖον, περὶ δὲ φύσεως ἀνθρώπων διαλεγόμενον καὶ πραγμάτων καλὸν καὶ φιλόσοφον.
Panath
.

241

Οἷός περ ὁ λόγος ὁ διαναγνω‐ σθείς ἐστιν, ἐν ᾧ πεποίηκας τοὺς μὲν σοὺς προγόνους εἰρηνικοὺς καὶ φιλέλληνας καὶ τῆς ἰσότητος τῆς ἐν ταῖς πολιτείαις ἡγεμόνας, Σπαρτιάτας δ’ ὑπεροπτικοὺς καὶ
5πολεμικοὺς καὶ πλεονέκτας, οἵους περ αὐτοὺς εἶναι πάντες ὑπειλήφασιν. Τοιαύτην δ’ ἑκατέρων ἐχόντων τὴν φύσιν τοὺς μὲν ὑπὸ πάντων ἐπαινεῖσθαι καὶ δοκεῖν εὔνους εἶναι τῷ πλήθει, τοῖς δὲ τοὺς μὲν πολλοὺς φθονεῖν καὶ δυσμενῶς ἔχειν, ἔστιν δ’ οὓς ἐπαινεῖν αὐτοὺς καὶ θαυμάζειν,
Panath
.

242

καὶ τολμᾶν λέγειν ὡς ἀγαθὰ μείζω τυγχάνουσιν ἔχοντες τῶν τοῖς προγόνοις τοῖς σοῖς προσόντων· τήν τε γὰρ ὑπεροψίαν σεμνότητος μετέχειν, εὐδοκίμου πράγματος, καὶ δοκεῖν ἅπασι μεγαλοφρονεστέρους εἶναι τοὺς τοιούτους
5ἢ τοὺς τῆς ἰσότητος προεστῶτας, τούς τε πολεμικοὺς πολὺ διαφέρειν τῶν εἰρηνικῶν· Τοὺς μὲν γὰρ οὔτε κτητικοὺς εἶναι τῶν οὐκ ὄντων οὔτε φύλακας δεινοὺς τῶν ὑπαρχόντων,
τοὺς δ’ ἀμφότερα δύνασθαι, καὶ λαμβάνειν ὧν ἂν ἐπιθυ‐ μῶσιν, καὶ σῴζειν ἅπερ ἂν ἅπαξ κατάσχωσιν· ἃ ποιοῦσιν150
10οἱ τέλειοι δοκοῦντες εἶναι τῶν ἀνδρῶν.
Panath
.

243

Ἀλλὰ μὴν καὶ περὶ τῆς πλεονεξίας καλλίους ἔχειν οἴονται λόγους τῶν εἰρημένων· τοὺς μὲν γὰρ ἀποστεροῦντας τὰ συμβόλαια καὶ τοὺς παρακρουομένους καὶ παραλογιζομένους οὐχ
5ἡγοῦνται δικαίως καλεῖσθαι πλεονεκτικοὺς, διὰ γὰρ τὸ πονηρὰν ἔχειν τὴν δόξαν ἐν ἅπασιν αὐτοὺς ἐλαττοῦσθαι τοῖς πράγμασιν, τὰς δὲ Σπαρτιατῶν πλεονεξίας καὶ τὰς τῶν βασιλέων καὶ τὰς τῶν τυράννων εὐκτὰς μὲν εἶναι, καὶ πάντας αὐτῶν ἐπιθυμεῖν,
Panath
.

