TLG 0010 017 :: ISOCRATES :: De pace (orat. 8)

ISOCRATES Orat.
(Atheniensis: 5–4 B.C.)

Vita et scholia: Cf. SCHOLIA IN ISOCRATEM (5028)

De pace (orat. 8)

Source: Mathieu, G. (ed.), Isocrate. Discours, vol. 3. Paris: Les Belles Lettres, 1942 (repr. 1966): 12–51.

Citation: Section — (line)

De pac
.

t

ΠΕΡΙ ΤΗΣ ΕΙΡΗΝΗΣ
De pac
.

1

Ἅπαντες μὲν εἰώθασιν οἱ παριόντες ἐνθάδε ταῦτα μέγιστα φάσκειν εἶναι καὶ μάλιστα σπουδῆς ἄξια τῇ πόλει περὶ ὧν ἂν αὐτοὶ μέλλωσι συμβουλεύσειν· οὐ μὴν ἀλλ’ εἰ καὶ περὶ ἄλλων τινῶν πραγμάτων ἥρμοσεν τοιαῦτα προειπεῖν,
5δοκεῖ μοι πρέπειν καὶ περὶ τῶν νῦν παρόντων ἐντεῦθεν ποιήσασθαι τὴν ἀρχήν.
De pac
.

2

Ἥκομεν γὰρ ἐκκλησιάσοντες περὶ πολέμου καὶ εἰρήνης, ἃ μεγίστην ἔχει δύναμιν ἐν τῷ βίῳ τῷ τῶν ἀνθρώπων, καὶ περὶ ὧν ἀνάγκη τοὺς ὀρθῶς βουλευομένους ἄμεινον τῶν ἄλλων πράττειν. Τὸ μὲν οὖν
5μέγεθος ὑπὲρ ὧν συνεληλύθαμεν τηλικοῦτόν ἐστιν.
De pac
.

3

Ὁρῶ δ’ ὑμᾶς οὐκ ἐξ ἴσου τῶν λεγόντων τὴν ἀκρόασιν ποιουμένους, ἀλλὰ τοῖς μὲν προσέχοντας τὸν νοῦν, τῶν δ’ οὐδὲ τὴν φωνὴν ἀνεχομένους. Καὶ θαυμαστὸν οὐδὲν ποιεῖτε· καὶ γὰρ τὸν ἄλλον χρόνον εἰώθατε πάντας τοὺς ἄλλους
5ἐκβάλλειν πλὴν τοὺς συναγορεύοντας ταῖς ὑμετέραις ἐπι‐ θυμίαις.
De pac
.

4

Ἃ καὶ δικαίως ἄν τις ὑμῖν ἐπιτιμήσειεν, ὅτι συνειδότες πολλοὺς καὶ μεγάλους οἴκους ὑπὸ τῶν κολα‐ κευόντων ἀναστάτους γεγενημένους καὶ μισοῦντες ἐπὶ τῶν ἰδίων τοὺς ταύτην ἔχοντας τὴν τέχνην, ἐπὶ τῶν κοινῶν οὐχ
5ὁμοίως διάκεισθε πρὸς αὐτοὺς, ἀλλὰ κατηγοροῦντες τῶν
προσιεμένων καὶ χαιρόντων τοῖς τοιούτοις αὐτοὶ φαίνεσθε μᾶλλον τούτοις πιστεύοντες ἢ τοῖς ἄλλοις πολίταις.12
De pac
.

5

Καὶ γάρ τοι πεποιήκατε τοὺς ῥήτορας μελετᾶν καὶ φιλοσοφεῖν οὐ τὰ μέλλοντα τῇ πόλει συνοίσειν, ἀλλ’ ὅπως ἀρέσκοντας ὑμῖν λόγους ἐροῦσιν. Ἐφ’ οὓς καὶ νῦν τὸ πλῆθος αὐτῶν ἐρρύηκεν. Πᾶσι γὰρ ἦν φανερὸν ὅτι μᾶλλον ἡσθήσεσθε
5τοῖς παρακαλοῦσιν ὑμᾶς ἐπὶ τὸν πόλεμον ἢ τοῖς περὶ τῆς εἰρήνης συμβουλεύουσιν.
De pac
.

6

Οἱ μὲν γὰρ προσδοκίαν ἐμποι‐ οῦσιν ὡς καὶ τὰς κτήσεις τὰς ἐν ταῖς πόλεσιν κομιούμεθα καὶ τὴν δύναμιν ἀναληψόμεθα πάλιν ἣν πρότερον ἐτυγχά‐ νομεν ἔχοντες· οἱ δ’ οὐδὲν τοιοῦτον ὑποτείνουσιν, ἀλλ’ ὡς
5ἡσυχίαν ἔχειν δεῖ καὶ μὴ μεγάλων ἐπιθυμεῖν παρὰ τὸ δίκαιον, ἀλλὰ στέργειν τοῖς παροῦσιν,
De pac
.

7

ὃ χαλεπώτατον πάντων τοῖς πλείστοις τῶν ἀνθρώπων ἐστίν. Οὕτω γὰρ ἐξηρτήμεθα τῶν ἐλπίδων καὶ πρὸς τὰς δοκούσας εἶναι πλεονεξίας ἀπλήστως ἔχομεν, ὥστ’ οὐδ’ οἱ κεκτημένοι
5τοὺς μεγίστους πλούτους μένειν ἐπὶ τούτοις ἐθέλουσιν, ἀλλ’ ἀεὶ τοῦ πλείονος ὀρεγόμενοι περὶ τῶν ὑπαρχόντων κινδυνεύουσιν. Ὅπερ ἄξιόν ἐστιν δεδιέναι, μὴ καὶ νῦν ἡμεῖς ἔνοχοι γενώμεθα ταύταις ταῖς ἀνοίαις·
De pac
.

8

λίαν γάρ τινές μοι δοκοῦσιν ὡρμῆσθαι πρὸς τὸν πόλεμον, ὥσπερ οὐ τῶν τυχόντων συμβεβουλευκότων, ἀλλὰ τῶν θεῶν ἀκηκοότες ὅτι κατορθώσομεν ἅπαντα καὶ ῥᾳδίως ἐπικρατήσομεν τῶν
5ἐχθρῶν. Χρὴ δὲ τοὺς νοῦν ἔχοντας περὶ μὲν ὧν ἴσασιν, μὴ βουλεύεσθαι—περίεργον γὰρ—, ἀλλὰ πράττειν ὡς ἐγνώκα‐ σιν, περὶ ὧν δ’ ἂν βουλεύωνται, μὴ νομίζειν εἰδέναι τὸ συμ‐
βησόμενον, ἀλλ’ ὡς δόξῃ μὲν χρωμένους, ὅ τι ἂν τύχῃ δὲ γενησόμενον, οὕτω διανοεῖσθαι περὶ αὐτῶν.13
De pac
.

9

Ὧν ὑμεῖς οὐδέτερον τυγχάνετε ποιοῦντες ἀλλ’ ὡς οἷόν τε ταραχω‐ δέστατα διάκεισθε. Συνεληλύθατε μὲν γὰρ ὡς δέον ὑμᾶς ἐξ ἁπάντων τῶν ῥηθέντων ἐκλέξασθαι τὸ βέλτιστον,
5ὥσπερ δ’ ἤδη σαφῶς εἰδότες ὃ πρακτέον ἐστὶν, οὐκ ἐθέλετ’ ἀκούειν πλὴν τῶν πρὸς ἡδονὴν δημηγορούντων.
De pac
.

10

Καί‐ τοι προσῆκεν ὑμᾶς, εἴπερ ἠβούλεσθε ζητεῖν τὸ τῇ πόλει συμφέρον, μᾶλλον τοῖς ἐναντιουμένοις ταῖς ὑμετέραις γνώ‐ μαις προσέχειν τὸν νοῦν ἢ τοῖς καταχαριζομένοις, εἰδότας
5ὅτι τῶν ἐνθάδε παριόντων οἱ μὲν ἃ βούλεσθε λέγοντες ῥᾳδίως ἐξαπατᾶν δύνανται—τὸ γὰρ πρὸς χάριν ῥηθὲν ἐπισκοτεῖ τῷ καθορᾶν ὑμᾶς τὸ βέλτιστον, —ὑπὸ δὲ τῶν μὴ πρὸς ἡδονὴν συμβουλευόντων οὐδὲν ἂν πάθοιτε τοιοῦτον·
De pac
.

11

οὐ γὰρ ἔστιν ὅπως ἂν μεταπεῖσαι δυνηθεῖεν ὑμᾶς, μὴ φανερὸν τὸ συμφέρον ποιήσαντες. Χωρὶς δὲ τούτων πῶς ἂν ἄνθρωποι καλῶς δυνηθεῖεν ἢ κρῖναι περὶ τῶν γεγενη‐ μένων ἢ βουλεύσασθαι περὶ τῶν μελλόντων, εἰ μὴ τοὺς
5μὲν λόγους τοὺς τῶν ἐναντιουμένων παρ’ ἀλλήλους ἐξετά‐ ζοιεν, αὐτοὶ δ’ αὑτοὺς κοινοὺς ἀμφοτέροις ἀκροατὰς παράσχοιεν;
De pac
.

12

Θαυμάζω δὲ τῶν τε πρεσβυτέρων, εἰ μηκέτι μνημονεύουσιν, καὶ τῶν νεωτέρων, εἰ μηδενὸς ἀκη‐ κόασιν, ὅτι διὰ μὲν τοὺς παραινοῦντας ἀντέχεσθαι τῆς εἰρήνης οὐδὲν πώποτε κακὸν ἐπάθομεν, διὰ δὲ τοὺς ῥᾳδίως
5τὸν πόλεμον αἱρουμένους πολλαῖς ἤδη καὶ μεγάλαις συμ‐ φοραῖς περιεπέσομεν. Ὧν ἡμεῖς οὐδεμίαν ποιούμεθα μνείαν, ἀλλ’ ἑτοίμως ἔχομεν, μηδὲν εἰς τοὔμπροσθεν ἡμῖν
αὐτοῖς πράττοντες, τριήρεις πληροῦν καὶ χρημάτων εἰσφο‐ ρὰς ποιεῖσθαι καὶ βοηθεῖν καὶ πολεμεῖν οἷς ἂν τύχωμεν,14
10ὥσπερ ἐν ἀλλοτρίᾳ τῇ πόλει κινδυνεύοντες.
De pac
.

13

Τούτων δ’ αἴτιόν ἐστιν ὅτι, προσῆκον ὑμᾶς ὁμοίως ὑπὲρ τῶν κοινῶν ὥσπερ ὑπὲρ τῶν ἰδίων σπουδάζειν, οὐ τὴν αὐτὴν γνώμην ἔχετε περὶ αὐτῶν, ἀλλ’ ὅταν μὲν ὑπὲρ τῶν ἰδίων βουλεύησθε,
5ζητεῖτε συμβούλους τοὺς ἄμεινον φρονοῦντας ὑμῶν αὐτῶν, ὅταν δ’ ὑπὲρ τῆς πόλεως ἐκκλησιάζητε, τοῖς μὲν τοιού‐ τοις ἀπιστεῖτε καὶ φθονεῖτε, τοὺς δὲ πονηροτάτους τῶν ἐπὶ τὸ βῆμα παριόντων ἀσκεῖτε καὶ νομίζετε δημοτικωτέ‐ ρους εἶναι τοὺς μεθύοντας τῶν νηφόντων καὶ τοὺς νοῦν
10οὐκ ἔχοντας τῶν εὖ φρονούντων καὶ τοὺς τὰ τῆς πόλεως διανεμομένους τῶν ἐκ τῆς ἰδίας οὐσίας ὑμῖν λειτουργούν‐ των. Ὥστ’ ἄξιον θαυμάζειν, εἴ τις ἐλπίζει τὴν πόλιν τοιούτοις συμβούλοις χρωμένην ἐπὶ τὸ βέλτιον ἐπιδώσειν.
De pac
.

14

Ἐγὼ δ’ οἶδα μὲν διότι πρόσαντές ἐστιν ἐναντιοῦσθαι ταῖς ὑμετέραις διανοίαις, καὶ ὅτι δημοκρατίας οὔσης οὐκ ἔστι παρρησία, πλὴν ἐνθάδε μὲν τοῖς ἀφρονεστάτοις καὶ μηδὲν ὑμῶν φροντίζουσιν, ἐν δὲ τῷ θεάτρῳ τοῖς κωμῳδοδιδασκά‐
5λοις· ὃ καὶ πάντων ἐστὶν δεινότατον, ὅτι τοῖς μὲν ἐκφέ‐ ρουσιν εἰς τοὺς ἄλλους Ἕλληνας τὰ τῆς πόλεως ἁμαρτή‐ ματα τοσαύτην ἔχετε χάριν ὅσην οὐδὲ τοῖς εὖ ποιοῦσιν, πρὸς δὲ τοὺς ἐπιπλήττοντας καὶ νουθετοῦντας ὑμᾶς οὕτω διατίθεσθε δυσκόλως ὥσπερ πρὸς τοὺς κακόν τι τὴν πόλιν
10ἐργαζομένους.
De pac
.

15

Ὅμως δὲ καὶ τούτων ὑπαρχόντων οὐκ ἂν ἀποσταίην ὧν διενοήθην. Παρελήλυθα γὰρ οὐ χαριού‐
μενος ὑμῖν οὐδὲ χειροτονίαν μνηστεύσων, ἀλλ’ ἀποφανού‐ μενος ἃ τυγχάνω γιγνώσκων πρῶτον μὲν περὶ ὧν οἱ πρυ‐15
5τάνεις προτιθέασιν, ἔπειτα περὶ τῶν ἄλλων τῶν τῆς πόλεως πραγμάτων· οὐδὲν γὰρ ὄφελος ἔσται τῶν νῦν περὶ τῆς εἰρήνης γνωσθέντων, ἢν μὴ καὶ περὶ τῶν λοιπῶν ὀρθῶς βουλευσώμεθα.
De pac
.

16

Φημὶ δ’ οὖν χρῆναι ποιεῖσθαι τὴν εἰρήνην μὴ μόνον πρὸς Χίους καὶ Ῥοδίους καὶ Βυζαντίους, ἀλλὰ πρὸς ἅπαντας ἀνθρώπους, καὶ χρῆσθαι ταῖς συνθή‐ καις μὴ ταύταις αἷς νῦν τινες γεγράφασιν, ἀλλὰ ταῖς
5γενομέναις μὲν πρὸς βασιλέα καὶ Λακεδαιμονίους, προσ‐ ταττούσαις δὲ τοὺς Ἕλληνας αὐτονόμους εἶναι καὶ τὰς φρουρὰς ἐκ τῶν ἀλλοτρίων πόλεων ἐξιέναι καὶ τὴν αὑτῶν ἔχειν ἑκάστους. Τούτων γὰρ οὔτε δικαιοτέρας εὑρήσομεν οὔτε μᾶλλον τῇ πόλει συμφερούσας.
De pac
.

17

Ἢν μὲν οὖν ἐνταῦθα καταλίπω τὸν λόγον, οἶδ’ ὅτι δόξω τὴν πόλιν ἐλαττοῦν, εἰ Θηβαῖοι μὲν ἕξουσιν Θεσπιὰς καὶ Πλαταιὰς καὶ τὰς ἄλλας πόλεις ἃς παρὰ τοὺς ὅρκους κατειλήφασιν, ἡμεῖς δ’ ἔξιμεν μηδεμιᾶς ἀνάγκης οὔσης ἐξ
5ὧν τυγχάνομεν ἔχοντες· ἢν δὲ διὰ τέλους ἀκούσητέ μου προσέχοντες τὸν νοῦν, οἶμαι πάντας ὑμᾶς καταγνώσεσθαι πολλὴν ἄνοιαν καὶ μανίαν τῶν τὴν ἀδικίαν πλεονεξίαν εἶναι νομιζόντων καὶ τῶν τὰς ἀλλοτρίας πόλεις βίᾳ κατεχόντων καὶ μὴ λογιζομένων τὰς συμφορὰς τὰς ἐκ τῶν τοιούτων
10ἔργων γιγνομένας.
De pac
.

