TLG 0008 003 :: ATHENAEUS :: Deipnosophistae (epitome)

ATHENAEUS Soph., Scriptor Deipnosophistarum, fiq Athenaeus Epigr.
(Naucratites: A.D. 2–3)

Cf. et ATHENAEUS Epigr. (0141)

Deipnosophistae (epitome)

Source: Peppink, S.P. (ed.), Athenaei dipnosophistarum epitome, vols. 2.1–2.2. Leiden: Brill, 2.1:1937; 2.2:1939: 2.1:3–174; 2.2:3–162.

  • *Epitome librorum 3–8: vol. 2.1
  • *Epitome librorum 9–15: vol. 2.2

Citation: Volume — page — (line)

2,1

3

Θεόφραστος δὲ τρία γένη φησὶ σικυῶν, Λακωνικὸν, σκυταλίαν, Βοιώτιον. καὶ τούτων τὸν μὲν Λακωνικὸν ὑδρευόμενον βελτίω γίνεσθαι, τοὺς δ’ ἄλλους ἀύδρους· γίνονται δέ, φησί, καὶ εὐχυλώτεροι σικυοὶ, ἐὰν τὸ σπέρμα γάλακτι βραχὲν σπαρῇ ἢ μελικράτῳ. Εὐθύδημος δὲ καὶ δρακοντίας φησι σικύους.
5Ἰξίων δὲ ἐτυμολογεῖ αὐτὸν ἀπὸ τοῦ σεύεσθαι καὶ κίειν· ὁρμητικὸς γὰρ ὑπάρχει. Ἡρακλείδης δὲ ἡδύγαιον καλεῖ τὸν σικύον. Διοκλῆς δὲ ὁ Καρύστιός φησι τὸν σικύον ἐν πρώτοις λαμβανόμενον ἐνοχλεῖν· φέρεσθαι γὰρ ἄνω καθάπερ τὴν ῥάφανον· τελευταῖον δὲ λαμβανόμενον ἀλυπότερον εἶναι καὶ εὐπεπτότερον· ἑφθὸν δὲ καὶ διουρητικὸν μετρίως ὑπάρχειν. Δίφιλος δέ φησιν
10ὅτι ὁ σικυὸς ψυκτικὸς ὑπάρχων δυσοικονόμητος ἐστι καὶ δυσαποβίβαστος, ἔτι δὲ φρικοποιὸς καὶ γεννητικὸς χολῆς ἀφροδισίων τε ἐφεκτικός. αὔξεται δὲ ἐν τοῖς κήποις κατὰ τὰς πανσελήνους καὶ φανερὰν ἴσχει τὴν ἐπίδοσιν ὡς οἱ θαλάσσιοι ἐχῖνοι.
13 σῦκα
15 ἡ συκῆ ἡγεμὼν τοῦ καθαρείου βίου τοῖς ἀνθρώποις ἐγένετο. δῆλον δὲ τοῦτο ἐκ τοῦ καλεῖν τοὺς Ἀθηναίους τὴν ἱερὰν συκὴν τὸν τόπον ἐν ᾧ πρῶτον εὑρεθῆναι, τὸν δ’ ἀπ’ αὐτῆς καρπὸν ἡγητορίαν διὰ τὸ πρῶτον εὑρεθῆναι τῆς ἡμέρου τροφῆς. σύκων δὲ γένη πλείω. Ἀττικόν. Ἀντιφάνης· οἷα δ’ ἡ χώρα φέρει διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης τὸ μέλι, τοὺς ἄρτους,
20τὰ σῦκα. σῦκα μὲν, νὴ τὸν Δία, πάνυ φέρει· Ἴστρος δὲ οὐδ’ ἐξάγεσθαί φησι τῆς Ἀττικῆς τὰς ἀπ’ αὐτῶν γινομένας ἰσχάδας, ἵνα μόνοι ἀπολαύοιεν οἱ κατοικοῦντες. καὶ ἐπεὶ πολλοὶ ἐνεφανίζοντο διακλέπτοντες, οἱ τούτους μηνύοντες τοῖς δικασταῖς ἐκλήθησαν τότε πρῶτον συκοφάνται. Ἄλεξις δέ φησι· οὐ συκοφάντης οὐ δικαίως τοὔνομα ἐν τοῖσι μοχθηροῖσιν ἔστι κεί‐
25μενον. ἔδει γὰρ ὅστις χρηστὸς ἦν ἡδύς τ’ ἀνὴρ τὰ σῦκα προστεθέντα δηλοῦν τὸν τρόπον· νυνὶ δὲ πρὸς μοχθηρὸν ἡδὺ προστεθὲν ἀπορεῖν πεποίηκε διὰ τί τοῦθ’ οὕτως ἔχει. Φιλόμνηστος δέ φησι· ἐπεὶ καὶ ὁ συκοφαντὴς ἐντεῦθεν προσηγορεύθη διὰ τὸ εἶναι τότε τὰ ἐπιζήμια καὶ τὰς εἰσφορὰς σῦκα καὶ οἶνον καὶ ἔλαιον, ἀφ’ ὧν τὰ κοινὰ διῴκουν καὶ τοὺς ταῦτα πράττοντας καὶ
30εἰσφαίνοντας ἐκάλουν, ὡς ἔοικε, συκοφάντας αἱρούμενοι τοὺς ἀξιοπιστο‐ τάτους τῶν πολιτῶν. Λακωνικοῦ δὲ σύκου μνημονεύει Ἀριστοφάνης· συκᾶς
φυτεύω πάντα πλὴν Λακωνικῆς· τοῦτο γὰρ τὸ σῦκον ἔχθρον ἐστι καὶ3 in vol. 2.1

2,1

4

τυραννικόν. οὐ γὰρ ἦν ἂν μικρόν, εἰ μὴ μισόδημον ἦν σφόδρα. μικρὸν δὲ αὐτὸ εἶπε, διὰ τὸ μὴ μέγα εἶναι τὸ φυτόν. Ἄλεξις δὲ Φρυγίων μνημο‐ νεύων σύκων φησί· τό τε θειοφαγὲς μητρωῖον ἐμοὶ μελέδημα ἰσχάδας, Φρυγίας εὕρεμα συκῆς. σύκων δὲ φιβαλέων Φερεκράτης· ὦ δαιμόνιε πύρεττε
5μηδὲν φροντίσας καὶ τῶν φιβαλέων σύκων τρῶγε τοῦ θέρους κἀμπιπλά‐ μενος κάθευδε τὰς μεσημβρίας· κᾷτα σφακέλιζε καὶ πέπρησο καὶ βόα. Τηλεκλείδης· ὡς καλοὶ καὶ φιβαλέοι. καὶ μυρρίνας δὲ φιβαλέας Ἀντι‐ φάνης φησί· χελιδονίων δὲ σύκων μνημονεύει Ἐπιγένης· χελιδονίων σκληρῶν ἁδρὸς πινακίσκος. λέγονται δέ τινες καὶ ὀπωροβασιλίδες καὶ κόλουροι
10καὶ δίφοροι καὶ Μεγαρικαί. Λυγγεὺς δέ φησι τὰ ἐαρινὰ τοῖς Λακωνικοῖς ὡς συκάμινα σύκοις δοκεῖν ἐρίζειν. ὅτι ἐν τῇ καλῇ Ῥώμῃ καλλιστρούθια σῦκα πολλὴν ἔχει διαφορὰν πρὸς τὰ ἐν πάσῃ τῇ οἰκουμένῃ γινόμενα. ἐπαινεῖται δὲ ἐν Ῥώμῃ καὶ τὰ Χῖα καλούμενα καὶ Λιβιανὰ καὶ Χαλκιδικὰ καὶ τὰ Ἀφρικανά. ὅτι δὲ καὶ τὰ ἀπὸ Καύνου τῆς Καρίας ἐπαινεῖται
15κοινόν. σύκων δὲ τοξαλίων μνημονεύει Ἡρακλέων ὁ Ἐφέσιος λέγων· τὸ οἰνάριον πάνυ ἦν ὀξὺ καὶ πονηρὸν ὡστ’ ᾐσχυνόμην. τὰ λοιπὰ μὲν γὰρ τοξαλίους συκᾶς καὶ τὰ ἑξῆς. καὶ ἐν Πάρῳ δὲ καλὰ σῦκα τὰ καλούμενα αἱμώνια παρ’ αὐτοῖς διὰ τὸ ἐρυθρῶδες, ταὐτὰ ὄντα τοῖς Λυδίοις καλουμένοις. Ἀρχίλοχος· ἔα Πάρον καὶ σῦκα κεῖνα καὶ θαλάσσιον βίον. Τὰ δὲ σῦκα
20ταῦτα τοσαύτην ἔχει παραλλαγὴν πρὸς τὰ πολλαχοῦ γινόμενα ὡς τὸ τοῦ ἀγρίου συὸς κρέας πρὸς τὰ τῶν μὴ ἀγρίων. λευκερινεὸς δὲ εἶδος συκῆς, ἥτις, φησίν, ἴσως τὰ λευκὰ σύκα φέρει. ἐρίνων δὲ σύκων Εὐριπίδης μέμνηται· ἢ προσπήγνυναι κράδαις ἐριναῖς. Σοφοκλῆς δὲ τὸν καρπὸν τῷ τοῦ δένδρου ἐκάλεσεν ὀνόματι εἰπών· πέπων ἐρίνος ἀχρεῖος ὢν εἰς βρῶσιν ἄλλους ἐξερι‐
25νάζεις λόγῳ. τὸ δὲ δένδρον ἡ ἄγρια συκῆ ἐρινὸς κατὰ τὸ ἄρρεν λέγεται. ἐξ οὗ παρ’ Ὁμήρῳ ἐρινεός. Ἀμερίας δὲ ἐρίνακας καλεῖσθαι τοὺς ὄλονθούς φησιν. Φιλήμων δὲ σῦκά τινα βασίλεια ἀφ’ ὧν καὶ βασιλίδας ἰσχάδας καλεῖσθαι, προσιστορῶν ὅτι κόλυθρα καλεῖται τὰ πέπονα σῦκα. Σέλευκος δὲ γλυκισίδην καλεῖσθαι τινά φησι σύκῳ τὴν μορφὴν μάλιστα ἐοικυῖαν.
30Φυλάσσεσθαι δὲ τὰς γυναῖκας ἐσθίειν διὰ τὸ ποιεῖν ματαισμούς. τὰ δὲ χειμερινὰ σῦκα Πάμφιλός φησι καλεῖσθαι κωδωναῖα ὑπὸ Ἀχαιῶν. Ἕρμιππος δὲ κορακέων σύκων μέμνηται. Θεόφραστος δέ φησι περὶ τὴν Τρωικὴν Ἴδην γίνεσθαι συκῆν θαμνώδη, φύλλον ὅμοιον ἔχουσαν τῷ τῆς φιλύρας. φέρειν δὲ σῦκα ἐρυθρὰ ἡλίκα ἐλαία τὸ μέγεθος στρογγυλώτερα, εἶναι δὲ τὴν
35γεῦσιν μεσπιλώδη. ὁ αὐτός φησι. τῇ συκῇ ὅταν ἀὴρ ἐπιγένηται μαλακὸς καὶ ὑγρὸς καὶ θερμὸς ἐξεκαλέσατο τὴν βλάστησιν, ὅθεν καὶ οἱ πρόδρομοι. καὶ προιὼν δὲ λέγει τοὺς προδρόμους αἳ μὲν φέρουσιν, ἡ τε Λακωνικὴ
καὶ ἡ λευκομφάλος καὶ ἕτεραι πλείους, αἳ δ’ οὐ φέρουσιν. —ἡ δ’ ἐν Κρήτῃ,4 in vol. 2.1

2,1

5

φησὶν ὁ αὐτὸς, καλουμένη Κυπρία συκῆ φέρει τὸν καρπὸν ἐκ τοῦ στε‐ λέχους καὶ τῶν παχυτάτων ἀκρεμόνων. Σέλευκος δὲ πρῳτερικήν τινά φησι καλεῖσθαι συκῆν ἣ φέρει πρώιον καρπόν. Θεόπομπος ἱστορεῖ κατὰ τὴν Φιλίππου ἀρχὴν περὶ Βισαλτίαν καὶ Ἀμφίπολιν ἔαρος μέσου ὄντος τὰς
5μὲν συκὰς σῦκα, τὰς δ’ ἀμπέλους βότρυς, τὰς δὲ ἐλαίας ἐν ᾧ χρόνῳ βρύειν εἰκὸς ἦν αὐτὰς ἐλαίας ἐνεγκεῖν, καὶ εὐτυχῆσαι πάντα Φίλιππον. Θεόφραστος καὶ τὸν ἐρινεὸν εἶναί φησι δίφορον, οἳ δὲ καὶ τρίφορον ὡς ἐν Κέῳ. λέγει δὲ καὶ τὴν συκῆν ἐν Σκιάλῃ φυτευθεῖσαν θᾶττον παραγίνεσθαι καὶ ὑπὸ σκωλήκων μὴ διαφθείρεσθαι· καὶ πάντα δὲ τὰ ἐν Σκιάλᾳ φυ‐
10τευθέντα καὶ θᾶττον αὐξάνεσθαι καὶ εὐβλαστῆ γίνεσθαι. Ὁ αὐτός φησι καὶ ὅτι ἡ Ἰνδικὴ συκῆ καλουμένη μικρὸν ἔχει τὸν καρπὸν καὶ ὀλίγον, ὡς ἂν εἰς τὴν βλάστην ἐξαναλίσκουσα πᾶσαν τὴν τροφήν. φησὶ δὲ καὶ ἄλλο γένος συκῆς εἶναι ἐν τῇ Ἑλλάδι καὶ περὶ Κιλικίαν καὶ Κύπρον ὀλονθοφόρον, ὃ τὸ μὲν σῦκον ἔμπροσθεν φέρει τοῦ κάρπου, τὸν δὲ ὄλονθον ἐξόπισθεν.
15οἶδα, φησίν, ὀνόματα σύκων καὶ ἄλλα, συκοβασίλεια· κιρροκοιλάδια, ὑλάδια, σαρκελάφεια, καπύρια, πικρίδια, δρακόντια, λευκόφια, μελανόφια, μυλαικά, ἀσκαλώνια. Δωρίων ἱστορεῖ Συκέαν τινὰ ἕνα τῶν Τιτάνων διωκόμενον ὑπὸ Διὸς τὴν μητέρα Γῆν ὑποδέξασθαι καὶ ἀνεῖναι τὸ φυτὸν εἰς διατριβὴν τῷ παιδί, ἀφ’ οὗ καὶ Συκέαν πόλιν εἶναι ἐν Κιλικίᾳ· Φερένικος δὲ ὁ Ἡρακλεώτης,
20ἀπὸ συκῆς τῆς Ὀξύλου θυγατρὸς προσαγορευθῆναι. Ὄξυλον γὰρ τὸν Ὀρίου Ἁμαδρυάδι τῇ ἀδελφῇ μιγέντα γεννῆσαι Κάρυαν, Βάλανον, Κρανεῖον, Ὀρέαν, Αἴγειρον, Πεταλίαν, Ἄμπελον, Συκῆν· καὶ ταύτας Ἁμαδρυάδας νύμφας καλεῖσθαι καὶ ἀπ’ αὐτῶν πολλὰ τῶν δένδρων προσαγορεύεσθαι. ὅθεν καὶ Ἵππωνάξ φησι· συκῆν μέλαιναν ἀμπέλου κασιγνήτην. Σωσίβιος δὲ εὕρεμα
25Διονύσου τὴν συκῆν φησι, διὸ καὶ Λακεδαιμονίους Συκίτην τιμῆσαι Διόνυσον. Νάξιοι δὲ μείλιχον καλοῦσι Διόνυσον διὰ τὴν τοῦ συκίνου καρποῦ παρά‐ δοσιν. διὸ καὶ τὸ πρόσωπον αὐτοῦ παρὰ Ναξίοις τὸ μὲν τοῦ Βακχέως Διονύσου εἶναι ἀμπέλινον, τὸ δὲ τοῦ μειλιχίου σύκινον, τὰ δὲ σύκα μείλιχα καλεῖσθαι· ὠφελιμώτερα δὲ πάντων τῶν ξυλίνων καρπῶν ἀνθρώποις τὰ
30σύκα. Ἡρόδοτος γοῦν ὁ Λύκιος εὐτραφῆ λέγει γίνεσθαι τὰ νεογνὰ τῶν παίδων, τῷ χυλῷ τῶν σύκων εἰ διατρέφοιτο. καὶ Φερεκράτης δέ φησιν· ἢν δ’ ἡμῶν σῦκόν τις ἴδῃ διὰ χρόνον νέον ποτέ, τὠφθαλμῷ περιμάττομεν τοῦτο τῶν παιδίων ὡς καὶ ἰάματος οὐ τοῦ τυχόντος τῶν σύκων ὑπαρχόντων. ὁ δὲ θαυμασιώτατος καὶ μελίγηρυς Ἡρόδοτος χώραν ψέγων ἐν τῇ πρώτῃ
35ἱστοριῶν οὔτε οἶνον ἔχειν αὐτήν φησιν οὐ σῦκα οὐκ ἄλλο οὐδὲν ἀγαθόν. Φίλιππος δὲ ὁ Περσέως πατὴρ ὅτε τὴν Ἀσίαν κατέτρεχεν ἀπορῶν τρο‐ φῶν τοῖς στρατιώταις παρὰ Μαγνήτων, ἐπεὶ σῖτον οὐκ εἶχον, σῦκα ἔλαβε.
διὸ καὶ Μυοῦντος κυριεύσας, τοῖς Μάγνησιν ἐχαρίσατο τὸ χωρίον ἀντὶ τῶν5 in vol. 2.1

2,1

6

σύκων. εἰσὶ δ’ εὐκατεργαστοτέρα τῆς ἄλλης ὀπώρας καὶ τὴν λοιπὴν τροφὴν οὐ κωλύει κατεργάζεσθαι. δυνάμεις δ’ ἔχει τῶν ὑγρῶν κολλώδεις καὶ γλυ‐ κείας καὶ ὑπονιτρώδεις καὶ τὴν διαχώρησιν ἀθρουστέραν καὶ διακεχυμένην καὶ θάττω καὶ λίαν ἄλυπον παρασκευάζει, χυλὸν δ’ ἁλυκὸν δριμύτητα
5ἔχοντα ἀναδίδωσι μέθ’ ἁλῶν ἐπιπινόμενα. διαλύεται μὲν οὖν ταχέως διότι πολλῶν καὶ μεγάλων ὄγκων εἰσενεχθέντων μετὰ μικρὸν λαγαροὶ γινόμεθα καθ’ ὑπερβολὴν, ὃ οὐκ ἂν ἐγίνετο μὴ ταχὺ διαλυομένων τῶν σύκων. κατερ‐ γάζεται δὲ μᾶλλον τῆς ἄλλης· πολλαπλασίονα γοῦν λαβόντες αὐτὴν τῆς λοιπῆς ὁπώρας ἀλύπως διάγομεν, ἀλλ’ οὐδὲ τὴν εἰωθυῖαν τροφὴν
10λαβόντες τούτων προχειρισθέντων ἐνοχλούμεθα. ταῦτα τε οὖν πέττεται μᾶλλον καὶ τὴν λοιπὴν οὐ κωλύει κατεργάζεσθαι τροφήν· δυνάμεις δ’ ἔχει κολλώδη μὲν καὶ ἁλυκὴν ἐκ τοῦ κολλᾶν καὶ ῥύπτειν τὰς χεῖρας, τὴν δὲ γλυκεῖαν ἐν τῷ στόματι γινομένην ὁρῶμεν. τὴν δὲ διαχώρησιν ἄνευ στρόφων καὶ ταραχῆς καὶ πλείω καὶ θᾶττον καὶ μαλακώτεραν παρασκευάζει. ἀλ‐
15λοιοῦται δ’ οὐ λίαν, οὐ διὰ τὸ δύσπεπτον αὐτῶν, ἀλλ’ ὅτι καταπίνομεν τε ταχέως οὐ λεάναντες καὶ τὴν διέξοδον διότι ταχεῖαν ποιεῖται. χυμὸν δ’ ἁλυκὸν ἀναδίδωσι, διότι τὸ μὲν νιτρῶδες ἀπεδείχθη τὰ σῦκα ἔχοντα, ἁλυκώτερον δὲ ποιήσει ἢ δριμὺν, ἐκ τῶν ἐπιγινομένων. οἱ μὲν γὰρ ἅλες τὸ ἁλυκόν, τὸ δ’ ὄξος καὶ τὸ θύμον τὸν δριμὺν αὔξει χυμόν. ταῦτα συκολογεῖ
20Φιλότιμος ἐν τῷ περὶ τροφῆς. Ἡρακλείδης δὲ ζητεῖ πότερον ἐπιλαμβάνειν δεῖ μετὰ τὴν τῶν σύκων προσφορὰν θερμὸν ὕδωρ ἢ ψυχρόν. θερμὸν μὲν ὅτι ὁρῶμεν τὸ θερμὸν ταχέως ῥύπτον· διὸ πιθανὸν καὶ ἐν κοιλίᾳ συντόμως αὐτὰ τῷ θερμῷ διαλύεσθαι. καὶ ἐπὶ τῶν ἐκτὸς δὲ σύκων τὸ θερμὸν διαλύει τὴν συνέχειαν αὐτῶν καὶ εἰς λεπτομερῆ τόπον ἄγει. τὸ δὲ ψυχρὸν συνίστησιν.
25οἱ δὲ ψυχρὸν λέγοντες προσφέρεσθαι ἡ τοῦ ψυχροῦ, φασί, πόματος λῆψις τὰ ἐπὶ τοῦ στομάχου καθήμενα τῷ βάρει καταφέρει· τὰ γὰρ σῦκα οὐκ ἀστείως διατίθησι τὸν στόμαχον, καυσώδη καὶ ἀτονώτερον αὐτὸν ποιοῦντα. διό τινες καὶ τὸν ἄκρατον συνεχῶς προσφέρονται. μετὰ δὲ ταῦτα ἑτοίμως καὶ τὰ ἐν τῇ κοιλίᾳ προωθεῖ. δεῖ δὲ πλέονι καὶ ἀθρουστέρῳ χρῆσθαι τῷ
30πόματι μετὰ τὴν τῶν σύκων προσφορὰν ἕνεκα τοῦ μὴ ὑπομένειν αὐτὰ ἐν κοιλίᾳ, φέρεσθαι δὲ εἰς τὰ κάτω μέρη τῶν ἐντέρων. ἄλλοι δέ φασιν ὅτι μὴ δεῖ σῦκα προσφέρεσθαι μεσημβρίας· νοσώδη γὰρ εἶναι τότε. Εὔβουλος· ἠσθένουν φαγοῦσα πρῴην σῦκα τῆς μεσημβρίας. Νικοφῶν· ἐὰν δέ γ’ ἡμῶν σῦκά τις μεσημβρίας τρώγων καθεύδῃ πυρετὸς εὐθέως ἥκει τρέχων οὐκ
35ἄξιος τριωβόλου· κᾷθ’ οὗτος ἐπιπεσὼν ἐμεῖν ποιεῖ χολήν. Δίφιλος δ’ ὁ Σίφνιός φησι τῶν σύκων τὰ ἁπαλὰ ὀλιγοτρόφα, κακόχυλα, εὐέκκριτα, ἐπιπολαστικά, εὐοικονομητότερά τε τῶν ξηρῶν. τὰ δὲ πρὸς τῷ χειμῶνι βίᾳ
πεπαινόμενα χείρω τυγχάνειν· τὰ δὲ ἐν τῇ ἀκμῇ τῶν ὡρῶν κρείττονα. ὡς6 in vol. 2.1

2,1

7

ἂν κατὰ φύσιν πεπαινόμενα. τὰ δὲ πολὺν ὀπὸν ἔχοντα καὶ τὰ σπάνυδρα εὐστομαχώτερα μὲν, βαρύτερα δέ. Μνησίθεος δέ φησιν· ἄπιοι, σῦκα, μῆλα Δελφικὰ καὶ τὰ τοιαῦτα, δεῖ παραφυλάττειν τὸν καιρὸν ἐν ᾧ τοὺς χυλοὺς τοὺς ἐν αὐτοῖς μήτε ἀπέπτους μήτε σαπροὺς μήτε κατεξηραμμένους λίαν
5ὑπὸ τῆς ὥρας ἕξει. Δημήτριος δὲ εὐφώνους φησὶ γίνεσθαι τοὺς μὴ σύκων ἐσθίοντας. Ἠγισιάνακτα γοῦν τὸν Ἀλεξανδρέα κατ’ ἀρχὰς ὄντα πένητα καὶ τραγῳδόν φησι γενέσθαι καὶ ὑποκριτὴν καὶ εὔηχον, ὀκτωκαίδεκα ἐτῶν σύκων μὴ γευσάμενον. καὶ παροιμιὰς δὲ οἶδα περὶ σύκων λεγομένας τοιάσδε· σῦκον μετ’ ἰχθύν, ὄσπριον μετὰ κρέα. σῦκα φιλ’ ὀρνίθεσσι, φυ‐
10τεύειν δ’ οὐκ ἐθέλουσι.
10 μῆλα. μῆλα Δελφικὰ ταῦτα Μνησίθεος ὁ Ἀθηναῖος καλεῖ, Δίφιλος δέ φησι τῶν μήλων τὰ χλωρὰ καὶ μήπω πέπονα κακόχυλα εἶναι καὶ κακοστόμαχα ἐπιπολαστικά τε καὶ χολῆς γεννητικὰ νοσοποιά τε καὶ φρίκης παραίτια.
15τῶν δὲ πεπόνων εὐχυλώτερα τὰ γλυκέα καὶ εὐεκκριτώτερα διὰ τὸ στύψιν μὴ ἔχειν, κακοχυλώτερα δὲ τὰ ὄξεα καὶ στατικώτερα. τὰ δὲ τῆς γλυ‐ κύτητος ὑφειμένα διὰ τὴν ποσὴν στύψιν εὐστομαχώτερα, κακοχυλώτερα δὲ τὰ θερινά, τὰ δὲ φθινοπωρινὰ εὐχυλώτερα, τὰ δὲ καλούμενα ὀρβικλᾶτα μετὰ στύψεως ἡδείας ἔχοντα καὶ γλυκύτατα εὐστόμαχα εἶναι. τὰ δὲ ση‐
20τάνια καὶ πλατάνια εὔχυλα μὲν καὶ εὐέκκριτα, οὐκ εὐστόμαχα δέ. τὰ δὲ κυδώνια, ὧν ἔνια καὶ στρούθια λέγεται, κοινῶς ἁπάντων τῶν μήλων εὐστο‐ μαχώτερα καὶ μάλιστα τὰ πέπονα. Φιλότιμος δὲ τὰ μῆλα φησὶ τὰ μὲν ἐαρινὰ δυσπεπτότερα πολὺ τῶν ἀπίων καὶ τὰ ὠμὰ τῶν ὠμῶν καὶ τὰ πέ‐ πονα τῶν πεπόνων. τὰς δὲ δυνάμεις ἔχει τῶν ὑγρῶν τὰ μὲν ὀξέα καὶ
25μήπω πέπονα στρυφνοτέρας καὶ ποσῶς ὀξείας χυμόν τε ἀναδίδωσιν εἰς τὸ σῶμα τὸν καλούμενον ξυστικόν. καθόλου τὲ τὰ μῆλα τῶν ἀπίων δυσπε‐ πτότερα εἶναι, διότι τὰ μὲν ἐλάττω φαγόντες ἧττον, τὰς δὲ πλείους προσ‐ αράμενοι μᾶλλον πέττομεν. ξυστικὸς δὲ γίνεται ἐξ αὐτῶν χυμός, διότι τὰ μὴ κατεργαζόμενα παχυτέρους ἕξει χυμούς, παχυτέρους δὲ ἔτι μᾶλλον
30αὐτοὺς ποιεῖ τὰ στρυφνά. τὰ δὲ χειμερινὰ τῶν μήλων τὰ μὲν κυδώνια στρυφνοτέρους, τὰ δὲ στρουθία χυμοὺς ἐλάττους ἀναδίδωσι καὶ στρυφνο‐ τέρους ἧττον πέττεσθαί τε μᾶλλον δύναται. Γλαυκίδης δὲ ἄριστα ἀκροδρύων λέγει μῆλα κυδώνια, φαυλία, στρουθία. μνημονεύει δὲ μήλων κυδωνίων Στησίχορος· πολλὰ μὲν κυδώνια μᾶλα ποτερρίπτουν ποτὶ δίφρον ἄνακτι,
35πολλὰ δὲ μύρρινα φύλλα καὶ Ῥοδίνους στεφάνους ἴων τὲ κορωνίδας οὔλας. Φιλήμων δὲ τὰ κυδώνια μῆλα στρουθία καλεῖ. Φύλαρχος δὲ τὰ κυδώνια
μῆλά φησι τῇ εὐωδίᾳ καὶ τὰς τῶν θανασίμων φαρμάκων δυνάμεις ἀπαμ‐7 in vol. 2.1

2,1

8

βλύνειν. τὸ γοῦν φάριον φάρμακον ἐμβληθὲν εἰς ῥοίσκον ἔτι ὀδωδότα ἀπὸ τῆς τῶν μήλων τούτων συνθέσεως ἐξίτηλον γενέσθαι μὴ τηρῆσαν τὴν ἰδίαν δύναμιν. κερασθὲν οὖν καὶ δοθὲν πιεῖν τοῖς εἰς τοῦτο ἐνεδρευθεῖσιν ἀπαθεῖς αὐτοὺς διατηρῆσαι. ἐπιγνωσθῆναι δὲ τοῦτο ὕστερον ἐξ ἀνακρίσεως τοῦ τὸ
5φάρμακον πωλήσαντος, ἐπιγνόντος τὸ γενόμενον ἐκ τῆς τῶν μήλων συν‐ θέσεως. Ἕρμων δ’ ἐν ταῖς Κρητικαῖς γλώσσαις κωδύμαλα καλεῖσθαί φησι τὰ κυδώνια μῆλα. κατὰ δὲ Θεόφραστον διαφέρει τὸ κυδώνιον μῆλον τοῦ στρουθίου. διάφορα δὲ μῆλα γίνεται ἐν Σιδοῦντι πόλει Κορίνθου, ἃ σιδούντια λέγεται. φαυλίων δὲ μήλων μνημονεύει Τηλεκλείδης· ὦ τὰ μὲν κομψοί,
10τὰ δὲ φαυλότεροι φαυλίων μήλων. καὶ Ἀνδροτίων· φαυλίας καὶ στρουθίας, καὶ πάλιν· οὐ γὰρ ἀπορρεῖ τὸ φύλλον ἀπὸ τοῦ μίσχου τῶν στρουθίων. μάλιστα δὲ θαυμαστὰ τὰ ἐν Ῥώμη πιπρασκόμενα τὰ Βατιανὰ καλούμενα, ἃ κομίζεται ἀπό τινος κώμης ἱδρυμένης ἐπὶ τῶν πρὸς Ἀκυληίᾳ Ἄλπεων. τούτων δ’ οὐ πολὺ ἀπολείπεται τὰ ἐν Γάγγροις πόλει Παφλαγονικῇ.
15Διόνυσον δὲ εὑρετὴν τῶν μήλων Θεόκριτος μαρτυρεῖ λέγων· μᾶλα μὲν ἐκ κόλποιο Διωνύσοιο φέρουσα κρατὶ δ’ ἔχει λεύκαν, Ἡράκλεος ἱερὸν ἔρνος. Νεοπτόλεμος δ’ ὁ Κυπριανὸς καὶ τὰ ἄλλα ἀκρόδρυα ὑπ’ αὐτοῦ εὑρεθῆναι. ἐπιμηλὶς δὲ κατὰ Πάμφιλον καλεῖται ἀπίων τι γένος. Ἑσπερίδων δὲ μῆλα καλούμενα ἐν Λακεδαίμονι Πάμφιλός φησι τοῖς θεοῖς παρατίθεσθαι. εὔοσμα
20δὲ εἶναι καὶ ἄβρωτα. Περσικὰ δὲ μῆλα, φησὶ Δίφιλος ὁ Σίφνιος, τὰ καὶ κοκκύμηλα, μέσως ἐστὶν εὔχυλα, θρεπτικώτερα δὲ τῶν μήλων· Φυλότιμος δὲ τὸ Περσικόν φησι λιπαρώτερον καὶ κεγχρῶδες εἶναι, χαυνότερον δὲ καὶ πιεζούμενον πλεῖστον ἔλαιον ἀνιέναι. Ἀριστοφάνης δὲ ὁ γραμματικὸς τὰ κοκκύμηλά φησι τοὺς Λάκωνας καλεῖν ὀξύμαλα Περσικά. Παροιμιωδές
25ἐστι τό· ὥσπερ εἰς αἶγας ἀγρίας ἀποπέμπων ἡμᾶς. Ὅτι Ἰόβας ὁ Μαυρουσίων βασιλεὺς, πολυμαθέστατος ἀνὴρ, ἐν τοῖς περὶ Λιβύης συγγράμμασι τὸ κιτριὸν καλεῖσθαί φησι παρὰ Λίβυσι μῆλον Ἑσπε‐ ρικόν, ἀφ’ ὧν καὶ Ἡράκλεα κομίσαι εἰς τὴν Ἑλλάδα τὰ χρύσεα διὰ τὴν ἰδέαν λεγόμενα μῆλα. ὅτι εἰς τοὺς Διὸς καὶ Ἥρας γάμους ἀνῆκεν ἡ γῆ
30Ἀσκληπιάδης ἱστορεῖ. οἱ δὲ τὸ μὲν ὄνομα οὔ φασι κεῖσθαι τοῦ κιτρίου παρὰ τοῖς παλαιοῖς, τὸ δὲ πρᾶγμα ὑπὸ τοῦ Ἐρεσίου Θεοφράστου οὕτω λέγεσθαι. φησὶ γάρ· ἡ Μηδία χώρα καὶ ἡ Περσιὰ ἄλλα τε ἔχει πλείω καὶ τὸ μῆλον τὸ Περσικὸν ἢ Μηδικὸν καλούμενον. ἔχει δὲ τὸ δένδρον τοῦτο φύλλον μὲν ὅμοιον καὶ σχεδὸν ἴσον τῷ τῆς Δάφνης ἀνδράχλης καὶ καρύας,
35ἀκάνθας δ’ οἵας ἄπιος ἢ ὀξυάκανθος, λείας δὲ καὶ ὀξείας σφόδρα καὶ ἰσχυ‐ ράς. τὸ δὲ μῆλον οὐκ ἐσθίεται μέν, εὔοσμον δὲ πάνυ καὶ αὐτὸ καὶ τὰ φύλλα τοῦ δένδρου· κἂν εἰς ἱμάτια τεθῇ τὸ μῆλον, ἄκοπα διατηρεῖ. χρή‐
σιμον δὲ ἐπειδὰν καὶ τύχῃ τις πεπωκὼς θανάσιμον φάρμακον, δοθὲν γὰρ8 in vol. 2.1

2,1

9

ἐν οἴνῳ διακόπτει τὴν κοιλίαν καὶ ἐξάγει τὸ φάρμακον, καὶ πρὸς στόματος εὐωδίαν. εἰ γάρ τις ἑψήσει ἐν ζωμῷ ἢ ἐν ἄλλῳ τινὶ τὸ εἴσω τοῦ μήλου ἐκπιέσει τε εἰς τὸ στόμα καὶ καταρροφήσει, ποιεῖ τὴν ὀσμὴν ἡδεῖαν. σπείρεται δὲ τοῦ ἦρος εἰς πρασιὰς ἐξαιρεθὲν τὸ σπέρμα διειργασμένον ἐπιμελῶς. εἶτ’
5ἄρδεται διὰ τετάρτης ἢ πέμπτης ἡμέρας. ὅταν δὲ ἁδρὸν ᾖ, διαφυτεύεται πάλιν τοῦ ἔαρος εἰς χώριον μαλακὸν καὶ ἔφυδρον καὶ οὐ λίαν λεπτόν. φέρει δὲ τὰ μῆλα πᾶσαν ὥραν· τὰ μὲν γὰρ ἀφῄρηται, τὰ δ’ ἀνθεῖ, τὰ δ’ ἐκπέττει. τῶν δ’ ἀνθῶν ὅσα ἔχει καθάπερ ἠλακάτην ἐκ μέσου ἀνέχουσαν, ταῦτά ἐστι γόνιμα· ὅσα δὲ μὴ, ἄγονα. ἐκ τούτων πιστευτέον τὸ κιτριὸν
10λέγειν τὸν Θεόφραστον. καὶ μηδεὶς θαυμαζέτω εἴ φησι μὴ ἐσθίεσθαι αὐτό, ὁπότε μέχρι τῶν κατὰ τοὺς πάππους ἡμῶν, φησὶν ὁ Ἀθηναῖος οὗτος, χρόνων οὐδεὶς αὐτὸ ἤσθιεν, ἀλλ’ ὅτι μέγα κειμήλιον ἀπετίθεντο ἐν τῷ κιβώτῳ μετὰ τῶν ἱματίων. ὅτι δ’ ὄντως ἐκ τῆς ἄνω χώρας ἐκείνης κατέβη εἰς Ἕλληνας τὸ φυτὸν τοῦτο, Ἀντιφάνης φησί. ταυτὶ λάμβανε, παρθένε, μῆλα. καλά γε·
15καλὰ δῆτ’, ὦ θεοί· νεωστὶ γὰρ τὸ σπέρμα τοῦτ’ ἀφιγμένον εἰς Ἀθήνας ἐστὶ παρὰ τοῦ βασιλέως. παρὰ τῶν Ἑσπερίδων ᾤμην γε, νὴ τὸν Φωσφόρον, τρία μόνον. ὀλίγον ἐστὶ πανταχοῦ τὸ καλὸν καὶ τίμιον. τούτων μὲν ὀβολὸν τίθημι· λογιοῦμαι γάρ. αὗται δὲ ῥόαι. ὡς εὐγενεῖς. τὴν γὰρ Ἀφροδίτην ἐν Κύπρῳ δένδρον φυτεῦσαι τοῦτό φασιν ἓν μόνον. Αἰγύπτιός τις ἄρχων κατε‐
20δίκασέ τινας θηρίων βορὰν κακούργους εὑρεθέντας, καὶ ἔδει αὐτοὺς ἅπασι τοῖς ζῴοις παραβληθῆναι. εἰσιοῦσι δὲ αὐτοῖς εἰς τὸ τοῖς λῃσταῖς εἰς τιμω‐ ρίαν ἀποδεδειγμένον θεάτρον κάπηλίς τις γυνὴ κατ’ ἐλεὸν ἔδωκεν οὗ μετὰ χεῖρας εἶχεν ἐσθίουσα κιτρίου, καὶ λαβόντες ἔφαγον. εἶτα παραβληθέντες πελωρίοις καὶ ἀγριωτάτοις ζῴοις ταῖς ἀσπίσι δηχθέντες οὐδὲν ἔπαθον.
25ἀνακρίνων οὖν ὁ ἄρχων τὸν φυλάττοντα στρατιώτην εἴ τι ἔφαγον ἢ ἔπιον, ὡς ἔμαθε τὸ περὶ τοῦ κιτρίου, τῇ ἐπιούσῃ πάλιν τῶν ἡμερῶν τῷ μὲν ἐκέ‐ λευσε δοθῆναι κιτρίον τῷ δ’ οὔ. καὶ ὁ μὲν φαγὼν δηχθεὶς οὐδὲν ἔπαθεν, ὁ δὲ παραυτίκα πληγεὶς ἀπέθανε. δοκιμασθέντος οὖν διὰ πολλῶν τοῦ τοιούτου εὑρέθη τὸ κιτρίον ἀντιφάρμακον παντὸς δηλητηρίου φαρμάκου. εἰ δέ τις ἐν
30μέλιτι Ἀττικῷ ὅλον τὸ κιτρίον ὡς ἔχει φύσεως συνεψήσει μετὰ τοῦ σπέρ‐ ματος, διαλύεται ἐν τῷ μέλιτι καὶ ὁ ἀπ’ αὐτοῦ λαμβάνων ἕωθεν δύο ἢ τρεῖς δακτύλους οὐδὲν ὁτιοῦν ὑπὸ φαρμάκου πείσεται. ὅτι Θεόπομπος ὁ Χῖος, ἀνὴρ πολλὰ χρήματα καταναλώσας εἰς τὴν περὶ τῆς ἱστορίας ἀκριβῆ ἐξέτασιν, φησιν ὅτι Κλέαρχος ὁ Ἡρακλεώτης πολλοὺς ἀνῄρει βιαίως τοῖς
35πλείστοις διδοὺς κώνειον πιεῖν· ἐπεὶ οὖν πάντες ἔγνωσαν τὴν τοῦ φαρμάκου τούτου φιλοτησίαν, οὐ προῄεσαν τῶν οἰκιῶν πρὶν φαγεῖν πήγανον· τοῦτο γὰρ τοὺς προφαγόντας μηδὲν πάσχειν πίνοντας τὸ ἀκόνιτον· ὃ καὶ κλη‐
θῆναί φησι διὰ τὸ φύεσθαι ἐν τόπῳ Ἀκόναις καλουμένῳ ὄντι περὶ Ἡρά‐9 in vol. 2.1

2,1

10

κλειαν. ὅτι τὸ κιτρίον κίτρον Ῥωμαῖοι καλοῦσι ὥς φησι Πάμφιλος ἐν τῷ περὶ γλωσσῶν. τὰς λεπάδας, φησὶ, τὰ παιδάρια, ἡνίκ’ ἂν εἰς τὸ στόμα λάβωσιν, αὐλεῖ ἐν ταύταις καὶ παίζει, καθάπερ καὶ τὰ σπερμόλογα παίδια ταῖς καλουμέναις τελλίναις ὡς Σώπατρος ὁ φλοιακόγραφος· ἀλλ’ ἴσχε·
5τελλίνης γὰρ ἐξαίφνης μέγας ἀκοὰς μελῳδὸς ἦχος εἰς ἐμὰς ἔβη. ἀνα‐ ρίτης· κογχῶδες ὄστρεον ταῖς πέτραις ὡς ἡ λεπὰς προσεχόμενον, ὡς Ἡρώνδας· προσφὺς ὅπως τις χοιράδων ἀναρίτης. Διοκλῆς δ’ ὁ Καρύστιος κράτιστά φησιν εἶναι τῶν κογχύλων πρὸς διαχώρησιν καὶ οὔρησιν μύας, ὄστρεα, κτένας, χήμας. ῥωμαλέα δὲ κόγχας, πορφύρας, κήρυκας περὶ ὧν Ἄρχιππός φησι·
10κῆρυξ θαλάσσης τρόφιμος υἱὸς πορφύρας. Σπεύσιππος δέ φησι· παραπλήσια εἶναι κήρυκας, πορφύρας, στραβήλους, κόγχους. Ἀραρὼς δέ φησί που· τὰ κομψὰ δὴ ταῦτα νωγαλεύματα, κόγχαι τε καὶ σωλῆνες αἵ τε καμπύλαι καρῖδες ἐξήλλοντο δελφίνων δίκην. Σώφρων δὲ τὸν σωλῆνα γλυκύκρεών φησι κογχύλιον, χηρᾶν γυναικῶν λίχνευμα. τοὺς δὲ στραβήλους Δέρκυλος καὶ
15ἄλλοι ἀστραβήλους καλοῦσι. κόγχαι δὲ καὶ θηλυκῶς λέγονται καὶ ἀρσενι‐ κῶς. Ἀριστοφάνης· ἀνέχασκον εἷς ἕκαστος ἐμφερέστατα ὀπτωμέναις κόγ‐ χαισιν ἐπὶ τῶν ἀνθράκων. Σώφρων· αἵ γα μὰν κόγχαι, ὥσπερ αἴ κ’ ἐξ ἑνὸς κελεύσματος, κεχάναντι ἁμῖν πᾶσαι, τὸ δὲ κρῆς ἑκάστας ἐξέχει. Αἰσχύλος κόγχοι, μύες, ὄστρεα. Ἱκέσιος δέ φησι τῶν χημῶν τὰς μὲν τραχείας
20λέγεσθαι, τὰς δὲ βασιλικάς. καὶ τὰς μὲν τραχείας καὶ κακοχύλους εἶναι ὀλιγοτρόφους, εὐεκκρίτους, χρῆσθαι δὲ αὐταῖς καὶ δελέασι τοὺς πορφυρευο‐ μένους· τῶν δὲ λείων κατὰ τὰ μεγέθη καὶ τὰς διαφορὰς εἶναι κρατίστας. Ἡγήσανδρος δὲ τὰς τραχείας φησὶ κόγχας ὑπὸ Μακεδόνων μὲν κωρύκους καλεῖσθαι, ὑπὸ δ’ Ἀθηναίων κρείους. τὰς δὲ λεπάδας ὁ Ἱκέσιος τῶν προ‐
25ειρημένων εὐεκκρίτους μᾶλλον εἶναι, τὰ δὲ ὄστρεα ἀτροφώτερα τε τούτων καὶ πλήσμια, εὐεκκριτώτερα τε τούτων. οἱ δὲ κτένες τροφιμώτεροι μὲν τούτων, κακοχυλώτεροι δὲ καὶ δυσεκκριτώτεροι. τῶν δὲ μυῶν οἱ μὲν Ἐφέσιοι τῶν μὲν κτενῶν βελτίους, τῶν δὲ χημῶν λειπόμενοι· οὐρητικώτεροι δὲ μᾶλλον ἢ ἐπὶ τὴν κοιλίαν φερόμενοι. εἰσὶ δ’ αὐτῶν ἔνιοι καὶ σκιλλώδεις κακό‐
30χυλοί τε καὶ πρὸς τὴν γεῦσιν ἀπειθεῖς. οἱ δ’ ἐλασσούμενοι τούτων καὶ δασεῖς ἔξωθεν οὐρητικώτεροι μέν εἰσι καὶ εὐχυλώτεροι τῶν σκυλλωδῶν, ἀτρο‐ φώτεροι δὲ διά τε τὸ μέγεθος καὶ τῷ γένει ὄντες τοιοῦτοι. οἱ δὲ τῶν κηρύ‐ κων τράχηλοι εὐστόμαχοι καὶ ἀτροφώτεροι μυῶν καὶ χημῶν καὶ κτενῶν· τοῖς δ’ ἀσθενῆ τὸν στόμαχον ἔχουσι καὶ μὴ ῥᾳδίως ἀποδιωθοῦσι εἰς τὸ
35κύτος τῆς κοιλίας χρήσιμοι, δύσφθαρτοί τε ὄντες· τὰ γὰρ ὁμολογουμένως εὔπεπτα κατὰ τοὐναντίον ἀλλότρια τῆς διαθέσεως ταύτης εἴσιν, εὐχερῶς διαφθειρόμενα διὰ τὸ ἁπαλὰ καὶ εὐδιάλυτα εἶναι. ὅθεν αἱ μήκωνες αὐτῶν
πρὸς μὲν τὰς τῶν στομάχων εὐτονίας οὐκ εὐθετοῦσι, πρὸς δὲ τὴν τῆς κοι‐10 in vol. 2.1