244

οὐ μὴν ἀλλὰ λοιδορεῖσθαι καὶ καταρᾶσθαι τοῖς τὰς τηλικαύτας ἔχουσιν δυναστείας· οὐδένα δὲ τοιοῦτον εἶναι τὴν φύσιν ὅστις οὐκ ἂν εὔξαιτο τοῖς θεοῖς μάλιστα μὲν αὐτὸς τυχεῖν τῆς ἐξουσίας ταύτης,
5εἰ δὲ μὴ, τοὺς οἰκειοτάτους· ᾧ καὶ φανερόν ἐστιν ὅτι μέγιστον τῶν ἀγαθῶν ἅπαντες εἶναι νομίζομεν τὸ πλέον ἔχειν τῶν ἄλλων. Τὴν μὲν οὖν περιβολὴν τοῦ λόγου δοκεῖς μοι ποιήσασθαι μετὰ τοιαύτης διανοίας.
Panath
.

245

Εἰ μὲν οὖν ἡγούμην ἀφέξεσθαί σε τῶν εἰρημένων καὶ παραλείψειν ἀνεπιτίμητον τὸν λόγον τοῦτον, οὐδ’ ἂν αὐτὸς ἔτι λέγειν ἐπεχείρουν· νῦν δ’ ὅτι μὲν οὐκ ἀπεφηνάμην περὶ ὧν
5παρεκλήθην σύμβουλος, οὐδὲν οἶμαί σοι μελήσειν, οὐδὲ γὰρ ὅτε συνῆγες ἡμᾶς, ἐδόκεις μοι σπουδάζειν περὶ αὐτῶν,
Panath
.

246

ὅτι δὲ προελομένου σοῦ συνθεῖναι λόγον μηδὲν ὅμοιον τοῖς ἄλλοις, ἀλλὰ τοῖς μὲν ῥᾳθύμως ἀνα‐ γιγνώσκουσιν ἁπλοῦν εἶναι δόξοντα καὶ ῥᾴδιον καταμαθεῖν, τοῖς δ’ ἀκριβῶς διεξιοῦσιν αὐτὸν καὶ πειρωμένοις κατιδεῖν
5ὃ τοὺς ἄλλους λέληθεν, χαλεπὸν φανούμενον καὶ δυσκατα‐ μάθητον, καὶ πολλῆς μὲν ἱστορίας γέμοντα καὶ φιλοσοφίας, παντοδαπῆς δὲ μεστὸν ποικιλίας καὶ ψευδολογίας, οὐ τῆς εἰθισμένης μετὰ κακίας βλάπτειν τοὺς συμπολιτευομένους, ἀλλὰ τῆς δυναμένης μετὰ παιδείας ὠφελεῖν ἢ τέρπειν151
10τοὺς ἀκούοντας·
Panath
.

247

ὧν οὐδὲν ἐάσαντά με φήσεις τὸν τρόπον τοῦτον ἔχειν, ὡς ἐβουλεύσω σὺ περὶ αὐτῶν, ἀλλὰ τήν τε δύναμιν τῶν λεγομένων διδάσκοντα καὶ τὴν σὴν διάνοιαν ἐξηγούμενον οὐκ αἰσθάνεσθαι τοσούτῳ τὸν λόγον
5ἀδοξότερον δι’ ἐμὲ γιγνόμενον, ὅσῳ περ αὐτὸν φανερώ‐ τερον ἐποίουν καὶ γνωριμώτερον τοῖς ἀναγιγνώσκουσιν· ἐπιστήμην γὰρ τοῖς οὐκ εἰδόσιν ἐνεργαζόμενον ἔρημον τὸν λόγον με ποιεῖν καὶ τῆς τιμῆς ἀποστερεῖν τῆς γιγνομένης ἂν αὐτῷ διὰ τοὺς πονοῦντας καὶ πράγματα σφίσιν αὐτοῖς
10παρέχοντας.
Panath
.