18

Ταῦτα μὲν οὖν διὰ παντὸς τοῦ λόγου πειρασόμεθα διδάσκειν ὑμᾶς. Περὶ δὲ τῆς εἰρήνης πρῶτον διαλεχθῶμεν καὶ σκεψώμεθα τί ἂν ἐν τῷ παρόντι
γενέσθαι βουληθεῖμεν ἡμῖν. Ἢν γὰρ ταῦτα καλῶς ὁρισώ‐16
5μεθα καὶ νοῦν ἐχόντως, πρὸς ταύτην τὴν ὑπόθεσιν ἀποβλέ‐ ποντες ἄμεινον βουλευσόμεθα καὶ περὶ τῶν ἄλλων.
De pac
.

19

Ἆρ’ οὖν ἂν ἐξαρκέσειεν ἡμῖν, εἰ τήν τε πόλιν ἀσφαλῶς οἰκοῖμεν καὶ τὰ περὶ τὸν βίον εὐπορώτεροι γιγνοίμεθα καὶ τά τε πρὸς ἡμᾶς αὐτοὺς ὁμονοοῖμεν καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμοῖμεν; Ἐγὼ μὲν γὰρ ἡγοῦμαι
5τούτων ὑπαρξάντων τελέως τὴν πόλιν εὐδαιμονήσειν. Ὁ μὲν τοίνυν πόλεμος ἁπάντων ἡμᾶς τῶν εἰρημένων ἀπεστέρηκεν· καὶ γὰρ πενεστέρους ἐποίησεν καὶ πολλοὺς κινδύνους ὑπομένειν ἠνάγκασεν καὶ πρὸς τοὺς Ἕλληνας διαβέβληκεν καὶ πάντας τρόπους τεταλαιπώρηκεν ἡμᾶς.
De pac
.

20

Ἢν δὲ τὴν εἰρήνην ποιησώμεθα καὶ τοιούτους ἡμᾶς αὐτοὺς παράσχωμεν οἵους αἱ κοιναὶ συνθῆκαι προστάτ‐ τουσιν, μετὰ πολλῆς μὲν ἀσφαλείας τὴν πόλιν οἰκήσομεν, ἀπαλλαγέντες πολέμων καὶ κινδύνων καὶ ταραχῆς εἰς
5ἣν νῦν πρὸς ἀλλήλους καθέσταμεν, καθ’ ἑκάστην δὲ τὴν ἡμέραν πρὸς εὐπορίαν ἐπιδώσομεν, ἀναπεπαυμένοι μὲν τῶν εἰσφορῶν καὶ τῶν τριηραρχιῶν καὶ τῶν ἄλλων τῶν περὶ τὸν πόλεμον λειτουργιῶν, ἀδεῶς δὲ γεωργοῦντες καὶ τὴν θάλατταν πλέοντες καὶ ταῖς ἄλλαις ἐργασίαις
10ἐπιχειροῦντες αἳ νῦν διὰ τὸν πόλεμον ἐκλελοίπασιν.
De pac
.

21

Ὀψόμεθα δὲ τὴν πόλιν διπλασίας μὲν ἢ νῦν τὰς προσό‐ δους λαμβάνουσαν, μεστὴν δὲ γιγνομένην ἐμπόρων καὶ ξένων καὶ μετοίκων ὧν νῦν ἐρήμη καθέστηκεν. Τὸ δὲ μέγιστον· συμμάχους ἕξομεν ἅπαντας ἀνθρώπους, οὐ
5βεβιασμένους, ἀλλὰ πεπεισμένους, οὐδ’ ἐν ταῖς μὲν
ἀσφαλείαις διὰ τὴν δύναμιν ἡμᾶς ὑποδεχομένους, ἐν δὲ τοῖς κινδύνοις ἀποστησομένους, ἀλλ’ οὕτω διακειμένους ὥσπερ χρὴ τοὺς ὡς ἀληθῶς συμμάχους καὶ φίλους ὄντας.17
De pac
.

22

Πρὸς δὲ τούτοις ἃ νῦν ἀπολαβεῖν οὐ δυνάμεθα διὰ πολέμου καὶ πολλῆς δαπάνης, ταῦτα διὰ πρεσβείας ῥᾳδίως κομιούμεθα. Μὴ γὰρ οἴεσθε μήτε Κερσοβλέπτην ὑπὲρ Χερρονήσου μήτε Φίλιππον ὑπὲρ Ἀμφιπόλεως πολεμήσειν,
5ὅταν ἴδωσιν ἡμᾶς μηδενὸς τῶν ἀλλοτρίων ἐφιεμένους. Νῦν μὲν γὰρ εἰκότως φοβοῦνται γείτονα ποιήσασθαι τὴν πόλιν ταῖς αὑτῶν δυναστείαις·
De pac
.

23

ὁρῶσιν γὰρ ἡμᾶς οὐ στέργοντας ἐφ’ οἷς ἂν ἔχωμεν, ἀλλ’ ἀεὶ τοῦ πλείονος ὀρεγομένους· ἢν δὲ μεταβαλώμεθα τὸν τρόπον καὶ δόξαν βελτίω λάβωμεν, οὐ μόνον ἀποστήσονται τῆς ἡμετέρας,
5ἀλλὰ καὶ τῆς αὑτῶν προσδώσουσι· λυσιτελεῖ γὰρ αὐτοῖς θεραπεύουσιν τὴν δύναμιν τὴν τῆς πόλεως ἀσφαλῶς ἔχειν τὰς αὑτῶν βασιλείας.
De pac
.

24

Καὶ μὲν δὴ καὶ τῆς Θρᾴκης ἡμῖν ἐξέσται τοσαύτην ἀποτεμέσθαι χώραν ὥστε μὴ μόνον αὐτοὺς ἄφθονον ἔχειν, ἀλλὰ καὶ τοῖς δεομένοις τῶν Ἑλλήνων καὶ δι’ ἀπορίαν πλανωμένοις
5ἱκανὸν δύνασθαι βίον παρασχεῖν. Ὅπου γὰρ Ἀθηνόδωρος καὶ Καλλίστρατος, ὁ μὲν ἰδιώτης ὢν, ὁ δὲ φυγὰς, οἰκίσαι πόλεις οἷοί τε γεγόνασιν, ἦ που βουληθέντες ἡμεῖς πολλοὺς ἂν τόπους τοιούτους κατασχεῖν δυνηθεῖμεν. Χρὴ δὲ τοὺς πρωτεύειν ἐν τοῖς Ἕλλησιν ἀξιοῦντας
10τοιούτων ἔργων ἡγεμόνας γίγνεσθαι πολὺ μᾶλλον ἢ πολέ‐ μου καὶ στρατοπέδων ξενικῶν, ὧν νῦν ἐπιθυμοῦντες ἡμεῖς τυγχάνομεν.
De pac
.

25

Περὶ μὲν οὖν ὧν οἱ πρέσβεις ἐπαγγέλλονται, καὶ
ταῦθ’ ἱκανὰ καὶ πόλλ’ ἂν ἴσως τις προσθείη τούτοις· ἡγοῦμαι δὲ δεῖν ἡμᾶς οὐ μόνον ψηφισαμένους τὴν εἰρήνην ἐκ τῆς ἐκκλησίας ἀπελθεῖν, ἀλλὰ καὶ βουλευσα‐18
5μένους ὅπως ἄξομεν αὐτὴν καὶ μὴ ποιήσομεν ὅπερ εἰώθαμεν, ὀλίγον χρόνον διαλιπόντες πάλιν εἰς τὰς αὐτὰς καταστησόμεθα ταραχὰς, μηδ’ ἀναβολὴν, ἀλλ’ ἀπαλλαγὴν εὑρήσομέν τινα τῶν κακῶν τῶν παρόντων.
De pac
.

26

Οὐδὲν δὲ τούτων οἷόν τ’ ἐστιν γενέσθαι πρότερον, πρὶν ἂν πεισθῆτε τὴν μὲν ἡσυχίαν ὠφελιμωτέραν καὶ κερδαλεωτέ‐ ραν εἶναι τῆς πολυπραγμοσύνης, τὴν δὲ δικαιοσύνην τῆς
5ἀδικίας, τὴν δὲ τῶν ἰδίων ἐπιμέλειαν τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας. Περὶ ὧν οὐδεὶς πώποτε τῶν ῥητόρων εἰπεῖν ἐν ὑμῖν ἐτόλμησεν· ἐγὼ δὲ περὶ αὐτῶν τούτων τοὺς πλείστους τῶν λόγων μέλλω ποιεῖσθαι πρὸς ὑμᾶς· ὁρῶ γὰρ τὴν εὐδαιμονίαν ἐν τούτοις ἐνοῦσαν, ἀλλ’ οὐκ ἐν οἷς
10νῦν τυγχάνομεν πράττοντες.
De pac
.

27

Ἀνάγκη δὲ τὸν ἔξω τῶν εἰθισμένων ἐπιχειροῦντα δημηγορεῖν καὶ τὰς ὑμετέρας γνώμας μεταστῆσαι βουλόμενον πολλῶν πραγμάτων ἅψασ‐ θαι καὶ διὰ μακροτέρων τοὺς λόγους ποιήσασθαι, καὶ
5τὰ μὲν ἀναμνῆσαι, τῶν δὲ κατηγορῆσαι, τὰ δ’ ἐπαινέσαι, περὶ δὲ τῶν συμβουλεῦσαι· μόλις γὰρ ἄν τις ὑμᾶς ἐξ ἁπάντων τούτων ἐπὶ τὸ βέλτιον φρονῆσαι δυνηθείη προ‐ αγαγεῖν.
De pac
.

28

Ἔχει γὰρ οὕτως. Ἐμοὶ δοκοῦσιν ἅπαντες μὲν ἐπιθυμεῖν τοῦ συμφέροντος καὶ τοῦ πλέον ἔχειν τῶν ἄλλων, οὐκ εἰδέναι δὲ τὰς πράξεις τὰς ἐπὶ ταῦτα φερούσας, ἀλλὰ ταῖς δόξαις διαφέρειν ἀλλήλων· οἱ μὲν
5γὰρ ἔχειν ἐπιεικεῖς καὶ στοχάζεσθαι τοῦ δέοντος δυνα‐ μένας, οἱ δ’ ὡς οἷόν τε πλεῖστον τοῦ συμφέροντος διαμαρ‐ τανούσας.
De pac
.

29

Ὅπερ καὶ τῇ πόλει συμβέβηκεν. Ἡμεῖς γὰρ οἰόμεθα μὲν, ἢν τὴν θάλατταν πλέωμεν πολλαῖς τριήρεσι καὶ βιαζώμεθα τὰς πόλεις συντάξεις διδόναι καὶ συνέδρους ἐνθάδε πέμπειν, διαπράξεσθαί τι τῶν
19
5δεόντων· πλεῖστον δὲ διεψεύσμεθα τῆς ἀληθείας. Ὧν μὲν γὰρ ἠλπίζομεν, οὐδὲν ἀποβέβηκεν, ἔχθραι δ’ ἡμῖν ἐξ αὐτῶν καὶ πόλεμοι καὶ δαπάναι μεγάλαι γεγόνασιν· εἰκότως·
De pac
.

30

καὶ γὰρ τὸ πρότερον ἐκ μὲν τῆς τοιαύτης πολυπραγμοσύνης εἰς τοὺς ἐσχάτους κινδύνους κατέστη‐ μεν, ἐκ δὲ τοῦ δικαίαν τὴν πόλιν παρέχειν καὶ βοηθεῖν τοῖς ἀδικουμένοις καὶ μὴ τῶν ἀλλοτρίων ἐπιθυμεῖν παρ’
5ἑκόντων τῶν Ἑλλήνων τὴν ἡγεμονίαν ἐλάβομεν· ὧν νῦν ἀλογίστως καὶ λίαν εἰκῇ πολὺν ἤδη χρόνον καταφρονοῦμεν.
De pac
.

31

Εἰς τοῦτο γάρ τινες ἀνοίας ἐληλύθασιν ὥσθ’ ὑπει‐ λήφασι τὴν μὲν ἀδικίαν ἐπονείδιστον μὲν εἶναι, κερδαλέαν δὲ καὶ πρὸς τὸν βίον τὸν καθ’ ἡμέραν συμφέρουσαν, τὴν δὲ δικαιοσύνην εὐδόκιμον μὲν, ἀλυσιτελῆ δὲ καὶ μᾶλλον
5δυναμένην τοὺς ἄλλους ὠφελεῖν ἢ τοὺς ἔχοντας αὐτὴν,
De pac
.

32

κακῶς εἰδότες ὡς οὔτε πρὸς χρηματισμὸν οὔτε πρὸς δόξαν οὔτε πρὸς ἃ δεῖ πράττειν οὔθ’ ὅλως πρὸς εὐδαι‐ μονίαν οὐδὲν ἂν συμβάλοιτο τηλικαύτην δύναμιν ὅσην περ ἀρετὴ καὶ τὰ μέρη ταύτης. Τοῖς γὰρ ἀγαθοῖς οἷς
5ἔχομεν ἐν τῇ ψυχῇ, τούτοις κτώμεθα καὶ τὰς ἄλλας ὠφελείας, ὧν δεόμενοι τυγχάνομεν· ὥσθ’ οἱ τῆς αὑτῶν διανοίας ἀμελοῦντες λελήθασι σφᾶς αὐτοὺς ἅμα τοῦ τε φρονεῖν ἄμεινον καὶ τοῦ πράττειν βέλτιον ὀλιγωροῦντες.
De pac
.

33

Θαυμάζω δ’ εἴ τις οἴεται τοὺς τὴν εὐσέβειαν καὶ
τὴν δικαιοσύνην ἀσκοῦντας καρτερεῖν καὶ μένειν ἐν τούτοις, ἐλπίζοντας ἔλαττον ἕξειν τῶν πονηρῶν, ἀλλ’ οὐχ ἡγουμένους καὶ παρὰ θεοῖς καὶ παρ’ ἀνθρώποις πλέον20
5οἴσεσθαι τῶν ἄλλων. Ἐγὼ μὲν γὰρ πέπεισμαι τούτους μόνους ὧν δεῖ πλεονεκτεῖν, τοὺς δ’ ἄλλους ὧν οὐ βέλτιόν ἐστιν.
De pac
.

34

Ὁρῶ γὰρ τοὺς μὲν τὴν ἀδικίαν προτιμῶντας καὶ τὸ λαβεῖν τι τῶν ἀλλοτρίων μέγιστον ἀγαθὸν νομίζον‐ τας ὅμοια πάσχοντας τοῖς δελεαζομένοις τῶν ζῴων, καὶ κατ’ ἀρχὰς μὲν ἀπολαύοντας ὧν ἂν λάβωσιν, ὀλίγῳ δ’ ὕστε‐
5ρον ἐν τοῖς μεγίστοις κακοῖς ὄντας, τοὺς δὲ μετ’ εὐσεβείας καὶ δικαιοσύνης ζῶντας ἔν τε τοῖς παροῦσιν χρόνοις ἀσφα‐ λῶς διάγοντας καὶ περὶ τοῦ σύμπαντος αἰῶνος ἡδίους τὰς ἐλπίδας ἔχοντας.
De pac
.

