TLG 0009 002 :: SAPPHO :: Epigrammata Cf. et SAPPHO et ALCAEUS Lyr. (1815)
Epigrammata Citation: Book — epigram — (line) | ||
6.269(p1) | ΩΣ ΣΑΠΦΟΥΣ | |
1 | Παῖδες, ἄφωνος ἐοῖσα τότ’ ἐννέπω, αἴ τις ἔρηται, φωνὰν ἀκαμάταν κατθεμένα πρὸ ποδῶν· „Αἰθοπίᾳ με κόρᾳ Λατοῦς ἀνέθηκεν Ἀρίστα Ἑρμοκλειδαία τῶ Σαϋναϊάδα, | |
---|---|---|
5 | σὰ πρόπολος, δέσποινα γυναικῶν· ᾇ σὺ χαρεῖσα πρόφρων ἁμετέραν εὐκλέισον γενεάν.“ | |
7.489(p1) | ΣΑΠΦΟΥΣ | |
1 | Τιμάδος ἅδε κόνις, τὰν δὴ πρὸ γάμοιο θανοῦσαν δέξατο Φερσεφόνας κυάνεος θάλαμος, ἇς καὶ ἀποφθιμένας πᾶσαι νεοθᾶγι σιδάρῳ ἅλικες ἱμερτὰν κρατὸς ἔθεντο κόμαν. | |
7.505(p1) | ΣΑΠΦΟΥΣ | |
1 | Τῷ γριπεῖ Πελάγωνι πατὴρ ἐπέθηκε Μενίσκος | |
κύρτον καὶ κώπαν, μνᾶμα κακοζοΐας. |