248

Ἐγὼ δ’ ὁμολογῶ μὲν ἀπολελεῖφθαι τὴν ἐμὴν φρόνησιν τῆς σῆς ὡς δυνατὸν πλεῖστον, οὐ μὴν ἀλλ’ ὥσπερ τοῦτ’ οἶδα, κἀκεῖνο τυγχάνω γιγνώσκων ὅτι τῆς πόλεως τῆς ὑμετέρας βουλευομένης περὶ τῶν μεγίστων οἱ
5μὲν ἄριστα φρονεῖν δοκοῦντες ἐνίοτε διαμαρτάνουσιν τοῦ συμφέροντος, τῶν δὲ φαύλων νομιζομένων εἶναι καὶ καταφρονουμένων ἔστιν ὅτε κατώρθωσεν ὁ τυχὼν καὶ βέλτιστα λέγειν ἔδοξεν·
Panath
.

249

ὥστ’ οὐδὲν θαυμαστὸν εἰ καὶ περὶ τοῦ νῦν ἐνεστῶτος τοιοῦτόν τι συμβέβηκεν, ὅπου σὺ μὲν οἴει μάλιστ’ εὐδοκιμήσειν, ἢν ὡς πλεῖστον χρόνον διαλάθῃς ἣν ἔχων γνώμην τὰ περὶ τὸν λόγον
5ἐπραγματεύθης, ἐγὼ δ’ ἡγοῦμαι βέλτιστά σε πράξειν, ἢν δυνηθῇς τὴν διάνοιαν, ᾗ χρώμενος αὐτὸν συνέθηκας, ὡς τάχιστα φανερὰν ποιῆσαι τοῖς τ’ ἄλλοις ἅπασι καὶ Λακε‐
δαιμονίοις περὶ ὧν πεποίησαι πολλοὺς λόγους, τοὺς μὲν δικαίους καὶ σεμνοὺς, τοὺς δ’ ἀσελγεῖς καὶ λίαν φιλα‐152
10πεχθήμονας·
Panath
.

250

οὓς εἴ τις ἐπέδειξεν αὐτοῖς πρὶν ἐμὲ διαλεχθῆναι περὶ αὐτῶν, οὐκ ἔστιν ὅπως οὐκ ἂν ἐμίσησαν καὶ δυσκόλως πρὸς σὲ διετέθησαν ὡς κατηγορίαν γεγραφότα καθ’ αὑτῶν. Νῦν δ’ οἴομαι τοὺς μὲν πλείστους Σπαρ‐
5τιατῶν ἐμμενεῖν τοῖς ἤθεσιν οἷσπερ καὶ τὸν ἄλλον χρόνον, τοῖς δὲ λόγοις τοῖς ἐνθάδε γραφομένοις οὐδὲν μᾶλλον προσέξειν τὸν νοῦν ἢ τοῖς ἔξω τῶν Ἡρακλέους στηλῶν λεγομένοις,
Panath
.

251

τοὺς δὲ φρονιμωτάτους αὐτῶν καὶ τῶν λόγων τινὰς ἔχοντας τῶν σῶν καὶ θαυμάζοντας, τούτους, ἢν λάβωσι τὸν ἀναγνωσόμενον καὶ χρόνον ὥστε συνδιατ‐ ρῖψαι σφίσιν αὐτοῖς, οὐδὲν ἀγνοήσειν τῶν λεγομένων, ἀλλὰ
5καὶ τῶν ἐπαίνων αἰσθήσεσθαι τῶν μετ’ ἀποδείξεως εἰρη‐ μένων περὶ τῆς πόλεως τῆς αὑτῶν, καὶ τῶν λοιδοριῶν καταφρονήσειν τῶν εἰκῇ μὲν τοῖς πράγμασιν λεγομένων, πικρῶς δὲ τοῖς ὀνόμασι κεχρημένων, καὶ νομιεῖν τὰς μὲν βλασφημίας τὰς ἐνούσας ἐν τῷ βιβλίῳ τὸν φθόνον ὑπο‐
10βαλεῖν,
Panath
.