2,1

11

λίας ἀσθένειαν χρήσιμοι. τροφιμώτεραι δὲ τούτων καὶ ἀπολαυστικώτεραι αἱ τῆς πορφύρας μήκωνες, πλὴν σκιλλωδεστέραι. καὶ γὰρ τὸ ὅλον κογχύλιον τοιοῦτον. ἴδιον δὲ καὶ ταύταις καὶ τοῖς σωλῆσι τὸ ἑψομένοις παχὺν ποιεῖν τὸν ζωμόν. αἱ βάλανοι δ’ αἱ μείζους εὐέκκριτοι καὶ εὐστόμαχοι, τὸ δ’ ὠτάριον
5ὄστρεον, ὃ καλεῖται παρ’ Αἰολέων οὖς Ἀφροδίτης, γίνεται ἐν τῷ κατὰ Ἀλεξάνδρειαν Φάρῳ, τροφιμώτερον δέ ἐστι τῶν εἰρημένων πάντων, οὐκ εὐέκκριτον δέ, αἱ δὲ φωλάδες πολυτροφώτεραι, βρομώδεις δέ. τὰ δὲ τήθη παραπλήσια τοῖς προειρημένοις καὶ πολυτροφώτερα. λέγεται δέ τινα καὶ ἄγρια ὄστρεα πολύτροφα καὶ βρομώδη καὶ εὐτελῆ τὴν γεῦσιν. Ἀριστοτέλης
10δὲ ἐν τῷ περὶ ζώων φησίν· ὄστρεα, πίννη, ὄστρεον, μῦς, κτείς, σωλήν, κόγχη, λέπας, τῆθος, βάλανος. πορευτικὰ δὲ κῆρυξ, πορφύρα, ἡδυπορφύρα, ἐχῖνος, στράβηλος. ἔστι δ’ ὁ μὲν κτεὶς τραχυόστρακος, ῥαβδωτὸς, τὸ δὲ τῆθος ἀράβδωτον, λειόστρακον, ἡ δὲ πίννη λεπτόστομον, τὸ δὲ ὄστρεον παχύστομον, μονόθυρον δὲ καὶ λειόστρακον, λέπας δὲ δίθυρον καὶ λειόστρακον, μονοφυὲς δὲ καὶ
15λειόστρακον σωλὴν καὶ βάλανος, κοινὸν δ’ ἐξ ἀμφοῖν κόγχη. τὸ δ’ ἐντὸς τῆς πίννης μήκων καλεῖται κατ’ Ἐπαίνετον. ἐν δὲ πέμπτῳ ζῴων μορίων Ἀριστοτέλης φησί· γίνονται αἱ πορφύραι περὶ ἔαρ, οἱ δὲ κήρυκες λήγοντος χειμῶνος. ὅλως δέ, φησί, τὰ ὀστρακόδερμα ἐν τῷ ἔαρι φαίνεται ἔχειν τὰ καλούμενα ᾠά, κἀν τῷ μετοπώρῳ δὲ πλὴν τῶν ἐχίνων τῶν ἐδωδίμων. οὗτοι
20δὲ μάλιστα μὲν ἐν ταύταις ταῖς ὥραις ἀεί τε ἰσχύουσι καὶ μάλιστα ἐν πανσελήνῳ καὶ ἀλεειναῖς ἡμέραις πλὴν τῶν ἐν τῷ Εὐρίπῳ τῶν Πυρρέων. ἐκεῖνοι δ’ ἀμείνους χειμῶνος καὶ εἰσὶ μικροὶ, πλήρεις δὲ ᾠῶν· κύοντες δὲ φαίνονται καὶ οἱ κοχλίαι πάντες ὁμοίως τὴν αὐτὴν ὥραν. καὶ προίων· αἱ μὲν οὖν πορφύραι ἔαρος ἁθροιζόμεναι εἰς τὸ αὐτὸ ποιοῦσι τὴν καλουμένην μελί‐
25κηραν, ἀλλ’ οὐχ οὕτως γλαφυρὸν, ὥσπερ ἂν εἰ ἐκ λεπύρων ἐρεβίνθου λευκοῦ πολλὰ συμπαγείη. ἔχει δὲ ἀνεῳγμένον οὐδὲν τούτων, οὐδὲ γίνονται ἐκ τού‐ των αἱ πορφύραι, ἀλλὰ φύονται αὑταὶ καὶ τὰ ἄλλα ὄστρακα ἐξ ἰλύος καὶ σήψεως. τοῦτο δὲ συμβαίνει ὥσπερ ἀποκάθαρμα καὶ ταύταις καὶ τοῖς κήρυξι· κηριάζουσι γὰρ καὶ οὗτοι. ἀφιᾶσι δ’ ἀρχόμεναι κηριάζειν μυξώδη γλισχρό‐
30τητα, ἐξ ὧν τὰ λεπυρώδη συνίσταται. ταῦτα μὲν οὖν πάντα διαχεῖται, ἀφίησι δ’ ἴχωρα εἰς τὴν γῆν καὶ ἐν τούτῳ τῷ τόπῳ γίνεται ἐν τῇ γῇ συστάντα πορφύρια μικρά, ἃ ἔχουσαι ἁλίσκονται αἱ πορφύραι. ἐὰν δὲ πρὶν ἐκτεμεῖν ἁλῶσιν, ἐνίοτε ἐν ταῖς φορμίσιν, εἰς δὲ τοῦτο συνιοῦσαι ἐκτίκτουσι, καὶ γίνονται οἱονεὶ βότρυς· γίνονται δὲ μεγάλαι περὶ Σίγειον καὶ Λεκτόν,
35ἐν δ’ Εὐρίπῳ καὶ περὶ Καρίαν μικραί. καὶ ἐν τῷ κόλπῳ μὲν μεγάλαι καὶ τραχεῖαι, καὶ τὸ ἄνθος αἱ μὲν πλεῖσται μέλαν ἔχουσιν, ἔνιαι δ’ ἐρυθρὸν μικρῷ. γίνονται δ’ ἔνιαι τῶν μεγάλων καὶ μναιαῖαι, αἱ δ’ ἐν τῷ αἰγιάλῳ
καὶ περὶ τὴν ἀκτὴν μικραὶ μὲν τὸ μέγεθος, τὸ δ’ ἄνθος ἐρυθρὸν ἔχουσιν.11 in vol. 2.1

2,1

12

ἔτι δ’ ἐν μὲν τοῖς προσβόροις μέλαιναι, ἐν δὲ τοῖς νοτίοις ἐρυθραὶ ὡς ἐπὶ τὸ πλεῖστον. ἡ δὲ παροιμία ἡ λέγουσα λιχνότερος πορφύρας, ὡς μὲν τινὲς ἀπὸ τοῦ βάμματος εἴρηται· οὗ γὰρ ψαύσει ἕλκει ἐφ’ ἑαυτὸ καὶ τοῖς παρατεθειμένοις ἐμποιεῖ χρώματος αὐγήν· ἄλλοι δ’ ἀπὸ τοῦ ζῴου. ἁλίσκον‐
5ται δέ, φησὶν Ἀριστοτέλης, ἔαρος, ὑπὸ κύνα δ’ οὔ. οὐ γὰρ νέμονται, ἀλλὰ κρύπτουσιν ἑαυτὰς καὶ φωλεύουσι. τὸ δ’ ἄνθος ἔχουσιν ἀνὰ μεσὸν τοῦ μήκωνος καὶ τοῦ τραχήλου. ἔχει δὲ καὶ αὐτὴ καὶ ὁ κῆρυξ καὶ πάντα τὰ στρομβώδη ἐκ γενετῆς τὰ ἐπικαλύμματα. νέμονται δὲ ἐξείροντα τὴν καλου‐ μένην γλῶτταν ὑπὸ τὸ κάλυμμα. τὸ δὲ μέγεθος τῆς γλώσσης ἔχει ἡ πορφύρα
10μεῖζον δακτύλου, ᾧ νέμεται καὶ διατρυπᾷ τὰ κογχύλια. μακρόβια δὲ πορ‐ φύρα καὶ κῆρυξ καὶ ζῇ περὶ ἔτη ἕξ. φανερὰ δὲ ἡ αὔξησις ἀπὸ τῆς ἐν τῷ ὀστράκῳ ἕλικος. κόγχαι δὲ σωλῆνες, χῆμαι, κτένες ἐν τοῖς ἀμμώδεσι συνίστανται. αἱ δὲ πίνναι ὀρθαὶ φύονται ἐκ τοῦ βύθου ἔχουσί τε ἐν αὐταῖς τὸν πιννοφύλακα αἳ μὲν καρίδιον, αἳ δὲ καρκίνιον· οὗ στερόμεναι θᾶττον
15διαφθείρονται. ὃ καὶ συμπέφυκεν αὐταῖς κατὰ τὸν Ἀλεξανδρέα Πάμφιλον. φασὶ δὲ ἄλλοι καὶ συγγενᾶσθαι αὐτὸν αὐτῇ καὶ ὡς ἂν ἐξ ἑνὸς σπέρματος γίνεσθαι. πάλιν Ἀριστοτέλης φησί· πάντα δὲ τὰ ὀστρακώδη γίνεται ἐν τῇ ἰλύι, ἐν μὲν δὴ τῇ βορβορώδει ὄστρεα, ἐν δὲ τῇ ἀμμώδῃ κόγχαι καὶ τὰ ῥηθέντα, περὶ δὲ τὰς σηράγγας τῶν πετρῶν τήθεα καὶ βάλανοι καὶ τὰ
20ἐπιπολάζοντα λεπάδες, νηρῖται. ὡσαύτως δὲ γίνεται τοῖς ὀστρακοδέρμοις καὶ τὰ μὴ ἔχοντα ὄστρακα, ὡς αἱ κνίδαι καὶ οἱ σπόγγοι ἐν ταῖς σήραγξι. δύο δὲ γένη κνιδῶν· αἱ μὲν γὰρ ἐν τοῖς κοίλοις οὐκ ἀπολύονται τῶν πετρῶν, αἱ δὲ ἐν τοῖς λείοις καὶ πλαταμώδεσιν ἀπολυόμεναι μεταχωροῦσι. τὰς δὲ κνίδας Εὔπολις
25ἀκαλήφας ὀνομάζει καὶ Ἀριστοφάνης, ὃ μὲν εἰπὼν κραναὰς ἀκαλήφας, ὃ δὲ ἀκαλήφαις ἐστεφάνωσθαι. Δίφιλος δὲ ὁ Σίφνιός φησιν· ἐστὶν ἡ ἀκαλήφη εὐκοίλιος, οὐρητική, εὐστόμαχος· κνησμὸν δὲ ποιεῖ τοῖς συνάγουσιν, ἐπειδὰν μὴ προαλείψωνται. ὄντως γὰρ ἀνιᾷ τοὺς θηρεύοντας αὐτήν· ὑφ’ ὧν κατὰ παραφθορὰν νῦν ἀκαλήφη ὀνομάζεται· τάχα δὲ ἴσως διὰ ταύτην καὶ ἡ
30βοτάνη. κατ’ εὐφημισμὸν γὰρ τῆς ἀντιφράσεως ὠνόμασται· οὐ γὰρ πραεῖά ἐστι καὶ ἁπαλὴ τῇ ἁφῇ, τραχεῖα δὲ καὶ ἀηδής. τὸ δ’ Ἀριστοφάνῃ ἐν Λυσιστράτῃ πέπαικται· ὦ τηθῶν ἀνδρειοτάτη καὶ μητριδίων ἀκαληφῶν. ἐπεὶ τήθεα τὰ ὄστρεια. μέμικται γὰρ κωμῳδικῶς πρὸς τὴν τροφὴν καὶ μητέρα. Περὶ δὲ τῶν ἄλλων ὀστρέων Δίφιλός φησί· χημῶν τῶν παχειῶν
35αἱ μικραὶ καὶ λεπτὴν ἔχουσαι τὴν σάρκα ὄστρεα λέγονται καὶ εὐστόμαχοί εἰσι καὶ εὐέκκριτοι· αἱ δὲ παχεῖαι, αἱ καὶ βασιλικαὶ καὶ πελώριαι λεγό‐ μεναι, τρόφιμοι, δυσέκκριτοι, εὔχυλοι, εὐστόμαχοι, καὶ μάλιστα αἱ μείζους.
τελλῖναι γίνονται ἐν Κανώβῳ πολλαὶ καὶ ὑπὸ τὴν τοῦ Νείλου ἀνάβασιν12 in vol. 2.1

2,1

13

πληθύουσιν. ὧν λεπτότεραι αἱ βασιλικαὶ καὶ διαχωρητικαὶ καὶ κοῦφαι καὶ τρόφιμοι, αἱ δὲ ποτάμιαι γλυκύτεραι. οἱ δὲ μύες μέσως τρόφιμοι, διαχω‐ ρητικοί, οὐρητικοί· κράτιστοι δὲ οἱ Ἐφέσιοι καὶ τούτων οἱ φθινοπωρινοί. αἱ δὲ μύες καὶ τῶν μυῶν αἱ μικρότεραι γλυκεῖαι, εὔχυλοι, τρόφιμοι, σωλῆνες,
5οἱ καὶ αὐλοὶ καὶ δόνακες καὶ ὄνυχες καλούμενοι, πολύχυλοι, κακόχυλοι, κολλώδεις. καὶ οἱ μὲν ἄρρενες αὐτῶν ῥαβδωτοὶ καὶ οὐ μονοχρώματοι· εἰσὶ δὲ τοῖς λιθιῶσι καὶ δυσουροῦσιν εὔθετοι. οἱ δὲ θήλεες μονοχρώματοι καὶ γλυκύτεροι. λαμβάνονται δὲ ἑφθοὶ καὶ τηγανιστοί· κρείττους δὲ οἱ μέχρι τοῦ χανεῖν ἐπ’ ἀνθράκων ὀπτώμενοι· σωληνισταὶ δὲ ἐκάλουντο οἱ συνά‐
10γοντες τὰ ὄστρεα. Φαινίας γοῦν φησιν ὁ Ἐρέσιος· Φιλόξενος ὁ καλούμενος σωληνιστὴς ἐκ δημαγωγοῦ τύραννος ἀνεφάνη, τὸ μὲν ἐξ ἀρχῆς ἁλιευόμενος καὶ σωληνοθήρας ὤν. ἀφορμῆς δὲ λαβόμενος καὶ ἐμπορευσάμενος βίον ἐ‐ κτήσατο. τῶν δὲ κτενῶν ἁπαλώτεροι οἱ λευκοί· ἄβρομοι, εὐκοίλιοι. τῶν δὲ μελάνων καὶ πυρρῶν οἱ μείζους εὔστομοι, κοινῇ δὲ πάντες εὐστόμαχοι,
15εὔπεπτοι, εὐκοίλιοι λαμβανόμενοι μετὰ κυμίνου καὶ πεπέρεως. αἱ δὲ βάλανοι καλούμενοι ἀπὸ τῆς πρὸς τὰς δρυινὰς ὁμοιότητος δια‐ φέρουσι παρὰ τοὺς τόπους. αἱ μὲν γὰρ Αἰγύπτιαι γλυκεῖαι, ἁπαλαὶ, εὔστομοι, θρεπτικαί, πολύχυλοι, οὐρητικαί, εὐκοίλιοι, αἱ δὲ ἄλλαι ἁλυκώτεραι. τὰ δὲ ὠτία δύσπεπτα, τρόφιμα δὲ μᾶλλον τηγανιζόμενα, αἱ δὲ φωλάδες εὔστο‐
20μοι, βρομώδεις, κακόχυλοι. οἱ ἐχῖνοι ἁπαλοί, εὔχυλοι, βρομώδεις, πλήσ‐ μιοι, εὔφθαρτοι, μετὰ δὲ ὀξυμέλιτος λαμβανόμενοι καὶ σελίνου καὶ ἡδυόσμου εὐστόμαχοι, γλυκεῖς, εὔχυλοι. προσηνέστεροι δ’ αὐτῶν οἱ ἐρυθροὶ καὶ οἱ μήλινοι καὶ οἱ παχύτεροι καὶ οἱ ἐν τῷ ξύεσθαι τὴν σάρκα γαλακτῶδες ἀνιέντες. οἱ δὲ περὶ τὴν Κεφαλληνίαν καὶ Ἰκαρίαν καὶ τὸν Ἀδρίαν τινὲς
25αὐτῶν καὶ ὑπόπικροί εἰσιν· οἱ δ’ ἐπὶ τοῦ σκοπέλου τῆς Σικελίας λυτικοὶ κοιλίας. Ἀριστοτέλης δέ φησι τῶν ἀχίνων πλείω γένη· ἓν μὲν τὸ ἐσθιόμενον ἐν ᾧ τὰ καλούμενά ἐστιν ᾠά, ἄλλα δὲ δύο τό τε τῶν σπατάνων καὶ τὸ τῶν βυρσῶν. καὶ Ἀριστοφάνης δαρδάπτοντα, μιστύλλοντα, διαλείχοντα μου τὸν κάτω σπατάνην. Δημήτριος δὲ ὁ Σκήψιός φησι Λάκωνά τινα
30κληθέντα ἐπὶ θοίνην παρατεθέντων ἐχίνων ἐπιλαβέσθαι ἑνός, οὐκ εἰδότα τὴν χρῆσιν τοῦ ἐδέσματος, οὐδὲ προσέχοντα τοῖς συνδειπνοῦσι πῶς ἀναλίσκουσιν. ἐνθέντα δὲ εἰς τὸ στόμα σὺν τῷ κελύφει βρύκειν τοῖς ὀδοῦσι τὸν ἐχῖνον. δυσχρηστούμενον οὖν τῇ βρώσει καὶ οὐ συνιέντα τὴν ἀντιτυπίαν τῆς τρα‐ χύτητος εἰπεῖν· ὦ φάγημα μιαρόν, οὔτε μὴ νῦν σε ἀφέρω μαλθακισθεὶς
35οὔτ’ αὖθις ἔτι λάβοιμι. ὅτι δὲ οἱ ἐχῖνοι οἵ τε χερσαῖοι καὶ οἱ θαλάττιοι ἑαυτῶν εἰσι φυλακτικοὶ πρὸς τοὺς θηρῶντας, προβαλλόμενοι τὰς ἀκάνθας, Ἴων ὁ Χῖος μαρτυρεῖ λέγων· ἔν τε χέρσῳ τὰς λέοντας ᾔνεσα ἢ τὰς ἐχίνου
μᾶλλον οἰζυρὰς τέχνας· ὃς εὖτ’ ἂν ἄλλων κρεισσόνων ὁρμὴν μάθῃ, στρό‐13 in vol. 2.1

2,1

14

βιλος ἀμφ’ ἄκανθας εἱλίξας δέμας κεῖται δακεῖν τε καὶ θιγεῖν ἀμήχανος. τῶν δὲ λεπάδων, φησὶ Δίφιλος, αἳ μὲν εἰσὶ μικραὶ, αἳ δὲ ὀστρέοις ἐοικυῖαι. εἰσὶ δὲ σκληραὶ καὶ ὀλιγόχυλοι καὶ οὐκ ἄγαν δριμεῖαι, εὔστομοι δὲ καὶ εὐκατέργαστοι, ἑφθαὶ δὲ ποσῶς εὔστομοι. αἱ δὲ πίνναι οὐρητικαὶ, τρόφιμοι,
5δύσπεπτοι, δυσανάδοτοι. ἐοίκασι δ’ αὐταῖς καὶ οἱ κήρυκες. αἱ δὲ πορφύραι μεταξὺ πίννης εἰσὶ καὶ κήρυκος· καὶ οἱ μὲν τράχηλοι αὐτῶν πολύχυλοι, εὔστομοι, τὸ δὲ λοιπὸν ἁλυκὸν καὶ γλυκὺ καὶ εὐανάδοτον. τὰ δὲ ὄστρεα γεννᾶται καὶ ἐν ποταμῷ καὶ λίμναις καὶ θαλάσσῃ. κράτιστα δὲ τὰ θαλάσσια, ὅταν λίμνη ἢ ποταμὸς παρακέηται. γίνεται γὰρ εὔχυλα καὶ
10μείζω καὶ γλυκύτερα. τὰ δὲ πρὸς ᾐόσι καὶ πέτραις ἴλυος καὶ ὕδατος ἀμιγῆ μικρά, σκληρά, δηκτικά. τὰ δὲ ἐαρινὰ ὄστρεα καὶ κατὰ τὴν τοῦ θέρους ἀρχὴν κρείσσω, πλήρη, θαλασσίζοντα μετὰ γλυκύτητος εὐστόμαχα εὐέκκριτα. τὰ δὲ συνεψόμενα μαλάχῃ ἢ λαπάθῳ ἢ ἰχθύσιν ἢ καθ’ αὑτὰ τρόφιμα καὶ εὐκοίλια.
15 Μνησίθεος δ’ ὁ Ἀθηναῖός φησιν· ὄστρεα, κόγχαι, μύες, τὰ ὅμοια τὴν μὲν σάρκα δυσκατέργαστά ἐστι διὰ τὴν ἐν αὐτοῖς ἁλυκὴν ὑγρότητα. διόπερ ὠμὰ μὲν ἐσθιόμενα κοιλίας ἐστὶν ὑπακτικὰ διὰ τὴν ἁλυκότητα, ἑψόμενα δὲ ἀφίησιν ἤτοι πᾶσαν ἢ τὴν πλείστην ἅλμην εἰς τὴν συνέψουσαν ὑγρότητα. διόπερ αἱ μὲν ὑγρότητες, ἐν αἷς ἂν ἑψηθῇ τι τῶν ὀστρέων, ταρακτικαὶ
20καὶ ὑπακτικαὶ κοιλίας, αἱ δὲ σάρκες τῶν ἑψομένων ὀστρέων ψόφους ποι‐ οῦσιν ἐστερημέναι τῶν ὑγρῶν. τὰ δὲ ὀπτὰ τῶν ὀστρέων, ἐάν τις αὐτὰ καλῶς ὀπτήσῃ, ἀλυποτάτην ἔχει διάθεσιν· πεπύρωται γάρ. διὸ οὐχ ὁμοίως τοῖς ὤμοις ἐστὶ δύσπεπτα καὶ τὰς ὑγρότητας ἐν αὐτοῖς ἔχει κατεξηραμμένας, δι’ ὧν ἔκλυτος ἡ κοιλία γίνεται· τροφήν τε δίδωσιν ὕγραν τε καὶ δύσπεπτον
25ἅπαν ὄστρεον καὶ πρὸς τὰς οὐρήσεις ἐστὶν οὐκ εὔοδα. ἀκαλήφη δὲ καὶ ἐχίνων ᾠὰ καὶ τὰ τοιαῦτα τροφὴν μὲν δίδωσιν ὕγραν καὶ μικράν, τῆς δὲ κοιλίας ἐστι λυτικὰ καὶ οὐρήσεως κινητικά.
27 Ἀρχέστρατος δέ πού φησι· τοὺς μῦς ἡ Αἶνος ἔχει μεγάλους, ὄστρεα δ’ Ἄβυδος τοὺς ἄρκτους Πάριον, τοὺς δὲ κτένας ἡ Μιτυλήνη· πλείστους
30δ’ Ἀμβρακία παρέχει κόγχας· ἐν Ἐφέσῳ λήψῃ τὰς λείας οὔ τι πονηράς. τοὺς κήρυκας δ’ ἐπιτρίψαι ὁ Ζεῦς, τούς τε θαλασσογενεῖς καὶ τοὺς ἀγο‐ ραίους, πλὴν ἑνὸς ἀνθρώπου· κεῖνος δέ μοί ἐστιν ἑταῖρος Λέσβον ἐριστάφυλον ναίων, Ἀγάθων δὲ καλεῖται· ὄστρεα δὲ μόνως ἔλεγον οἱ ἀρχαῖοι. Κρατῖνος· πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη. ὄστρεον δὲ ὡς ὄρνεον Πλάτων Φαίδρῳ· ὀστρέου
35τρόπον δεδεσμευμένοι. αἱ δὲ πελωρίδες ὠνομάσθησαν παρὰ τὸ πελώριον. μεῖζον γάρ τι χήμης καὶ παρηλλαγμένον. Ἀριστοτέλης δέ φησι καὶ ἐν ἄμμῳ
αὐτὰς γίνεσθαι, χῆμαι δέ φησι παρὰ τὸ κεχηνέναι ἴσως.14 in vol. 2.1

2,1

15

περὶ δὲ τῶν κατὰ τὴν Ἰνδικὴν γινομένων ὀστρέων Θεόφραστος ἐν τῷ περὶ λίθων οὕτω γράφει· τῶν θαυμαζομένων λίθων ἐστὶ καὶ ὁ μαργαρίτης καλού‐ μενος, διαφανὴς μὲν τῇ φύσει· ποιοῦσι δ’ ἐξ αὐτοῦ τοὺς πολυτελεῖς ὅρμους. γίνεται δ’ ἐν ὀστρέῳ τινὶ παραπλησίῳ ταῖς πίνναις, πλὴν ἐλάττονι.
5μέγεθος ἡλίκον ἰχθύος ὀφθαλμὸς εὐμεγέθης. Ἀνδροσθένης δὲ ἐν τῷ τῆς Ἰνδικῆς παράπλῳ γράφει· στρόμβων, χοιρίνων καὶ τῶν λοιπῶν κογχυλίων αἱ ποικίλαι ἡδεῖαι καὶ πολὺ διάφοροι τῶν παρ’ ἡμῖν. γίνεται δὲ καὶ ὀστρέων πολὺ πλῆθος· ἓν δὲ ἴδιον ὃ καλοῦσιν ἐκεῖνοι βέρβερι, ἐξ οὗ ἡ μαργαρῖτις λίθος γίνεται. αὑτὴ δ’ ἐστὶ πολυτελὴς κατὰ τὴν Ἀσίαν καὶ
10πωλεῖται παρὰ Πέρσας τε καὶ τοὺς ἄνω τόπους πρὸς χρύσιον. ἐστὶ δ’ ἡ μὲν τοῦ ὀστρέου ὄψις παραπλησία τῷ κτενί, οὐ διέγλυπται δὲ ἀλλὰ λεῖον τὸ ὄστρακον ἔχει καὶ δασὺ, οὐδὲ ὦτα δύο ἔχει ὥσπερ ὁ κτεὶς, ἀλλὰ ἕν. ἡ δὲ λίθος γίνεται καὶ ἐν τῇ σαρκὶ τοῦ ὀστρέου, ὡς ἐν τοῖς ὑείοις ἡ χάλαζα. καὶ ἔστιν ἣ μὲν χρυσοειδὴς σφόδρα, ὥστε μὴ ῥᾳδίως διαγνῶναι ὅταν παρα‐
15τέθῃ παρὰ τὸ χρύσιον, ἣ δὲ ἀργυροειδὴς, ἣ δὲ τελείως λευκὴ ὁμοία τοῖς ὀφθαλμοῖς τῶν ἰχθύων. Χάρης δ’ ὁ Μιτυληναῖος θηρεύεται, φησί, κατὰ τὴν Ἰνδικὴν θάλασσαν, ὡσαύτως καὶ κατὰ τὴν Ἀρμενίαν καὶ Περσικὴν καὶ Σουσιανὴν καὶ Βαβυλωνίαν, παρόμοιον ὀστρέῳ. τὸ δ’ ἐστὶν ἁδρὸν καὶ πρό‐ μηκες ἔχον ἐν αὐτῷ σάρκα μεγάλην καὶ λευκήν, εὐώδη σφόδρα ἐξ ὧν
20ἐξαιροῦντες ὀστᾶ λευκὰ προσαγορεύουσιν μαργαρίτας, ἐξ ὧν κατασκευάζουσι ψέλλια περὶ τὰς χεῖρας καὶ τοὺς πόδας· περὶ ἃ σπουδάζουσι πάντες Ἀσιανοὶ πολὺ μᾶλλον τῶν ἐκ χρυσίου γεγενημένων. Ἰσίδωρος δέ φησι κατὰ τὸ Περσικὸν πέλαγος νῆσον εἶναι, ἔνθα πλείστην μαργαρίτην εὑρίσκεσθαι, διόπερ καὶ σχεδίας καλαμίνας πέριξ εἶναι τῆς νήσου, ἐξ ὧν καθαλλομένους εἰς τὴν
25θάλασσαν ἐπ’ ὀργυίας εἴκοσιν ἀναφέρειν διπλοῦς κόγχους. φασὶ δ’ ὅταν βρονταὶ συνεχεῖς ὦσιν καὶ ὄμβρων ἐκχύσεις, τότε μᾶλλον τὴν πίνναν κύειν καὶ πλείστην γένεσθαι μαργαρῖτιν καὶ εὐμεγέθη. τοῦ δὲ χειμῶνος εἰς τὰς ἐμβυθίους θαλάμους δύνειν εἰώθασιν αἱ πίνναι· θέρους δὲ τὰς μὲν νύκτας κεχήνασιν διανηχόμεναι, ἡμέρας δὲ μύουσιν. ὅσαι δ’ ἂν πέτραις ἢ σπίλασι
30προσφυῶσι, ῥιζοβολοῦσι κἀνταῦθα ἐνοῦσαι τὴν μαργαρίτην γεννῶσι, ζωογο‐ νοῦνται δὲ καὶ τρέφονται διὰ τοῦ προσπεφυκότος τῇ σαρκὶ μέρους, τοῦτο δὲ συμπέφυκε τῷ τοῦ κόγχου στόματι χηλὰς ἔχον καὶ νομὴν εἰσφέρον. ὃ δή ἐστιν ἐοικὸς καρκίνῳ μικρῷ καλούμενον πιννοφύλας. διήκει δὲ ἐκ τούτου ἡ σὰρξ μέχρι μέσου τοῦ κόγχου οἱονεὶ ῥίζα, παρ’ ἢν ἡ μαργαρῖτις γενομένη
35αὔξεται διὰ τοῦ στερεοῦ τῆς κόγχης καὶ τρέφεται ὅσον ἂν ᾖ προσπεφυ‐ κυῖα χρόνον. ἐπειδὰν δὲ παρὰ τὴν ἔκφυσιν ὑποδυομένη ἡ σὰρξ καὶ μαλακῶς ἐντέμνουσα χωρήσῃ τὴν μαργαρῖτιν ἀπὸ τοῦ κόγχου μὲν οὐκέτι τρέφει,
λειοτέραν δ’ αὐτὴν καὶ διαυγεστέραν ποιεῖ καὶ καθαρωτέραν. ἡ μὲν οὖν15 in vol. 2.1

2,1

16

ἐμβύθιος πίννα, διαυγεστάτην ποιεῖ καὶ καθαρωτέραν καὶ μεγάλην γεννᾷ μαργαρῖτιν. ἡ δ’ ἐπιπολάζουσα καὶ ἀνωφέρης διὰ τὰ ὑπὸ ἡλίου ἀκτινο‐ βολεῖσθαι, δύσχρους καὶ ἥσσων. κινδυνεύουσι δ’ οἱ θηρῶντες τοὺς μαργαρίτας, ὅταν εἰς κεχηνότα κόγχον κατευθὺ ἐκτείνωσι τὴν χεῖρα· μύει γὰρ τότε,
5καὶ πολλάκις οἱ δάκτυλοι αὐτῶν ἀποπρίονται· ἔνιοι δὲ καὶ παραχρῆμα ἀποθνῄσκουσιν. ὅσοι δ’ ἂν ἐκ πλαγίου ὑποθέντες τὴν χεῖρα τύχωσι, ῥᾳδίως τοὺς κόγχους ἀπὸ τοῦ λίθου ἀνασπῶσι. μαράγδων δὲ μνημονεύει Μένανδρος· μάραγδον εἶναι ταῦτ’ ἔδει καὶ σάρδια. ἄνευ δὲ τοῦ σίγμα λεκτέον· παρὰ τὸ μαρμαίρειν γὰρ ὠνόμασται τῷ διαυγὲς ὑπάρχειν. ὅτι τὸ ἑφθοπώλιον εἴρηται
10παρὰ Ποσειδίππῳ. ὅτι τὴν σιαγόνα ὑαγόνα τινές φασι διὰ τοῦ υ στοιχείου κατ’ ἀναλογίαν ἀπὸ τοῦ ὑός. ὅτι τὰς χορδὰς Ἐπίχαρμος ὀρύας ὀνομάζει. φησί που Ἀξιόνικος· ζωμοποιῶ θερμὸν ἰχθῦν. ἀλλᾶντα τέμνω, παραφέρω χορδῆς τόμον, ῥύγχος εἰς ὄξος πιέζω, ὥστε πάντας ὁμολογεῖν τῶν γάμων κρείττω γεγο‐ νέναι τὴν ἕωλον ἡμέραν. Ἄλεξις δέ που χορδαρίον ἔφη τὴν χορδήν. ὅτι
15κυρίως ῥύγχος ἐπὶ τῶν συῶν. λέγεται δὲ καὶ ἐπ’ ἄλλων ζῴων. Ἄρχιππος δὲ κατὰ παιδιὰν εἴρηκε καὶ ἐπὶ τοῦ προσώπου οὕτως· καὶ ταῦτ’ ἔχων τὸ ῥύγχος οὑτωσὶ μακρόν. καὶ Ἀραρώς· ὁ γὰρ θεὸς τὸ ῥύγχος ὡς ἡμᾶς στρέφει. καλεῖται δὲ ῥύγχος καὶ τόπος τις περὶ Αἰτωλίαν. ὅτι Ἀφροδίτῃ ὗς θύεται καὶ μάλιστα παρ’ Ἀργείοις παρ’ οἷς καὶ ἑορτὴ Ἀφροδίτης τὰ Ὑστήρια.
20Μνησίθεος ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν φησι· κεφαλὴ καὶ πόδες ὑὸς οὐ πολὺ τὸ τρόφιμον καὶ λιπαρὸν ἐν ἑαυτοῖς ἔχουσιν. ὅτι Θυμοίτου βασι‐ λεύοντος Μέλανθος ὁ Μεσσήνιος ἐκπεσὼν τῆς πατρίδος ἐπήρετο τὴν Πυθίαν ὅποι κατοικῇ. ἣ δὲ ἔφη, ἔνθα ἂν ξενίοις πρῶτον τιμηθῇ τοὺς πόδας αὐτῷ καὶ τὴν κεφαλὴν ἐπὶ τῷ δείπνῳ παραθέντων. καὶ τοῦτ’ ἐγένετο αὐτῷ ἐν
25Ἐλευσῖνι· τῶν ἱερειῶν γὰρ πάτριόν τινα ἑορτὴν ἐπιτελουσῶν καὶ πάντα τὰ κρέα κατηναλωκυιῶν, τῶν δὲ πόδων καὶ τῆς κεφαλῆς ὑπολοίπων ὄντων ταῦτα τῷ Μελάνθῳ ἀπέστειλαν.
27 μήτρα, φησί, ἑξῆς ἐπεισηνέχθη ἱκανῶς γεγαστρισμένοις ἡμῖν, μητρόπολις τις ὡς ἀληθῶς οὖσα καὶ μήτηρ τῶν Ἱπποκράτους υἱῶν, οὓς εἰς ὑωδίαν
30κωμῳδουμένους οἶδα. Πλάτων ἐν Πρωταγόρᾳ φησί· τὸ περὶ ποιήσεως διαλέγεσθαι ὁμοιότατον εἶναι τοῖς συμποσίοις τοῖς τῶν φαύλων καὶ ἀγοραίων ἀνθρώπων. καὶ γὰρ οὗτοι διὰ τὸ μὴ δύνασθαι ἀλλήλοις δι’ αὐτῶν συνεῖναι ἐν τῷ πότῳ μηδὲ διὰ τῆς ἑαυτῶν φωνῆς καὶ λόγων τῶν ἑαυτῶν ὑπὸ ἀπαιδευσίας τιμίας ποιοῦσι τὰς αὐλητρίδας, πολλοῦ μισθούμενοι ἀλλοτρίαν φωνὴν τὴν
35τῶν αὐλῶν, καὶ διὰ τῆς ἐκείνων φωνῆς ἀλλήλοις ξύνεισιν. ὅπου δὲ καλοὶ καὶ ἀγαθοὶ ξυμπόται καὶ πεπαιδευμένοι εἰσίν, οὐκ ἂν ἴδοις οὔτε αὐλη‐
τρίδας οὔτε ὀρχηστρίδας οὔτε ψαλτρίας, ἀλλ’ αὐτοὺς ἑαυτοῖς ἱκανοὺς16 in vol. 2.1

2,1

17

ὄντας ξυνεῖναι ἄνευ τῶν λήρων τε καὶ παιδιῶν τούτων διὰ τῆς ἑαυτῶν φωνῆς, λέγοντάς τε καὶ ἀκούοντας ἐν μέρει ἑαυτῶν κοσμίως, κἂν πάνυ πολὺν οἶνον πίωσιν. Σημείωσαι ὅτι διαφέρειν ἔοικε παρὰ τῷ ῥήτορι τούτῳ τὸ πίνειν τοῦ ἐκπίνειν· εἶναι γὰρ ἐκπίνειν καὶ τὸ πάνυ πίνειν, ὃς καί
5φησι τοὺς πίνοντας οὐκ ἀνθρώπου βίον ἀλλά τινος πνεύμονος ἢ τῶν ὅσα θαλάσσια σώματα ζῆν. γάστρων καὶ κοιλιόδαιμον, οὐδὲν ἄλλο σὺ οἶσθα, οὐ λόγους διεξοδικοὺς εἰπεῖν, οὐχ ἱστορίας μνησθῆναι, οὐ τῆς ἐν λόγοις χάριτος ἀπάρξασθαί ποτε, ἀλλὰ τὸν χρόνον ἅπαντα περὶ ταῦτα κατετρίβης ζητῶν κεῖται, οὐ κεῖται; εἴρηται, οὐκ εἴρηται; ἐξονυχίζεις τε πάντα τὰ προσπίπτοντα
10τοῖς συνδιαλεγομένοις τὰς ἀκάνθας συνάγων ὡς ἂν ἐχινόποδας. ὅτι ἐπινομίς ἐστι μὲν καὶ ἡ τοῦ Πλάτωνος. λέγεται δ’ οὕτω καὶ μέρος τι τῆς τριήρους. ὅτι ἔλεγέ τις τὸν καινὸν φαινόλην ἄχρηστον καὶ περὶ βαλανείου ἠρώτα τὸν παῖδα ποῖ δὴ ἀπολούμεθον; καὶ πυνθανουμένου τινὸς ἔπει λίθῳ προσ‐ έπταισε καὶ τὴν κνήμην ἔλυσε τί τοῦτο Οὐλπιανέ; ὑπώπιον ἔλεγε. κἀγὼ
15τὸν γέλωτα φέρειν οὐ δυνάμενος παρά τινι τῶν φίλων ἰατρῷ ὑπαλειψάμενος τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς παχεῖ φαρμάκῳ πρὸς τοὺς πυνθανομένους τί δὲ σύ; πρόσκομμα ἔφασκον. τῆς δ’ αὐτῆς ταύτης σοφίας καὶ ἕτερός τίς ἐστι ζηλωτὴς Πομπηιανὸς ὁ Φιλαδελφεύς, ἄνθρωπος οὐκ ἀπάνουργος, ὀνοματοθήρας δὲ καὶ αὐτός. ὃς πρὸς τὸν οἰκέτην διαλεγόμενος μεγάλῃ τῇ φωνῇ καλέσας
20τοὔνομα Στρομβιχίδη, ἔφη, κόμιζέ μοι ἐπὶ τὸ γυμνάσιον τὰς βλαύτας τὰς ἀφορήτους καὶ τὴν ἐφεστρίδα τὴν ἄχρηστον, ἐγὼ γὰρ ὑποδησάμενος τὸν πώγωνα προσαγορεύσω τοὺς ἑταίρους. κόμιζε δὲ καὶ τοῦ ἐλαίου τὴν λήκυθον· πρότερον γὰρ συντριβησόμεθον, εἶτ’ ἀπολούμεθον. ὁ δ’ αὐτὸς οὗτος σοφιστὴς Φεβρουαρίῳ μηνί, ὡς Ῥωμαῖοι λέγουσι (τὸν δὲ μῆνα τοῦτον κλη‐
25θῆναί φησιν ὁ Μαυρούσιος Ἰόβας ἀπὸ τῶν κατουδαίων φόβων κατ’ ἀναίρεσιν τῶν δειμάτων), ἐν ᾧ τοῦ χειμῶνός ἐστι τὸ ἀκμαιότατον καὶ ἔθος τότε τοῖς κατοιχομένοις τὰς χοὰς ἐπιφέρειν πολλαῖς ἡμέραις, πρός τινα τῶν φίλων εἶπεν οὐκ εἶδές με πολλῶν ἡμερῶν διὰ τὰ καύματα. τῆς δὲ τῶν Παναθηναίων ἑορτῆς ἐπιτελουμένης, δι’ ἧς τὰ δικαστήρια οὐ συνάγεται ἔφη· γενέθλιός
30ἐστι τῆς ἀλέκτορος Ἀθηνᾶς καὶ ἄδικος ἡ τῆτες ἡμέρα. ἐκάλεσε δέ ποτε καὶ τὸν ἐκ Δελφῶν ἐπανελθόντα ἡμῶν ἑταῖρον οὐδὲν αὐτῷ χρήσαντος τοῦ θεοῦ ἄχρηστον. δεῖξιν δέ ποτε λόγων δημοσίᾳ ποιούμενος καὶ ἐγκωμιάζων τὴν βασιλεύουσαν τῶν πόλεων ἔφη, θαυμαστὴ ἡ Ῥωμαίων ἀρχὴ ἡ ἀνυ‐ πόστατος. τοιοῦτοι, φησὶν οὗτος ὁ ῥήτωρ ὁ Ἀθηναῖος, εἰσὶν οἱ Οὐλπιάνειοι
35σοφισταί, οἱ καὶ τὸ μιλιάριον καλούμενον ὑπὸ Ῥωμαίων τὸ εἰς θερμοῦ ὕδατος κατεργασίαν κατασκευαζόμενον, ἰπνολέβητα ὀνομάζουσι, πολλῶν
ὀνομάτων ποιηταὶ καὶ πολλοῖς παρασάγγαις ὑπερδραμόντες τὸν Σικιελιώτην17 in vol. 2.1

2,1

18

Διονύσιον, ὃς τὴν μὲν παρθένον ἐκάλει μένανδρον, ὅτι μένει τὸν ἄνδρα, καὶ τὸν στῦλον μενεκράτην, ὅτι μένει καὶ κρατεῖ, βαλάντιον δὲ τὸ ἀκόντιον, ὅτι ἐναντίον βάλλεται, καὶ τὰς τῶν μυῶν διεκδύσεις μυστήρια, ὅτι τοὺς μῦς τηρεῖ, καὶ τὸν βοῦν γαρόταν, καὶ τὸν χοῖρον ἴακχον. τοιοῦτος ἦν καὶ
5Ἀλέξαρχος ὁ Κασάνδρου τοῦ Μακεδονίας βασιλεύσαντος ἀδελφός, ὁ τὴν Οὐρανόπολιν κτίσας, ὡς ἱστορεῖ Ἡρακλείδης ὁ Λέμβιος. Ἀλέξαρχος ὁ τὴν Οὐρανόπολιν κτίσας διαλέκτους ἰδίας εἰσήνεγκεν, ὀρθροβόαν μὲν τὸν ἀλεκτρυόνα καλῶν καὶ βροτοκέρτην τὸν κουρέα καὶ τὴν δραχμὴν ἀργυρίδα, τὴν δὲ χοίνικα ἡμεροτροφίδα καὶ τὸν κήρυκα ἀπύτην. καὶ τοῖς Κασανδρέων δὲ
10ἄρχουσι τοιαῦτά ποτε ἐπέστελλε· Ἀλέξαρχος ὁ μάρμων πρόμοις γαθεῖν. τοὺς ἡλιοκρεῖς οἰῶν οἶδα λιποῦσα θεωτων ἔργον κρατίτορας μορσίμῳ τύχᾳ κεκυρωμένας θεοῦ πόγαις χυτλώσαντες αὐτοὺς καὶ φύλακας ὀριγενεῖς. τί δὲ ἡ ἐπιστολὴ αὕτη δηλοῖ, δοκῶ μηδὲ τὸν Πύθιον εἰδέναι κατὰ τὸν Ἀντιφάνους Κλεοφάνην λέγοντα ὅτι τὸ πρᾶγμα τοῦτο οὐκ ἔστιν, εἴπερ γίνεται, οὐδ’
15ἔστι γάρ πω γινόμενον ὃ γίνεται, οὔτ’ εἰ πρότερον ἦν, ἔστιν ὅ γε νῦν γίνεται, ἔστιν γὰρ οὐκ ὂν οὐδέν· ὃ δὲ μὴ γέγονέ πω, οὐκ ἐστιν ὥσπερ γέγονε ὃ μὴ γέγονέ πω. ἐκ τοῦ γὰρ εἶναι γέγονε· εἰ δ’ οὐκ ἦν ὅθεν, πῶς ἐγένετο ἐξ οὐκ ὄντος; οὐχ οἷον τε γάρ. εἰ δ’ αὐτόθεν ποι γέγονεν, οὔκ ἔσται. πόθεν γὰρ γενήσεται τοὐκ ὄν εἰς οὐκ ὄν· εἰς οὐκ ὂν γὰρ οὐ δυνήσεται, ταυτὶ
20δ’ ὅ τι ἐστὶν οὐδ’ ἂν Ἀπόλλων μάθοι· Σιμωνίδης δέ που ὁ ποιητὴς ἀρίσταρχον εἶπε τὸν Δία, καὶ Αἰσχύλος τὸν Ἅιδην ἀγησίλαον, Νίκανδρος δὲ ὁ Κολοφώνιος ἰοχέαιραν τὴν ἀσπίδα τὸ ζῷον, ὁ δὲ θαυμασιώτατος Πλάτων ξηροτροφικὸν καὶ ὑγροτροφικὸν καὶ ξηρονομικὸν εἰπὼν ἐπὶ ζῴων, ἐν τῷ Πολιτικῷ παρακελεύεται τούτοις τοῖς ὀνοματοποιοῖς φυλάττεσθαι τὴν
25καινότητα γράφων τάδε· κἂν διαφυλάξῃς τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι, πλουσιώτερος καὶ εἰς γῆρας ἀναφανήσῃ φρονήσεως. Ἡρῴδης δὲ ὁ Ἀττικὸς ῥήτωρ τροχοπέδην εἶπε τὸ διαβαλλόμενον ξύλον διὰ τῶν τροχῶν, ὅτε κα‐ τάντεις τόπους πορεύοιτο, Σιμάριστος δὲ ἐποχλέα τὸ ξύλον τοῦτο καλεῖ. καὶ Σοφοκλῆς δὲ τὸν φύλακα μοχλὸν καλεῖ που· θάρσει, μέγας σοι τοῦδ’
30ἐγὼ φόβου μοχλός. κἂν ἄλλοις δὲ ὁ αὐτὸς τὴν ἄγκυραν ἰσχάδα διὰ τὸ ἴσχειν τὴν ναῦν· ναῦται δὲ μηρύσαντο νηὸς ἰσχάδα· καὶ Δημάδης δὲ ὁ ῥήτωρ ἔλεγε τὴν μὲν Αἴγιναν εἶναι λήμην τοῦ Πειραιῶς, τὴν δὲ Σάμον ἀπορρῶγα τῆς πόλεως, ἔαρ δὲ τοῦ δήμου τοὺς ἐφήβους, τὸ δὲ τεῖχος ἐσθῆτα τῆς πόλεως, τὸν δὲ σαλπιγκτὴν κοινὸν Ἀθηναίων ἀλέκτορα. ὁ
35δ’ ὀνοματοθήρας οὗτος σοφιστὴς καὶ ἀκάθαρτον ἔφη γυναῖκα ἧς ἐπεσχημένα ἦν τὰ γυναικεῖα. μὴ βάυζε, μηδὲ ἀγριαίνου τὴν κυνικὴν προβαλλόμενος λύσσαν τῶν ὑπὸ κύνα οὐσῶν ἡμερῶν, δέον αἰκάλλειν μᾶλλον καὶ προσ‐
σαίνειν τοὺς συνδείπνους μὴ καί τινα Κυνοφόντιν ἑορτὴν ποιησώμεθα ἀντὶ18 in vol. 2.1

