TLG 0010 006 :: ISOCRATES :: Aegineticus (orat. 19)

ISOCRATES Orat.
(Atheniensis: 5–4 B.C.)

Vita et scholia: Cf. SCHOLIA IN ISOCRATEM (5028)

Aegineticus (orat. 19)

Source: Mathieu, G., Brémond, É. (eds.), Isocrate. Discours, vol. 1. Paris: Les Belles Lettres, 1929 (repr. 1963): 93–106.

Citation: Section — (line)

Aegin
.

t

ΑΙΓΙΝΗΤΙΚΟΣ
Aegin
.

1

Ἐνόμιζον μὲν, ὦ ἄνδρες Αἰγινῆται, οὕτω καλῶς βεβουλεῦσθαι περὶ τῶν ἑαυτοῦ Θρασύλοχον ὥστε μηδέν’ ἄν ποτ’ ἐλθεῖν ἐναντία πράξοντα ταῖς διαθήκαις αἷς ἐκεῖνος κατέλιπεν· ἐπειδὴ δὲ τοῖς ἀντιδίκοις τοιαύτη γνώμη παρέ‐
5στηκεν ὥστε καὶ πρὸς οὕτως ἐχούσας αὐτὰς ἀμφισβητεῖν, ἀναγκαίως ἔχει παρ’ ὑμῶν πειρᾶσθαι τῶν δικαίων τυγχά‐ νειν.
Aegin
.

2

Τοὐναντίον δὲ πέπονθα τοῖς πλείστοις τῶν ἀνθρώπων. Τοὺς μὲν γὰρ ἄλλους ὁρῶ χαλεπῶς φέροντας ὅταν ἀδίκως περί τινος κινδυνεύωσιν, ἐγὼ δ’ ὀλίγου δέω χάριν ἔχειν τούτοις ὅτι μ’ εἰς τουτονὶ τὸν ἀγῶνα κατέ‐
5στησαν. Ἀκρίτου μὲν γὰρ ὄντος τοῦ πράγματος οὐκ ἂν ἠπίστασθ’ ὁποῖός τις γεγενημένος περὶ τὸν τετελευτηκότα κληρονόμος εἰμὶ τῶν ἐκείνου· πυθόμενοι δὲ τὰ πραχθέντα πάντες εἴσεσθ’ ὅτι δικαίως ἂν καὶ μείζονος ἢ τοσαύτης δωρεᾶς ἠξιώθην.
Aegin
.

3

Χρῆν μέντοι καὶ τὴν ἀμφισβητοῦσαν τῶν χρημάτων μὴ παρ’ ὑμῶν πειρᾶσθαι λαμβάνειν τὴν οὐσίαν ἣν Θρασύλοχος κατέλιπεν, ἀλλὰ περὶ ἐκεῖνον χρη‐ στὴν οὖσαν οὕτως ἀξιοῦν αὐτῆς ἐπιδικάζεσθαι. Νῦν δ’
5αὐτῇ τοσούτου δεῖ μεταμέλειν ὧν εἰς ζῶντ’ ἐξήμαρτεν, ὥστε καὶ τεθνεῶτος αὐτοῦ πειρᾶται τήν τε διαθήκην ἄκυ‐ ρον ἅμα καὶ τὸν οἶκον ἔρημον ποιῆσαι.
Aegin
.

4

Θαυμάζω δὲ καὶ τῶν πραττόντων ὑπὲρ αὐτῆς, εἰ διὰ τοῦτ’ οἴονται καλὸν εἶναι τὸν κίνδυνον, ὅτι μὴ κατορθώσαντες οὐδὲν μέλλουσιν ἀποτείσειν. Ἐγὼ μὲν γὰρ ἡγοῦμαι μεγάλην
93
5εἶναι καὶ ταύτην ζημίαν, ἂν ἐξελεγχθέντες ὡς ἀδίκως ἀμφισβητοῦσιν, ἔπειθ’ ὑμῖν δόξωσι χείρους εἶναι. Τὴν μὲν οὖν τούτων κακίαν ἐξ αὐτῶν τῶν ἔργων γνώσεσθ’, ἐπειδὰν διὰ τέλους ἀκούσητε τῶν πεπραγμένων· ὅθεν δ’ οἴομαι τάχιστ’ ἂν ὑμᾶς μαθεῖν περὶ ὧν ἀμφισβητοῦμεν, ἐντεῦθεν
10ἄρξομαι διηγεῖσθαι.
Aegin
.

5

Θράσυλλος γὰρ ὁ πατὴρ τοῦ καταλιπόντος τὴν δια‐ θήκην παρὰ μὲν τῶν προγόνων οὐδεμίαν οὐσίαν παρέλαβεν, ξένος δὲ Πολεμαινέτῳ τῷ μάντει γενόμενος οὕτως οἰκείως διετέθη πρὸς αὐτὸν ὥστ’ ἀποθνῄσκων ἐκεῖνος τάς τε
5βίβλους τὰς περὶ τῆς μαντικῆς αὐτῷ κατέλιπεν καὶ τῆς οὐσίας μέρος τι τῆς νῦν οὔσης ἔδωκεν.
Aegin
.

6

Λαβὼν δὲ Θράσυλλος ταύτας ἀφορμὰς ἐχρῆτο τῇ τέχνῃ· πλάνης δὲ γενόμενος καὶ διαιτηθεὶς ἐν πολλαῖς πόλεσιν ἄλλαις τε γυναιξὶν συνεγένετο, ὧν ἔνιαι καὶ παιδάρι’ ἀπέδειξαν
5ἁκεῖνος οὐδὲ πώποτε γνήσι’ ἐνόμισεν, καὶ δὴ καὶ τὴν ταύτης μητέρ’ ἐν τούτοις τοῖς χρόνοις ἔλαβεν.
Aegin
.

