TLG 0010 014 :: ISOCRATES :: Nicocles (orat. 3)

ISOCRATES Orat.
(Atheniensis: 5–4 B.C.)

Vita et scholia: Cf. SCHOLIA IN ISOCRATEM (5028)

Nicocles (orat. 3)

Source: Mathieu, G., Brémond, É. (eds.), Isocrate. Discours, vol. 2. Paris: Les Belles Lettres, 1938 (repr. 1967 (1st edn. rev. et corr.)): 120–137.

Citation: Section — (line)

Nic
.

t

ΝΙΚΟΚΛΗΣ
Nic
.

1

Εἰσί τινες οἳ δυσκόλως ἔχουσι πρὸς τοὺς λόγους καὶ διαμέμφονται τοὺς φιλοσοφοῦντας καί φασιν αὐτοὺς οὐκ ἀρετῆς, ἀλλὰ πλεονεξίας ἕνεκα ποιεῖσθαι τὰς τοιαύτας διατριβάς. Ἡδέως ἂν οὖν πυθοίμην τῶν οὕτω διακειμένων,
5διὰ τί τοὺς μὲν εὖ λέγειν ἐπιθυμοῦντας ψέγουσι, τοὺς δ’ ὀρθῶς πράττειν βουλομένους ἐπαινοῦσιν· εἰ γὰρ αἱ πλεο‐ νεξίαι λυποῦσιν αὐτοὺς, πλείους καὶ μείζους ἐκ τῶν ἔργων ἢ τῶν λόγων εὑρήσομεν γιγνομένας.
Nic
.

2

Ἔπειτα κἀκεῖν’ ἄτοπον εἰ λέληθεν αὐτοὺς ὅτι τὰ περὶ τοὺς θεοὺς εὐσεβοῦμεν καὶ τὴν δικαιοσύνην ἀσκοῦμεν καὶ τὰς ἄλλας ἀρετὰς ἐπιτηδεύομεν, οὐχ ἵνα τῶν ἄλλων ἔλαττον ἔχωμεν,
5ἀλλ’ ὅπως ἂν ὡς μετὰ πλείστων ἀγαθῶν τὸν βίον διάγωμεν. Ὥστ’ οὐ κατηγορητέον τῶν πραγμάτων τούτων ἐστὶν, μεθ’ ὧν ἄν τις μετ’ ἀρετῆς πλεονεκτήσειεν, ἀλλὰ τῶν ἀνθρώπων τῶν περὶ τὰς πράξεις ἐξαμαρτανόντων ἢ τοῖς λόγοις ἐξαπατώντων καὶ μὴ δικαίως χρωμένων αὐτοῖς.
Nic
.

3

Θαυμάζω δὲ τῶν ταύτην τὴν γνώμην ἐχόντων, ὅπως οὐ καὶ τὸν πλοῦτον καὶ τὴν ῥώμην καὶ τὴν ἀνδρίαν κακῶς λέγουσιν. Εἴπερ γὰρ διὰ τοὺς ἐξαμαρτάνοντας καὶ τοὺς ψευδομένους πρὸς τοὺς λόγους χαλεπῶς ἔχουσι, προσή‐
5κει καὶ τοῖς ἄλλοις ἀγαθοῖς αὐτοὺς ἐπιτιμᾶν· φανήσονται γάρ τινες καὶ τῶν ταῦτα κεκτημένων ἐξαμαρτάνοντες καὶ πολλοὺς διὰ τούτων κακῶς ποιοῦντες.
Nic
.

4

Ἀλλὰ γὰρ οὐ δίκαιον, οὔτ’ εἴ τινες τοὺς ἀπαντῶντας τύπτουσιν, τῆς ῥώμης κατηγορεῖν, οὔτε διὰ τοὺς ἀποκτείνοντας οὓς οὐ δεῖ τὴν ἀνδρίαν λοιδορεῖν, οὔθ’ ὅλως τὴν τῶν ἀνθρώπων πονη‐
5ρίαν ἐπὶ τὰ πράγματα μεταφέρειν, ἀλλ’ αὐτοὺς ἐκείνους ψέγειν ὅσοι τοῖς ἀγαθοῖς κακῶς χρῶνται καὶ τοῖς ὠφελεῖν δυναμένοις τούτοις βλάπτειν τοὺς συμπολιτευομένους ἐπι‐ χειροῦσιν.120
Nic
.

5

Νῦν δ’ ἀμελήσαντες τοῦτον τὸν τρόπον περὶ ἑκάστου διορίζεσθαι πρὸς ἅπαντας τοὺς λόγους δυσκόλως διάκεινται, καὶ τοσοῦτον διημαρτήκασιν ὥστ’ οὐκ αἰσθά‐ νονται τοιούτῳ πράγματι δυσμενῶς ἔχοντες ὃ πάντων
5τῶν ἐνόντων ἐν τῇ τῶν ἀνθρώπων φύσει πλείστων ἀγαθῶν αἴτιόν ἐστιν. Τοῖς μὲν γὰρ ἄλλοις οἷς ἔχομεν οὐδὲν τῶν ἄλλων ζώων διαφέρομεν, ἀλλὰ πολλῶν καὶ τῷ τάχει καὶ τῇ ῥώμῃ καὶ ταῖς ἄλλαις εὐπορίαις καταδεέστεροι τυγχάνο‐ μεν ὄντες·
Nic
.

6

ἐγγενομένου δ’ ἡμῖν τοῦ πείθειν ἀλλή‐ λους καὶ δηλοῦν πρὸς ἡμᾶς αὐτοὺς περὶ ὧν ἂν βουληθῶ‐ μεν, οὐ μόνον τοῦ θηριωδῶς ζῆν ἀπηλλάγημεν, ἀλλὰ καὶ συνελθόντες πόλεις ᾠκίσαμεν καὶ νόμους ἐθέμεθα καὶ τέχ‐
5νας εὕρομεν, καὶ σχεδὸν ἅπαντα τὰ δι’ ἡμῶν μεμηχανη‐ μένα λόγος ἡμῖν ἐστιν ὁ συγκατασκευάσας.
Nic
.

7

Οὗτος γὰρ περὶ τῶν δικαίων καὶ τῶν ἀδίκων καὶ τῶν αἰσχρῶν καὶ τῶν καλῶν ἐνομοθέτησεν· ὧν μὴ διαταχθέντων οὐκ ἂν οἷοί τ’ ἦμεν οἰκεῖν μετ’ ἀλλήλων. Τούτῳ καὶ τοὺς κακοὺς ἐξε‐
5λέγχομεν καὶ τοὺς ἀγαθοὺς ἐγκωμιάζομεν. Διὰ τούτου τούς τ’ ἀνοήτους παιδεύομεν καὶ τοὺς φρονίμους δοκιμά‐ ζομεν· τὸ γὰρ λέγειν ὡς δεῖ τοῦ φρονεῖν εὖ μέγιστον σημεῖον ποιούμεθα, καὶ λόγος ἀληθὴς καὶ νόμιμος καὶ δίκαιος ψυχῆς ἀγαθῆς καὶ πιστῆς εἴδωλόν ἐστιν.
Nic
.