252

τὰς δὲ πράξεις καὶ τὰς μάχας, ἐφ’ αἷς αὐτοί τε μέγα φρονοῦσιν καὶ παρὰ τοῖς ἄλλοις εὐδοκι‐ μοῦσιν, σὲ γεγραφέναι καὶ μνημονεύεσθαι πεποιηκέναι, συναγαγόντα πάσας αὐτὰς καὶ θέντα παρ’ ἀλλήλας, αἴτιον
5δ’ εἶναι καὶ τοῦ πολλοὺς ποθεῖν ἀναγνῶναι καὶ διελθεῖν αὐτὰς, οὐ τὰς ἐκείνων ἐπιθυμοῦντας ἀκοῦσαι πράξεις, ἀλλὰ πῶς σὺ διείλεξαι περὶ αὐτῶν μαθεῖν βουλομένους.
Panath
.

253

Ταῦτ’ ἐνθυμουμένους καὶ διεξιόντας οὐδὲ τῶν παλαιῶν ἔργων ἀμνημονήσειν, δι’ ὧν ἐγκεκωμίακας τοὺς
προγόνους αὐτῶν, ἀλλὰ καὶ πολλάκις διαλέξεσθαι πρὸς σφᾶς αὐτοὺς, πρῶτον μὲν ὅτι Δωριεῖς ὄντες, ἐπειδὴ153
5κατεῖδον τὰς πόλεις τὰς αὑτῶν ἀδόξους καὶ μικρὰς καὶ πολλῶν ἐνδεεῖς οὔσας, ὑπεριδόντες ταύτας ἐστράτευσαν ἐπὶ τὰς ἐν Πελοποννήσῳ πρωτευούσας, ἐπ’ Ἄργος καὶ Λακεδαίμονα καὶ Μεσσήνην,
Panath
.

254

μάχῃ δὲ νικήσαντες τοὺς μὲν ἡττηθέντας ἔκ τε τῶν πόλεων καὶ τῆς χώρας ἐξέβαλον, αὐτοὶ δὲ τὰς κτήσεις ἁπάσας τὰς ἐκείνων τότε κατασχόντες ἔτι καὶ νῦν ἔχουσιν, οὗ μεῖζον ἔργον καὶ
5θαυμαστότερον οὐδεὶς ἐπιδείξει κατ’ ἐκεῖνον τὸν χρόνον γενόμενον, οὐδὲ πρᾶξιν εὐτυχεστέραν καὶ θεοφιλεστέραν τῆς τοὺς χρησαμένους τῆς μὲν οἰκείας ἀπορίας ἀπαλ‐ λαξάσης, τῆς δ’ ἀλλοτρίας εὐδαιμονίας κυρίους ποιησά‐ σης.
Panath
.

255

Καὶ ταῦτα μὲν μετὰ πάντων τῶν συστρα‐ τευσαμένων ἔπραξαν. Ἐπειδὴ δὲ πρὸς Ἀργείους καὶ Μεσσηνίους τὴν χώραν διείλοντο καὶ καθ’ αὑτοὺς ἐν Σπάρτῃ κατῴκησαν, ἐν τούτοις τοῖς καιροῖς τοσοῦτον
5φρονῆσαι φῂς αὐτοὺς ὥστ’ ὄντας οὐ πλείους τότε δισχιλίων οὐχ ἡγήσασθαι σφᾶς αὐτοὺς ἀξίους εἶναι ζῆν εἰ μὴ δεσπόται πασῶν τῶν ἐν Πελοποννήσῳ πόλεων γενέσθαι δυνηθεῖεν,
Panath
.

256

ταῦτα δὲ διανοηθέντας καὶ πολεμεῖν ἐπιχειρήσαντας οὐκ ἀπειπεῖν, ἐν πολλοῖς κακοῖς καὶ κινδύνοις γιγνομένους, πρὶν ἁπάσας ταύτας ὑφ’ αὑτοῖς ἐποιήσαντο πλὴν τῆς πόλεως τῆς Ἀργείων. Ἔχοντας δ’
5ἤδη καὶ χώραν πλείστην καὶ δύναμιν μεγίστην καὶ δόξαν τοσαύτην ὅσην προσήκει τοὺς τηλικαῦτα διαπεπραγμένους, οὐχ ἧττον διακεῖσθαι φιλοτίμως, ὅτι λόγος ὑπῆρχεν αὐτοῖς ἴδιος καὶ καλὸς μόνοις τῶν Ἑλλήνων·
Panath
.

