TLG 0010 012 :: ISOCRATES :: Plataicus (orat. 14)

ISOCRATES Orat.
(Atheniensis: 5–4 B.C.)

Vita et scholia: Cf. SCHOLIA IN ISOCRATEM (5028)

Plataicus (orat. 14)

Source: Mathieu, G., Brémond, É. (eds.), Isocrate. Discours, vol. 2. Paris: Les Belles Lettres, 1938 (repr. 1967 (1st edn. rev. et corr.)): 74–88.

Citation: Section — (line)

Plat
.

t

ΠΛΑΤΑΙΚΟΣ
Plat
.

1

Εἰδότες ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τοῖς ἀδικουμέ‐ νοις προθύμως βοηθεῖν εἰθισμένους καὶ τοῖς εὐεργέταις μεγίστην χάριν ἀποδιδόντας, ἥκομεν ἱκετεύσοντες μὴ περιιδεῖν ἡμᾶς εἰρήνης οὔσης ἀναστάτους ὑπὸ Θηβαίων
5γεγενημένους. Πολλῶν δ’ ἤδη πρὸς ὑμᾶς καταφυγόντων καὶ διαπραξαμένων ἅπανθ’ ὅσων ἐδεήθησαν, ἡγούμεθα μάλισθ’ ὑμῖν προσήκειν περὶ τῆς ἡμετέρας πόλεως ποιήσα‐ σθαι πρόνοιαν.
Plat
.

2

Οὔτε γὰρ ἂν ἀδικώτερον οὐδένας ἡμῶν εὕροιτε τηλικαύταις συμφοραῖς περιπεπτωκότας, οὔτ’ ἐκ πλείονος χρόνου πρὸς τὴν ὑμετέραν πόλιν οἰκειότερον διακειμένους. Ἔτι δὲ τοιούτων δεησόμενοι πάρεσμεν, ἐν
5οἷς κίνδυνος μὲν οὐδεὶς ἔνεστιν, ἅπαντες δ’ ἄνθρωποι νομιοῦσιν ὑμᾶς πειθομένους ὁσιωτάτους καὶ δικαιοτάτους εἶναι τῶν Ἑλλήνων.
Plat
.

3

Εἰ μὲν οὖν μὴ Θηβαίους ἑωρῶμεν ἐκ παντὸς τρόπου παρεσκευασμένους πείθειν ὑμᾶς ὡς οὐδὲν εἰς ἡμᾶς ἐξη‐ μαρτήκασιν, διὰ βραχέων ἂν ἐποιησάμεθα τοὺς λόγους· ἐπειδὴ δ’ εἰς τοῦθ’ ἥκομεν ἀτυχίας ὥστε μὴ μόνον ἡμῖν
5εἶναι τὸν ἀγῶνα πρὸς τούτους, ἀλλὰ καὶ τῶν ῥητόρων πρὸς τοὺς δυνατωτάτους, οὓς ἀπὸ τῶν ἡμετέρων αὑτοῖς οὗτοι παρεσκευάσαντο συνηγόρους, ἀναγκαῖον διὰ μακροτέρων δηλῶσαι περὶ αὐτῶν.
Plat
.

4

Χαλεπὸν μὲν οὖν μηδὲν καταδεέστερον εἰπεῖν ὧν πεπόνθαμεν· ποῖος γὰρ ἂν λόγος ἐξισωθείη ταῖς ἡμετέραις δυσπραξίαις, ἢ τίς ἂν ῥήτωρ ἱκανὸς γένοιτο κατηγορῆσαι τῶν Θηβαίοις ἡμαρτημένων; Ὅμως δὲ πειρατέον οὕτως
5ὅπως ἂν δυνώμεθα φανερὰν καταστῆσαι τὴν τούτων παρα‐ νομίαν.
Plat
.

5

Πολὺ δὲ μάλιστ’ ἀγανακτοῦμεν ὅτι τοσούτου δέομεν τῶν ἴσων ἀξιοῦσθαι τοῖς ἄλλοις Ἕλλησιν ὥστ’ εἰρήνης οὔσης καὶ συνθηκῶν γεγενημένων οὐχ ὅπως τῆς κοινῆς ἐλευθερίας μετέχομεν, ἀλλ’ οὐδὲ δουλείας μετρίας
74
5τυχεῖν ἠξιώθημεν.
Plat
.

6

Δεόμεθ’ οὖν ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, μετ’ εὐνοίας ἀκροάσασθαι τῶν λεγομένων, ἐνθυμηθέντας ὅτι πάντων ἂν ἡμῖν ἀλογώτατον εἴη συμβεβηκὸς, εἰ τοῖς μὲν ἅπαντα τὸν χρόνον δυσμενῶς πρὸς τὴν πόλιν ὑμῶν διακειμένοις αἴτιοι
5γεγένησθε τῆς ἐλευθερίας, ἡμεῖς δὲ μηδ’ ἱκετεύοντες ὑμᾶς τῶν αὐτῶν τοῖς ἐχθίστοις τύχοιμεν.
Plat
.

7

Περὶ μὲν οὖν τῶν γεγενημένων οὐκ οἶδ’ ὅ τι δεῖ μακρολογεῖν· τίς γὰρ οὐκ οἶδεν ὅτι καὶ τὴν χώραν ἡμῶν κατανενέμηνται καὶ τὴν πόλιν κατεσκάφασιν; Ἃ δὲ λέγοντες ἐλπίζουσιν ἐξαπατήσειν ὑμᾶς, περὶ τούτων πει‐
5ράσομαι διδάσκειν.
Plat
.

8

Ἐνίοτε γὰρ ἐπιχειροῦσι λέγειν ὡς διὰ τοῦτο πρὸς ἡμᾶς οὕτω προσηνέχθησαν, ὅτι συντελεῖν αὐτοῖς οὐκ ἠθέ‐ λομεν. Ὑμεῖς δ’ ἐνθυμεῖσθε πρῶτον μὲν εἰ δίκαιόν ἐστιν ὑπὲρ τηλικούτων ἐγκλημάτων οὕτως ἀνόμους καὶ δεινὰς
5ποιεῖσθαι τὰς τιμωρίας, ἔπειτ’ εἰ προσήκειν ὑμῖν δοκεῖ μὴ πεισθεῖσαν τὴν Πλαταιέων πόλιν, ἀλλὰ βιασθεῖσαν Θηβαίοις συντελεῖν. Ἐγὼ μὲν γὰρ οὐδένας ἡγοῦμαι τολμη‐ ροτέρους εἶναι τούτων, οἵτινες τὰς μὲν ἰδίας ἡμῶν ἑκά‐ στων πόλεις ἀφανίζουσιν, τῆς δὲ σφετέρας αὐτῶν πολι‐
10τείας οὐδὲν δεομένους κοινωνεῖν ἀναγκάζουσιν.
Plat
.