8

Μετὰ τούτου καὶ περὶ τῶν ἀμφισβητησίμων ἀγωνιζόμεθα καὶ περὶ τῶν ἀγνοουμένων σκοπούμεθα· ταῖς γὰρ πίστεσιν αἷς τοὺς ἄλλους λέγοντες πείθομεν, ταῖς αὐταῖς ταύταις
βουλευόμενοι χρώμεθα, καὶ ῥητορικοὺς μὲν καλοῦμεν τοὺς121
5ἐν τῷ πλήθει δυναμένους λέγειν, εὐβούλους δὲ νομίζομεν οἵτινες ἂν αὐτοὶ πρὸς αὑτοὺς ἄριστα περὶ τῶν πραγμάτων διαλεχθῶσιν.
Nic
.

9

Εἰ δὲ δεῖ συλλήβδην περὶ τῆς δυνάμεως ταύτης εἰπεῖν, οὐδὲν τῶν φρονίμως πραττομένων εὑρήσο‐ μεν ἀλόγως γιγνόμενον, ἀλλὰ καὶ τῶν ἔργων καὶ τῶν δια‐ νοημάτων ἁπάντων ἡγεμόνα λόγον ὄντα, καὶ μάλιστα
5χρωμένους αὐτῷ τοὺς πλεῖστον νοῦν ἔχοντας. Ὥστε τοὺς τολμῶντας βλασφημεῖν περὶ τῶν παιδευόντων καὶ φιλοσο‐ φούντων ὁμοίως ἄξιον μισεῖν ὥσπερ τοὺς εἰς τὰ τῶν θεῶν ἐξαμαρτάνοντας.
Nic
.

10

Ἐγὼ δ’ ἀποδέχομαι μὲν ἅπαντας τοὺς λόγους τοὺς καὶ κατὰ μικρὸν ἡμᾶς ὠφελεῖν δυναμένους, οὐ μὴν ἀλλὰ καλλίστους ἡγοῦμαι καὶ βασιλικωτάτους καὶ μάλιστα πρέ‐ ποντας ἐμοὶ τοὺς περὶ τῶν ἐπιτηδευμάτων καὶ τῶν πολι‐
5τειῶν παραινοῦντας, καὶ τούτων αὐτῶν ὅσοι διδάσκουσι τούς τε δυναστεύοντας ὡς δεῖ τῷ πλήθει χρῆσθαι, καὶ τοὺς ἰδιώτας ὡς χρὴ πρὸς τοὺς ἄρχοντας διακεῖσθαι· διὰ γὰρ τούτων ὁρῶ τὰς πόλεις εὐδαιμονεστάτας καὶ μεγίσ‐ τας γιγνομένας.
Nic
.

11

Τὸν μὲν οὖν ἕτερον, ὡς χρὴ τυραν‐ νεῖν, Ἰσοκράτους ἠκούσατε, τὸν δ’ ἐχόμενον, ἃ δεῖ ποιεῖν τοὺς ἀρχομένους, ἐγὼ πειράσομαι διελθεῖν, οὐχ ὡς ἐκεῖ‐ νον ὑπερβαλούμενος, ἀλλ’ ὡς προσῆκόν μοι περὶ τούτων
5μάλιστα διαλεχθῆναι πρὸς ὑμᾶς. Εἰ μὲν γὰρ ἐμοῦ μὴ δηλώ‐ σαντος ἃ βούλομαι ποιεῖν ὑμᾶς διαμάρτοιτε τῆς ἐμῆς γνώμης, οὐκ ἂν εἰκότως ὑμῖν ὀργιζοίμην· εἰ δὲ προειπόν‐ τος ἐμοῦ μηδὲν γίγνοιτο τούτων, δικαίως ἂν ἤδη τοῖς μὴ πειθομένοις μεμφοίμην.
Nic
.

12

Ἡγοῦμαι δ’ οὕτως ἂν μάλιστα παρακαλέσαι καὶ προτρέψαι πρὸς τὸ μνημονεύειν ὑμᾶς τὰ ῥηθέντα καὶ πειθαρχεῖν αὐτοῖς, οὐκ εἰ περὶ τὸ συμβουλεύειν μόνον γενοίμην καὶ ταῦτ’ ἀπαριθμήσας
122
5ἀπαλλαγείην, ἀλλ’ εἰ προεπιδείξαιμι πρῶτον μὲν τὴν πολι‐ τείαν τὴν παροῦσαν ὡς ἄξιόν ἐστιν ἀγαπᾶν οὐ μόνον διὰ τὴν ἀνάγκην, οὐδ’ ὅτι πάντα τὸν χρόνον μετὰ ταύτης οἰκοῦμεν, ἀλλ’ ὅτι βελτίστη τῶν πολιτειῶν ἐστιν,
Nic
.

13

ἔπειθ’ ὡς ἐγὼ ταύτην ἔχω τὴν ἀρχὴν οὐ παρανόμως οὐδ’ ἀλλοτρίαν, ἀλλ’ ὁσίως καὶ δικαίως καὶ διὰ τοὺς ἐξ ἀρχῆς προγόνους καὶ διὰ τὸν πατέρα καὶ δι’ ἐμαυτόν. Τούτων γὰρ προαποδειχθέντων τίς οὐκ αὐτὸς αὑτοῦ κατα‐
5γνώσεται τὴν μεγίστην ζημίαν, ἂν μὴ πειθαρχῇ τοῖς ὑπ’ ἐμοῦ συμβουλευθεῖσιν καὶ προσταχθεῖσιν;
Nic
.

14

Περὶ μὲν οὖν τῶν πολιτειῶν—ἐντεῦθεν γὰρ ὑπο‐ τιθέμενος ἠρξάμην—οἶμαι πᾶσι δοκεῖν δεινότατον μὲν εἶναι τὸ τῶν αὐτῶν ἀξιοῦσθαι τοὺς χρηστοὺς καὶ τοὺς πονηροὺς, δικαιότατον δὲ τὸ διωρίσθαι περὶ τούτων καὶ μὴ
5τοὺς ἀνομοίους τῶν ὁμοίων τυγχάνειν, ἀλλὰ καὶ πράτ‐ τειν καὶ τιμᾶσθαι κατὰ τὴν ἀξίαν ἑκάστους.
Nic
.

15

Αἱ μὲν τοίνυν ὀλιγαρχίαι καὶ δημοκρατίαι τὰς ἰσότητας τοῖς μετέ‐ χουσιν τῶν πολιτειῶν ζητοῦσιν, καὶ τοῦτ’ εὐδοκιμεῖ παρ’ αὐταῖς ἢν μηδὲν ἕτερος ἑτέρου δύνηται πλέον ἔχειν· ὃ
5τοῖς πονηροῖς συμφέρον ἐστίν. Αἱ δὲ μοναρχίαι πλεῖστον μὲν νέμουσι τῷ βελτίστῳ, δευτέρῳ δὲ τῷ μετ’ ἐκεῖνον, τρίτῳ δὲ καὶ τετάρτῳ καὶ τοῖς ἄλλοις κατὰ τὸν αὐτὸν
λόγον. Καὶ ταῦτ’ εἰ μὴ πανταχοῦ καθέστηκεν, ἀλλὰ τό γε βούλημα τῆς πολιτείας τοιοῦτόν ἐστιν.123
Nic
.

16

Καὶ μὲν δὴ διορᾶν καὶ τὰς φύσεις τῶν ἀνθρώπων καὶ τὰς πράξεις ἅπαντες ἂν τὰς τυραννίδας μᾶλλον ὁμολογήσειαν. Καίτοι τίς οὐκ ἂν δέξαιτο τῶν εὖ φρονούντων τοιαύτης πολιτείας
5μετέχειν, ἐν ᾗ μὴ διαλήσει χρηστὸς ὢν, μᾶλλον ἢ φέρε‐ σθαι μετὰ τοῦ πλήθους μὴ γιγνωσκόμενος ὁποῖός τίς ἐστιν; Ἀλλὰ μὴν καὶ πραοτέραν τοσούτῳ δικαίως ἂν αὐτὴν εἶναι κρίνοιμεν, ὅσῳπερ ῥᾷόν ἐστιν ἑνὸς ἀνδρὸς γνώμῃ προσέ‐ χειν τὸν νοῦν μᾶλλον ἢ πολλαῖς καὶ παντοδαπαῖς διανοίαις
10ζητεῖν ἀρέσκειν.
Nic
.