2,1

19

τῆς παρ’ Ἀργείοις ἐπιτελουμένης. ὅτι τὸ χορτάζεσθαι παρὰ πολλοῖς τῶν ἀρχαίων κεῖται. Εὔβουλος οὖν φησιν· ἐγὼ κεχόρτασμαι, ἄνδρες, οὐ κακῶς, ἀλλ’ εἰμὶ πλήρης, ὥστε μόλις πάντῃ ὑπεδησάμην ἅπαντα δρῶν τὰς ἐμ‐ βάδας. ὅτι τὸ αὔριον ἢ ἔννηφι τὴν εἰς τρίτην παρ’ Ἠσιόδῳ δηλοῖ. ὅτι
5Εὔπολις κοιλιοδαίμονας τοὺς κόλακας καλεῖ. ὅτι Ἄλεξις Καλλιμέδοντα ῥήτορα ἕνα τῶν κατὰ Δημοσθένην πολιτευο‐ μένων, τὸν Κάραβον ἐπικαλούμενον, κωμῳδῶν ὡς ὀψοφάγον φησίν· ὑπὲρ πάτρας μὲν πᾶς τις ἀποθνῄσκειν θέλει, ὑπὲρ δὲ μήτρας Καλλιμέδων ὁ Κάραβος ἐφθῆς. ὅτι ἐν Φιλομήτορι Ἀντιφάνης ἐπαινῶν τὴν μήτραν φησίν·
10ἔμμητρον ἐὰν ᾖ τὸ ξύλον, βλάστην ἔχει· μητρόπολίς ἐστιν, οὐχὶ πατρό‐ πολις. μήτραν τινὲς πωλοῦσιν ἤδιστον κρέας. Μητρᾶς ὁ Χῖός ἐστι τῷ δήμῳ φίλος. Εὔφρων· οὑμὸς διδάσκαλος μήτραν σκευάσας παρέθηκε Καλλιμέδοντι κἀσθίονθ’ ἅμα ἐποίησε πηδᾶν, ὅθεν ἐκλήθη Κάραβος. ὅτι μήτρας ἐκβολάδος Σώπατρος μέμνηται· οἷα μήτρα καλλίκαρπος ἐκβολὰς δίεφθα λευκανθίζουσα
15τυροῦται δέμας. καὶ Ἵππαρχος· μήτρης καλὰ πρόσωπα ἐκβόλαδος. Σώπατρος δέ που καὶ δηξίθυμον ὀξάλμην φησίν. ὅτι οἱ ἀρχαῖοι πρὸ τοῦ δειπνεῖν οὐ παρέφερον οὔτε μήτρας οὔτε θρίδακας οὐτ’ ἄλλο τι τῶν τοιούτων, ὡς νῦν γίνεται ὥς φησιν Ἀρχέστρατος ὁ ὁψοδαίδαλος, ὃς καὶ γράφει· ἀεὶ δὲ στε‐ φάνοισι κάρα παρὰ δαῖτα πυκάζου παντοδαποῖς, οἷς ἂν γαίας πέδον ὄλβιον
20ἀνθῇ, καὶ στακτοῖσι μύροις ἀγαθοῖς χαίταν θεράπευε καὶ σμύρναν λίβανόν τε πυρὸς μαλακὴν ἐπὶ τέφραν βάλλε πανημέριος, Συρίης εὐώδεα καρπόν. ἐμπίνοντι δέ σοι φερέτω τοιόνδε τράγημα, γαστέρα καὶ μήτραν ἑφθὴν ὑὸς ἔν τε κυμίνῳ ἔν τ’ ὄξει δριμεῖ καὶ σιλφίῳ ἐμβεβαῶσαν ὀρνίθων τε ὀπτῶν γένος. τῶν δὲ Συρακοσίων τούτων ἀμέλησον, οἳ πίνουσι μόνον βατράχων
25τρόπον οὐδὲν ἔθοντες. ἀλλὰ σὺ μὴ πείθου κείνοις, ἃ δ’ ἐγὼ λέγω ἔσθε βρωτά. τὰ δ’ ἄλλα γε κεῖνα τραγήματα πάντα πέφυκε πτωχείας παρα‐ δείγματα ἐρέβινθοι, κύαμοι, μῆλα, ἰσχάδες. ἀλλὰ πλακοῦντα αἴνει Ἀθήνησι γεγενημένον· εἰ δὲ μὴ, ἄν που αὐτὸν ἔχῃς ἑτέρωθεν, μέλι ζήτησον Ἀττικὸν ἀπελθών· οὕτω τοι δεῖ ζῆν τὸν ἐλεύθερον ἢ κατὰ τῆς γῆς καὶ τοῦ βαράθρου
30καὶ Ταρτάρου εἰς τὸν ὄλεθρον ἥκειν καὶ κατορωρύχθαι σταδίους ἀναριθμή‐ τους· οὗτος Ἀρχέστρατος καὶ Ἐπικούρῳ τῷ σοφῷ τῆς ἡδονῆς καθηγεμὼν ἐγένετο, οὐδὲν ἀποδέον τοῦ παρὰ Δαμοξένῳ τῷ κωμικῷ μαγείρου, ὅς φησιν· Ἐπικούρου δέ μ’ ὁρᾷς μαθητὴν ὄντα τοῦ σοφοῦ, παρ’ ᾧ ἐν δύ’ ἔτεσιν καὶ μησὶν οὐχ ὅλοις δέκα τάλαντα ἐγώ σοι κατεπύκνωσα τέσσαρα. οὗτος ὁ
35μάγειρος καὶ προιών φησι· μάγειρον ὅταν ἴδῃς ἀγράμματον μὴ Δημόκριτόν τε πάντα διανεγνωκότα, μᾶλλον δὲ κατέχοντα, καταγέλα ὡς κενοῦ. δεῖ γάρ, φησί, ποῖος περὶ δύσιν Πλειάδος συνειδέναι ἰχθὺς ὑπὸ τροπάς τ’ ἐστὶ χρη‐
σιμώτατος. αἱ μεταβολαὶ γὰρ αἵ τε κινήσεις κακὸν, ἠλίβατον ἔν τ’ ἀνθρώ‐19 in vol. 2.1

2,1

20

ποις, ἀλλοιώματα ἐν ταῖς τροπαῖς ποιοῦσι, μανθάνεις; τὸ δὲ ληφθὲν καθ’ ὥραν, ἀποδίδωσι τὴν χάριν. τίς παρακολουθεῖ ταῦτα; τοιγαροῦν στρόφοι καὶ πνευμάτια γινόμενα τὸν κεκλημένον ἀσχημονεῖν ποιοῦσι. παρὰ δ’ ἐμοὶ τρέφει τὸ προσφερόμενον βρῶμα, καὶ λεπτύνεται ὀρθῶς τε διαπνεῖ. τοιγαρ‐
5οῦν εἰς τοὺς πόρους ὁμαλῶς ὁ χυμὸς πανταχοῦ συνίσταται. λέγει δ’ ὅτι καὶ ἰατρικῆς φησι δεῖν μετέχειν τὸν μάγειρον, καὶ ὅτι εἴ τις ἀτέχνως τἀνάντια μιγνύει, τί ἂν εὖ γένοιτο τῆς ἰδιότητος πρὸς ἑτέραν μεμιγμένης καὶ συμπλεκομένης οὐχὶ συμφώνους ἁφάς; εἶτα ἐπάγει. τὸ ταῦτα διορᾶν ἐστιν ἐμψύχου τέχνης, οὐ τὸ διανίζειν λοπάδας οὐδ’ ὄζειν καπνοῦ. ἐγὼ γὰρ
10εἰς τοὐπτανεῖον οὐκ εἰσέρχομαι. ἀλλὰ τί; θεωρῶ πλησίον καθήμενος, ποιοῦσι δ’ ἑτέροι. ἐγὼ δὲ λέγω τὰς αἰτίας καὶ τἀποβαῖνον· τὸ περίκομμ’ ἄφες, ἐπίτεινον τὸ πῦρ. πρώτη λοπὰς ζεῖ τοῖς ἐφεξῆς οὐχὶ συμφώνως. εἶτ’ οὐθὲν εἰκῆ παρατίθεμαι βρῶμα, ἀλλὰ μίξας πάντα κατὰ συμφωνίαν ἃ διὰ τεσσάρων ἔχει κοινωνίαν, διὰ πέντε, διὰ πασῶν. καὶ ἄλλα ληρήσας ἐπάγει·
15οὕτως Ἐπίκουρος κατεπύκνου τὴν ἡδονήν· ἐμασᾶτ’ ἐπιμελῶς, εἶδε τἀγαθὸν μόνος ἐκεῖνος οἷόν ἐστιν· οἱ δ’ ἐν τῇ στοᾷ ζητοῦσι συνεχῶς, οἷον ἐστ’ οὐκ εἰδότες. οὐκοῦν ὅτ’ οὐκ ἔχουσιν, ἀγνοοῦσι δέ, οὐδ’ ἂν ἑτέρῳ δοιήσαν. ὅτι Λυγγεὺς διαγράφων τὸ Λαμίας τῆς αὐλητρίδος δεῖπνον, ὅτε Δημή‐ τριον τὸν Πολιορκητὴν ὑπεδέχετο καὶ τὸ Ἀντιγόνου δὲ καὶ Πτολεμαίου τῶν
20βασιλέων δεῖπνον διατιθεὶς ἰχθῦς πρῶτον παρατίθησι καὶ κρέα. Πλάτων ὁ ποιητής που φησίν· ἀπολώλεκάς μου τὸ μειράκιον παρακαλῶν, ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν εἰς βίον ἀλλότριον ἑαυτοῦ· καὶ πότους ἑωθινοὺς πίνει διὰ σὲ νῦν πρότερον οὐκ εἰθισμένον. εἴ τι μεμάθηκε, δέσποτα, ζῆν, ἐγκαλεῖς; ζῆν δ’ ἐστὶ τὸ τοιοῦτον; ὡς λέγουσιν οἱ σοφοί. ὁ γοῦν
25Ἐπίκουρός φησιν εἶναι τἀγαθὸν τὴν ἡδονὴν δήπουθεν· οὐκ ἔστι δ’ ἔχειν ταύτην ἐτέρωθεν εἰ μὴ ἐκ τοῦ ζῆν καλῶς. ἑώρακας δὲ σὺ φιλόσοφον, εἰπέ μοι, τινὰ μεθύοντα ἐπὶ τούτοις θ’ οἷς λέγεις κηλούμενον; ἅπαντας· οἱ γοῦν τὰς ὀφρῦς ἐπηρκότες, ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ, ἴσασιν οὗ δεῖ πρῶτον ἄψασθαι τόπου. καὶ παρ’ Ἀντιφάνει δέ τίς φησιν· ὅστις ἄνθρω‐
30πος φὺς ἀσφαλές τι κτῆμα ὑπάρχειν τῷ βίῳ λογίζεται, πλεῖστον ἡμάρτηκεν. ἢ γὰρ εἰσφορά τις ἥρπακεν τἄνδοθεν πάντα, ἢ δίκῃ τις περιπεσὼν ἀπώλετο ἢ στρατηγήσας προσῶφλε, χορηγός θ’ αἱρεθεὶς ἱμάτια καὶ χρυσία παρασχὼν τῷ χωρῷ ῥάκος φορεῖ ἢ τριηραρχῶν ἀπήγξατ’ ἢ πλέων ἥλωκέ ποι ἢ βαδίζων ἢ καθεύδων κατακέκοφθ’ ὑπ’ οἰκετῶν. οὐ βέβαιον οὐθέν ἐστί, πλὴν
35ὅς’ ἂν καθ’ ἡμέραν εἰς ἑαυτὸν ἡδέως τις ἀναλίσκειν τύχοι, οὐδὲ ταῦτα σφόδρα τι· καὶ γὰρ τὴν τράπεζαν ἁρπάσαι κειμένην ἄν τις προσελθών· ἀλλ’ ὅταν τὴν ἔνθεσιν ἔντος ἤδη τῶν ὀδόντων τυγχάνῃς κατεσπακώς, τοῦτ’
ἐν ἀσφαλεῖ νόμιζε τῶν ὑπαρχόντων μόνον.20 in vol. 2.1

2,1

21

Ὅτι ὁ φιλόσοφος Χρύσιππος μητρόπολιν εἶπεν εἶναι τῆς Ἐπικούρου φιλοσοφίας τὴν Ἀρχεστράτου γαστρολογίαν. φησί που Θέογνις· ἐπαρίστερ’ ἔμαθες, ὦ πονηρέ, γράμματα· ἀντέστρεφέ σοι τὸν βίον τὰ βιβλία. πεφι‐ λοσόφηκας γῇ τε καὶ οὐρανῷ λαλῶν, οἷς οὐδέν ἐστιν ἐπιμελὲς τῶν λόγων.
5παῖδες ἐπεισῆλθον φέροντες ἐπὶ δίσκων καράβους μείζονας Καλλιμέδοντος τοῦ ῥήτορος, ὃς διὰ τὸ φιληδεῖν τῷ βρώματι Κάραβος ἐπεκλήθη. Ἄλεξις δὲ αὐτὸν κοινῶς φίλιχθύν φησι λέγων· τοῖς ἰχθυοπώλαις ἐστὶν ἐψηφισ‐ μένον, ὥς φασι, χαλκῆν Καλλιμέδοντος εἰκόνα στήσειν Παναθηναίοισιν ἐν τοῖς ἰχθύσιν, ἔχουσαν ὀπτὸν κάραβον ἐν τῇ δεξιᾷ, ὡς αὐτὸν ὄντ’ αὐτοῖσι
10τῆς τέχνης μόνον σωτῆρα, τοὺς ἄλλους δὲ πάντας ζημίαν. πολλοῖς δὲ ἦν περισπούδαστος ἡ τοῦ καράβου βρῶσις, ὡς ἐν Θεσμοφοριαζούσαις Ἀριστο‐ φάνης φησίν, ἔνθα καὶ πλατείας καρίδας λέγει τοὺς ἀστακούς, ὧν ἀστακῶν καὶ Ἀρχέστρατος μέμνηται· ἀλλὰ παρεὶς λῆρον πολὺν ἀστακὸν ὠνοῦ τὸν τὰς χεῖρας ἔχοντα μακρὰς ἄλλως τε βαρείας, τοὺς πόδας μικρούς, βραδέως
15δ’ ἐπὶ γαῖαν ὀρούει. εἰσὶ δὲ πλεῖστοι καὶ ἀρετῇ κράτιστοι ἐν Λιπάραις· πολλοὺς δὲ καὶ Ἑλλήσποντος ἀθροίζει. Ἐπίχαρμος δέ φησιν· ἐντὶ δ’ ἀστακοὶ κολύγ‐ δαιναί τε τὰ πόδι’ ἔχουσαι μικρά, τὰς χείρας δὲ μακράς, κάραβος δὲ τὤνυμα. ἴδιον δέ ἐστι γένος καράβων καὶ ἀστακῶν ἄλλο, ἔτι δὲ καρίδων. Ἀττικοὶ δὲ ὀστακὸν διὰ τοῦ ο φασι, καθάπερ καὶ ὀσταφίδας. Ἐπίχαρμος
20δὲ γαμψωνύχους φησὶ τοὺς ἀστακούς. Διοκλῆς ὁ Καρύστιός φησι· καρῖδες, καρκίνοι, κάραβοι, ἀστακοὶ εὔστομα καὶ διουρητικά. κολύβδαινα δὲ κατὰ μὲν Νίκανδρόν ἐστι τὸ θαλάσσιον αἰδοῖον, Ἡρακλείδης δὲ τὰς καρίδας. Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζῴων μορίων φησί· τῶν μαλακοστράκων ὀχεύονται, φασί, κάραβοι, ἀστακοί, καρῖδες καὶ τὰ τοιαῦτα, ὡς καὶ τὰ ὀπισθουρητικὰ τῶν
25τετραπόδων. ὀχεύονται δὲ τοῦ ἔαρος ἐρχόμενα πρὸς τῇ γῇ, ἤδη γὰρ ὦπται ἡ ὀχεῖα πάντων τῶν τοιούτων, ἐνιαχοῦ δ’ ὅταν τὰ σῦκα ἄρχηται πεπαί‐ νεσθαι. γίνονται δ’ οἱ μὲν κάραβοι ἐν τοῖς τραχέσι καὶ πετρώδεσιν, οἱ δ’ ἀστακοὶ ἐν τοῖς λείοις, ἐν δὲ τοῖς πηλώδεσιν οὐδέτεροι. διὸ καὶ ἐν Ἑλλησπόντῳ μὲν καὶ περὶ Θάσον ἀστακοὶ γίνονται, περὶ δὲ τὸ Σίγειον
30καὶ τὸν Ἄθω κάραβοι. εἰσὶ δ’ οἱ κάραβοι μακρόβιοι πάντες. Θεόφραστος δὲ ἀστακοὺς, καράβους, καρῖδας ἐκδύεσθαί φησι τὸ γῆρας. Ἔφορος δὲ ἱστορεῖ Καρίδας πόλιν εἶναι περὶ Χῖον τὴν νῆσον, κτίσαι φάσκων αὐτὴν τοὺς διασωθέντας ἐκ τοῦ ἐπὶ Δευκαλίωνος γενομένου κατακλυσμοῦ μετὰ Μάκαρος. Ἀρχέστρατος δέ φησίν· ἢν δέ ποτ’ εἰς Ἴασον Καρῶν πόλιν
35εἰσαφίκηαι, καρῖδ’ εὐμεγέθη λήψῃ· σπανίαν δὲ πρίασθαι· ἐν Μακεδονίᾳ δὲ καὶ Ἀμβρακίᾳ μάλα πολλαί. ἐκτεταμένως δ’ εἴρηκε καρῖδα Ἀραρώς· αἵ τε καμπύλαι καρῖδες ἐξήλλοντο δελφίνων δίκην εἰς σχοινόπλεκτον ἄγγος.
Ἀναξανδρίδης· ἐρυθρότερον καρῖδος ὀπτῶν σε ἀποφανῶ. Εὔβουλος· ὠρχοῦντο21 in vol. 2.1

2,1

22

ὥσπερ καρῖδες ἀνθράκων ἔπι πηδῶσαι κυρταί. Εὔπολις δὲ συστέλλει. ὠνο‐ μάσθησαν δὲ καρῖδες ἀπὸ τοῦ κάρα· τὸ γὰρ πλεῖστον μέρος τοῦ σώματος ἡ κεφαλὴ ἀπηνέγκατο. καρίδας δὲ βραχέως οἱ Ἀττικοὶ ἀναλόγως· παρὰ τὸ κάρη γὰρ γέγονεν. ὡς οὖν παρὰ τὸ γραφὴ γραφίς βολὴ βολίς οὕτω κάρη
5κάρις. ταθείσης δὲ παρατελεύτης, ἐτάθη καὶ τὸ τέλος. καὶ ὁμοίως λέ‐ γεται τῷ ψηφίς, κρηπίς, τευθίς· αὕτη δὲ καριδοῖ τὸ σῶμα καμπύλη τ’ ἄγκυρά τέ ἐστιν ἄντικρυς τοῦ σώματος φησί που Ἀναξανδρίδης· Δίφιλος δὲ ὁ Σίφνιος οὕτως γράφει· τῶν ὀστρακοδέρμων καρίς, ἀστακός, κάραβος, καρκίνος, λέων τοῦ αὐτοῦ γένους ὄντα διαφέρουσι. μείζων δ’ ἐστὶν ὁ λέων
10τοῦ ἀστακοῦ. οἱ δὲ κάραβοι καὶ γραψαῖοι λέγονται· τῶν καρκίνων δ’ εἰσὶ σαρκωδέστεροι. ὁ δὲ καρκίνος βαρὺς καὶ δύσπεπτος, Μνησίθεος δ’ ὁ Ἀθηναῖος κάραβοι, φησί, καὶ καρκίνοι καὶ καρῖδες καὶ τὰ ὅμοια, δύσπεπτα μὲν ταῦτα, τῶν δὲ ἄλλων ἰχθύων εὐπεπτότερα πολλῷ. πρέπει δ’ αὐτοῖς ὀπτᾶσθαι μᾶλλον ἢ ἕψεσθαι. Σώφρων δὲ κουρίδας τὰς καρίδας εἴρηκεν. Ἐπίχαρμος
15δὲ κουρίδας τε φοινικέας καὶ κωρίδας καμπίλας. Ὅτι τὸν ἐπίπλουν Φιλέταιρος ἐπίπλοιον εἴρηκεν. ἀπέχεις ἤδη τὸν ἐπίπλουν, ἵν’ ἤδη ποτ’ αὐτῷ ἐντυλιχθεὶς κατακαυθεὶς καὶ πάντας ἡμᾶς ζητήσεων ἀπαλλάξῃς. φησί που Ἄλεξις· κειμένων ἰχθυδίων μικρῶν, τρεμόντων τῷ δέει τί πείσεται, θαρρεῖν κελεύσας ἕνεκα ἐμοῦ ταῦτ’ οὐδὲ φήσας ἀδικήσειν ἐπριάμην γλαῦκον
20μέγαν. ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος, ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους ἁπαλοὺς ὑπ’ ἀκάνθης μηδὲν παθεῖν. ἐπὶ τὸ τάγηνόν τε φυκίδας, ψήττας τινάς, καρῖδα, φύκην, κωβίον, πέρκην, σπάρον, ἐποίησά τ’ αὐτὸ ποικιλώτερον ταῶ. κρεᾴδια, ποδάρια, ῥύγχη, ὠτάρια, ὕειον ἡπάτιον ἐγκε‐ καλυμμένον· αἰσχύνεται γὰρ πελιδνὸν ὂν τῷ χρώματι. τούτοις μάγειρος
25οὐ πρόσεις’, οὐκ ὄψεται. οἰμώξεται γὰρ νὴ Δί’. ἀλλ’ ἐγὼ σοφῶς ταῦτ’ οἰκο‐ νομήσω καὶ γλαφυρῶς καὶ ποικίλως. ὅτι Μετάνειρα ἡ ἑταίρα, ὡς ἐν τοῖς κεκαλυμμένοις ἡπατίοις πνευμόνιον ἔλαβε καὶ περιελοῦσα τὸ στέαρ εἶδεν, ἀνέκραγεν ἀστείως· ἀπόλωλα, πέπλων με ὤλεσαν περιπτυχαί. καί τις κωμικὸς αἰσχυνόμενον εἶπε τὸ τοιοῦτον ἧπαρ. καὶ Ἄλεξις δὲ ὁμοίως. ὅτι
30δασυντέον τὸ ἧπαρ· ἡ γὰρ συναλοιφὴ διὰ δασέως εὕρηται παρ’ Ἀρχιλόχῳ. χολὴν οὐκ ἔχεις ἐφ’ ἥπατι. ἔστι δὲ καὶ ἰχθὺς ἥπατος. Εὔβουλος· οὐκ ᾤου με χολὴν ἔχειν, ὡς δ’ ἡπάτῳ μοι διελέγου; ὁ δὲ ἥπατος ἐν τῇ κεφαλῇ, φησὶν Ἡγήσανδρος, δύο λίθους ἔχει τῇ μὲν αὐγῇ καὶ τῷ χρώματι πα‐ ραπλησίους ὀστρείοις, τῷ δὲ σχήματι ῥομβοειδεῖς. φησί που Εὔβουλος·
35ὁμοῦ δὲ τευθὶς καὶ φαληρὶς ἡ κόρη σπλάγχνοισιν ἀρνείοισι συμμεμιγμένη πηδᾷ, χορεύει, πῶλος ὣς ὑπὸ ζυγοῦ. ῥιπὶς δ’ ἐγείρει φύλακας Ἡφαίστου κύνας θερμῇ παροξύνουσα τηγάνου πνοῇ· ὀσμὴν δὲ πρὸς μυκτῆρας ἠρε‐
θισμένη ᾄσσει· μεμαγμένη δὲ Δήμητρος κόρη κοίλη φάραγγος δακτύλου22 in vol. 2.1

2,1

23

πιέσματι σύρει τριήρους ἐμβολὰς μιμουμένη, δείπνου πρόδρομον ἄριστον. ὅτι ἤσθιον καὶ ταγηνιστὰς σηπίας. Φιλέταιρος· οὔποτ’ αὖθις σηπίαν ἀπὸ τηγάνου τολμήσαιμι φαγεῖν μόνος. ὡς εὖ νεναυάγηκεν ἐπὶ τοῦ τηγάνου ὁ θεοῖς ἐχθρὸς Μυρτίλος φησί που Εὔβουλος. ὁ αὐτός· τρέφει με Θετταλός
5τις ἄνθρωπος βαρὺς, πλουτῶν, φιλάργυρος δὲ κἀλιτήριος, ὀψοφάγος ὀψωνῶν δὲ μέχρι τριωβόλου. φησί που Ἀντιφάνης· ὀβολοστάτης ἄνθρωπος ἀνυπέρ‐ βλητος εἰς πονηρίαν, τοιοῦτος οἶος μηδὲν εἰς τὴν οἰκίαν, μήδ’ ὧν Πυθαγόρας ἐκεῖνος ἤσθιεν ὁ τρὶς μακαρίτης, εἰσφέρειν ἔξω θύμου. Ὅτι Ἄρτος βασιλεὺς ἦν Μεσσαπίων ἐν Ἰαπυγίᾳ. ὅτι παρὰ Συρακουσίοις τιμᾶται Δημήτηρ Σιτὼ
10καὶ Σιμαλία. ἐν δὲ Σκώλῳ τῷ Βοιωτιακῷ Μεγαλάρτου καὶ Μεγαλομάζου Δήμητρος ἵδρυται ἄγαλμα, ἱστορεῖ Πολέμων. φησὶν Ἄλεξις τοῖς ἄρτοις ὅσας ἱστᾶσι παγίδας οἱ ταλαίπωροι βροτοί.
12 ὅτι Τρύφων ὁ Ἀλεξανδρεὺς ἄρτων γένη ἐκτίθεται, ζυμίτην, ἄζυμον, σεμιδαλίτην, χονδρίτην, συγκομιστόν, τὸν καὶ διαχωρητικώτερον τοῦ κα‐
15θαροῦ, τὸν ἐξ ὀλυρῶν, τὸν ἐκ τιφῶν, τὸν ἐκ μελινῶν. γίνεται δέ, φησίν, ὁ χονδρίτης ἐκ τῶν ζειῶν· ἐκ γὰρ κριθῆς χόνδρον μὴ γίνεσθαι. παρὰ δὲ τὰς ὀπτήσεις ὀνομάζεσθαι ἰπνίτην, ὡς Τιμοκλῆς· θερμῶν ἰπνιτῶν ἤσθιον. ἐσχαρίτης· Ἀντίδοτος· θερμοὺς ἐσχαρίτας ἀνειλίττοντα βάπτειν εἰς γλυ‐ κύν. Λυγγεὺς δ’ ὁ Σάμιός φησι περὶ τοῦ Ἀθήνησιν ἢ ἐν Ῥόδῳ ἐσχαρίτου
20ὅτι οὕτω κέκραται τοῖς μειλίγμασι καὶ τῇ μαλακότητι καὶ τοιαύτην ἐν‐ θρυπτόμενος ἔχει πρὸς τὸν γλυκὺν συναυλίαν ὥστε προσβιαζόμενος δαι‐ τυμόσιν οὐδὲν λειπομένοις, ἀπειρηκόσι δὲ καὶ πεπληρωμένοις ἡδίστην ἐπεισάγει διατριβήν· καθάπερ γὰρ ἀνανήφειν πολλάκις γίνεται τὸν μεθύοντα, τὸν αὐτὸν τρόπον ὑπὸ τῆς ἡδονῆς ἀναπεινῆν γίνεται τὸν ἐσθίοντα. Σώπατρος
25δὲ ταβυρίτην τινά φησι ἄρτον πλησίγναθον. ἔστι δὲ μέγας ἄρτος. καὶ ἑορτή τις καλεῖται τὰ Μεγαλάρτια. κριβανίτας δὲ λευκοὺς ἄρτους Ἀριστοφάνης που φησί. ἐγκρυφίαν δὲ ἄρτον Ἀρχέστρατος. Εὔβουλος δέ φησι· δίπυροι δ’ εἰσί τινες ἄρτοι τρυφῶντες. τὸ δὲ λάγανον ἔλαφρόν ἐστι καὶ ἄτροφον, καὶ μᾶλλον αὐτοῦ ἔτι ἡ ἐπανθρακὶς καλουμένη. μέμνηται
30δὲ τοῦ μὲν Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις· λάγανα πέττεται. τῆς δὲ Διοκλῆς ὁ Καρύστιος· δ’ ἀπανθρακίς ἐστι τῶν λαγάνων ἁπαλώτερα· ἔοικε δὲ καὶ οὗτος ἐπ’ ἀνθράκων γίνεσθαι, ὡς καὶ ὁ παρ’ Ἀττικοῖς ἐγκρυφίας, ὃν Ἀλεξανδρεῖς τῷ Κρόνῳ ἀφιεροῦντες προτιθέασιν ἐσθίειν τῷ βουλομένῳ ἐν τῷ τοῦ Κρόνου ἱερῷ. Ἐπίχαρμος δὲ ἐκτίθεταί που γένη ἄρτων, κριβανίτην,
35ὅμορον, σταιτίτην, ἐγκρίδα, ἀλειφατίτην, ἡμιάρτιον. ὅτι Ἀττικοὶ διὰ τοῦ ρ στοιχείου φασὶ καὶ κρίβανον καὶ κριβανίτην. Ἡρόδοτος δὲ ἐν δευτέρῳ ἱστοριῶν
ἔφη κλιβάνῳ διαφανεῖ. καὶ Σώφρων· σταιτίτας ἢ κλιβανίτας ἢ ἡμιάρτια23 in vol. 2.1

2,1

24

πέσσει. ὁ αὐτὸς Σώφρων μνημονεύει καὶ πλακίτα ἄρτου καὶ τυρῶντος. Νίκανδρος δὲ ὁ Κολοφώνιος τὸν ἄζυμον ἄρτον καλεῖ δάρατον. Πλάτων δ’ ὁ κωμῳδιοποιὸς τοὺς μεγάλους ἄρτους καὶ ῥυπαροὺς καὶ Κιλικίους ὀνο‐ μάζει λέγων· κᾆτ’ ἄρτους ἧκε πριάμενος μὴ τῶν καθαρύλλων, ἀλλὰ
5μεγάλους Κιλικίους· ὁ αὐτὸς καὶ ἀγελαίους τινὰς ἄρτους καλεῖ. Ἄλεξις δὲ αὐτοπύρου ἄρτου μέμνηται, ὃν Φρύνιχος αὐτοπυρίτην καλεῖ λέγων· αὐτοπυρίταισί τ’ ἄρτοις καὶ λιπῶσι στεμφύλοις. Ὀρνίδου δ’ ἄρτου μέμνηται Σοφοκλῆς, ἤτοι τοῦ ἐξ ὀρύζης γινομένου, ἢ ἀπὸ τοῦ ἐν Αἰθιοπίᾳ γινομένου σπέρματος, ὅ ἐστιν ὅμοιον σησάμῳ. κολλάβους δ’ ἄρτους Ἀριστοφάνης
10φησὶ λέγων· κολλάβων χλιερῶν. γίνονται δ’ οὗτοι ἐκ νέου πυροῦ, ὡς Φιλύλλιος παρίστησιν· αὐτὸς ἔχων πάρειμι πυρῶν ἐκγόνους τριμήνων γαλακτοχρῶτας, κολλάβους θερμούς. Μακωνίδων δ’ ἄρτων μνημονεύει Ἀλκμάν· κλῖναι μὲν ἑπτὰ καὶ τόσαι τράπεσδαι μακωνίδων ἄρτων ἐπιστεφεῖς σελίνῳ τε σασάμῳ τε. ὅτι χρυσοκόλλα ἐστὶ βρωμάτιον διὰ μέλιτος καὶ λίνου. τῆς κολλύρας
15δὲ καλουμένου ἄρτου Ἀριστοφάνης μέμνηται ἐν Εἰρήνῃ. ὁ δὲ ὀβελίας ἄρτος κέκληται ἤτοι ὅτι ὀβολοῦ πιπράσκεται, ὡς ἐν τῇ Ἀλεξανδρείᾳ, ἢ ὅτι ἐν ὀβελίσκοις ὠπτᾶτο. Ἀριστοφάνης· εἴτ’ ἄρτον ὀπτῶν τυγχάνει τις ὀβελίαν. ἐκαλοῦντο δὲ καὶ ὀβελιαφόροι οἱ ἐν ταῖς πομπαῖς παραφέροντες αὐτοὺς ἐπὶ τῶν ὤμων. Σωκράτης δέ φησι τὸν ὀβελίαν ἄρτον Διόνυσον
20εὑρεῖν ἐν ταῖς στρατιαῖς. ἦν δὲ καὶ εὐνίτας τις ἄρτος ὁ προσαγορευόμενος λεκιθίτας φησὶν Εὐκράτης. πανὸς δέ τις ἄρτος οὕτω καλεῖται ὅτι Μεσσάππιοι τὴν πλησμονὴν πανίαν καὶ πάνα τὰ πλήσμιά φασι· καὶ Ῥωμαῖοι δὲ πάνα τὸν ἄρτον καλοῦσι. ναστὸς δὲ ἄρτος ζυμίτης μέγας, Ἡρακλέων δὲ πλακοῦντος εἶδος. Νικόστρατος· ναστὸς τὸ μέγεθος τηλικοῦτος, δεσπότα,
25λευκός· τὸ γὰρ πάχος ὑπερέκυπτε τοῦ κανοῦ. ὀσμὴ δέ, τοὐπίβλημ’ ἐπεῖ περιῃρέθη, ἐβαδιζ’ ἄνω καὶ μέλιτι μεμιγμένη ἀτμίς τις εἰς τὰς ῥῖνας· ἔτι γὰρ θερμὸς ἦν. Κνηστὸς ἄρτος ποιός τις παρὰ Ἴωσιν, ὡς Ἀρτεμίδωρος. θρόνος ἄρτου ὄνομα, ὡς Νεάνθης ὁ Κυξικηνός. Βάκχυλος ἄρτος σποδίτης παρ’ Ἠλείοις, ὡς Δίφιλος. Ἄρτου δ’ εἶδος καὶ ὁ ἀποπυρίας καλούμενος,
30ἐπ’ ἀνθράκων δ’ ὀπτᾶται. καλεῖται δ’ οὗτος ὑπό τινων ζυμίτης. Ἀρχέστρατος δέ φησιν· ἐν Λέσβῳ κλεινῆς Ἐρέσου περικύμονι μαστῷ, λευκότερ’ αἰθερίας χιόνος. θεοὶ εἴπερ ἔδουσιν ἔδουσιν ἄλφιτα, ἐκεῖθεν ἰὼν Ἑρμῆς αὐτοῖς ἀγο‐ ράζει. ἔστι δὲ κἀν Θήβαις ταῖς ἑπταπύλοις ἐπιεικῆ κἀν Θάσῳ ἐν τ’ ἄλλαις πόλεσί τισιν, ἀλλὰ γίγαρτα φαίνονται πρὸς ἐκείνας. στρογγυλοδίνητος δὲ
35τετριμμένος εὖ κατὰ χεῖρα κόλλιξ Θεσσαλικός σοι ὑπαρχέτω, ὃν καλέουσι κεῖνοι κριμματίαν, οἱ δ’ ἄλλοι χόνδρινον ἄρτον. εἶτα τὸν ἐν Τεγέαις σεμι‐ δάλεος υἱὸν ἐπαινῶ ἐγκρυφίαν. τὸν δ’ εἰς ἀγορὰν ποιεύμενον ἄρτον αἱ κλειναὶ
παρέχουσι βρότοις κάλλιστον Ἀθῆναι. ταῦτ’ εἰπὼν ὁ τένθης Ἀρχέστρατος24 in vol. 2.1

2,1

25

καὶ τὸν τῶν ἄρτων ποιητὴν ἔχειν συμβουλεύει Φοίνικα ἢ Λυδόν. ἠγνόει γὰρ τοὺς ἀπὸ Καππαδοκίας ἀρτοποιοὺς ἀρίστους ὄντας. ὅτι Πλάτων ἐν Γοργίᾳ μνημονεύει Θεαρίωνος ἀρτοποιοῦ συγκαταλέγων αὐτῷ καὶ Μίθαικον λέγων· Θεαρίων ὁ ἀρτοκόπος καὶ Μίθαικος ὁ τὴν ὀψοποιίαν συγγεγραφὼς
5τὴν Σικελικὴν καὶ Σάραμβος ὁ κάπηλος· οὗτοι θαυμάσιοι γεγόνασι σωμάτων θεραπευταί, ὃ μὲν ἄρτους θαυμάστους παρασκευάζων, ὃ δ’ ὄψον, ὃ δ’ οἶνον. Κυπρίων δὲ ἄρτων μνημονεύει Εὔβουλος λέγων· δεινὸν ἰδόντα παριππεῦσαι Κυπρίους ἄρτους. Μαγνῆτις γὰρ λίθος ὣς ἕλκει τοὺς πεινῶντας. τῶν δὲ κολλικίων ἄρτων, οἱ αὐτοὶ δ’ εἰσὶ τοῖς κολλάβοις, Ἔφιππος μνημονεύει.
10ὅτι ὁ ἀρτοπτίνικος ἄρτος καλούμενος κλιβανικίου καὶ φουρνικίου διαφέρει. ἐὰν δὲ καὶ σκληρᾶς ζύμης ἐργάζῃ αὐτόν, ἔσται καὶ λαμπρὸς καὶ εὔβρωτος πρὸς ξηροφαγίαν· εἰ δ’ ἐξ ἀνειμένης, ἔσται μὲν ἐλαφρός, οὐ λαμπρὸς δέ. κλιβανίκιος δὲ καὶ φουρνίκιος χαίρουσιν ἁπαλωτέρᾳ τῇ ζύμῃ. παρὰ δὲ τοῖς Ἕλλησι καλεῖταί τις ἄρτος ἁπαλὸς ἀρτυόμενος γάλακτι ὀλίγῳ καὶ
15ἐλαίῳ καὶ ἁλσὶν ἀρκετοῖς. καλεῖται δὲ Καππαδόκιος. ἐκεῖ γὰρ κατὰ πλεῖστον γίνεται. τὸν δὲ τοιοῦτον οἱ Σύροι λαχμὰν προσαγορεύουσι καί ἐστιν οὗτος ἐν Συρίᾳ χρηστότατος γινόμενος διὰ τὸ θερμότατος τρώγεσθαι. καί ἐστιν ἄνθει παραπλήσιος. ὁ δὲ βωλήτινος καλούμενος ἄρτος πλάττεται μὲν ὡς βωλήτης, καὶ ἀλείφεται ἡ μάκτρα ὑποπασσομένης μήκωνος, ἐφ’ ᾗ ἐπιτί‐
20θεται ἡ ματέρια, καὶ ἐν τῷ ζυμοῦσθαι οὐ κολλᾶται τῇ καρδόπῳ. ἐπειδὰν δὲ βληθῇ εἰς τὸν φοῦρνον, ὑποπάσσεται τῷ κεράμῳ χόνδρος τις καὶ τότε ἐπιτίθεται ὁ ἄρτος καὶ ἕλκει χρῶμα κάλλιστον. ὁ δὲ στρεπτίκιος ἄρτος συναναλαμβάνεται γάλακτι ὀλίγῳ, καὶ προσβάλλεται πέπερι καὶ ἔλαιον ὀλίγον. εἰ δὲ μὴ, στέαρ. εἰς δὲ τὸ καλούμενον ἀρτολάγανον ἐμβάλλεται
25οἰνάριον ὀλίγον καὶ πέπερι γάλα τε καὶ ἔλαιον ὀλίγον ἢ στέαρ. εἰς δὲ τὰ καπυρίδια τὰ καλούμενα τράκτα μίξεις ὥσπερ καὶ εἰς ἄρτον. ἀνιπτόποδες, χαμαιευνάδες, ἀερίοικοι περὶ τῶν φιλοσόφων φησὶν Εὔβουλος. ἀνόσιοι λάρυγγες, ἀλλοτρίων κτεάνων παραδειπνίδες, οὐχ ὁ προπάτωρ ὑμῶν Διογένης πλακοῦντα ποτ’ ἐσθίων ἐν δείπνῳ λάβρως ἔλεγεν ἄρτον ἐσθίειν καλῶς πε‐
30ποιημένον; ὅτι καὶ κύβοι ἄρτοι τετραγώνοι εἰσίν, ἡδυσμένοι ἀνήθῳ τυρῷ καὶ ἐλαίῳ. ἔστι δὲ καὶ θάργυλος ὁ καὶ θαλύσιος ὁ ἐκ τῆς συγκομιδῆς πρῶτος γινόμενος ἄρτος. καὶ σαμίτης καὶ πυραμοῦς διὰ σησάμων πεττό‐ μενος ὁ αὐτὸς τάχα τῷ σησαμίνῳ. καὶ θιαγόνες δὲ ἄρτοι θεοῖς πεττόμενοι ἐν Αἰτωλίᾳ. ἔστι δὲ καὶ παρὰ Μακεδόσιν ἄρτος δράμις καλούμενος. λεκιθίτης
35δὲ καὶ ἐρικίτης. καλεῖται δ’ ἐξ ἐρρηγμένου καὶ ἀσήστου πυροῦ καὶ χον‐ δρώδους. Αἰγύπτιοι δὲ τὸν ὑποξίζοντα ἄρτον κύλλαστιν καλοῦσιν, ὡς δὲ Νίκανδρός φησι τὸν ἐκ κριθῶν. τοὺς δὲ ῥυπαροὺς ἄρτους φαιοὺς Ἄλεξις
καλεῖ. βλῆμα δὲ καλεῖται ὁ ἐντεθρυμμένος ἄρτος καὶ θερμός, πύρνον δὲ25 in vol. 2.1

2,1

26

ὁ ἐκ πυρῶν ἀσήστων ἄρτος καὶ πάντα ἐν ἑαυτῷ ἔχων, ὥς φησι Φιλήμων. βωμίλιοι δὲ ἄρτοι οἱ ἔχοντες ἐντομὰς, οὓς Ῥωμαῖοι κοδράτους φασίν. σπολεὺς δὲ ἄρτος τις παρὰ Φιλήτᾳ, ὃς ὑπὸ συγγενῶν μόνων καταναλίσκεται. καὶ μάζαι δὲ ἀναγεγράφαται. φύστη τε ἡ μὴ ἄγαν τετριμμένη. καὶ
5καρδαμύλη καὶ βήρηξ. καὶ τολύπη καὶ ἀχίλλιον καὶ ἴσως αὕτη ἐστὶν ἡ ἐξ ἀχιλλείων κριθῶν πεποιημένη. ἡ θριδακίνα τε ἡ καὶ θριδακίσκα ὡς Ἄλκμαν· θριδασκίσκα τε καὶ κριβανωτὸς καὶ οἰνοῦττα καὶ μελιτοῦττα καὶ κρίνον. καλεῖται δὲ κρίνον καὶ σχῆμα τι χορικῆς ὀρχήσεως. καλεῖται δὲ καὶ ἡ ὑγεία μάζα τις ἡ διδομένη ἐν θυσίαις, ἵνα ἀπογεύσωνται. μάζα
10δ’ ἀμολγαία παρ’ Ἡσιόδῳ ἡ ποιμενικὴ καὶ ἀκμαία· ἀμολγὸς γὰρ τὸ ἀκ‐ μαιότατον. Δίφιλος δὲ ὁ Σίφνιος φησίν· ἄρτοι οἱ ἐκ πυρῶν κριθίνων πο‐ λυτροφώτεροι καὶ εὐοικονομητότεροι καὶ τὸ ὅλον κρείσσονες, εἶθ’ οἱ σεμιδαλῖται, μεθ’ οὕς οἱ ἀλευρίται, εἶθ’ οἱ συγκομιστοί, ἐξ ἀσήστων ἀλεύρων γινόμενοι· οὗτοι γὰρ πολυτροφώτεροί εἰσι. Φιλιστίων δὲ τῶν χονδριτῶν τοὺς σεμιδαλίτας
15πρὸς ἰσχύν φησι μᾶλλον πεφυκέναι· μεθ’ οὓς τοὺς χονδρίτας τίθησιν, εἶτα τοὺς ἀλευρίτας. πάντες δὲ οἱ θερμοὶ ἄρτοι τῶν ἐψυγμένων εὐοικονο‐ μητότεροι πολυτροφώτεροί τε καὶ εὐχυλότεροι. ἔτι δὲ πνευματικοὶ καὶ εὐανάδοτοι. οἱ δ’ ἐψυγμένοι πλήσμιοι, δυσοικονόμητοι. οἱ δὲ τελείως παλαιοὶ καὶ κατεψυγμένοι ἀτροφώτεροι στατικοί τε κοιλίας καὶ κακόχυλοι. ὁ δὲ
20ἐγκρυφίας ἄρτος βαρὺς δυσοικονόμητος τε διὰ τὸ ἀνωμάλως ὀπτᾶσθαι. ὁ δὲ ἰπνίτης καὶ καμινίτης δύσπεπτος καὶ δυσοικονόμητος. ὁ δ’ ἐσχαρίτης καὶ ἀπὸ τηγάνου διὰ τὴν τοῦ ἐλαίου ἐπιμιξίαν εὐεκκριτώτερος, διὰ δὲ τὸ κνισσὸν κακοστομαχώτερος. ὁ δὲ κριβανίτης πάσαις ταῖς ἀρεταῖς περιττεύει· εὔχυλος γὰρ, εὐστόμαχος, εὔπεπτος, πρὸς ἀνάδοσιν ῥᾷστος· οὔτε γὰρ ἱστάνει
25κοιλίαν οὔτε παρατείνει. Ἀνδρέας δὲ ὁ ἰατρὸς ἄρτους τινὰς ἐν Συρίᾳ φησὶ γίνεσθαι ἐκ συκαμίνων, ὧν τοὺς φάγοντας τριχορεύειν. Μνησίθεος δέ φησι τὸν ἄρτον τῆς μάζης εὐπεπτότερον εἶναι καὶ τοὺς ἐκ τῆς τίφης μᾶλλον ἱκανῶς τρέφειν· πέττεσθαι γὰρ οὐ μετὰ πολλοῦ πόνου. τὸν δ’ ἐκ ζειῶν ἄρτον ἄδην φασὶν ἐσθιόμενον βαρὺν εἶναι καὶ δύσπεπτον· διὸ οὐχ ὑγιαίνειν
30τοὺς αὐτὸν ἐσθίοντας. εἰδέναι δὲ δεῖ ὅτι τὰ μὴ πυρωθέντα ἢ τρυφθέντα σιτία φύσας καὶ βάρη καὶ στρόφους καὶ κεφαλαλγίας ποιεῖ. ὅτι Εὐθύδημος ὁ Ἀθηναῖος παρατίθεται Ἡσίοδον λέγοντα ἄλλα τε καὶ ὅτι θύννων ὡραίων Βυζάντιον ἔπλετο μήτηρ καὶ σκόμβρων καὶ Πάριον κολιῶν κύδρη τρόφος ἔσκε πολίχνη. οὗτος δὲ ὁ ῥήτωρ φησὶν ὅτι μαγείρου ταῦτα
35τὰ ἔπη μᾶλλον ἢ τοῦ μουσικωτάτου Ἡσιόδου. πόθεν γὰρ εἰδέναι δύναται Πάριον ἢ Βυζάντιον πολλοῖς ἔτεσι τούτων πρεσβύτερος ὤν; σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ, φησὶν ὁ Σολεὺς Κλέαρχος. Διοκλῆς ὁ Καρύστιος τῶν
ἀπιμέλων ταρίχων φησὶ κράτιστα εἶναι τὰ ὡραῖα, τῶν δὲ πιόνων τὰ θυν‐26 in vol. 2.1