257

ἐξεῖναι γὰρ εἰπεῖν αὐτοῖς ὅτι σφεῖς μὲν ὄντες οὕτως ὀλίγοι τὸν
ἀριθμὸν οὐδεμιᾷ πώποτε τῶν μυριάνδρων πόλεων ἠκολού‐ θησαν οὐδ’ ἐποίησαν τὸ προσταττόμενον, ἀλλ’ αὐτόνομοι154
5διετέλεσαν ὄντες, αὐτοὶ δ’ ἐν τῷ πολέμῳ τῷ πρὸς τοὺς βαρβάρους πάντων τῶν Ἑλλήνων ἡγεμόνες κατέστησαν, καὶ τῆς τιμῆς ταύτης ἔτυχον οὐκ ἀλόγως, ἀλλὰ διὰ τὸ μάχας ποιησάμενοι πλείστας ἀνθρώπων κατ’ ἐκεῖνον τὸν χρόνον μηδεμίαν ἡττηθῆναι τούτων ἡγουμένου βασιλέως,
10ἀλλὰ νενικηκέναι πάσας·
Panath
.

258

οὗ τεκμήριον οὐδεὶς ἂν δύναιτο μεῖζον εἰπεῖν ἀνδρείας καὶ καρτερίας καὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας πλὴν ἢ τὸ ῥηθήσεσθαι μέλλον· τοσούτων γὰρ τὸ πλῆθος τῶν πόλεων τῶν Ἑλληνίδων οὐσῶν, τῶν
5μὲν ἄλλων οὐδέν’ ἂν εἰπεῖν οὐδ’ εὑρεῖν ἥτις οὐ περιπέ‐ πτωκεν ταῖς συμφοραῖς ταῖς εἰθισμέναις γίγνεσθαι ταῖς πόλεσιν,
Panath
.

259

ἐν δὲ τῇ Σπαρτιατῶν οὐδεὶς ἂν ἐπι‐ δείξειεν οὔτε στάσιν οὔτε σφαγὰς οὔτε φυγὰς ἀνόμους γεγενημένας, οὐδ’ ἁρπαγὰς χρημάτων οὐδ’ αἰσχύνας γυναικῶν καὶ παίδων, ἀλλ’ οὐδὲ πολιτείας μεταβολὴν οὐδὲ
5χρεῶν ἀποκοπὰς οὐδὲ γῆς ἀναδασμὸν οὐδ’ ἄλλ’ οὐδὲν τῶν ἀνηκέστων κακῶν. Περὶ ὧν διεξιόντας οὐκ ἔστιν ὅπως οὐ καὶ σοῦ, τοῦ θ’ ἁθροίσαντος καὶ διαλεχθέντος οὕτω καλῶς περὶ αὐτῶν, μεμνήσεσθαι καὶ πολλὴν χάριν ἕξειν.
Panath
.

260

Οὐ τὴν αὐτὴν δὲ γνώμην ἔχω περὶ σοῦ νῦν καὶ πρότερον. Ἐν μὲν γὰρ τοῖς παρελθοῦσι χρόνοις ἐθαύμαζόν σου τήν τε φύσιν καὶ τὴν τοῦ βίου τάξιν καὶ τὴν φιλοπονίαν καὶ μάλιστα τὴν ἀλήθειαν τῆς φιλοσοφίας, νῦν δὲ ζηλῶ σε καὶ
5μακαρίζω τῆς εὐδαιμονίας· δοκεῖς γάρ μοι ζῶν μὲν λήψεσθαι δόξαν οὐ μείζω μὲν ἧς ἄξιος εἶ, —χαλεπὸν γὰρ, — παρὰ πλείοσιν δὲ καὶ μᾶλλον ὁμολογουμένην τῆς νῦν ὑπαρχούσης, τελευτήσας δὲ τὸν βίον μεθέξειν ἀθανασίας,
οὐ τῆς τοῖς θεοῖς παρούσης, ἀλλὰ τῆς τοῖς ἐπιγιγνομένοις155
10περὶ τῶν διενεγκόντων ἐπί τινι τῶν καλῶν ἔργων μνήμην ἐμποιούσης.
Panath
.