17

Ὅτι μὲν οὖν ἡδίων ἐστὶν καὶ πραοτέρα καὶ δικαιοτέρα, διὰ πλειόνων μὲν ἄν τις ἀποδεί‐ ξειεν, οὐ μὴν ἀλλὰ καὶ διὰ τούτων συνιδεῖν ῥᾳδιόν ἐστιν· περὶ δὲ τῶν λοιπῶν, ὅσον αἱ μοναρχίαι πρὸς τὸ βουλεύε‐
5σθαι καὶ πρᾶξαί τι τῶν δεόντων διαφέρουσιν, οὕτως ἂν κάλ‐ λιστα θεωρήσαιμεν, εἰ τὰς μεγίστας τῶν πράξεων παρ’ ἀλλήλας τιθέντες ἐξετάζειν ἐπιχειρήσαιμεν αὐτάς. Οἱ μὲν τοίνυν κατ’ ἐνιαυτὸν εἰς τὰς ἀρχὰς εἰσιόντες πρότερον ἰδιῶται γίγνονται πρὶν αἰσθέσθαι τι τῶν τῆς πόλεως καὶ
10λαβεῖν ἐμπειρίαν αὐτῶν·
Nic
.

18

οἱ δ’ ἀεὶ τοῖς αὐτοῖς ἐπι‐ στατοῦντες, ἢν καὶ τὴν φύσιν καταδεεστέραν ἔχωσιν, ἀλλ’ οὖν ταῖς γ’ ἐμπειρίαις πολὺ τῶν ἄλλων προέχουσιν. Ἔπειθ’ οἱ μὲν πολλῶν καταμελοῦσιν, εἰς ἀλλήλους ἀπο‐
5βλέποντες, οἱ δ’ οὐδενὸς ὀλιγωροῦσιν, εἰδότες ὅτι πάντα δεῖ δι’ αὑτῶν γίγνεσθαι. Πρὸς δὲ τούτοις οἱ μὲν ἐν ταῖς ὀλιγαρχίαις καὶ ταῖς δημοκρατίαις διὰ τὰς πρὸς σφᾶς αὐτοὺς φιλοτιμίας λυμαίνονται τοῖς κοινοῖς· οἱ δ’ ἐν ταῖς
μοναρχίαις ὄντες, οὐκ ἔχοντες ὅτῳ φθονήσουσιν, πάντων124
10ὡς οἷόν τ’ ἐστὶ τὰ βέλτιστα πράττουσιν.
Nic
.

19

Ἔπειθ’ οἱ μὲν ὑστερίζουσιν τῶν πραγμάτων· τὸν μὲν γὰρ πλεῖστον χρόνον ἐπὶ τοῖς ἰδίοις διατρίβουσιν, ἐπειδὰν δ’ εἰς τὰ συνέδρια συνέλθωσιν, πλεονάκις ἄν τις αὐτοὺς εὕροι δια‐
5φερομένους ἢ κοινῇ βουλευομένους· οἱ δ’ οὔτε συνεδρίων οὔτε χρόνων αὐτοῖς ἀποδεδειγμένων, ἀλλὰ καὶ τὰς ἡμέρας καὶ τὰς νύκτας ἐπὶ ταῖς πράξεσιν ὄντες οὐκ ἀπολείπονται τῶν καιρῶν, ἀλλ’ ἕκαστον ἐν τῷ δέοντι πράττουσιν.
Nic
.

20

Ἔτι δ’ οἱ μὲν δυσμενῶς ἔχουσιν, καὶ βούλοιντ’ ἂν καὶ τοὺς πρὸ αὑτῶν ἄρχοντας καὶ τοὺς ἐφ’ αὑτοῖς ὡς κάκιστα διοι‐ κῆσαι τὴν πόλιν, ἵν’ ὡς μεγίστην δόξαν αὐτοὶ λάβωσιν· οἱ δὲ διὰ παντὸς τοῦ βίου κύριοι τῶν πραγμάτων ὄντες εἰς
5ἅπαντα τὸν χρόνον καὶ τὰς εὐνοίας ἔχουσιν.
Nic
.

21

Τὸ δὲ μέγιστον· τοῖς γὰρ κοινοῖς οἱ μὲν ὡς ἰδίοις, οἱ δ’ ὡς ἀλλο‐ τρίοις προσέχουσιν τὸν νοῦν, καὶ συμβούλοις χρῶνται περὶ αὐτῶν οἱ μὲν τῶν αὐτῶν τοῖς τολμηροτάτοις, οἱ δ’ ἐξ
5ἁπάντων ἐκλεξάμενοι τοῖς φρονιμωτάτοις, καὶ τιμῶσιν οἱ μὲν τοὺς ἐν τοῖς ὄχλοις εἰπεῖν δυναμένους, οἱ δὲ τοὺς χρῆσθαι τοῖς πράγμασιν ἐπισταμένους.
Nic
.

22

Οὐ μόνον δ’ ἐν τοῖς ἐγκυκλίοις καὶ τοῖς κατὰ τὴν ἡμέραν ἑκάστην γιγ‐ νομένοις αἱ μοναρχίαι διαφέρουσιν, ἀλλὰ καὶ τὰς ἐν τῷ πολέμῳ πλεονεξίας ἁπάσας περιειλήφασιν. Καὶ γὰρ παρα‐
5σκευάσασθαι δυνάμεις καὶ χρήσασθαι ταύταις ὥστε καὶ λαθεῖν καὶ φθῆναι, καὶ τοὺς μὲν πεῖσαι, τοὺς δὲ βιάσα‐
σθαι, παρὰ δὲ τῶν ἐκπρίασθαι, τοὺς δὲ ταῖς ἄλλαις θερα‐ πείαις προσαγαγέσθαι μᾶλλον αἱ τυραννίδες τῶν ἄλλων πολιτειῶν οἷαί τ’ εἰσίν. Καὶ ταῦτ’ ἐκ τῶν ἔργων ἄν τις125
10οὐχ ἧττον ἢ τῶν λόγων πιστεύσειεν.
Nic
.

23

Τοῦτο μὲν γὰρ τὴν τῶν Περσῶν δύναμιν ἅπαντες ἴσμεν τηλικαύτην τὸ μέγεθος γεγενημένην οὐ διὰ τὴν τῶν ἀνδρῶν φρόνησιν, ἀλλ’ ὅτι μᾶλλον τῶν ἄλλων τὴν βασιλείαν τιμῶσιν· τοῦτο
5δὲ Διονύσιον τὸν τύραννον, ὅτι παραλαβὼν τὴν μὲν ἄλλην Σικελίαν ἀνάστατον γεγενημένην, τὴν δ’ αὑτοῦ πατρίδα πολιορκουμένην, οὐ μόνον αὐτὴν τῶν παρόντων κινδύνων ἀπήλλαξεν, ἀλλὰ καὶ μεγίστην τῶν Ἑλληνίδων πόλεων ἐποίησεν·
Nic
.