2,1

27

νεῖα. Ἱκέσιος δ’ ἱστορεῖ οὐκ εἶναι εὐεκκρίτους κοιλίας οὔτε πηλαμύδας οὔτε τὰ ὡραῖα. Ἀρχέστρατος δ’ ὁ περιπλεύσας τὴν οἰκουμένην τῆς γαστρὸς ἕνεκα καὶ τῶν ὑπὸ τὴν γαστέρα φησί· καὶ Σικελοῦ θύννου τέμμαχος τμηθὲν ὅτ’ ἐν βίκοισι ταριχεύεσθαι ἔμελλεν. σαπέρδῃ δ’ ἐνέπω κλαίειν μακρά,
5Ποντικῷ ὄψῳ, καὶ τοῖς κεῖνον ἐπαινοῦσιν. παῦροι γάρ τ’ ἴσασιν ἀνθρώπων ὅτι φαῦλον ἔφυ καὶ ἀκιδνὸν κενέον τε ἔδεσμα. ἀλλὰ τριταῖον ἔχειν σκόμβρον, πρὶν ἐς ἁλμυρὸν ὕδωρ ἐλθεῖν, ἀμφορέως ἡμιτάριχον. ἂν δ’ ἀφίκῃ κλεινοῦ Βυζαντίου εἰς πόλιν ἁγνὴν, ὡραίου φάγε μοι τέμαχος· πάνυ γάρ ἐστιν ἐσθλὸν καὶ μαλακόν. παρέλιπε δὲ ὁ τένθης Ἀρχέστρατος συγκαταλέξαι
10ἡμῖν καὶ τὸ παρὰ Κράτητι ἐλεφάντινον τάριχος, διαβόητον ὄν· σκυτίνῃ ποτ’ ἐν χύτρᾳ τάριχος ἐλεφάντινον ἧψε ποντία χελώνη πευκίνοισι κύμασι. Ἄλεξις δὲ ὠμοτάριχον τινα κέκληκε παρ’ ᾧ καὶ μάγειρός τίς φησι· λογί‐ σασθαι βούλομαι τὴν ὀψωνίαν, ὁμοῦ τε συντάξαι τί πρώτιστον οἰστέον ἡδυντέον τε πῶς ἕκαστον ἐστί μοι. τάριχος πρῶτον ὡραῖον τοδί· ὀβολοῦ τοῦτ’ ἐστι.
15πλυτέον εὖ μάλα. εἶτ’ εἰς τὸ λοπάδιον ὑποπάσας ἡδύσματα ἐνθεὶς τὸ τέμμαχος, λευκὸν οἶνον ἐπιχέας ἐπεσκέδασα τοὔλαιον· εἶθ’ ἕψων ποῶ μυελὸν ἀφεῖλον τ’ ἐπιγανώσας σιλφίῳ. Ἱκέσιος δὲ πηλαμύδας κύβια εἶναι μεγάλα φησίν. Εὐθύδημος δελκανόν φησιν ἰχθὺν καλεῖσθαι ἀπὸ Δέλκωνος ποταμοῦ, ἀφ’ οὗ καὶ ἁλίσκεσθαι, καὶ ταριχευόμενον εὐστομαχώτατον εἶναι, ᾧ τὸν
20αὐτόν φασιν εἶναι τὸν λεβιανὸν καλούμενον. τὸν κορακῖνον δὲ οἱ πολλοὶ σαπερδήν φασιν καὶ εἶναι λέγουσιν ἄριστον τῶν ἐκ τῆς Μαιώτιδος λίμνης. θαυμαστοὶ δὲ καὶ οἱ Ἀβδηρίται κέστρεις, μεθ’ οὓς οἱ περὶ Σινώπην, καὶ ταριχευόμενοι εὐστόμαχοι εἰσιν. ὅτι μύλλοι καὶ ἀγνωτίδια καὶ πλατίστακοι τὰ αὐτά εἰσιν, ὡς καὶ ὁ χελλάρης εἷς ὢν ἰχθὺς πολλῶν ὀνομασιῶν
25ἔτυχε· καλεῖται γὰρ βάκχος καὶ ὀνίσκος καὶ χελλαρίας. Ἀντιφάνης δέ πού φησι· τάριχος ἀντακαῖον ἐν μέσῳ πῖον, ὁλόλευκον, θερμόν. καὶ πάλιν· τάριχος ἀντακαῖον εἴ τις βούλετ’ ἢ Γαδειρικόν, Βυζαντίας δὲ θυννίδος ὀσμαῖσι χαίρει· καὶ Σώματρος· ἀντακαῖον, ὃν τρέφει μέγας Ἴστρος. εἰσὶ δὲ καὶ παρ’ Ἀλεξανδρεῦσιν οἱ Μενδήσιοι. Σώπατρος· Μενδήσιος ὡραῖος ἀκρόπαστος
30εὐξανθέσιν ὀπτὸς κέφαλος ἀκτῖσι πυρός. ὅτι καὶ ἀρσενικῶς ὁ τάριχος· Κρατῖνος· ἐν σαργανοίσιν ἄξω ταρίχους Ποντικούς· Ἀριστοφάνης· οὐκ αἰ‐ σχυνοῦμαι τὸν τάριχον τουτονὶ πλύνων εἰπεῖν ἅπασιν ὅσα σύνοιδ’ αὐτῷ κακά. Σοφοκλῆς· νεκρὸς τάριχος εἰσορᾶν Αἰγύπτιος. Ἀριστοφάνης δὲ ἐν Εἰρήνῃ φησὶν ὑποκοριστικῶς· ἀγόρασόν τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον. Ἡρό‐
35δοτος ἐν θ· οἱ τάριχοι ἐπὶ τῷ πυρὶ κείμενοι ἐπάλλοντο καὶ ἤσπαιρον. καὶ αἱ παροιμίαι δὲ ἀρσενικῶς οἴδασιν αὐτό· τάριχος ὀπτὸς εὐθὺς ἂν ἴδῃ τὸ πῦρ. σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ. Ἀττικοὶ δὲ οὐδετέρως, καὶ γίνεται
ἡ γενικὴ τοῦ ταρίχους. Χιονίδης· ἆρ’ ἂν φάγοιτ’ ἂν καὶ ταρίχους, ὦ θεοί;27 in vol. 2.1

2,1

28

καί· ἐπὶ τῷ ταρίχει τοίνυν τῷδε κόπτετον. Μένανδρος. ἐπέπασα ἐπὶ τὸ τάριχος ἅλας, ἂν οὕτω τύχῃ. τοσαύτην δ’ Ἀθηναῖοι σπουδὴν ἐποιοῦντο περὶ τὸ τάριχος, ὡς καὶ πολίτας ἀναγράψαι τοὺς Χαιρεφίλου τοῦ ταριχοπώλου υἵους, ὥς φησιν Ἄλεξις. ἦν δὲ καὶ Φείδιππος ταριχωπώλης. Ἄλεξις· Φεί‐
5διππος ἕτερός τις ταριχηγὸς ξένος. ὅτι οἴονται τινες εὐθετεῖν εἰς στόμαχον τὰ πολλώδη καὶ ἐπιστύφοντα βρώματα, ἀγνοοῦντες ὅτι πολλὰ τῶν τὰς ἐκκρίσεις ποιούντων εὐλύτους ἐκ τῶν ἐναντίων εὐστόμαχα καθέστηκεν· ἐν οἷς ἐστι καὶ τὸ σίσαρον καλούμενον, ἀσπάραγος, τεῦτλον τὸ λευκὸν, (τὸ γὰρ μέλαν καθεκτικὸν ἐκκρίσεων) κόγχαι, σωλῆνες, μύες θαλάσσιοι, χῆμαι, κτένες,
10τάριχος τέλειος καὶ μὴ βρομώδης καὶ ἰχθύων εὐχύλων γένη. προπαρατί‐ θεσθαι δ’ ἐστὶν ὠφέλιμον τὴν λεγομένην φυλλίδα καὶ τεύτλιον, ἔτι δὲ τάριχος, τὰς δὲ ἀθρόας ἐν ἀρχῇ πόσεις ἐκκλιτέον· δύσκλητοι γὰρ εἰς τὴν πλείονα τῶν ὑγρῶν προσφοράν. Μακεδόνες δέ, ὥς φησιν ὁ Ὀλύνθιος Ἔφιππος, οὐκ ᾔδεσαν πίνειν εὐτάκτως, ἀλλ’ εὐθέως ἐχρῶντο μεγάλαις προπόσεσιν,
15ὥστε μεθύειν ἔτι παρακειμένων τῶν πρώτων τραπεζῶν καὶ μὴ δύνασθαι τῶν σιτίων ἀπολαύειν. Δίφιλος δέ φησιν ὁ Σίφνιος· τὰ ταρίχη τὰ ἐκ τῶν θαλασσίων καὶ λιμναίων καὶ ποταμίων γινόμενά ἐστιν ὀλιγότροφα, ὀλιγό‐ χυλα, καυσώδη, εὐκοίλια, ἐρεθιστικὰ ὀρέξεως. κράτιστα δὲ τῶν μὲν ἀπιόνων κύβια καὶ ὡραῖα, τῶν δὲ πιόνων θυνναῖα καὶ κορδύλη. τὰ δὲ παλαιὰ
20κρείττω καὶ δριμύτερα καὶ μάλιστα τὰ Βυζάντια. τὸ δὲ θυννεῖον, φησί, γίνεται ἐκ τῆς μείζονος πηλαμύδος, ὧν τὸ μικρὸν ἀναλογεῖ τῷ κυβίῳ, ἐξ οὗ γένους καὶ τὸ ὡραῖον. ἡ δὲ σάρδα προσέοικε τῷ κολίᾳ μεγέθει. ὁ δὲ σκόμβρος κοῦφος καὶ ταχέως ἀποχωρῶν τοῦ στομάχου, ὁ κολίας δὲ σκιλλω‐ δέστερος, δηκτικώτερος, κακοχυλώτερος, τρόφιμος. Στράβων δέ φησι πρὸς
25ταῖς Ἡρακλέους νήσοις κατὰ Καρχηδόνα τὴν καινὴν πόλιν εἶναι Ἀξιτανίαν, ἐξ ἧς καὶ ταρίχη ἐπωνύμως λέγεσθαι, καὶ ἄλλην Σκομβρογαρίαν ἀπὸ τῶν ἁλισκομένων σκόμβρων, ἐξ ὧν τὸν ἄριστον γάρον σκευάζεσθαι. μέλανδρυς δὲ μεγίστων θύννων εἶδος καὶ ἔστι τὰ τεμάχη αὐτοῦ λιπαρώτερα. τὸ δὲ ὠμοτάριχος, βαρὺ καὶ γλοιῶδες καὶ δύσπεπτον. ὁ δὲ ποτάμιος κορακῖνος,
30ὅν οἱ ἀπὸ Νείλου πέλτην καλοῦσιν, οἱ δὲ κατὰ Ἀλεξάνδρειαν ἰδίως ἡμίνηρον, ὑποπίμελος μέν ἐστι καὶ ἥκιστα κακόχυλος, σαρκωδὴς, τρόφιμος, εὔπεπτος, εὐανάδοτος κατὰ πάντα, τοῦ μύλλου κρείσσων· τὰ μέντοι τῶν ἰχθύων καὶ τῶν ταρίχων ᾠὰ πάντα, δύσπεπτα, δύσφθαρτα, μᾶλλον δὲ τὰ τῶν λιπα‐ ρωτέρων καὶ μειζόνων· σκληρότερα γὰρ μένει καὶ ἀδιαίρετα, γίνεται δὲ
35εὔστομα μετὰ ἁλῶν σβεσθέντα καὶ ἐποπτηθέντα. πάντας δὲ δεῖ τοὺς ταρί‐ χους πλύνειν, ἕως ἂν τὸ ὕδωρ ἄνοσμον καὶ γλυκὺ γένηται. ὁ δ’ ἐκ θαλάσσης ἐψόμενος τάριχος γλυκὺς γίνεται, θερμοί τε οἱ τάριχοι ἡδίονές εἰσι. Μνη‐
σίθεος δὲ ὁ Ἀθηναῖός φησιν· οἱ ἁλυκοὶ καὶ γλυκεῖς χυμοὶ πάντες ὑπάγουσι28 in vol. 2.1

2,1

29

τὴν κοιλίαν, οἱ δ’ ὀξεῖς καὶ δριμεῖς λύουσι τὴν οὔρησιν, οἱ δὲ πικροὶ μᾶλλον μέν εἰσιν οὐρητικοί, λύουσι δ’ αὐτῶν ἔνιοι καὶ τὰς κοιλίας. ὅτι Ξενοφῶν ἐν τῷ ἐπιγραφομένῳ Ἱέρωνι περὶ τῶν ποικίλων ἐδεσμάτων καὶ ὀξέων καὶ δριμέων καὶ στρυφνῶν φησιν, ὅτι κακῆς εἰσι καὶ ἀσθενοῦς ψυχῆς ἐπιθυμή‐
5ματα, ἐπεὶ οἵ γε ἡδέως ἕψοντες οὐδὲν προσδέονται τούτων τῶν σοφισμάτων.
5 Ἐπὶ τούτοις ὁ Κύνουλκος, φησί, πιεῖν ᾔτησεν δηκόκταν, δεῖν λέγων ἁλμυροὺς λόγους γλυκέσιν ἀποκλύζεσθαι νάμασιν. πρὸς ὅν Οὐλπιανὸς τύψας τῇ χειρὶ τὸ προσκεφάλαιον ἔφη· μέχρι πότε βαρβαρίζοντες οὐ παύεσθε, ἢ ἕως. ἂν καταλιπὼν τὸ συμπόσιον οἴχομαι πέττειν ὑμῶν τοὺς λόγους οὐ
10δυνάμενος; καὶ ὅς· ἐν Ῥώμῃ τῇ βασιλευούσῃ διατρίβων τὰ νῦν, ὦ λῷστε, ἐπιχωρίοις κέχρημαι κατὰ συνήθειαν φωναῖς. καὶ γὰρ παρὰ τοῖς σφόδρα ἑλληνίζουσι ποιηταῖς καὶ συγγραφεῦσιν ἔστιν εὑρεῖν καὶ Περσικὰ ὀνόματα κείμενα διὰ τὴν τῆς χρήσεως συνήθειαν, ὡς τοὺς παρασάγγας καὶ τοὺς ἀστάρους καὶ τὴν σχοῖνον ἢ τὸν σχοῖνον· μέτρον δέ ἐστι τοῦτο ὁδοῦ μέχρι
15νῦν οὕτω παρὰ πολλοῖς καλούμενον. μακεδονίζοντας τ’ οἶδα πολλοὺς τῶν Ἀττικῶν διὰ τὴν ἐπιμιξίαν. Κηφισόδωρος δὲ ὁ Ἰσοκράτους τοῦ ῥήτορος μαθητής φησιν ὅτι εὕροι τις ἂν ὑπὸ τῶν ἄλλων ποιητῶν καὶ σοφιστῶν ἓν ἢ δύο γοῦν πονηρῶς εἰρημένα, οἷον παρὰ Ἀρχιλόχῳ μὲν τὸ πάντ’ ἀνδρ’ ἀποσκολόπτειν, Θεοδώρῳ δὲ τὸ κελεύειν μὲν πλέον ἔχειν, ἐπαινεῖν
20δὲ τὸ ἴσον, Εὐριπίδῃ δὲ τὸ τὴν γλῶσσαν ὁμωμοκέναι φάναι, Σοφοκλῆς δὲ τὸ σὺ δ’ αὐτὸς ὥσπερ οἱ σοφοὶ τὰ μὲν δίκαι’ ἐπαίνει τοῦ δὲ κερδαίνειν ἔχου. καὶ μηδὲν εἶναι ῥῆμα σὺν κέρδει κακόν, Ὁμήρῳ δὲ τὸ τὴν Ἥραν ἐπιβουλεῦσαι Διὶ καὶ τὸν Ἄρην μοιχεύειν· ἐφ’ οἷς πάντες κατηγοροῦσιν αὐτῶν. εἰ οὖν κἀγώ τι ἥμαρτον, ὦ καλλίστων ὀνομάτων θηρευτά, μὴ χαλέ‐
25παινε. κατὰ γὰρ τὸν Μιλήσιον Τιμόθεον οὐκ ἀείδω τὰ παλαιά· καινὰ γὰρ κρείσσω. νέος ὁ Ζεὺς βασιλεύει, τὸ παλαιὸν δ’ ἦν Κρόνος ἄρχων. ἀπίτω Μοῦσα παλαιά. καὶ Ἀντιφάνης· ἓν καινὸν ἐγχείρημα, κἂν τολμηρὸν ᾖ, πολλῶν ἐστι παλαιῶν χρησιμώτερον. ὅτι Ταύριον ὕδωρ φησι Σοφοκλῆς ἀπὸ τοῦ περὶ Τροιζῆνα ποταμοῦ ταύρου,
30παρ’ ᾧ καὶ κρήνη τις Ὑόεσσα καλεῖται. τοιούτων φωνῶν ἐγὼ διψῶ, τοιαύτην μοι φιλοτησίαν πρόπινε. θύη τινὰ πέττειν, ἵνα σπλάγχνοισι συγγενώμεθα φησιν Εὔπολις· Σήλιος ὁ Δήλιός φησιν ἐν Κιμώλῳ τῇ νήσῳ ψυχεῖα κατε‐ σκευάσθαι θέρους ὀρυκτὰ, ἔνθα χλιεροῦ ὕδατος πλήρη κεράμια καταθέντες, κομίζονται χιόνος οὐδὲν διάφορα. τὸ δὲ χλιαρὸν ὕδωρ Ἀθηναῖοι μετάκερας
35καλοῦσιν. Σόφιλος· αἱ δὲ παῖδες παρέχεον ἣ μὲν τὸ θερμόν, ἣ δ’ ἑτέρα μετάκερας. ὅτι ᾔδεισαν οἱ ἀρχαῖοι καὶ τὴν τοῦ πάνυ ψυχροῦ πόσιν· καὶ
χιόνας δὲ ἔπινον· Ἄλεξις· εἶτ’ οὐ περίεργόν ἐστιν ἄνθρωπος φυτὸν ὑπεναντιώ‐29 in vol. 2.1

2,1

30

τατον τε πλείστοις χρώμενον; ἐρῶμεν ἀλλοτρίων, παρορῶμεν συγγενεῖς ἔχοντες. πάλιν γλιχόμεθα μὲν τὴν μάζαν, ἵνα λευκὴ παρῇ, ζωμὸν δὲ ταύτῃ μέλανα μηχανώμεθα, τὸ καλὸν δὲ χρῶμα τῷ δευσοποιῷ χρῴζομεν. καὶ χιόνα μὲν πίνειν παρασκευάζομεν, τὸ δ’ ὅλον, ἐὰν μὴ θερμὸν ᾖ, διασύρομεν. οὐκοῦν
5τὸ πολλοῖς τῶν σοφῶν εἰρημένον, τὸ μὴ γενέσθαι μὲν κράτιστόν ἐστ’ ἀεί, ἐπὰν γένηται δ’, ὡς τάχιστ’ ἔχειν τέλος. Χάρης δ’ ὁ Μιτυληναῖος, διη‐ γούμενος περὶ πολιορκίας τῆς ἐν Ἰνδοῖς πόλεως Πέτρας, φησὶν ὀρύξαι τὸν Ἀλέξανδρον ὀρύγματα τριάκοντα συχνὰ, ἃ πλήσαντα χιόνος παρεμβαλεῖν δρυὸς κλάδους. οὕτω γὰρ παραμενεῖν πλείω χρόνον τὴν χιόνα.
10 ἔψυχον δὲ καὶ τὸν οἶνον οἱ ἀρχαῖοι. Λύσιππος· ὁ πατὴρ ἄνωθεν ἐς τὸ φρέαρ μοι δοκεῖ ὥσπερ τὸν οἶνον τοῦ θέρους καθεικέναι. Δίφιλος· ψῦξον τὸν οἶνον, Δωρίων. Πρωταγορίδης περὶ ἐπιτεχνήσεως ψυχρῶν ὑδάτων λέγει οὕτως· τὴν ἡμέραν ἀνηλιάζοντες αὐτό, τῆς νυκτὸς ἀπηθοῦντες τὸ παχύτατον τὸ λοιπὸν
15ἐξαιθριάζουσιν ἐν ὑδρίαις κεραμείαις ἐπὶ τῶν μετεωροτέρων μερῶν τῆς οἰκή‐ σεως, δι’ ὅλης τε τῆς νυκτὸς δύο παῖδες ὕδατι τὰ τεύχη καταρραίνουσιν. ὄρθρου δὲ καθαιροῦντες καὶ τὴν ὑποστάθμην πάλιν ὑποσπῶντες λεπτόν τε ποιοῦντες αὐτὸ καὶ πρὸς ὑγείαν οἷον ἄριστον, ἐν ἀχύροις τιθέασι τὰς ὑδρίας, εἶθ’ οὕτως χρῶνται χιόνος οὐδ’ ἡντινοῦν χρείαν ἔχοντες. Λακκαῖον δὲ ὕδωρ
20λέγει Ἀναξίλας· ἴσως τὸ λακκαῖόν γε ὕδωρ ἀπόλωλεν. ἐγὼ δ’ ὢν φιλοτάριχος χιόνος πιεῖν βούλομαι. Ἱπποκλῆς δέ τις ζωμο‐ τάριχος λέγεται παρὰ Ἀλέξιδι. ὅτι ἐστιώμενος παρά τινι Σιμωνίδης ὁ ποιητὴς κραταιοῦ καύματος ὥρᾳ καὶ τῶν οἰνοχόων τοῖς ἄλλοις μισγόντων εἰς τὸ ποτὸν χιόνος, αὐτῷ δὲ οὔ, ἀπεσχεδίασε τόδε τὸ ἐπίγραμμα· τὴν
25ῥά ποτ’ Οὐλύμποιο περὶ πλευρὰς ἐκάλυψεν ὠκὺς ἀπὸ Θρῄκης ὀρνύμενος Βορέης· ἀνδρῶν δ’ ἀχλαίνων ἔδακε φρένας, ἐμοὶ δὲ τῆς χεέτω μέρος. οὐ γὰρ ἔοικε θερμὴν βαστάζειν ἀνδρὶ φίλῳ προπόσιν. φησί που Ἄσιος· χωλός, στιγματίης, πολυγήραος, ἶσος ἀλήτῃ ἦλθε κνισοκόλαξ, εὖτε Μέλης ἐγάμει, ἄκλητος, ζωμοῦ κεχρημένος· ἐν δὲ μέσοισιν ἥρως εἱστήκει βορβόρου
30ἐξαναδύς. Σόφιλός φησί που· ὀψοφάγος εἶ καὶ κνισσολοιχός. ἐστὶ δὲ καὶ ἡ κνισσολοιχία παρὰ τῷ αὐτῷ κειμένη. ὅτι τὸν ἐξ ἰτρίων τε καὶ γάλακτος καὶ μέλιτος πλακοῦντα Ῥωμαῖοι λίβον καλοῦσι. ἡδέως ἂν χόνδρου φάγοιμι τῶν ὀστρακίδων καὶ τῶν κοκκάλων ἀφθόνως ἔχοντος. τὸν Κολοφώνιον Νίκανδρον τὸν ἐποποιὸν τεθαύμακας ὡς
35φιλάρχαιον καὶ πολυμαθῆ, ὃς ὑπογράφων τὴν χρείαν τοῦ χόνδρου καὶ τῆς ἐπτισμένης κρίθης φησί που· ἀλλ’ ὁπότ’ ἢ ἐρίφοιο νεοσφαγέος ἠὲ κὲν ἀρνὸς ἢ αὐτοῦ ὄρνιθος ἐφοπλίζεαι ἐδωδήν, χίδρα μὲν ἐκτρίψειας ὑπο‐
στρώσας δ’ ἐνὶ κοίλοις ἄγγεσιν, εὐώδει ἅμα φῦρσον ἐλαίῳ. ζωμὸν δὲ βρο‐30 in vol. 2.1

2,1

31

μέοντα κατάντλας αὐτὸν ἀπ’ αὐτοῦ ἀρυόμενος ἵνα μηδὲν ὑπερζέσῃ τοῦ πιμελώδους. πνῖγε δὲ πῶμα ἀμφιβαλών· φωκτὸν γὰρ ἀνοιδαίνει βαρὺ κρῖμνον. ἠρέμα δὲ χλιαρὸν, κοίλοις ἐξαίρεο μύστροις. κύστρος δὲ λέγεται ἡ καὶ μυστίλη. καὶ Ἱππόλοχος δὲ ἐν δείπνῳ τινὶ πολυτελεστάτῳ Μακεδονικῷ
5μνημονεύει ὡς ἑκάστῳ τῶν δειπνούντων δοθέντων μύστρων χρυσῶν. καὶ Νικοφῶν, ὁ τῆς ἀρχαίας κωμωδίας ποιητής· μεμβραδοπώλαις, ἀκρατοπώλαις, ἰσχαδοπώλαις, διφθεροπώλαις, ἀλφιτοπώλαις, μυστριοπώλαις, κοσκινοπώλαις, βιβλιοπώλαις, ἐγκριδοπώλαις. ὅτι ὀνομαστοὶ χόνδροι ὁ Μεγαρικὸς, καὶ ὁ Θετταλικός. Ἀριστοφάνης δὲ ἐν Δαιταλεῦσι τὸ ῥόφημα χόνδρον ἔφη. ὅτι
10παρὰ Στράττιδι εὕρηται τοῦ σεμιδάλου ἡ γενικὴ σεμιδάλιδος. ἐδέσματα δὲ κεῖται παρὰ Ἀντιφάνει, ὦ καλέ μου συραττικέ· φησὶ γάρ· ἀπέλαυσα πολλῶν καὶ καλῶν ἐδεσμάτων πιών τε προπόσεις τρεῖς ἴσως ἢ τέσσαρας
ἐστρηνίων πως, καταβεβρωκὼς σιτία ἴσως ἐλεφάντων τεσσάρων.31 in vol. 2.1

2,1

32

Ἱππόλοχος ὁ Μακεδὼν τοῖς χρόνοις γέγονε κατὰ Λυγγέα καὶ Δοῦριν τοὺς Σαμίους, Θεοφράστου δὲ τοῦ Ἐφεσίου μαθητάς, συνθήκας εἶχε ταύτας πρὸς τὸν Λυγγέα πάντως αὐτῷ δηλοῦν εἴ τινι συμπεριενεχθείη δείπνῳ πο‐ λυτελεῖ, τὰ ὅμοια κἀκείνου ἀντιπροπίνοντος αὐτῷ. ἑκατέρων οὖν σῴζονται
5δειπνητικαί τινες ἐπιστολαί, Λυγγέως μὲν τὸ Λαμίας τῆς Ἀττικῆς αὐλη‐ τρίδος Ἀθήνησι γενόμενον δεῖπνον Δημητρίῳ τῷ Πολιορκητῇ, οὗ ἦν ἐρωμένη, ἐμφανίζοντος. Ἱππολόχου δὲ τοὺς Καράνου τοῦ Μακεδόνος γάμους ἐμφανί‐ ζοντος. τῆς δὲ Ἱππολόχου ἐπιστολῆς ἐπιδραμοῦμαί σοι τινὰ διατριβῆς χάριν καὶ ψυχαγωγίας. Καράνου γάμους ἑστιῶντος οἱ μὲν συγκεκλημένοι ἦσαν
10εἴκοσι, οἷς καὶ κατακλιθεῖσι εὐθέως ἐδόθησαν φιάλαι ἀργυραῖ ἑκάστῳ μία δωρεά. προεστεφανώθη δὲ καὶ ἕκαστος πρὶν εἰσελθεῖν στλεγγίδι χρυσῇ· πέντε δ’ ἦν χρυσῶν ἑκάστῃ τὸ τίμημα. ἐπεὶ δ’ ἐξέπιον τὰς φιάλας, ἐν χαλκῷ πίνακι τῶν Κορινθίων κατασκευασμάτων ἄρτος ἰσόπλατυς ἐδόθη καὶ νῆσσαι καὶ φάτται καὶ χὴν καὶ τοιαύτη τις ἄλλη ἀφθονία σεσωρευμένη, καὶ ἕκαστος
15λαβὼν αὐτῷ πίνακι τοῖς κατόπιν ἐδίδου. ἄλλα δ’ ἐσθίειν περιεφέρετο πολλὰ καὶ ποικίλα· μετὰ ταῦτα ἀργυροῦς πίναξ ἕτερος, ἐφ’ ᾧ πάλιν ἄρτος μέγας καὶ χῆνες καὶ λαγωοὶ καὶ ἔριφοι, καὶ ἕτεροι ἄρτοι πεπονημένοι καὶ περιστεραὶ καὶ τρυγόνες πέρδικές τε καὶ ὅσον ἄλλο πτηνῶν πλῆθος ἦν. ἐπεδώκαμεν οὖν καὶ ταῦτα τοῖς δούλοις καὶ ὡς ἄδην εἴχομεν, ἐχερνιψάμεθα. καὶ στέφανοι
20εἰσενέχθησαν πολλοὶ παντοδαπῶν ἀνθέων ἐπὶ πᾶσι τε χρυσαὶ στλεγγίδες, ὁλκὴν ἴσαι τῷ πρώτῳ στεφάνῳ. ἤδη δὲ ἡμῶν ἡδέως ἀπηλλαγμένων τοῦ σωφρονεῖν ἐπεισβάλλουσιν αὐλητρίδες καὶ μουσουργοὶ καὶ σαμβυκίστριαι τινες Ῥοδίαι, ἐμοὶ μὲν δοκῶ γυμναὶ, πλὴν ἔλεγόν τινες αὐτὰς ἔχειν χιτῶνας· ἀπαρξάμεναί τε ἀπῆλθον. καὶ ἐπεισῆλθον ἄλλαι φέρουσαι ληκύθους μύρου
25ἑκάστη δύο συνδεδεμένας ἱμάντι χρυσῷ, τὴν μὲν ἀργυρᾶν, τὴν δὲ χρυσῆν, κοτυλιαίας, καὶ ἑκάστῳ προσέδωκαν. ἔπειτ’ εἰσφέρεται πλοῦτος ἀντὶ δείπνου. πίναξ ἀργυροῦς ἐπὶ πάχος οὐκ ὀλίγον περίχρυσος, ὅσος δέξασθαι μέγεθος χοίρου τινὸς ὀπτοῦ καὶ σφόδρα μεγάλου, ὃς ὕπτιος ἐπέκειτο τὴν γαστέρα δεικνὺς ἄνω πλήρη πολλῶν ἀγαθῶν· ἦσαν γὰρ ἐν αὐτῷ συνωπτημέναι κίχλαι
30καὶ μῆτραι καὶ συκαλλίδων πλῆθος ἄπειρον καὶ ᾠῶν ἐπικεχυμέναι λέκιθοι
καὶ ὄστρεα καὶ κτένες· καὶ ἑκάστῳ πεπυρωμένα αὐτοῖς πίναξϊν ἐδόθη. εἶτα32 in vol. 2.1

2,1

33

πιόντες, ἐλάβομεν ἕκαστος ἔριφον ζέοντα ἐφ’ ἑτέρῳ πάλιν πίνακι τοιούτῳ σὺν μύστροις χρυσοῖς. εἶτα σπυρίδας ἡμῖν καὶ ἀρτοφόρα δι’ ἱμάντων ἐλεφαν‐ τίνων πεπλεγμένα δοθῆναι κελεύει ὁ Κάρανος ἰδὼν τὴν δυσχωρίαν, ἐφ’ οἷς ἡσθέντες ἀνεκροταλίσαμεν τὸν νυμφίον ὡς καὶ τῶν δοθέντων ἡμῖν ἀνα‐
5σεσωσμένων. ἔπειτα στέφανοι πάλιν καὶ διλήκυθον μύρου χρυσοῦν καὶ ἀργυροῦν ἰσόσταθμον τοῖς προτέροις. εἶτα ἐπεισβάλλουσι ἰθύφαλλοι καὶ σκληροπέκται καὶ θαυματουργοὶ γυναῖκες εἰς ξίφη κυβιστῶσαι καὶ πῦρ ἐκ τοῦ στόματος ἐκριπίζουσαι γυμναί. ἐπεὶ δὲ καὶ τούτων ἀπηλλάγημεν, θερ‐ μός τις καὶ ζωρότερος πότος ἐκλαμβάνει πάλιν ἡμᾶς, οἴνων ὄντων ἡμῖν
10Θασίων καὶ Μενδαίων καὶ Λεσβίων, χρυσίδων πάνυ μεγάλων ἑκάστῳ προ‐ σενεχθεισῶν. καὶ μετὰ τὸν πότον ὑελοῦς πίναξ δίπηχύς που τὴν διάμετρον ἐν θήκῃ κατακείμενος ἀργυρᾷ πλήρης ἰχθύων ὀπτῶν παντὰ γένη συνηθροισ‐ μένων, ἅπασί τε προσεδόθη καὶ ἀργυροῦν ἀρτοφόρον ἄρτων Καππαδοκίων, ὧν τὰ μὲν ἐφάγομεν, τὰ δὲ τοῖς θεράπουσιν ἐπιδεδώκαμεν. καὶ νιψάμενοι
15τὰς χεῖρας ἐστεφανούμεθα καὶ πάλιν στλεγγίδας ἐλάβομεν χρυσᾶς, διπλασίους τῶν πρότερον, καὶ ἄλλο διλήκυθον μύρου. ἡσυχίας δὲ γενομένης ἐξαλλό‐ μενος τῆς κλίνης Πρωτέας αἰτεῖ σκύφον χοαῖον καὶ πλήσας οἴνου Θασίου ὀλίγον ἐπιρράνας ὕδατος ἐξέπιεν εἰπών· ὁ πλεῖστα πίνων πλεῖστα κεὐφραν‐ θήσεται. καὶ ὁ Κάρανος ἔφη· ἐπεὶ πρῶτος ἔπιες, ἔχε πρῶτος καὶ τὸν
20σκύφον δῶρον· τοῦτο δὲ καὶ τοῖς ἄλλοις ὅσοι ἂν πίωσιν ἔσται γέρας. οἱ δ’ ἐννέα πάντες ἀνέσταν ἁρπάζοντες κἄλλος ἄλλος φθάνοντες. εἷς δ’ ἄθλιος οὐ δυνάμενος πιεῖν ἀνακαθίσας ἔκλαιεν ἄσκυφος γενόμενος, καὶ ὁ Κάρανος αὐτῷ χαρίζεται κενὸν τὸ ἔκπωμα. ἐπὶ τούτοις χόρος ἐπεισῆλθεν ἀνθρώπων ἑκατὸν ἐμμελῶς ᾀδόντων, μεθ’
25οὓς ὀρχηστρίδες διεσκευασμέναι τρόπον Νηρηίδων, αἳ δὲ Νυμφῶν. τοῦ πότου προιόντος καὶ τῆς ὥρας ὑποσκιαζούσης ἀναπεταννύουσι τὸν οἶκον, ἐν ᾧ κύκλῳ ὀθόναις διείληπτο πάντα λευκαῖς· καὶ ἐφάνησαν δᾷδες λάθρᾳ κατὰ μηχανὰς σχασθέντων τῶν φραγμάτων καὶ Ἔρωτες καὶ Ἀρτέμιδες καὶ Πᾶνες καὶ Ἑρμαῖ καὶ τοιαῦτα εἴδωλα ἀργυροῖς δᾳδουχοῦντα λαμπτῆρσι.
30θαυμαζόντων δ’ ἡμῶν τὴν τεχνιτείαν Ἐρυμάνθιοι τῷ ὄντι σύαγροι κατὰ πινάκων τετραγώνων περιεφέροντο ἑκάστῳ σιβύναις ἀργυραῖς διαπεπερονημένοι. καὶ τὸ θαυμάσιον, ὅτι παρειμένοι καὶ καρηβαροῦντες ὑπὸ τῆς μέθης ὁπότε τι τῶν ἀγομένων θεασαίμεθα πάντες ἐξενήφομεν, ὀρθοὶ τὸ δὴ λεγόμενον ἀνιστάμενοι. ἔναττον οὖν οἱ παῖδες εἰς τὰς εὐτυχεῖς σπυρίδας, ἕως ἐσάλπισε
35τὸ εἰωθὸς τοῦ τελευταίου δείπνου σημεῖον. καὶ οἱ παῖδες μικροῖς ποτηρίοις περιεσοβοῦν. ἐπίνομεν οὖν εὐμαρῶς ὥσπερ ἀντίδοτον ἐκ τῆς προτέρας ἀκρα‐ τοποσίας λαμβάνοντες. ἐν τούτῳ δὲ ὁ γελωτοποιὸς εἰσῆλθε Μανδρογένης,
ἐκείνου τοῦ Ἀττικοῦ Στράτωνος ἀπόγονος καὶ πολλοὺς κατέρρηξεν ἡμῶν33 in vol. 2.1

2,1

34

γέλωτας. εἶτα καὶ περὶ τραγημάτων πολλῶν εἰπὼν ἐπάγει· μετὰ δὲ ταῦτα ἐξαναστάντες ἀπηλλαττόμεθα νήφοντες διὰ τὸν φόβον τοῦ πλούτου ὃν ἐλάβομεν, πλοῦτον ἀντὶ μερίδων εὐωχηθέντες. καὶ νῦν ζητοῦμεν οἳ μὲν οἰκίας, οἳ δὲ ἄγρους, οἳ δ’ ἀνδράποδ’ ὠνήσασθαι.
5 σὺ δ’ ἐν Ἀθήναις μένων εὐδαιμονίζεις τὰς Θεοφράστου θέσεις ἀκούων θύμον καὶ εὔζωμον καὶ τοὺς καλοὺς ἐσθίων στρεπτούς, Λήναια καὶ Χύτρους θεωρῶν. φησὶν Ἀντιφάνης· τί δ’ ἂν Ἕλληνες μικροτράπεζοι φυλλοτρῶγες δρά‐ σειαν, ὅπου τέτταρα λήψῃ κρέα μικρὰ ὀβολοῦ; παρὰ δ’ ἡμετέροις προγόνοις ὅλους βοῦς ὀπτῶσιν, ἐλάφους, ἄρνας· τὸ τελευταῖον δ’ ὁ μάγειρος ὅλον
10τέρας ὀπτήσας μεγάλῳ βασιλεῖ θερμὴν παρέθηκε κάμηλον. Ἀριστοφάνης δὲ Ἀχαρνεῦσιν ἐπαινῶν τὸ βαρβαρικὸν δεῖπνόν φησιν· παρετίθει θ’ ἡμῖν ὅλους ἐκ κριβάνου βοῦς. καὶ τίς εἶδε πώποτε βοῦς κριβανίτας; τῶν ἀλα‐ ζονευμάτων. καὶ ναὶ μὰ Δί’ ὄρνιν τριπλάσιον Κλεωνύμου παρέθηκεν ἡμῖν· ὄνομα δ’ ἦν αὐτῷ φέναξ. Ἀναξανδρίδης δὲ διασύρων τὸ τῶν Ἰφικράτους
15γάμων συμπόσιον, ὅτε ἤγετο τὴν Κόττυος τοῦ Θρᾳκῶν βασιλέως θυγατέρα, φησί· οὐδὲν ὁμοίοις τοῖς Ἰφικράτους τοῖς ἐν Θρᾴκῃ, ἐν οἷς φασι κατὰ τὴν ἀγορὰν μὲν ὑπεστρῶσθαι στρώματα ἁλουργὰ μέχρι τῆς ἄρκτου· δειπνεῖν δ’ ἄνδρας βουτυροφάγους, αὐχμηροκόμας μυριοπλήθεις· τοὺς δὲ λέβητας εἶναι μείζους λάκκων δωδεκακλίνων· αὐτὸν δὲ Κόττυν περιεζῶσθαι ζωμόν
20τε φέρειν ἐν χοὶ χρυσῇ καὶ γευόμενον τῶν κρατήρων πρότερον μεθύειν τῶν πινόντων. αὐλεῖν δ’ αὐτοῖς Ἀντιγενίδαν, Ἀργᾶν δ’ ᾄδειν καὶ κιθαρίζειν Κηφισόδοτον τὸν Ἀχαρνῆθεν· μέλπειν δ’ ᾠδαῖς ποτὲ μὲν Σπάρτην τὴν εὐρύχωρον, πότε δ’ αὖ πύλας τὰς ἑπταπύλους, φερνάς τε λαβεῖν δύο μὲν ξανθῶν ἵππων ἀγέλας αἰγῶν τ’ ἀγέλην χρυσοῦν τε σάκος φιάλην
25τε λεπαστὴν χιόνος τε πρόχουν κέγχρων τε χύτραν βολβῶν τε σιρὸν δωδεκάπηχυν καὶ πολυπόδων ἑκατόμβην. τούτων δ’ ἔσται πολὺ σεμνότερον παρὰ δεσποσύνοις τοῖς ἡμετέροις. τί γὰρ ἐκλείπει δόμος ἡμέτερος, ποίων ἀγαθῶν; οὐ σμύρνης Συρίας ὀδμαὶ λιβάνου τε ποῖαι, τερενοχρῶτες μαζῶν ὄψεις, ἄρτων, ἀμύλων, πολυποδίων, κολλίκων, δημοῦ, φυσκῶν, ζωμοῦ, τεύτλων,
30σκορόδων, ἀφύης, πτισάνης, ἀθάρης, κυάμων, λαθύρων, ὤχρων, καρύων, χόνδρου, κάραβοι ὀπτοί, τευθίδες ὀπταί, κεστρεὺς ἑφθός, σηπίαι ἑφθαί, θυννίδες ἑφθαί, σχαδόνες, βότρυες, σῦκα, μῆλα, κράνειαι, ῥόαι, ἕρπυλλος, μήκων, ἀχράδες, κνῆμος ἐλᾶαι, στέμφυλα, ἄμητες, πράσα, γήτεια, κρόμυα, καυλοί, φακῆ, τέττιγες ὀπτοί, κάρδαμα, σήσαμα, κήρυκες, ἅλες· καὶ πρὸς τούτοις
35ὀρνιθαρίων ἀφάτων πλῆθος, νηττῶν, φαττῶν· χῆνες, κίτται, κύκνοι, πελε‐ κάν, κίγκλοι, γέρανος. τουτουὶ τοῦ χάσκοντος διατειναμένη διὰ τοῦ πρωκτοῦ καὶ τῶν πλευρῶν διακόψειε τὸ μέτωπον· οἶνος δέ σοι γλυκύς, λευκός,
αὐθιγενής, ἡδύς, καπνίας.34 in vol. 2.1

2,1

35

Λυγγεὺς δὲ διαπαίζων τὰ Ἀττικὰ δεῖπνά φησι· μάγειρε, οὐδέτερος ἡμῶν ἥδεται τοῖς Ἀττικοῖς δείπνοις. ἀηδία γάρ ἐστιν Ἀττικὴ ὥσπερ ξενική· παρέθηκε πίνακα γὰρ μέγαν ἔχοντα μικροὺς πέντε πινακίσκους, ἐν ᾧ τούτων ὃ μὲν ἔχει σκόροδον, ὃ δ’ ἐχίνους δύο, ὃ δὲ θρυμματίδα γλυκεῖαν,
5ὃ δὲ κόγχας δέκα, ὃ δ’ ἀντακαίου μικρόν. ἐν ὅσῳ δ’ ἐσθίω, ἕτερος ἐκεῖνο, ἐν ὅσῳ δ’ ἐκεῖνος, τοῦτ’ ἐγὼ ἠφάνισα. βούλομαι δ’ ἐγὼ, βέλτιστε, συγκα‐ μεῖν καὶ τοῦτο, ἀλλ’ ἀδύνατα βούλομαι· οὔτε στόματα γὰρ οὔτε χείλη πέντ’ ἔχω. ὄψιν μὲν οὖν ἔχει τὰ τοιαῦτα ποικίλην, ἀλλ’ οὐθέν ἐστι τοῦτο πρὸς τὴν γαστέρα· κατέπλησε γὰρ τὸ χεῖλος, οὐκ ἐνέπλησα δέ. τί οὖν
10ἔχεις; ὄστρεα πολλά. πίνακά μοι τούτων παραθήσεις αὐτὸν ἐφ’ ἑαυτοῦ μέγαν. ἔχεις ἐχίνους; ἕτερος ἔσται σοι πίναξ. ἵνα πάντες, μὴ τὸ μὲν ἐγὼ τὸ δ’ ἕτερος. Δρομέας δ’ ὁ παράσιτος τὸν ἐρωτήσαντα πότερον ἐν ἄστει βελτίω γίνεται δεῖπνα ἢ ἐν Χαλκίδι, τὸ προοίμιον εἶπε τῶν ἐν Χαλκίδι δείπνων χαριέστερον εἶναι τῆς ἐν ἄστει διασκευῆς, τὸ πλῆθος τῶν ὀστρέων
15καὶ τὴν ποικιλίαν προοίμιον εἰπὼν δείπνου. Δίφιλος δὲ παράγει μάγειρόν τινα ἐρωτῶντα· πόσοι τὸ πλῆθος οἱ κεκλημένοι καὶ οἱ Ἀττικοὶ πάντες. εἰπόντος δέ τινος, τί τοῦτο πρὸς σὲ τὸν μάγειρον, λέγει ὁ μάγειρος τῆς τέχνης ἡγεμονία τοῦτο τίς ἐστι τῶν ἐδουμένων τὰ στόματα προειδέναι. οἷον Ῥοδίους κέκληκας, εἰσιοῦσι δοὺς αὐτοῖς εὐθὺς ἀπὸ θερμοῦ τὴν μεγάλην
20σπάσαι, ἀποζέσας σίλουρον ἢ λεβίαν, ἐφ’ ᾧ χαρίῃ πολὺ μᾶλλον ἢ μυρρίνην προσεγχέας. ἀστεῖον ὁ σιλουρισμός. ἂν Βυζαντίους, ἀψινθίῳ δεῦσον ὅσα γ’ ἂν παρατίθῃς, κάθαλα ποίησον πάντα καὶ ἐσκοροδισμένα. διὰ γὰρ τὸ πλῆθος τῶν παρ’ αὐτοῖς ἰχθύων πάντες βλιχανώδεις εἰσὶ καὶ μεστοὶ λάπης. ὅτι ἐχρῶντο οἱ παλαιοὶ καὶ τοῖς εἰς ἀναστόμωσιν βρώμασιν ὡς ταῖς
25ἅλμασιν ἐλαίαις, ἃς κολυμβάδας καλοῦσιν. Ἀριστοφάνης γοῦν φησιν· ὦ πρεσβῦτα, πότερον φιλεῖς τὰς δρυπεπεῖς ἑταίρας ἢ τὰς ὑποπαρθένους ἁλμάδας ὡς ἐλαίας στιφράς; ἤσθιον δὲ καὶ τέττιγας καὶ κερκώπας ἀναστομώσεως χάριν. Ἀριστοφάνης· πρὸς θεῶν, ἐρᾷς τέττιγα φαγεῖν καὶ κερκώπην θηρευσαμένη καλάμῳ λεπτῷ. ἔστι δὲ ἡ κερκώπη ζῷον ὅμοιον τέττιγι καὶ
30τρυγονίῳ. Ἄλεξις· σοῦ δ’ ἐγὼ λαλιστέραν οὐπώποτ’ εἶδον οὔτε κερκώπην, γύναι, οὐ κίτταν, οὐκ ἀηδόνα, οὐ τρυγόνα, οὐ τέττιγα. ἤσθιον δι’ ἀναστό‐ μωσιν καὶ τὰς δι’ ὄξους καὶ νάπυος γογγυλίδας, δι’ ὧν, ὥς φησι Δίφιλος, τῶν πρεσβυτέρων ἀναστομοῦται τάχιστα ταἰσθητήρια τό τε νωκαρῶδες καὶ κατημβλυμμένον ἐσκέδασται καὶ γίνεται ἡδέως φαγεῖν.
35 Ἄλεξις δὲ τοὺς Ἀττικοὺς καὶ ὀρχεῖσθαί φησιν ὑποπίνοντας· τοῦτο γὰρ νῦν ἔστι σοι ἐν ταῖς Ἀθήναις ταῖς καλαῖς ἐπιχώριον· ἅπαντες ὄρχουντ’ εὐθύς, ἂν οἴνου μόνον ὀσμὴν ἴδωσι· συμφορὰν λέγεις· καὶ τοῖς μὲν
ἀγενείοις ἴσως ἔπεστί τις χάρις· ἀλλ’ ἐπὰν δὴ τὸν γόητα Θεόδοτον ἢ τόν·35 in vol. 2.1