261

Καὶ δικαίως τεύξει τούτων· ἐπῄνεκας γὰρ τὰς πόλεις ἀμφοτέρας καλῶς καὶ προσηκόντως, τὴν μὲν κατὰ τὴν δόξαν τὴν τῶν πολλῶν, ἧς οὐδεὶς τῶν ὀνο‐ μαστῶν ἀνδρῶν καταπεφρόνηκεν, ἀλλ’ ἐπιθυμοῦντες τυχεῖν
5αὐτῆς οὐκ ἔστιν ὅντινα κίνδυνον οὐχ ὑπομένουσιν, τὴν δὲ κατὰ τὸν λογισμὸν τῶν πειρωμένων στοχάζεσθαι τῆς ἀληθείας, παρ’ οἷς εὐδοκιμεῖν ἄν τινες ἕλοιντο μᾶλλον ἢ παρὰ τοῖς ἄλλοις διπλασίοις γενομένοις ἢ νῦν εἰσιν.
Panath
.

262

«Ἀπλήστως δὲ διακείμενος ἐν τῷ παρόντι πρὸς τὸ λέγειν καὶ πόλλ’ ἂν εἰπεῖν ἔχων ἔτι καὶ περὶ σοῦ καὶ περὶ τοῖν πολέοιν καὶ περὶ τοῦ λόγου ταῦτα μὲν ἐάσω, περὶ ὧν δὲ παρακληθῆναί με σὺ φῂς, περὶ τούτων ἀποφα‐
5νοῦμαι. Συμβουλεύω γάρ σοι μήτε κατακάειν τὸν λόγον μήτ’ ἀφανίζειν, ἀλλ’ εἴ τινος ἐνδεής ἐστιν, διορθώσαντα καὶ προσγράψαντα πάσας τὰς διατριβὰς τὰς περὶ αὐτὸν γεγεν‐ ημένας διαδιδόναι τοῖς βουλομένοις λαμβάνειν,
Panath
.

263

εἴπερ βούλει χαρίσασθαι μὲν τοῖς ἐπιεικεστάτοις τῶν Ἑλλή‐ νων καὶ τοῖς ὡς ἀληθῶς φιλοσοφοῦσιν, ἀλλὰ μὴ προσποι‐ ουμένοις, λυπῆσαι δὲ τοὺς θαυμάζοντας μὲν τὰ σὰ μᾶλλον τῶν ἄλλων, λοιδορουμένους δὲ τοῖς λόγοις τοῖς σοῖς ἐν τοῖς
5ὄχλοις τοῖς πανηγυρικοῖς, ἐν οἷς πλείους εἰσὶν οἱ καθεύ‐ δοντες τῶν ἀκροωμένων, καὶ προσδοκῶντας, ἢν παρακρού‐ σωνται τοὺς τοιούτους, ἐναμίλλους τοὺς αὑτῶν γενήσεσθαι τοῖς ὑπὸ σοῦ γεγραμμένοις, κακῶς εἰδότες ὅτι πλέον ἀπολε‐ λειμμένοι τῶν σῶν εἰσιν ἢ τῆς Ὁμήρου δόξης οἱ περὶ τὴν
10αὐτὴν ἐκείνῳ ποίησιν γεγονότες.»156
Panath
.