24

ἔτι δὲ Καρχηδονίους καὶ Λακεδαιμονίους τοὺς ἄριστα τῶν Ἑλλήνων πολιτευομένους, οἴκοι μὲν ὀλιγαρχουμένους, περὶ δὲ τὸν πόλεμον βασιλευομένους. Ἔχοι δ’ ἄν τις ἐπιδεῖξαι καὶ τὴν πόλιν τὴν μάλιστα τὰς
5τυραννίδας μισοῦσαν, ὅταν μὲν πολλοὺς ἐκπέμψῃ στρατη‐ γοὺς, ἀτυχοῦσαν, ὅταν δὲ δι’ ἑνὸς ποιήσηται τοὺς κινδύ‐ νους, κατορθοῦσαν.
Nic
.

25

Καίτοι πῶς ἄν τίς σαφέστερον ἐπιδείξειεν ἢ διὰ τοιούτων παραδειγμάτων πλείστου τὰς μοναρχίας ἀξίας οὔσας; Φαίνονται γὰρ οἵ τε διὰ τέλους τυραννευόμενοι μεγίστας δυνάμεις ἔχοντες, οἵ τε καλῶς
5ὀλιγαρχούμενοι, περὶ ἃ μάλιστα σπουδάζουσιν, οἱ μὲν ἕνα μόνον στρατηγὸν, οἱ δὲ βασιλέα τῶν στρατοπέδων κύριον καθιστάντες, οἵ τε μισοῦντες τὰς τυραννίδας, ὁπόταν πολλοὺς ἄρχοντας ἐκπέμψωσιν, οὐδὲν τῶν δεόντων πράτ‐ τοντες.
Nic
.

26

Εἰ δὲ δεῖ τι καὶ τῶν ἀρχαίων εἰπεῖν, λέγεται καὶ τοὺς θεοὺς ὑπὸ Διὸς βασιλεύεσθαι. Περὶ ὧν εἰ μὲν ἀληθὴς ὁ λόγος ἐστὶν, δῆλον ὅτι κἀκεῖνοι ταύτην τὴν
κατάστασιν προκρίνουσιν, εἰ δὲ τὸ μὲν σαφὲς μηδεὶς οἶδεν,126
5αὐτοὶ δ’ εἰκάζοντες οὕτω περὶ αὐτῶν ὑπειλήφαμεν, σημεῖον ὅτι πάντες τὴν μοναρχίαν προτιμῶμεν· οὐ γὰρ ἄν ποτ’ αὐτῇ χρῆσθαι τοὺς θεοὺς ἔφαμεν, εἰ μὴ πολὺ τῶν ἄλλων αὐτὴν προέχειν ἐνομίζομεν.
Nic
.

27

Περὶ μὲν οὖν τῶν πολιτειῶν, ὅσον ἀλλήλων διαφέ‐ ρουσιν, ἅπαντα μὲν οὔθ’ εὑρεῖν οὔτ’ εἰπεῖν δυνατόν ἐστιν· οὐ μὴν ἀλλὰ πρός γε τὸ παρὸν ἀποχρώντως καὶ νῦν εἴρη‐ ται περὶ αὐτῶν. Ὡς δὲ προσηκόντως τὴν ἀρχὴν ἡμεῖς
5ἔχομεν, πολὺ τούτου συντομώτερος καὶ μᾶλλον ὁμολογού‐ μενος ὁ λόγος ἐστίν.
Nic
.

28

Τίς γὰρ οὐκ οἶδεν, ὅτι Τεῦκρος μὲν ὁ τοῦ γένους ἡμῶν ἀρχηγὸς, παραλαβὼν τοὺς τῶν ἄλλων πολιτῶν προγόνους, πλεύσας δεῦρο καὶ τὴν πόλιν αὐτοῖς ἔκτισεν καὶ τὴν χώραν κατένειμεν, ὁ δὲ πατὴρ
5Εὐαγόρας ἀπολεσάντων ἑτέρων τὴν ἀρχὴν πάλιν ἀνέλαβεν, ὑποστὰς τοὺς μεγίστους κινδύνους, καὶ τοσοῦτον μετέσ‐ τησεν ὥστε μηκέτι Φοίνικας Σαλαμινίων τυραννεῖν, ἀλλ’ ὧνπερ ἦν τὴν ἀρχὴν, τούτους καὶ νῦν ἔχειν τὴν βασι‐ λείαν;
Nic
.

29

Λοιπὸν οὖν ἐστιν ὧν προεθέμην περὶ ἐμαυτοῦ διελ‐ θεῖν, ἵν’ ἐπίστησθ’ ὅτι τοιοῦτός ἐστιν ὑμῶν ὁ βασιλεύων, ὃς οὐ μόνον διὰ τοὺς προγόνους, ἀλλὰ καὶ δι’ ἐμαυτὸν δικαίως ἂν καὶ μείζονος τιμῆς ἢ τηλικαύτης ἠξιώθην.
5Οἶμαι γὰρ ἐγὼ πάντας ἂν ὁμολογῆσαι πλείστου τῶν ἀρε‐ τῶν ἀξίας εἶναι τήν τε σωφροσύνην καὶ τὴν δικαιοσύνην.
Nic
.

30

Οὐ γὰρ μόνον ἡμᾶς τὸ καθ’ αὑτὰς ὠφελοῦσιν, ἀλλ’ εἰ ’θέλοιμεν σκοπεῖν καὶ τὰς φύσεις καὶ τὰς δυνάμεις καὶ τὰς χρήσεις τῶν πραγμάτων, εὑρήσομεν τὰς μὲν μὴ μετε‐
χούσας τούτων τῶν ἰδεῶν μεγάλων κακῶν αἰτίας οὔσας,127
5τὰς δὲ μετὰ δικαιοσύνης καὶ σωφροσύνης γιγνομένας πολλὰ τὸν βίον τὸν τῶν ἀνθρώπων ὠφελούσας. Εἰ δή τινες τῶν προγεγενημένων ἐπὶ ταύταις ταῖς ἀρεταῖς εὐδοκί‐ μησαν, ἡγοῦμαι κἀμοὶ προσήκειν τῆς αὐτῆς δόξης ἐκεί‐ νοις τυγχάνειν.
Nic
.

31

Τὴν μὲν οὖν δικαιοσύνην ἐκεῖθεν ἂν μάλιστα κατί‐ δοιτε. Παραλαβὼν γὰρ, ὅτ’ εἰς τὴν ἀρχὴν καθιστάμην, τὰ μὲν βασίλεια χρημάτων κενὰ καὶ πάντα κατηναλωμένα, τὰ δὲ πράγματα ταραχῆς μεστὰ καὶ πολλῆς ἐπιμελείας δεό‐
5μενα καὶ φυλακῆς καὶ δαπάνης, εἰδὼς ἑτέρους ἐν τοῖς τοιούτοις καιροῖς ἐκ παντὸς τρόπου τὰ σφέτερ’ αὐτῶν διορθουμένους καὶ πολλὰ παρὰ τὴν φύσιν τὴν αὑτῶν πράτ‐ τειν ἀναγκαζομένους,
Nic
.