2,1

36

ἴδω τὸν ἀνόσιον ἀναπήξαιμι ἂν αὐτὸν ἐπὶ τοῦ ξύλου λαβών. Ἀντιφάνης δέ φησιν· οὐχ ὁρᾷς ὀρχούμενον ταῖς χερσὶ τὸν βάκηλον; οὐδ’ αἰσχύνεται ὁ τὸν Ἡράκλειτον πᾶσιν ἐξηγούμενος, ὁ τὴν Θεοδέκτου μόνος ἀνευρηκὼς τέχνην, ὁ τὰ κεφάλαια συγγράφων Εὐριπίδῃ. καὶ Ἔριφος ὁ κωμικός·
5λόγος γάρ ἐστ’ ἀρχαῖος οὐ κακῶς ἔχων· οἶνον λέγουσι τοὺς γέροντας, ὦ πάτερ, πείθειν χορεύειν οὐ θέλοντας. Ἀττικὸν δὲ δεῖπνον οὐκ ἀχαρίστως διαγράφει Μάτρων ὁ παρῳδὸς λέγων· δεῖπνα μοι ἔννεπε, Μοῦσα, πολύτροφα καὶ μάλα πολλά, ἃ Ξενοκλῆς ῥήτωρ ἐν Ἀθήναις δείπνισεν ἡμᾶς. ἦλθον γὰρ κἀκεῖσε, πολὺς δέ μοι ἕσπετο λιμός. οὗ δὴ καλλίστους ἄρτους ἴδον
10ἠδὲ μεγίστους, λευκοτέρους χιόνος, ἐσθίειν δ’ ἀμύλοισιν ὁμοίους, τάων καὶ Βορέης ἠράσατο πεσσομενάων· αὐτὸς δὲ Ξενοκλῆς ἐπεπωλεῖτο στίχας ἀνδρῶν, στῆ δ’ ἄρ’ ἐπ’ οὐδὸν ἰών. σχεδόθεν δέ οἱ ἦν παράσιτος Χαιρεφόων, πεινῶντι λάρῳ ὄρνιθι ἐοικώς, νῆστις, ἀλλοτρίων εὖ εἰδὼς δειπνοσυνάων. τῷ δὲ μάγειροι μὲν φόρεον πλῆσάν τε τραπέζας, οἷς ἐπιτετράφαται μέγας
15οὔρανος ὀπτανιάων ἠμὲν ἐπισπεῦσαι δείπνου χρόνον ἠδ’ ἀναμεῖναι. ἐνθ’ ἄλλοι μὲν πάντες λαχάνοις ἐπὶ χεῖρας ἴαλλον, ἀλλ’ ἐγὼ οὐ πιθόμην, ἀλλ’ ἤσθιον εἴδατα πάντα, βολβοὺς ἀσπάραγόν τε καὶ ὄστρεα μυελόεντα, ὠμοτάριχον ἐῶν χαίρειν, Φοινίκιον ὄψον. αὐτὰρ ἐχίνους ῥῖψα καρηκομόωντας ἀκάνθαις· οἳ δὲ κυλινδόμενοι καναχὴν ἔχον ἐν ποσὶ παίδων ἐν καθαρῷ,
20ὅθι κύματ’ ἐπ’ ἠιόνος κλύζεσκε· πολλὰς δ’ ἐκ κεφαλῆς προθελύμνους εἷλκον ἀκάνθας. ἡ δὲ Φαληρικὴ ἦλθ’ ἀφύη, Τρίτωνος ἑταίρη, ἄντα παρειάων σχο‐ μένη ῥυπαρὰ κρήδεμνα. τοὺς δ’ ὁ Κύκλωψ ἐφίλει καὶ ἐν οὔρεσιν ἐξεπε‐ φύκει, πίννας ἦλθε φέρων καὶ ἄμυλα ἠχήεντα, ἃς κατὰ φυγότριχος πέτρης λευκὸν τρέφει ὕδωρ. ψῆττά τε χονδροφυὴς καὶ τρίγλη μιλτοπάρῃος.
25τῇ δ’ ἐγὼ ἐν πρώτοις ἐπέχον κρατερώνυχα χεῖρα, οὐδ’ ἔφθην τρώγειν, εἴασε Φοῖβος Ἀπόλλων. ὡς ἴδον Στρατοκλῆ, κρατερὸν μήστωρα φόβοιο, τρίγλης ἱπποδάμοιο κάρη μετὰ χερσὶν ἔχοντα, ἂψ δ’ ἑλόμην χάρμῃ, λαι‐ μὸν δ’ ἄπληστον ἄμυξα. ἦλθε δὲ Νηρῆος θυγάτηρ, Θέτις ἀργυρόπεζα, σηπίη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα, ἣ μόνη ἰχθὺς ἐοῦσα τὸ λευκὸν καὶ μέλαν
30οἶδε. καὶ Τιτυὸν εἶδον, λίμνης ἐρικυδέα γόγγρον, κείμενον ἐν λοπάδι· ὃ δ’ ἐπ’ ἐννέα κεῖτο τραπέζας· τῷ δὲ μετ’ ἴχνια βαῖνε θεὰ λευκώλενος ἰχθὺς ἔγχελυς, ἣ Διὸς εὔχετ’ ἐν ἀγκοίνῃσι μιγῆναι, ἐκ Κοιτῶν, ὅθεν ἐγχέλεων γένος ἀγροτεράων, παμμεγέθης, ἣν οὔ κε δύ’ ἀνέρες ἀθλητῆρες, οἷοι ἄρ’ Ἀστυάναξ τε καὶ Ἀντήνωρ ἐγένοντο, ῥηιδίως ἐπ’ ἄμαξαν ἀπ’ οὔδεος
35ὀχλίσειαν· τρισπίθαμοι γὰρ ταί γε καὶ ἐννεαπήχεες ἦσαν εὖρος, ἀτὰρ μῆκος γενέσθην ἐνεόργυιοι. πολλὰ δ’ ἄναντα κάταντα κατὰ στέγας ἦλθ’ ὁ μά‐ γειρος, σείων ὀψοφόρους πίνακας κατὰ δεξιὸν ὦμον. τῷ δ’ ἅμα τεσσεράκοντα
μέλαιναι χύτραι ἕποντο, αὐτὰρ ἐπ’ Εὔβοιαν λοπάδες τόσαι ἐστιχόωντο.36 in vol. 2.1

2,1

37

Ἶρις δ’ ἄγγελος ἦλθε ποδήνεμος, ὠκέα τευθίς, πέρκη τ’ ἀνθεσίχρως καὶ ὁ δημοτικὸς μελάνουρος, ὃς καὶ θνητὸς ἐὼν ἕπετ’ ἰχθύσιν ἀθανάτοισιν. οἴη δ’ αὖ θύννου κεφαλὴ θαλαμηιάδαο νόσφιν ἀφειστήκει, κεχολωμένη οὕνεκα τευχέων αἰρομένων· τὸ δὲ πῆμα θεοὶ θέσαν ἀνθρώποισι ῥίνην τὴν φιλέουσι
5περισσῶς τέκτονες ἄνδρες, τρηχεῖ’ ἀλλ’ ἀγαθὴ κουροτρόφος· οὐ γὰρ ἔγωγε ἧς σαρκὸς δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι. ὀπταλέος δ’ εἰσῆλθε πε‐ λώριος ἱππότης κεστρεὺς οὐκ οἶος· ἅμα τῷ γε δυώδεκα σαργοὶ ἕποντο. κυανόχρως δ’ ἀμίας ἐπὶ τοῖς μέγας, ὅς τε θαλάσσης πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς, καρῖδές θ’ αἳ Ζηνὸς Ὀλυμπίου εἰσὶν ἀοιδοί, αἳ δὴ γὰρ
10ἰδεῖν φυὴν ἔσαν, χρησταὶ δὲ πάσασθαι· χρύσοφρυς, ὃς κάλλιστος ἐν ἄλλοις ἵσταται ἰχθύς, κάραβος, ἀστακὸς αὖτε λιλαίετο θωρήσεσθαι ἐν μακάρων δείπνοις. τοῖς δαιτυμόνες χεῖρ’ ἐφέντες ἐν στόμασιν ἔθεσαν καὶ ἀπήγαγον ἄλλυδις ἄλλον. τῶν δ’ ἄρ’ ἔλοψ κρείων δουρικλυτὸς ἡγεμόνευεν, οὗ πλήρης περ ἐὼν κρατερῶς παλάμῃ ἐπορέχθην γεύσασθ’ ἱμείρων· τὸ δέ γ’ ἀμβροσίη
15μοι ἔδοξεν εἶναι, ἣν δαίονται μάκαρες θεοὶ αἰὲν ἐόντες. μύραιναν δ’ ἐπέθηκε φέρων τὸ κάλυμμα τραπέζης, ζώνην θ’, ἣν φορέεσκεν ἀγαλλομένη περὶ δειρήν, εἰς λέχος ἥνικ’ ἔβαινε Δρακοντιάδῃ μεγαθύμῳ. σάνδαλα δ’ αὖ παρέθηκεν ἀειγενῆ ἀθάνατα, ὧν βούγλωσσος ἔναιεν ἐν ἅλμῃ μορμυρούσῃ, κίχλας δ’ ἑξείης ἡβήτορας ὑψιπετήεις καὶ πέτρας κάτα βοσκομένας θυάδας θ’ ὑδατι‐
20νούς. ἐν δ’ ἀναμὶξ σαργοί τε καὶ ἵππουροι γλάνιές τε, μόρμυρος ἄντα δ’ ἦν, μεγάλη, σπάρος· οὓς ὁ μάγειρος σίζοντας παρέθηκε φέρων, κνίσσωσε δὲ δῶμα. τῶν δ’ ἔλεγε δαίνυσθαι· ἐμοὶ δέ γε θηλυτεράων εἶναι βρώματ’ ἔδοξ’ ἐπὶ δ’ ὥρμαινον ἐπ’ ἄλλα. κεῖτο δέ τις βάτις, ἧς οὐδεὶς ἥπτετο δείπνω, ἐν καθαρῷ ὅθι περ λοπάδων διεφαίνετο χῶρος. ἑξῆς κόσσυφος
25ἦλθε μόνος γεύσασθαι ἕτοιμος· οὐ μὴν οὐδ’ ἄρ’ ἄθικτος ἔην, πόθεον δὲ καὶ ἄλλοι. κωλῆν δ’ εἴσιδον πῶς ἔτρεμεν· ἐν δὲ σίναπυ κεῖτ’ ἀγχοῦ γλυκὺ πλείονα χρυσὸς ὢν ἀπερύκων. γευσάμενος δ’ ἔκλαιον, ὅτ’ αὔριον οὐκ ἔτι ταῦτα ὄψομαι, ἀλλά με τυρῷ δεῖ καὶ μάζῃ ὀτρηρῇ ... νηλὴς δ’ οὐχ ὑπέμεινε, βιάζετο γὰρ ῥαδέεσσι· δάμνα μιν ζωμός τε μέλας ἀκροκώλιά θ’ ἑφθά. παῖς
30δέ τις ἐκ Σαλαμῖνος ἄγε τρισκαίδεκα νήσσας, λίμνας ἐξ ἱερῆς, μάλα πίονας· ἃς ὁ μάγειρος θῆκε φέρων, ἵν’ Ἀθηναίων κατέκειντο φάλαγγες. Χαιρεφόων δ’ ἐνόησεν ἅμα πρόσω καὶ ὀπίσω ὄρνιθας γνῶναι καὶ ἐναίσιμα σιτίζεσθαι. ἤσθιε δ’ ὥστε λέων, παλάμῃ δ’ ἔχε τὸ σκέλος αὐτοῦ, ὄφρα οἱ οἴκαδ’ ἰόντι πάλιν ποτιδόρπιον εἴη. χόνδρος δ’ ἡδυπρόσωπος, ὃν Ἥφαιστος κάμεν ἕψων,
35Ἀττικῷ ἐν κεράμῳ πέττων τρισκαίδεκα μῆνας. αὔταρ ἐπεὶ δόρποιο μελί‐ φρονος ἐξ ἔρον ἕντο, χεῖρας νιψαμένοισιν ἀπ’ ὠκεανοῖο ῥοάων ὡραῖος παῖς ἦλθε φέρων μύρον ἠρινὸν ἡδύ, ἄλλος δ’ αὖ στεφάνους ἐπιδέξια πᾶσιν ἔδωκεν,
οἳ ῥόδον ἀμφεπλέκοντο διάνδιχα κοσμηθέντες. κρητὴρ δὲ Βρομίου ἐκεράννυτο,37 in vol. 2.1

2,1

38

πίνετο δ’ οἶνος Λέσβιος, οὗ δὴ πλεῖστον ἀνὴρ ὑπὲρ ἄνδρα πεπώκει. δεύτεραι αὖτε τράπεζαι ἐφωπλίζοντο γέμουσαι· ἐν δ’ αὐταῖσιν ἐπῆν ἄπιοι καὶ πίονα μῆλα, ῥοαί τε σταφυλαί τε, θεοῦ Βρομίοιο τιθῆναι, πρόσφατος ἥν θ’ ἁμά‐ μυξυν ἐπίκλησιν καλέουσι. τῶν δ’ ἐγὼ οὐδενὸς ἦσθον ἁπλῶς, μεστὸς δ’ ἀνε‐
5κείμην. ὡς δὲ ἴδον ξανθόν, γλυκερόν, μέγαν ἔγκυκλον, ἄνδρες, Δήμητρος παῖδ’ ὀπτὸν ἐπεισελθόντα πλακοῦντα, πῶς ἂν ἔπειτα πλακοῦντος ἐγὼ θείου ἀπεχοίμην; οὐδ’ εἴ μοι δέκα μὲν χεῖρες, δέκα δὲ στόματ’ εἶεν, γαστὴρ δ’ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη. πόρναι δ’ εἰσῆλθον, κοῦραι δύο θαυ‐ ματοποιοί, ἃς Στρατοκλῆς ἤλαυνε ποδώκεας ὄρνιθας ὥς. Ἄλεξις δέ πού
10φησιν ἐπισκώπτων τὰ Ἀττικὰ δεῖπνα· οὐκ Ἀττικηρῶς οὐδ’ ἀπηκριβωμένως ἕκαστον αὐτοῖς παρατιθέντα μεγαλείως δέ. ὅτι εὐτράπεζοι οἱ Θετταλοί· Ἔριφος· τάδ’ οὐ Κόρινθος οὔτε Λαίς, ὦ Σύρε, οὐδ’ εὐτραπέζων Θετταλῶν χείρ. ἄλλος δέ τίς φησιν τοὺς Ἀθη‐ ναίους, ὅταν τοῖς Διοσκούροις ἐν πρυτανείῳ ἄριστον προτιθῶνται, ἐπὶ τῶν
15τραπεζῶν τιθέναι τυρὸν καὶ φυστὴν δρυπεπεῖς τ’ ἐλάας καὶ πράσα, ὑπό‐ μνησιν ποιουμένους τῆς ἀρχαίας ἀγωγῆς. Σόλων δὲ τοῖς ἐν πρυτανείῳ σιτουμένοις μᾶζαν παρέχειν κελεύει, ἄρτον δὲ ταῖς ἑορταῖς προσπαρατιθέναι, μιμούμενος τὸν Ὅμηρον. καὶ γὰρ ἐκεῖνος τοὺς ἀριστεῖς συνάγων πρὸς τὸν Ἀγαμέμνονα, φύρετο δ’ ἄλφιτα, φησίν. Χρύσιππος δέ φησιν· ἐν Ἀθήναις
20ἱστοροῦσιν οὐ πάνυ ἀρχαίων δυεῖν γινομένων δείπνων ἐν Λυκείῳ τε καὶ Ἀκαδημίᾳ, τοῦ μὲν εἰς τὴν Ἀκαδημίαν εἰσενέγκαντος ὀψοποιοῦ λοπάδα πρὸς ἑτέραν τινὰ χρείαν, τὸν κέραμον κατᾶξαι πάντας τοὺς ἱεροποίους ὡς μακρόθεν οὐκ ἀστείας παρεισδύσεως γινομένης, δέοντος ἀπέχεσθαι τούτων μακρόθεν· τὸν δ’ ἐν τῷ Λυκείῳ κρέας ταριχηρὸν εἰς τάριχος διασκευάσαντα
25μαστιγωθῆναι ὡς παρασοφιζόμενον πονηρῶς. Πλάτων δ’ ἐν δευτέρῳ Πολιτείας οὕτως ἑστίᾳ τοὺς αὐτοῦ νεοπολίτας, γράφων· ἄνευ ὄψου, ὡς ἔοικας, ποιεῖς τοὺς ἄνδρας ἑστιωμένους. ἀληθῆ, ἦν δ’ ἐγώ, λέγεις· ἐπελαθόμην, ὅτι καὶ ὄψον ἕξουσιν, ἅλας τε δηλονότι καὶ ἐλαίας καὶ τυρὸν καὶ βολβοὺς καὶ λάχανά γε οἷα ἐν ἀγροῖς ἑψήματα ἑψήσονται. καὶ τραγήματά που παρα‐
30θήσομεν αὐτοῖς τῶν τε σύκων καὶ ἐρεβίνθων καὶ κυάμων, καὶ μύρτα καὶ φηγοὺς σποδιοῦσι πρὸς τὸ πῦρ μετρίως ὑποπίνοντες. καὶ οὕτως διάγοντες τὸν βίον ἐν εἰρήνῃ μετὰ ὑγιείας, ὡς εἰκός, γηραιοὶ τελευτῶντες ἄλλον τοι‐ οῦτον βίον τοῖς ἐκγόνοις παραδώσουσι. ὅτι Παυσανίας ἰδὼν τὴν Μαρδονίου παρασκευὴν ἣν αὐτῷ Ξέρξης φεύγων
35κατέλιπε χρυσῷ καὶ ἀργύρῳ καὶ πετάσμασι ποικίλοις κατεσκευασμένην ἐκέλευε τοὺς ἀρτοποιοὺς καὶ ὀψοποιοὺς κατὰ ταὐτὰ καθὼς Μαρδονίῳ δεῖπνον παρασκευάσαι. ποιησάντων δὲ τούτων τὰ κελευσθέντα, ὁ Παυσανίας ἰδὼν
κλίνας χρυσῷ καὶ ἀργύρῳ ἐστρωμένας καὶ τραπέζας ἀργυρᾶς καὶ παρα‐38 in vol. 2.1

2,1

39

σκευὴν μεγαλοπρεπῆ δείπνου ἐκπλαγεὶς ἐκέλευσεν ἐπὶ γέλωτι τοῖς ἑαυτοῦ διακόνοις παρασκευάσαι Λακωνικὸν δεῖπνον. καὶ παρασκευασθέντος γελάσας ὁ Πανσανίας μετεπέμψατο τῶν Ἑλλήνων τοὺς στρατηγοὺς καὶ ἐλθόντων ἐπιδείξας ἑκατέρου τῶν δείπνων τὴν παρασκευὴν εἶπεν· ἄνδρες Ἕλληνες,
5ὁρᾶτε τοῦ Μήδων ἡγεμόνος τὴν ἀφροσύνην, ὃς τοιαύτην δίαιταν ἔχων ἦλθεν ὡς ἡμᾶς οὕτω ταλαίπωρον ἔχοντας. ἱστορεῖ Ἡρόδοτος. φασὶ δέ ποτε καὶ ἄνδρα Συβαρίτην ἐπιδημήσαντα τῇ Σπάρτῃ καὶ συνεστιαθέντα ἐν τοῖς φειδιτίοις εἰπεῖν· εἰκότως ἀνδρειότατοι πάντων εἰσὶ Λακεδαιμόνιοι. ἕλοιτο γάρ τις εὖ φρονῶν μυριάκις ἀποθανεῖν ἢ οὕτως εὐτελοῦς διαίτης
10μεταλαβεῖν. Κρατῖνος δὲ περὶ τούτων φησίν· ἐν ταῖς λέσχαισι φύσκαι προσπεπατταλευμέναι κατακρέμανται τοῖς πρεσβύταισιν ἀποδάκνειν ὀδάξ. ὅτι ἡ κοπὶς ἑορτή ἐστι παρὰ Λακεδαιμονίοις ἐν ᾗ θύουσιν αἶγας, ἄλλο δ’ οὐδὲν ἱερεῖον· καὶ τῶν κρεῶν διδόασι μοίρας πᾶσι καὶ τοῖς ἐπιδημήσασι ξένοις καὶ τὸν καλούμενον φυσίκιλλον, ὅς ἐστι ἀρτίσκος ἐγκρίδι παρα‐
15πλήσιος, γογγυλώτερος τὴν ἰδέαν. καὶ τυρὸν χλωρὸν καὶ γαστρὸς καὶ φύσκης τόμον καὶ τραγήματα σῦκά τε ξηρὰ καὶ κυάμους καὶ φασήλους χλωρούς. κοπίζει δὲ τῶν Σπαρτιατῶν ὁ βουλόμενος. ἑορτάζουσι δὲ καὶ τὰ καλούμενα τιθήνια ὑπὲρ τῶν παίδων· κομίζουσι γὰρ αἱ τιτθαὶ τὰ ἄρρενα παιδία κατὰ τὸν καιρὸν τοῦτον εἰς ἀγορὰν παρὰ τὴν Κορυθαλίαν Ἄρτεμιν. θύουσι δὲ
20καὶ γαλαθηνοὺς ὀρθραγορίσκους καὶ παρατιθέασιν ἐν τῇ θοίνῃ τοὺς ἰπνίτας ἄρτους. ὅτι ἄικλον ὑπὸ τῶν Δωριέων καλεῖται τὸ δεῖπνον. ὅτι τὸν γραμματικὸν Δίδυμον Δημήτριος ὁ Τροιζήνιος καλεῖ βιβλιολάθαν διὰ τὸ πλῆθος ὧν ἐκδέδωκε συγγραμμάτων· ἔστι γὰρ τρισχίλια πρὸς τοῖς πεντακοσίοις. ὅτι τὴν τῶν Ὑακινθίων θυσίαν οἱ Λάκωνες ἐπὶ τρεῖς
25ἡμέρας συντελοῦσι καὶ διὰ τὸ πένθος τὸ γενόμενον περὶ τὸν Ὑάκινθον οὔτε στεφανοῦνται ἐπὶ τοῖς δείπνοις οὔτε ἄρτον εἰσφέρουσιν, ἀλλὰ πέμματα καὶ τὰ τούτοις ἀκόλουθα διδόασι καὶ τὸν εἰς τὸν θεὸν παιᾶνα οὐκ ᾄδουσι καὶ μετ’ εὐταξίας πολλῆς δειπνήσαντες ἀπέρχονται. τῇ δὲ μέσῃ τῶν τριῶν ἡμερῶν γίνεται θέα ποικίλη καὶ πανήγυρις ἀξιόλογος· παῖδες τε γὰρ κι‐
30θαρίζουσιν ἐν χιτῶσιν ἀνεζωσμένοι καὶ πρὸς αὐλὸν ᾄδοντες καὶ πάσας ἅμα τῷ πλήκτρῳ τὰς χορδὰς ἐπιτρέχοντες ἐν ῥυθμῷ μὲν ἀναπαίστῳ, μετ’ ὀξέος δὲ τόνου τὸν θεὸν ᾄδουσιν· ἄλλοι δ’ ἐφ’ ἵππων κεκοσμημένοι τὸ θέατρον διεξέρχονται· χόροι τε νεανίσκων παμπληθεῖς εἰσέρχονται καὶ τῶν ἐπιχωρίων τινὰ ποιημάτων ᾄδουσιν, τῶν δὲ παρθένων αἳ μὲν ἐπὶ κανάθρων καμαρωτῶν
35ξυλίνων ἁρμάτων φέρονται πολυτελῶς κατεσκευασμένων, αἳ δ’ ἐφ’ ἁμίλλαις ἁρμάτων ἐζευγμένων πομπεύουσιν, ἅπασα δ’ ἐν κινήσει καὶ χαρᾷ τῆς θεωρίας ἡ πόλις καθέστηκεν. ἱερεία δὲ παμπληθῆ θύουσι τὴν ἡμέραν ταύτην καὶ
δειπνίζουσιν οἱ πολίται πάντας τοὺς γνωρίμους καὶ τοὺς δούλους τοὺς39 in vol. 2.1

2,1

40

ἰδίους· οὐδεὶς δ’ ἀπολείπει τὴν θυσίαν, ἀλλὰ κενοῦσθαι συμβαίνει τὴν πόλιν πρὸς τὴν θεάν. ὅτι βάρακες παρὰ Φιλυλλίῳ σημαίνουσι τὰς ἐν τοῖς κοπίσι μάζας καὶ οὐ τολύπας, ὡς Λυκόφρων νοεῖ, οὐδὲ προφυράματα μαζῶν ὡς Ἐρατοσθένης· ἔστι δὲ ἡ κοπὶς ἡ Λακωνική, ὥς φησι Μόλπις, δεῖπνον,
5μάζα, ἄρτος, κρέας, λάχανον ὠμόν, ζωμός, σῦκον, θερμός. ἀλλὰ μὴν οὐδ’ ὀρθαγορίσκοι λέγονται, ὥς φησι Πολέμων, οἱ γαλαθηνοὶ χοῖροι, ἀλλ’ ὀρθρα‐ γορίσκοι, ἐπεὶ πρὸς τὸν ὄρθρον πιπράσκονται. ὅτι ἐπάικλα ἐλέγετο τὰ ἐπὶ τοῖς φειδιτίοις ἐπιχορηγήματα ἢ γοῦν μετὰ τὸ δεῖπνον τραγήματα. ἦσαν δὲ ἄλφιτα ἐλαίῳ δεδευμένα καὶ ψαιστὰ ἐν
10φύλλοις δάφνης παρ’ ὃ καὶ καμματίδες μὲν αὐτὰ τὰ φύλλα, τὰ δὲ ψαιστὰ κάμματα. ὅτι δὲ ἔθος ἦν τοῖς πάλαι καὶ φύλλα δάφνης τραγη‐ ματίζεσθαι Καλλίας λέγει ἢ Διοκλῆς. Μόλπις δὲ καὶ ματτύην φησὶ τὰ ἐπάικλα καλεῖσθαι. ὅτι ἐν τῷ φειδιτίῳ δείπνῳ ὄψον ἀεί ποτε πάρεστι τὸ αὐτὸ πᾶσιν, ὕειον κρέας ἑφθόν, καὶ παρὰ τοῦτο πλέον οὐδὲν πλὴν ὅ γε
15ἀπὸ τούτου ζωμὸς ἱκανὸς ὢν παρὰ πᾶν τὸ δεῖπνον ἅπαντας αὐτοὺς πα‐ ραπέμπειν, κἂν ἄρα ἐλάα τις ἢ τυρὸς ἢ σύκον, κἄν τι λάβωσιν ἐπιδόσιμον, ἰχθὺν ἢ λαγὼν ἢ φάτταν. εἶτ’ ὀξέως ἤδη δεδειπνηκόσιν ὕστερα περιφέρεται τὰ ἐπάικλα καλούμενα. ἱστορεῖ Δικαίαρχος· συμφέρει δ’ ἕκαστος εἰς τὸ φειδίτιον ἀλφίτων μὲν ὡς τρία μάλιστα ἡμιμέδιμνα Ἀττικά, οἴνου δὲ
20χοεῖς ἕνδεκά τινας ἢ δώδεκα, παρὰ δὲ ταῦτα τυροῦ σταθμόν τινα καὶ σύκων, ἔτι δὲ εἰς ὀψωνίαν περὶ δέκα τινὰς Αἰγιναίους ὀβολούς. Σφαῖρος δέ φησι· φέρουσι δὲ καὶ ἐπάικλα αὐτοῖς οἱ φειδίται καὶ τῶν ἀγρευομένων ὑπ’ αὐτῶν ἐνίοτε οἱ πολλοί, οὐ μὴν ἀλλ’ οἵ γε πλούσιοι καὶ ἄρτον καὶ ὧν ἂν ὥρα ἐκ τῶν ἀγρῶν. Μόλπις δέ φησι· μετὰ δὲ τὸ δεῖπνον εἴωθεν ἀεί
25τι παρά τινος κομίζεσθαι, ἐνίοτε δὲ καὶ κατ’ οἶκον ἠρτυμένην ματτύην, ὃ καλοῦσιν ἐπάικλον. οὐδεὶς δὲ οὐδὲν ἀγοράσας φέρει· οὔτε γὰρ ἡδονῆς οὐτ’ ἀκρασίας γαστρὸς ἕνεκα κομίζουσι, ἀλλὰ τῆς αὐτῶν ἀρετῆς ἀπόδειξιν τῆς κατὰ θήραν ποιούμενοι. πολλοὶ δὲ καὶ ποίμνια τρέφοντες ἀφθόνως μεταδιδόασι τῶν ἐκγόνων. ἔστι δ’ ἡ ματτύα φάτται, χῆνες, τρύγονες, κίχλαι,
30κόσσυφοι, λαγῴ, ἄρνες, ἔριφοι. οἱ δὲ μάγειροι σημαίνουσι τοὺς ἀεί τι κο‐ μίζοντας, ἵνα πάντες ἴδωσι τὴν τῆς θήρας φιλοπονίαν καὶ τὴν εἰς αὐτοὺς ἐκτένειαν. Δημήτριος δ’ ὁ Σκήψιος τὴν τῶν Καρνίων παρὰ Λακεδαιμονίοις ἑορτὴν μίμημά φησιν εἶναι στρατιωτικῆς ἀγωγῆς. τόπους μὲν γὰρ εἶναι ἐννέα τῷ ἀριθμῷ, σκιάδες δὲ οὗτοι καλοῦνται, σκηναῖς ἔχοντές τι παρα‐
35πλήσιον· καὶ ἐννέα καθ’ ἕκαστον ἄνδρες δειπνοῦσι πάντα τε ἀπὸ προστάγματος κηρύσσεται καὶ γίνεται ἡ ἑορτὴ ἐφ’ ἡμέρας ἐννέα. τὴν δὲ τῆς διαίτης σκληρότητα ὕστερον οἱ Λάκωνες καταλύσαντες ἐξώκειλαν εἰς τρυφήν, οὔτε
θέλοντες ἥκειν εἰς τὰ φειδίτια κατὰ τὸ πάτριον ἔθος, καὶ εἰ ἔλθοιεν ἐν40 in vol. 2.1

2,1

41

στρωμναῖς πολυτελῶς ἠσκημέναις ἀνακείμενοι οὕτως τῇ ποικιλίᾳ διαφόρως ὡς τῶν ξένων ἐνίους τῶν παραληφθέντων ὀκνεῖν τὸν ἀγκῶνα ἐπὶ τὰ προσκε‐ φάλαια ἐρείδειν. οἱ δὲ πρότερον ἐπὶ τοῦ κλιντηρίου ψιλοῦ διεκαρτέρουν τῆς κλίνης παρ’ ὅλην τὴν συνουσίαν, ὅτε τὸν ἀγκῶνα ἅπαξ ἐρείσειαν. ἦρξαν δὲ
5τῆς τοιαύτης βλακείας οἱ μικρὸν πρὸ Κλεομένους βασιλεύσαντες Ἄρευς καὶ Ἀκρότατος αὐλικὴν ἐξουσίαν ζηλώσαντες· οὓς τοσοῦτον αὖθις ὑπερῆράν τινες τῶν ἰδιωτῶν τῇ πολυτελείᾳ, ὡς δοκεῖν τὸν Ἄρεα καὶ Ἀκρότατον εὐτελείᾳ πάντας ὑπερβεβηκέναι τοὺς ἀφελεστάτους τῶν πρότερον. Κλεομένης δὲ πολὺ διενέγκας τῷ συνιδεῖν πράγματα καίτοι νέος ὢν ἀφελὴς τὴν δίαιταν
10γέγονε. πρεσβειῶν οὖν πολλῶν πρὸς αὐτὸν ἀφικομένων οὐδέποτε πλεῖον πεντακλίνου διεστρώννυτο· ὅτε δὲ μὴ παρείη πρεσβεία, τρίκλινον. καὶ πρό‐ σταγμα οὐκ ἐγίνετο τίς κατακλιθήσεται πρῶτος, ἀλλ’ ὁ πρεσβύτερος ἡγεῖτο ἐπὶ τὰς κλίνας, εἰ μή τιν’ αὐτὸς προσκαλέσαιτο. κατελαμβάνετο ἐπὶ τὸ πολὺ μετὰ τοῦ ἀδελφοῦ κατακείμενος ἢ μετά τινος τῶν ἡλικιωτῶν. πιεῖν
15δὲ οὐ προσεφέρετο, εἰ μή τις αἰτήσει. ᾔτουν δὲ, ὅτε προσνεύσειεν ἐκεῖνος. τὰ δὲ παρατιθέμενα ἐπὶ τραπεζίου ἦν τοῦ τύχοντος, τὰ δὲ λοιπὰ ὥστε μὴ ὑπεραίρειν μήτε λείπειν· οὔτε γὰρ ὡς ἐν τοῖς φειδιτίοις ᾤετο δέχεσθαι ζωμῷ καὶ κρεᾳδίοις ἀφελῶς οὔτε πάλιν ὑπερτείνειν ὡς εἰς τὸ μηδὲν δαπα‐ νᾶν. τὸ μὲν γὰρ ἀνελεύθερον ἐνόμιζε, τὸ δ’ ὑπερήφανον. ὁ δ’ οἶνος ἦν μικρῷ
20βελτίων, ὅτε παρείησάν τινες. ἐπεὶ δὲ δειπνήσειαν, ἐσιώπων πάντες, ἀκρό‐ αμα δὲ οὐδὲν οὐδέποτε παρεφέρετο, διετέλει δ’ αὐτὸς προσομιλῶν πρὸς ἕκαστον καὶ πάντας ἐκκαλούμενος εἰς τὸ τὰ μὲν ἀκούειν, τὰ δὲ λέγειν αὐτούς, ὥστε τεθηρευμένους ἀποτρέχειν ἅπαντας. περὶ δὲ Κρητικῶν συμποσίων Δωσιάδης φησίν· ἕκαστος τῶν γινομένων
25καρπῶν ἀναφέρει τὴν δεκάτην εἰς τὰς ἑταιρίας, αἳ καλοῦνται ἀνδρεῖα, καθ’ ἃς διῄρηντο οἱ πολῖται. τῶν δὲ δούλων ἕκαστος Αἰγιναῖον φέρει στατῆρα κατὰ κεφαλήν. τὴν δὲ ἐπιμέλειαν ἔχει τοῦ συσσιτίου γυνὴ τρεῖς ἢ τέσσα‐ ρας τῶν δημοτικῶν προσειληφυῖα πρὸς τὰς ὑπηρεσίας. ἑκάστῳ δ’ αὐτῶν ἀκολουθοῦσι δύο θεράποντες ξυλοφόροι, οὓς καλοῦσι καλοφόρους. εἰσὶ δὲ
30πανταχοῦ κατὰ τὴν Κρήτην οἶκοι δύο ταῖς συσσιτίαις, ὧν τὸν μὲν καλοῦσιν ἀνδρεῖον, τὸν δ’ ἄλλον, ἐν ᾧ τοὺς ξένους κοιμίζουσι, κοιμητήριον. κατὰ δὲ τὸν συσσιτικὸν οἶκον πρῶτον μὲν κεῖνται δύο τράπεζαι ξενικαὶ καλούμεναι, αἷς προσκαθίζουσι τῶν ξένων οἱ παρόντες· ἑξῆς δ’ εἰσὶν αἱ τῶν ἄλλων. παρα‐ τίθεται δὲ τῶν παρόντων ἴσον μέρος ἑκάστῳ, τοῖς δὲ νεωτέροις ἥμισυ δίδοται
35κρέως, τῶν δ’ ἄλλων οὐδενὸς ἅπτονται. εἶτα ποτήριον ἐν ἑκάστῃ τραπέζῃ παρατίθεται κεκραμένον ὑδαρῶς· τοῦτο κοινῇ πάντες πίνουσιν οἱ κατὰ τὴν κοινὴν τράπεζαν, καὶ δειπνήσασιν ἄλλο παρατίθεται. τοῖς δὲ πᾶσι κοινὸς
κέκραται κρατήρ. τοῖς δὲ πρεσβυτέροις, ἐὰν βούλωνται πλεῖον πιεῖν, ἐξουσία41 in vol. 2.1

2,1

42

δίδοται. ἀπὸ δὲ τῆς τραπέζης τὰ βέλτιστα τῶν παρακειμένων ἡ προεστηκυῖα τῆς συσσιτίας γυνὴ φανερῶς ἀφαιροῦσα παρατίθησι τοῖς κατὰ πόλεμον ἢ σύνεσιν δεδοξασμένοις. ἀπὸ δὲ τοῦ δείπνου εἰώθασι βουλεύεσθαι περὶ τῶν κοινῶν, εἶτα μέμνηνται τῶν κατὰ πόλεμον πράξεων καὶ τοὺς γενομένους
5ἄνδρας ἀγαθοὺς ἐπαινοῦσι, προτρεπόμενοι τοὺς νέους εἰς ἀνδραγαθίαν. Πυρ‐ γίων δέ φησι καὶ ὅτι οἱ νεώτατοι αὐτῶν ἐφεστᾶσι διακονοῦντες. καὶ ὅτι μετ’ εὐφημίας σπείσαντες μερίζουσι τὰ παρατιθέμενα· ἀπονέμουσι δὲ καὶ τοῖς υἱοῖς κατὰ τὸν θᾶκον τοῦ πατρὸς ὑφιζάνουσιν ἐξ ἡμισείας τῶν τοῖς ἀνδράσι παρατιθεμένων. τοὺς δ’ ὀρφανοὺς ἰσομερεῖς εἶναι. Ἡρόδοτος δὲ συγ‐
10κρίνων τὰ Περσικὰ πρὸς τὰ τῶν Ἑλλήνων συμπόσιά φησιν· ἡμέρην Πέρσαι ἁπασέων μάλιστα ἐκείνην τιμᾶν νομίζουσι τῇ ἕκαστος ἐγένετο. ἐν τῇ οἱ εὐδαίμονες βοῦν καὶ ὄνον καὶ ἵππον καὶ κάμηλον προτιθέαται ὅλους ὀπτοὺς ἐν καμίνοις· οἱ δὲ πένητες αὐτῶν τὰ λεπτὰ τῶν προβάτων προτίθενται. σίτοισί τε ὀλίγοισι χρέονται, ἐπιφορήμασι τε πολλοῖσι. διὰ τοῦτό φασι
15Πέρσαι τοὺς Ἕλληνας σιτεομένους πεινῶντας παύεσθαι, ὅτι σφίσιν ἀπὸ δείπνου παραφέρεται οὐδὲν λόγου ἄξιον. εἰ δέ τι παραφέροιτο, ἐσθίοντας ἂν οὐ παύεσθαι. οἴνῳ δὲ κάρτα προσκέαται· καί σφιν οὐκ ἐμέσαι ἔξεστιν, οὐκ οὐρῆσαι ἄντιον ἄλλου. μεθυσκόμενοι δὲ εἰώθασι βουλεύεσθαι τὰ σπουδαιότατα· τὸ δ’ ἂν ἅδῃ σφίσι βουλευομένοισι, τοῦτο τῇ ὑστεραίᾳ νήφουσι προτιθεῖ ὁ
20στεγέαρχος. καὶ ἢν μὲν ἅδῃ καὶ νήφουσι, χρέονται αὐτῷ, εἰ δὲ μὴ, μετίησιν. τὰ δ’ ἂν νήφοντες προβουλεύσωνται, μεθυσκόμενοι ἐπιγινώσκουσι. ὅτι τῷ μὲν Πέρσῃ πάσαν γῆν περιέρχονταί, φησι Ξενοφῶν, μαστεύοντες τί ἂν ἡδέως πίοι, μύριοι δὲ τεχνῶνται τί ἂν ἡδέως φάγοι· ὅπως γε μὴν καταδάρθοι οὐδ’ ἂν εἴποι τις ὅσα πραγματεύονται. Ἀγησίλαος δὲ διὰ τὸ
25φιλόπονος εἶναι πᾶν μὲν τὸ παρὸν ἡδέως ἔπινε, πᾶν δὲ τὸ συντυχὸν ἡδέως ἤσθιεν. εἰς δὲ τὸ ἀσμένως κοιμηθῆναι πᾶς τόπος ἱκανὸς ἦν αὐτῷ. καὶ ἐν Ἱέρωνι δὲ ὁ Ξενοφῶν φησιν· οἶδα, ὦ Σιμωνίδη, ὅτι τούτῳ κρίνουσιν οἱ πλεῖστοι ἥδιον ἡμᾶς καὶ πιεῖν καὶ ἐσθίειν τῶν ἰδιωτῶν ὅτι δοκοῦσι καὶ αὐτοὶ ἥδιον ἂν δειπνῆσαι τὸ ἡμῖν παρατιθέμενον δεῖπνον ἢ τούτοις. τὸ γὰρ τὰ
30εἰωθότα ὑπερβάλλειν, τοῦτο παρέχει τὰς ἡδονάς. διὸ καὶ πάντες ἄνθρωποι ἡδέως προσδέχονται τὰς ἑορτάς, ἀλλ’ οὐχ οἱ τύραννοι. ἔκπλεῳ γὰρ αὐτοῖς αἰεὶ παρεσκευασμένοι οὐδεμίαν ἐν ταῖς ἑορταῖς ἐπίδοσιν ἔχουσιν αἱ τράπεζαι· ὥστε πρῶτον ταύτῃ τῇ εὐφροσύνῃ τῆς ἐλπίδος μειονεκτοῦσι τῶν ἰδιωτῶν. ἔπειτα ὅσῳ ἂν πλείω τις παραθῆται τῶν ἱκανῶν τὰ περιττά, τοσούτῳ καὶ
35θᾶσσον μᾶλλον κόρος ἐμπίπτει τῆς ἐδωδῆς. ὥστε καὶ τῷ χρόνῳ τῆς ἡδονῆς μειονεκτεῖ ὁ παρατιθέμενος πολλὰ τῶν μετρίως διαιτωμένων. Θεόφραστος δέ φησι τοὺς Περσῶν βασιλεῖς τοῖς ἐφευρίσκουσι καινήν τινα ἡδονὴν προ‐
κηρύττειν ἀργυρίου πλῆθος. Θεόφραστος δέ φησι βασιλέα Παφλαγόνων42 in vol. 2.1