7

Ἐπειδὴ δ’ οὐσίαν τε πολλὴν ἐκτήσατο καὶ τὴν πατρίδ’ ἐπόθεσεν, ἐκείνης μὲν καὶ τῶν ἄλλων ἀπηλλάγη, καταπλεύσας δ’ εἰς Σίφνον ἔγημεν ἀδελφὴν τοῦ πατρὸς τοὐμοῦ, πλούτῳ μὲν
5αὐτὸς πρῶτος ὢν τῶν πολιτῶν, γένει δὲ καὶ τοῖς ἄλλοις ἀξιώμασιν εἰδὼς τὴν ἡμετέραν οἰκίαν προέχουσαν.
Aegin
.

8

Οὕτω δὲ σφόδρ’ ἠγάπησεν τὴν τοῦ πατρὸς φιλίαν, ὥστ’
ἀποθανούσης ἐκείνης ἄπαιδος αὖθις ἠγάγετ’ ἀνεψιὰν τοῦ πατρὸς, οὐ βουλομένος διαλύσασθαι τὴν πρὸς ἡμᾶς οἰκειότητα. Οὐ πολὺν δὲ χρόνον συνοικήσας ταῖς αὐταῖς94
5τύχαις ἐχρήσατο καὶ περὶ ταύτην αἷσπερ καὶ περὶ τὴν προτέραν.
Aegin
.

9

Μετὰ δὲ ταῦτ’ ἔγημεν ἐκ Σερίφου παρ’ ἀνθρώπων πολὺ πλείονος ἀξίων ἢ κατὰ τὴν αὑτῶν πόλιν, ἐξ ἧς ἐγένετο Σώπολις καὶ Θρασύλοχος καὶ θυγάτηρ ἡ νῦν ἐμοὶ συνοικοῦσα. Θράσυλλος μὲν οὖν τούτους μόνους
5παῖδας γνησίους καταλιπὼν καὶ κληρονόμους τῶν αὑτοῦ καταστήσας τὸν βίον ἐτελεύτησεν.
Aegin
.

10

Ἐγὼ δὲ καὶ Θρασύλοχος τοσαύτην φιλίαν παρὰ τῶν πατέρων παραλαβόντες ὅσην ὀλίγῳ πρότερον διηγη‐ σάμην, ἔτι μείζω τῆς ὑπαρχούσης αὐτὴν ἐποιήσαμεν. Ἕως μὲν γὰρ παῖδες ἦμεν, περὶ πλείονος ἡμᾶς αὐ‐
5τοὺς ἡγούμεθα ἢ τοὺς ἀδελφοὺς, καὶ οὔτε θυσίαν οὔτε θεωρίαν οὔτ’ ἄλλην ἑορτὴν οὐδεμίαν χωρὶς ἀλλήλων ἤγο‐ μεν· ἐπειδὴ δ’ ἄνδρες ἐγενόμεθα, οὐδὲν πώποτ’ ἐναντίον ἡμῖν αὐτοῖς ἐπράξαμεν, ἀλλὰ καὶ τῶν ἰδίων ἐκοινωνοῦμεν καὶ πρὸς τὰ τῆς πόλεως ὁμοίως διεκείμεθα καὶ φίλοις καὶ
10ξένοις τοῖς αὐτοῖς ἐχρώμεθα.
Aegin
.

11

Καὶ τί δεῖ λέγειν τὰς οἴκοι χρήσεις; Ἀλλ’ οὐδὲ φυγόντες ἀπ’ ἀλλήλων ἠξιώσα‐ μεν γενέσθαι. Τὸ δὲ τελευταῖον φθόῃ σχόμενον αὐτὸν καὶ πολὺν χρόνον ἀσθενήσαντα, καὶ τοῦ μὲν ἀδελφοῦ Σωπόλι‐
5δος αὐτῷ πρότερον τετελευτηκότος, τῆς δὲ μητρὸς καὶ τῆς ἀδελφῆς οὔπω παρουσῶν, μετὰ τοσαύτης ἐρημίας γενόμε‐ νον οὕτως ἐπιπόνως καὶ καλῶς αὐτὸν ἐθεράπευσα ὥστ’ ἐκεῖνον μὴ νομίζειν ἀξίαν μοι δύνασθαι χάριν ἀποδοῦναι τῶν πεπραγμένων.
Aegin
.

12

Ὅμως δ’ οὐδὲν ἐνέλιπεν, ἀλλ’
ἐπειδὴ πονήρως διέκειτο καὶ οὐδεμίαν ἐλπίδ’ εἶχεν τοῦ βίου, παρακαλέσας μάρτυρας υἱόν μ’ ἐποιήσατο καὶ τὴν ἀδελφὴν τὴν ἑαυτοῦ καὶ τὴν οὐσίαν ἔδωκεν. Καί μοι λαβὲ95
5τὰς διαθήκας. Διαθῆκαι Ἀνάγνωθι δή μοι καὶ τὸν νόμον τῶν Αἰγινητῶν· κατὰ γὰρ τοῦτον ἔδει ποιεῖσθαι τὰς διαθήκας· ἐνθάδε γὰρ μετῳ‐ κοῦμεν.
10Νόμος
Aegin
.

13

Κατὰ τουτονὶ τὸν νόμον, ὦ ἄνδρες Αἰγινῆται, υἱόν μ’ ἐποιήσατο Θρασύλοχος, πολίτην μὲν αὐτοῦ καὶ φίλον ὄντα, γεγονότα δ’ οὐδενὸς χεῖρον Σιφνίων, πεπαιδευμένον δ’ ὁμοίως αὑτῷ καὶ τεθραμμένον. Ὥστ’ οὐκ οἶδ’ ὅπως ἂν
5μᾶλλον κατὰ τὸν νόμον ἔπραξεν, ὃς τοὺς ὁμοίους κελεύει παῖδας εἰσποιεῖσθαι. Λαβὲ δή μοι καὶ τὸν Κείων νόμον, καθ’ ὃν ἡμεῖς ἐπολιτευόμεθα. Νόμος
Aegin
.