32

ὅμως οὐδ’ ὑφ’ ἑνὸς τούτων διεφθάρην, ἀλλ’ οὕτως ὁσίως καὶ καλῶς ἐπεμελήθην τῶν πραγμάτων ὥστε μηδὲν ἐλλείπειν ἐξ ὧν οἷόν τ’ ἦν αὐξηθῆ‐ ναι καὶ πρὸς εὐδαιμονίαν ἐπιδοῦναι τὴν πόλιν. Πρός τε
5γὰρ τοὺς πολίτας μετὰ τοιαύτης πραότητος προσηνέχθην ὥστε μήτε φυγὰς μήτε θανάτους μήτε χρημάτων ἀποβολὰς μήτ’ ἄλλην μηδεμίαν τοιαύτην συμφορὰν ἐπὶ τῆς ἐμῆς γεγενῆσθαι βασιλείας.
Nic
.

33

Ἀβάτου δὲ τῆς Ἑλλάδος ἡμῖν οὔσης διὰ τὸν πόλεμον τὸν γεγενημένον, καὶ πανταχῇ συλωμένων ἡμῶν, τὰ πλεῖστα τούτων διέλυσα, τοῖς μὲν ἅπαντ’ ἀποτίνων, τοῖς δὲ μέρη, τῶν δ’ ἀναβαλέσθαι δεόμε‐
5νος, πρὸς δὲ τοὺς ὅπως ἠδυνάμην περὶ τῶν ἐγκλημάτων διαλλαττόμενος. Ἔτι δὲ καὶ τῶν τὴν νῆσον οἰκούντων δυσκόλως πρὸς ἡμᾶς διακειμένων, καὶ βασιλέως τῷ μὲν λόγῳ διηλλαγμένου, τῇ δ’ ἀληθείᾳ τραχέως ἔχοντος,
Nic
.

34

ἀμφότερα ταῦτα κατεπράϋνα, τῷ μὲν προθύμως ὑπηρετῶν,
πρὸς δὲ τοὺς δίκαιον ἐμαυτὸν παρέχων. Τοσούτου γὰρ δέω τῶν ἀλλοτρίων ἐπιθυμεῖν ὥσθ’ ἕτεροι μὲν, ἢν καὶ μικρῷ μείζω τῶν ὁμόρων δύναμιν ἔχωσιν, ἀποτέμνονται τῆς γῆς128
5καὶ πλεονεκτεῖν ζητοῦσιν, ἐγὼ δ’ οὐδὲ τὴν διδομένην χώραν ἠξίωσα λαβεῖν, ἀλλ’ αἱροῦμαι μετὰ δικαιοσύνης τὴν ἐμαυτοῦ μόνον ἔχειν μᾶλλον ἢ μετὰ κακίας πολλαπλασίαν τῆς ὑπαρχούσης κτήσασθαι.
Nic
.

35

Καὶ τί δεῖ καθ’ ἓν ἕκαστον λέγοντα διατρίβειν, ἄλλως τε καὶ συντόμως ἔχοντα δηλῶσαι περὶ ἐμαυτοῦ; Φανήσομαι γὰρ οὐδένα μὲν πώποτ’ ἀδικήσας, πλείους δὲ καὶ τῶν πολιτῶν καὶ τῶν ἄλλων
5Ἑλλήνων εὖ πεποιηκὼς καὶ μείζους δωρεὰς ἑκατέροις δεδωκὼς ἢ σύμπαντες οἱ πρὸ ἐμοῦ βασιλεύσαντες. Καίτοι χρὴ τοὺς μέγα φρονοῦντας ἐπὶ δικαιοσύνῃ καὶ προσποιου‐ μένους χρημάτων εἶναι κρείττους τοιαύτας ὑπερβολὰς ἔχειν εἰπεῖν περὶ αὑτῶν.
Nic
.

36

Καὶ μὲν δὴ καὶ περὶ σωφροσύνης ἔτι μείζω τούτων ἔχω διελθεῖν. Εἰδὼς γὰρ ἅπαντας ἀνθρώπους περὶ πλείστου ποιουμένους τοὺς παῖδας τοὺς αὑτῶν καὶ τὰς γυναῖκας, καὶ μάλιστ’ ὀργιζομένους τοῖς εἰς ταῦτ’ ἐξαμαρτάνουσιν,
5καὶ τὴν ὕβριν τὴν περὶ ταῦτα μεγίστων κακῶν αἰτίαν γιγνομένην, καὶ πολλοὺς ἤδη καὶ τῶν ἰδιωτῶν καὶ τῶν δυναστευσάντων διὰ ταύτην ἀπολομένους, οὕτως ἔφυγον τὰς αἰτίας ταύτας ὥστ’ ἐξ οὗ τὴν βασιλείαν ἔλαβον, οὐδενὶ φανήσομαι σώματι πεπλησιακὼς πλὴν τῆς ἐμαυτοῦ
10γυναικὸς,
Nic
.

37

οὐκ ἀγνοῶν ὅτι κἀκεῖνοι παρὰ τοῖς πολλοῖς εὐδοκιμοῦσιν, ὅσοι περὶ μὲν τὰ τῶν πολιτῶν δίκαιοι τυγχά‐ νουσιν ὄντες, ἄλλοθεν δέ ποθεν αὑτοῖς ἐπορίσαντο τὰς ἡδονὰς, ἀλλὰ βουλόμενος ἅμα μὲν ἐμαυτὸν ὡς πορρωτάτω
5ποιῆσαι τῶν τοιούτων ὑποψιῶν, ἅμα δὲ παράδειγμα κατα‐
στῆσαι τὸν τρόπον τὸν ἐμαυτοῦ τοῖς ἄλλοις πολίταις, γιγνώσκων ὅτι φιλεῖ τὸ πλῆθος ἐν τούτοις τοῖς ἐπιτηδεύ‐ μασιν τὸν βίον διάγειν ἐν οἷς ἂν τοὺς ἄρχοντας τοὺς αὑτῶν ὁρῶσιν διατρίβοντας.129
Nic
.

38

Ἔπειτα καὶ προσήκειν ἡγησάμην τοσούτῳ τοὺς βασιλέας βελτίους εἶναι τῶν ἰδιω‐ τῶν, ὅσῳ περ καὶ τὰς τιμὰς μείζους αὐτῶν ἔχουσιν, καὶ δεινὰ ποιεῖν ὅσοι τοὺς μὲν ἄλλους κοσμίως ζῆν ἀναγκά‐
5ζουσιν, αὐτοὶ δ’ αὑτοὺς μὴ σωφρονεστέρους τῶν ἀρχομένων παρέχουσιν.
Nic
.

39

Πρὸς δὲ τούτοις τῶν μὲν ἄλλων πράξεων ἑώρων ἐγκρατεῖς τοὺς πολλοὺς γιγνομένους, τῶν δ’ ἐπιθυ‐ μιῶν τῶν περὶ τοὺς παῖδας καὶ τὰς γυναῖκας καὶ τοὺς βελτί‐ στους ἡττωμένους· ἐβουλήθην οὖν ἐν τούτοις ἐμαυτὸν ἐπι‐
5δεῖξαι καρτερεῖν δυνάμενον, ἐν οἷς ἔμελλον οὐ μόνον τῶν ἄλλων διοίσειν, ἀλλὰ καὶ τῶν ἐπ’ ἀρετῇ μέγα φρονούντων.
Nic
.