9

Πρὸς δὲ τούτοις οὐδ’ ὁμολογούμενα φαίνονται διαπραττόμενοι
πρός τε τοὺς ἄλλους καὶ πρὸς ἡμᾶς. Ἐχρῆν γὰρ αὐτοὺς, ἐπειδὴ πείθειν ἡμῶν τὴν πόλιν οὐχ οἷοί τ’ ἦσαν, ὥσπερ τοὺς75
5Θεσπιέας καὶ τοὺς Ταναγραίους, συντελεῖν μόνον εἰς τὰς Θήβας ἀναγκάζειν· οὐδὲν γὰρ ἂν τῶν ἀνηκέστων κακῶν ἦμεν πεπονθότες. Νῦν δὲ φανεροὶ γεγόνασιν οὐ τοῦτο διαπράξασθαι βουληθέντες, ἀλλὰ τῆς χώρας ἡμῶν ἐπιθυμή‐ σαντες.
Plat
.

10

Θαυμάζω δὲ πρὸς τί τῶν γεγενημένων ἀνα‐ φέροντες καὶ πῶς ποτε τὸ δίκαιον κρίνοντες ταῦτα φήσου‐ σιν προστάττειν ἡμῖν. Εἰ μὲν γὰρ τὰ πάτρια σκοποῦσιν, οὐ τῶν ἄλλων αὐτοῖς ἀρκτέον, ἀλλὰ πολὺ μᾶλλον Ὀρχομε‐
5νίοις φόρον οἰστέον· οὕτω γὰρ εἶχεν τὸ παλαιόν· εἰ δὲ τὰς συνθήκας ἀξιοῦσιν εἶναι κυρίας, ὅπερ ἐστὶν δίκαιον, πῶς οὐχ ὁμολογήσουσιν ἀδικεῖν καὶ παραβαίνειν αὐτάς; Ὁμοίως γὰρ τάς τε μικρὰς τῶν πόλεων καὶ τὰς μεγάλας αὐτονό‐ μους εἶναι κελεύουσιν.
Plat
.

11

Οἶμαι δὲ περὶ μὲν τούτων οὐ τολμήσειν αὐτοὺς ἀναισχυντεῖν, ἐπ’ ἐκεῖνον δὲ τρέψεσθαι τὸν λόγον, ὡς μετὰ Λακεδαιμονίων ἐπολεμοῦμεν, καὶ πάσῃ τῇ συμμαχίᾳ δια‐ φθείραντες ἡμᾶς τὰ συμφέροντα πεποιήκασιν.
Plat
.

12

Ἐγὼ δ’ ἡγοῦμαι μὲν χρῆναι μηδεμίαν μήτ’ αἰτίαν μήτε κατηγο‐ ρίαν μεῖζον δύνασθαι τῶν ὅρκων καὶ τῶν συνθηκῶν· οὐ μὴν ἀλλ’ εἰ δεῖ τινὰς κακῶς παθεῖν διὰ τὴν Λακεδαιμονίων
5συμμαχίαν, οὐκ ἂν Πλαταιεῖς ἐξ ἁπάντων τῶν Ἑλλήνων προὐκρίθησαν δικαίως· οὐ γὰρ ἑκόντες, ἀλλ’ ἀναγκασθέντες αὐτοῖς ἐδουλεύομεν.
Plat
.

13

Τίς γὰρ ἂν πιστεύσειεν εἰς τοῦθ’ ἡμᾶς ἀνοίας ἐλθεῖν ὥστε περὶ πλείονος ποιήσασθαι τοὺς ἐξανδραποδισαμένους ἡμῶν τὴν πατρίδα μᾶλλον ἢ τοὺς τῆς πόλεως τῆς αὑτῶν μεταδόντας; Ἀλλὰ γὰρ, οἶμαι,
5χαλεπὸν ἦν νεωτερίζειν αὐτοὺς μὲν μικρὰν πόλιν οἰκοῦν‐
τας, ἐκείνων δ’ οὕτω μεγάλην δύναμιν κεκτημένων, ἔτι δὲ πρὸς τούτοις ἁρμοστοῦ καθεστῶτος καὶ φρουρᾶς ἐνούσης καὶ τηλικούτου στρατεύματος ὄντος Θεσπιᾶσιν,76
Plat
.

14

ὑφ’ ὧν οὐ μόνον ἂν θᾶττον ἢ [ὑπὸ] Θηβαίων διεφθάρημεν, ἀλλὰ καὶ δικαιότερον· τούτους μὲν γὰρ εἰρήνης οὔσης οὐ προσ‐ ῆκεν μνησικακεῖν περὶ τῶν τότε γεγενημένων, ἐκεῖνοι δ’
5ἐν τῷ πολέμῳ προδοθέντες εἰκότως ἂν παρ’ ἡμῶν τὴν μεγίστην δίκην ἐλάμβανον.
Plat
.

15

Ἡγοῦμαι δ’ ὑμᾶς οὐκ ἀγνοεῖν ὅτι πολλοὶ καὶ τῶν ἄλλων Ἑλλήνων τοῖς μὲν σώμα‐ σιν μετ’ ἐκείνων ἀκολουθεῖν ἠναγκάζοντο, ταῖς δ’ εὐνοίαις μεθ’ ὑμῶν ἦσαν. Οὓς τίνα χρὴ προσδοκᾶν γνώμην ἕξειν,
5ἢν ἀκούσωσιν ὅτι Θηβαῖοι τὸν δῆμον τὸν Ἀθηναίων πεπεί‐ κασιν ὡς οὐδενός ἐστιν φειστέον τῶν ὑπὸ Λακεδαιμονίοις γενομένων;
Plat
.

16

Ὁ γὰρ τούτων λόγος οὐδὲν ἄλλ’ ἢ τοῦτο φανήσεται δυνάμενος· οὐ γὰρ ἰδίαν κατηγορίαν ποιούμενοι κατὰ τῆς πόλεως τῆς ἡμετέρας ἀπολωλέκασιν αὐτὴν ἀλλ’ ἣν ὁμοίως καὶ κατ’ ἐκείνων ἕξουσιν εἰπεῖν. Ὑπὲρ ὧν βου‐
5λεύεσθαι χρὴ καὶ σκοπεῖν, ὅπως μὴ τοὺς πρότερον μισοῦν‐ τας τὴν ἀρχὴν τὴν Λακεδαιμονίων ἡ τούτων ὕβρις διαλλά‐ ξει καὶ ποιήσει τὴν ἐκείνων συμμαχίαν αὑτῶν νομίζειν εἶναι σωτηρίαν.
Plat
.