14

Εἰ μὲν τοίνυν, ὦ ἄνδρες Αἰγινῆται, τούτοις μὲν τοῖς νόμοις ἠναντιοῦντο, τὸν δὲ παρ’ αὑτοῖς κείμενον σύνδικον εἶχον, ἧττον ἄξιον ἦν θαυμάζειν αὐτῶν· νῦν δὲ κἀκεῖνος ὁμοίως τοῖς ἀνεγνωσμένοις κεῖται. Καί μοι λαβὲ
5τὸ βιβλίον. Νόμος.96
Aegin
.

15

Τί οὖν ὑπόλοιπόν ἐστιν αὐτοῖς, ὅπου τὰς μὲν δια‐ θήκας αὐτοὶ προσομολογοῦσιν Θρασύλοχον καταλιπεῖν, τῶν δὲ νόμων τούτοις μὲν οὐδεὶς, ἐμοὶ δὲ πάντες βοηθοῦσιν, πρῶτον μὲν ὁ παρ’ ὑμῖν τοῖς μέλλουσιν διαγνώσεσθαι περὶ
5τοῦ πράγματος, ἔπειθ’ ὁ Σιφνίων ὅθεν ἦν ὁ τὴν διαθήκην καταλιπὼν, ἔτι δ’ ὁ παρ’ αὐτοῖς τοῖς ἀμφισβητοῦσι κείμε‐ νος; Καίτοι τίνος ἂν ὑμῖν ἀποσχέσθαι δοκοῦσιν, οἵτινες ζητοῦσι πείθειν ὑμᾶς ὡς χρὴ τὰς διαθήκας ἀκύρους ποι‐ ῆσαι τῶν μὲν νόμων οὕτως ἐχόντων, ὑμῶν δὲ κατ’ αὐτοὺς
10ὀμωμοκότων ψηφιεῖσθαι;
Aegin
.

16

Περὶ μὲν οὖν αὐτοῦ τοῦ πράγματος ἱκανῶς ἀποδε‐ δεῖχθαι νομίζω· ἵνα δὲ μηδεὶς οἴηται μήτ’ ἐμὲ διὰ μικρὰς προφάσεις ἔχειν τὸν κλῆρον μήτε ταύτην ἐπιεικῆ γεγενη‐ μένην περὶ Θρασύλοχον ἀποστερεῖσθαι τῶν χρημάτων,
5βούλομαι καὶ περὶ τούτων εἰπεῖν. Αἰσχυνθείην γὰρ ἂν ὑπὲρ τοῦ τετελευτηκότος, εἰ μὴ πάντες πεισθείητε, μὴ μόνον ὡς κατὰ τοὺς νόμους ἀλλ’ ὡς καὶ δικαίως ταῦτ’ ἔπραξεν.
Aegin
.

17

Ῥᾳδίας δ’ ἡγοῦμαι τὰς ἀποδείξεις εἶναι. Τοσοῦτον γὰρ διηνέγκαμεν ὥσθ’ αὕτη μὲν ἡ κατὰ γένος ἀμφισβητοῦσα πάντα τὸν χρόνον διετέλεσεν καὶ πρὸς αὐτὸν ἐκεῖνον καὶ πρὸς Σώπολιν καὶ πρὸς τὴν μητέρ’
5αὐτῶν διαφερομένη καὶ δυσμενῶς ἔχουσα, ἐγὼ δ’ οὐ μόνον περὶ Θρασύλοχον καὶ τὸν ἀδελφὸν, ἀλλὰ καὶ περὶ αὐτὴν τὴν οὐσίαν ἧς ἀμφισβητοῦμεν, φανήσομαι πλείστου τῶν φίλων ἄξιος γεγενημένος.
Aegin
.

18

Καὶ περὶ μὲν τῶν παλαιῶν πολὺ ἂν ἔργον εἴη λέγειν· ὅτε δὲ Πασῖνος Πάρον κατέλαβεν, ἔτυχεν αὐτοῖς ὑπεκκείμενα τὰ πλεῖστα τῆς οὐσίας παρὰ τοῖς ξένοις τοῖς ἐμοῖς· ᾠόμεθα γὰρ μάλιστα ταύτην τὴν νῆσον ἀσφαλῶς97
5ἔχειν. Ἀπορούντων δ’ ἐκείνων καὶ νομιζόντων αὔτ’ ἀπο‐ λωλέναι, πλεύσας ἐγὼ τῆς νυκτὸς ἐξεκόμις’ αὐτοῖς τὰ χρήματα, κινδυνεύσας περὶ τοῦ σώματος·
Aegin
.

19

ἐφρου‐ ρεῖτο μὲν γὰρ ἡ χώρα, συγκατειληφότες δ’ ἦσάν τινες τῶν ἡμετέρων φυγάδων τὴν πόλιν, οἳ μιᾶς ἡμέρας ἀπέκτειναν αὐτόχειρες γενόμενοι τὸν πατέρα τὸν ἐμὸν καὶ τὸν θεῖον
5καὶ τὸν κηδεστὴν καὶ πρὸς τούτοις ἀνεψιοὺς τρεῖς. Ἀλλ’ ὅμως οὐδέν με τούτων ἀπέτρεψεν, ἀλλ’ ᾠχόμην πλέων, ἡγούμενος ὁμοίως με δεῖν ὑπὲρ ἐκείνων κινδυνεύειν ὥσπερ ὑπὲρ ἐμαυτοῦ.
Aegin
.

20

Μετὰ δὲ ταῦτα φυγῆς ἡμῖν γενομέ‐ νης ἐκ τῆς πόλεως μετὰ τοιούτου θορύβου καὶ δέους ὥστ’ ἐνίους καὶ τῶν σφετέρων αὐτῶν ἀμελεῖν, οὐδ’ ἐν τούτοις τοῖς κακοῖς ἠγάπησα εἰ τοὺς οἰκείους τοὺς ἐμαυτοῦ διασῶ‐
5σαι δυνηθείην, ἀλλ’ εἰδὼς Σώπολιν μὲν ἀποδημοῦντα, αὐτὸν δ’ ἐκεῖνον ἀρρώστως διακείμενον, συνεξεκόμις’ αὐτῷ καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν καὶ τὴν οὐσίαν ἅπασαν. Καίτοι τίνα δικαιότερον αὐτὴν ἔχειν ἢ τὸν τότε μὲν συν‐ διασώσαντα, νῦν δὲ παρὰ τῶν κυρίων εἰληφότα;
Aegin
.