264

Ταῦτ’ εἰπόντος αὐτοῦ καὶ τοὺς παρόντας ἀξιώ‐ σαντος ἀποφήνασθαι περὶ ὧν παρεκλήθησαν, οὐκ ἐθορύβησαν, ὃ ποιεῖν εἰώθασιν ἐπὶ τοῖς χαριέντως διειλεγμένοις, ἀλλ’ ἀνεβόησαν ὡς ὑπερβαλλόντως εἰρηκότος, καὶ περιστάντες
5αὐτὸν ἐπῄνουν, ἐζήλουν, ἐμακάριζον, καὶ προσθεῖναι μὲν οὐδὲν εἶχον τοῖς εἰρημένοις οὐδ’ ἀφελεῖν, συναπεφαίνοντο δὲ καὶ συνεβούλευόν μοι ποιεῖν, ἅπερ ἐκεῖνος παρῄνεσεν.
Panath
.

265

Οὐ μὴν οὐδ’ ἐγὼ παρεστὼς ἐσιώπων, ἀλλ’ ἐπῄνεσα τήν τε φύσιν αὐτοῦ καὶ τὴν ἐπιμέλειαν, περὶ δὲ τῶν ἄλλων οὐδὲν ἐφθεγξάμην ὧν εἶπεν, οὔθ’ ὡς ἔτυχεν ταῖς ὑπονοίαις τῆς ἐμῆς διανοίας, οὔθ’ ὡς διήμαρτεν, ἀλλ’ εἴων αὐτὸν
5οὕτως ἔχειν ὥσπερ αὐτὸς αὑτὸν διέθηκεν.
Panath
.

266

Περὶ μὲν οὖν ὧν ὑπεθέμην, ἱκανῶς εἰρῆσθαι νομίζω. τὸ γὰρ ἀναμιμνῄσκειν καθ’ ἕκαστον τῶν εἰρημένων οὐ πρέπει τοῖς λόγοις τοῖς τοιούτοις· βούλομαι δὲ διαλεχθῆναι περὶ τῶν ἰδίᾳ μοι περὶ τὸν λόγον συμβεβηκότων. Ἐγὼ γὰρ
5ἐνεστησάμην μὲν αὐτὸν ἔτη γεγονὼς ὅσα περ ἐν ἀρχῇ προεῖπον·
Panath
.

267

ἤδη δὲ τῶν ἡμισέων γεγραμμένων, ἐπιγε‐ νομένου μοι νοσήματος ῥηθῆναι μὲν οὐκ εὐπρεποῦς, δυνα‐ μένου δ’ ἀναιρεῖν οὐ μόνον τοὺς πρεσβυτέρους ἐν τρισὶν ἢ τέτταρσιν ἡμέραις, ἀλλὰ καὶ τῶν ἀκμαζόντων πολλοὺς,
5τούτῳ διατελῶ τρί’ ἔτη μαχόμενος, οὕτω φιλοπόνως ἑκάστην τὴν ἡμέραν διάγων ὥστε τοὺς εἰδότας καὶ τοὺς παρὰ τούτων πυνθανομένους μᾶλλόν με θαυμάζειν διὰ τὴν καρτερίαν ταύτην ἢ δι’ ἃ πρότερον ἐπῃνούμην.
Panath
.

268

Ἤδη δ’ ἀπει‐ ρηκότος καὶ διὰ τὴν νόσον καὶ διὰ τὸ γῆρας τῶν ἐπισκο‐ πούντων τινές με καὶ πολλάκις ἀνεγνωκότων τὸ μέρος τοῦ
λόγου τὸ γεγραμμένον ἐδέοντό μου καὶ συνεβούλευον μὴ157
5καταλιπεῖν αὐτὸν ἡμιτελῆ μηδ’ ἀδιέργαστον, ἀλλὰ πονῆσαι μικρὸν χρόνον καὶ προσέχειν τοῖς λοιποῖς τὸν νοῦν.
Panath
.