17

Ἐνθυμεῖσθε δ’ ὅτι τὸν πόλεμον ἀνείλεσθε τὸν ὑπογυιότατον οὐχ ὑπὲρ τῆς ὑμετέρας σωτηρίας οὐδ’ ὑπὲρ τῆς τῶν συμμάχων ἐλευθερίας, —ἅπασι γὰρ ὑπῆρχεν ὑμῖν—, ἀλλ’ ὑπὲρ τῶν παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας
5τῆς αὐτονομίας ἀποστερουμένων. Ὃ δὴ καὶ πάντων σχε‐ τλιώτατον, εἰ τὰς πόλεις ἃς οὐκ ᾤεσθε δεῖν Λακεδαιμονίοις
δουλεύειν, ταύτας περιόψεσθε νῦν ὑπὸ Θηβαίων ἀπολλυ‐ μένας οἳ τοσούτου δέουσιν μιμεῖσθαι τὴν πραότητα τὴν ὑμετέραν,77
Plat
.

18

ὥσθ’ ὃ δοκεῖ πάντων δεινότατον εἶναι, δοριαλώτους γενέσθαι, τοῦτο κρεῖττον ἦν ἡμῖν παθεῖν ὑπὸ ταύτης τῆς πόλεως ἢ τούτων τυχεῖν ὁμόρους ὄντας· οἱ μὲν γὰρ ὑφ’ ὑμῶν κατὰ κράτος ἁλόντες εὐθὺς μὲν ἁρμοστοῦ
5καὶ δουλείας ἀπηλλάγησαν, νῦν δὲ τοῦ συνεδρίου καὶ τῆς ἐλευθερίας μετέχουσιν· οἱ δὲ τούτων πλησίον οἰκοῦντες οἱ μὲν οὐδὲν ἧττον τῶν ἀργυρωνήτων δουλεύουσιν, τοὺς δ’ οὐ πρότερον παύσονται πρὶν ἂν οὕτως ὥσπερ ἡμᾶς διαθῶ‐ σιν.
Plat
.

19

Καὶ Λακεδαιμονίων μὲν κατηγόρουν, ὅτι τὴν Καδμείαν κατέλαβον καὶ φρουρὰς εἰς τὰς πόλεις καθίστα‐ σαν, αὐτοὶ δ’ οὐ φύλακας εἰσπέμποντες, ἀλλὰ τῶν μὲν τὰ τείχη κατασκάπτοντες, τοὺς δ’ ἄρδην ἀπολλύοντες, οὐδὲν
5οἴονται δεινὸν ποιεῖν, ἀλλ’ εἰς τοῦτ’ ἀναισχυντίας ἐληλύθα‐ σιν ὥστε τῆς μὲν αὑτῶν σωτηρίας τοὺς συμμάχους ἅπαντας ἀξιοῦσιν ἐπιμελεῖσθαι, τῆς δὲ τῶν ἄλλων δουλείας αὑτοὺς κυρίους καθιστᾶσιν.
Plat
.

20

Καίτοι τίς οὐκ ἂν μισή‐ σειεν τὴν τούτων πλεονεξίαν, οἳ τῶν μὲν ἀσθενεστέρων ἄρξειν ζητοῦσιν, τοῖς δὲ κρείττοσιν ἴσον ἔχειν οἴονται δεῖν, καὶ τῇ μὲν ὑμετέρᾳ πόλει τῆς γῆς τῆς ὑπ’ Ὠρωπίων
5δεδομένης φθονοῦσιν, αὐτοὶ δὲ βίᾳ τὴν ἀλλοτρίαν χώραν κατανέμονται;
Plat
.

21

Καὶ πρὸς τοῖς ἄλλοις κακοῖς λέγουσιν ὡς ὑπὲρ τοῦ κοινοῦ τῶν συμμάχων ταῦτ’ ἔπραξαν. Καίτοι χρῆν αὐτοὺς, ὄντος ἐνθάδε συνεδρίου καὶ τῆς ὑμετέρας πόλεως ἄμεινον βουλεύεσθαι δυναμένης ἢ τῆς Θηβαίων, οὐχ ὑπὲρ τῶν
5πεπραγμένων ἥκειν ἀπολογησομένους, ἀλλὰ πρὶν ποιῆσαί τι τούτων ἐλθεῖν ὡς ὑμᾶς βουλευσομένους.
Plat
.

22

Νῦν δὲ
τὰς μὲν οὐσίας τὰς ἡμετέρας ἰδίᾳ διηρπάκασιν, τῆς δὲ δια‐ βολῆς ἅπασι τοῖς συμμάχοις ἥκουσιν μεταδώσοντες. Ἣν ὑμεῖς, ἢν σωφρονῆτε, φυλάξεσθε· πολὺ γὰρ κάλλιον τού‐78
5τους ἀναγκάσαι μιμήσασθαι τὴν ὁσιότητα τὴν ὑμετέραν ἢ τῆς τούτων παρανομίας αὐτοὺς πεισθῆναι μετασχεῖν, οἳ μηδὲν τῶν αὐτῶν τοῖς ἄλλοις γιγνώσκουσιν.
Plat
.

23

Οἶμαι γὰρ ἅπασιν φανερὸν εἶναι διότι προσήκει τοὺς εὖ φρονοῦν‐ τας ἐν μὲν τῷ πολέμῳ σκοπεῖν, ὅπως ἐκ παντὸς τρόπου πλέον ἕξουσιν τῶν ἐχθρῶν, ἐπειδὰν δ’ εἰρήνη γένηται,
5μηδὲν περὶ πλείονος ποιεῖσθαι τῶν ὅρκων καὶ τῶν συνθη‐ κῶν.
Plat
.

24

Οὗτοι δὲ τότε μὲν ἐν ἁπάσαις ταῖς πρεσβείαις ὑπὲρ τῆς ἐλευθερίας καὶ τῆς αὐτονομίας ἐποιοῦντο τοὺς λόγους· ἐπειδὴ δὲ νομίζουσιν αὑτοῖς ἄδειαν γεγενῆσθαι, πάντων τῶν ἄλλων ἀμελήσαντες ὑπὲρ τῶν ἰδίων κερδῶν καὶ
5τῆς αὑτῶν βίας λέγειν τολμῶσιν,
Plat
.