21

Τὰ μὲν τοίνυν εἰρημέν’ ἐστὶν ἐν οἷς ἐκινδύνευσα μὲν, φλαῦρον δ’ οὐδὲν ἀπέλαυσα· ἔχω δὲ καὶ τοιαῦτ’ εἰπεῖν, ἐξ ὧν ἐκείνῳ χαριζόμενος αὐτὸς ταῖς μεγίσταις συμφοραῖς περιέπεσον. Ἐπειδὴ γὰρ ἤλθομεν εἰς Μῆλον,
5αἰσθόμενος ὅτι μέλλοιμεν αὐτοῦ καταμένειν, ἐδεῖτό μου συμπλεῖν εἰς Τροιζῆνα καὶ μηδαμῶς αὐτὸν ἀπολιπεῖν, λέγων τὴν ἀρρωστίαν τοῦ σώματος καὶ τὸ πλῆθος τῶν
ἐχθρῶν καὶ ὅτι χωρὶς ἐμοῦ γενόμενος οὐδὲν ἕξοι χρῆσθαι τοῖς αὑτοῦ πράγμασιν.98
Aegin
.

22

Φοβουμένης δὲ τῆς μητρὸς ὅτι τὸ χωρίον ἐπυνθάνετο νοσῶδες εἶναι, καὶ τῶν ξένων συμβουλευόντων αὐτοῦ μένειν, ὅμως ἔδοξεν ἡμῖν ἐκείνῳ χαριστέον εἶναι. Καὶ μετὰ ταῦτ’ οὐκ ἔφθημεν εἰς Τροιζῆν’
5ἐλθόντες καὶ τοιαύταις νόσοις ἐλήφθημεν, ἐξ ὧν αὐτὸς μὲν παρὰ μικρὸν ἦλθον ἀποθανεῖν, ἀδελφὴν δὲ κόρην τετρακαι‐ δεκέτιν γεγονυῖαν ἐντὸς τριάκονθ’ ἡμερῶν κατέθαψα, τὴν δὲ μητέρ’ οὐδὲ πένθ’ ἡμέραις ἐκείνης ὕστερον. Καίτοι τίν’ οἴεσθέ με γνώμην ἔχειν τοσαύτης μοι μεταβολῆς τοῦ
10βίου γεγενημένης;
Aegin
.

23

Ὃς τὸν μὲν ἄλλον χρόνον ἀπα‐ θὴς ἦν κακῶν, νεωστὶ δ’ ἐπειρώμην φυγῆς καὶ τοῦ παρ’ ἑτέροις μὲν μετοικεῖν, στέρεσθαι δὲ τῶν ἐμαυτοῦ, πρὸς δὲ τούτοις ὁρῶν τὴν μητέρα τὴν ἐμαυτοῦ καὶ τὴν ἀδελφὴν ἐκ
5μὲν τῆς πατρίδος ἐκπεπτωκυίας, ἐπὶ δὲ ξένης καὶ παρ’ ἀλλοτρίοις τὸν βίον τελευτώσας. Ὥστ’ οὐδεὶς ἄν μοι δικαίως φθονήσειεν εἴ τι τῶν Θρασυλόχου πραγμάτων ἀγα‐ θὸν ἀπολέλαυκα· καὶ γὰρ ἵνα χαρισαίμην ἐκείνῳ, κατοικι‐ σάμενος ἐν Τροιζῆνι τοιαύταις ἐχρησάμην συμφοραῖς, ὧν
10οὐδέποτ’ ἂν ἐπιλαθέσθαι δυνηθείην.
Aegin
.

24

Καὶ μὴν οὐδὲ τοῦθ’ ἕξουσιν εἰπεῖν ὡς εὖ μὲν πράτ‐ τοντος Θρασυλόχου πάντα ταῦθ’ ὑπέμενον, δυστυχήσαντα δ’ αὐτὸν ἀπέλιπον· ἐν αὐτοῖς γὰρ τούτοις ἔτι σαφέστερον καὶ μᾶλλον ἐπεδειξάμην τὴν εὔνοιαν ἣν εἶχον εἰς ἐκεῖνον.
5Ἐπειδὴ γὰρ εἰς Αἴγιναν κατοικισάμενος ἠσθένησεν ταύ‐ την τὴν νόσον ἐξ ἧσπερ ἀπέθανεν, οὕτως αὐτὸν ἐθερά‐ πευσα ὡς οὐκ οἶδ’ ὅστις πώποθ’ ἕτερος ἕτερον, τὸν μὲν πλεῖστον τοῦ χρόνου πονήρως μὲν ἔχοντα, περιιέναι δ’ ἔτι
δυνάμενον, ἓξ μῆνας δὲ συνεχῶς ἐν τῇ κλίνῃ κείμενον.99
Aegin
.

25

Καὶ τούτων τῶν ταλαιπωριῶν οὐδεὶς τῶν συγγενῶν μετασχεῖν ἠξίωσεν, ἀλλ’ οὐδ’ ἐπισκεψόμενος ἀφίκετο πλὴν τῆς μητρὸς καὶ τῆς ἀδελφῆς αἳ πλέον θάτερον ἐποίησαν· ἀσθενοῦσαι γὰρ ἦλθον ἐκ Τροιζῆνος ὥστ’ αὐταὶ θεραπείας
5ἐδέοντο. Ἀλλ’ ὅμως ἐγὼ, τοιούτων τῶν ἄλλων περὶ αὐτὸν γεγενημένων, οὐκ ἀπεῖπον οὐδ’ ἀπέστην ἀλλ’ ἐνοσήλευον μετὰ παιδὸς ἑνός·
Aegin
.