40

Ἔτι δὲ καὶ τῶν τοιούτων πολλὴν κακίαν κατεγί‐ γνωσκον, ὅσοι γυναῖκας λαβόντες καὶ κοινωνίαν ποιησάμε‐ νοι παντὸς τοῦ βίου μὴ στέργουσιν οἷς ἔπραξαν, ἀλλὰ ταῖς αὑτῶν ἡδοναῖς λυποῦσιν ταύτας ὑφ’ ὧν αὐτοὶ μηδὲν
5ἀξιοῦσι λυπεῖσθαι, καὶ περὶ μὲν ἄλλας τινὰς κοινωνίας ἐπιεικεῖς σφᾶς αὐτοὺς παρέχουσιν, ἐν δὲ ταῖς πρὸς τὰς γυναῖκας ἐξαμαρτάνουσιν· ἃς ἔδει τοσούτῳ μᾶλλον διαφυ‐ λάττειν, ὅσῳ περ οἰκειότεραι καὶ μείζους οὖσαι τῶν ἄλλων τυγχάνουσιν.
Nic
.

41

Εἶτα λανθάνουσιν ἔνδον ἐν τοῖς βασι‐ λείοις στάσεις καὶ διαφορὰς αὑτοῖς ἐγκαταλείποντες. Καίτοι χρὴ τοὺς ὀρθῶς βασιλεύοντας μὴ μόνον τὰς πόλεις ἐν ὁμονοίᾳ πειρᾶσθαι διάγειν ὧν ἂν ἄρχωσιν, ἀλλὰ καὶ τοὺς
5οἴκους τοὺς ἰδίους καὶ τοὺς τόπους ἐν οἷς ἂν κατοικῶσιν· ἅπαντα γὰρ ταῦτα σωφροσύνης ἔργα καὶ δικαιοσύνης ἐστίν.
Nic
.

42

Οὐ τὴν αὐτὴν δὲ γνώμην ἔσχον οὐδὲ περὶ τῆς
παιδοποιίας τοῖς πλείστοις τῶν βασιλέων, οὐδ’ ᾠήθην δεῖν τοὺς μὲν ἐκ ταπεινοτέρας ποιήσασθαι τῶν παίδων, τοὺς δ’ ἐκ σεμνοτέρας, οὐδὲ τοὺς μὲν νόθους αὐτῶν, τοὺς δὲ γνη‐130
5σίους καταλιπεῖν, ἀλλὰ πάντας ἔχειν τὴν αὐτὴν φύσιν καὶ πρὸς πατρὸς καὶ πρὸς μητρὸς ἀνενεγκεῖν τῶν μὲν θνητῶν εἰς Εὐαγόραν τὸν πατέρα, τῶν δ’ ἡμιθέων εἰς Αἰακίδας, τῶν δὲ θεῶν εἰς Δία, καὶ μηδένα τῶν ἐξ ἐμοῦ γενομένων ἀποστερηθῆναι ταύτης τῆς εὐγενείας.
Nic
.

43

Πολλῶν δέ με προτρεπόντων ἐμμένειν τοῖς ἐπιτη‐ δεύμασιν τούτοις, οὐχ ἥκιστα κἀκεῖνο παρεκάλεσεν, ὅτι τῆς μὲν ἀνδρείας καὶ τῆς δεινότητος καὶ τῶν ἄλλων τῶν εὐδοκιμούντων ἑώρων καὶ τῶν κακῶν ἀνδρῶν πολλοὺς μετέ‐
5χοντας, τὴν δὲ δικαιοσύνην καὶ 〈τὴν〉 σωφροσύνην ἴδια κτήματα τῶν καλῶν κἀγαθῶν ὄντα. Κάλλιστον οὖν ὑπέλα‐ βον, εἴ τις δύναιτο ταύταις ταῖς ἀρεταῖς προέχειν τῶν ἄλλων, ὧν οὐδὲν μέρος τοῖς πονηροῖς μέτεστιν, ἀλλὰ γνη‐ σιώταται καὶ βεβαιόταται καὶ μεγίστων ἐπαίνων ἄξιαι
10τυγχάνουσιν οὖσαι.
Nic
.

44

Τούτων ἕνεκα καὶ ταῦτα δια‐ νοηθεὶς περιττοτέρως τῶν ἄλλων ἤσκησα τὴν σωφροσύνην καὶ προειλόμην τῶν ἡδονῶν οὐ τὰς ἐπὶ τοῖς ἔργοις τοῖς μηδεμίαν τιμὴν ἔχουσιν, ἀλλὰ τὰς ἐπὶ ταῖς δόξαις ταῖς
5δι’ ἀνδραγαθίαν γιγνομέναις. Χρὴ δὲ δοκιμάζειν τὰς ἀρετὰς οὐκ ἐν ταῖς αὐταῖς ἰδέαις ἁπάσας, ἀλλὰ τὴν μὲν δικαιο‐ σύνην ἐν ταῖς ἀπορίαις, τὴν δὲ σωφροσύνην ἐν ταῖς δυνα‐ στείαις, τὴν δ’ ἐγκράτειαν ἐν ταῖς τῶν νεωτέρων ἡλικίαις.
Nic
.

45

Ἐγὼ τοίνυν ἐν πᾶσι τοῖς καιροῖς φανήσομαι πεῖραν τῆς ἐμαυτοῦ φύσεως δεδωκώς. Ἐνδεὴς μέν γε χρημάτων καταλειφθεὶς οὕτω δίκαιον ἐμαυτὸν παρέσχον ὥστε μηδένα λυπῆσαι τῶν πολιτῶν· λαβὼν δ’ ἐξουσίαν ὥστε ποιεῖν ὅ τι131
5ἂν βούλωμαι, σωφρονέστερος τῶν ἰδιωτῶν ἐγενόμην· τού‐ των δ’ ἀμφοτέρων ἐκράτησα ταύτην ἔχων τὴν ἡλικίαν ἐν ᾗ τοὺς πλείστους ἂν εὕροιμεν πλεῖστα περὶ τὰς πράξεις ἐξαμαρτάνοντας.
Nic
.

46

Καὶ ταῦτ’ ἐν ἑτέροις μὲν ἴσως ἂν ὤκνουν εἰπεῖν, οὐχ ὡς οὐ φιλοτιμούμενος ἐπὶ τοῖς πεπραγ‐ μένοις, ἀλλ’ ὡς οὐκ ἂν πιστευθεὶς ἐκ τῶν λεγομένων· ὑμεῖς δ’ αὐτοί μοι μάρτυρές ἐστε πάντων τῶν εἰρημένων.
5Ἄξιον μὲν οὖν καὶ τοὺς φύσει κοσμίους ὄντας ἐπαινεῖν καὶ θαυμάζειν, ἔτι δὲ μᾶλλον τοὺς καὶ μετὰ λογισμοῦ τοιού‐ τους ὄντας·
Nic
.

47

οἱ μὲν γὰρ τύχῃ καὶ μὴ γνώμῃ σωφρο‐ νοῦντες τυχὸν ἂν καὶ μεταπεισθεῖεν· οἱ δὲ πρὸς τῷ πεφυκέναι καὶ διεγνωκότες ὅτι μέγιστόν ἐστι τῶν ἀγαθῶν ἀρετὴ, δῆλον ὅτι πάντα τὸν βίον ἐν ταύτῃ τῇ τάξει διαμε‐
5νοῦσιν. Διὰ τοῦτο δὲ πλείους ἐποιησάμην τοὺς λόγους καὶ περὶ ἐμαυτοῦ καὶ περὶ τῶν ἄλλων τῶν προειρημένων, ἵνα μηδεμίαν ὑπολίπω πρόφασιν ὡς οὐ δεῖ ποιεῖν ὑμᾶς ἑκόντας καὶ προθύμως ἅττ’ ἂν ἐγὼ συμβουλεύσω καὶ προστάξω.
Nic
.