35

Καὶ ταῦτ’ εἰ μὴ κατὰ πάντων οὕτως εἴθισται συμβαίνειν, ἀλλὰ τό γ’ ὡς ἐπὶ τὸ πολὺ τοῦτον γίγνεται τὸν τρόπον. Χρὴ δὲ τοὺς εὖ φρονοῦν‐ τας, ἐπειδὴ τὸ μέλλον ἀεὶ συνοίσειν οὐ καθορῶμεν, τὸ
5πολλάκις ὠφελοῦν, τοῦτο φαίνεσθαι προαιρουμένους. Πάν‐ των δ’ ἀλογώτατον πεπόνθασιν, ὅσοι κάλλιον μὲν ἐπιτή‐ δευμα νομίζουσιν εἶναι καὶ θεοφιλέστερον τὴν δικαιοσύνην τῆς ἀδικίας, χεῖρον δ’ οἴονται βιώσεσθαι τοὺς ταύτῃ χρωμένους τῶν τὴν πονηρίαν προῃρημένων.
De pac
.

36

Ἠβουλόμην δ’ ἂν, ὥσπερ προσῆκόν ἐστιν ἐπαι‐ νεῖσθαι τὴν ἀρετὴν, οὕτω πρόχειρον εἶναι πεῖσαι τοὺς ἀκούοντας ἀσκεῖν αὐτήν· νῦν δὲ δέδοικα μὴ μάτην τὰ
τοιαῦτα λέγωμεν. Διεφθάρμεθα γὰρ πολὺν ἤδη χρόνον21
5ὑπ’ ἀνθρώπων οὐδὲν ἀλλ’ ἢ φενακίζειν δυναμένων, οἳ τοσοῦτον τοῦ πλήθους καταπεφρονήκασιν ὥσθ’ ὁπόταν βουληθῶσιν πόλεμον πρός τινας ἐξενεγκεῖν, αὐτοὶ χρήματα λαμβάνοντες λέγειν τολμῶσιν ὡς χρὴ τοὺς προγόνους μιμεῖσθαι καὶ μὴ περιορᾶν ἡμᾶς αὐτοὺς καταγελωμένους,
10μηδὲ τὴν θάλατταν πλέοντας τοὺς μὴ τὰς συντάξεις ἐθέλοντας ἡμῖν ὑποτελεῖν.
De pac
.

37

Ἡδέως ἂν οὖν αὐτῶν πυθοίμην, τίσιν ἡμᾶς τῶν προγεγενημένων κελεύουσιν ὁμοίους γίγνεσθαι, πότερα τοῖς περὶ τὰ Περσικὰ γενο‐ μένοις ἢ τοῖς πρὸ τοῦ πολέμου τοῦ Δεκελεικοῦ τὴν
5πόλιν διοικήσασιν; Εἰ μὲν γὰρ τούτοις, οὐδὲν ἀλλ’ ἢ συμβουλεύουσιν ἡμῖν πάλιν περὶ ἀνδραποδισμοῦ κινδυ‐ νεύειν·
De pac
.

38

εἰ δὲ τοῖς [ἐν] Μαραθῶνι τοὺς βαρβάρους νικήσασιν καὶ τοῖς πρὸ τούτων γενομένοις, πῶς οὐ πάντων ἀναισχυντότατοι τυγχάνουσιν ὄντες, εἰ τοὺς τότε πολιτευομένους ἐπαινοῦντες τἀναντία πράττειν
5ἐκείνοις πείθουσιν ἡμᾶς, καὶ τοιαῦτ’ ἐξαμαρτάνειν περὶ ὧν ἀπορῶ τί ποιήσω, πότερα χρήσωμαι ταῖς ἀληθείαις ὥσπερ περὶ τῶν ἄλλων, ἢ κατασιωπήσω δείσας τὴν πρὸς ὑμᾶς ἀπέχθειαν; Δοκεῖ μὲν γάρ μοι βέλτιον εἶναι δια‐ λεχθῆναι περὶ αὐτῶν, ὁρῶ δ’ ὑμᾶς χαλεπώτερον διατιθε‐
10μένους πρὸς τοὺς ἐπιτιμῶντας ἢ πρὸς τοὺς αἰτίους τῶν κακῶν γεγενημένους.
De pac
.

39

Οὐ μὴν ἀλλ’ αἰσχυνθείην ἂν, εἰ φανείην μᾶλλον φροντίζων τῆς ἐμαυτοῦ δόξης ἢ τῆς κοινῆς σωτηρίας. Ἐμὸν μὲν οὖν ἔργον ἐστὶν καὶ τῶν ἄλλων τῶν κηδομένων τῆς πόλεως προαιρεῖσθαι
5τῶν λόγων μὴ τοὺς ἡδίστους, ἀλλὰ τοὺς ὠφελιμωτάτους· ὑμᾶς δὲ χρὴ πρῶτον μὲν τοῦτο γιγνώσκειν, ὅτι τῶν μὲν περὶ τὸ σῶμα νοσημάτων πολλαὶ θεραπεῖαι καὶ παντο‐ δαπαὶ τοῖς ἰατροῖς εὕρηνται, ταῖς δὲ ψυχαῖς ταῖς ἀγνοούσαις καὶ γεμούσαις πονηρῶν ἐπιθυμιῶν οὐδέν ἐστιν22
10ἄλλο φάρμακον πλὴν λόγος ὁ τολμῶν τοῖς ἁμαρτανομένοις ἐπιπλήττειν,
De pac
.

40

ἔπειθ’ ὅτι καταγέλαστόν ἐστιν τὰς μὲν καύσεις καὶ τὰς τομὰς τῶν ἰατρῶν ὑπομένειν ἵνα πλειόνων ἀλγηδόνων ἀπαλλαγῶμεν, τοὺς δὲ λόγους ἀποδο‐ κιμάζειν πρὶν εἰδέναι σαφῶς, εἰ τοιαύτην ἔχουσιν τὴν
5δύναμιν ὥστ’ ὠφελῆσαι τοὺς ἀκούοντας.
De pac
.

41

Τούτου δ’ ἕνεκα ταῦτα προεῖπον, ὅτι περὶ τῶν λοιπῶν οὐδὲν ὑποστειλάμενος, ἀλλὰ παντάπασιν ἀνειμένως μέλλω τοὺς λόγους ποιεῖσθαι πρὸς ὑμᾶς. Τίς γὰρ ἄλλοθεν ἐπελθὼν καὶ μήπω συνδιεφθαρμένος ἡμῖν, ἀλλ’ ἐξαίφνης
5ἐπιστὰς τοῖς γιγνομένοις οὐκ ἂν μαίνεσθαι καὶ παραφρο‐ νεῖν ἡμᾶς νομίσειεν; Οἳ φιλοτιμούμεθα μὲν ἐπὶ τοῖς τῶν προγόνων ἔργοις καὶ τὴν πόλιν ἐκ τῶν τότε πραχθέντων ἐγκωμιάζειν ἀξιοῦμεν, οὐδὲν δὲ τῶν αὐτῶν ἐκείνοις πράτ‐ τομεν, ἀλλὰ πᾶν τοὐναντίον.
De pac
.

42

Οἱ μὲν γὰρ ὑπὲρ τῶν Ἑλλήνων τοῖς βαρβάροις πολεμοῦντες διετέλεσαν, ἡμεῖς δὲ τοὺς ἐκ τῆς Ἀσίας τὸν βίον ποριζομένους ἐκεῖθεν ἀναστήσαντες ἐπὶ τοὺς Ἕλληνας ἠγάγομεν· κἀκεῖνοι μὲν
5ἐλευθεροῦντες τὰς πόλεις τὰς Ἑλληνίδας καὶ βοηθοῦντες αὐταῖς τῆς ἡγεμονίας ἠξιώθησαν, ἡμεῖς δὲ καταδουλού‐ μενοι καὶ τἀναντία τοῖς τότε πράττοντες ἀγανακτοῦμεν, εἰ μὴ τὴν αὐτὴν τιμὴν ἐκείνοις ἕξομεν,
De pac
.

43

οἳ τοσοῦτον ἀπολελείμμεθα καὶ τοῖς ἔργοις καὶ ταῖς διανοίαις τῶν κατ’
ἐκεῖνον τὸν χρόνον γενομένων, ὅσον οἱ μὲν ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας τήν τε πατρίδα τὴν αὑτῶν ἐκλιπεῖν ἐτόλ‐23
5μησαν καὶ μαχόμενοι καὶ ναυμαχοῦντες τοὺς βαρβάρους ἐνίκησαν, ἡμεῖς δ’ οὐδ’ ὑπὲρ τῆς ἡμετέρας αὐτῶν πλεο‐ νεξίας κινδυνεύειν ἀξιοῦμεν,
De pac
.

44

ἀλλ’ ἄρχειν μὲν ἁπάν‐ των ζητοῦμεν, στρατεύεσθαι δ’ οὐκ ἐθέλομεν, καὶ πόλεμον μὲν μικροῦ δεῖν πρὸς ἅπαντας ἀνθρώπους ἀναιρούμεθα, πρὸς δὲ τοῦτον οὐχ ἡμᾶς αὐτοὺς ἀσκοῦμεν, ἀλλ’ ἀνθρώπους
5τοὺς μὲν ἀπόλιδας, τοὺς δ’ αὐτομόλους, τοὺς δ’ ἐκ τῶν ἄλλων κακουργιῶν συνερρυηκότας, οἷς ὁπόταν τις διδῷ πλείω μισθὸν, μετ’ ἐκείνων ἐφ’ ἡμᾶς ἀκολουθήσουσιν.
De pac
.

45

Ἀλλ’ ὅμως οὕτως αὐτοὺς ἀγαπῶμεν ὥσθ’ ὑπὲρ μὲν τῶν παίδων τῶν ἡμετέρων, εἰ περί τινας ἐξαμάρτοιεν, οὐκ ἂν ἐθελήσαιμεν δίκας ὑποσχεῖν, ὑπὲρ δὲ τῆς ἐκείνων ἁρπαγῆς καὶ βίας καὶ παρανομίας μελλόντων τῶν ἐγκλημάτων ἐφ’
5ἡμᾶς ἥξειν οὐχ ὅπως ἀγανακτοῦμεν, ἀλλὰ καὶ χαίρομεν ὅταν ἀκούσωμεν αὐτοὺς τοιοῦτόν τι διαπεπραγμένους.
De pac
.

46

Εἰς τοῦτο δὲ μωρίας ἐληλύθαμεν ὥστ’ αὐτοὶ μὲν ἐνδεεῖς τῶν καθ’ ἡμέραν ἐσμὲν, ξενοτροφεῖν δ’ ἐπικεχειρήκαμεν, καὶ τοὺς συμμάχους τοὺς ἡμετέρους αὐτῶν ἰδίᾳ λυμαινόμεθα
5καὶ δασμολογοῦμεν ἵνα τοῖς ἁπάντων ἀνθρώπων κοινοῖς ἐχθροῖς τὸν μισθὸν ἐκπορίζωμεν.
De pac
.

47

Τοσούτῳ δὲ χείρους ἐσμὲν τῶν προγόνων, οὐ μόνον τῶν εὐδοκιμησάντων, ἀλλὰ καὶ τῶν μισηθέντων, ὅσον ἐκεῖνοι μὲν εἰ πολεμεῖν πρός
τινας ψηφίσαιντο, μεστῆς οὔσης ἀργυρίου καὶ χρυσίου τῆς24
5ἀκροπόλεως ὅμως ὑπὲρ τῶν δοξάντων τοῖς αὑτῶν σώμασιν ᾤοντο δεῖν κινδυνεύειν, ἡμεῖς δ’ εἰς τοσαύτην ἀπορίαν ἐληλυθότες καὶ τοσοῦτοι τὸ πλῆθος ὄντες ὥσπερ βασιλεὺς ὁ μέγας μισθωτοῖς χρώμεθα τοῖς στρατοπέδοις.
De pac
.

48

Καὶ τότε μὲν εἰ τριήρεις πληροῖεν, τοὺς μὲν ξένους καὶ τοὺς δούλους ναύτας εἰσεβίβαζον, τοὺς δὲ πολίτας μεθ’ ὅπλων ἐξέπεμπον· νῦν δὲ τοῖς μὲν ξένοις ὁπλίταις χρώμεθα,
5τοὺς δὲ πολίτας ἐλαύνειν ἀναγκάζομεν, ὥσθ’ ὁπόταν ἀποβαίνωσιν εἰς τὴν τῶν πολεμίων, οἱ μὲν ἄρχειν τῶν Ἑλλήνων ἀξιοῦντες ὑπηρέσιον ἔχοντες ἐκβαίνουσιν, οἱ δὲ, τοιοῦτοι τὰς φύσεις ὄντες οἵους ὀλίγῳ πρότερον διῆλθον, μεθ’ ὅπλων κινδυνεύουσιν.
De pac
.

49

Ἀλλὰ γὰρ τὰ κατὰ τὴν πόλιν ἄν τις ἰδὼν καλῶς διοικούμενα περὶ τῶν ἄλλων θαρρήσειεν, ἀλλ’ οὐκ ἂν ἐπ’ αὐτοῖς τούτοις μάλιστ’ ἀγανακτήσειεν; Οἵτινες αὐτόχθονες μὲν εἶναί φαμεν καὶ τὴν πόλιν ταύτην προτέραν οἰκισθῆναι
5τῶν ἄλλων, προσῆκον δ’ ἡμᾶς ἅπασιν εἶναι παράδειγμα τοῦ καλῶς καὶ τεταγμένως πολιτεύεσθαι, χεῖρον καὶ ταραχωδέστερον τὴν ἡμετέραν αὐτῶν διοικοῦμεν τῶν ἄρτι τὰς πόλεις οἰκιζόντων,
De pac
.

50

καὶ σεμνυνόμεθα μὲν καὶ μέγα φρονοῦμεν ἐπὶ τῷ βέλτιον γεγονέναι τῶν ἄλλων, ῥᾴδιον δὲ μεταδίδομεν τοῖς βουλομένοις ταύτης τῆς εὐγενείας ἢ Τριβαλλοὶ καὶ Λευκανοὶ τῆς αὑτῶν δυσγενείας· πλείστους
5δὲ τιθέμενοι νόμους οὕτως ὀλίγον αὐτῶν φροντίζομεν—ἓν γὰρ ἀκούσαντες γνώσεσθε καὶ περὶ τῶν ἄλλων—ὥστε, θανάτου τῆς ζημίας ἐπικειμένης ἤν τις ἁλῷ δεκάζων, τοὺς τοῦτο φανερώτατα ποιοῦντας στρατηγοὺς χειροτονοῦμεν,
καὶ τὸν πλείστους διαφθεῖραι τῶν πολιτῶν δυνηθέντα,25
10τοῦτον ἐπὶ τὰ μέγιστα τῶν πραγμάτων καθίσταμεν·
De pac
.

51

σπουδάζοντες δὲ περὶ τὴν πολιτείαν οὐχ ἧττον ἢ περὶ τὴν σωτηρίαν ὅλης τῆς πόλεως, καὶ τὴν δημοκρατίαν εἰδότες ἐν μὲν ταῖς ἡσυχίαις καὶ ταῖς ἀσφαλείαις αὐξανο‐ μένην καὶ διαμένουσαν, ἐν δὲ τοῖς πολέμοις δὶς ἤδη κατα‐
5λυθεῖσαν, πρὸς μὲν τοὺς τῆς εἰρήνης ἐπιθυμοῦντας ὡς πρὸς ὀλιγαρχικοὺς ὄντας δυσκόλως ἔχομεν, τοὺς δὲ τὸν πόλεμον ποιοῦντας ὡς τῆς δημοκρατίας κηδομένους εὔνους εἶναι νομίζομεν·
De pac
.