26

οὐδὲ γὰρ τῶν οἰκετῶν οὐδεὶς ὑπέ‐ μενεν. Καὶ γὰρ φύσει χαλεπὸς ὢν ἔτι δυσκολώτερον διὰ τὴν νόσον διέκειτο, ὥστ’ οὐκ ἐκείνων ἄξιον θαυμάζειν εἰ μὴ παρέμενον, ἀλλὰ πολὺ μᾶλλον ὅπως ἐγὼ τοιαύτην νόσον
5θεραπεύων ἀνταρκεῖν ἠδυνάμην· ὃς ἔμπυος μὲν ἦν πολὺν χρόνον, ἐκ δὲ τῆς κλίνης οὐκ ἠδύνατο κινεῖσθαι,
Aegin
.

27

τοι‐ αῦτα δ’ ἔπασχεν ὥσθ’ ἡμᾶς μηδεμίαν ἡμέραν ἀδακρύτους διαγαγεῖν, ἀλλὰ θρηνοῦντες διετελοῦμεν καὶ τοὺς πόνους τοὺς ἀλλήλων καὶ τὴν φυγὴν καὶ τὴν ἐρημίαν τὴν ἡμετέραν
5αὐτῶν. Καὶ ταῦτ’ οὐδένα χρόνον διέλειπεν· οὐδὲ γὰρ ἀπελθεῖν οἷόν τ’ ἦν ἢ δοκεῖν ἀμελεῖν, ὅ μοι πολὺ δεινότε‐ ρον ἦν τῶν κακῶν τῶν παρόντων.
Aegin
.

28

Ἠβουλόμην δ’ ἂν ὑμῖν οἷός τ’ εἶναι ποιῆσαι φανερὸν οἷος περὶ αὐτὸν ἐγενόμην· οἶμαι γὰρ οὐδ’ ἂν τὴν φωνὴν ὑμᾶς ἀνασχέσθαι τῶν ἀντιδίκων. Νῦν δὲ τὰ χαλεπώτατα τῶν ἐν τῇ θεραπείᾳ καὶ δυσχερέστατα καὶ πόνους ἀηδεστά‐
5τους ἔχοντα καὶ πλείστης ἐπιμελείας δεηθέντ’ οὐκ εὐδιή‐ γητ’ ἐστίν. Ἀλλ’ ὑμεῖς αὐτοὶ σκοπεῖτε μετὰ πόσων ἄν τις ἀγρυπνιῶν καὶ ταλαιπωριῶν τοιοῦτον νόσημα τοσοῦτον χρόνον θεραπεύσειεν.
Aegin
.

29

Ἐγὼ μὲν γὰρ οὕτω κακῶς διε‐
τέθην ὥσθ’ ὅσοι περ εἰσῆλθον τῶν φίλων, ἔφασαν δεδιέναι μὴ κἀγὼ προσαπόλωμαι, καὶ συνεβούλευόν μοι φυλάττε‐ σθαι, λέγοντες ὡς οἱ πλεῖστοι τῶν θεραπευσάντων ταύτην100
5τὴν νόσον αὐτοὶ προσδιεφθάρησαν. Πρὸς οὓς ἐγὼ τοιαῦτ’ ἀπεκρινάμην ὅτι πολὺ ἂν θᾶττον ἑλοίμην ἀποθανεῖν ἢ ’κεῖνον περιιδεῖν δι’ ἔνδειαν τοῦ θεραπεύσοντος πρὸ μοίρας τελευτήσαντα.
Aegin
.

30

Καὶ τοιούτῳ μοι γεγενημένῳ τετόλμηκεν ἀμφισβη‐ τεῖν τῶν χρημάτων ἡ μηδ’ ἐπισκέψασθαι πώποτ’ αὐτὸν ἀξιώσασα, τοσοῦτον μὲν χρόνον ἀσθενήσαντα, πυνθανο‐ μένη δὲ καθ’ ἑκάστην ἡμέραν ὡς διέκειτο, ῥᾳδίας δ’ οὔσης
5αὐτῇ τῆς πορείας. Εἶτα νῦν αὐτὸν ἀδελφίζειν ἐπιχειρή‐ σουσιν, ὥσπερ οὐχ ὅσῳ ἂν οἰκειότερον προσείπωσιν τὸν τεθνεῶτα, τοσούτῳ δόξουσαν αὐτὴν μείζω καὶ δεινότερ’ ἐξαμαρτεῖν·
Aegin
.

31

ἥτις οὐδ’ ἐπειδὴ τελευτᾶν ἤμελλε τὸν βίον, ὁρῶσα τοὺς πολίτας τοὺς ἡμετέρους, ὅσοι περ ἦσαν ἐν Τροιζῆνι, διαπλέοντας εἰς Αἴγιναν ἵν’ αὐτὸν συγκατα‐ θάψειαν, οὐδ’ εἰς τοῦτον τὸν καιρὸν ἀπήντησεν, ἀλλ’
5οὕτως ὠμῶς καὶ σχετλίως εἶχεν ὥστ’ ἐπὶ μὲν τὸ κῆδος οὐκ ἠξίωσεν ἀφικέσθαι, τῶν δὲ καταλειφθέντων οὐδὲ δέχ’ ἡμέρας διαλιποῦς’ ἦλθεν ἀμφισβητοῦσα, ὥσπερ τῶν χρη‐ μάτων ἀλλ’ οὐκ ἐκείνου συγγενὴς οὖσα.
Aegin
.

32

Καὶ εἰ μὲν ὁμολογήσει τοσαύτην ἔχθραν ὑπάρχειν αὑτῇ πρὸς ἐκεῖνον ὥστ’ εἰκότως ταῦτα ποιεῖν, οὐκ ἂν κακῶς εἴη βεβουλευ‐ μένος εἰ τοῖς φίλοις ἠβουλήθη μᾶλλον ἢ ταύτῃ τὴν οὐσίαν
5καταλιπεῖν· εἰ δὲ μηδεμιᾶς οὔσης διαφορᾶς οὕτως ἀμε‐ λὴς καὶ κακὴ περὶ αὐτὸν ἐγένετο, πολὺ ἂν δικαιότερον
στερηθείη τῶν αὑτῆς ἢ τῶν ἐκείνου κληρονόμος γίγνοιτο.101
Aegin
.