25

καὶ φασὶ τὸ Θηβαίους ἔχειν τὴν ἡμετέραν, τοῦτο συμφέρον εἶναι τοῖς συμμάχοις, κακῶς εἰδότες ὡς οὐδ’ αὐτοῖς τοῖς παρὰ τὸ δίκαιον πλεονεκτοῦσιν οὐδὲν πώποτε συνήνεγκεν, ἀλλὰ
5πολλοὶ δὴ τῆς ἀλλοτρίας ἀδίκως ἐπιθυμήσαντες περὶ τῆς αὑτῶν δικαίως εἰς τοὺς μεγίστους κινδύνους κατέ‐ στησαν.
Plat
.

26

Ἀλλὰ μὴν οὐδ’ ἐκεῖνό γ’ ἕξουσιν λέγειν, ὡς αὐτοὶ μὲν, μεθ’ ὧν ἂν γένωνται, πιστοὶ διατελοῦσιν ὄντες, ἡμᾶς δ’ ἄξιον φοβεῖσθαι μὴ κομισάμενοι τὴν χώραν πρὸς Λακε‐ δαιμονίους ἀποστῶμεν· εὑρήσετε γὰρ ἡμᾶς μὲν δὶς ἐκπεπο‐
5λιορκημένους ὑπὲρ τῆς φιλίας τῆς ὑμετέρας, τούτους δὲ πολλάκις εἰς ταύτην τὴν πόλιν ἐξημαρτηκότας.
Plat
.

27

Καὶ τὰς μὲν παλαιὰς προδοσίας πολὺ ἂν ἔργον εἴη λέγειν· γενο‐ μένου δὲ τοῦ Κορινθιακοῦ πολέμου διὰ τὴν ὕβριν τὴν τού‐
των, καὶ Λακεδαιμονίων μὲν ἐπ’ αὐτοὺς στρατευσάντων,79
5δι’ ὑμᾶς δὲ σωθέντες οὐχ ὅπως τούτων χάριν ἀπέδοσαν, ἀλλ’ ἐπειδὴ διελέλυσθε τὸν πόλεμον, ἀπολιπόντες ὑμᾶς εἰς τὴν Λακεδαιμονίων συμμαχίαν εἰσῆλθον.
Plat
.

28

Καὶ Χῖοι μὲν καὶ Μυτιληναῖοι καὶ Βυζάντιοι συμπαρέμειναν, οὗτοι δὲ τηλικαύτην πόλιν οἰκοῦντες οὐδὲ κοινοὺς σφᾶς αὐτοὺς παρασχεῖν ἐτόλμησαν, ἀλλ’ εἰς τοῦτ’ ἀνανδρίας καὶ πονη‐
5ρίας ἦλθον, ὥστ’ ὤμοσαν ἦ μὴν ἀκολουθήσειν μετ’ ἐκείνων ἐφ’ ὑμᾶς τοὺς διασώσαντας τὴν πόλιν αὐτῶν· ὑπὲρ ὧν δόντες τοῖς θεοῖς δίκην καὶ τῆς Καδμείας καταληφθείσης ἠναγκάσθησαν ἐνθάδε καταφυγεῖν. Ὅθεν καὶ μάλιστ’ ἐπε‐ δείξαντο τὴν αὑτῶν ἀπιστίαν·
Plat
.

29

σωθέντες γὰρ πάλιν διὰ τῆς ὑμετέρας δυνάμεως καὶ κατελθόντες εἰς τὴν αὑτῶν οὐδένα χρόνον ἐνέμειναν, ἀλλ’ εὐθὺς εἰς Λακεδαίμονα πρέσβεις ἀπέστελλον, ἕτοιμοι δουλεύειν ὄντες καὶ μηδὲν
5κινεῖν τῶν πρότερον πρὸς αὐτοὺς ὡμολογημένων. Καὶ τί δεῖ μακρολογεῖν; Εἰ γὰρ μὴ προσέταττον ἐκεῖνοι τούς τε φεύγοντας καταδέχεσθαι καὶ τοὺς αὐτόχειρας ἐξείργειν, οὐδὲν ἂν ἐκώλυεν αὐτοὺς μετὰ τῶν ἠδικηκότων ἐφ’ ὑμᾶς τοὺς εὐεργέτας στρατεύεσθαι.
Plat
.

30

Καὶ τοιοῦτοι μὲν νεωστὶ περὶ τὴν πόλιν τήνδε γεγενημένοι, τὸ δὲ παλαιὸν ἁπάσης τῆς Ἑλλάδος προδό‐ ται καταστάντες, αὐτοὶ μὲν ὑπὲρ οὕτως ἑκουσίων καὶ μεγάλων ἀδικημάτων συγγνώμης τυχεῖν ἠξιώθησαν, ἡμῖν
5δ’ ὑπὲρ ὧν ἠναγκάσθημεν, οὐδεμίαν ἔχειν οἴονται δεῖν συγγνώμην, ἀλλὰ τολμῶσιν ὄντες Θηβαῖοι λακωνισμὸν ἑτέ‐ ροις ὀνειδίζειν, οὓς πάντες ἴσμεν πλεῖστον χρόνον
Λακεδαιμονίοις δεδουλευκότας καὶ προθυμότερον ὑπὲρ τῆς ἐκείνων ἀρχῆς ἢ τῆς αὑτῶν σωτηρίας πεπολεμηκότας.80
Plat
.

31

Ποίας γὰρ εἰσβολῆς ἀπελείφθησαν τῶν εἰς ταύτην τὴν χώραν γεγενημένων; Ἢ τίνων οὐκ ἐχθίους ὑμῖν καὶ δυσμενέστεροι διετέλεσαν ὄντες; Οὐκ ἐν τῷ Δεκελεικῷ πολέμῳ πλειόνων αἴτιοι κακῶν ἐγένοντο τῶν ἄλλων τῶν
5συνεισβαλόντων; Οὐ δυστυχησάντων ὑμῶν μόνοι τῶν συμ‐ μάχων ἔθεντο τὴν ψῆφον, ὡς χρὴ τήν τε πόλιν ἐξανδρα‐ ποδίσασθαι καὶ τὴν χώραν ἀνεῖναι μηλόβοτον ὥσπερ τὸ Κρισαῖον πεδίον;
Plat
.

32

Ὥστ’ εἰ Λακεδαιμόνιοι τὴν αὐτὴν γνώμην ἔσχον Θηβαίοις, οὐδὲν ἂν ἐκώλυεν τοὺς ἅπασι τοῖς Ἕλλησιν αἰτίους τῆς σωτηρίας γενομένους αὐτοὺς ὑπὸ τῶν Ἑλλήνων ἐξανδραποδισθῆναι καὶ ταῖς μεγίσταις
5συμφοραῖς περιπεσεῖν. Καίτοι τίνα τηλικαύτην εὐεργε‐ σίαν ἔχοιεν ἂν εἰπεῖν, ἥτις ἱκανὴ γενήσεται διαλῦσαι τὴν ἔχθραν τὴν ἐκ τούτων δικαίως ἂν ὑπάρχουσαν πρὸς αὐτούς;
Plat
.