52

ἐμπειρότατοι δὲ λόγων καὶ πραγμά‐ των ὄντες οὕτως ἀλογίστως ἔχομεν, ὥστε περὶ τῶν αὐτῶν τῆς αὐτῆς ἡμέρας οὐ ταὐτὰ γιγνώσκομεν, ἀλλ’ ὧν μὲν πρὶν εἰς τὴν ἐκκλησίαν ἀναβῆναι κατηγοροῦμεν, ταῦτα
5συνελθόντες χειροτονοῦμεν, οὐ πολὺν δὲ χρόνον διαλιπόντες τοῖς ἐνθάδε ψηφισθεῖσιν, ἐπειδὰν ἀπίωμεν, πάλιν ἐπιτι‐ μῶμεν· προσποιούμενοι δὲ σοφώτατοι τῶν Ἑλλήνων εἶναι, τοιούτοις χρώμεθα συμβούλοις ὧν οὐκ ἔστιν ὅστις οὐκ ἂν καταφρονήσειεν, καὶ τοὺς αὐτοὺς τούτους κυρίους ἁπάντων
10τῶν κοινῶν καθίσταμεν, οἷς οὐδεὶς ἂν οὐδὲν τῶν ἰδίων ἐπι‐ τρέψειεν.
De pac
.

53

Ὃ δὲ πάντων σχετλιώτατον· οὓς γὰρ ὁμολογήσαιμεν ἂν πονηροτάτους εἶναι τῶν πολιτῶν, τού‐ τους πιστοτάτους φύλακας ἡγούμεθα τῆς πολιτείας εἶναι, καὶ τοὺς μὲν μετοίκους τοιούτους εἶναι νομίζομεν οἵους
5περ ἂν τοὺς προστάτας νέμωσιν, αὐτοὶ δ’ οὐκ οἰόμεθα τὴν αὐτὴν λήψεσθαι δόξαν τοῖς προεστῶσιν ἡμῶν.
De pac
.

54

Το‐ σοῦτον δὲ διαφέρομεν τῶν προγόνων, ὅσον ἐκεῖνοι μὲν τοὺς αὐτοὺς προστάτας τε τῆς πόλεως ἐποιοῦντο καὶ στρατηγοὺς ᾑροῦντο, νομίζοντες τὸν ἐπὶ τοῦ βήματος τὰ βέλτιστα
5συμβουλεῦσαι δυνάμενον, τὸν αὐτὸν τοῦτον ἄριστ’ ἂν βου‐ λεύσασθαι καὶ καθ’ αὑτὸν γενόμενον, ἡμεῖς δὲ τοὐναντίον τούτων ποιοῦμεν·26
De pac
.

55

οἷς μὲν γὰρ περὶ τῶν μεγίστων συμβούλοις χρώμεθα, τούτους μὲν οὐκ ἀξιοῦμεν στρατη‐ γοὺς χειροτονεῖν ὡς νοῦν οὐκ ἔχοντας, οἷς δ’ οὐδεὶς ἂν οὔτε περὶ τῶν ἰδίων οὔτε περὶ τῶν κοινῶν συμβουλεύσαιτο,
5τούτους δ’ αὐτοκράτορας ἐκπέμπομεν ὡς ἐκεῖ σοφωτέρους ἐσομένους καὶ ῥᾷον βουλευσομένους περὶ τῶν Ἑλληνικῶν πραγμάτων ἢ περὶ τῶν ἐνθάδε προτιθεμένων.
De pac
.

56

Λέγω δὲ ταῦτ’ οὐ κατὰ πάντων, ἀλλὰ κατὰ τῶν ἐνόχων τοῖς λεγομένοις ὄντων. Ἐπιλίποι δ’ ἄν με τὸ λοιπὸν μέρος τῆς ἡμέρας, εἰ πάσας τὰς πλημμελείας τὰς ἐν τοῖς πράγμασιν
5ἐγγεγενημένας ἐξετάζειν ἐπιχειροίην.
De pac
.

57

Τάχ’ οὖν ἄν τις τῶν σφόδρα τοῖς λεγομένοις ἐνόχων ὄντων ἀγανακτήσας ἐρωτήσειεν· «πῶς, εἴπερ οὕτω κακῶς βουλευόμεθα, σωζόμεθα καὶ δύναμιν οὐδεμιᾶς πόλεως ἐλάττω κεκτημένοι τυγχάνομεν;» ἐγὼ δὲ πρὸς ταῦτ’
5ἀποκριναίμην ἂν, ὅτι τοὺς ἀντιπάλους ἔχομεν οὐδὲν βέλτιον ἡμῶν φρονοῦντας.
De pac
.

58

Εἰ γὰρ μετὰ τὴν μάχην ἣν ἐνίκησαν Θηβαῖοι Λακεδαιμονίους, ἐκεῖνοι μὲν ἐλευθερώ‐ σαντες τὴν Πελοπόννησον καὶ τοὺς ἄλλους αὐτονόμους ποιήσαντες ἡσυχίαν εἶχον, ἡμεῖς δὲ τοιαῦτ’ ἐξημαρτά‐
5νομεν, οὔτ’ ἂν οὗτος ἔσχεν ταύτην ποιήσασθαι τὴν ἐρώ‐ τησιν, ἡμεῖς τ’ ἂν ἔγνωμεν ὅσῳ κρεῖττόν ἐστιν τὸ σωφρονεῖν τοῦ πολυπραγμονεῖν.
De pac
.

59

Νῦν δ’ ἐνταῦθα τὰ
πράγματα περιέστηκεν, ὥστε Θηβαῖοι μὲν ἡμᾶς σώζουσιν, ἡμεῖς δὲ Θηβαίους, καὶ συμμάχους ἐκεῖνοι μὲν ἡμῖν ποιοῦσιν, ἡμεῖς δ’ ἐκείνοις. Ὥστ’ εἰ νοῦν ἔχοιμεν, ἀλλήλοις27
5ἂν εἰς τὰς ἐκκλησίας ἀργύριον παρέχοιμεν· ὁπότεροι γὰρ ἂν πλεονάκις συλλεγῶσιν, οὗτοι τοὺς ἐναντίους ἄμεινον πράττειν ποιοῦσιν.
De pac
.

60

Χρὴ δὲ τοὺς καὶ μικρὰ λογίζεσθαι δυναμένους οὐκ ἐν τοῖς τῶν ἐχθρῶν ἁμαρτήμασιν τὰς ἐλπίδας ἔχειν τῆς σωτηρίας, ἀλλ’ ἐν τοῖς αὑτῶν πράγμασιν καὶ ταῖς αὑτῶν διανοίαις· τὸ μὲν γὰρ διὰ τὴν ἐκείνων
5ἀμαθίαν συμβαῖνον ἡμῖν ἀγαθὸν τυχὸν ἂν παύσαιτο καὶ λάβοι μεταβολὴν, τὸ δὲ δι’ ἡμᾶς αὐτοὺς γιγνόμενον βεβαιο‐ τέρως ἂν ἔχοι καὶ μᾶλλον παραμείνειεν ἡμῖν.
De pac
.

61

Πρὸς μὲν οὖν τοὺς εἰκῇ τὰς ἐπιλήψεις ποιουμένους οὐ χαλεπὸν ἀντειπεῖν· εἰ δὲ δή τις μοι παραστὰς τῶν ἐπιεικέστερον διακειμένων ἀληθῆ μὲν λέγειν με προσο‐ μολογήσειεν καὶ προσηκόντως ἐπιτιμᾶν τοῖς γιγνομένοις,
5δίκαιον δ’ εἶναι φαίη τοὺς ἐπ’ εὐνοίᾳ νουθετοῦντας μὴ μόνον κατηγορεῖν τῶν πεπραγμένων,
De pac
.

62

ἀλλὰ καὶ συμ‐ βουλεύειν τίνων ἀπεχόμενοι καὶ ποίων ὀρεγόμενοι παυσαί‐ μεθ’ ἂν ταύτην ἔχοντες τὴν γνώμην καὶ τοιαῦτ’ ἐξαμαρτά‐ νοντες, οὗτος ὁ λόγος ἀπορεῖν ἄν με ποιήσειεν ἀποκρίσεως,
5οὐκ ἀληθοῦς καὶ συμφερούσης, ἀλλ’ ἀρεσκούσης ὑμῖν. Οὐ μὴν ἀλλ’ ἐπειδή περ ἀποκεκαλυμμένως ὥρμημαι λέγειν, οὐκ ἀποκνητέον ἀποφήνασθαι καὶ περὶ τούτων.
De pac
.

63

Ἃ μὲν οὖν ὑπάρχειν δεῖ τοῖς μέλλουσιν εὐδαιμονή‐ σειν, τὴν εὐσέβειαν καὶ τὴν σωφροσύνην καὶ τὴν δικαιοσύνην καὶ τὴν ἄλλην ἀρετὴν, ὀλίγῳ πρότερον εἰρήκαμεν· ὡς δ’ ἂν
τάχιστα πρὸς τὸ τοιοῦτοι γενέσθαι παιδευθεῖμεν, ἀληθὲς28
5μέν ἐστι τὸ ῥηθησόμενον, ἴσως δ’ ἂν ἀκούσασιν ὑμῖν δεινὸν εἶναι δόξειεν καὶ παρὰ πολὺ τῆς τῶν ἄλλων ἐξηλλαγμένον διανοίας.
De pac
.

64

Ἐγὼ γὰρ ἡγοῦμαι καὶ τὴν πόλιν ἡμᾶς ἄμεινον οἰκήσειν καὶ βελτίους αὐτοὺς ἔσεσθαι καὶ πρὸς ἁπάσας τὰς πράξεις ἐπιδώσειν, ἢν παυσώμεθα τῆς ἀρχῆς τῆς κατὰ θάλατταν ἐπιθυμοῦντες. Αὕτη γάρ ἐστιν ἡ καὶ
5νῦν εἰς ταραχὴν ἡμᾶς καθιστᾶσα καὶ τὴν δημοκρατίαν ἐκείνην καταλύσασα μεθ’ ἧς οἱ πρόγονοι ζῶντες εὐδαιμο‐ νέστατοι τῶν Ἑλλήνων ἦσαν, καὶ σχεδὸν ἁπάντων αἰτία τῶν κακῶν ὧν αὐτοί τ’ ἔχομεν καὶ τοῖς ἄλλοις παρέχομεν.
De pac
.

65

Οἶδα μὲν οὖν ὅτι χαλεπόν ἐστιν δυναστείας ὑπὸ πάν‐ των ἐρωμένης καὶ περιμαχήτου γεγενημένης κατηγοροῦντα δοκεῖν ἀνεκτόν τι λέγειν· ὅμως δ’ ἐπειδή περ ὑπεμείνατε καὶ τοὺς ἄλλους λόγους, ἀληθεῖς μὲν ὄντας, φιλαπεχθή‐
5μονας δὲ, καὶ τοῦτον ὑμῶν ἀνασχέσθαι δέομαι,
De pac
.

66

καὶ μὴ καταγνῶναί μου τοιαύτην μανίαν, ὡς ἄρ’ ἐγὼ προειλό‐ μην ἂν διαλεχθῆναι πρὸς ὑμᾶς περὶ πραγμάτων οὕτω παραδόξων εἰ μή τι λέγειν ἀληθὲς εἶχον περὶ αὐτῶν. Νῦν
5δ’ οἶμαι πᾶσιν φανερὸν ποιήσειν ὡς οὔτε δικαίας ἀρχῆς ἐπιθυμοῦμεν οὔτε γενέσθαι δυνατῆς οὔτε συμφερούσης ἡμῖν.
De pac
.

67

Ὅτι μὲν οὖν οὐ δικαίας, παρ’ ὑμῶν μαθὼν ὑμᾶς ἔχω διδάσκειν. Ὅτε γὰρ Λακεδαιμόνιοι ταύτην εἶχον τὴν δύνα‐ μιν, ποίους λόγους οὐκ ἀνηλώσαμεν, κατηγοροῦντες μὲν τῆς ἐκείνων ἀρχῆς, διεξιόντες δ’ ὡς δίκαιόν ἐστιν αὐτονό‐
5μους εἶναι τοὺς Ἕλληνας;
De pac
.

68

Τίνας δὲ τῶν πόλεων τῶν ἐλλογίμων οὐ παρεκαλέσαμεν ἐπὶ τὴν συμμαχίαν τὴν ὑπὲρ τούτων συστᾶσαν; Πόσας δὲ πρεσβείας ὡς βασιλέα
τὸν μέγαν ἀπεστείλαμεν, διδαξούσας αὐτὸν ὡς οὔτε29
5δίκαιόν ἐστιν οὔτε συμφέρον μίαν πόλιν κυρίαν εἶναι τῶν Ἑλλήνων; Οὐ πρότερον δ’ ἐπαυσάμεθα πολεμοῦντες καὶ κινδυνεύοντες καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν πρὶν ἠθέλησαν Λακεδαιμόνιοι ποιήσασθαι τὰς συνθήκας τὰς περὶ τῆς αὐτονομίας.
De pac
.

69

Ὅτι μὲν οὖν οὐ δίκαιόν ἐστιν τοὺς κρείττους τῶν ἡττόνων ἄρχειν, ἐν ἐκείνοις τε τοῖς χρόνοις τυγχάνομεν ἐγνωκότες καὶ νῦν ἐπὶ τῆς πολιτείας τῆς παρ’ ἡμῖν καθεστηκυίας.
5 Ὡς δ’ οὐδ’ ἂν δυνηθεῖμεν τὴν ἀρχὴν ταύτην καταστρέ‐ ψασθαι, ταχέως οἶμαι δηλώσειν. Ἣν γὰρ μετὰ μυρίων ταλάντων οὐχ οἷοί τ’ ἦμεν διαφυλάξαι, πῶς ἂν ταύτην ἐκ τῆς παρούσης ἀπορίας κτήσασθαι δυνηθεῖμεν, ἄλλως τε καὶ χρώμενοι τοῖς ἤθεσιν οὐχ οἷς ἐλάβομεν, ἀλλ’ οἷς
10ἀπωλέσαμεν αὐτήν;
De pac
.

70

Ὡς τοίνυν οὐδὲ δέξασθαι διδο‐ μένην τῇ πόλει συμφέρει, δοκεῖτέ μοι τάχιστ’ ἂν ἐκεῖθεν καταμαθεῖν. Μᾶλλον δὲ καὶ περὶ τούτων βούλομαι μικρὰ προειπεῖν· δέδοικα γὰρ μὴ διὰ τὸ πολλοῖς ἐπιτιμᾶν δόξω
5τισὶν προῃρῆσθαι τῆς πόλεως κατηγορεῖν.
De pac
.

71

Ἐγὼ δ’ εἰ μὲν πρὸς ἄλλους τινὰς ἐπεχείρουν οὕτω διεξιέναι περὶ τῶν πραγμάτων, εἰκότως ἂν εἶχον τὴν αἰτίαν ταύτην· νῦν δὲ πρὸς ὑμᾶς ποιοῦμαι τοὺς λόγους, οὐ δια‐ βάλλειν ἑτέροις ἐπιθυμῶν, ἀλλ’ αὐτοὺς βουλόμενος παῦσαι
5τῶν τοιούτων ἔργων, καὶ τὴν εἰρήνην, περὶ ἧς ἅπας ὁ λόγος ἐστὶν, βεβαίως καὶ τὴν πόλιν καὶ τοὺς ἄλλους Ἕλληνας ἀγαγεῖν.
De pac
.

72

Ἀνάγκη δὲ τοὺς νουθετοῦντας καὶ τοὺς κατηγοροῦντας τοῖς μὲν λόγοις χρῆσθαι πα‐
ραπλησίοις, τὰς δὲ διανοίας ἔχειν ἀλλήλοις ὡς οἷόν τ’ ἐναντιωτάτας. Ὥστε περὶ τῶν ταὐτὰ λεγόντων οὐκ ἀεὶ30
5προσήκει τὴν αὐτὴν ὑμᾶς γνώμην ἔχειν, ἀλλὰ τοὺς μὲν ἐπὶ βλάβῃ λοιδοροῦντας μισεῖν ὡς κακόνους ὄντας τῇ πόλει, τοὺς δ’ ἐπ’ ὠφελείᾳ νουθετοῦντας ἐπαινεῖν καὶ βελτίστους τῶν πολιτῶν νομίζειν,
De pac
.