33

Ἐνθυμεῖσθε δ’ ὅτι τὸ μὲν ταύτης μέρος οὔτ’ ἐν τῇ νόσῳ θεραπείας ἔτυχεν οὔτ’ ἀποθανὼν τῶν νομιζομένων ἠξιώθη, δι’ ἐμὲ δ’ ἀμφότερα ταῦτ’ αὐτῷ γεγένηται. Καίτοι δίκαιόν ἐστιν ὑμᾶς τὴν ψῆφον φέρειν, οὐκ εἴ τινες γένει
5μέν φασι προσήκειν, ἐν δὲ τοῖς ἔργοις ὅμοιοι τοῖς ἐχθροῖς γεγόνασιν, ἀλλὰ πολὺ μᾶλλον ὅσοι μηδὲν ὄνομα συγγενείας ἔχοντες οἰκειοτέρους σφᾶς αὐτοὺς ἐν ταῖς συμφοραῖς τῶν ἀναγκαίων παρέσχον.
Aegin
.

34

Λέγουσιν δ’ ὡς τὰς μὲν διαθήκας οὐκ ἀπιστοῦσιν Θρασύλοχον καταλιπεῖν, οὐ μέντοι καλῶς οὐδ’ ὀρθῶς φασὶν αὐτὰς ἔχειν. Καίτοι, ὦ ἄνδρες Αἰγινῆται, πῶς ἄν τις ἄμεινον ἢ μᾶλλον συμφερόντως περὶ τῶν αὑτοῦ πραγμά‐
5των ἐβουλεύσατο; Ὃς οὔτ’ ἔρημον τὸν οἶκον κατέλιπεν τοῖς τε φίλοις χάριν ἀπέδωκεν, ἔτι δὲ τὴν μητέρα καὶ τὴν ἀδελφὴν οὐ μόνον τῶν αὑτοῦ κυρίας ἀλλὰ καὶ τῶν ἐμῶν κατέστησεν, τὴν μὲν ἐμοὶ συνοικίσας, τῇ δ’ υἱόν μ’ εἰσποι‐ ήσας;
Aegin
.

35

Ἆρ’ ἂν ἐκείνως ἄμεινον ἔπραξεν, εἰ μήτε τῆς μητρὸς τὸν ἐπιμελησόμενον κατέστησεν, μήτ’ ἐμοῦ μηδε‐ μίαν μνείαν ἐποιήσατο, τὴν δ’ ἀδελφὴν ἐπὶ τῇ τύχῃ κατέ‐ λιπεν, καὶ τὸν οἶκον ἀνώνυμον τὸν αὑτοῦ περιεῖδεν γενόμε‐
5νον;
Aegin
.

36

Ἀλλὰ γὰρ ἴσως ἀνάξιος ἦν υἱὸς εἰσποιηθῆναι Θρα‐ συλόχῳ καὶ λαβεῖν αὐτοῦ τὴν ἀδελφήν. Ἀλλὰ πάντες ἂν μαρτυρήσειαν Σίφνιοι τοὺς προγόνους τοὺς ἐμοὺς καὶ γένει καὶ πλούτῳ καὶ δόξῃ καὶ τοῖς ἄλλοις ἅπασιν πρώ‐
5τους εἶναι τῶν πολιτῶν. Τίνες γὰρ ἢ μειζόνων ἀρχῶν ἠξιώθησαν ἢ πλείω χρήματ’ εἰσήνεγκαν ἢ κάλλιον ἐχορή‐ γησαν ἢ μεγαλοπρεπέστερον τὰς ἄλλας λῃτουργίας ἐλῃ‐
τούργησαν; Ἐκ ποίας δ’ οἰκίας τῶν ἐν Σίφνῳ πλείους βασιλεῖς γεγόνασιν;102
Aegin
.

37

Ὥστε Θρασύλοχός τ’, εἰ καὶ μηδὲ πώποτ’ αὐτῷ διελέχθην, εἰκότως ἂν ἠβουλήθη μοι διὰ ταῦτα δοῦναι τὴν ἀδελφὴν, ἐγώ τ’, εἰ καὶ μηδέν μοι τού‐ των ὑπῆρχεν, ἀλλὰ φαυλότατος ἦν τῶν πολιτῶν, δικαίως
5ἂν παρ’ αὐτοῦ διὰ τὰς εὐεργεσίας τὰς εἰς ἐκεῖνον τῶν μεγίστων ἠξιώθην.
Aegin
.

38

Οἶμαι τοίνυν αὐτὸν καὶ Σωπόλιδι τῷ ἀδελφῷ μάλι‐ στα κεχαρίσθαι ταῦτα διαθέμενον. Καὶ γὰρ ἐκεῖνος ταύτην μὲν ἐμίσει καὶ κακόνουν τοῖς αὑτοῦ πράγμασιν ἡγεῖτο, ἐμὲ δὲ περὶ πλείστου τῶν αὑτοῦ φίλων ἐποιεῖτο. Ἐδήλωσε δ’
5ἐν ἄλλοις πολλοῖς καὶ ὅτ’ ἔδοξεν τοῖς συμφυγάσιν ἐπιχει‐ ρεῖν τῇ πόλει μετὰ τῶν ἐπικούρων. Αἱρεθεὶς γὰρ ἄρχειν αὐτοκράτωρ ἐμὲ καὶ γραμματέα προσείλετο καὶ τῶν χρη‐ μάτων ταμίαν ἁπάντων κατέστησεν, καὶ ὅτ’ ἠμέλλομεν κινδυνεύειν, αὐτὸς αὑτῷ με παρετάξατο.
Aegin
.