33

Τούτοις μὲν οὖν οὐδεὶς λόγος ὑπολείπεται τηλι‐ καῦτα τὸ μέγεθος ἐξημαρτηκόσι, τοῖς δὲ συναγορεύειν βουλομένοις ἐκεῖνος μόνος, ὡς νῦν μὲν ἡ Βοιωτία προπο‐ λεμεῖ τῆς ὑμετέρας χώρας, ἢν δὲ διαλύσησθε τὴν πρὸς
5τούτους φιλίαν, ἀσύμφορα τοῖς συμμάχοις διαπράξεσθε· μεγάλην γὰρ ἔσεσθαι τὴν ῥοπὴν, εἰ μετὰ Λακεδαιμονίων ἡ τούτων γενήσεται πόλις.
Plat
.

34

Ἐγὼ δ’ οὔτε τοῖς συμμά‐ χοις ἡγοῦμαι λυσιτελεῖν τοὺς ἀσθενεστέρους τοῖς κρείτ‐ τοσιν δουλεύειν, —καὶ γὰρ τὸν παρελθόντα χρόνον ὑπὲρ τούτων ἐπολεμήσαμεν—, οὔτε Θηβαίους εἰς τοῦτο μανίας
5ἥξειν ὥστ’ ἀποστάντας τῆς συμμαχίας Λακεδαιμονίοις
ἐνδώσειν τὴν πόλιν, οὐχ ὡς πιστεύων τοῖς τούτων ἤθεσιν, ἀλλ’ οἶδ’ ὅτι γιγνώσκουσιν ὅτι δυοῖν θάτερον ἀναγκαῖόν ἐστιν αὐτοῖς, ἢ μένοντας ἀποθνῄσκειν καὶ πάσχειν οἷά περ ἐποίη‐ σαν, ἢ φεύγοντας ἀπορεῖν καὶ τῶν ἐλπίδων ἁπασῶν ἐστε‐81
10ρῆσθαι.
Plat
.

35

Πότερα γὰρ τὰ πρὸς τοὺς πολίτας αὐτοῖς ἔχει καλῶς, ὧν τοὺς μὲν ἀποκτείναντες, τοὺς δ’ ἐκ τῆς πόλεως ἐκβαλόντες διηρπάκασιν τὰς οὐσίας, ἢ τὰ πρὸς τοὺς ἄλλους Βοιωτοὺς, ὧν οὐκ ἄρχειν μόνον ἀδίκως ἐπι‐
5χειροῦσιν, ἀλλὰ τῶν μὲν τὰ τείχη κατεσκάφασιν, τῶν δὲ καὶ τὴν χώραν ἀπεστερήκασιν;
Plat
.

36

Ἀλλὰ μὴν οὐδ’ ἐπὶ τὴν ὑμετέραν πόλιν οἷόν τ’ αὐτοῖς ἐπανελθεῖν ἐστιν, ἣν οὕτω συνεχῶς φανήσονται προδιδόντες. Ὥστ’ οὐκ ἔστιν ὅπως βουλήσονται πρὸς ὑμᾶς ὑπὲρ τῆς ἀλλοτρίας διενεχ‐
5θέντες τὴν αὑτῶν πόλιν οὕτως εἰκῇ καὶ προδήλως ἀποβα‐ λεῖν, ἀλλὰ πολὺ κοσμιώτερον διακείσονται πρὸς ἁπάσας τὰς πράξεις, καὶ τοσούτῳ πλείω ποιήσονται θεραπείαν ὑμῶν ὅσῳ περ ἂν μᾶλλον περὶ σφῶν αὐτῶν δεδίωσιν.
Plat
.

37

Ἐπεδείξαντο δ’ ὑμῖν ὡς χρὴ τῇ φύσει χρῆσθαι τῇ τούτων, ἐξ ὧν ἔπραξαν περὶ Ὠρωπόν· ὅτε μὲν γὰρ ἐξουσίαν ἤλπι‐ σαν αὑτοῖς ἔσεσθαι ποιεῖν ὅ τι ἂν βουληθῶσιν, οὐχ ὡς συμμάχοις ὑμῖν προσηνέχθησαν, ἀλλ’ ἅπερ ἂν εἰς τοὺς
5πολεμιωτάτους ἐξαμαρτεῖν ἐτόλμησαν· ἐπειδὴ δ’ ἐκσπόν‐ δους αὐτοὺς ἀντὶ τούτων ἐψηφίσασθε ποιῆσαι, παυσά‐ μενοι τῶν φρονημάτων ἦλθον ὡς ὑμᾶς, ταπεινότερον δια‐ τεθέντες ἢ νῦν ἡμεῖς τυγχάνομεν ἔχοντες.
Plat
.

38

Ὥστ’ ἤν τινες ὑμᾶς ἐκφοβῶσιν τῶν ῥητόρων ὡς κίνδυνός ἐστιν μὴ μεταβάλωνται καὶ γένωνται μετὰ τῶν πολεμίων, οὐ χρὴ πιστεύειν· τοιαῦται γὰρ αὐτοὺς ἀνάγκαι κατειλήφασιν
5ὥστε πολὺ ἂν θᾶττον τὴν ὑμετέραν ἀρχὴν ἢ τὴν Λακεδαι‐
μονίων συμμαχίαν ὑπομείναιεν.82
Plat
.

39

Εἰ δ’ οὖν καὶ τἀναντία μέλλοιεν ἅπαντα πράξειν, οὐδ’ οὕτως ἡγοῦμαι προσήκειν ὑμῖν τῆς Θηβαίων πόλεως πλείω ποιήσασθαι λόγον ἢ τῶν ὅρκων καὶ τῶν συνθηκῶν, ἐνθυμουμένους πρῶτον μὲν ὡς οὐ τοὺς κινδύνους, ἀλλὰ
5τὰς ἀδοξίας καὶ τὰς αἰσχύνας φοβεῖσθαι πάτριον ὑμῖν ἐστιν, ἔπειθ’ ὅτι συμβαίνει κρατεῖν ἐν τοῖς πολέμοις οὐ τοὺς βίᾳ τὰς πόλεις καταστρεφομένους, ἀλλὰ τοὺς ὁσιώ‐ τερον καὶ πραότερον τὴν Ἑλλάδα διοικοῦντας.
Plat
.