2,1

43

τινα ἑκατὸν πάντα παρατίθεσθαι δειπνοῦντα ἐπὶ τὴν τράπεζαν ἀπὸ βοῶν ἀρξάμενον· καὶ ἀναχθέντα αἰχμάλωτον εἰς βασιλέα καὶ ἐν φυλακῇ ὄντα πάλιν τὰ αὐτὰ παρατίθεσθαι ζῶντα λαμπρῶς. διὸ ἀκούσαντα Ἀρταξέρξην εἰπεῖν, ὅτι οὕτως αὐτῷ δοκεῖ ζῆν ὡς ταχέως ἀπολούμενος. φησὶ δὲ καὶ
5ὅτι ὅταν εἰς τινας ἀφίκηται τῶν ἀρχομένων ὁ βασιλεύς, δαπανᾷ εἰς τὸ δεῖπνον αὐτοῦ εἴκοσι τάλαντα, πότε δὲ καὶ τριάκοντα· οἳ δὲ καὶ πολὺ πλείω δαπανῶσιν. ἑκάσταις γὰρ τῶν πόλεων κατὰ τὸ μέγεθος ὥσπερ ὁ φόρος καὶ τὸ δεῖπνον ἐκ παλαίου τεταγμένον ἐστίν. Ἡρακλείδης δ’ ὁ Κυμαῖός φησιν· οἱ θεραπεύοντες τοὺς Περσῶν βασιλεῖς δειπνοῦντας λελουμένοι δια‐
10κονοῦσιν ἐσθῆτας λευκὰς ἔχοντες. τῶν δὲ συνδείπνων αὐτοῦ οἳ μὲν ἔξω δειπνοῦσιν, οὓς καὶ ὁρᾶν ἔξεστι τῷ βουλομένῳ, οἳ δὲ εἴσω μετὰ βασιλέως. καὶ οὗτοι δὲ οὐ συνδειπνοῦσιν αὐτῷ, ἀλλ’ ἔστιν οἰκήματα δύο καταντικρὺ ἀλλήλων, ἐν ᾧ ὁ βασιλεὺς τὸ ἄριστον ποιεῖται καὶ ἐν ᾧ οἱ σύνδειπνοι· καὶ ὁ βασιλεὺς ἐκείνους ὁρᾷ διὰ τοῦ παρακαλύμματος τοῦ ἐπὶ θύρᾳ, ἐκεῖνοι
15δ’ αὐτὸν οὐχ ὁρῶσιν. ποτὲ δὲ ἐν ἑορταῖς ἐν τῷ μεγάλῳ οἴκῳ πάντες συν‐ δειπνοῦσι τῷ βασιλεῖ, ὅταν δὲ πότον ποίῃ, ποιεῖται δὲ πολλάκις, συμ‐ πόται αὐτῷ εἰσιν ὡς μάλιστα δώδεκα πρὸς τῶν εὐνούχων καλούμενοι. καὶ οἳ μὲν κάθηνται χαμαί, ὃ δ’ ἐπὶ κλίνης χρυσόποδος κατάκειται. καὶ ὑπερ‐ μεθυσθέντες ἀπέρχονται. τὰ δὲ πλεῖστα ὁ βασιλεὺς μόνος ἀριστᾷ καὶ
20δειπνεῖ. ἐνίοτε δὲ καὶ ἡ γυνὴ αὐτῷ συνδειπνεῖ καὶ τῶν υἱῶν ἔνιοι. καὶ παρὰ τὸ δεῖπνον ᾄδουσι καὶ ψάλλουσιν αἱ παλλακαὶ αὐτῷ καὶ μία μὲν ἐξάρχει, αἱ δὲ ἄλλαι ἁθρόως ᾄδουσι. τὸ δὲ δεῖπνον αὐτῷ οἰκονομικῶς καὶ ἀκριβῶς συντέτακται, εἰ καὶ ἀκούσαντι μεγαλοπρεπὲς εἶναι δόξει. ἔστι μὲν γὰρ βασιλεῖ χίλια ἱερεῖα τῆς ἡμέρας κατακοπτόμενα· τούτων δ’ εἰσὶ
25καὶ ἵπποι καὶ κάμηλοι καὶ βόες καὶ ὄνοι καὶ ἔλαφοι καὶ τὰ πλεῖστα πρόβατα. πολλοὶ δὲ καὶ ὄρνιθες ἀναλίσκονται καὶ στρουθοὶ Ἀράβιοι, ἔστι δὲ τὸ ζῷον μέγα, καὶ χῆνες καὶ ἀλεκτρύονες. καὶ μέτρια μὲν τοῖς συνδείπνοις παρατίθεται, ἃ καὶ ἀποφέρεται ἕκαστος. τὰ δὲ πλεῖστα τοῖς δορυφόροις καὶ πελτασταῖς ἐκφέρεται εἰς τὴν αὐλήν· ὥσπερ δὲ οἱ μισθοφόροι ἐν τῇ
30Ἑλλάδι μισθὸν ἀργύριον λαμβάνουσιν, οὕτως οὗτοι τὰ σιτία παρὰ τοῦ βασιλέως εἰς ὑπόλογον λαμβάνουσιν. οὕτω δὲ καὶ τοῖς ἄλλοις Πέρσαις τοῖς ἐν δυναστείᾳ τὰ ἀπὸ τῆς τραπέζης παραλειπόμενα ὁ τῆς τραπέζης ἐπιμελόμενος δίδωσι καὶ ἑκάστῳ τῶν οἰκετῶν· καὶ ταῦτα λαβὼν τὴν καθ’ ἡμέραν ἔχει τροφήν. Ἡρόδοτος δέ φησιν ὡς οἱ ὑποδεχόμενοι τὸν βασιλέα
35Ἕλληνες Ξέρξην καὶ δειπνίζοντες εἰς πᾶν κακοῦ ἀφίκοντο ὥστε ἐκ τῶν οἴκων ἀνάστατοι ἐγένοντο· ὅκου Θασίοισιν τετρακόσια τάλαντα ἐδαπανή‐ θησαν τὴν Ξέρξου στρατίαν δειπνίσασιν. εἰ δὲ Ξέρξης δὶς ἐσιτέετο, μετα‐
λαμβάνων καὶ ἄριστον, ἀνάστατοι ἂν ἐγεγόνεσαν αἱ πόλεις. ὁ δὲ μέγας43 in vol. 2.1

2,1

44

Ἀλέξανδρος δειπνῶν ἑκάστοτε μετὰ τῶν φίλων, ὡς ἱστορεῖ Ἔφιππος ὁ Ὀλύνθιος, ἀνήλισκε τῆς ἡμέρας μνᾶς ἑκατόν, δειπνούντων ἴσως ἑξήκοντα ἢ ἑβδομήκοντα φίλων. ὁ δὲ Περσῶν βασιλεύς, ὥς φησι Κτησίας, ἐδείπνει μὲν μετὰ ἀνδρῶν μυρίων πεντακισχιλίων καὶ ἀνήλισκεν εἰς τὸ δεῖπνον
5τάλαντα τετρακόσια. γίνεται δὲ ταῦτα Ἰταλικοῦ νομίσματος ἐν μυρίασι διακοσίαις τεσσαράκοντα, αὗται δὲ εἰς μυρίους πεντακισχιλίους μεριζόμεναι ἑκάστῳ ἀνδρὶ γίνονται ἀνὰ ἑκατὸν ἑξήκοντα Ἰταλικοῦ νομίσματος. ὥστ’ εἰς ἴσον καθίστασθαι τῷ Ἀλεξάνδρου ἀναλώματι· ἑκατὸν γὰρ μνᾶς ἀν‐ ήλισκεν, ὡς Ἔφιππος ἱστορεῖ. Μένανδρος δὲ τοῦ μεγίστου δείπνου τά‐
10λαντον δαπάνημα τίθησι λέγων· θεοῖς μὲν ἠγορασμένον δραχμῆς ἄγω προβάτιον, αὐλητρίδας δὲ καὶ μύρον καὶ τὰ καὶ τά· μικροῦ τάλαντον γίνεται τὸ κατὰ λόγον. ὁ αὐτός πού φησιν ὅτι τοῖς θεοῖς τὴν ὀσφὺν ἄκραν καὶ τὴν χολὴν ἐπιθέντες τὸ λοιπὸν ἅπαν αὐτοὶ κατεσθίουσι. Φιλόξενος δὲ ὁ Κυθήριός φησί που· εἰς δ’ ἔφερον διπλόοι παῖδες λιπαρῶπα τράπεζαν
15ἄμμι, ἑτέραν δ’ ἑτέροι, ἄλλοι δ’ ἑτέραν, μέχρις οὗ πλήρωσαν οἶκον. ταὶ δὲ πρὸς ὑψιλύχνους ἔστιλβον αὐγάς· ἐν οἷς φησι καὶ ὅτι παρέφερον ἐν κα‐ νέοισι μάζας χιονοχρόας, καὶ ὅτι θερμὸς παρῆλθε μετ’ αὐτῶν ἰσοτράπεζος συνόδων καὶ ξανθαὶ μελικαρίδες καὶ ἄλλα τοιαῦτα ληρεῖ. Σωκράτης δὲ ἀναγράφων τὸ Κλεοπάτρας συμπόσιον τῆς τελευταίας Αἰ‐
20γύπτου βασιλευσάσης, γημαμένης δ’ Ἀντωνίῳ τῷ Ῥωμαίων βασιλεῖ ἐν Κιλικίᾳ, φησίν· ἀπαντήσασα Ἀντωνίῳ ἐν Κιλικίᾳ παρεσκεύασεν αὐτῷ βασιλικὸν συμπόσιον, ἐν ᾧ πάντα χρύσεα καὶ λιθοκόλλητα περιττῶς ἐξειρ‐ γασμένα ταῖς τέχναις· ἦσαν δὲ καὶ οἱ τοῖχοι ἁλουργέσι καὶ διαχρύσοις ἐμπεπετασμένοι ὕφεσι. καὶ δώδεκα τρίκλινα διαστρώσασα ἐκάλεσε τὸν
25Ἀντώνιον μεθ’ ὧν ἐβούλετο ἡ Κλεοπάτρα. τοῦ δὲ τῇ πολυτελείᾳ τῆς ὄψεως ἐκπλαγέντος ὑπομειδιάσασα ταῦτ’ ἔφη πάντα δωρεῖσθαι αὐτῷ καὶ εἰς αὔριον παρεκάλει συνδειπνῆσαι μετὰ τῶν φίλων καὶ τῶν ἡγεμόνων· καὶ πολλῷ κρεῖττον διακοσμήσασα τὸ συμπόσιον, καὶ ταῦτα ἐδωρήσατο. τῶν δ’ ἡγεμόνων ἐφ’ ᾗ ἕκαστος κατέκειτο κλίνῃ καὶ τὰ κυλίκια καθὼς ταῖς
30στρωμναῖς ἐμεμέριστο, ἑκάστῳ φέρειν ἐπέτρεψε. καὶ κατὰ τὴν ἄφοδον τοῖς ἐν ἀξιώμασι φορεῖα σῦν τοῖς κομίζουσι, τοῖς πλείοσι δὲ καὶ καταργύροις σκευαῖς κεκοσμημένους ἵππους, πᾶσι δὲ λαμπροφόρους παῖδας Αἰθίοπας παρέστησε. μετὰ ταῦτα δὲ ἐν Ἀθήναις διατρίψας Ἀντώνιος περίοπτον ὑπὲρ τὸ θέατρον κατασκευάσας σχεδίαν χλωρᾷ πεπυκασμένην ὕλῃ, ὡς ἐπὶ τῶν
35Βακχικῶν ἄντρων γίνεται, ταύτης τύμπανα καὶ νεβρίδας καὶ παντοδαπὰ ἀθύρματα Διονυσιακὰ ἐξαρτήσας μετὰ τῶν φίλων ἐξ ἑωθινοῦ κατακλινό‐ μενος ἐμεθύσκετο, συνηθροισμένων ἐπὶ τὴν θεὰν τῶν Πανελλήνων. μετέβαινε
δ’ ἐνίοτε καὶ ἐπὶ τὴν ἀκρόπολιν ἀπὸ τῶν τεγῶν λαμπάσι δᾳδουχουμένης44 in vol. 2.1

2,1

45

πάσης τῆς Ἀθηναίων πόλεως. καὶ ἔκτοτε ἐκέλευσεν ἑαυτὸν Διόνυσον ἀνα‐ κηρύττεσθαι κατὰ πόλεις ἁπάσας· καὶ Γάιος δὲ αὐτοκράτωρ ὁ Καλλίκολα προσαγορευθεὶς διὰ τὸ ἐν στρατοπέδῳ γεννηθῆναι οὐ μόνον ὠνομάζετο νέος Διόνυσος, ἀλλὰ καὶ τὴν Διονυσιακὴν πᾶσαν ἐνδύνων στολὴν προῄει καὶ
5οὕτως ἐσκευασμένος ἐδίκαζεν. ἀγαπητέον οὖν τὴν Ἑλλήνων πενίαν εἰς ταῦτα ἀποβλέποντας, λαμβάνοντας πρὸ ὀφθαλμῶν καὶ τὰ παρὰ Θηβαίοις δεῖπνα, περὶ ὧν Κλείταρχος διηγούμενος ὅτι ὁ πᾶς αὐτῶν πλοῦτος εὑρέθη μετὰ τὴν ὑπ’ Ἀλεξάνδρου τῆς πόλεως κατασκαφὴν ἐν ταλάντοις τετρακοσίοις τεσ‐ σαράκοντα, φησὶν ὅτι τε μικρόψυχοι ἦσαν καὶ τὰ περὶ τὴν τροφὴν λίχνοι,
10παρασκευάζοντες ἐν τοῖς δείπνοις θρῖα καὶ ἑψητοὺς καὶ ἀφύας καὶ ἐγκρα‐ σιχόλους καὶ ἀλλᾶντας καὶ σχελίδας καὶ ἔτνος. Ἀρκαδικὸν δὲ δεῖπνον δια‐ γράφων ὁ Ἑκαταῖος ὁ Μιλήσιος μάζας φησὶν εἶναι καὶ ὕεα κρέα. ἐν Φιγαλεῦσι δέ, ὥς φησιν Ἁρμόδιος, ἐν τοῖς καλουμένοις μαζῶσι δείπνοις, ἦν δὲ Διονυσιακὴ σύνοδος, μᾶζα τε ἐπὶ χαλκῶν κανῶν νόμου χάριν ἐκομίζετο
15τῶν καλουμένων μαζονόμων καὶ κρέα ὀλίγα καὶ ἄλλα τινα πάντῃ εὐτελῆ. καὶ τοῖς ἐσθίουσι τῶν νέων ἀνδρικώτερον ζωμὸς ἐνεχεῖτο πλείων καὶ μάζαι καὶ ἄρτοι παρεβάλλοντο. γενναῖος γὰρ ὁ τοιοῦτος ἐκρίνετο καὶ ἀνδρώδης. θαυμαστὸν γὰρ ἦν καὶ περιβόητον παρ’ αὐτοῖς ἡ πολυφαγία. μετὰ δὲ τὸ δεῖπνον σπονδὰς ἐποιοῦντο οὐκ ἀπονιψάμενοι τὰς χεῖρας, ἀλλ’ ἀπομαξά‐
20μενοι τοῖς ψωμοῖς καὶ τὴν ἀπομαγδαλίαν ἕκαστος ἀπέφερε, τοῦτο ποιοῦντες ἕνεκα τῶν ἐν τοῖς ἀμφόδοις γινομένων νυκτερίνων φόβων. ἀπὸ δὲ τῶν σπονδῶν παιὰν ᾄδεται. ὅταν δὲ τοῖς ἥρωσι θύσωσι, μεγάλη βουθυσία γίνεται καὶ ἑστιῶνται πάντες μετὰ τῶν δούλων· οἱ δὲ παῖδες ἐν ταῖς ἑστιάσεσι μετὰ τῶν πατέρων ἐπὶ λίθων καθήμενοι γυμνοὶ συνδειπνοῦσιν. Θεόπομπος δέ φησιν
25ὅτι οἱ Ἀρκάδες ἐν ταῖς ἑστιάσεσιν ὑποδέχονται τοὺς δεσπότας καὶ τοὺς δούλους καὶ μίαν πᾶσι τράπεζαν παρασκευάζουσι καὶ τὰ σιτία πᾶσιν εἰς τὸ μέσον παρατιθέασι καὶ κρατῆρα τὸν αὐτὸν πᾶσι κιρνᾶσι. ὅτι παρὰ Ναυκρατίταις ἔν τινι πανηγύρει λευκὰς οἱ ἐγχώριοι ἐνδεδυμένοι στολάς, ἃς καλοῦσι πρυτανικάς, εὐτελῶς καὶ αὐτοὶ ἔνδον εὐωχοῦνται τοῦ
30πρυτανείου, εἰς ὃ οὐδὲ ἔστι γυναικὶ εἰσιέναι ἢ μόνῃ τῇ αὐλητρίδι· οὐκ εἰσφέρεται δὲ οὐδ’ ἀμὶς εἰς τὸ πρυτανεῖον. ἐὰν δέ τις Ναυκρατιτῶν γάμους ἑστιᾷ, ἀπείρηται ᾠὰ καὶ μελίπηκτα δίδοσθαι. Λυγκεὺς δέ φησιν, ὅτι Αἰγυπτίων ἐπιστρατευσάντων ἐπὶ Ὦχον τὸν βασιλέα Περσῶν καὶ ἡττηθέν‐ των, ἐπεὶ ἐγένετο αἰχμάλωτος ὁ τῶν Αἰγυπτίων βασιλεύς, ἐδείπνισεν ὁ
35Ὦχος αὐτόν. τῆς οὖν παρασκευῆς γενομένης λαμπρᾶς ὁ Αἰγύπτιος κατε‐ γέλα ὡς εὐτελῶς τοῦ Πέρσου διαιτωμένου. εἰ δὲ θέλεις εἰδέναι, ἔφη, ὦ βασιλεῦ, πῶς δεῖ σιτεῖσθαι τοὺς εὐδαίμονας βασιλεῖς, ἐπίτρεψον τοῖς ἐμοῖς
ποτε γενομένοις μαγείροις παρασκευάσαι σοι Αἰγύπτιον δεῖπνον. καὶ κελεύ‐45 in vol. 2.1

2,1

46

σαντος ἐπεὶ παρεσκευάσθη, ἡσθεὶς ὁ Ὦχος τῷ δείπνῳ, κακὸν κακῶς σε, ἔφη, ὦ Αἰγύπτιε, ἀπολέσειαν οἱ θεοί, ὃς δεῖπνα τοιαῦτα καταλιπὼν ἐπε‐ θύμησας θοίνης εὐτελεστέρας. ἔστι δὲ καὶ ἰδέα τις δείπνων Αἰγυπτιακή, τραπεζῶν μὲν οὐ παρατιθεμένων, πινάκων δὲ παραφερομένων. Παρὰ δὲ
5Γαλάταις, φησὶ Φύλαρχος, ἐν τραπέζαις ἄρτοι πολλοὶ κατακεκλασμένοι παρατίθενται χύδην καὶ κρέατα ἐκ τῶν λεβήτων, ὧν οὐδεὶς γεύεται, εἰ μὴ πρότερον ἴδῃ τὸν βασιλέα, εἰ ἥψατο τῶν παρακειμένων. φασὶ δὲ καὶ Ἀριά‐ μνην τὸν Γαλάτην πλουσιώτατον ὄντα ἐπαγγείλασθαι ἑστιᾶσαι Γαλάτας πάντας ἐνιαυτὸν καὶ τοῦτο συντελέσαι ποιήσαντα οὕτως. κατὰ τόπους τῆς
10χώρας τὰς ἐπικαιροτάτας τῶν ὁδῶν διέλαβε σταθμοῖς, ἐπί τε τούτοις ἐκ χαράκων, καὶ τῶν καλάμων τῶν τε οἰσυίνων ἐπεβάλετο σκηνὰς χωρούσας ἀνὰ τετρακοσίους ἄνδρας καὶ πλείους ἔτι, καθὼς ἂν ἐκποιῶσιν οἱ τόποι τό τ’ ἀπὸ τῶν πόλεων δέξασθαι καὶ τῶν κωμῶν μέλλον ἐπιρρεῖν πλῆθος. ἐνταῦθα δὲ λέβητας ἐπέστησε κρεῶν παντοδαπῶν μεγάλους, οὓς πρὸ ἐνιαυτοῦ καὶ
15πρὸ τοῦ μέλλειν μεταπεμψάμενος τεχνίτας ἐξ ἄλλων πόλεων ἐχαλκεύσατο. θύματα δὲ καταβάλλεσθαι ταύρων καὶ συῶν καὶ προβάτων καὶ λοιπῶν κτηνῶν ἑκάστης ἡμέρας πολλά, πίθους τε οἴνου παρεσκεύασθαι καὶ πλῆθος ἀλφίτων πεφυραμένων. καὶ οὐ μόνον, φησίν, οἱ παραγινόμενοι τῶν Γαλατῶν ἀπὸ τῶν κωμῶν καὶ τῶν πόλεων ἀπέλαυον, ἀλλὰ καὶ οἱ παρίοντες ξένοι
20ὑπὸ τῶν ἐφεστηκότων παίδων οὐκ ἠφίεντο ἕως ἂν μεταλάβωσι τῶν παρα‐ σκευασθέντων. Θρᾳκίων δὲ δείπνων μνημονεύει Ξενοφῶν ἐν ἓξ Ἀναβάσεως καί φησι τοὺς Θρᾷκας δειπνεῖν κύκλῳ καθημένους, τραπέζας δὲ τίθεσθαι κατὰ τοὺς ξένους. νόμος γὰρ ἦν καὶ κλᾶν καὶ διαρριπτεῖν ἀλλήλοις τὰ κρέα. καί
25τινα τοιαῦτα ἐν ᾧ καὶ ὅτι, ἐπεὶ περὶ τὸν Ἀρύσταν ἔχων τὸ κέρας ὁ οἰνοχόος ἦν, Ἀρύστας ἰδὼν τὸν Ξενοφῶντα οὐκ ἔτι δειπνοῦντα, ἐκείνῳ, ἔφη, δός· σχολάζει γὰρ ἤδη, ἐγὼ δ’ οὔπω. ἐνταῦθα ἤδη καὶ γέλως ἐγένετο. καὶ ὅτι ἄλλων ἄλλο τι προπινόντων τῷ Σεύθῃ Γνήσιππος Ἀθηναῖος ἀναστὰς εἶπεν, ὅτι ἀρχαῖος εἴη νόμος κάλλιστος τοὺς μὲν ἔχοντας διδόναι τῷ βασιλεῖ
30τιμῆς ἕνεκα, τοῖς δὲ μὴ ἔχουσι διδόναι τὸν βασιλέα. Ποσειδώνιος δὲ ὁ ἀπὸ τῆς στοᾶς φησι· Κελτοὶ τὰς τροφὰς προτίθενται χόρτον ὑποβάλλοντες καὶ ἐπὶ τῶν τραπεζῶν ξυλίνων μικρὸν ἀπὸ γῆς ἠρμένων. ἡ τροφὴ δέ ἐστιν ἄρτοι μὲν ὀλίγοι, κρέα δὲ πολλὰ ἐν ὕδατι καὶ ὀπτὰ ἐπ’ ἀνθράκων ἢ ὀβελίσκων. προσφέρονται δὲ ταῦτα καθαρείως μέν, λεοντωδῶς δέ, ταῖς
35χερσὶν ἀμφοτέραις αἴροντες ὅλα μέλη καὶ ἀποδάκνοντες, ἔαν δέ τι ᾖ δυσ‐ απόσπαστον, μαχαιρίῳ μικρῷ παρατέμνοντες, ὃ τοῖς κολεοῖς ἐν ἰδίᾳ θήκῃ παράκειται. προσφέρονται δὲ καὶ ἰχθῦς ὀπτοὺς μετὰ ἁλῶν καὶ ὄξους καὶ
κυμίνου· τοῦτο δὲ καὶ εἰς τὸ ποτὸν ἐμβάλλουσιν. ἐλαίῳ δὲ οὐ χρῶνται.46 in vol. 2.1

2,1

47

διὰ γὰρ σπάνιν καὶ τὸ ἄηθες ἀηδὲς αὐτοῖς φαίνεται. ὅταν δὲ πλείους συνδειπνῶσι, κάθηνται μὲν ἐν κύκλῳ, μέσος δὲ ὁ κράτιστος ὡς ἂν κορυ‐ φαῖος χοροῦ, διαφέρων τῶν ἄλλων ἢ κατὰ τὴν πολεμικὴν εὐχέρειαν ἢ κατὰ γένος ἢ κατὰ πλοῦτον· ὁ δ’ ὑποδεχόμενος παρ’ αὐτόν, ἐφεξῆς δ’ ἑκα‐
5τέρωθε κατ’ ἀξίαν ἧς ἔχουσιν ὑπεροχῆς. καὶ οἱ μὲν θυρεαφόροι ἐκ τῶν ὀπίσω παρεστᾶσιν, οἱ δὲ δορυφόροι κατὰ τὴν ἀντικρὺ καθήμενοι κύκλῳ καθάπερ οἱ δεσπόται συνευωχοῦνται. τὸ δὲ πινόμενον παρὰ μὲν τοῖς πλου‐ τοῦσιν οἶνος ἐξ Ἰταλίας καὶ τῆς Μασσαλιητῶν παρακομιζόμενος, ἄκρατος δ’ οὗτος· ἐνίοτε δὲ καὶ ὀλίγον ὕδωρ παραμίγνυται· παρὰ δὲ τοῖς ὑποδε‐
10εστέροις ζύθος πύρινον μετὰ μέλιτος ἐσκευασμένον, παρὰ δὲ τοῖς πολλοῖς καθ’ αὑτό· καλεῖται δὲ κόρμα. ἀπορροφοῦσι δὲ ἐκ τοῦ αὐτοῦ ποτηρίου κατὰ μικρόν, οὐ πλεῖον κυάθου· πυκνότερον δὲ τοῦτο ποιοῦσι. περιφέρει δὲ ὁ παῖς ἐπὶ τὰ δεξιὰ καὶ τὰ λαιά· οὕτως διακονοῦνται. καὶ θεοὺς προσκυ‐ νοῦσιν ἐπὶ δεξιὰ στρεφόμενοι. ὁ αὐτός φησι καὶ Λουέρνιον τὸν ὑπὸ Ῥωμαίων
15καθαιρεθέντα δημαγωγοῦντα τοὺς ὄχλους ἐν ἅρματι φέρεσθαι διὰ τῶν πεδίων καὶ σπείρειν χρυσὸν καὶ ἄργυρον ταῖς ἀκολουθούσαις τῶν Κελτῶν μυρίασι φράγμα τε ποιεῖν δωδεκαστάδιον τετράγωνον, ἐν ᾧ πληροῦν ληνοὺς πολυτε‐ λοῦς πώματος, παρασκευάζειν τε τοσοῦτον βρωμάτων πλῆθος ὡς ἐφ’ ἡμέρας πλείους ἐξεῖναι τοῖς βουλομένοις εἰσερχομένοις τῶν παρασκευα‐
20σθέντων ἀπολαβεῖν. ἀφορίσαντος δ’ αὐτοῦ προθεσμίαν τινα τῆς θοίνης ἀφυστερήσαντά τινα τῶν βαρβάρων ποιητὴν ἀφικέσθαι καὶ συναντήσαντα μετὰ ᾠδῆς ὑμνεῖν αὐτοῦ τὴν ὑπεροχήν, ἑαυτὸν δ’ ἀποθρηνεῖν ὅτι ὑστέρηκεν, τὸν δὲ τερφθέντα θυλάκιον αἰτῆσαι χρυσίου καὶ ῥῖψαι αὐτῷ παρατρέχοντι. ἀνελόμενον δ’ ἐκεῖνον πάλιν ὑμνῆσαι λέγοντα διότι τὰ ἴχνη τῆς γῆς ἐφ’
25ἧς ἁρματηλατεῖ χρυσὸν καὶ εὐεργεσίας ἀνθρώποις φέρει. ὁ δὲ καλού‐ μενος φίλος τραπέζης μὲν οὐ κοινωνεῖ, χαμαὶ δ’ ὑποκαθήμενος ἐφ’ ὑψηλῆς κλίνης κατακειμένῳ τῷ βασιλεῖ τὸ παραβληθὲν κυνιστὶ σιτεῖται καὶ πολλάκις διὰ τὴν τυχοῦσαν ἀποσπασθεὶς τοῦ χαμαιπετοῦς δείπνου ῥάβδοις καὶ ἱμᾶσιν ἀστραγαλωτοῖς μαστιγοῦται καὶ γενόμενος αἱμόφυτρος τὸν
30τιμωρησάμενον ὡς εὐεργέτην ἐπὶ τὸ ἔδαφος πεσὼν προσκυνεῖ. ὅτι Σέλευκος ὁ βασιλεὺς εἰς Μηδίαν ἀνελθὼν καὶ πολεμῶν Ἀρσάκει ᾐχμαλωτίσθη ὑπὸ τοῦ βαρβάρου καὶ πολὺν χρόνον παρὰ τῷ Ἀρσάκει διέτριβεν ἀγόμενος βασιλικῶς. ὅτι παρὰ Πάρθαις ὁ βασιλεὺς τήν τε κλίνην ἐφ’ ἧς μόνος κατέκειτο μετεωροτέραν τῶν ἄλλων καὶ κεχωρισμένην εἶχε καὶ τὴν τρά‐
35πεζαν μόνῳ καθάπερ ἥρωι πλήρη βαρβαρικῶν θοινημάτων παρακειμένην. Ἡρακλέων δὲ ὁ Βερροαῖος, ὃς ὑπὸ τοῦ Γρυποῦ Ἀντιόχου τοῦ βασιλέως ἐπαρθεὶς μικροῦ τῆς βασιλείας ἐξέβαλε τὸν εὐεργέτην, ἐποιεῖτο τῶν στρα‐
τιωτῶν τὰς κατακλίσεις ἐπὶ τοῦ ἐδάφους ἐν ὑπαίθρῳ ἀνὰ χιλίους δειπνίζων.47 in vol. 2.1

2,1

48

τὸ δὲ δεῖπνον ἦν ἄρτος μέγας καὶ κρέας, τὸ δὲ ποτὸν κεκράμενος οἶνος οἷος δήποτε ὕδατι ψυχρῷ. διηκόνουν δὲ ἄνδρες μαχαιροφόροι καὶ σιωπὴ ἦν εὔτακτος. ἐν δὲ τῇ Ῥωμαίων πόλει, ὅταν εὐωχῶνται ἐν τῷ τοῦ Ἡρακλέους ἱερῷ, δειπνίζοντος τοῦ κατὰ καιρὸν θριαμβεύοντος, καὶ ἡ παρασκευὴ τῆς
5εὐωχίας Ἡρακλεωτική ἐστιν. οἰνοχοεῖται μὲν γὰρ οἰνόμελι, τὰ δὲ βρώ‐ ματα ἄρτοι μεγάλοι καὶ καπνιστὰ ἑφθὰ κρέα καὶ τῶν προσφάτων καθιε‐ ρωθέντων ὀπτὰ δαψιλῆ. παρὰ δὲ Τυρρηνοῖς δὶς τῆς ἡμέρας τράπεζαι πολυτελεῖς κατασκευάζονται ἄνθιναί τε στρωμναὶ καὶ ἐκπώματα ἀργυρᾶ παντοδαπά, καὶ δούλων πλῆθος εὐπρεπῶν παρέστηκεν ἐσθήσεσι πολυτελέσι
10κεκοσμημένων. ἱστορεῖ ταῦτα Ποσειδώνιος. Τίμαιος δέ φησι καὶ τὰς θερα‐ παίνας παρ’ αὐτοῖς ἕως ἂν αὐξηθῶσι, γυμνὰς διακονεῖσθαι. Ἰνδοῖς δέ, ὡς Μεγασθένης φησιν, ἐν τῷ δείπνῳ παρατίθεται ἑκάστῳ τράπεζα, καὶ ἐπι‐ τίθεται ἐπ’ αὐτῇ τρύβλιον χρυσοῦν, εἰς ὃ ἐμβάλλειν αὐτοὺς πρῶτον μὲν τὴν ὄρυζαν ἑφθὴν ὡς ἄν τις ἑψήσειε χόνδρον, ἔπειτα ὄψα πολλὰ κεχει‐
15ρουργημένα ταῖς Ἰνδικαῖς σκευασίαις. Γερμανοὶ δέ, ὡς ἱστορεῖ Ποσειδώνιος, ἄριστα προσφέρονται κρέα μεληδὸν ὠπτημένα καὶ ἐπιπίνουσι γάλα καὶ τὸν οἶνον ἄκρατον. Καμπανῶν δέ τινες παρὰ τὰ συμπόσια μονομαχοῦσι. ἐκάλουν οὖν τινες καὶ Ῥωμαίων, ὥς φησι Νικόλαος ὁ Δαμασκηνὸς εἷς τῶν ἀπὸ περιπάτου, πολλάκις ἐπὶ δεῖπνον τοὺς φίλους, ἐπί τε ἄλλοις καὶ
20ὅπως ἂν δύο ἢ τρία ζεύγη ἴδοιεν μονομάχων, καὶ κορεσθέντες δείπνου καὶ μέθης εἰσεκάλουν τοὺς μονομάχους. καὶ ὃ μὲν ἅμα ἐσφάττετο, αὐτοὶ δ’ ἐκρότουν ἐπὶ τούτῳ ἡδόμενοι. ἤδη δέ τις κἀν ταῖς διαθήκαις γέγραφε γυναῖκας μονομαχῆσαι εὐπρεπεστάτας ἃς ἐκέκτητο, ἕτερος δὲ παῖδας ἀνή‐ βους ἐρωμένους αὐτοῦ. ἀλλὰ γὰρ οὐκ ἠνέσχετο ὁ δῆμος τὴν παρανομίαν
25ταύτην, ἀλλ’ ἄκυρον τὴν διαθήκην ἐποίησεν. Ἐρατοσθένης δέ φησι Τυρρη‐ νοὺς πρὸς αὐλὸν πυκτεύειν. Ποσειδώνιος δέ φησι· Κελτοὶ παρὰ τὸ δεῖπνον ἐνίοτε μονομαχοῦσιν· ἐν γὰρ τοῖς ὅπλοις ἐγερθέντες σκιαμαχοῦσι καὶ πρὸς ἀλλήλους ἀκροχειρίζονται, ποτὲ δὲ καὶ μέχρι τραύματος προίασι καὶ ἐκ τούτου ἐρεθεσθέντες, ἐὰν μὴ ἐπίσχωσιν οἱ παρόντες, καὶ ἕως ἀναιρέσεως
30ἔρχονται. τὸ παλαιὸν, φησίν, παρατεθέντων τῶν κωλήνων τὸ μήριον ὁ κρά‐ τιστος ἐλάμβανεν· εἰ δέ τις ἕτερος ἀντιποιήσαιτο, συνίσταντο μονομαχή‐ σοντες μέχρι θανάτου. ἄλλοι δ’ ἐν θεάτρῳ λαβόντες ἀργύριον ἢ χρύσιον, οἳ δὲ οἴνου κεραμείων ἀριθμόν τινα, καὶ πιστωσάμενοι τὴν δόσιν καὶ τοῖς ἀναγκαίοις φίλοις διαδωρησάμενοι ὕπτιοι ἐκταθέντες ἐπὶ θυρεῶν κεῖνται,
35καὶ παραστάς τις ξίφει τὸν λαιμὸν ἀποκόπτει. Εὐφορίων δὲ ὁ Χαλκιδεύς φησι παρὰ Ῥωμαίοις προτίθεσθαι πέντε μνᾶς τοῖς ὑπομένειν βουλομένοις τὴν κεφαλὴν ἀποκοπῆναι πελέκει, ὥστε τοὺς κληρονόμους κομίσασθαι τὸ
ἆθλον· καὶ πολλάκις ἀπογραφομένους πλείους δικαιολογεῖσθαι καθ’ ὃ δικαι‐48 in vol. 2.1

2,1

49

ότατός ἐστιν ἕκαστος αὐτῶν ἀποτυμπανισθῆναι. Ἕρμιππος δέ φησι τῶν μονομαχούντων εὑρετὰς γενέσθαι Μαντινεῖς, ζηλωτὰς δὲ τούτων γενέσθαι Κυρηναίους. ἤσκουν τε τὰ πολεμικά, φησιν Ἔφορος, Μαντινεῖς καὶ Ἀρκάδες, τήν τε στολὴν καὶ τὴν ὅπλισιν εὑρόντων ἐκείνων ἔτι καὶ νῦν Μαντινικὴν
5καλοῦσι. καὶ ὁπλομαχίας δέ, φησί, μαθήσεις ἐν Μαντινείᾳ πρῶτον εὑρέθησαν Δημέου τὸ τέχνημα καταδείξαντος. πεποίηται δὲ τὸ μονόμαχος ὄνομα οὐκ ἐκ τοῦ μάχη, ὃ συντιθέμενον προπαροξύνει τὸ τέλος ὡς σύμμαχος, πρω‐ τόμαχος, ἀντίμαχος, ἐπίμαχος, φιλόμαχον γένος. τὰ δὲ τοιαῦτα ῥήματα, ὅτε παροξύνεται, τὸ μάχεσθαι ῥῆμα περιέχει, πυγμάχος, ναυμάχος, ὁπλο‐
10μάχος, τειχομάχος, πυργομάχος. Ποσείδιππος δὲ ὁ κωμικός φησι· τῶν μονομαχούντων ἐσμὲν ἀθλιώτεροι. ἐμονομάχουν δὲ καὶ οἱ ἔνδοξοι καὶ οἱ ἡγεμόνες καὶ ἐκ προκλήσεως τοῦτο ἐποίουν. Δημήτριος δ’ ὁ Σκήψιός φησιν ὅτι παρὰ Ἀντιόχῳ τῷ βασιλεῖ τῷ μεγάλῳ προσαγορευθέντι ἐν τῷ δείπνῳ πρὸς ὅπλα ὠρχοῦντο οὐ μόνον οἱ βασιλέως φίλοι, ἀλλὰ καὶ αὐτὸς ὁ βασι‐
15λεύς. ἐπεὶ δὲ καὶ εἰς Ἡγησιάνακτα τὸν ἱστορικὸν ἡ τῆς ὀρχήσεως τάξις ἐγένετο, ἀναστὰς εἶπε· πότερον, ὦ βασιλεῦ, κακῶς ὀρχούμενον ἐμὲ θεάσασθαι βούλει ἢ καλῶς ἀπαγγέλλοντός μου ἴδια ποιήματα ἀκροάσασθαι; κελευσθεὶς οὖν λέγειν οὕτως ἧσε τὸν βασιλέα ὥστ’ ἐράνου ἀξιωθῆναι καὶ τῶν φίλων εἷς γενέσθαι. Δοῦρις δέ φησι Πολυσπέρχοντα εἰ μεθυσθείη καίτοι πρεσβύ‐
20τερον ὄντα ὀρχεῖσθαι, οὐδενὸς Μακεδόνων ὄντα δεύτερον οὔτε κατὰ τὴν στρατηγίαν οὔτε κατὰ τὴν ἀξίωσιν, καὶ ἐνδυόμενον κροκωτὸν καὶ ὑποδού‐ μενον Σικυώνια διατελεῖν ὀρχούμενον. Ἀγαθαρχίδης δέ φησιν ὅτι οἱ ἑστιῶντες Ἀλέξανδρον τὸν Φιλίππου τῶν φίλων τὸ μέλλον παρατεθήσεσθαι τῶν τραγημάτων περιεχρύσουν· ὅτε δὲ θέλοι ἀναλίσκειν, περιελόντες τὸν
25χρυσὸν ἅμα τοῖς ἄλλοις ἐξέβαλλον, ἵνα τῆς μὲν πολυτελείας οἱ φίλοι θεαταὶ γίνωνται, οἱ δὲ οἰκέται κύριοι. Φίλιππος δὲ ποτήριον χρυσοῦν ὁλκὴν ἄγον πεντήκοντα δραχμὰς κεκτημένος ἐλάμβανε τοῦτο κοιμώμενος ἀεὶ καὶ πρὸς τὴν κεφαλὴν αὐτοῦ κατετίθετο. Σέλευκος δέ φησι Θρᾳκῶν τινας ἐν τοῖς συμποσίοις ἀγχόνην παίζειν βρόχον ἀρτήσαντας ἔκ τινος ὕψους
30στρογγύλου, πρὸς ὃν κατὰ καθέτον ὑποτίθεσθαι λίθον εὐπερίτρεπτον τοῖς ἐπιβαίνουσιν. εἶτα διαλαγχάνειν αὐτοὺς καὶ τὸν λαχόντα ἔχοντα δρεπάνιον ἐπιβαίνειν τῷ λίθῳ καὶ τὸν τράχηλον εἰς τὸν βρόχον ἐντιθέναι· παρερχό‐ μενον δὲ ἄλλον ἐγείρειν τὸν λίθον· καὶ ὁ κρεμάμενος ἐπιτρέχοντος τοῦ λίθου, εἰ μὴ ταχὺ φθάσας ἀποτέμῃ τῷ δρεπάνῳ, τέθνηκε, καὶ οἱ ἄλλοι γελῶσι
35παιδίαν ἔχοντες τὸν ἐκείνου θάνατον. κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας· φησὶν ὁ κωμικὸς Δίφιλος. πολλῷ
ἂν ἦν ἄμεινον τὸ ἢ τὸ παθεῖν ἢ ἐνθάδε πάντα ὥσπερ τοὺς πυρέσσοντας49 in vol. 2.1

2,1

50

περιφερόμενα ὁρᾶν. ῥοφεῖν φακῆν ἐσθ’ ἡδὺ μὴ δεδοικότα, μαλακῶς καθεύ‐ δειν ἄθλιον δεδοικότα φησὶν ὁ ἡδὺς Ἀντιφάνης. Παρμενίσκος Μόλπιδι χαίρειν· πλεονάζων ἐν ταῖς προσφωνήσεσι πρός σε περὶ τῶν ἐπιφανῶν κλήσεων ἀγωνιῶ μή ποτε εἰς πληθώραν ἐμπεσὼν μεμψιμοιρήσῃς. διὸ καὶ
5μεταδοῦναί σοι βούλομαι τοῦ παρὰ Κέβητι τῷ Κυζικηνῷ δείπνου. Διονυσίων γὰρ ὄντων παρελήφθην πρὸς αὐτόν. κατέλαβον δὲ κυνικοὺς ἀνακειμένους ἕξ, ἕνα δὲ κύνουλκον Καρνεῖον τὸν Μεγαρικόν. τοῦ δὲ δείπνου χρονίζοντος λόγος ἐγένετο ποῖον τῶν ὑδάτων ἥδιστον. καὶ τῶν μὲν ἐγκωμιαζόντων τὸ ἀπὸ τῆς Λέρνης, ἄλλων δὲ τὸ ἀπὸ Πειρήνης, ὁ Καρνεῖος κατὰ Φιλόξενον εἶπε
10τὸ κατὰ χειρῶν. εἶτ’ ἐδειπνοῦμεν καὶ τὴν μὲν ἐξηντλοῦμεν φακῆν, ἣ δ’ ἐπεισρέει. εἶτα πάλιν φακοὶ προσηνέχθησαν ὄξει βεβρεγμένοι, καὶ ὁ Διιτρέφης δραξάμενος ἔφη· Ζεῦ μὴ λάθοι σε τῶνδ’ ὃς αἴτιος φακῶν. καὶ ἄλλος ἑξῆς ἀνεβόησε· φακός σε δαίμων καὶ φακὴ τύχη λάβοι. ἐμοὶ δὲ κατὰ τὸν κωμικὸν Δίφιλον δειπνάριον ἦν ἀνθηρόν, γλαφυρὸν σφόδρα· φακῆς κατ’
15ἄνδρα τρύβλιον μεστὸν μέγα. ἐπὶ ταύτῃ φέρων εἰς τὸ μέσον ἐπεχόρευσε σαπέρδης μέγας ὑπό τι δυσώδης. παρῆν δὲ καὶ ἡ θεατροτορύνη Μέλισσα καὶ ἡ κυνάμυια Νίκιον, οὐκ ἄσημοι ἑταιρίδες. ἀποβλεψάσαι οὖν εἰς τὰ παρακείμενα ἐγέλων. καὶ ἡ Νίκιον ἔφη· οὐδεὶς ὑμῶν, ἄνδρες γενειοσυλ‐ λεκτάδαι, ἰχθὺν ἐσθίει; ἢ καθάπερ ὁ Γαδαρεὺς Μελέαγρος ἔφη τὸν Ὅμηρον
20Σύρον ὄντα κατὰ τὰ πάτρια ἰχθύων ἀπεχομένους ποιῆσαι τοὺς ἀρχαίους δαψιλείας πολλῆς οὔσης κατὰ τὸν Ἑλλήσποντον, ἢ μόνον ἀνέγνωτε σύγ‐ γραμμα αὐτοῦ τὸ περιέχον λεκίθου καὶ φακῆς σύγκρισιν; ὁρῶ γὰρ πολλὴν παρ’ ὑμῖν τῆς φακῆς τὴν σκευήν. εἰς ἣν ὁρῶσα συμβουλεύσαιμ’ ἂν ὑμῖν κατὰ τὸν Σωκρατικὸν Ἀντισθένην ἐξάγειν ἑαυτοὺς τοῦ βίου τοιαῦτα σιτου‐
25μένους. καὶ ὁ Καρνεῖος ἔφη· Εὐξίθεος ὁ Πυθαγορικός, ὦ Νίκιον, ἔλεγεν ἐνδεδέσθαι τῷ σώματι καὶ τῷ τῇδε βίῳ τὰς ἁπάντων ψυχὰς τιμωρίας χάριν, καὶ διείπασθαι τὸν θεὸν ὡς εἰ μὴ μενοῦσιν ἐπὶ τούτοις, ἕως ἂν ἑκὼν αὐτοὺς λύσῃ, πλέοσι καὶ μείζοσιν ἐμπεσοῦνται τότε λύμαις. διὸ πάντας φοβεῖσθαι τοῦ ζῆν ἕκοντας ἐκστῆναι εὐλαβουμένους τὴν τῶν κυρίων ἀνά‐
30στασιν, πεπεισμένους τὴν ἀπόλυσιν τῆς ψυχῆς κατὰ τὸν ἐν γήρᾳ θάνατον μετὰ τῆς τῶν κυρίων γίνεσθαι γνώμης. αἱ βαρεῖαι αὗται τροφαὶ φράτ‐ τουσι τὸ ἡγεμονικὸν καὶ οὐκ ἐῶσι τὴν φρόνησιν ἐν ἑαυτῷ εἶναι. Θεόπομπος οὖν φησι· τὸ ἐσθίειν πολλὰ καὶ κρεαφαγεῖν τοὺς λογισμοὺς ἐξαιρεῖ καὶ τὰς ψυχὰς ποιεῖται βραδυτέρας, ὀργῆς τε καὶ σκληρότητος καὶ πολλῆς
35σκαιότητος ἐμπίπλησι. καὶ ὁ θαυμάσιος δὲ Ξενοφῶν φησιν ἡδὺ μὲν μᾶζαν καὶ κάρδαμα φαγεῖν πεινῶντι, ἡδὺ δὲ ὕδωρ ἀρυσάμενον ἐκ ποταμῶν διψῶντα πιεῖν. Σωκράτης δὲ πολλάκις κατελαμβάνετο διαπεριπατῶν ἑσπέρας βαθείας πρὸ τῆς οἰκίας καὶ πρὸς τοὺς πυνθανομένους τί τηνικάδε; ἔλεγεν ὄψον
συνάγειν πρὸς τὸ δεῖπνον.50 in vol. 2.1