48

Φημὶ δὲ χρῆναι πράττειν ἕκαστον ὑμῶν ἐφ’ οἷς ἐφέστηκεν ἐπιμελῶς καὶ δικαίως· καθ’ ὁπότερον γὰρ ἂν ἐλλίπητε τούτων, ἀνάγκη κακῶς σχεῖν ταύτῃ τὰς πράξεις. Μηδενὸς ὀλιγωρεῖτε μηδὲ καταφρονεῖτε τῶν προστεταγ‐
5μένων, ὑπολαμβάνοντες ὡς οὐ παρὰ τοῦτ’ ἐστιν, ἀλλ’ ὡς
παρ’ ἕκαστον τῶν μερῶν ἢ καλῶς ἢ κακῶς τὸ σύμπαν ἕξον, οὕτω σπουδάζετε περὶ αὐτῶν.132
Nic
.

49

Κήδεσθε μηδὲν ἧττον τῶν ἐμῶν ἢ τῶν ὑμετέρων αὐτῶν, καὶ μὴ νομίζετε μικρὸν ἀγαθὸν εἶναι τὰς τιμὰς ἃς ἔχουσιν οἱ καλῶς τῶν ἡμετέρων ἐπιστατοῦντες. Ἀπέχεσθε τῶν ἀλλοτρίων, ἵν’ ἀσφαλέστε‐
5ρον τοὺς οἴκους τοὺς ὑμετέρους αὐτῶν κεκτῆσθε. Τοιούτους εἶναι χρὴ περὶ τοὺς ἄλλους οἷόν περ ἐμὲ περὶ ὑμᾶς ἀξιοῦτε γίγνεσθαι.
Nic
.

50

Μὴ σπεύδετε πλουτεῖν μᾶλλον ἢ χρηστοὶ δοκεῖν εἶναι, γιγνώσκοντες ὅτι καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων οἱ μεγίστας ἐπ’ ἀρετῇ δόξας ἔχοντες πλείστων ἀγαθῶν δεσπόται καθίστανται. Τοὺς χρηματισ‐
5μοὺς τοὺς παρὰ τὸ δίκαιον γιγνομένους ἡγεῖσθε μὴ πλοῦτον, ἀλλὰ κίνδυνον ποιήσειν. Μὴ τὸ μὲν λαβεῖν κέρδος εἶναι νομίζετε, τὸ δ’ ἀναλῶσαι ζημίαν· οὐδέτερον γὰρ τούτων ἀεὶ τὴν αὐτὴν ἔχει δύναμιν, ἀλλ’ ὁπότερον ἂν ἐν καιρῷ καὶ μετ’ ἀρετῆς γίγνηται, τοῦτ’ ὠφελεῖ τοὺς ποιοῦντας.
Nic
.

51

Μηδὲ πρὸς ἓν χαλεπῶς ἔχετε τῶν ὑπ’ ἐμοῦ προσταττο‐ μένων· ὅσοι γὰρ ἂν ὑμῶν περὶ πλεῖστα τῶν ἐμῶν χρησίμους αὑτοὺς παράσχωσιν, οὗτοι πλεῖστα τοὺς οἴκους τοὺς αὑτῶν ὠφελήσουσιν. Ὅ τι ἂν ὑμῶν ἕκαστος αὐτὸς αὑτῷ
5τύχῃ συνειδὼς, ἡγείσθω μηδ’ ἐμὲ λήσειν, ἀλλ’ ἐὰν καὶ τὸ σῶμα μὴ παρῇ, τὴν διάνοιαν τὴν ἐμὴν οἰέσθω τοῖς γιγνο‐ μένοις παρεστάναι· ταύτην γὰρ τὴν γνώμην ἔχοντες σωφρονέστερον βουλεύσεσθε περὶ ἁπάντων.
Nic
.

52

Μηδὲν ἀποκρύπτεσθε μήθ’ ὧν κέκτησθε μήθ’ ὧν ποιεῖτε μήθ’ ὧν μέλλετε πράττειν, εἰδότες ὅτι περὶ τὰ κεκρυμμένα τῶν πραγμάτων ἀναγκαῖόν ἐστιν πολλοὺς φόβους γίγνεσθαι.
5Μὴ τεχνικῶς ζητεῖτε πολιτεύεσθαι μηδ’ ἀφανῶς, ἀλλ’ οὕτως ἁπλῶς καὶ φανερῶς ὥστε μηδ’ ἄν τις βούληται ῥᾴδιον ὑμᾶς εἶναι διαβαλεῖν. Δοκιμάζετε τὰς πράξεις, καὶ νομίζετε πονηρὰς μὲν, ἃς πράττοντες λανθάνειν ἐμὲ βού‐ λεσθε, χρηστὰς δὲ, περὶ ὧν ἐγὼ μέλλω πυθόμενος βελτίους133
10ὑμᾶς νομιεῖν.
Nic
.

53

Μὴ κατασιωπᾶτ’ ἄν τινας ὁρᾶτε περὶ τὴν ἀρχὴν τὴν ἐμὴν πονηροὺς ὄντας, ἀλλ’ ἐξελέγχετε, καὶ νομίζετε τῆς αὐτῆς ζημίας ἀξίους εἶναι τοὺς συγκρύπτον‐ τας τοῖς ἁμαρτάνουσιν. Εὐτυχεῖν νομίζετε μὴ τοὺς λανθά‐
5νοντας, ἄν τι κακὸν ποιήσωσιν, ἀλλὰ τοὺς μηδὲν ἐξαμαρτά‐ νοντας· τοὺς μὲν γὰρ εἰκὸς τοιαῦτα παθεῖν οἷά περ αὐτοὶ ποιοῦσιν, τοὺς δὲ χάριν ἀπολαβεῖν ἧς ἄξιοι τυγχάνουσιν ὄντες.
Nic
.

54

Ἑταιρείας μὴ ποιεῖσθε μηδὲ συνόδους ἄνευ τῆς ἐμῆς γνώμης· αἱ γὰρ τοιαῦται συστάσεις ἐν μὲν ταῖς ἄλλαις πολιτείαις πλεονεκτοῦσιν, ἐν δὲ ταῖς μοναρχίαις κινδυνεύουσιν. Μὴ μόνον ἀπέχεσθε τῶν ἁμαρτημάτων,
5ἀλλὰ καὶ τῶν ἐπιτηδευμάτων τῶν τοιούτων, ἐν οἷς ἀναγ‐ καῖόν ἐστιν ὑποψίαν ἐγγίγνεσθαι. Τὴν ἐμὴν φιλίαν ἀσφα‐ λεστάτην καὶ βεβαιοτάτην εἶναι νομίζετε.
Nic
.

55

Διαφυ‐ λάττετε τὴν παροῦσαν κατάστασιν, καὶ μηδεμιᾶς ἐπιθυ‐ μεῖτε μεταβολῆς, εἰδότες ὅτι διὰ τὰς ταραχὰς ἀναγκαῖόν ἐστι καὶ τὰς πόλεις ἀπόλλυσθαι καὶ τοὺς οἴκους τοὺς
5ἰδίους ἀναστάτους γίγνεσθαι. Μὴ μόνον τὰς φύσεις αἰτίας νομίζετε τοῦ χαλεποὺς ἢ πράους εἶναι τοὺς τυράννους, ἀλλὰ καὶ τὸν τρόπον τὸν τῶν πολιτῶν· πολλοὶ γὰρ ἤδη διὰ τὴν τῶν ἀρχομένων κακίαν τραχύτερον ἢ κατὰ τὴν αὑτῶν γνώμην ἄρχειν ἠναγκάσθησαν. Θαρρεῖτε μὴ μᾶλλον
10διὰ τὴν πραότητα τὴν ἐμὴν ἢ διὰ τὴν ὑμετέραν αὐτῶν ἀρετήν.134
Nic
.