40

Καὶ ταῦτ’ ἐπὶ πλειόνων μὲν ἄν τις παραδειγμάτων ἔχοι διελ‐ θεῖν· τὰ δ’ οὖν ἐφ’ ἡμῶν γενόμενα τίς οὐκ οἶδεν, ὅτι καὶ Λακεδαιμόνιοι τὴν δύναμιν τὴν ὑμετέραν ἀνυπόστατον
5δοκοῦσαν εἶναι κατέλυσαν, μικρὰς μὲν ἀφορμὰς εἰς τὸν πόλεμον τὸν κατὰ θάλατταν τὸ πρῶτον ἔχοντες, διὰ δὲ τὴν δόξαν ταύτην προσαγόμενοι τοὺς Ἕλληνας, καὶ πάλιν ὑμεῖς τὴν ἀρχὴν ἀφείλεσθε τὴν ἐκείνων, ἐξ ἀτειχίστου μὲν τῆς πόλεως ὁρμηθέντες καὶ κακῶς πραττούσης, τὸ δὲ
10δίκαιον ἔχοντες σύμμαχον;
Plat
.

41

Καὶ τούτων ὡς οὐ βασι‐ λεὺς αἴτιος ἦν ὁ τελευταῖος χρόνος σαφῶς ἐπέδειξεν· ἔξω γὰρ αὐτοῦ τῶν πραγμάτων γεγενημένου, καὶ τῶν μὲν ὑμε‐ τέρων ἀνελπίστως ἐχόντων, Λακεδαιμονίοις δὲ σχεδὸν ἁπα‐
5σῶν τῶν πόλεων δουλευουσῶν, ὅμως αὐτῶν τοσοῦτον περιε‐ γένεσθε πολεμοῦντες ὥστ’ ἐκείνους ἀγαπητῶς ἰδεῖν τὴν εἰρήνην γενομένην.
Plat
.

42

Μηδεὶς οὖν ὑμῶν ὀρρωδείτω μετὰ τοῦ δικαίου ποιού‐ μενος τοὺς κινδύνους, μηδ’ οἰέσθω συμμάχων ἀπορήσειν, ἂν τοῖς ἀδικουμένοις ἐθέλητε βοηθεῖν, ἀλλὰ μὴ Θηβαίοις μόνοις· οἷς νῦν τἀναντία ψηφισάμενοι πολλοὺς ἐπιθυμεῖν
5ποιήσετε τῆς ὑμετέρας φιλίας. Ἢν γὰρ ἐνδείξησθ’ ὡς
ὁμοίως ἅπασιν ὑπὲρ τῶν συνθηκῶν παρεσκεύασθε πολε‐ μεῖν,83
Plat
.

43

τίνες εἰς τοῦτ’ ἀνοίας ἥξουσιν ὥστε βούλεσθαι μετὰ τῶν καταδουλουμένων εἶναι μᾶλλον ἢ μεθ’ ὑμῶν τῶν ὑπὲρ τῆς αὑτῶν ἐλευθερίας ἀγωνιζομένων; Εἰ δὲ μὴ, τί λέγοντες, ἢν πάλιν γένηται πόλεμος, ἀξιώσετε προσάγε‐
5σθαι τοὺς Ἕλληνας, εἰ τὴν αὐτονομίαν προτείνοντες ἐκδώ‐ σετε πορθεῖν Θηβαίοις ἥντιν’ ἂν βούλωνται τῶν πόλεων;
Plat
.

44

Πῶς δ’ οὐ τἀναντία φανήσεσθε πράττοντες ὑμῖν αὐτοῖς, εἰ Θηβαίους μὲν μὴ διακωλύσετε παραβαίνοντας τοὺς ὅρκους καὶ τὰς συνθήκας, πρὸς δὲ Λακεδαιμονίους ὑπὲρ τῶν αὐτῶν τούτων προσποιήσεσθε πολεμεῖν; Καὶ τῶν
5μὲν κτημάτων τῶν ὑμετέρων αὐτῶν ἀπέστητε, βουλόμενοι τὴν συμμαχίαν ὡς μεγίστην ποιῆσαι, τούτους δὲ τὴν ἀλλοτρίαν ἔχειν ἐάσετε καὶ τοιαῦτα ποιεῖν ἐξ ὧν ἅπαντες χείρους εἶναι νομιοῦσιν ὑμᾶς;
Plat
.

45

Ὃ δὲ πάντων δεινό‐ τατον, εἰ τοῖς μὲν συνεχῶς μετὰ Λακεδαιμονίων γεγενη‐ μένοις δεδογμένον ὑμῖν ἐστιν βοηθεῖν, ἤν τι παράσπονδον αὐτοῖς ἐκεῖνοι προστάττωσιν, ἡμᾶς δ’ οἳ τὸν μὲν πλεῖστον
5χρόνον μεθ’ ὑμῶν ὄντες διατετελέκαμεν, τὸν δὲ τελευταῖον μόνον πόλεμον ὑπὸ Λακεδαιμονίοις ἠναγκάσθημεν γενέ‐ σθαι, διὰ ταύτην τὴν πρόφασιν ἀθλιώτατα πάντων ἀνθρώ‐ πων περιόψεσθε διακειμένους;
Plat
.

46

Τίνας γὰρ ἂν ἡμῶν εὕροιτε δυστυχεστέρους, οἵτινες καὶ πόλεως καὶ χώρας καὶ χρημάτων ἐν μιᾷ στερηθέντες ἡμέρᾳ, πάντων τῶν ἀναγκαίων ὁμοίως ἐνδεεῖς ὄντες ἀλῆται καὶ πτωχοὶ καθέ‐
5σταμεν, ἀποροῦντες ὅποι τραπώμεθα, καὶ πάσας τὰς οἰκή‐ σεις δυσχεραίνοντες; Ἤν τε γὰρ δυστυχοῦντας καταλά‐
βωμεν, ἀλγοῦμεν ἀναγκαζόμενοι πρὸς τοῖς οἰκείοις κακοῖς καὶ τῶν ἀλλοτρίων κοινωνεῖν·84
Plat
.

47

ἤν θ’ ὡς εὖ πράττον‐ τας ἔλθωμεν, ἔτι χαλεπώτερον ἔχομεν, οὐ ταῖς ἐκείνων φθονοῦντες εὐπορίαις, ἀλλὰ μᾶλλον ἐν τοῖς τῶν πέλας ἀγαθοῖς τὰς ἡμετέρας αὐτῶν συμφορὰς καθορῶντες, ἐφ’
5αἷς ἡμεῖς οὐδεμίαν ἡμέραν ἀδακρυτὶ διάγομεν, ἀλλὰ πεν‐ θοῦντες τὴν πατρίδα καὶ θρηνοῦντες τὴν μεταβολὴν τὴν γεγενημένην ἅπαντα τὸν χρόνον διατελοῦμεν.
Plat
.