269

Οὐχ ὁμοίως δὲ διελέγοντο περὶ τούτων τοῖς ἀφοσιουμένοις, ἀλλ’ ὑπερεπαινοῦντες μὲν τὰ γεγραμμένα, τοιαῦτα δὲ λέγοντες ὧν εἴ τινες ἤκουον μήτε συνήθεις ἡμῖν ὄντες μήτ’ εὔνοιαν μηδεμίαν ἔχοντες, οὐκ ἔστιν ὅπως οὐκ ἂν ὑπέλαβον
5τοὺς μὲν φενακίζειν, ἐμὲ δὲ διεφθάρθαι καὶ παντάπασιν εἶναι μωρὸν, εἰ πείσομαι τοῖς λεγομένοις.
Panath
.

270

Οὕτω δ’ ἔχων ἐφ’ οἷς εἰπεῖν ἐτόλμησαν, ἐπείσθην, —τί γὰρ δεῖ μακρολογεῖν; —γενέσθαι πρὸς τῇ τῶν λοιπῶν πραγματείᾳ, γεγονὼς μὲν ἔτη τρία μόνον ἀπολείποντα τῶν ἑκατὸν,
5οὕτω δὲ διακείμενος, ὡς ἕτερος ἔχων οὐχ ὅπως γράφειν ἂν λόγον ἐπεχείρησεν, ἀλλ’ οὐδ’ ἄλλου δεικνύοντος καὶ πονή‐ σαντος ἠθέλησεν ἀκροατὴς γενέσθαι.
Panath
.

271

Τίνος οὖν ἕνεκα ταῦτα διῆλθον; Οὐ συγγνώμης τυχεῖν ἀξιῶν ὑπὲρ τῶν εἰρημένων, —οὐ γὰρ οὕτως οἶμαι διειλέχθαι περὶ αὐτῶν, —ἀλλὰ δηλῶσαι βουλόμενος τά τε περὶ ἐμὲ γεγενημένα, καὶ τῶν ἀκροατῶν ἐπαινέσαι μὲν τοὺς
5τόν τε λόγον ἀποδεχομένους τοῦτον καὶ τῶν ἄλλων σπου‐ δαιοτέρους καὶ φιλοσοφωτέρους εἶναι νομίζοντας τοὺς διδασκαλικοὺς καὶ τεχνικοὺς τῶν πρὸς τὰς ἐπιδείξεις καὶ τοὺς ἀγῶνας γεγραμμένων, καὶ τοὺς τῆς ἀληθείας στοχα‐ ζομένους τῶν τὰς δόξας τῶν ἀκροωμένων παρακρούεσθαι
10ζητούντων, καὶ τοὺς ἐπιπλήττοντας τοῖς ἁμαρτανομένοις καὶ νουθετοῦντας τῶν πρὸς ἡδονὴν καὶ χάριν λεγομένων,
Panath
.

272

συμβουλεῦσαι δὲ τοῖς τἀναντία τούτων γιγνώσκουσιν πρῶτον μὲν μὴ πιστεύειν ταῖς αὑτῶν γνώμαις, μηδὲ νομίζειν ἀληθεῖς εἶναι τὰς κρίσεις τὰς ὑπὸ τῶν ῥᾳθυμούντων
γιγνομένας, ἔπειτα μὴ προπετῶς ἀποφαίνεσθαι περὶ ὧν οὐκ158
5ἴσασιν, ἀλλὰ περιμένειν ἕως ἂν ὁμονοῆσαι δυνηθῶσι τοῖς τῶν ἐπιδεικνυμένων πολλὴν ἐμπειρίαν ἔχουσιν· τῶν γὰρ οὕτω διοικούντων τὰς αὑτῶν διανοίας οὐκ ἔστιν ὅστις ἂν
τοὺς τοιούτους ἀνοήτους εἶναι νομίσειεν.159