73

καὶ τούτων αὐτῶν μάλιστα τὸν ἐναργέστατα δυνάμενον δηλῶσαι τὰς πονηρίας τῶν πράξεων καὶ τὰς συμφορὰς τὰς ἐπ’ αὐτῶν γιγνομένας· οὗτος γὰρ ἂν τάχιστα ποιήσειεν ὑμᾶς, μισήσαντας ἃ δεῖ,
5βελτιόνων ἐπιθυμῆσαι πραγμάτων. Ὑπὲρ μὲν οὖν τῆς τῶν λόγων τραχύτητος καὶ τῶν εἰρημένων καὶ τῶν ῥηθήσεσθαι μελλόντων ταῦτ’ ἔχω λέγειν πρὸς ὑμᾶς· ὅθεν δ’ ἀπέλιπον, πάλιν ποιήσομαι τὴν ἀρχήν.
De pac
.

74

Ἔφασκον γὰρ ἐκεῖθεν κάλλιστ’ ἂν ὑμᾶς καταμαθεῖν ὡς οὐ συμφέρει λαβεῖν τὴν κατὰ θάλατταν ἀρχὴν, εἰ σκέ‐ ψαισθε τίνα τρόπον ἡ πόλις διέκειτο πρὶν τὴν δύναμιν ταύτην κτήσασθαι καὶ πῶς ἐπειδὴ κατέσχεν αὐτήν· ἢν γὰρ
5ταῦτα παρ’ ἄλληλα τῇ διανοίᾳ θεωρήσητε, γνώσεσθ’ ὅσων κακῶν αἰτία τῇ πόλει γέγονεν.
De pac
.

75

Ἡ μὲν τοίνυν πολιτεία τοσούτῳ βελτίων ἦν καὶ κρείττων ἡ τότε τῆς ὕστερον καταστάσης, ὅσῳπερ Ἀρισ‐ τείδης καὶ Θεμιστοκλῆς καὶ Μιλτιάδης ἄνδρες ἀμείνους ἦσαν Ὑπερβόλου καὶ Κλεοφῶντος καὶ τῶν νῦν δημηγο‐
5ρούντων· τὸν δὲ δῆμον εὑρήσετε τὸν τότε πολιτευόμενον οὐκ ἀργίας οὐδ’ ἀπορίας οὐδ’ ἐλπίδων κενῶν ὄντα μεστὸν,
De pac
.

76

ἀλλὰ νικᾶν μὲν δυνάμενον ἐν ταῖς μάχαις ἅπαντας τοὺς εἰς τὴν χώραν εἰσβάλλοντας, ἀριστείων δ’ ἀξιού‐
μενον ἐν τοῖς ὑπὲρ τῆς Ἑλλάδος κινδύνοις, οὕτω δὲ πισ‐ τευόμενον ὥστε τὰς πλείστας αὐτῷ τῶν πόλεων ἑκούσας31
5ἐγχειρίσαι σφᾶς αὐτάς.
De pac
.

77

Τούτων δ’ ὑπαρχόντων ἀντὶ μὲν τῆς πολιτείας τῆς παρὰ πᾶσιν εὐδοκιμούσης ἐπὶ τοιαύτην ἀκολασίαν ἡ δύναμις ἡμᾶς αὕτη προήγαγεν, ἣν οὐδεὶς ἂν ἀνθρώπων ἐπαινέσειεν· ἀντὶ δὲ τοῦ νικᾶν τοὺς
5ἐπιστρατεύοντας οὕτω τοὺς πολίτας ἐπαίδευσεν ὥστε μηδὲ πρὸ τῶν τειχῶν τολμᾶν ἐπεξιέναι τοῖς πολεμίοις·
De pac
.

78

ἀντὶ δὲ τῆς εὐνοίας τῆς παρὰ τῶν συμμάχων αὐτοῖς ὑπαρ‐ χούσης καὶ τῆς δόξης τῆς παρὰ τῶν ἄλλων Ἑλλήνων εἰς τοσοῦτον μῖσος κατέστησεν ὥστε παρὰ μικρὸν ἐλθεῖν ἐξαν‐
5δραποδισθῆναι τὴν πόλιν, εἰ μὴ Λακεδαιμονίων τῶν ἐξ ἀρχῆς πολεμούντων εὐνουστέρων ἐτύχομεν ἢ τῶν πρότερον ἡμῖν συμμάχων ὄντων.
De pac
.

79

Οἷς οὐκ ἂν δικαίως ἐγκαλοῖμεν ὅτι χαλεπῶς πρὸς ἡμᾶς διετέθησαν· οὐ γὰρ ὑπάρχοντες, ἀλλ’ ἀμυνόμενοι καὶ πολλὰ καὶ δεινὰ παθόντες τοιαύτην γνώμην ἔσχον περὶ ἡμᾶς. Τίς γὰρ ἂν ὑπέμεινεν τὴν ἀσέλ‐
5γειαν τῶν πατέρων τῶν ἡμετέρων, οἳ συναγαγόντες ἐξ ἁπάσης τῆς Ἑλλάδος τοὺς ἀργοτάτους καὶ τοὺς ἁπα‐ σῶν τῶν πονηριῶν μετέχοντας, πληροῦντες τούτων τὰς τριήρεις, ἀπηχθάνοντο τοῖς Ἕλλησιν, καὶ τοὺς μὲν βελ‐ τίστους τῶν ἐν ταῖς ἄλλαις πόλεσιν ἐξέβαλλον, τοῖς
10δὲ πονηροτάτοις τῶν Ἑλλήνων τἀκείνων διένεμον;
De pac
.

80

Ἀλλὰ γὰρ εἰ τολμήσαιμι περὶ τῶν ἐν ἐκείνοις τοῖς πράγμασιν γενομένων ἀκριβῶς διελθεῖν, ὑμᾶς μὲν ἴσως ἂν ποιήσαιμι βέλτιον βουλεύσασθαι περὶ τῶν παρόντων, αὐτὸς δ’ ἂν διαβληθείην· εἰώθατε γὰρ μισεῖν οὐχ οὕτω τοὺς
5αἰτίους τῶν ἁμαρτημάτων ὡς τοὺς κατηγοροῦντας αὐτῶν.32
De pac
.

81

Τοιαύτην οὖν ὑμῶν γνώμην ἐχόντων δέδοικα μὴ πει‐ ρώμενος ὑμᾶς εὐεργετεῖν αὐτὸς ἀπολαύσω τι φλαῦρον. Οὐ μὴν ἀποστήσομαι παντάπασιν ὧν διενοήθην, ἀλλὰ τὰ μὲν πικρότατα καὶ μάλιστ’ ἂν ὑμᾶς λυπήσοντα παραλείψω,
5μνησθήσομαι δὲ τούτων μόνον ἐξ ὧν γνώσεσθε τὴν ἄνοιαν τῶν τότε πολιτευομένων.
De pac
.

82

Οὕτω γὰρ ἀκριβῶς εὕρισ‐ κον ἐξ ὧν ἄνθρωποι μάλιστ’ ἂν μισηθεῖεν, ὥστ’ ἐψηφί‐ σαντο τὸ περιγιγνόμενον τῶν πόρων ἀργύριον διελόντες κατὰ τάλαντον εἰς τὴν ὀρχήστραν τοῖς Διονυσίοις εἰσφέ‐
5ρειν ἐπειδὰν πλῆρες ᾖ τὸ θέατρον· καὶ ταῦτ’ ἐποίουν καὶ παρεισῆγον τοὺς παῖδας τῶν ἐν τῷ πολέμῳ τετελευτηκότων, ἀμφοτέροις ἐπιδεικνύοντες, τοῖς μὲν συμμάχοις τὰς τιμὰς τῆς οὐσίας αὐτῶν ὑπὸ μισθωτῶν εἰσφερομένας, τοῖς δ’ ἄλλοις Ἕλλησι τὸ πλῆθος τῶν ὀρφανῶν καὶ τὰς συμφορὰς τὰς
10διὰ τὴν πλεονεξίαν ταύτην γιγνομένας.
De pac
.

83

Καὶ ταῦτα δρῶντες αὐτοί τε τὴν πόλιν εὐδαιμόνιζον καὶ πολλοὶ τῶν νοῦν οὐκ ἐχόντων ἐμακάριζον αὐτὴν, τῶν μὲν συμβήσεσθαι διὰ ταῦτα μελλόντων οὐδεμίαν ποιούμενοι πρόνοιαν, τὸν δὲ
5πλοῦτον θαυμάζοντες καὶ ζηλοῦντες, ὃς ἀδίκως εἰς τὴν πόλιν εἰσελθὼν καὶ τὸν δικαίως ὑπάρξαντα διὰ ταχέων ἤμελλε προσαπολεῖν.
De pac
.

84

Εἰς τοῦτο γὰρ κατέστησαν τῶν μὲν οἰκείων ἀμελείας, τῶν δ’ ἀλλοτρίων ἐπιθυμίας, ὥστε Λακεδαιμονίων εἰσβεβληκότων εἰς τὴν χώραν καὶ τοῦ τείχους ἤδη τοῦ Δεκελειᾶσιν ἑστηκότος εἰς Σικελίαν
5τριήρεις ἐπλήρουν, καὶ οὐκ ᾐσχύνοντο τὴν μὲν πατρίδα τεμνομένην καὶ πορθουμένην περιορῶντες, ἐπὶ δὲ τοὺς οὐδὲν πώποτ’ εἰς ἡμᾶς ἐξαμαρτόντας στρατιὰν ἐκπέμ‐ ποντες,33
De pac
.

85

ἀλλ’ εἰς τοῦτ’ ἀφροσύνης ἦλθον ὥστε, τῶν προαστείων τῶν οἰκείων οὐ κρατοῦντες, Ἰταλίας καὶ Σικελίας καὶ Καρχηδόνος ἄρξειν προσεδόκησαν. Τοσοῦτον δὲ διήνεγκαν ἀνοίᾳ πάντων ἀνθρώπων ὥστε τοὺς μὲν
5ἄλλους αἱ συμφοραὶ συστέλλουσι καὶ ποιοῦσιν ἐμφρονεσ‐ τέρους, ἐκεῖνοι δ’ οὐδ’ ὑπὸ τούτων ἐπαιδεύθησαν.
De pac
.

86

Καί‐ τοι πλείοσιν καὶ μείζοσιν περιέπεσον ἐπὶ τῆς ἀρχῆς ταύτης τῶν ἐν ἅπαντι τῷ χρόνῳ τῇ πόλει γεγενημένων. Εἰς Αἴγυπτον μέν γε διακόσιαι πλεύσασαι τριήρεις αὐτοῖς τοῖς
5πληρώμασιν διεφθάρησαν, περὶ δὲ Κύπρον πεντήκοντα καὶ ἑκατόν· ἐν Δάτῳ δὲ μυρίους ὁπλίτας αὑτῶν καὶ τῶν συμμάχων ἀπώλεσαν, ἐν Σικελίᾳ δὲ τέτταρας μυριάδας καὶ τριήρεις τετταράκοντα καὶ διακοσίας, τὸ δὲ τελευταῖον ἐν Ἑλλησπόντῳ διακοσίας.
De pac
.

87

Τὰς δὲ κατὰ δέκα καὶ πέντε καὶ πλείους τούτων ἀπολλυμένας καὶ τοὺς κατὰ χιλίους καὶ δισχιλίους ἀποθνήσκοντας τίς ἂν ἐξαριθμή‐ σειεν; Πλὴν ἓν ἦν τοῦτο τῶν ἐγκυκλίων, ταφὰς ποιεῖν καθ’
5ἕκαστον τὸν ἐνιαυτὸν, εἰς ἃς πολλοὶ καὶ τῶν ἀστυγει‐ τόνων καὶ τῶν ἄλλων Ἑλλήνων ἐφοίτων, οὐ συμπενθή‐ σοντες τοὺς τεθνεῶτας, ἀλλὰ συνησθησόμενοι ταῖς ἡμε‐ τέραις συμφοραῖς.
De pac
.

88

Τελευτῶντες δ’ ἔλαθον σφᾶς αὐτοὺς τοὺς μὲν τάφους τοὺς δημοσίους τῶν πολιτῶν ἐμπλή‐ σαντες, τὰς δὲ φρατρίας καὶ τὰ γραμματεῖα τὰ ληξιαρχικὰ
τῶν οὐδὲν τῇ πόλει προσηκόντων. Γνοίη δ’ ἄν τις ἐκεῖθεν34
5μάλιστα τὸ πλῆθος τῶν ἀπολλυμένων· τὰ γὰρ γένη τῶν ἀνδρῶν τῶν ὀνομαστοτάτων καὶ τοὺς οἴκους τοὺς μεγίσ‐ τους, οἳ καὶ τὰς τυραννικὰς στάσεις καὶ τὸν Περσικὸν πόλεμον διέφυγον, εὑρήσομεν ἐπὶ τῆς ἀρχῆς, ἧς ἐπιθυ‐ μοῦμεν, ἀναστάτους γεγενημένους.
De pac
.

89

Ὥστ’ εἴ τις σκοπεῖσθαι βούλοιτο περὶ τῶν ἄλλων ὥσπερ πρὸς δεῖγμα τοῦτ’ ἀναφέρων, φανεῖμεν ἂν μικροῦ δεῖν ἀντηλλαγμένοι. Καίτοι χρὴ πόλιν μὲν εὐδαιμονίζειν μὴ τὴν ἐξ ἁπάν‐
5των [τῶν] ἀνθρώπων εἰκῇ πολλοὺς πολίτας ἀθροίζουσαν, ἀλλὰ τὴν τὸ γένος τῶν ἐξ ἀρχῆς τὴν πόλιν οἰκισάντων μᾶλλον τῶν ἄλλων διασώζουσαν, ἄνδρας δὲ ζηλοῦν μὴ τοὺς τὰς τυραννίδας κατέχοντας μηδὲ τοὺς μείζω δυνασ‐ τείαν τοῦ δικαίου κεκτημένους, ἀλλὰ τοὺς ἀξίους μὲν
10ὄντας τῆς μεγίστης τιμῆς, στέργοντας δ’ ἐπὶ ταῖς ὑπὸ τοῦ πλήθους διδομέναις.
De pac
.

90

Ταύτης γὰρ ἕξιν οὔτ’ ἀνὴρ οὔτε πόλις λαβεῖν ἂν δύναιτο σπουδαιοτέραν οὐδ’ ἀσφαλεσ‐ τέραν οὐδὲ πλείονος ἀξίαν· ἥνπερ οἱ περὶ τὰ Περσικὰ γενόμενοι σχόντες οὐχ ὁμοίως τοῖς λῃσταῖς ἐβίωσαν,
5τοτὲ μὲν πλείω τῶν ἱκανῶν ἔχοντες, τοτὲ δ’ ἐν σιτοδείαις καὶ πολιορκίαις καὶ τοῖς μεγίστοις κακοῖς καθεστῶτες, ἀλλὰ περὶ μὲν τὴν τροφὴν τὴν καθ’ ἡμέραν οὔτ’ ἐν ἐνδείαις οὔτ’ ἐν ὑπερβολαῖς ὄντες, ἐπὶ δὲ τῇ τῆς πολιτείας δικαιο‐ σύνῃ καὶ ταῖς ἀρεταῖς ταῖς αὑτῶν φιλοτιμούμενοι καὶ τὸν
10βίον ἥδιον τῶν ἄλλων διάγοντες.
De pac
.