48

Τίνα γὰρ ἡμᾶς οἴεσθε γνώμην ἔχειν ὁρῶντας καὶ τοὺς γονέας αὑτῶν ἀναξίως γηροτροφουμένους καὶ τοὺς παῖδας οὐκ ἐπὶ ταῖς ἐλπίσιν αἷς ἐποιησάμεθα παιδευομένους, ἀλλὰ
5πολλοὺς μὲν μικρῶν ἕνεκα συμβολαίων δουλεύοντας, ἄλλους δ’ ἐπὶ θητείαν ἰόντας, τοὺς δ’ ὅπως ἕκαστοι δύνανται τὰ καθ’ ἡμέραν ποριζομένους, ἀπρεπῶς καὶ τοῖς τῶν προγό‐ νων ἔργοις καὶ ταῖς αὑτῶν ἡλικίαις καὶ τοῖς φρονήμασιν τοῖς ἡμετέροις;
Plat
.

49

Ὃ δὲ πάντων ἄλγιστον, ὅταν τις ἴδῃ χωριζομένους ἀπ’ ἀλλήλων μὴ μόνον πολίτας ἀπὸ πολι‐ τῶν, ἀλλὰ καὶ γυναῖκας ἀπ’ ἀνδρῶν καὶ θυγατέρας ἀπὸ μητέρων καὶ πᾶσαν τὴν συγγένειαν διαλυομένην; Ὃ πολ‐
5λοῖς τῶν ἡμετέρων πολιτῶν διὰ τὴν ἀπορίαν συμβέβηκεν· ὁ γὰρ κοινὸς βίος ἀπολωλὼς ἰδίας τὰς ἐλπίδας ἕκαστον ἡμῶν ἔχειν πεποίηκεν.
Plat
.

50

Οἶμαι δ’ ὑμᾶς οὐδὲ τὰς ἄλλας αἰσχύνας ἀγνοεῖν τὰς διὰ πενίαν καὶ φυγὴν γιγνο‐ μένας, ἃς ἡμεῖς τῇ μὲν διανοίᾳ χαλεπώτερον τῶν ἄλλων φέρομεν, τῷ δὲ λόγῳ παραλείπομεν, αἰσχυνόμενοι λίαν
5ἀκριβῶς τὰς ἡμετέρας αὐτῶν ἀτυχίας ἐξετάζειν.
Plat
.

51

Ὧν αὐτοὺς ὑμᾶς ἀξιοῦμεν ἐνθυμουμένους ἐπιμέ‐ λειάν τινα ποιήσασθαι περὶ ἡμῶν. Καὶ γὰρ οὐδ’ ἀλλότριοι
τυγχάνομεν ὑμῖν ὄντες, ἀλλὰ ταῖς μὲν εὐνοίαις ἅπαντες οἰκεῖοι, τῇ δὲ συγγενείᾳ τὸ πλῆθος ἡμῶν· διὰ γὰρ τὰς ἐπι‐85
5γαμίας τὰς δοθείσας ἐκ πολιτίδων ὑμετέρων γεγόναμεν· ὥστ’ οὐχ οἷόν θ’ ὑμῖν ἀμελῆσαι περὶ ὧν ἐληλύθαμεν δεησό‐ μενοι.
Plat
.

52

Καὶ γὰρ ἂν πάντων εἴη δεινότατον, εἰ πρότε‐ ρον μὲν ἡμῖν μετέδοτε τῆς πατρίδος τῆς ὑμετέρας αὐτῶν, νῦν δὲ μηδὲ τὴν ἡμετέραν ἀποδοῦναι δόξειεν ὑμῖν. Ἔπειτ’ οὐδ’ εἰκὸς ἕνα μὲν ἕκαστον ἐλεεῖσθαι τῶν παρὰ τὸ δίκαιον
5δυστυχούντων, ὅλην δὲ πόλιν οὕτως ἀνόμως διεφθαρμένην μηδὲ κατὰ μικρὸν οἴκτου δυνηθῆναι τυχεῖν, ἄλλως τε καὶ παρ’ ὑμᾶς καταφυγοῦσαν, οἷς οὐδὲ τὸ πρότερον αἰσχρῶς οὐδ’ ἀκλεῶς ἀπέβη τοὺς ἱκέτας ἐλεήσασιν.
Plat
.

53

Ἐλθόν‐ των γὰρ Ἀργείων ὡς τοὺς προγόνους ὑμῶν καὶ δεηθέντων ἀνελέσθαι τοὺς ὑπὸ τῇ Καδμείᾳ τελευτήσαντας, πεισθέν‐ τες ὑπ’ ἐκείνων καὶ Θηβαίους ἀναγκάσαντες βουλεύσασθαι
5νομιμώτερον οὐ μόνον αὐτοὶ κατ’ ἐκείνους τοὺς καιροὺς εὐδοκίμησαν, ἀλλὰ καὶ τῇ πόλει δόξαν ἀείμνηστον εἰς ἅπαντα τὸν χρόνον κατέλιπον, ἧς οὐκ ἄξιον προδότας γενέσθαι. Καὶ γὰρ αἰσχρὸν φιλοτιμεῖσθαι μὲν ἐν τοῖς τῶν προγόνων ἔργοις, φαίνεσθαι δ’ ἐκείνοις τἀναντία περὶ τῶν
10ἱκετῶν πράττοντας.
Plat
.

54

Καίτοι πολὺ περὶ μειζόνων καὶ δικαιοτέρων ἥκομεν ποιησόμενοι τὰς δεήσεις· οἱ μὲν γὰρ ἐπὶ τὴν ἀλλοτρίαν στρατεύσαντες ἱκέτευον ὑμᾶς, ἡμεῖς δὲ τὴν ἡμετέραν αὐτῶν ἀπολωλεκότες, κἀκεῖνοι μὲν παρεκά‐
5λουν ἐπὶ τὴν τῶν νεκρῶν ἀναίρεσιν, ἡμεῖς δ’ ἐπὶ τὴν τῶν λοιπῶν σωτηρίαν.
Plat
.

55

Ἔστι δ’ οὐκ ἴσον κακὸν οὐδ’ ὅμοιον τοὺς τεθνεῶτας ταφῆς εἴργεσθαι καὶ τοὺς ζῶντας πατρίδος ἀποστερεῖσθαι καὶ τῶν ἄλλων ἀγαθῶν ἁπάντων, ἀλλὰ τὸ μὲν δεινότερον τοῖς κωλύουσιν ἢ τοῖς ἀτυχοῦσιν,
5τὸ δὲ μηδεμίαν ἔχοντα καταφυγὴν, ἀλλ’ ἄπολιν γενόμενον
καθ’ ἑκάστην τὴν ἡμέραν κακοπαθεῖν καὶ τοὺς αὑτοῦ περιο‐ ρᾶν μὴ δυνάμενον ἐπαρκεῖν, τί δεῖ λέγειν ὅσον τὰς ἄλλας συμφορὰς ὑπερβέβληκεν;86
Plat
.