39

Καὶ σκέ‐ ψασθ’ ὡς σφόδρ’ αὐτῷ συνήνεγκεν· δυστυχησάντων γὰρ ἡμῶν ἐν τῇ προσβολῇ τῇ πρὸς τὴν πόλιν καὶ τῆς ἀναχω‐ ρήσεως οὐχ οἵας ἠβουλόμεθα γενομένης, τετρωμένον αὐτὸν
5καὶ βαδίζειν οὐ δυνάμενον ἀλλ’ ὀλιγοψυχοῦντα ἀπεκόμις’ ἐπὶ τὸ πλοῖον μετὰ τοῦ θεράποντος τοῦ ἐμαυτοῦ, φέρων ἐπὶ τῶν ὤμων, ὥστ’ ἐκεῖνον πολλάκις καὶ πρὸς πολλοὺς εἰπεῖν ὅτι μόνος ἀνθρώπων αἴτιος εἴην αὐτῷ τῆς σωτηρίας.
Aegin
.

40

Καίτοι τίς ἂν μείζων ταύτης εὐεργεσία γένοιτο; Ἐπειδὴ τοίνυν εἰς Λυκίαν ἐκπλεύσας ἀπέθανεν, αὕτη μὲν οὐ πολλαῖς ἡμέραις ὕστερον μετὰ τὴν ἀγγελίαν ἔθυεν καὶ ἑώρταζεν καὶ οὐδὲ τὸν ἀδελφὸν ᾐσχύνετο τὸν ἔτι ζῶντα,
5οὕτως ὀλίγον φροντίζουσα τοῦ τεθνεῶτος, ἐγὼ δ’ ἐπένθουν αὐτὸν ὥσπερ τοὺς οἰκείους νόμος ἐστίν.103
Aegin
.

41

Καὶ ταῦτα πάντ’ ἐποίουν διὰ τὸν τρόπον τὸν ἐμαυτοῦ καὶ τὴν φιλίαν τὴν πρὸς ἐκείνους, ἀλλ’ οὐ ταυτησὶ τῆς δίκης ἕνεκα· οὐ γὰρ ᾤμην αὐτοὺς οὕτω δυστυχήσειν ὥστ’ ἄπαιδας ἀμφοτέ‐
5ρους τελευτήσαντας εἰς ἔλεγχον καταστήσειν, ὁποῖός τις ἕκαστος ἡμῶν περὶ αὐτοὺς ἐγένετο.
Aegin
.

42

Πρὸς μὲν οὖν Θρασύλοχόν τε καὶ Σώπολιν ὡς αὕτη τε κἀγὼ διεκείμεθα, σχεδὸν ἀκηκόατε· τρέψονται δ’ ἴσως ἐπ’ ἐκεῖνον τὸν λόγον, ὅσπερ αὐτοῖς λοιπός ἐστιν, ὡς Θράσυλλος ὁ πατὴρ ὁ ταύτης ἡγοῖτ’ ἂν δεινὰ πάσχειν, εἴ
5τίς ἐστιν αἴσθησις τοῖς τεθνεῶσιν περὶ τῶν ἐνθάδε γιγνο‐ μένων, ὁρῶν τὴν μὲν θυγατέρ’ ἀποστερουμένην τῶν χρη‐ μάτων, ἐμὲ δὲ κληρονόμον ὧν αὐτὸς ἐκτήσατο γιγνόμενον.
Aegin
.

43

Ἐγὼ δ’ ἡγοῦμαι μὲν οὐ περὶ τῶν πάλαι τεθνεώτων, ἀλλὰ περὶ τῶν ἔναγχος τὸν κλῆρον καταλιπόντων προσή‐ κειν ἡμῖν τοὺς λόγους ποιεῖσθαι. Θράσυλλος μὲν γὰρ, οὕσπερ ἠβούλετο, τούτους κυρίους τῶν αὑτοῦ κατέλιπεν·
5δίκαιον δὲ καὶ Θρασυλόχῳ ταὐτὰ ταῦτ’ ἀποδοθῆναι παρ’ ὑμῶν καὶ γενέσθαι διαδόχους τῆς κληρονομίας μὴ ταύτην, ἀλλ’ οἷς ἐκεῖνος διέθετο· οὐ μέντ’ ἄν μοι δοκῶ φυγεῖν οὐδὲ τὴν Θρασύλλου γνώμην.
Aegin
.

44

Οἶμαι γὰρ ἂν αὐτὸν πάντων γενέσθαι ταύτῃ χαλεπώτατον δικαστὴν, εἴπερ αἴσθοιτο οἵα περὶ τοὺς παῖδας αὐτοῦ γεγένηται. Πολλοῦ 〈γ’〉 ἂν δεήσειεν ἀχθεσθῆναι κατὰ τοὺς νόμους ὑμῶν ψηφισα‐
5μένων, ἀλλὰ πολὺ ἂν μᾶλλον εἰ τὰς τῶν παίδων διαθήκας ἀκύρους ἴδοι γενομένας. Καὶ γὰρ εἰ μὲν εἰς τὸν οἶκον τὸν ἐμὸν δεδωκὼς ἦν Θρασύλοχος τὴν οὐσίαν, τοῦτ’ ἂν ἐπιτι‐ μᾶν εἶχον αὐτῷ· νῦν δ’ εἰς τὸν αὐτῶν 〈μ’〉 εἰσεποιήσατο
ὥστ’ οὐκ ἐλάττω τυγχάνουσιν εἰληφότες ὧν δεδώκασιν.104
Aegin
.

45

Χωρὶς δὲ τούτων, οὐδένα μᾶλλον εἰκός ἐστιν ἢ Θρά‐ συλλον εὔνουν εἶναι τοῖς κατὰ δόσιν ἀμφισβητοῦσιν· καὶ γὰρ αὐτὸς καὶ τὴν τέχνην ἔμαθεν παρὰ Πολεμαινέτου τοῦ μάντεως καὶ τὰ χρήματ’ ἔλαβεν οὐ κατὰ γένος ἀλλὰ δι’
5ἀρετὴν, ὥστ’ οὐκ ἂν δήπου φθονήσειεν εἴ τις περὶ τοὺς παῖδας αὐτοῦ χρηστὸς γενόμενος τῆς αὐτῆς δωρεᾶς ἧσπερ ἐκεῖνος ἠξιώθη.
Aegin
.