2,1

51

ὅτι μετὰ τὸ συντελέσαι τοὺς ἄθλους Ἡρακλέα Εὐρυσθέως θυσίαν ἐπι‐ τελοῦντος συμπαρελήφθη καὶ αὐτὸς καὶ τῶν τοῦ Εὐρυσθέως υἱῶν τὰς μερίδας ἑκάστῳ παρατιθέντων, τῷ δ’ Ἡρακλεῖ ταπεινότεραν παραθέντων, Ἡρακλῆς ἀτιμάζεσθαι ὑπολαβὼν ἀπέκτεινε τρεῖς τῶν παιδῶν Περιμήδην, Εὐρύβιον,
5Εὐρύπυλον. ἱστορεῖ Ἀντικλείδης. οὐ τοιοῦτοι δὲ τὸν θυμὸν ἡμεῖς οἱ κυνικοί, εἰ καὶ πάντα Ἡρακλέους ζηλωταί. τραγικὸν γὰρ ἡ φακῆ ἐστιν, Ἀρχάγαθος ἔφη, ἧς καὶ ῥοφεῖν Ὀρέστην τῆς νόσου πεπαυμένον φησὶ Σόφιλος ὁ κω‐ μικός. στωικὸν δὲ δόγμα ἐστὶν ὅτι τε πάντα ποιήσει ὁ σοφὸς καὶ φακῆν φρονιμῶς ἀρτύσει. διὸ καὶ Τίμων ὁ Φλιάσιος ἔφη· Ζηνώνειόν τε φακῆν
10ἕψειν. ἔστι δὲ ἡ Ζηνώνειος ἐπὶ τῇ φάκῃ ὑφήγησις τοιαύτη· εἰς δὲ φακῆν ἔμβαλλε δυωδέκατον κοριάννου. καὶ Κράτης ὁ Θηβαῖος ἔλεγε· μὴ πρὸ φακῆς λοπάδ’ αὔξων εἰς στάσιν ἄμμε βάλῃς. Χρύσιππός τέ φησι· μήποτ’ ἐλαίαν ἔσθιε, ἀκαλήφην ἔχων. χειμῶνος ὥρᾳ βολβοφακῆν, βαβαί. βολβοφακῆ δ’ οἷον ἀμβροσίη ψύχους κρυόεντος. καὶ Ἀριστοφάνης δέ πού φησι· πτισάνην
15διδάσκειν αὑτὸν ἕψειν ἢ φακῆν. καὶ πάλιν· ὅστις φακῆν ἥδιστον ὄψων λοιδορεῖς. Ἐπίχαρμος· χύτρα δὲ φακέας ἥψετο. οἶδα δὲ καὶ τὴν Ὀδυσσέως ἀδελφὴν Φακῆν καλουμένην, ἣν ἄλλοι Καλλιστὼ καλοῦσι. Σώπατρος δέ φησι· οὐκ ἂν δυναίμην εἰσορῶν χαλκήλατον μέγαν κολοσσὸν φάκινον ἄρτον ἐσθίειν. καίτοι τί δεῖ κατὰ τὸν σὸν Εὐριπίδην, γραμματικώτατε, πλὴν δυεῖν
20μόνον, Δήμητρος ἀκτῆς πόματός θ’ ὑδριχόους; ἥπερ πάρεστι καὶ πέφυχ’ ἡμᾶς τρέφειν. κἂν ἄλλοις δέ φησιν ὁ σκηνικὸς οὗτος φιλόσοφος· ἀρκεῖ μετρία βιοτά μοι σώφρονος τραπέζης. καὶ ὁ Σωκράτης δὲ ἔλεγε διαφέρειν τῶν ἄλλων ἀνθρώπων καθ’ ὅσον οἳ μὲν ζῶσιν ἵνα ἐσθίωσιν, ὃ δὲ ἐσθίει ἵνα ζῇ. Διογένης δὲ πρὸς τοὺς ἐγκαλοῦντας αὐτῷ ἀποτριβομένῳ ἔλεγεν· εἴθ’
25ἠδυνάμην καὶ τὴν γαστέρα τρίψας τῆς πείνης καὶ τῆς ἐνδείας παύσασθαι. Εὐριπίδης δὲ περὶ Καπανέως φησίν· Καπανεὺς ὅδ’ ἐστίν· ᾧ βίος μὲν ἦν πολύς, ἥκιστα δ’ ὄλβῳ γαῦρος ἦν, φρόνημα δ’ οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ, ψέγων τραπέζαις εἴτις ἐξογκοῖτ’ ἄγαν, τἀρκοῦν ἐπαινῶν· οὐ γὰρ ἐν γαστρὸς βορᾷ τὸ χρηστὸν εἶναι, μέτρια δ’ ἐξαρκεῖν ἔφη. οὐκ ἦν
30γὰρ τοιοῦτος ὡς ἔοικεν ὁ Καπανεὺς, οἵους Χρύσιππος λέγει τοσοῦτον ἐκ‐ πεσεῖν πρὸς τὸ ἀργύριον, ὡς ἱστορῆσθαι πρὸς τῇ τελευτῇ τινα μὲν κατα‐ πιόντα οὐκ ὀλίγους χρυσοῦς ἀποθανεῖν, τὸν δ’ ἑτέρον ῥαψάμενον εἴς τινα χιτῶνα καὶ ἐνδύντα αὐτὸν ἐπισκῆψαι τοῖς οἰκείοις θάψαι οὕτως μήτε καύσαντας μήτε θεραπεύσαντας. οἱ γὰρ τοιοῦτοι μονονουχὶ βοῶντες ἀπο‐
35θνήσκουσιν· ὦ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς, ὡς οὔτε μήτηρ ἡδονὰς τοιάσδ’ ἔχει, οὐ παῖδες ἐν δόμοισιν, οὐ φίλος πατήρ, οἵας σὺ χοἰ σὲ δώμασιν κεκτημένοι. εἰ δ’ ἡ Κύπρις τοιοῦτον ὀφθαλμοῖς ὁρᾷ, οὐ θαῦμ’ Ἔρωτας
μυρίους αὐτὴν ἔχειν. τοιαύτη τις ἦν τοῖς τότε φιλοχρηματία· περὶ ἧς51 in vol. 2.1

2,1

52

Ἀνάχαρσις πυνθανομένου τινὸς πρὸς τί Ἕλληνες χρῶνται τῷ ἀργυρίῳ, εἶπε πρὸς τὸ ἀριθμεῖν. Διογένης δ’ ἐν τῇ ἑαυτοῦ Πολιτείᾳ νόμισμα εἶναι νομοθετεῖ ἀστραγάλους. καλῶς δὲ καὶ ταῦτ’ Εὐριπίδης εἶπε· μὴ πλοῦτον εἴπῃς· οὐχὶ θαυμάζω θεὸν, ὃν καὶ ὁ κάκιστος ῥᾳδίως ἐκτήσατο. Χρύσιππος
5δέ φησι νεανίσκον τινα σφόδρα πλούσιον ἐπιδημῆσαι ταῖς Ἀθήναις πορ‐ φυρίδα ἠμφιεσμένον ἔχουσαν χρυσᾶ κράσπεδα. πυνθανοπένου δέ τινος αὐτοῦ ποδαπός ἐστιν, ἀποκρίνασθαι ὅτι πλούσιος. καὶ Ἄλεξις δέ· ποδαπὸς τὸ γένος οὗτος; πλούσιος· τούτους δὲ πάντες φασὶν εὐγενεστάτους, πένητας δ’ εὐπάτριδας οὐδὲ εἷς ὁρᾷ. φησί που Φερεκράτης· ἰδοὺ κύλιξ σοι καὶ τρά‐
10πεζα καὶ φακοί. μή μοι φακούς, μὰ τὸν Δί’· οὐ γὰρ ἥδομαι. ἢν γὰρ τράγῃ τις, τοῦ στόματος ὄζει κακόν. Τίμων ὁ σιλλογραφός φησιν· ἐνὶ κόγχῳ Ἑλλήνων ἡ πᾶσα περισσοτρύφητος ὀιζύς. Σώπατρος τὴν Ἐρετρίαν λευκάλφιτόν φησι. διάφοραι γὰρ αἱ ἐκ ταύτης μάζαι ὡς καὶ ἐκ Τέω. Στράττις ὁ κωμικὸς φησίν· παραινέσαι δὲ σφῷν τι βούλομαι σοφόν· ὅταν
15φακῆν ἕψητε, μὴ ’πιχεῖν μύρον. ἤδη δὲ καὶ εἰς παροιμίαν ἀναγράφεται τὸ ἐπὶ τῇ φακῇ μύρον. ὅτι Γαλάταις ἔθος, ἡνίκ’ ἂν προτέρημά τι ἐν τοῖς πολέμοις λάβωσι, θύειν τοῖς θεοῖς τοὺς αἰχμαλώτους. εἰ αὐτάρκειαν ἀσπάζῃ, φιλόσοφε, τί οὐ τοὺς Πυθαγορικοὺς ζηλοῖς, περὶ ὧν Ἀντιφάνης φησίν· Πυθαγορικοὶ ἄθλιοί τινες ἐν τῇ χαράδρᾳ τρώγοντες
20ἅλιμα. καὶ πάλιν· πρῶτα μὲν ὥσπερ πυθαγορίζων ἐμψύχου ἐσθίει οὐδέν, ἀλλὰ μάζης μελαγχρῆ μερίδα λαμβάνων λέπει. Ἄλεξις· οἱ πυθαγορίζοντες, ὡς ἀκούομεν, οὔτ’ ὄψον ἐσθίουσιν, οὔτ’ ἀλλ’ οὐδὲ ἓν ἔμψυχον, οἶνον τε οὐχὶ πίνουσι μόνοι. ἔστι δ’ αὐτοῖς ἄρτος καὶ ποτήριον ὕδατος, δεσμωτηρίου λέγεις δίαιταν πάντες οὗτοι οἱ σοφοὶ διάγουσι. καὶ μετ’ ὀλίγα· ἤδει δ’ ὑπο‐
25μεῖναι ἀσιτίαν, ῥύπον, ῥῖγος, σιωπήν, στυγνότητ’, ἀλουσίαν. Ἀντιφάνης πού φησι· κατεφάγετε πάμπολλα ἐξὸν ὠνήσασθαι τὰς προσφόρους ὑμῖν τροφάς, σκόροδα, τυρόν, κρόμμυα, κάππαριν, πάντα ταῦτ’ ἐστι δραχμῆς. Ἀριστοφάνης δέ φησι· τί ποτε οἰόμεθα τοὺς πάλαι ποτὲ τοὺς Πυθαγοριστὰς ῥυπᾶν ἕκοντας ἢ φορεῖν τρίβωνας ἡδέως; οὐκ ἔστι τούτων οὐδὲ ἕν, τῆς
30εὐτελείας πρόφασιν εὗρον καλήν· ὅρους ἔπηξαν τοῖς πένησι χρησίμους. ἐπεὶ παράθες αὐτοῖς ἰχθῦς ἢ κρέας, κἂν μὴ κατεσθίωσι καὶ τοὺς δακτύλους, ἐθέλω κρέμασθαι δεκάκις. ὅτι ἀρχαῖον ἐπίγραμμα εἰς φιλοσόφους πεποίηται· ὀφρυανασπασίδαι, ῥινεγκαταπηξιγένειοι, σακκογενειότροφοι, λοπαδαρπαγίδαι, νυκτιλαθραιοφάγοι, μειρακιεξαπάται, συλλαβοπευσιλαληταί, δοξοματαιόσο‐
35φοι, ζηταρετησιάδαι. Ἀρχέστρατος ὁ Γελῷός φησί που, ἣν μόνην ὑμεῖς ῥα‐ ψωδίαν οἱ σοφοὶ ἀσπάζεσθε, μόνον τοῦτο πυθαγορίζοντες τὸ σιωπᾶν, δι’ ἀσθένειαν λόγων τοῦτο ποιοῦντες. ὅτι Σφοδρίας ὁ κυνικὸς τέχνην ἔγραψεν
ἐρωτικήν, καὶ Πρωταγορίδης ἀκροάσεις ἐρωτικάς, Περσαῖος τε διαλόγους52 in vol. 2.1

2,1

53

συμποτικούς, ἐν οἷς ζητεῖ, ὅπως ἂν μὴ κατακοιμηθῶσιν οἱ συμπόται, καὶ πῶς ταῖς ἐπιχύσεσι χρηστέον, καὶ πότε εἰσακτέον τὰ ὡραῖα σώματα εἰς τὸ συμπόσιον, περιεργότερόν τε περὶ φιλημάτων εἴρηκεν ὁ Σωφρονίσκου φιλόσοφος, ὃς περὶ ταῦτα τὴν διάνοιαν ἀεὶ στρέφων πιστευθείς, ὥς φησιν
5Ἕρμιππος, ὑπ’ Ἀντιγόνου τὸν Ἀκροκόρινθον κωθωνιζόμενος ἐξέπεσε καὶ αὐτῆς τῆς Κορίνθου, καταστρατηγηθεὶς ὑπὸ τοῦ Σικυωνίου Ἀράτου, ὁ πρό‐ τερον ἐν τοῖς διαλόγοις πρὸς Ζήνωνα διαμιλλώμενος, ὡς ὁ σοφὸς πάντως ἂν εἴη καὶ στρατηγὸς ἀγαθός. Κτησίβιος ὁ Χαλκιδεὺς ἐρωτηθεὶς τί περι‐ γέγονεν ἐκ φιλοσοφίας αὐτῷ; ἔφη ἀσυμβόλως δειπνεῖν, περὶ οὗ Τίμων
10πού φησι· δειπνόμανες, νεκροῦ ὄμματ’ ἔχων, κραδίην δ’ ἀκύλιστον. ἦν δ’ εὔστοχος ὁ Κτησίβοιος καὶ χαρίεις περὶ τὸ γελοῖον· διὸ καὶ πάντες αὐτὸν ἐπὶ τὰ συμπόσια παρεκάλουν· οὐχ ὥσπερ σύ, κυνικέ, ὁ μηδέποτε ταῖς Χάρισι, ἀλλ’ οὐδὲ ταῖς Μούσαις θύσας. φυγοῦσα γοῦν σε καὶ τοὺς σοὶ παραπλησίους ἡ Ἀρετὴ Ἡδονῇ παρακάθηται, ὥς φησι Μνασάλκης ἐν
15ἐπιγράμμασιν· ἅδ’ ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῇδε κάθημαι Ἡδονῇ, αἰσχίστως κειραμένη πλοκάμους, θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἴπερ ἅπασιν ἁ κακόφρων Τέρψις κρείσσων ἐμοῦ κέκριται. Βάτων ὁ κωμικός φησι· τί τἀργύριον, ἄνθρωπε, τιμιώτερον σαυτοῦ τέθεικας ἢ πέφυκε τῇ φύσει; ἀλυσιτελὴς εἶ τῇ πόλει πίνων ὕδωρ· τὸν γὰρ γεωργὸν καὶ τὸν
20ἔμπορον ἀδικεῖς. ὅτι πρῶτος Διόδωρος ὁ Ἀσπένδιος ὁ Πυθαγοριστὴς κομῶν ἔζη καὶ ῥυπῶν καὶ ἀνυποδητῶν βαθεῖ πώγωνι χρώμενος, ἀνέλαβε δὲ τρί‐ βωνα καὶ κομὴν ἐφόρει κατά τινα τῦφον τὴν ἐπιτήδευσιν ταύτην προσα‐ γαγών, τῶν δὲ πρὸ αὐτοῦ Πυθαγορικῶν λαμπρῶς ἀμφιεννυμένων καὶ λουτροῖς καὶ ἀλείμμασι κουρᾷ τε τῇ συνήθει χρωμένων. μαστιγίαι, κέντρωνες, ἀλλο‐
25τριοφάγοι· φησὶ Σοφοκλῆς. ὅτι Ἄλεξις ὑποτίθεται τὸν Ἡρακλέα παρὰ τῷ Λίνῳ παιδευόμενον καὶ κελευσθέντα ἀπὸ βιβλίων πολλῶν παρακειμένων λαβόντα ἐντυχεῖν Ὀρφέως, Ἡσιόδου, Χοιρίλου, Ἐπιχάρμου, Ὁμήρου ὡς ἂν δηλώσῃ τὴν φύσιν ἐπὶ τί ὥρμησε, ἐκεῖνος δ’ ὀψαρτυτικὸν βιβλίον λαβὼν ἐν χεροῖν περισπουδάστως
30ἐκράτει. Σίμου μὲν καταμωκώμενος τοῦ εὐφυοῦς τραγῳδίας ὑποκρίτου, λέγων δὲ τῶν ὑποκριτῶν πολὺ κράτιστον εἶναι τὸν ὀψοποιὸν, ὡς δοκεῖ τοῖς χρωμένοις, τῶν δ’ ὀψοποιῶν ὑποκριτής. βούλιμός ἐστ’ ἄνθρωπος. ὅτι βούλει λέγε· πεινῶ γάρ, εὖ τοῦτ’ ἴσθι. οὐ παρὰ κωφὸν ὁ τυφλὸς ἔοικε λαλεῖν Κρατῖνός φησιν. ἀεί γ’ ὁ Χαιρεφῶν τιν’ εὑρίσκει τέχνην, φησὶν Ἄλεξις,
35καὶ νῦν πορίζεται γε τὰ δεῖπν’ ἀσύβολα. ὅπου γάρ ἐστιν ὁ κέραμος μισθώ‐ σιμος τοῖς μαγείροις, εὐθέως ἐξ ἑωθινοῦ ἕστηκεν ἐλθών· κἂν ἴδῃ μισθούμενον εἰς ἑστίασιν, τοῦ μαγείρου πυθόμενος τὸν ἑστιῶντα, τῆς θύρας χασμωμένης
ἂν ἐπιλάβηται, πρῶτος εἰσελήλυθεν. καὶ πάλιν ἐπὶ δεῖπνον ἐλθῶν εἰς53 in vol. 2.1

2,1

54

Κόρινθον Χαιρεφῶν ἄκλητος· οὕτω γὰρ πέτεται διαπόντιος· οὕτω τι τἀλλό‐ τρι’ ἐσθίειν ἐστὶ γλυκύ. ὑπὸ τῆς ἐμφύτου, φησί, γαστριμαργίας καὶ ἡδυ‐ λογίας ἀναγινώσκει μέλη πάραυλα· τοῖς ἡδονικοῖς, φησίν, ἁμαρτολόγοις, ὦ χοιρίδιον εὐάρτυτον· ἔχουσι γάρ τι κέντρον ἐν τοῖς δακτύλοις μισάνθρωπον,
5Φρύνιχός φησιν ὁ κωμῳδιοποιός. ὅτι τὸ χαριτογλωσσεῖν παρ’ Αἰσχύλῳ κεῖται. ὅτι ἀσώτου διαβοήτου μέμνηται Ἄλεξις λέγων· Διόδωρος οὑπίτριπτος ἐν ἔτεσι δύο σφαῖραν ἀπέδειξε τὴν πατρῴαν οὐσίαν· οὕτως ἱκανῶς ἅπαντα κατεμασήσατο. πάλιν· Ἐπιχαρίδης ὁ μικρὸς ἐν πένθ’ ἡμέραις σφαῖραν ἐποίησε τὴν πατρῴαν οὐσίαν· οὕτω συνεστρόγγυλεν ἰταμῶς καὶ ταχύ. καὶ
10Κτήσιππος δ’ ὁ Χαβρίου υἱὸς εἰς τοσοῦτον ἦλθεν ἀσωτίας ὡς καὶ τοῦ μνή‐ ματος τοῦ πατρός, εἰς ὃ Ἀθηναῖοι χιλίας ἀνάλωσαν δραχμάς, τοὺς λίθους πωλῆσαι εἰς τὰς ἡδυπαθείας. περὶ οὗ Μένανδρός φησι· καίτοι νέος ποτ’ ἐγενόμην κἀγώ, γύναι· ἀλλ’ οὐκ ἐλούμην πεντάκις τῆς ἡμέρας τότ’, ἀλλὰ νῦν· οὐδὲ χλανίδ’ εἶχον, ἀλλὰ νῦν· οὐδὲ μύρον εἶχον, ἀλλὰ νῦν· καὶ βά‐
15ψομαι καὶ παρατιλοῦμαι νὴ Δία καὶ γενήσομαι Κτήσιππος, οὐκ ἄνθρωπος, ἐν ὀλίγῳ χρόνῳ, κᾆθ’ ὡς ἐκεῖνος κατέδομαι τοὺς λίθους ἁπαξάπαντας, οὐ γὰρ οὖν τὴν γῆν μόνην. τάχ’ οὖν διὰ τὴν αὐτοῦ τὴν ταύτην ἀσωτίαν καὶ κιναιδίαν τοὔνομα αὐτοῦ παρέλιπε Δημοσθένης ἐν τῷ περὶ ἀτελειῶν. ὁ δ’ αὐτὸς Μένανδρος καὶ τοιαύτην κόλασιν ὁρίζει τοῖς τὰ πατρῷα καταδε‐
20δηκόσιν· ὦ φιλτάτη γοῦν μῆτερ, ὡς σεμνὸν σφόδρ’ εἶ τοῖς νοῦν ἔχουσι κτῆμα πολλοῦ τ’ ἄξιον. ὡς δῆτ’ ἐχρῆν εἴ τις πατρῷαν γῆν παραλαβὼν κατάφαγοι, πλεῖν τοῦτον ἤδη διὰ τέλους καὶ μηδέποτε ἐπιβαίνειν γῆς, ἵν’ οὕτως ᾔσθεθ’ οἷον παραλαβὼν ἀγαθὸν οὐκ ἐφείσατο. Πυθοδήλου δὲ ἀσώτου Ἀξιόμαχος μνημονεύει, ὃν καὶ ἀσώτατον ἄνθρωπον καλεῖ. Πολυεύκτου
25δ’ Ἀναξανδρίδης λέγων· ὄρνις κεκλήσῃ. διὰ τί, πρὸς τῆς Ἑστίας; πότερον καταφαγὼν τὴν πατρῷαν οὐσίαν, ὥσπερ Πολύευκτος ὁ καλός; οὐ δῆτ’, ἀλλ’ ὅτι ἄρρην ὑπὸ θηλειῶν κατεκόπης. Θεόπομπος δὲ Εὔβουλόν φησι τὸν δημα‐ γωγὸν ἄσωτον γενέσθαι. Καλλίστρατον τέ φησι τὸν Καλλικράτους δημαγωγὸν πρὸς μὲν τὰς ἡδονὰς εἶναι ἀκρατῆ, τῆς δὲ πολιτικῆς ἐπιμελῆ. τὸν Εὔβου‐
30λον δὲ καὶ συγκρίνει τοῖς Ταραντίνοις λέγων· τοσοῦτον ἀσωτίᾳ καὶ πλεον‐ εξίᾳ διενήνοχε τοῦ δήμου τῶν Ταραντίνων ὅσον ὃ μὲν περὶ τὰς ἑστιάσεις εἶχεν ἀκρατῶς, ὃ δὲ Ἀθηναίων καὶ τὰς προσόδους διατετέλεκε καταμισθο‐ φορῶν. τῶν Ταραντίνων δέ, φησίν, ἡ πόλις σχεδὸν καθ’ ἕκαστον μῆνα βουθυτεῖ καὶ δημοσίᾳ ἑστιάσεις ποιεῖται. τὸ δὲ τῶν ἰδιωτῶν πλῆθος ἀεὶ
35περὶ συνουσίας καὶ πότους ἐστί. λέγουσι δὲ καί τινα τοιοῦτον λόγον οἱ Ταραντῖνοι, τοὺς μὲν ἄλλους ἀνθρώπους διὰ τὸ φιλοπονεῖσθαι καὶ περὶ τὰς ἐργασίας διατρίβειν παρασκευάζεσθαι ζῆν, αὐτοὺς δὲ διὰ τὰς συνουσίας καὶ
τὰς ἡδονὰς οὐ μέλλειν, ἀλλ’ ἤδη βιῶναι.54 in vol. 2.1

2,1

55

καὶ περὶ Φιλίππου δέ φησιν ὅτι, ἐπεὶ ἐγκρατὴς πολλῶν ἐγένετο πραγμά‐ των, οὐκ ἀνάλωσεν αὐτὰ τάχεως, ἀλλ’ ἐξέβαλε καὶ ἔῤῥιψε, πάντων ἀνθρώπων κάκιστος ὢν οἰκονόμος οὐ μόνον αὐτὸς, ἀλλὰ καὶ οἱ περὶ αὐτόν. ἁπλῶς γὰρ οὐδεὶς αὐτῶν ἠπίστατο ζῆν ὀρθῶς οὐδὲ σωφρόνως οἰκεῖν οἰκίαν·
5τοῦ δ’ αὐτὸς αἴτιος ἦν ἄπληστος καὶ πολυτελὴς ὤν, προχείρως ἅπαντα ποιῶν καὶ κτώμενος καὶ διδούς. ἔπειτα δ’ οἱ ἑταῖροι αὐτοῦ ἐκ πολλῶν τό‐ πων ἦσαν συνεῤῥυηκότες, οὐκ ἀριστίνδην ἐξειλεγμένοι, ἀλλ’ εἴ τις ἦν ἐν τοῖς Ἕλλησιν ἢ τοῖς βαρβάροις λάσταυρος ἢ βδελυρὸς ἢ θρασὺς τὸν τρόπον, οὗτοι σχεδὸν ἅπαντες εἰς Μακεδονίαν ἁθροισθέντες ἑταῖροι Φιλίππου προσ‐
10ηγορεύοντο. εἰ δὲ καὶ μὴ τοιοῦτός τις ἐληλύθει, ὑπὸ τῆς διαίτης τῆς Μακεδονικῆς τάχεως ἐκείνοις ὅμοιος ἐγίνετο. οἱ γὰρ πόλεμοι καὶ αἱ στρα‐ τεῖαι καὶ αἱ πολυτέλειαι θρασεῖς αὐτοὺς εἶναι προετρέποντο καὶ ζῆν μὴ κοσμίως, ἀλλ’ ἀσώτως καὶ τοῖς λῃσταῖς παραπλησίως. Δοῦρις ἱστορεῖ Πασίκυπρον τὸν βασιλέα Κύπρου πεντήκοντα ταλάντων
15ἀποδόσθαι Πυμάτωνι τῷ Κιττιεῖ χωρίον τι λαμπρὸν καὶ τὴν βασιλείαν αὐτοῦ καὶ λαβόντα τὰ χρήματα καταγηρᾶσαι ἐν Ἀμαθοῦντι. Αἰθίοψ δ’ ὁ Κορίνθιος, ὥς φησι Δημήτριος ὁ Σκήψιος, ὑπὸ φιληδονίας καὶ ἀκρασίας μετὰ Ἀρχίου πλέων εἰς Σικελίαν ὅτ’ ἔμελλεν κτίζειν Συρακούσας τῷ ἑαυτοῦ συσσίτῳ μελιτούττης, ἀπέδοτο τὸν κλῆρον ὃν ἐν Συρακούσαις λαχὼν ἔμελλεν
20ἕξειν. καὶ Δημήτριος δὲ ὁ Δημητρίου τοῦ Φαληρέως ἀπόγονος Ἀρισταγόραν μὲν εἶχε τὴν Κορινθίαν ἑταῖραν, ἔζη δὲ πολυτελῶς. ἀνακαλεσαμένων δὲ αὐτὸν τῶν Ἀρεοπαγιτῶν καὶ κελευόντων βέλτιον ζῆν, ἀλλὰ καὶ νῦν, εἶπεν, ἐλευθερίως ζῶ. καὶ γὰρ ἑταίραν ἔχω τὴν καλλίστην καὶ ἀδικῶ οὐδένα καὶ πίνω Χῖον οἶνον καὶ τἄλλ’ ἀρκούντως παρασκευάζομαι, τῶν ἰδίων μοι προσ‐
25όδων εἰς ταῦτα ἐκποιουσῶν, οὐ καθάπερ ὑμῶν ἔνιοι δεκαζόμενος ζῶ καὶ μοιχεύων. καὶ κατέλεξέ τινας ἐπ’ ὀνόματος τῶν ταῦτα πραττόντων. ταῦτα δ’ ἀκούσας Ἀντίγονος ὁ βασιλεὺς θεσμοθέτην αὐτὸν κατέστησεν. τοῖς δὲ Παναθηναίοις ἵππαρχος ὢν ἰκρίον ἔστησε πρὸς τοῖς Ἑρμαῖς Ἀρισταγόρας μετεωρότερον τῶν Ἑρμῶν, Ἐλευσῖνι τε μυστηρίων ὄντων ἔθηκεν αὐτῇ θρόνον
30παρὰ τὸ ἀνάκτορον, οἰμώξεσθαι φήσας τοὺς κωλύσοντας. ἐξῆν δὲ τοῖς Ἀρεοπαγίταις τοὺς μὴ ἔκ τινος περιουσίας ζῶντας ἀνακαλεῖσθαι καὶ κολά‐ ζειν. Μενέδημον οὖν καὶ Ἀσκληπιάδην τοὺς φιλοσόφους νέους ὄντας καὶ πενομένους μεταπεμψάμενοι ἠρώτησαν πῶς τοῖς φιλοσόφοις συσχολάζοντες, κεκτημένοι δὲ μηδέν, εὐεκτοῦσιν οὕτω τοῖς σώμασι· καὶ οἳ ἐκέλευσαν μετα‐
35πεμφθῆναί τινα τῶν μυλωθρῶν. ἐλθόντος δὲ ἐκείνου καὶ εἰπόντος ὅτι νυκτὸς ἑκάστης κατιόντες εἰς τὸν μυλῶνα καὶ ἀλοῦντες δύο δραχμὰς ἀμφότεροι λαμβάνουσι, θαυμάσαντες διακοσίαις δραχμαῖς ἐτίμησαν αὐτούς. καὶ Δημό‐
κριτον δὲ Ἀβδηρίται δημοσίᾳ κρίνοντες ὡς κατεφθαρκότα τὰ πατρῷα, ἐπεὶ55 in vol. 2.1

2,1

56

ἀναγνοὺς αὐτοῖς τὸν μέγαν διάκοσμον καὶ τὰ περὶ τῶν ἐν Ἅιδου εἶπεν εἰς ταῦτα ἀνηλωκέναι, ἀφείθη. οἱ δὲ μὴ οὕτως ἄσωτοι πίνους’ ἑκάστης ἡμέρας δύο ἡμέρας, ὥς φησιν Ἄμφις, διασειόμενοι τοὺς κροτάφους ὑπὸ τοῦ ἀκράτου, καὶ κατὰ τὸν Δίφιλον κεφαλὰς ἔχοντες τρεῖς ὥσπερ Ἀρτε‐
5μίσιον, πολέμιοι τῆς οὐσίας ὄντες, ὥς φησι Σάτυρος κατατρέχοντες τὸν ἀγρόν, διαρπάζοντες τὴν οἰκίαν, λαφυροπωλοῦντες τὰ ὑπάρχοντα, σκο‐ ποῦντες οὐ τί δεδαπάνηται ἀλλὰ τί δαπανηθήσεται, οὐδὲ τί περιέσται ἀλλὰ τί οὐ περιέσται, ἐν νεότητι τὰ τοῦ γήρως ἐφόδια προκαταναλίσκοντες, χαίροντες τῇ ἑταίρᾳ, οὐ τοῖς ἑταίροις, καὶ τῷ οἴνῳ, οὐ τοῖς συμπόταις.
10Σπαρτιάται δὲ Γνώσιππον ἄσωτον γενόμενον ἐκώλυον συναναστρέφεσθαι τοῖς νέοις. παρὰ δὲ Ῥωμαίοις ἐπὶ ἀσωτίᾳ Ἀπίκιός τις πάντας ἀνθρώπους ὑπερ‐ ηκόντικεν, ὁ καὶ τῆς φύγης γενόμενος αἴτιος Ῥουτιλίῳ τῷ τὴν Ῥωμαικὴν ἱστορίαν Ἑλλήνων φωνῇ ἐκδεδωκότι. Φῶκον δὲ τὸν Φωκίωνος υἱὸν οὐκ ἦν ὃς οὐκ ἐμίσει Ἀθηναίων, καὶ ὁπότε ἀπαντήσει τις αὐτῷ, ἔλεγεν· ὦ κατ‐
15αισχύνας τὸ γένος. πάντα γὰρ ἀνάλωσε τὰ πατρῷα εἰς ἀσωτίαν. ἐπιδόσεων δέ ποτε γινομένων παρελθὼν εἰς τὴν ἐκκλησίαν ἔφη· ἐπιδίδωμι κἀγώ, καὶ οἱ Ἀθηναῖοι ὁμοθυμαδὸν ἀνεβόησαν εἰς ἀκολασίαν. ἦν δ’ ὁ Φῶκος καὶ φιλοπότης. ὅτι μαγειρικὰ σκεύη καταριθμεῖται Ἀνάξιππος ζωμήρυσιν, ὀβελίσκους
20κρεάγραν, θυίαν, τυροκνῆστιν, στελεόν, κοπίδας, κύβηλιν ἀγωνιστηρίαν. Ἀριστοφάνης δὲ τὴν χύτραν κακκάβην που εἴρηκε. καὶ Ἀντιφάνης· Βοιωτία ἔγχελυς μιχθεῖσα κοίλοις ἐν μυχοῖσι κακκάβης χλιαίνετ’, αἴρεθ’, ἕψεται, παφλάζεται. σκεῦος δέ τι καὶ τὸ ἀσώτιον παρὰ Στράττιδι. βα‐ τάνειον δὲ λέγεται μέν, οὐκ ἐμφαίνεται δὲ ἐνταῦθα τί σημαίνει. Ἄλεξις·
25ὀψοποιεῖν εὐφυῶς περὶ Σικελίαν ἔμαθον ὥστε τοὺς δειπνοῦντας εἰς βατάνειον ἐκβάλλειν ποιῶ ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς. Ἀντιφάνης· που‐ λύπους τετμημένος ἐν βατάνοισιν ἑφθὸς ἐν τετμημένοις. ἀλλαχοῦ δὲ πατάνειον διὰ τοῦ π φησὶν πατάνεια, σεῦτλον, σίλφιον. ὁ αὐτὸς ἀλλαχοῦ φησιν περὶ κακκάβων· ἄλλος ἐπὶ τούτῳ μέγας ἥξει τις ἰσοτράπεζος εὐγενής.
30τίνα λέγεις; Καρύστου θρέμμα, γηγενής, ζέων. εἶτ’ οὐκ ἂν εἴποις; ὕπαγε. κάκκαβον λέγω· σὺ δ’ ἴσως ἂν εἴποις λοπάδα. ἐμοὶ δὲ τοὔνομα οἴει δια‐ φέρειν, εἴτε κάκκαβον τινες ὀνομάζουσιν εἴτε σίττυβον; πλὴν ὅτι λέγεις ἀγγεῖον οἶδα. Ἄλεξις δὲ ἡδυσμάτων ποιούμενος κατάλογον λέγει· ἄνηθον, μάραθον, ἀσταφίδα κεκομμένην, νᾶπυ, σέσελι, θύμον καὶ σίραιον καὶ ἄλλα.
35καὶ ἀλλαχοῦ· τρίμμα ὄξει σιραίῳ χρωματίσας καὶ σιλφίῳ πυκνῷ πατάξας. ὅτι καὶ τὸ ἐπεσθίειν εἴρηται παρὰ τοῖς ἀρχαίοις· πρὸ τοῦ δ’ ὑπὸ τῆς πενίας ἅπαντ’ ἐπέσθιον. καὶ τὸ ἐπιφαγεῖν. Εὔπολις· ἐπιφαγεῖν μηδὲν ἀλλ’ ἢ
κρόμυον βλέποντα καὶ τρεῖς ἁλμάδας. ὅτι Ἰόβας ὁ βασιλεὺς τὸν αὐτὸν56 in vol. 2.1

2,1

57

εἶναί φησι τραπεζοκόμον καὶ τὸν ὑπὸ Ῥωμαίων καλούμενον στρούκτωρα. ἐκαλεῖτο δὲ τραπεζοποιὸς ὁ τραπεζῶν ἐπιμελητὴς καὶ τῆς ἄλλης εὐκοσμίας. σκεύη πλύνων, λύχνους ἑτοιμάζων, σπονδὰς ποιῶν, τἄλλ’ ὅσα προσήκει, ὥς φησιν Ἀντιφάνης. ἔλεγον δὲ καὶ ἐπιτραπεζώματα τὰ ἐπιτιθέμενα τῇ
5τραπέζῃ βρώματα. ἐκάλουν δὲ καὶ ἀγοραστὴν τὸν νῦν ὀψωνάτορα. Μένανδρος· φειδωλὸς ἦν καὶ μέτριος ἀγοραστής. Ἀριστοφάνης· ὡς οὑψώνης διατρίβειν ἡμῖν τὸ ἄριστον ἔοικε. κεῖται δὲ καὶ τὸ παροψωνεῖν ἐν Κρατίνῳ καὶ τὸ παραγοράζειν ἐν Ἀλέξιδι. ἐλέατροι δὲ καλοῦνται οἱ ἐπὶ τὴν βασιλικὴν καλοῦντες τράπεζαν, οἱ δειπνοκλήτορες, παρὰ τὸ ἐλεόν. ἐκάλουν δὲ καὶ
10τοὺς προγεύστας ἐλεάτρους, ὅτι προήσθιον τῶν βασιλέων πρὸς ἀσφάλειαν. ἦν δ’ ἐπιφανὴς καὶ ἔντιμος ἡ χρεία. Πτολεμαῖος γοῦν ὁ Σωτὴρ ἐλέατρος ἀπεδείχθη Ἀλεξάνδρου. μήποτε δὲ ὃν νῦν καλοῦσι Ῥωμαῖοι προγεύστην τότε Ἕλληνες προτένθην ὠνόμαζον. Ἀριστοφάνης Νεφέλαις· ὅπερ οἱ προ‐ τένθαι γὰρ δοκοῦσι μοι παθεῖν· καὶ ἐφεξῆς· διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ
15μιᾷ. Ἀθήνησι δὲ ὥσπερ τι σύστημα οἱ προτένθαι ἦσαν, καθάπερ καὶ οἱ παράσιτοι ὀνομαζόμενοι. ὅτι δ’ ἦσαν παρὰ τοῖς ἀρχαίοις οἱ προγεύσται κα‐ λούμενοι Ξενοφῶν ἐν τυραννικῷ δηλοῖ λέγων· ὁ τύραννος οὔτε τοῖς ποτοῖς πιστεύων διάγει, ἀλλὰ καὶ τούτων ἀντὶ τοῦ ἀπάρχεσθαι θεοῖς τοῖς δια‐ κονοῦσι πρῶτον κελεύουσιν ἀπογεύεσθαι διὰ τὸ ἀπιστεῖν μὴ καὶ ἐν τού‐
20τοις κακόν τι φάγωσιν ἢ πίωσιν. ὅτι οἱ τὰ πέμματα καὶ τοὺς πλακοῦντας ποιοῦντες δημιουργοὶ πρότερον ἐκαλοῦντο, καὶ προνοοῦντο πεμμάτων μὲν αἱ δημιουργῶν γυναῖκες, ὀψαρτυτικῆς δὲ οἱ μάγειροι, ὡς Ἀντιφάνης· μάγειροι δώδεκα καὶ δημιουργοὶ μέλιτος αἰτεῦσαι σκάφας. Μένανδρος· τί τοῦτο, παῖ; διακονικῶς γὰρ προελήλυθας. ναί· πλάττομεν γὰρ πλάσματα
25τὴν νυκτ’ ἠγρυπνήκαμεν· καὶ νῦν ἔτι ἀποίητα πάμπολλ’ ἐστὶν ἡμῖν. πολλὰ μὲν ἐπιθεῖναι πέμματα, πολλὰς δὲ νοσσάδας ὄρνις, λέγει που Σέλευκος, ὃς καί φησι πεμμάτων πρῶτον μνημονεῦσαι Πανύασσιν. ὅτι Δήλιοι μαγείρων καὶ τραπεζοποιῶν παρείχοντο χρείας τοῖς παραγινομένοις πρὸς τὰς ἱερουργίας, καὶ ὅτι ἦν αὐτοῖς ἀπὸ τῶν πράξεων ὀνόματα Μάγασις
30καὶ Γόγγυλος, ἐπεὶ τὰς μάζας, φησὶν Ἀριστοτέλης, ἐν ταῖς θοίναις δι’ ἡ‐ μέρας τρίβοντες παρεῖχον γογγύλας. ἐκαλοῦντο δέ τινες αὐτῶν καὶ Χοίρακοι καὶ Ἀμνοὶ καὶ Ἀρτυσίλεῳ καὶ Σήσαμοι καὶ Ἀρτυσίτραγοι καὶ Ἰχθυβόλοι, καὶ γυναῖκες Κυμινάνθαι, κοινῇ δὲ πάντες Ἐλεοδύται διὰ τὸ τοῖς ἐλεοῖς ὑποδύεσθαι διακονοῦντες ἐν ταῖς θοίναις· ἐλεὸς δὲ ἡ μαγειρικὴ τράπεζα.
35Κρίτων δ’ ὁ κωμικὸς παρασίτους τοῦ θεοῦ καλεῖ τοὺς Δηλίους. Ἀχαιὸς δὲ ὁ Ἐρετριεὺς καρυκκοποιοὺς καλεῖ τοὺς Δελφοὺς, παρόσον τὰ ἱερεῖα περιτέμνοντες δῆλον ὡς ἐμαγείρευον αὐτὰ καὶ ἐκαρύκκευον. διὸ καὶ Ἀριστο‐
φάνης φησί· ἀλλ’ ὦ Δελφῶν πλείστας ἀκονῶν Φοῖβε μαχαίρας, καὶ προ‐57 in vol. 2.1

2,1

58

διδάσκων τοὺς σοὺς προπόλους. Σῆμος δέ φησι· Δελφοῖς παραγινομένοις εἰς Δῆλον οἱ Δήλιοι παρεῖχον ἅλας, ὄξος, ἔλαιον, ξύλα καὶ στρώματα. Ἀριστοφάνης δέ φησι περὶ Μαγνήτων τῶν ἐπὶ τοῦ Μαιάνδρου ποταμοῦ ὅτι Δελφῶν εἰσιν ἄποικοι, οἳ παρέχουσι τοῖς ἐπιδημοῦσι στέγην, ἅλας,
5ἔλαιον, ὄξος, ἐπίλυχνον, κλίνας, στρώματα, τραπέζας. Δημήτριος δ’ ὁ Σκήψιός φησιν ἐν τῇ Λακωνικῇ ἐπὶ τῆς Ὑακινθίδος ὅδου ἱδρύσθαι ἥρωας Δαίτωνα καὶ Κεράωνα ὑπὸ τῶν ἐν τοῖς φειδιτίοις ποιούντων τε τὰς μάζας καὶ κεραννύντων τὸν οἶνον διακόνων. καὶ παρὰ Τρωσὶ δὲ Δαίτην ἥρωα τι‐ μᾶσθαι καὶ ἐν Κύπρῳ δέ φησιν Ἡγήσανδρος τιμᾶσθαι Δία εἰλαπιναστὴν
10καὶ σπλαγχνοτόμον.
10 ὅτι τὸ ὄργανον ἡ ὕδραυλις, Ἀλεξανδρέως εὕρεμα κουρέως τὴν τέχνην, Κτησι‐ βίου τοὔνομα. ζητεῖται δὲ πότερον τῶν ἐμπνευστῶν ἐστιν ὀργάνων ἢ τῶν ἐντατῶν. λέγεται δὲ Πλάτωνα μικράν τινα ἔννοιαν δοῦναι τοῦ κατασκευάσ‐ ματος νυκτερινὸν ποιήσαντα ὡρολόγιον ἐοικὸς τῷ ὑδραυλικῷ οἷον κλεψύδραν
15μεγάλην λίαν. καὶ τὸ ὑδραυλικὸν δὲ ὄργανον δοκεῖ κλεψύδρα εἶναι. ἐντατὸν οὖν καὶ καθαπτὸν οὐκ ἂν νομισθείη. ἐμπνευστὸν δ’ ἂν ἴσως ῥηθείη διὰ τὸ ἐμπνεῖσθαι τὸ ὄργανον ὑπὸ τοῦ ὕδατος. κατεστραμμένοι γάρ εἰσιν οἱ αὐλοὶ εἰς τὸ ὕδωρ καὶ ἀρασσομένου τοῦ ὕδατος ὑπό τινος νεανίσκου, ἔτι δὲ διικνου‐ μένων ἀξινῶν διὰ τοῦ ὀργάνου ἐμπνέονται οἱ αὐλοὶ καὶ ἦχον ἀποτελοῦσι
20προσηνῆ. ἔοικε δὲ τὸ ὄργανον βωμῷ στρογγύλῳ. εὑρὼν δὲ ταύτην Κτησίβιος ἐπὶ τοῦ δευτέρου Εὐεργέτου διέπρεψέ τε μεγάλως καὶ τὴν αὐτοῦ γυναῖκα Θαίδα ἐδίδαξεν. Ἀριστόξενος δὲ προκρίνει τὰ ἐντατὰ καὶ καθαπτὰ τῶν ὀργάνων τῶν ἐμπνευστῶν, ῥᾴω εἶναι φάσκων τὰ ἐμπνευστά· πολλοὺς γὰρ μὴ διδαχθέντας αὐλεῖν τε καὶ συρίζειν, ὡς τοὺς ποιμένας.
25 ὅτι οἱ Φοίνικες, ὥς φησι Ξενοφῶν, γιγγραίνοις αὐλοῖς ἐχρῶντο σπιθαμιαίοις τὸ μέγεθος, ὀξὺ καὶ γοερὸν φθεγγομένοις. οἷς καὶ Κᾶρες ἐχρῶντο ἐν τοῖς θρήνοις, εἰ μὴ ἄρα καὶ ἡ Καρία Φοινίκη ἐκαλεῖτο, ὡς παρὰ Κορίννῃ καὶ Βακχυλίδῃ εἴρηται. ὀνομάζονται δὲ οἱ αὐλοὶ γίγγροι ἀπὸ τῶν περὶ Ἄδωνιν θρήνων· τὸν γὰρ Ἄδωνιν Γίγγριν καλοῦσιν οἱ Φοίνικες. ὅτι ἐστὶν ὄργανον
30καλούμενον νάβλα, ὡς Σώπατρος· νάβλα λαρυγγόφωνος ἐκκεχόρδωται. τὸ τρίγωνον δὲ καλούμενον ὄργανον Σύρων εὕρημά φησιν Ἰόβας εἶναι ὡς καὶ τὸν καλούμενον λυροφοίνικα σαμβύκην. Νεάνθης τοῦτο τὸ ὄργανον εὕρημα εἶναι λέγει Ἰβύκου τοῦ Ῥηγίνου ποιητοῦ, ὡς καὶ Ἀνακρέοντος τὸ βάρβιτον. ὁ δὲ μόναυλος ὁ παρ’ Ἀλεξανδρεῦσι πολὺς Ὀσίριδός ἐστιν εὕρημα, φησὶν
35Ἰόβας, ὡς καὶ ὁ καλούμενος φῶτιγξ πλαγίαυλος. μέμνηται δὲ αὐτοῦ Ἀραρώς· ἁρπάσας μόναυλον εὐθὺς πῶς δοκεῖς κούφως ἀνήλλετο. Σοφοκλῆς·
οἴχωκε κροτητὰ πηκτίδων μέλη, λύραι μόναυλοί τε. Ἀναξανδρίδης· τὸν58 in vol. 2.1