91

Ὧν ἀμελήσαντες
οἱ γενόμενοι μετ’ ἐκείνους οὐκ ἄρχειν, ἀλλὰ τυραννεῖν ἐπεθύμησαν, ἃ δοκεῖ μὲν τὴν αὐτὴν ἔχειν δύναμιν, πλεῖσ‐ τον δ’ ἀλλήλων κεχώρισται· τῶν μὲν γὰρ ἀρχόντων ἔργον35
5ἐστὶν τοὺς ἀρχομένους ταῖς αὑτῶν ἐπιμελείαις ποιεῖν εὐδαιμονεστέρους, τοῖς δὲ τυράννοις ἔθος καθέστηκεν τοῖς τῶν ἄλλων πόνοις καὶ κακοῖς αὑτοῖς ἡδονὰς παρασκευάζειν. Ἀνάγκη δὲ τοὺς τοιούτοις ἔργοις ἐπιχειροῦντας τυραννι‐ καῖς καὶ ταῖς συμφοραῖς περιπίπτειν, καὶ τοιαῦτα πάσ‐
10χειν οἷά περ ἂν καὶ τοὺς ἄλλους δράσωσιν.
De pac
.

92

Ἃ καὶ τῇ πόλει συνέπεσεν· ἀντὶ μὲν γὰρ τοῦ φρουρεῖν τὰς τῶν ἄλλων ἀκροπόλεις, τῆς αὑτῶν ἐπεῖδον τοὺς πολεμίους κυρίους γενομένους· ἀντὶ δὲ τοῦ παῖδας ὁμήρους λαμβάνειν
5ἀποσπῶντες ἀπὸ πατέρων καὶ μητέρων, πολλοὶ τῶν πολι‐ τῶν ἠναγκάσθησαν τοὺς αὑτῶν ἐν τῇ πολιορκίᾳ χεῖρον παιδεύειν καὶ τρέφειν ἢ προσῆκεν αὐτοῖς· ἀντὶ δὲ τοῦ γεωργεῖν τὰς χώρας τὰς ἀλλοτρίας, πολλῶν ἐτῶν οὐδ’ ἰδεῖν αὐτοῖς ἐξεγένετο τὴν αὑτῶν.
De pac
.

93

Ὥστ’ εἴ τις ἡμᾶς ἐρωτήσειε εἰ δεξαίμεθ’ ἂν τοσοῦτον χρόνον ἄρξαντες τοιαῦτα παθοῦσαν τὴν πόλιν ἐπιδεῖν, τίς ἂν ὁμολογήσειεν, πλὴν εἴ τις παντάπασιν ἀπονενοημένος ἐστὶν καὶ μήθ’
5ἱερῶν μήτε γονέων μήτε παίδων μήτ’ ἄλλου μηδενὸς φρον‐ τίζει πλὴν τοῦ χρόνου μόνον τοῦ καθ’ αὑτόν; Ὧν οὐκ ἄξιον τὴν διάνοιαν ζηλοῦν, ἀλλὰ πολὺ μᾶλλον τῶν πολλὴν πρόνοιαν ποιουμένων καὶ μηδὲν ἧττον ὑπὲρ τῆς κοινῆς δόξης ἢ τῆς ἰδίας φιλοτιμουμένων καὶ προαιρουμένων
10μέτριον βίον μετὰ δικαιοσύνης μᾶλλον ἢ μέγαν πλοῦτον μετ’ ἀδικίας.
De pac
.

94

Καὶ γὰρ οἳ πρόγονοι τοιούτους αὑτοὺς
παρασχόντες τήν τε πόλιν εὐδαιμονεστάτην τοῖς ἐπιγιγνο‐ μένοις παρέδοσαν καὶ τῆς αὑτῶν ἀρετῆς ἀθάνατον τὴν μνήμην κατέλιπον. Ἐξ ὧν ἀμφότερα ῥᾴδιόν ἐστιν καταμα‐36
5θεῖν, καὶ τὴν χώραν ἡμῶν ὅτι δύναται τρέφειν ἄνδρας ἀμείνους τῶν ἄλλων, καὶ τὴν καλουμένην μὲν ἀρχὴν, οὖσαν δὲ συμφορὰν, ὅτι πέφυκε χείρους ἅπαντας ποιεῖν τοὺς χρωμένους αὐτῇ.
De pac
.

95

Μέγιστον δὲ τεκμήριον· οὐ γὰρ μόνον ἡμᾶς, ἀλλὰ καὶ τὴν Λακεδαιμονίων πόλιν διέφθειρεν, ὥστε τοῖς εἰθισμένοις ἐπαινεῖν τὰς ἐκείνων ἀρετὰς οὐχ οἷόν τ’ ἐστιν εἰπεῖν τοῦτον τὸν λόγον, ὡς ἡμεῖς μὲν διὰ τὸ δημοκρατεῖσθαι
5κακῶς ἐχρησάμεθα τοῖς πράγμασιν, εἰ δὲ Λακεδαιμόνιοι ταύτην τὴν δύναμιν παρέλαβον, εὐδαίμονας ἂν καὶ τοὺς ἄλλους καὶ σφᾶς αὐτοὺς ἐποίησαν. Πολὺ γὰρ θᾶττον ἐν ἐκείνοις ἐπεδείξατο τὴν φύσιν τὴν αὑτῆς· τὴν γὰρ πολιτείαν, ἣν ἐν ἑπτακοσίοις ἔτεσιν οὐδεὶς οἶδεν οὔθ’
10ὑπὸ κινδύνων οὔθ’ ὑπὸ συμφορῶν κινηθεῖσαν, ταύτην ἐν ὀλίγῳ χρόνῳ σαλεῦσαι καὶ λυθῆναι παρὰ μικρὸν ἐποίησεν.
De pac
.

96

Ἀντὶ γὰρ τῶν καθεστώτων παρ’ αὐτοῖς ἐπιτηδευμά‐ των τοὺς μὲν ἰδιώτας ἐνέπλησεν ἀδικίας, ῥᾳθυμίας, ἀνομίας, φιλαργυρίας, τὸ δὲ κοινὸν τῆς πόλεως ὑπεροψίας μὲν τῶν συμμάχων, ἐπιθυμίας δὲ τῶν ἀλλοτρίων, ὀλιγωρίας
5δὲ τῶν ὅρκων καὶ τῶν συνθηκῶν. Τοσοῦτον γὰρ ὑπερεβά‐ λοντο τοὺς ἡμετέρους τοῖς εἰς τοὺς Ἕλληνας ἁμαρ‐ τήμασιν, ὅσον πρὸς τοῖς πρότερον ὑπάρχουσιν σφαγὰς
καὶ στάσεις ἐν ταῖς πόλεσιν ἐποίησαν, ἐξ ὧν ἀειμνήστους τὰς ἔχθρας πρὸς ἀλλήλους ἕξουσιν.37
De pac
.

97

Οὕτω δὲ φιλο‐ πολέμως καὶ φιλοκινδύνως διετέθησαν, τὸν ἄλλον χρόνον πρὸς τὰ τοιαῦτα πεφυλαγμένως μᾶλλον τῶν ἄλλων ἔχοντες, ὥστ’ οὐδὲ τῶν συμμάχων οὐδὲ τῶν εὐεργετῶν
5ἀπέσχοντο τῶν σφετέρων αὐτῶν, ἀλλὰ βασιλέως μὲν αὐτοῖς εἰς τὸν πρὸς ἡμᾶς πόλεμον πλέον ἢ πεντακισχίλια τάλαντα παρασχόντος, Χίων δὲ προθυμότατα πάντων τῶν συμμάχων τῷ ναυτικῷ συγκινδυνευσάντων,
De pac
.

98

Θηβαίων δὲ μεγίστην δύναμιν εἰς τὸ πεζὸν συμβαλομένων, οὐκ ἔφθασαν τὴν ἀρχὴν κατασχόντες, καὶ Θηβαίοις μὲν εὐθὺς ἐπεβούλευσαν, ἐπὶ δὲ τὸν βασιλέα Κλέαρχον καὶ στρατιὰν
5ἀνέπεμψαν, Χίων δὲ τοὺς μὲν πρώτους τῶν πολιτῶν ἐφυγάδευσαν, τὰς δὲ τριήρεις ἐκ τῶν νεωρίων ἐξελκύσαντες ἁπάσας ᾤχοντο λαβόντες.
De pac
.

99

Οὐκ ἐξήρκεσεν δ’ αὐτοῖς ταῦτ’ ἐξαμαρτεῖν, ἀλλὰ περὶ τοὺς αὐτοὺς χρόνους ἐπόρ‐ θουν μὲν τὴν ἤπειρον, ὕβριζον δὲ τὰς νήσους, ἀνῄρουν δὲ τὰς ἐν Ἰταλίᾳ καὶ Σικελίᾳ πολιτείας καὶ τυράννους
5καθίστασαν, ἐλυμαίνοντο δὲ τὴν Πελοπόννησον καὶ μεστὴν στάσεων καὶ πολέμων ἐποίησαν. Ἐπὶ ποίαν γὰρ τῶν πόλεων οὐκ ἐστράτευσαν; Ἢ περὶ τίνας αὐτῶν οὐκ ἐξήμαρτον;
De pac
.

100

Οὐκ Ἠλείων μὲν μέρος τι τῆς χώρας ἀφείλοντο, τὴν δὲ γῆν τὴν Κορινθίων ἔτεμον, Μαντινέας δὲ διῴκισαν, Φλειασίους δ’ ἐξεπολιόρκησαν, εἰς δὲ τὴν Ἀργείαν εἰσέβαλον, οὐδὲν δ’ ἐπαύσαντο τοὺς μὲν ἄλλους
5κακῶς ποιοῦντες, αὑτοῖς δὲ τὴν ἧτταν τὴν ἐν Λεύκτροις
παρασκευάζοντες; Ἥν φασίν τινες αἰτίαν γεγενῆσθαι τῇ Σπάρτῃ τῶν κακῶν, οὐκ ἀληθῆ λέγοντες· οὐ γὰρ διὰ ταύτην ὑπὸ τῶν συμμάχων ἐμισήθησαν, ἀλλὰ διὰ τὰς ὕβρεις τὰς ἐν τοῖς ἔμπροσθεν χρόνοις καὶ ταύτην ἡττήθη‐38
10σαν καὶ περὶ τῆς αὑτῶν ἐκινδύνευσαν.
De pac
.

101

Χρὴ δὲ τὰς αἰτίας ἐπιφέρειν οὐ τοῖς κακοῖς τοῖς ἐπιγιγνομένοις, ἀλλὰ τοῖς πρώτοις τῶν ἁμαρτημάτων ἐξ ὧν ἐπὶ τὴν τελευτὴν ταύτην κατηνέχθησαν. Ὥστε πολὺ ἄν τις
5ἀληθέστερα τυγχάνοι λέγων, εἰ φαίη τότε τὴν ἀρχὴν αὐτοῖς γεγενῆσθαι τῶν συμφορῶν, ὅτε τὴν ἀρχὴν τῆς θαλάττης παρελάμβανον· ἐκτῶντο γὰρ δύναμιν οὐδὲν ὁμοίαν τῇ πρότερον ὑπαρχούσῃ.
De pac
.

102

Διὰ μὲν γὰρ τὴν κατὰ γῆν ἡγεμονίαν καὶ τὴν εὐταξίαν καὶ τὴν καρτερίαν τὴν ἐν αὐτῇ μελετωμένην ῥᾳδίως τῆς κατὰ θάλατταν δυνάμεως ἐπεκράτησαν, διὰ δὲ τὴν ἀκολασίαν τὴν ὑπὸ [ταύτης]
5τῆς ἀρχῆς αὐτοῖς ἐγγενομένην ταχέως κἀκείνης τῆς ἡγεμονίας ἀπεστερήθησαν. Οὐ γὰρ ἔτι τοὺς νόμους ἐφύ‐ λαττον οὓς παρὰ τῶν προγόνων παρέλαβον, οὐδ’ ἐν τοῖς ἤθεσιν ἔμενον οἷς πρότερον εἶχον,
De pac
.

103

ἀλλ’ ὑπολαβόντες ἐξεῖναι ποιεῖν αὑτοῖς ὅ τι ἂν βουληθῶσιν, εἰς πολλὴν ταραχὴν κατέστησαν. Οὐ γὰρ ᾔδεσαν τὴν ἐξουσίαν, ἧς πάντες εὔχονται τυχεῖν, ὡς δύσχρηστός ἐστιν, οὐδ’ ὡς
5παραφρονεῖν ποιεῖ τοὺς ἀγαπῶντας αὐτὴν, οὐδ’ ὅτι τὴν
φύσιν ὁμοίαν ἔχει ταῖς ἑταίραις ταῖς ἐρᾶν μὲν αὑτῶν ποιούσαις, τοὺς δὲ χρωμένους ἀπολλυούσαις.39
De pac
.

104

Καί‐ τοι φανερῶς ἐπιδέδεικται ταύτην ἔχουσα τὴν δύναμιν· τοὺς γὰρ ἐν πλείσταις ἐξουσίαις γεγενημένους ἴδοι τις ἂν ταῖς μεγίσταις συμφοραῖς περιπεπτωκότας, ἀρξαμέ‐
5νους ἀφ’ ἡμῶν καὶ Λακεδαιμονίων. Αὗται γὰρ αἱ πόλεις καὶ πολιτευόμεναι πρότερον σωφρονέστατα καὶ δόξαν ἔχουσαι καλλίστην, ἐπειδὴ ταύτης ἔτυχον καὶ τὴν ἀρχὴν ἔλαβον, οὐδὲν ἀλλήλων διήνεγκαν, ἀλλ’ ὥσπερ προσήκει τοὺς ὑπὸ τῶν αὐτῶν ἐπιθυμιῶν καὶ τῆς αὐτῆς νόσου
10διεφθαρμένους, καὶ ταῖς πράξεσιν ταῖς αὐταῖς ἐπεχείρη‐ σαν καὶ τοῖς ἁμαρτήμασιν παραπλησίοις ἐχρήσαντο καὶ τὸ τελευταῖον ὁμοίαις ταῖς συμφοραῖς περιέπεσον.
De pac
.

105

Ἡμεῖς τε γὰρ μισηθέντες ὑπὸ τῶν συμμάχων καὶ περὶ ἀνδραποδισμοῦ κινδυνεύσαντες ὑπὸ Λακεδαιμονίων ἐσώ‐ θημεν, ἐκεῖνοί τε πάντων αὐτοὺς ἀπολέσαι βουληθέντων ἐφ’ ἡμᾶς καταφυγόντες δι’ ἡμῶν τῆς σωτηρίας ἔτυχον.
5Καίτοι πῶς χρὴ τὴν ἀρχὴν ταύτην ἐπαινεῖν τὴν τὰς τελευτὰς οὕτω πονηρὰς ἔχουσαν; Ἢ πῶς οὐ μισεῖν καὶ φεύγειν τὴν πολλὰ καὶ δεινὰ ποιεῖν ἀμφοτέρας τὰς πόλεις ἐπάρασαν καὶ παθεῖν ἀναγκάσασαν;
De pac
.

106

Οὐκ ἄξιον δὲ θαυμάζειν εἰ τὸν ἄλλον χρόνον ἐλάνθανεν ἅπαντας τοσούτων οὖσα κακῶν αἰτία τοῖς ἔχουσιν αὐτὴν, οὐδ’ εἰ περιμάχητος ἦν ὑφ’ ἡμῶν καὶ Λακεδαιμονίων· εὑρήσετε γὰρ τοὺς πλείστους τῶν ἀνθρώ‐
5πων περὶ τὰς αἱρέσεις τῶν πραγμάτων ἁμαρτάνοντας, καὶ πλείους μὲν ἐπιθυμίας ἔχοντας τῶν κακῶν ἢ τῶν
ἀγαθῶν, ἄμεινον δὲ βουλευομένους ὑπὲρ τῶν ἐχθρῶν ἢ σφῶν αὐτῶν.40
De pac
.