56

Ὑπὲρ ὧν ἅπαντας ὑμᾶς ἱκετεύομεν ἀποδοῦναι τὴν χώραν ἡμῖν καὶ τὴν πόλιν, τοὺς μὲν πρεσβυτέρους ὑπομι‐ μνήσκοντες ὡς οἰκτρὸν τοὺς τηλικούτους ὁρᾶσθαι δυστυ‐ χοῦντας καὶ τῶν καθ’ ἡμέραν ἀποροῦντας, τοὺς δὲ νεωτέ‐
5ρους ἀντιβολοῦντες καὶ δεόμενοι βοηθῆσαι τοῖς ἡλικιώταις καὶ μὴ περιιδεῖν ἔτι πλείω κακὰ τῶν εἰρημένων παθόντας.
Plat
.

57

Ὀφείλετε δὲ μόνοι τῶν Ἑλλήνων τοῦτον τὸν ἔρανον, ἀναστάτοις ἡμῖν γενομένοις ἐπαμῦναι. Καὶ γὰρ τοὺς ἡμε‐ τέρους προγόνους φασὶν ἐκλιπόντων τῶν ὑμετέρων πατέ‐ ρων ἐν τῷ Περσικῷ πολέμῳ ταύτην τὴν χώραν μόνους
5τῶν ἔξω Πελοποννήσου κοινωνοὺς ἐκείνοις τῶν κινδύνων γενομένους συνανασῶσαι τὴν πόλιν αὐτοῖς· ὥστε δικαίως ἂν τὴν αὐτὴν εὐεργεσίαν ἀπολάβοιμεν, ἥνπερ αὐτοὶ τυγχά‐ νομεν εἰς ὑμᾶς ὑπάρξαντες.
Plat
.

58

Εἰ δ’ οὖν καὶ μηδὲν ὑμῖν τῶν σωμάτων τῶν ἡμετέρων δέδοκται φροντίζειν, ἀλλὰ τήν γε χώραν οὐ πρὸς ὑμῶν ἐστιν ἀνέχεσθαι πεπορ‐ θημένην, ἐν ᾗ μέγιστα σημεῖα τῆς ἀρετῆς τῆς ὑμετέρας
5καὶ τῶν ἄλλων τῶν συναγωνισαμένων καταλείπεται·
Plat
.

59

τὰ μὲν γὰρ ἄλλα τρόπαια πόλει πρὸς πόλιν γέγονεν, ἐκεῖνα δ’ ὑπὲρ ἁπάσης τῆς Ἑλλάδος πρὸς ὅλην τὴν ἐκ τῆς Ἀσίας δύναμιν ἕστηκεν. Ἃ Θηβαῖοι μὲν εἰκότως ἀφανίζουσιν· τὰ γὰρ μνημεῖα τῶν τότε γενομένων αἰσχύνη τούτοις ἐστίν·
5ὑμῖν δὲ προσήκει διασῴζειν· ἐξ ἐκείνων γὰρ τῶν ἔργων ἡγεμόνες κατέστητε τῶν Ἑλλήνων.
Plat
.

60

Ἄξιον δὲ καὶ τῶν θεῶν καὶ τῶν ἡρώων μνησθῆναι τῶν ἐκεῖνον τὸν τόπον
κατεχόντων καὶ μὴ περιορᾶν τὰς τιμὰς αὐτῶν καταλυο‐ μένας, οἷς ὑμεῖς καλλιερησάμενοι τοιοῦτον ὑπέστητε κίν‐87
5δυνον, ὃς καὶ τούτους καὶ τοὺς ἄλλους ἅπαντας Ἕλληνας ἠλευθέρωσεν. Χρὴ δὲ καὶ τῶν προγόνων ποιήσασθαί τινα πρόνοιαν καὶ μὴ παραμελῆσαι μηδὲ τῆς περὶ ἐκείνους εὐσε‐ βείας,
Plat
.

61

οἳ πῶς ἂν διατεθεῖεν, εἴ τις ἄρα τοῖς ἐκεῖ φρόνησίς ἐστιν περὶ τῶν ἐνθάδε γιγνομένων, εἰ κυρίων ὑμῶν ὄντων αἴσθοιντο τοὺς μὲν δουλεύειν τοῖς βαρβάροις ἀξιώσαντας δεσπότας τῶν ἄλλων καθισταμένους, ἡμᾶς δὲ
5τοὺς ὑπὲρ τῆς ἐλευθερίας συναγωνισαμένους μόνους τῶν Ἑλλήνων ἀναστάτους γεγενημένους, καὶ τοὺς μὲν τῶν συγκινδυνευσάντων τάφους μὴ τυγχάνοντας τῶν νομιζομέ‐ νων σπάνει τῶν ἐποισόντων, Θηβαίους δὲ τοὺς τἀναντία παραταξαμένους κρατοῦντας τῆς χώρας ἐκείνης;
Plat
.

62

Ἐνθυμεῖσθε δ’ ὅτι Λακεδαιμονίων μεγίστην ἐποιεῖσθε κατηγορίαν, ὅτι Θηβαίοις χαριζόμενοι τοῖς τῶν Ἑλλήνων προδόταις ἡμᾶς τοὺς εὐεργέτας διέφθειραν. Μὴ τοίνυν ἐάσητε ταύτας τὰς βλασφημίας περὶ τὴν ὑμετέραν γενέ‐
5σθαι πόλιν, μηδὲ τὴν ὕβριν τὴν τούτων ἀντὶ τῆς παρούσης ἕλησθε δόξης.
Plat
.

63

Πολλῶν δ’ ἐνόντων εἰπεῖν ἐξ ὧν ἄν τις ὑμᾶς ἐπα‐ γάγοι τὸ μᾶλλον φροντίσαι τῆς ἡμετέρας σωτηρίας οὐ δύνα‐ μαι πάντα περιλαβεῖν, ἀλλ’ αὐτοὺς χρὴ καὶ τὰ παραλελειμ‐ μένα συνιδόντας καὶ μνησθέντας μάλιστα μὲν τῶν ὅρκων
5καὶ τῶν συνθηκῶν, ἔπειτα δὲ καὶ τῆς ἡμετέρας εὐνοίας
καὶ τῆς τούτων ἔχθρας, ψηφίσασθαί τι περὶ ἡμῶν δίκαιον.88