46

Μεμνῆσθαι δὲ χρὴ καὶ τῶν ἐν ἀρχῇ ῥηθέντων. Ἐπέδειξα γὰρ ὑμῖν αὐτὸν οὕτω περὶ πολλοῦ τὴν ἡμετέραν οἰκειότητα ποιησάμενον ὥστε γῆμαι καὶ τὴν ἀδελφὴν τὴν τοῦ πατρὸς καὶ τὴν ἀνεψιάν. Καίτοι τίσιν ἂν
5θᾶττον τὴν αὑτοῦ θυγατέρ’ ἐξέδωκεν ἢ τούτοις παρ’ ὧνπερ αὐτὸς λαμβάνειν ἠξίωσεν; Ἐκ ποίας δ’ ἂν οἰκίας ἥδιον εἶδεν υἱὸν αὑτῷ κατὰ τοὺς νόμους εἰσποιηθέντα μᾶλλον ἢ ταύτης ἐξ ἧσπερ καὶ φύσει παῖδας ἐζήτησεν αὑτῷ γενέσθαι;
Aegin
.

47

Ὥστ’ ἂν μὲν ἐμοὶ ψηφίσησθε τὸν κλῆρον, καὶ πρὸς ἐκεῖνον ὑμῖν καλῶς ἕξει καὶ πρὸς τοὺς ἄλλους ἅπαντας οἷς προσήκει τι τούτων τῶν πραγμάτων· ἂν δ’ ὑπὸ ταύτης πεισθέντες ἐξαπατηθῆτε, οὐ μόνον ἔμ’ ἀδικήσετε, ἀλλὰ
5καὶ Θρασύλοχον τὸν τὴν διαθήκην καταλιπόντα καὶ Σώπολιν καὶ τὴν ἀδελφὴν τὴν ἐκείνων ἣ νῦν ἐμοὶ συνοικεῖ, καὶ τὴν μητέρ’ αὐτῶν ἣ πασῶν ἂν εἴη δυστυχεστάτη γυναι‐ κῶν, εἰ μὴ μόνον ἐξαρκέσειεν αὐτῇ στέρεσθαι τῶν παίδων, ἀλλὰ καὶ τοῦτ’ αὐτῇ προσγένοιτο ὥστ’ ἐπιδεῖν ἄκυρον μὲν
10τὴν ἐκείνων γνώμην οὖσαν, ἔρημον δὲ τὸν οἶκον γιγνόμε‐ νον,
Aegin
.

48

καὶ τὴν μὲν ἐπιχαίρουσαν τοῖς αὐτῆς κακοῖς ἐπιδικαζομένην τῶν χρημάτων, ἐμὲ δὲ μηδενὸς δυνάμενον τῶν δικαίων τυχεῖν, ὃς τοιαῦτ’ ἔπραξα περὶ τοὺς ἐκείνης
ὥστ’ εἴ τίς με σκοποῖτο μὴ πρὸς ταύτην ἀλλὰ πρὸς τοὺς105
5πώποτε κατὰ δόσιν ἀμφισβητήσαντας, εὑρεθείην ἂν οὐδε‐ νὸς χείρων αὐτῶν περὶ τοὺς φίλους γεγενημένος. Καίτοι χρὴ τοὺς τοιούτους τιμᾶν καὶ περὶ πολλοῦ ποιεῖσθαι πολὺ μᾶλλον ἢ τὰς ὑφ’ ἑτέρων δεδομένας δωρεὰς ἀφαιρεῖσθαι.
Aegin
.

49

Ἄξιον δ’ ἐστὶ καὶ τῷ νόμῳ βοηθεῖν, καθ’ ὃν ἔξεστιν ἡμῖν καὶ παῖδας εἰσποιήσασθαι καὶ βουλεύσασθαι περὶ τῶν ἡμετέρων αὐτῶν, ἐνθυμηθέντας ὅτι τοῖς ἐρήμοις τῶν ἀνθρώπων ἀντὶ παίδων οὗτός ἐστιν· διὰ γὰρ τοῦτον καὶ οἱ
5συγγενεῖς καὶ οἱ μηδὲν προσήκοντες μᾶλλον ἀλλήλων ἐπι‐ μέλονται.
Aegin
.

50

Ἵνα δὲ παύσωμαι λέγων καὶ μηκέτι πλείω χρόνον διατρίβω, σκέψασθ’ ὡς μεγάλα καὶ δίκαι’ ἥκω πρὸς ὑμᾶς ἔχων, πρῶτον μὲν φιλίαν πρὸς τοὺς καταλιπόντας τὸν κλῆρον παλαιὰν καὶ πατρικὴν καὶ πάντα τὸν χρόνον διατε‐
5λέσασαν, ἔπειτ’ εὐεργεσίας πολλὰς καὶ μεγάλας καὶ περὶ δυστυχοῦντας ἐκείνους γεγενημένας, πρὸς δὲ τούτοις δια‐ θήκας παρ’ αὐτῶν τῶν ἀντιδίκων ὁμολογουμένας, ἔτι δὲ νόμον ταύταις βοηθοῦντα ὃς δοκεῖ τοῖς Ἕλλησιν ἅπασιν καλῶς κεῖσθαι.
Aegin
.

51

Τεκμήριον δὲ μέγιστον· περὶ γὰρ ἄλλων πολλῶν διαφερόμενοι περὶ τούτου ταὐτὰ γιγνώσκου‐ σιν. Δέομαι οὖν ὑμῶν καὶ τούτων μεμνημένους καὶ τῶν ἄλλων τῶν εἰρημένων τὰ δίκαια ψηφίσασθαι, καὶ τοιού‐
5τους μοι γενέσθαι δικαστὰς οἵων περ ἂν αὐτοὶ τυχεῖν
ἀξιώσαιτε.106