107

Καὶ ταῦτ’ ἴδοι τις ἂν ἐπὶ τῶν μεγίσ‐ των. Τί γὰρ οὐχ οὕτω γέγονεν; Οὐχ ἡμεῖς μὲν τοιαῦτα προῃρούμεθα πράττειν ἐξ ὧν Λακεδαιμόνιοι δεσπόται τῶν Ἑλλήνων κατέστησαν, ἐκεῖνοι δ’ οὕτω κακῶς προύστησαν
5τῶν πραγμάτων ὥσθ’ ἡμᾶς οὐ πολλοῖς ἔτεσιν ὕστερον πάλιν ἐπιπολάσαι καὶ κυρίους γενέσθαι τῆς ἐκείνων σωτη‐ ρίας;
De pac
.

108

Οὐχ ἡ μὲν τῶν ἀττικιζόντων πολυπραγμοσύνη λακωνίζειν τὰς πόλεις ἐποίησεν, ἡ δὲ τῶν λακωνιζόντων ὕβρις ἀττικίζειν τὰς αὐτὰς ταύτας ἠνάγκασεν; Οὐ διὰ μὲν τὴν τῶν δημηγορούντων πονηρίαν αὐτὸς ὁ δῆμος
5ἐπεθύμησεν τῆς ὀλιγαρχίας τῆς ἐπὶ τῶν τετρακοσίων καταστάσης, διὰ δὲ τὴν τῶν τριάκοντα μανίαν ἅπαντες δημοτικώτεροι γεγόναμεν τῶν Φυλὴν καταλαβόντων;
De pac
.

109

Ἀλλὰ γὰρ ἐπὶ τῶν ἐλαττόνων καὶ τοῦ βίου τοῦ καθ’ ἡμέραν ἐπιδείξειεν ἄν τις τοὺς πολλοὺς χαίροντας μὲν καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἐπιτηδευμάτων τοῖς καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν βλάπτουσιν, ἐπίπονα δὲ καὶ χαλεπὰ
5νομίζοντας ἀφ’ ὧν ἀμφότερα [καὶ] ταῦτ’ ἂν ὠφελοῖτο, καὶ καρτεροὺς εἶναι δοκοῦντας τοὺς ἐν τούτοις ἐμμέ‐ νοντας.
De pac
.

110

Οἵτινες οὖν, ἐν οἷς ἀεὶ ζῶσιν καὶ περὶ ὧν αὐτοῖς μᾶλλον μέλει, τὰ χείρω φαίνονται προαιρού‐ μενοι, τί θαυμαστὸν εἰ περὶ τῆς ἀρχῆς τῆς κατὰ θάλατταν ἀγνοοῦσιν καὶ μάχονται πρὸς ἀλλήλους, περὶ ἧς μηδεὶς
5πώποτ’ αὐτοῖς λογισμὸς εἰσῆλθεν;
De pac
.

111

Ὁρᾶτε δὲ καὶ τὰς μοναρχίας τὰς ἐν ταῖς πόλεσιν
καθισταμένας, ὅσους ἔχουσιν τοὺς ἐπιθυμητὰς καὶ τοὺς ἑτοίμους ὄντας ὁτιοῦν πάσχειν ὥστε κατασχεῖν αὐτάς. Αἷς τί τῶν δεινῶν ἢ τῶν χαλεπῶν οὐ πρόσεστιν; Οὐκ41
5εὐθὺς ἐπειδὰν λάβωσι τὰς δυναστείας, ἐν τοσούτοις ἐμπεπλεγμένοι κακοῖς εἰσιν,
De pac
.

112

ὥστ’ ἀναγκάζεσθαι πολεμεῖν μὲν ἅπασι τοῖς πολίταις, μισεῖν δ’ ὑφ’ ὧν οὐδὲν κακὸν πεπόνθασιν, ἀπιστεῖν δὲ τοῖς φίλοις καὶ τοῖς ἑταίροις τοῖς αὑτῶν, παρακατατίθεσθαι δὲ τὴν τῶν
5σωμάτων σωτηρίαν μισθοφόροις ἀνθρώποις οὓς οὐδὲ πώποτ’ εἶδον, μηδὲν δ’ ἧττον φοβεῖσθαι τοὺς φυλάττοντας ἢ τοὺς ἐπιβουλεύοντας, οὕτω δ’ ὑπόπτως πρὸς ἅπαντας ἔχειν ὥστε μηδὲ τοῖς οἰκειοτάτοις θαρρεῖν πλησιάζοντας;
De pac
.

113

Εἰκότως· συνίσασι γὰρ τοὺς πρὸ αὑτῶν τετυραννευ‐ κότας τοὺς μὲν ὑπὸ τῶν γονέων ἀνῃρημένους, τοὺς δ’ ὑπὸ τῶν παίδων, τοὺς δ’ ὑπ’ ἀδελφῶν, τοὺς δ’ ὑπὸ γυναικῶν, ἔτι δὲ τὸ γένος αὐτῶν ἐξ ἀνθρώπων ἠφανισ‐
5μένον. Ἀλλ’ ὅμως ὑπὸ τοσαύτας τὸ πλῆθος συμφορὰς ἑκόντες σφᾶς αὐτοὺς ὑποβάλλουσιν. Ὅπου δ’ οἱ πρω‐ τεύοντες καὶ δόξας μεγίστας ἔχοντες τοσούτων κακῶν ἐρῶσιν, τί δεῖ θαυμάζειν τοὺς ἄλλους εἰ τοιούτων ἑτέρων ἐπιθυμοῦσιν;
De pac
.

114

Οὐκ ἀγνοῶ δ’ ὅτι τὸν μὲν περὶ τῶν τυράννων λόγον ἀποδέχεσθε, τὸν δὲ περὶ τῆς ἀρχῆς δυσκόλως ἀκούετε· πεπόνθατε γὰρ πάντων αἴσχιστον καὶ ῥᾳθυμότατον· ἃ γὰρ ἐπὶ τῶν ἄλλων ὁρᾶτε, ταῦτ’ ἐφ’
5ὑμῶν αὐτῶν ἀγνοεῖτε. Καίτοι τῶν φρονίμως διακειμένων οὐκ ἐλάχιστον τοῦτο σημεῖόν ἐστιν, ἢν τὰς αὐτὰς πράξεις ἐπὶ πάντων τῶν ὁμοίων φαίνωνται γνωρίζοντες.
De pac
.

115

Ὧν ὑμῖν οὐδὲν πώποτ’ ἐμέλησεν, ἀλλὰ τὰς μὲν τυραννίδας ἡγεῖσθε χαλεπὰς εἶναι καὶ βλαβερὰς οὐ μόνον τοῖς ἄλλοις, ἀλλὰ καὶ τοῖς ἔχουσιν αὐτὰς, τὴν δ’ ἀρχὴν τὴν κατὰ
42
5θάλατταν μέγιστον τῶν ἀγαθῶν, τὴν οὐδὲν οὔτε τοῖς πάθεσιν οὔτε ταῖς πράξεσιν τῶν μοναρχιῶν διαφέρουσαν. Καὶ τὰ μὲν Θηβαίων πράγματα νομίζετε πονηρῶς ἔχειν, ὅτι τοὺς περιοίκους ἀδικοῦσιν, αὐτοὶ δ’ οὐδὲν βέλτιον τοὺς συμμάχους διοικοῦντες ἢ ’κεῖνοι τὴν Βοιωτίαν, ἡγεῖσθε
10πάντα τὰ δέοντα πράττειν.
De pac
.

116

Ἢν οὖν ἐμοὶ πεισθῆτε, παυσάμενοι τοῦ παντά‐ πασιν εἰκῇ βουλεύεσθαι προσέξετε τὸν νοῦν ὑμῖν αὐτοῖς καὶ τῇ πόλει, καὶ φιλοσοφήσετε καὶ σκέψεσθε τί τὸ ποιῆσάν ἐστι τὼ πόλεε τούτω, λέγω δὲ τὴν ἡμετέραν καὶ
5τὴν Λακεδαιμονίων, ἐκ ταπεινῶν μὲν πραγμάτων ἑκατέραν ὁρμηθεῖσαν ἄρξαι τῶν Ἑλλήνων, ἐπεὶ δ’ ἀνυπέρβλητον τὴν δύναμιν ἔλαβον, περὶ ἀνδραποδισμοῦ κινδυνεῦσαι·
De pac
.

117

καὶ διὰ τίνας αἰτίας Θετταλοὶ μὲν μεγίστους πλού‐ τους παραλαβόντες καὶ χώραν ἀρίστην καὶ πλείστην ἔχοντες εἰς ἀπορίαν καθεστήκασιν, Μεγαρεῖς δὲ μικρῶν αὐτοῖς καὶ φαύλων τῶν ἐξ ἀρχῆς ὑπαρξάντων, καὶ γῆν
5μὲν οὐκ ἔχοντες οὐδὲ λιμένας οὐδ’ ἀργυρεῖα, πέτρας δὲ γεωργοῦντες, μεγίστους οἴκους τῶν Ἑλλήνων κέκτηνται·
De pac
.

118

κἀκείνων μὲν τὰς ἀκροπόλεις ἄλλοι τινὲς ἀεὶ κατέ‐
χουσιν, ὄντων αὐτοῖς πλέον τρισχιλίων ἱππέων καὶ πελταστῶν ἀναριθμήτων, οὗτοι δὲ μικρὰν δύναμιν ἔχοντες τὴν αὑτῶν ὅπως βούλονται διοικοῦσιν· καὶ πρὸς τούτοις43
5οἱ μὲν σφίσιν αὐτοῖς πολεμοῦσιν, οὗτοι δὲ μεταξὺ Πελο‐ ποννησίων καὶ Θηβαίων καὶ τῆς ἡμετέρας πόλεως οἰκοῦντες εἰρήνην ἄγοντες διατελοῦσιν.
De pac
.

119

Ἢν γὰρ ταῦτα καὶ τὰ τοιαῦτα διεξίητε πρὸς ὑμᾶς αὐτοὺς, εὑρήσετε τὴν μὲν ἀκολασίαν καὶ τὴν ὕβριν τῶν κακῶν αἰτίαν γιγνομένην, τὴν δὲ σωφροσύνην τῶν ἀγαθῶν· ἣν
5ὑμεῖς ἐπὶ μὲν τῶν ἰδιωτῶν ἐπαινεῖτε, καὶ νομίζετε τοὺς ταύτῃ χρωμένους ἀσφαλέστατα ζῆν καὶ βελτίστους εἶναι τῶν πολιτῶν, τὸ δὲ κοινὸν ἡμῶν οὐκ οἴεσθε δεῖν τοιοῦτον παρασκευάζειν.
De pac
.

120

Καίτοι προσήκει τὰς ἀρετὰς ἀσκεῖν καὶ τὰς κακίας φεύγειν πολὺ μᾶλλον ταῖς πόλεσιν ἢ τοῖς ἰδιώταις. Ἀνὴρ μὲν γὰρ ἀσεβὴς καὶ πονηρὸς τυχὸν ἂν φθάσειεν τελευτήσας πρὶν δοῦναι δίκην τῶν ἡμαρτημένων·
5αἱ δὲ πόλεις διὰ τὴν ἀθανασίαν ὑπομένουσιν καὶ τὰς παρὰ τῶν ἀνθρώπων καὶ τὰς παρὰ τῶν θεῶν τιμωρίας.
De pac
.

121

Ὧν ἐνθυμουμένους χρὴ μὴ προσέχειν τὸν νοῦν τοῖς ἐν τῷ παρόντι μὲν χαριζομένοις, τοῦ δὲ μέλλοντος χρόνου μηδεμίαν ἐπιμέλειαν ποιουμένοις, μηδὲ τοῖς φιλεῖν μὲν τὸν δῆμον φάσκουσιν, ὅλην δὲ τὴν πόλιν λυμαινομέ‐
5νοις· ὡς καὶ πρότερον, ἐπειδὴ παρέλαβον οἱ τοιοῦτοι τὴν ἐπὶ τοῦ βήματος δυναστείαν, εἰς τοσαύτην ἄνοιαν προήγαγον τὴν πόλιν ὥστε παθεῖν αὐτὴν οἷάπερ ὀλίγῳ πρότερον ὑμῖν διηγησάμην.
De pac
.

122

Ἃ καὶ πάντων μάλιστ’ ἄν τις θαυμάσειεν ὅτι προχειρίζεσθε δημαγωγοὺς οὐ τοὺς τὴν αὐτὴν γνώμην ἔχοντας τοῖς μεγάλην τὴν πόλιν
ποιήσασιν, ἀλλὰ τοὺς ὅμοια καὶ λέγοντας καὶ πράττοντας44
5τοῖς ἀπολέσασιν αὐτήν, καὶ ταῦτ’ εἰδότες οὐ μόνον ἐν τῷ ποιῆσαι τὴν πόλιν εὐδαίμονα τοὺς χρηστοὺς τῶν πονηρῶν διαφέροντας,
De pac
.

123

ἀλλὰ καὶ τὴν δημοκρατίαν ἐπὶ μὲν ἐκείνων ἐν πολλοῖς ἔτεσιν οὔτε κινηθεῖσαν οὔτε μεταστᾶσαν, ἐπὶ δὲ τούτων ἐν ὀλίγῳ χρόνῳ δὶς ἤδη καταλυθεῖσαν, καὶ τὰς φυγὰς καὶ τὰς ὑπὸ τῶν τυράννων καὶ τὰς ἐπὶ τῶν τριά‐
5κοντα γενομένας οὐ διὰ τοὺς συκοφάντας κατελθούσας, ἀλλὰ διὰ τοὺς μισοῦντας τοὺς τοιούτους καὶ μεγίστην ἐπ’ ἀρετῇ δόξαν ἔχοντας.
De pac
.

124

Ἀλλ’ ὅμως τηλικούτων ἡμῖν ὑπομνημάτων καταλελειμμένων, ὡς ἐφ’ ἑκατέρων αὐτῶν ἡ πόλις ἔπραττεν, οὕτω χαίρομεν ταῖς τῶν ῥητόρων πονη‐ ρίαις ὥσθ’ ὁρῶντες διὰ τὸν πόλεμον καὶ τὰς ταραχὰς, ἃς
5οὗτοι πεποιήκασιν, τῶν μὲν ἄλλων πολιτῶν πολλοὺς ἐκ τῶν πατρῴων ἐκπεπτωκότας, τούτους δ’ ἐκ πενήτων πλουσίους γεγενημένους, οὐκ ἀγανακτοῦμεν, οὐδὲ φθονοῦ‐ μεν ταῖς εὐπραγίαις αὐτῶν,
De pac
.

125

ἀλλ’ ὑπομένομεν τὴν μὲν πόλιν διαβολὰς ἔχουσαν ὡς λυμαίνεται καὶ δασμολογεῖ τοὺς Ἕλληνας, τούτους δὲ τὰς ἐπικαρπίας λαμβάνοντας, καὶ τὸν μὲν δῆμον, ὅν φασιν οὗτοι δεῖν τῶν ἄλλων ἄρχειν,
5χεῖρον πράττοντα τῶν ταῖς ὀλιγαρχίαις δουλευόντων, οἷς δ’ οὐδὲν ὑπῆρχεν ἀγαθὸν, τούτους δὲ διὰ τὴν ἄνοιαν τὴν ἡμετέραν ἐκ ταπεινῶν εὐδαιμονεστέρους γεγενημένους.
De pac
.

126

Καίτοι Περικλῆς ὁ πρὸ τῶν τοιούτων δημαγωγὸς καταστὰς, παραλαβὼν τὴν πόλιν χεῖρον μὲν φρονοῦσαν ἢ πρὶν κατασχεῖν τὴν ἀρχὴν, ἔτι δ’ ἀνεκτῶς πολιτευομένην, οὐκ ἐπὶ τὸν ἴδιον χρηματισμὸν ὥρμησεν, ἀλλὰ τὸν μὲν
5οἶκον ἐλάττω τὸν αὑτοῦ κατέλιπεν ἢ παρὰ τοῦ πατρὸς παρέλαβεν, εἰς δὲ τὴν ἀκρόπολιν ἀνήνεγκεν ὀκτακισχίλια τάλαντα χωρὶς τῶν ἱερῶν.45
De pac
.