56

Τὴν ἐμὴν ἀσφάλειαν ἄδειαν ὑμῖν αὐτοῖς εἶναι νομίζετε· καλῶς γὰρ τῶν περὶ ἐμὲ καθεστώτων τὸν αὐτὸν τρόπον καὶ τὰ περὶ ὑμᾶς ἕξει. Ταπεινοὺς μὲν εἶναι χρὴ πρὸς τὴν ἀρχὴν τὴν ἐμὴν, ἐμμένοντας τοῖς ἔθεσιν
5καὶ διαφυλάττοντας τοὺς νόμους τοὺς βασιλικοὺς, λαμπροὺς δ’ ἐν ταῖς ὑπὲρ τῆς πόλεως λειτουργίαις καὶ τοῖς ἄλλοις τοῖς ὑπ’ ἐμοῦ προσταττομένοις.
Nic
.

57

Προτρέπετε τοὺς νεωτέρους ἐπ’ ἀρετὴν μὴ μόνον παραινοῦντες, ἀλλὰ καὶ περὶ τὰς πράξεις ὑποδεικνύοντες αὐτοῖς οἵους εἶναι χρὴ τοὺς ἄνδρας τοὺς ἀγαθούς. Διδάσκετε τοὺς παῖδας τοὺς ὑμετέ‐
5ρους αὐτῶν πειθαρχεῖν, καὶ περὶ τὴν παίδευσιν τὴν εἰρημέ‐ νην ἐθίζετ’ αὐτοὺς ὡς μάλιστα διατρίβειν· ἢν γὰρ καλῶς ἄρχεσθαι μάθωσιν, πολλῶν ἄρχειν δυνήσονται, καὶ πιστοὶ μὲν ὄντες καὶ δίκαιοι μεθέξουσι τῶν ἡμετέρων ἀγαθῶν, κακοὶ δὲ γενόμενοι κινδυνεύσουσιν περὶ τῶν ὑπαρχόντων.
Nic
.

58

Μέγιστον ἡγεῖσθε καὶ δικαιότατον τοῖς παισὶ πλοῦτον παραδώσειν, ἢν αὐτοῖς δύνησθε τὴν ἡμετέραν εὔνοιαν κατα‐ λείπειν. Ἀθλιωτάτους ἡγεῖσθε καὶ δυστυχεστάτους, ὅσοι περὶ τοὺς πιστεύοντας ἄπιστοι γεγόνασιν· ἀνάγκη γὰρ
5τοὺς τοιούτους ἀθύμως ἔχοντας καὶ φοβουμένους ἅπαντα καὶ μηδὲν μᾶλλον πιστεύοντας τοῖς φίλοις ἢ τοῖς ἐχθροῖς τὸν ἐπίλοιπον χρόνον διάγειν.
Nic
.

59

Ζηλοῦτε μὴ τοὺς [τὰ] πλεῖστα κεκτημένους, ἀλλὰ τοὺς μηδὲν κακὸν σφίσιν αὐτοῖς συνειδότας· μετὰ γὰρ τοιαύτης ψυχῆς ἥδιστ’ ἄν τις
δύναιτο τὸν βίον διαγαγεῖν. Μὴ τὴν κακίαν οἴεσθε δύνα‐135
5σθαι μὲν πλείω τῆς ἀρετῆς ὠφελεῖν, τὸ δ’ ὄνομα δυσχερέ‐ στερον ἔχειν, ἀλλ’ οἵων περ ὀνομάτων ἕκαστον τῶν πραγ‐ μάτων τετύχηκεν, τοιαύτας ἡγεῖσθε καὶ τὰς δυνάμεις αὐτῶν εἶναι.
Nic
.

60

Μὴ φθονεῖτε τοῖς παρ’ ἐμοὶ πρωτεύου‐ σιν, ἀλλ’ ἁμιλλᾶσθε, καὶ πειρᾶσθε χρηστοὺς ὑμᾶς αὐτοὺς παρέχοντες ἐξισοῦσθαι τοῖς προέχουσιν. Φιλεῖν οἴεσθε δεῖν καὶ τιμᾶν οὕσπερ ἂν καὶ ὁ βασιλεὺς, ἵνα καὶ παρ’
5ἐμοῦ τυγχάνητε τῶν αὐτῶν τούτων. Οἷά περ παρόντος μου λέγετε, τοιαῦτα καὶ περὶ ἀπόντος φρονεῖτε.
Nic
.

61

Τὴν εὔνοιαν τὴν πρὸς ἡμᾶς ἐν τοῖς ἔργοις ἐνδείκνυσθε μᾶλλον ἢ ἐν τοῖς λόγοις. Ἃ πάσχοντες ὑφ’ ἑτέρων ὀργίζεσθε, ταῦτα τοὺς ἄλλους μὴ ποιεῖτε. Περὶ ὧν ἂν ἐν τοῖς λόγοις
5κατηγορῆτε, μηδὲν τούτων ἐν τοῖς ἔργοις ἐπιτηδεύετε. Τοιαῦτα προσδοκᾶτε πράξειν οἷ’ ἂν περὶ ἡμῶν διανοῆσθε. Μὴ μόνον ἐπαινεῖτε τοὺς ἀγαθοὺς, ἀλλὰ καὶ μιμεῖσθε.
Nic
.

62

Τοὺς λόγους τοὺς ἐμοὺς νόμους εἶναι νομίζοντες πει‐ ρᾶσθε τούτοις ἐμμένειν, εἰδότες ὅτι τοῖς μάλιστα ποιοῦσιν ὑμῶν ἁγὼ βούλομαι, τάχιστα τούτοις ἐξέσται ζῆν ὡς αὐτοὶ βούλονται. Κεφάλαιον τῶν εἰρημένων· οἵουσπερ τοὺς
5ὑφ’ ὑμῶν ἀρχομένους οἴεσθε δεῖν περὶ ὑμᾶς εἶναι, τοιού‐ τους χρὴ καὶ περὶ τὴν ἀρχὴν τὴν ἐμὴν ὑμᾶς γίγνεσθαι.
Nic
.

63

Καὶ ταῦτ’ ἂν ποιῆτε, τί δεῖ περὶ τῶν συμβησομένων
μακρολογεῖν; Ἢν γὰρ ἐγώ τε παρέχω τοιοῦτον ἐμαυτὸν οἷόνπερ ἐν τῷ παρελθόντι χρόνῳ, καὶ τὰ παρ’ ὑμῶν ὑπηρε‐ τῆται, ταχέως ὄψεσθε καὶ τὸν βίον τὸν ὑμέτερον αὐτῶν ἐπι‐136
5δεδωκότα καὶ τὴν ἀρχὴν τὴν ἐμὴν ηὐξημένην καὶ τὴν πόλιν εὐδαίμονα γεγενημένην.
Nic
.

64

Ἄξιον μὲν οὖν τηλικούτων ἀγαθῶν ἕνεκα καὶ μηδὲν ἐλλείπειν, ἀλλὰ καὶ πόνους καὶ κινδύνους οὑστινασοῦν ὑπενεγκεῖν· ὑμῖν δ’ ἔξεστι μηδὲν ταλαιπωρηθεῖσιν, ἀλλὰ πιστοῖς μόνον καὶ δικαίοις οὖσιν
5ἅπαντα ταῦτα διαπράξασθαι.137