127

Οὗτοι δὲ τοσοῦτον ἐκεί‐ νου διενηνόχασιν, ὥστε λέγειν μὲν τολμῶσιν ὡς διὰ τὴν τῶν κοινῶν ἐπιμέλειαν οὐ δύνανται τοῖς αὑτῶν ἰδίοις προσ‐ έχειν τὸν νοῦν, φαίνεται δὲ τὰ μὲν ἀμελούμενα τοσαύτην
5εἰληφότα τὴν ἐπίδοσιν ὅσην οὐδ’ ἂν εὔξασθαι τοῖς θεοῖς πρότερον ἠξίωσαν, τὸ δὲ πλῆθος ἡμῶν, οὗ κήδεσθαί φασιν, οὕτω διακείμενον ὥστε μηδένα τῶν πολιτῶν ἡδέως ζῆν μηδὲ ῥᾳθύμως, ἀλλ’ ὀδυρμῶν μεστὴν εἶναι τὴν πόλιν.
De pac
.

128

Οἱ μὲν γὰρ τὰς πενίας καὶ τὰς ἐνδείας ἀναγκάζονται διεξιέναι καὶ θρηνεῖν πρὸς σφᾶς αὐτοὺς, οἱ δὲ τὸ πλῆθος τῶν προσταγμάτων καὶ τῶν λειτουργιῶν καὶ τὰ κακὰ τὰ περὶ τὰς συμμορίας καὶ τὰς ἀντιδόσεις· ἃ τοιαύτας
5ἐμποιεῖ λύπας ὥστ’ ἄλγιον ζῆν τοὺς τὰς οὐσίας κεκτη‐ μένους ἢ τοὺς συνεχῶς πενομένους.
De pac
.

129

Θαυμάζω δ’ εἰ μὴ δύνασθε συνιδεῖν ὅτι γένος οὐδέν ἐστι κακονούστερον τῷ πλήθει πονηρῶν ῥητόρων καὶ δημαγωγῶν· πρὸς γὰρ τοῖς ἄλλοις κακοῖς καὶ τῶν κατὰ τὴν ἡμέραν ἑκάστην ἀναγκαίων
5οὗτοι μάλιστα βούλονται σπανίζειν ἡμᾶς, ὁρῶντες τοὺς μὲν ἐκ τῶν ἰδίων δυναμένους τὰ σφέτερ’ αὐτῶν διοικεῖν τῆς πόλεως ὄντας καὶ τῶν τὰ βέλτιστα λεγόντων,
De pac
.

130

τοὺς δ’ ἀπὸ τῶν δικαστηρίων ζῶντας καὶ τῶν ἐκκλησιῶν καὶ τῶν ἐντεῦθεν λημμάτων ὑφ’ αὑτοῖς διὰ τὴν ἔνδειαν ἠναγκασ‐ μένους εἶναι καὶ πολλὴν χάριν ἔχοντας ταῖς εἰσαγγελίαις
5καὶ ταῖς γραφαῖς καὶ ταῖς ἄλλαις συκοφαντίαις ταῖς δι’ αὑτῶν γιγνομέναις.
De pac
.

131

Ἐν οὖν ταῖς ἀπορίαις, ἐν αἷς
δυναστεύουσιν, ἐν ταύταις ἥδιστ’ ἂν ἴδοιεν ἅπαντας ὄντας τοὺς πολίτας. Τεκμήριον δὲ μέγιστον· οὐ γὰρ τοῦτο σκο‐ ποῦσιν, ἐξ οὗ τρόπου τοῖς δεομένοις βίον ἐκποριοῦσιν, ἀλλ’46
5ὅπως τοὺς ἔχειν τι δοκοῦντας τοῖς ἀπόροις ἐξισώσουσιν.
De pac
.

132

Τίς οὖν ἀπαλλαγὴ γένοιτ’ ἂν τῶν κακῶν τῶν παρόν‐ των; Διείλεγμαι μὲν τὰ πλεῖστα περὶ αὐτῶν τούτων, οὐκ ἐφεξῆς, ἀλλ’ ὡς ἕκαστον τῷ καιρῷ συνέπιπτεν· μᾶλλον δ’ ἂν ὑμῖν ἐγγένοιτο μνημονεύειν, εἰ συναγαγὼν τὰ μάλιστα
5κατεπείγοντα πάλιν ἐπανελθεῖν αὐτὰ πειραθείην.
De pac
.

133

Ἔστιν δ’ ἐξ ὧν ἂν ἐπανορθώσαιμεν τὰ τῆς πόλεως καὶ βελτίω ποιήσαιμεν, πρῶτον μὲν ἢν συμβούλους ποιώ‐ μεθα τοιούτους περὶ τῶν κοινῶν οἵους περ ἂν περὶ τῶν ἰδίων ἡμῖν εἶναι βουληθεῖμεν, καὶ παυσώμεθα δημοτικοὺς
5μὲν εἶναι νομίζοντες τοὺς συκοφάντας, ὀλιγαρχικοὺς δὲ τοὺς καλοὺς κἀγαθοὺς τῶν ἀνδρῶν, γνόντες ὅτι φύσει μὲν οὐδεὶς οὐδέτερον τούτων ἐστὶν, ἐν ᾗ δ’ ἂν ἕκαστοι τιμῶν‐ ται, ταύτην βούλονται καθεστάναι τὴν πολιτείαν. Ἢν οὖν ἀσκῆτε καὶ προσδέχησθε τοὺς χρηστοὺς ἀντὶ τῶν πονηρῶν, ὥσπερ
10τὸ πάλαιον, βέλτιον ἕξετε χρῆσθαι καὶ τοῖς δημαγωγοῖς καὶ τοῖς πολιτευομένοις.
De pac
.

134

Δεύτερον δ’ ἢν ἐθελήσωμεν χρῆσθαι τοῖς συμμάχοις ὁμοίως ὥσπερ τοῖς φίλοις, καὶ μὴ λόγῳ μὲν αὐτονόμους ἀφιῶμεν, ἔργῳ δὲ τοῖς στρατηγοῖς αὐτοὺς ὅ τι ἂν βούλωνται ποιεῖν ἐκδιδῶμεν, μηδὲ δεσποτικῶς, ἀλλὰ
47
5συμμαχικῶς αὐτῶν ἐπιστατῶμεν, ἐκεῖνο καταμαθόντες ὅτι μιᾶς μὲν ἑκάστης τῶν πόλεων κρείττους ἐσμὲν, ἁπασῶν δ’ ἥττους· ἢν ἐπιχειρῆτε τὰς συμμαχίας κτᾶσθαι μὴ πολέμοις μηδὲ πολιορκίαις, ἀλλ’ εὐεργεσίαις· προσήκει γὰρ τὰς μὲν φιλίας ἐκ τούτων γίγνεσθαι, τὰς δ’ ἔχθρας ἐξ ὧν νῦν τυγχάνομεν πράττοντες.
De pac
.

135

Τρίτον ἢν μηδὲν περὶ πλείονος ἡγῆσθε, μετά γε τὴν περὶ τοὺς θεοὺς εὐσέβειαν, τοῦ παρὰ τοῖς Ἕλλησιν εὐδο‐ κιμεῖν· τοῖς γὰρ οὕτω διακειμένοις ἑκόντες καὶ τὰς δυνα‐ στείας καὶ τὰς ἡγεμονίας διδόασιν.
De pac
.

136

Ἢν οὖν ἐμμείνητε τοῖς εἰρημένοις καὶ πρὸς τού‐ τοις ὑμᾶς αὐτοὺς παράσχητε πολεμικοὺς μὲν ὄντας ταῖς μελέταις καὶ ταῖς παρασκευαῖς, εἰρηνικοὺς δὲ τῷ μηδὲν παρὰ τὸ δίκαιον πράττειν, οὐ μόνον εὐδαίμονα ποιήσετε
5ταύτην τὴν πόλιν, ἀλλὰ καὶ τοὺς ἄλλους Ἕλληνας ἅπαν‐ τας.
De pac
.

137

Οὐδὲ γὰρ ἄλλη τῶν πόλεων οὐδεμία τολμήσει περὶ αὐτοὺς ἐξαμαρτάνειν, ἀλλ’ ὀκνήσουσιν καὶ πολλὴν ἡσυχίαν ἄξουσιν ὅταν εἰδῶσιν ἐφεδρεύουσαν τὴν δύναμιν τὴν ἡμετέραν καὶ παρεσκευασμένην τοῖς ἀδικουμένοις
5βοηθεῖν. Οὐ μὴν ἀλλ’ ὁπότερον ἂν ποιήσωσιν, τό γ’ ἡμέτε‐ ρον καλῶς ἕξει καὶ συμφερόντως.
De pac
.

138

Ἤν τε γὰρ δόξῃ τῶν πόλεων ταῖς προεχούσαις ἀπέχεσθαι τῶν ἀδικημάτων, ἡμεῖς τούτων τῶν ἀγαθῶν τὴν αἰτίαν ἕξομεν, ἤν τ’ ἐπιχειρῶσιν ἀδικεῖν, ἐφ’ ἡμᾶς ἅπαντες οἱ δεδιότες καὶ
48
5κακῶς πάσχοντες καταφεύξονται, πολλὰς ἱκετείας καὶ δεήσεις ποιούμενοι, καὶ διδόντες οὐ μόνον τὴν ἡγεμονίαν, ἀλλὰ καὶ σφᾶς αὐτούς.
De pac
.

139

Ὥστ’ οὐκ ἀπορήσομεν μεθ’ ὧν κωλύσομεν τοὺς ἐξαμαρτάνοντας, ἀλλὰ πολλοὺς ἕξομεν τοὺς ἑτοίμως καὶ προθύμως συναγωνιζομένους ἡμῖν. Ποία γὰρ πόλις ἢ τίς ἀνθρώπων οὐκ ἐπιθυμήσει μετασχεῖν τῆς
5φιλίας καὶ τῆς συμμαχίας τῆς ἡμετέρας, ὅταν ὁρῶσι τοὺς αὐτοὺς ἀμφότερα, καὶ δικαιοτάτους ὄντας καὶ μεγίστην δύνα‐ μιν κεκτημένους, καὶ τοὺς μὲν ἄλλους σώζειν καὶ βουλομέ‐ νους καὶ δυναμένους, αὐτοὺς δὲ μηδεμιᾶς βοηθείας δεομέ‐ νους;
De pac
.

140

Πόσην δὲ χρὴ προσδοκᾶν ἐπίδοσιν τὰ τῆς πόλεως λήψεσθαι, τοιαύτης εὐνοίας ἡμῖν παρὰ τῶν ἄλλων ὑπαρξάσης; Πόσον δὲ πλοῦτον εἰς τὴν πόλιν εἰσρυήσεσθαι, δι’ ἡμῶν ἁπάσης τῆς Ἑλλάδος σωζομένης; Τίνας δ’ οὐκ
5ἐπαινέσεσθαι τοὺς τοσούτων καὶ τηλικούτων ἀγαθῶν αἰτίους γεγενημένους;
De pac
.

141

Ἀλλὰ γὰρ οὐ δύναμαι διὰ τὴν ἡλικίαν ἅπαντα τῷ λόγῳ περιλαβεῖν ἃ τυγχάνω τῇ διανοίᾳ καθορῶν, πλὴν ὅτι καλόν ἐστιν ἐν ταῖς τῶν ἄλλων ἀδικίαις καὶ μανίαις πρώτους εὖ φρονήσαντας προστῆναι τῆς τῶν
5Ἑλλήνων ἐλευθερίας, καὶ σωτῆρας, ἀλλὰ μὴ λυμεῶνας αὐτῶν κληθῆναι, καὶ περιβλέπτους ἐπ’ ἀρετῇ γενομένους τὴν δόξαν τὴν τῶν προγόνων ἀναλαβεῖν.
De pac
.

142

Κεφάλαιον δὲ τούτων ἐκεῖν’ ἔχω λέγειν, εἰς ὃ
πάντα τὰ προειρημένα συντείνει καὶ πρὸς ὃ χρὴ βλέποντας τὰς πράξεις τὰς τῆς πόλεως δοκιμάζειν. Δεῖ γὰρ ἡμᾶς, εἴπερ βουλόμεθα διαλύσασθαι μὲν τὰς διαβολὰς ἃς ἔχομεν49
5ἐν τῷ παρόντι, παύσασθαι δὲ τῶν πολέμων τῶν μάτην γιγνομένων, κτήσασθαι δὲ τῇ πόλει τὴν ἡγεμονίαν εἰς τὸν ἅπαντα χρόνον, μισῆσαι μὲν ἁπάσας τὰς τυραννικὰς ἀρχὰς καὶ τὰς δυναστείας, ἀναλογισαμένους τὰς συμφορὰς τὰς ἐξ αὐτῶν γεγενημένας, ζηλῶσαι δὲ καὶ μιμήσασθαι τὰς ἐν
10Λακεδαίμονι βασιλείας.
De pac
.

143

Ἐκείνοις γὰρ ἀδικεῖν μὲν ἧττον ἔξεστιν ἢ τοῖς ἰδιώταις, τοσούτῳ δὲ μακαριστότεροι τυγχάνουσιν ὄντες τῶν βίᾳ τὰς τυραννίδας κατεχόντων, ὅσον οἱ μὲν τοὺς τοιούτους ἀποκτείναντες τὰς μεγίστας
5δωρεὰς παρὰ τῶν συμπολιτευομένων λαμβάνουσιν, ὑπὲρ ἐκείνων δ’ οἱ μὴ τολμῶντες ἐν ταῖς μάχαις ἀποθνήσκειν ἀτιμότεροι γίγνονται τῶν τὰς τάξεις λειπόντων καὶ τὰς ἀσπίδας ἀποβαλλόντων.
De pac
.

144

Ἄξιον οὖν ὀρέγεσθαι τῆς τοιαύτης ἡγεμονίας. Ἔνεστιν δὲ τοῖς πράγμασιν ἡμῶν τυχεῖν παρὰ τῶν Ἑλλήνων τῆς τιμῆς ταύτης, ἥνπερ ἐκεῖ‐ νοι παρὰ τῶν πολιτῶν ἔχουσιν, ἢν ὑπολάβωσιν τὴν δύνα‐
5μιν τὴν ἡμετέραν μὴ δουλείας, ἀλλὰ σωτηρίας αἰτίαν αὑτοῖς ἔσεσθαι.
De pac
.

145

Πολλῶν δὲ καὶ καλῶν λόγων ἐνόντων περὶ τὴν ὑπόθεσιν ταύτην, ἐμοὶ μὲν ἀμφότερα συμβουλεύει παύσα‐ σθαι λέγοντι, καὶ τὸ μῆκος τοῦ λόγου καὶ τὸ πλῆθος τῶν ἐτῶν τῶν ἐμῶν· τοῖς δὲ νεωτέροις καὶ μᾶλλον ἀκμάζουσιν50
5ἠγὼ παραινῶ καὶ παρακελεύομαι τοιαῦτα καὶ λέγειν καὶ γράφειν ἐξ ὧν τὰς μεγίστας τῶν πόλεων καὶ τὰς εἰθισ‐ μένας ταῖς ἄλλαις κακὰ παρέχειν προτρέψουσιν ἐπ’ ἀρετὴν καὶ δικαιοσύνην, ὡς ἐν ταῖς τῆς Ἑλλάδος εὐπραγίαις συμβαίνει καὶ τὰ τῶν φιλοσόφων πράγματα
10πολὺ βελτίω γίγνεσθαι.51