2,1

59

μόναυλον ποῖ τέτροφας; οὗτος Σύρε. ποῖον μόναυλον; τὸν κάλαμον. Ποσει‐ δώνιος δ’ ὁ στωικὸς φιλόσοφος φωτίγγιά φησι καὶ μοναύλια κώμων οὐ πολέμων ὄργανα. Ἀμερίας δ’ ὁ Μακεδὼν ἐν Γλώσσαις τιτύρινόν φησι κα‐ λεῖσθαι τὸν μόναυλον. ἦν δὲ μόναυλος ὁ νῦν καλούμενος καλαμαύλης ὁ
5καὶ ῥαππαύλης, ὥς φησιν ὁ αὐτὸς Ἀμερίας. ὅτι Ἀλεξανδρέων μουσικώτεροι οὐχ ἱστόρηνται ἄλλοι γενέσθαι, καὶ οὐ λέγω περὶ κιθαρωδίαν μόνην ἧς καὶ ὁ εὐτελέστατος ἰδιώτης καὶ ἀναλφάβητος οὕτως ἐστὶ συνήθης ὡς τάχιστα ἐλέγχειν τὰ περὶ τὰς κρούσεις ἁμαρτήματα γινόμενα, ἀλλὰ καὶ περὶ αὐλούς εἰσι μουσικώτατοι τούς τε παρθενίους καὶ παιδικοὺς καὶ τοὺς
10ἀνδρείους, οἳ καλοῦνται τέλειοι καὶ ὑπερτέλειοι, καὶ τοὺς κιθαριστηρίους καὶ τοὺς δακτυλικοὺς καὶ τοὺς ἐλύμους ἤτοι Φρυγίους καὶ τοὺς διόπους καὶ μεσοκόπους καὶ ὑποτρήτους. ὅτι ἐδίδαξεν Ὅμηρος οὓς οὐ δεῖ καλεῖν ἐν συμποσίῳ, ἀλλ’ αὐτομάτους ἰέναι· αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος. δῆλον γὰρ ὡς οὔτε ἀδελφὸν οὔτε γονέας κλητέον οὔτε γυναῖκα
15οὔτ’ εἴ τις ἰσοτίμως τινὰς τούτοις ἄγει· καὶ γὰρ ἂν ψυχρὸν εἴη καὶ ἄφιλον. καίτοι τινὲς στίχον προσέγραψαν τὴν αἰτίαν προστιθέντες· ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο, ὥσπερ δέον ὂν εἰπεῖν αἰτίαν δι’ ἣν ἀδελφὸς αὐτόματος ἂν ἥκοι πρὸς δεῖπνον. καὶ Δημήτριος δὲ ὁ Φαληρεὺς ἐπαρίστερον τὴν τοῦ στίχου παράληψιν ἐπειπὼν μικρολογίαν ἐμβάλλει τοῖς ἤθεσιν.
20οἶμαι γάρ, φησίν, ἕκαστον τῶν χαριέντων ἔχειν καὶ οἰκεῖον καὶ φίλον πρὸς ὃν ἂν ἔλθοι θυσίας οὔσης τὸν καλοῦντα μὴ περιμείνας. Πλάτων δ’ ἐν τῷ συμποσίῳ φησίν· ἵνα καὶ τὴν παροιμίαν διαφθείρωμεν μεταβαλόντες, ὡς ἄρα καὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν αὐτόματοι ἀγαθοί. Ὅμηρος μὲν γὰρ κινδυνεύει οὐ μόνον διαφθεῖραι, ἀλλὰ καὶ ὑβρίσαι εἰς αὐτήν· ποιήσας γὰρ
25τὸν Ἀγαμέμνονα ἀγαθὸν τὰ πολέμια, τὸν Μενέλαον δὲ μαλθακὸν αἰχμητήν, θυσίαν ποιουμένου τοῦ Ἀγαμέμνονος ἄκλητον ἐποίησεν ἐλθόντα τὸν χείρονα ἐπὶ τὴν τοῦ ἀμείνονος δίαιταν. αἱ δὲ παροιμίαι, ἣ μέν φησιν· αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν, ἣ δὲ, αὐτόματοι ἀγαθοὶ δειλῶν ἐπὶ δαῖτας ἴασιν. οὐ δεόντως δὲ Πλάτων τὸν Μενέλεων ἐνόμισεν εἶναι δειλόν,
30ὃν ἀρηίφιλον Ὅμηρος λέγει καὶ μόνον ὑπὲρ Πατρόκλου ἀριστεύσαντα καὶ Ἕκτορι πρὸ πάντων πρόθυμον μονομαχεῖν, καίπερ ὄντα τῇ ῥώμῃ κατα‐ δεέστερον, ἐφ’ οὗ μόνου εἴρηκεν· ἐν δ’ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθώς. εἰ δὲ ὅτι ὁ αἰσχρὸς βλασφημῶν αὐτὸν εἴρηκε μαλθακὸν αἰχμητήν, τοι‐ οῦτον αὐτὸν οἴεται, οὐκ ἂν φθάνοι καὶ τὸν Ἀγαμέμνονα τιθεὶς ἐν τοῖς
35φαύλοις, ὃν αὐτός φησιν εἶναι ἀγαθόν, εἴπερ εἰς αὐτὸν εἴρηται τοῦτο τὸ ἔπος· οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ’ ἐλάφοιο. οὐ γὰρ, εἴ τι λέγεται παρ’ Ὁμήρῳ, τοῦθ’ Ὅμηρος λέγει. πῶς γὰρ ἂν εἴη μαλθακὸς ὁ τὴν
βοὴν ἀγαθὸς, ὁ τὸν Ἕκτορα μόνος ἀπείρξας τοῦ Πατρόκλου καὶ Εὔφορβον59 in vol. 2.1

2,1

60

ἀποκτείνας καὶ σκυλεύσας ἐν μέσοις Τρωσί; πάντα δ’ ὢν ἀκριβὴς Ὅμηρος καὶ τὸ μικρὸν τοῦτο οὐ παρέλιπε τὸ δεῖν θεραπεύσαντα τὸ σωμάτιον καὶ λουσάμενον ἰέναι πρὸς τὸ δεῖπνον. Ὀδυσσέα γοῦν παρὰ Φαίαξι πρὸ τῆς θοίνης ἡ ταμίη λούει. καὶ οἱ περὶ τὸν Τηλέμαχον· ἐς ῥ’ ἀσαμίνθους
5βάντες ἐυξέστας λούσαντο. ἀπρεπὲς γὰρ ἦν, φησὶν Ἀριστοτέλης, ἥκειν εἰς τὸ συμπόσιον σὺν ἱδρῶτι πολλῷ καὶ κονιορτῷ. δεῖ γὰρ τὸν χαρίεντα μήτε ῥυπᾶν μήτε αὐχμεῖν μήτε βορβόρῳ χαίρειν καθ’ Ἡράκλειτον. δεῖ δὲ καὶ τὸν πρῶτον εἰς ἀλλοτρίαν οἰκίαν ἐρχόμενον ἐπὶ δεῖπνον μὴ γαστρισό‐ μενον εὐθὺς ἐπὶ τὸ συμπόσιον χωρεῖν, ἀλλά τι δοῦναι πρότερον τῷ φιλο‐
10θεάμονι καὶ κατανοῆσαι τὴν οἰκίαν, ὡς Τηλέμαχος καὶ Πεισίστρατος τὴν Μενελάου. καὶ παρὰ Ἀριστοφάνει δὲ ἐν Σφηξὶν ὁ παῖς τὸν ἄγριον γέροντα εἰς βίον ἥμερον ῥυθμίζων διδάξας τε ὡς δεῖ κατακλίνεσθαί φησιν· ἔπειτα ἐπαίνεσόν τι τῶν χαλκωμάτων, ὀροφὴν θέασαι. ὅτι τὸ μὲν τῶν μνηστήρων παρὰ τῷ ποιητῇ συμπόσιόν ἐστιν οἷον ἂν γένοιτο νεανίσκων μέθαις καὶ
15ἔρωσιν ἀνακειμένων, τὸ δὲ τῶν Φαιάκων εὐσταθέστερον μὲν τούτων, φιλή‐ δονον δέ. τούτοις δ’ ἀντέθηκε ὁ ποιητὴς τὰ ἐπὶ στρατίας τε τὸ τὰ πολι‐ τικώτερον τελούμενα σωφρόνως. καὶ πάλιν αὖ διεῖλε· τὰ μὲν δημοθοινίαν ἔχοντα τὰ δ’ οἰκείαν σύνοδον. ὅτι πρὸ τοῦ θοινᾶσθαι ἄλλα τε δεῖν ποιεῖν διδάσκει Ὅμηρος καὶ σπένδειν καὶ παιωνίζειν. καὶ φυλάσσει τοῦτο Πλάτων
20κατὰ τὸ συμπόσιον καὶ Ξενοφῶν. παρὰ δ’ Ἐπικούρῳ οὐκ ἀπαρχὴ θεοῖς, οὐ σπονδή, ἀλλ’ ὥσπερ Σιμωνίδης ἔφη περὶ τῆς ἀκόσμου γυναικός, ἄθυτα δὲ ἱερὰ πολλάκις κατεσθίει. τὴν δὲ σύμμετρον κρᾶσιν τοῦ οἴνου ὑπὸ Ἀμφικτύονος βασιλεύσαντός φασι διδαχθῆναι Ἀθηναίους, καὶ διὰ τοῦτο ἱερὸν ὀρθοῦ Διονύσου ἱδρύσασθαι. τότε γὰρ ὀρθός ἐστι τῷ ὄντι καὶ οὐ σφα‐
25λερός, ὅταν συμμέτρως καὶ κεκραμένως πίνηται. τὸν γὰρ οἶνον Ὅμηρος οὐκ ἠλεὸν ὥσπερ ἠλίθιον καλεῖ καὶ ματαιοποιόν, οὐδὲ κελεύει σκυθρωπὸν εἶναι μήτε ᾄδοντα μήτε γελῶντα μήτε εὐρύθμως ποτὲ καὶ πρὸς ὄρχησιν τρε‐ πόμενον· οὐχ οὕτως ἄγροικος οὐδ’ ἐπαρίστερός ἐστιν, ἀλλ’ ᾔδει τούτων ἑκάστου καὶ ποσότητος καὶ ποιότητος διαφοράν. ὅθεν οὐκ εἶπεν ὡς τὸν
30πολύφρονα ὁ οἶνος ποιεῖ ἀεῖσαι, ἀλλὰ μαλ’ ἀεῖσαι οὐδέ τι γελάσαι μὰ Δία οὐδ’ ὀρχήσασθαι· κοινὸν δ’ ἐπ’ ἀμφοτέρων λαβὼν τὸ ἁπαλὸν τὴν ἄνανδρον εἰς τοῦτο πρόπτωσιν ἐπιστομίζει· καί θ’ ἁπαλὸν γελάσαι καί τ’ ὀρχήσασθαι ἀνῆκεν. παρὰ δὲ Πλάτωνι πίνουσιν οὐχ ὅσον ἤθελε θυμός, ἀλλ’ ὥστε μηδὲ τοῖς ἰδίοις ποσὶν ἵστασθαι. καὶ τὸν ὀκτακότυλον ψυκτῆρα πίνουσι, προ‐
35φάσεως λαβόμενοι ἐπείπερ αὐτοὺς προείλκυσεν Ἀλκιβιάδης. τούτων οὖν ἃ μὲν καθάπαξ περιγραπτέον, οἷς δὲ συμμέτρως χρηστέον ὡς ἀναθήμασι
τισι δαιτὸς καθ’ Ὅμηρον. τὸ δὲ ὅλον πρὸς τὰ τοιαῦτα νενευκὸς τοῖς μνη‐60 in vol. 2.1

2,1

61

στῆρσι καὶ τοῖς Φαίαξιν ἔνειμεν, ἀλλ’ οὐχὶ Νέστορι οὐδὲ Μενελάῳ· οὗ ἐν τῇ γαμοποίᾳ μὴ συνέντες οἱ περὶ Ἀρίσταρχον ὅτι τῶν ἀκμαίων ἡμερῶν παρεληλυθυιῶν τοῦ γάμου, μονάζοντες διὰ τῶν τὸ ὁ Μενέλαος καὶ ἡ Ἑλένη ἀλλ’ ἐξαπατηθέντες ὑπὸ τοῦ πρώτου στίχου· τὸν δ’ εὗρον δαινύντα
5γάμον πολλοῖσιν ἔτῃσιν, προσσυνῆψαν τοιαῦτα ἔπη· ὥς οἱ μὲν δαίνυντο καθ’ ὑψερεφὲς μέγα δῶμα καὶ τὰ ἑξῆς ἕως τοῦ· δοιὼ δὲ κυβιστητῆρες κατ’ αὐτοὺς μολπῆς ἐξάρχοντες ἐδίνευον παρεγγράψαντες ταῦτα ἐκ τοῦ Κρητικοῦ χοροῦ τῆς ἐν Ἰλίαδι Ὁπλοποιίας σὺν αὐτῷ τῷ περὶ τὴν λέξιν ἁμαρτήματι. οὐ γὰρ ἐξάρχοντες οἱ κυβιστητῆρες, ἀλλ’ ἐξάρχοντος τοῦ
10ᾠδοῦ πάντως ὠρχοῦντο. τὸ γὰρ ἐξάρχειν τῆς φόρμιγγος ἴδιον. διὸ Ἡσίοδος ἐν Ἀσπίδι· θεαὶ δ’ ἐξῆρχον ἀοιδῆς Μοῦσαι. καὶ Ἀρχίλοχος· ἐξάρχων πρὸς αὐλὸν Λέσβιον παιήονα. καλεῖ δὲ Στησίχορος τὴν Μοῦσαν ἀρχεσίμολπον, Πίνδαρος δὲ ἀγησίχορα τὰ προοίμια. Διόδωρος δὲ ὁ Ἀριστοφάνειος ὅλον τε τὸν γάμον περιγράφει καὶ κελεύει γράφειν· δοιὼ δὲ κυβιστητῆρες καθ’
15αὑτούς, σολοικίζειν ἀναγκάζων. τὸ μὲν γὰρ κατ’ αὐτοὺς κατὰ σφᾶς ἐστιν αὐτούς, τὸ δὲ λέγειν ἑαυτοὺς σόλοικον. ὅτι τοῖς Κρησὶν ἥ τε ὄρχησις ἐπι‐ χώριος καὶ τὸ κυβιστᾶν. Ὅμηρος· Μηριόνη, τάχα σε καὶ ὀρχηστήν περ ἔοντα ἔγχος ἐμὸν κατέπαυσεν. ὅθεν καὶ τὰ Κρητικὰ ὑπορχήματα· Κρήταν τε καλέουσι τὸν τρόπον καὶ τὸ ὄργανον Μολοσσόν. οἱ δὲ λεγόμενοι Λακωνισταί,
20φησὶ Τίμαιος, ἐν τετραγώνοις χοροῖς ᾖδον, προετίμων δὲ Ἀθηναῖοι μὲν τοὺς Διονυσιακοὺς καὶ κυκλίους χορούς, Συρακόσιοι δὲ τοὺς ἰαμβιστάς. ὅτι ἐν τοῖς φθάσασι ῥηθῆναι Ὁμηρικοῖς ἔπεσιν ἀνίατον παντάπασι τὸ ἐξάρχοντες, μὴ δυναμένης τῆς ἐπὶ τὸν ᾠδὸν ἀναφορᾶς σῴζεσθαι· κεῖται δὲ κρεῖττον ἐν Ἰλιάδι, προηγουμένου τοῦ· πολλὸς δ’ ἱμερόεντα χορὸν περιίσταθ’ ὅμιλος.
25ὅτι Ὅμηρος ὡς ἀγαθὸς ζωγράφος, πάντῃ ὅμοιον ποιῶν τῷ πατρὶ τὸν Τηλέμαχον πεποίηκεν ἀμφοτέρους τὸν μὲν Ἀλκινόῳ τὸν δὲ Μενελάῳ διὰ δακρύων γνωριζομένους. ὅτι ἐν τῷ Ἐπικούρου συμποσίῳ κολάκων ἐστὶν ἄγυρις ἀλλήλους ἐπαινούντων, τὸ δὲ Πλάτωνος πλῆρές ἐστι μυκτηριστῶν ἀλλήλους τωθαζόντων. παρὰ δ’ Ὁμήρῳ κεκρότηται τὰ σώφρονα συμπόσια.
30καί ποτε μὲν ἐπῄνεσέ τις φήσας πρὸς Μενέλαον ὡς οὐ τολμᾷ λέγειν ἄντα σέθεν. ὃ δ’ ἐπελάβετό τινος τῶν οὐκ ὀρθῶς λεγομένων ἢ γινομένων· οὐ γὰρ ἔγωγε τέρπομαι ὀδυρόμενος μεταδόρπιος· καί· Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
33 ὅτι εἰσὶ γένη αὐλῶν λυσιῳδῶν, τραγικῶν, κιθαριστηρίων. ὁ δὲ καλάμινος
35αὐλὸς τιτύρινος καλεῖται τοῖς ἐν Ἰταλίᾳ Δωριεῦσιν. ὁ δὲ μάγαδις αὐλὸς ὁ
καὶ παλαιομάγαδις ὀξὺν ἐν ταυτῷ καὶ βαρὺν φθόγγον ἐπιδείκνυται, οἱ δὲ61 in vol. 2.1

2,1

62

λώτινοι αὐλοὶ κατασκευάζονται ἐκ τοῦ καλουμένου λωτοῦ· ξύλον δ’ ἐστιν ἐν Λιβύῃ γινόμενον, καλοῦνται δ’ ὑπ’ Ἀλεξανδρέων φώτιγγες. Ἰόβας δέ φησι τὸν ἐκ νεβροῦ κώλων αὐλὸν Θηβαίων εἶναι εὕρημα, τοὺς δ’ ἐλεφαντίνους αὐλοὺς Τρύφων φησὶ παρὰ Φοίνιξιν ἀνατρηθῆναι. ἔστι δὲ καὶ ἐντατὸν ὄρ‐
5γανον μάγαδις ὡς κιθάρα, λύρα, βάρβιτον. Εὐφορίων δέ φησι ναβλιστὰς καὶ πανδουριστὰς καὶ σαμβυκιστάς. Ἀριστόξενος δὲ ἔκφυλα ὄργανα καλεῖ φοινικιάς, πηκτίδας, μαγαδίδας, σαμβύκας, τρίγωνα, κλεψιάμβους, σκινδαψοὺς καὶ τὸ ἐννεάχορδον καλούμενον. ἔστι δ’ ὁ σκινδαψὸς τετράχορδον ὄργανον ὡς Μάτρων ὁ παρῳδός φησι, βάρβιτος δὲ τρίχορδος κατὰ Ἀναξίλαν,
10πηκτὶς δὲ δίχορδος κατὰ Σώπατρον. τὸ δὲ ψαλτήριον, ὥς φησιν Ἰόβας, Ἀλέξανδρος ὁ Κυθήριος συνεπλήρωσε χορδαῖς καὶ ἐγγηράσας τῇ Ἐφεσίων πόλει ὡς σοφώτατον τῆς ἑαυτοῦ τέχνης τουτὶ τὸ εὕρημα ἀνέθηκεν ἐν Ἀρτέμιδος. μέμνηται δὲ καὶ λυροφοίνικος καὶ τοῦ ἐπιγονίου, ὃ νῦν εἰς ψαλτήριον ὄρθιον μετασχηματισθὲν διασῴζει τὴν τοῦ χρησαμένου προση‐
15γορίαν. ἦν δ’ ὁ Ἐπίγονος φύσει μὲν Ἀμβρακιώτης, δημοποίητος δὲ Σικυώνιος· μουσικώτατος δ’ ὢν κατὰ χεῖρα δίχα πλήκτρου ἔψαλλεν. Εὔπολις δὲ περὶ τοῦ τριγώνου φησίν· ὃς καλῶς μὲν τυμπανίζει καὶ διαψάλλει τριγώνοις. Πυθαγόρας δὲ ὁ γράψας περὶ ἐρυθρᾶς θαλάσσης τοὺς Τρωγλοδύτας φησὶ κατασκευάζειν τὴν πανδούραν ἐκ τῆς ἐν θαλάσσῃ φυομένης δάφνης. Τυῤῥη‐
20νῶν δ’ εὕρημα κέρατα καὶ σάλπιγγες. σύριγγα δ’ εὗρε Μαρσύας καὶ αὐλὸν ἐν Κελαιναῖς, τῶν πρότερον ἑνὶ καλάμῳ συριζόντων. Εὐφορίων δ’ ὁ ἐποποιὸς ὁ καὶ τῆς πανδούρας μνησθείς φησι τὴν μὲν μονοκάλαμον σύριγγα Ἑρμῆν εὑρεῖν, καίτοι τινες Σεύθην καὶ Ῥωνάκην τοὺς Μήδους φασίν, τὴν δὲ πολυ‐ κάλαμον Σιληνόν, Μαρσύαν δὲ τὴν κηρόδετον.
25 ὅτι Ἀλεξανδρεῖς ἐπαίδευσαν πάντας Ἕλληνας καὶ βαρβάρους ἐκλι‐ πούσης ἤδη τῆς ἐγκυκλίου παιδείας διὰ τὰς γενομένας συνεχεῖς κινήσεις ἐν τοῖς κατὰ τοὺς Ἀλεξάνδρου διαδόχους χρόνοις. ἐγένετο οὖν ἀνανέωσις πάλιν παιδείας ἁπάσης κατὰ τὸν ἕβδομον Αἰγύπτου βασιλέα Πτολεμαίου, τοῦ κυρίως ὑπ’ Ἀλεξανδρέων καλουμένου Κακεργάτην, ὃς πολλοὺς ἀποσφάξας
30οὐκ ὀλίγους δὲ καὶ φυγαδεύσας ἐποίησε πλήρεις τὰς νήσους καὶ πόλεις ἀνδρῶν γραμματικῶν, φιλοσόφων, γεωμετρῶν, μουσικῶν, ζωγράφων, παιδο‐ τριβῶν, ἰατρῶν, ἄλλων τεχνιτῶν, οἳ διὰ τὸ πένεσθαι διδάσκοντες ἃ ἠπίσταντο πολλοὺς κατεσκευάσαν ἄνδρας ἐλλογίμους. ἔμελε δὲ τοῖς πάλαι πᾶσι μουσικῆς διὸ καὶ ἡ αὐλητικὴ περισπούδαστος ἦν. Λακεδαιμόνιοι γοῦν καὶ
35Θηβαῖοι πάντες αὐλεῖν ἐμάνθανον Ἡρακλεῶται τε οἱ ἐν Πόντῳ καὶ Ἀθηναίων
οἱ περιφενέστατοι, Καλλίας ὁ Ἱππονίκου, Κριτέας ὁ Καλαίσχρου, Ἀλκιβιάδης62 in vol. 2.1

2,1

63

παρὰ Προνόμου τοῦ μεγίστην ἐσχηκότος δόξαν. Ἀριστόξενός τε καὶ Ἐπα‐ μεινώνδας παρὰ Οὐλπιοδώρῳ καὶ Ὀρθάγορᾳ, Εὐφράνωρ τε καὶ Ἀρχύτας οἱ Πυθαγορικοὶ οἳ καὶ συγγράμματα περὶ αὐλῶν κατέλιπον. Ἀθηνᾶν δέ φησιν Ἐπίχαρμος ἐπαυλῆσαι τοῖς Διοσκούροις τὸν ἐνόπλιον· Ἴων δὲ ἀλέκτορα
5τὸν αὐλὸν καλεῖ, ἀλλαχοῦ δὲ τὸν ἀλεκτρυόνα Ἰδαῖον σύριγγα καλεῖ· ὁ αὐτὸς καὶ ῥυθμὸν τρέχοντα τὸν Φρύγιον καλεῖ καὶ βαρὺν αὐλὸν τὸν Φρύγιον. βαρὺς γὰρ οὗτος τῷ ὄντι παρ’ ὃ καὶ τὸ κέρας αὐτῷ προσάπτουσιν ἀνα‐
λογοῦν τῷ τῶν σαλπίγγων κώδωνι.63 in vol. 2.1

2,1

64

Τὸ μὲν πάρεργον ἔργον ὣς ποιούμεθα, τὸ δ’ ἔργον ὡς πάρεγρον ἐκπονού‐ μεθα, φησὶν ὁ καλὸς Ἀγαθών. ὅτι δοκεῖ ἔχειν τι πρὸς φιλοσοφίαν ὁ οἶνος ἑλκυστικὸν παραθερμαίνων τὴν ψυχὴν καὶ διαχέων. διόπερ οὐδὲ πρότερον ἠρώτων οἵτινες εἶεν ἀλλ’ ὕστερον, ὡς δῆλον ἐκ τοῦ Βελλεροφόντου ξενομένου
5τῷ Ἰοβάτῃ ὡς τὴν ξενίαν αὐτὴν τιμῶντες, ἀλλ’ οὐ τοὺς ἐν μέρει καὶ καθ’ ἕκαστον ἡμῶν. τῶν δὲ νῦν δείπνων προνοοῦντες οἱ νομοθέται τά τε φυλετικὰ δεῖπνα καὶ τὰ δημοτικὰ προσέταξαν, ἔτι δὲ τοὺς θιάσους καὶ τὰ φρατρικὰ καὶ ὀργεωνικὰ λεγόμενα. πολλῶν γοῦν εἰσι φιλοσόφων ἐν ἄστει σύνοδοι Διογενιστῶν, Ἀντιπατριστῶν, Παναιτιστῶν, κατέλιπε δὲ καὶ Θεόφραστος
10εἰς τὴν τοιαύτην σύνοδον χρήματα, οὐχ ἵν’ ἀκολασταίνωσι συνιόντες, ἀλλ’ ἵνα τοὺς κατὰ τὸ συμπόσιον λόγους σωφρόνως καὶ πεπαιδευμένως διεξάγωσι. συνεδείπνουν δ’ ὁσημέραι οἱ περὶ πρύτανιν σώφρονα καὶ σωτήρια τῶν πόλεων σύνδειπνα. πρὸς γοῦν τὸ τοιοῦτον συμπόσιόν φησιν ὁ Δημοσθένης ἀνενηνέχ‐ θαι τὴν Ἐλατείας κατάληψιν· ἐσπέρα μὲν γὰρ ἦν, ἧκε δ’ ἀγγέλλων τις
15ὡς τοὺς πρυτάνεις ὡς Ἐλάτεια κατείληπται. καὶ τοῖς φιλοσόφοις δὲ ἐπι‐ μελὲς ἦν συνάγουσι τοὺς νέους μετ’ αὐτῶν πρός τινα τεταγμένον νόμον εὐωχεῖσθαι. Ξενοκράτους γοῦν ἐν Ἀκαδημίᾳ καὶ πάλιν Ἀριστοτέλους συμπο‐ τικοί τινες ἦσαν νόμοι. τὰ δ’ ἐν Σπάρτῃ φειδίτια καὶ τὰ παρὰ Κρησὶν ἀνδρεῖα μετὰ πάσης ἐπιμελείας αἱ πόλεις συνῆγον. Ἀντίπατρος δὲ ὁ φιλό‐
20σοφος συμπόσιόν ποτε συνάγων συνέταξε τοῖς ἐρχομένοις ὡς περὶ σοφισμάτων ἐροῦσι. Ζήνων δ’ ἐπεί τις τῶν παρόντων ὀψοφάγων ἀπέσυρεν ἅμα τῷ παρα‐ τεθῆναι τὸ ἐπάνω τοῦ ἰχθύος, στρέψας καὶ αὐτὸς τὸν ἰχθῦν ἀπέσυρεν ἐπι‐ λέγων· Ἰνὼ δὲ τἀπὶ θάτερ’ ἐξειργάζετο. Σωκράτης δ’ ἰδών τινα ἀμέτρως τῇ ἐποψήσει χρώμενον, ὦ πάροντες, ἔφη, τίς ὑμῶν τῷ μὲν ἄρτῳ ὡς ὄψῳ
25χρῆται, τῷ δ’ ὄψῳ ὡς ἄρτῳ; ὅτι Ὁμῆρος ἀφορίζει ἐν τοῖς αὐτοῦ συμπο‐ σίοις χρόνους, πρόσωπα, αἰτίας. τοῦτο δ’ ὀρθῶς ἀπεμάξατο Ξενοφῶν καὶ Πλάτων, οἳ κατ’ ἀρχὰς τῶν ξυγγραμμάτων ἐκτίθενται τὴν αἰτίαν τοῦ συμποσίου καὶ τίνες οἱ παρόντες. Ἐπίκουρος δὲ οὐ τόπον, οὐ χρόνον ἀφο‐ ρίζει, οὐ προλέγει οὐδέν. ἔπειθ’ ὁ μὲν ποιητὴς διδάσκει τίνας κλητέον,
30εἰπὼν ὡς τοὺς ἀρίστους καὶ ἐντίμους χρῆ καλεῖν καὶ ἀριστῆας Παναχαίων.
οὐχ ὃν τρόπον Ἡσίοδος· οὗτος γὰρ ἀξιοῖ τοὺς γείτονας μάλιστα καλεῖν·64 in vol. 2.1

2,1

65

τοῦτο γὰρ ὡς ἀληθῶς ἀροτικῆς ἐστιν ἀναισθησίας συμπόσιον καὶ τῇ μισαν‐ θρωποτάτῃ τῶν προοιμιῶν ἁρμόττον· τηλοῦ φίλοι ναίοντες οὐκ εἰσὶ φίλοι. πῶς γὰρ οὐκ ἄτοπον τόπῳ τὴν φιλίαν καὶ οὐ τρόπῳ κρίνεσθαι; τοιγαροῦν παρ’ Ὁμήρῳ μετὰ τὸ πιεῖν· τοῖς δ’ ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο
5μῆτιν, παρὰ δὲ τοῖς οὐ τὰ σώφρονα συμπόσια συνάγουσι· τοῖς δ’ ὁ κόλαξ πάμπρωτος ὑφαίνειν ἤρξατο μῶκον. ἔτι ὁ μὲν Ὅμηρος ἡλικίαις εἰσάγει διαφέροντας καὶ προαιρέσεσι τοὺς κεκλημένους καὶ τὸ μὲν καθόλου σύμπαντας ἀρετῆς ἀντεχομένους, εἴδει δὲ διαφόροις ὁδοῖς ὡρμηκότας εἰς αὐτήν. ὁ δ’ Ἐπίκουρος ἅπαντας εἰσάγει προφήτας ἀτόμων καὶ ταῦτ’ ἔχων παραδείγματα
10τήν τε τοῦ ποιητοῦ τῶν συμποσίων ποικιλίαν καὶ τὴν Πλάτωνος καὶ τὴν Ξενοφῶντος χάριν. πάλιν ἐν τῷ συμποσίῳ Ἐπίκουρος ζητεῖ περὶ δυσπεψίας, ὥστ’ οἰωνίσασθαι, εἴθ’ ἑξῆς περὶ πυρετοῦ. τὴν μὲν γὰρ ἐπιτρέχουσαν τῇ λέξει ἀῤῥυθμίαν τί δεῖ καὶ λέγειν; Πλάτων δὲ, τὸν ὑπὸ τῆς λυγγὸς ὀχλού‐ μενον καὶ θεραπευομένον ἀνακογχυλιασμοῖς ὕδατος ἐν δὲ ταῖς ὑποθήκαις τοῦ
15κάρφους, ἵνα κινήσας τὴν ῥίνα πτάρῃ, παρίημι· κωμῳδεῖν γὰρ ἤθελε καὶ διασύρειν, χλευάζει τε τὰ ἰσόκωλα τὰ Ἀγάθωνος καὶ τὰ ἀντίθετα καὶ τὸν Ἀλκιβιάδη παράγει λέγοντα ὅτι πασχητιᾷ. ἀλλ’ ὅμως τοιαῦτα λέγοντες τὸν Ὅμηρον ἐκβάλλουσι τῶν πόλεων. ἀλλ’ οὔτ’ ἐκ θύμβρας, ἔφη Δημο‐ χάρης, λόγχη οὔτ’ ἐκ τοιούτων λόγων ἀνὴρ ἀγαθὸς γίνεται. οὐ μόνον δ’
20Ἀλκιβιάδην διασύρει, ἀλλὰ καὶ Χαρμίδην καὶ Εὐθύδημον καὶ ἄλλους πολλοὺς τῶν νέων. τοῦτο δὲ κωμῳδοῦντός ἐστι τὴν Ἀθηναίων πόλιν, τὸ τῆς Ἑλλάδος μουσεῖον, ἣν Πίνδαρος Ἑλλάδος ἔρεισμα ἔφη, Θουκυδίδης δ’ ἐν τῷ εἰς Εὐριπίδην ἐπιγράμματι Ἑλλάδος Ἑλλάδα, ὁ δὲ Πύθιος ἑστίαν καὶ πρυτανεῖον τῶν Ἑλλήνων.
25 διότι τοίνυν κατέψευσται τῶν νεανίσκων πάρεστι νοεῖν ἐξ αὐτοῦ τοῦ Πλάτωνος. Ἀλκιβιάδην μὲν γάρ φησιν ἐν τῷ ὁμωνύμῳ παρακμάσαντα Σωκράτει λαλεῖν, ὅτε πάντες αὐτὸν ἀπέλιπον οἱ τοῦ σώματος ἐπιθυμηταί. τὰ δ’ ἐν τῷ Χαρμίδῃ ἐναντιώματα ἐξ αὐτοῦ τοῦ διαλόγου ὁ βουλόμενος εἴσεται. ποιεῖ γὰρ αὐτὸν ἀσυμφώνως ποτὲ μὲν σκοτοδινιῶντα καὶ μεθυσ‐
30κόμενον τῷ τοῦ παιδὸς ἔρωτι καὶ γινόμενον ἔξεδρον καὶ καθάπερ νεβρὸν ὑποπεπτώκοτα λέοντος ἀλκῇ ἅμα δὲ καταφρονεῖν φησι τῆς ὥρας αὐτοῦ. ἔχει δὲ καὶ τὸ Ξενοφῶντος συμπόσιον ἐπιλήψεις. Καλλίας μὲν γὰρ συνάγει τὸ συμπόσιον, ἐπεὶ τὰ παιδικὰ αὐτοῦ Αὐτόλυκος παγκράτιον ἐστεφανώθη καὶ εὐθὺς οἱ κατακλιθέντες τῷ παιδὶ προσέχουσι τὸν νοῦν καὶ ταῦτα τοῦ
35πατρὸς παρακαθημένου. ὥσπερ γὰρ ὅταν φέγγος ἐν νυκτὶ παρῇ πάντων προσάγεται τὰ ὄμματα, οὕτω καὶ τὸ Αὐτολύκου κάλλος πάντων ἐφέλ‐ κεται τὰς ὄψεις ἐφ’ ἑαυτό. ἔπειτα τῶν παρόντων οὐδεὶς ἦν ὃς οὐκ ἔπασχέ
τι τὴν ψυχὴν ὑπ’ ἐκείνου. ἀλλ’ οὐχ Ὅμηρος τοιοῦτόν τι ἐπεχείρησε65 in vol. 2.1

2,1

66

εἰπεῖν, καίπερ τῆς Ἑλένης παρούσης, περὶ τοῦ κάλλους τις τῶν ἐναντίων εἶπεν ὑπὸ τῆς ἀληθείας ἐκνικώμενος· οὐ νέμεσις καὶ τὰ ἑξῆς. εἶτα τίς φησιν· ἀλλὰ καὶ τοίηπερ ἐοῦσα νεέσθω. τὰ δὲ μειράκια τὰ ὡς τὸν Μενέλαον παραγενόμενα ἐν οἴνῳ ὄντες καὶ γαμικῷ συμποσίῳ καὶ τῆς Ἑλένης παρα‐
5καθημένης, ὡς πρέπον ἐστίν, ἡσυχίαν ἄγουσι πρὸς τὸ περιβόητον ἐκκεκω‐ φωμένοι κάλλος. ὁ δὲ Σωκράτης τίνος χάριν τῶν αὐλητρίδων ἀνεχόμενος καὶ τοῦ ὀρχουμένου παιδὸς καὶ κιθαρίζοντος καὶ τῆς κυβιστώσης ἀπρε‐ πῶς τὸ μύρον ἀπείπατο; οὐδεὶς ἂν αὐτοῦ ἀγελαστὶ ἠνέσχετο. Κριτόβουλος δὲ μειράκιον ἀστεῖον, γέροντα καὶ διδάσκαλον αὐτοῦ τὸν Σωκράτην σκώπτει,
10πολὺ τῶν Σιλήνων αἰσχίονα εἶναι λέγων· ὁ δὲ αὐτῷ διαμορφοσκοπεῖται καὶ κριτὰς ἑλόμενος τόν τε παῖδα καὶ τὴν ὀρχηστρίδα προτίθησι νικητήρια φιλήματα τῶν κριτῶν. τίς οὖν τῶν νέων ἐντυχὼν τούτοις οὐκ ἐπιτριβήσεται μᾶλλον ἤπερ εἰς ἀρετὴν προαχθείη. παρὰ δ’ Ὁμήρῳ ἐν τῷ Μενελάου συμποσίῳ προβάλλουσιν ἀλλήλοις
15ὥσπερ ἐν διατριβῇ ζητήματα καὶ πολιτικῶς ὁμιλοῦντες τέρπουσιν ἀλλήλους καὶ ἡμᾶς. ὁ μὲν οὖν Μενέλαος ἐκ τοῦ λουτρῶνος παραγενομένους παρα‐ καλεῖ τῶν παρατεθέντων μεταλαμβάνειν, ἔπειτα προσεπιδίδωσι τῶν παρα‐ κειμένων αὐτῷ φιλανθρωπευόμενος. φαγόντες δ’ ἐκεῖνοι μετὰ σιωπῆς, ὡς πρέπει νέοις, ἀλλήλοις ὁμιλοῦσι ἠρέμα προσκύψαντες οὐ περὶ ἐδεσμάτων
20ἢ θεραπαινῶν ὑφ’ ὦν ἐλούσαντο, περὶ δὲ τῶν κτημάτων τοῦ ὑποδεξαμένου· Ζηνός που τοῖα δόμοις ἐν κτήματα κεῖται. βέλτιον γὰρ οὕτω φησὶ Σέλευκος γράφεσθαι ἢ ὡς Ἀρίσταρχος· Ζηνός που τοιήδε γ’ Ὀλυμπίου ἔν‐ δοθεν αὐλή. οὐ γὰρ τῆς οἰκίας τὸ κάλλος ἀποθαυμάζουσι. πῶς γὰρ ἤλεκτρον καὶ ἄργυρος καὶ ἐλέφας ἐν τοῖς τοίχοις ἦν; ἀλλὰ τὰ μὲν περὶ τοῦ οἴκου
25εἰρήκαμεν ὥς ἐστιν ἠχήεντα. τοιαῦτα γὰρ τὰ ὑψόροφα καὶ μεγάλα. περὶ δὲ τῶν σκευῶν τὸ χρυσοῦ τ’ ἠλέκτρου τε καὶ ἀργύρου ἠδ’ ἐλέφαντος. οἷς εἰκότως ἐπιφέρεται· Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται, ὅσσα τάδ’ ἄσπετα πολλά. οὐκ ἐστὶ δ’ ἀκόλουθον τῷ Ζηνός που τοίη αὐλὴ ἐπι‐ φέρειν ὅσσα τάδ’ ἄσπετα, σόλοικον ὂν τῷ ἀσυνήθει τῆς ἀναγνώσεως, ἀλλ’
30οὐδ’ ἡ αὐλὴ ἁρμόττει ἐπὶ τοῦ οἴκου. ὁ γὰρ διαπνεόμενος τόπος αὐλὴ λέ‐ γεται, καὶ διαυλωνίζειν φαμὲν τὸ δεχόμενον ἐξ ἑκατέρου πνεῦμα χώριον. ἔτι δὲ αὐλὸς τὸ ὄργανον ᾧ διέρχεται τὸ πνεῦμα, καὶ πᾶν τὸ διατεταμένον εἰς εὐθύτητα σχῆμα αὐλὸν καλοῦμεν ὥσπερ τὸ στάδιον καὶ τὸν κρουνὸν τοῦ αἵματος· αὐτίκα δ’ αὐλὸς ἀνὰ ῥίνας παχὺς ἤλθε, καὶ τὴν περικεφα‐
35λαίαν ὅταν ἐκ τοῦ μέσου πρὸς ὀρθὸν ἀνατείνῃ αὐλῶπιν. λέγονται δέ τινες ἱεροὶ αὐλῶνες Ἀθήνησιν. ἀρσενικῶς δὲ ὁ αὐλὼν παρὰ Θουκυδίδῃ καὶ τοῖς καταλογάδην συγγραφεῦσι, παρὰ δὲ ποιηταῖς θηλυκῶς. ἐκδεκτέον οὖν καὶ
τὸ παρὰ Ἐρατοσθένει βαθὺς αὐλῶν θηλυκῶς εἰρῆσθαι, ὡς θῆλυς ἐέρσα.66 in vol. 2.1

2,1

67

πᾶν οὖν τὸ τοιοῦτον αὐλή τε καὶ αὐλών. νῦν δὲ τὰ βασίλεια λέγουσιν αὐλάς· Δίφιλος· αὐλὰς θεραπεύειν ἐστίν, ὡς ἐμοὶ δοκεῖ, ἢ φυγάδος ἢ πεινῶντος ἢ μαστιγίου, ἢ διὰ τὸ μεγάλους ἔχειν τοὺς πρὸ τῶν οἴκων ὑπαιθρίους τόπους ἢ τῷ παραλίζεσθαι καὶ παρακοιμᾶσθαι τοὺς δορυφόρους τοῖς βασι‐
5λείοις. Ὅμηρος δὲ τὴν αὐλὴν ἀεὶ ἐπὶ τῶν ὑπαίθρων τάττει τόπων. ὅτι δὲ ὁμοῦ τὰ κτήματα καὶ τὸν οἶκον ἐπῄνεσεν ὁ Τηλέμαχος ἐμ‐ φανίζει Μενέλαος· τέκνα φιλ’, ἦτοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι· ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ’ ἔασιν. ὃς καὶ ἐπεὶ ἤκουσε τῶν ἐπαίνων, τὸ μὲν εἶναι πλούσιος οὐκ ἀρνεῖται κἀνταῦθα δὲ περιελὼν τὸν φθόνον
10πολλὰ γάρ, φησι, παθὼν ἔχειν αὐτόν. οὐ μέντοι γε ἀξιοῖ ἑαυτὸν θεοῖς συγ‐ κρίνειν ἀθανάτοις θνητὸν ὄντα. ἐνδειξάμενος δὲ φιλάδελφον ἦθος καὶ μετ’ ἀνάγκης φήσας ζῆν τε καὶ πλουτεῖν ἀντιπαρέθηκε τὸν τῆς φιλίας λόγον· ὧν ὄφελον τριτάτην ἔχων ἐν δώμασι μοῖραν ναίειν, οἱ δ’ ἄνδρες σόοι εἶναι οἳ ὤλοντο ἐν Τροίῃ. τίς ἂν οὖν τῶν ἐκγόνων ἐκείνων τῶν ὑπὲρ τοῦ τοι‐
15ούτου θανόντων οὐκ ἂν ἀνταξίαν δώσειε τὴν ἐπὶ τῇ στερήσει τοῦ πατρὸς εὐχαρίστῳ γνώμῃ διορθουμένην; ὅπως δὲ μὴ δόξῃ κοινὸς εἶναι πρὸς πάντας τοὺς παραπλησίως αὐτῷ τὴν εὔνοιαν ἐνδεικνυμένους ἐπήγαγε· τῶν παντῶν οὐ τόσσον ὀδύρομαι ὡς ἑνός. ἵνα δὲ μὴ φαίνηται μηδενὸς τῶν ἐκείνου παρα‐ μελῶν ἐμνήσθη κατ’ ὄνομα· ὀδύρονται νύ που αὐτὸν Λαέρτης καὶ Πηνελόπη
20καὶ Τηλέμαχος. τοῦ δὲ δακρύσαντος πρὸς τὴν μνήμην ὃ μὲν ἐφίστησι κἂν τοσούτῳ Ἑλένης ἐπεισόδιον κἀκείνης ἐκ τῆς ὁμοιότητος τεκμηραμένης, πάνυ γὰρ αἱ γυναῖκες διὰ τὸ παρατηρεῖσθαι τὴν ἀλλήλων σωφροσύνην δειναὶ τὰς ὁμοιότητας τῶν παίδων πρὸς τοὺς γονέας ἐλέγξαι, παρεμβάλλοντός τινα λόγον καὶ τοῦ Πεισιστράτου, χρὴ γὰρ καὶ τοῦτον παρεῖναι δορυφο‐
25ρήματος τρόπον, καὶ διαλεχθέντος εὐσχημόνως περὶ τῆς αἰδοῦς τοῦ Τηλε‐ μάχου, πάλιν ἐπιβάλλει ὁ Μενέλαος περὶ τῆς Ὀδύσσεως φιλίας ὅτι καταγηράναι ἤθελε μετ’ ἐκείνου. κατὰ δὲ τὸ εἰκὸς οἳ μὲν δακρύουσιν, ἡ δ’ Ἑλένη Διὸς οὖσα θυγάτηρ καὶ παρὰ τῶν ἐν Αἰγύπτῳ σοφῶν μεμαθηκυῖα πολλοὺς λόγους εἰς τὸν οἶνον ἐμβάλλει παναλκὲς τῷ ὄντι φάρμακον καὶ
30διηγεῖται περὶ Ὀδύσσεως μεταξὺ ταλασιουργίας ἁπτομένη, οὐ δι’ ἀρεσκείαν, ἀλλ’ οἴκοθεν ἔχουσα τὴν τοιαύτην αἵρεσιν. ἡ γοῦν Ἀφροδίτη μετὰ τὸ μονομάχιον γρηὶ εἰκυῖα εἰροκόμῳ οὔσῃ ἐν Λακεδαίμονι προσεῖπεν αὐτήν. ἐμφανίζεται δ’ αὐτῆς οὐ παρέργως τὸ φίλεργον κἀκ τοῦ ταλάρου ὃν Φυλὼ φέρει καὶ τῆς ἠλακάτης καὶ τοῦ ἐρίου. ἔοικε δὲ καὶ αὐτὴ τὴν ἑαυτῆς
35φιλοτεχνίαν συνορᾶν. τῷ γοῦν Τηλεμάχῳ πέπλον τινὰ δωρουμένη φησί· δῶρόν τοι καὶ ἐγὼ, τέκνον φίλε, καὶ ἑξῆς. αὐτὴ δ’ ἡ φιλεργία τὴν σωφρο‐ σύνην αὐτῆς καταμηνύει· εὑρίσκεται γοῦν περὶ ἵστον ὑφαίνουσα καὶ ποικίλλουσα
τὴν δίπλακα. διδάσκει δ’ ἡμᾶς Ὅμηρος δεῖν τοὺς κεκλημένους ἐφ’ ἑστίασιν67 in vol. 2.1

2,1

68

παρακαλεῖν ἀπανίστασθαι τοὺς κεκληκότας, ὡς Τηλέμαχος ποιεῖ πρὸς Μενέλαον καὶ Ἀθηνᾶ προσποιουμένη Μέντωρ εἶναι πρὸς Νέστορα. ἐν δὲ ταῖς τῶν θεῶν ἑορταῖς οὐδ’ ὅσιον εἶναι πλείω χρόνον παραμένειν γνωμικῶς Ἀθηνᾶ εἰσηγεῖται. καὶ νῦν δὴ νόμος ἐκ θυσιῶν τινων πρὸ ἡλίου δύνοντος
5ἀπιέναι. καὶ παρ’ Αἰγυπτίοις δὲ τὸ παλαῖον σωφρονικῶς διεξήγετο τὸ τῶν συμποσίων γένος. καθήμενοι γὰρ ἐδείπνουν τροφῇ λιτοτάτῃ καὶ ὑγιεινοτάτῃ χρώμενοι καὶ οἴνῳ τοσούτῳ ὅσος ἱκανὸς ἂν γένοιτο πρὸς εὐθυμίαν, ἣν ὁ Πίνδαρος αἰτεῖται παρὰ Διός· τί ἔρδων φίλος σοί τε, καρτεροβρόντα Κρονίδα, φίλος δὲ Μοίσαις Εὐθυμίᾳ τε μέλων εἴην, τοῦτ’ αἴτημί σε. τὸ δὲ Πλά‐
10τωνος συμπόσιον οὐ συνέδριόν ἐστιν, βουλευτήριον, οὐ λέσχη φιλο‐ σόφων. Σωκράτης γὰρ οὐδὲ τοῦ συμποσίου ἀποστῆναι θέλει καίτοι Ἐρυξιμάχου καὶ Φαίδρου καὶ ἄλλων τινῶν ἀποστάντων, ἀλλ’ ἐγρηγόρε μετ’ Ἀγάθωνος καὶ Ἀριστοφάνους καὶ πίνει ἐξ ἀργυροῦ φρέατος, καλῶς γάρ τις τὰ μεγάλα ποτήρια οὕτως ὠνόμασε, πίνει δ’ ἐκ τῆς φιάλης ἐπιδεξία εἶτά φησι τοὺς
15μὲν δύο νυστάζειν, καταδαρθεῖν δὲ πρότερον τὸν Ἀριστοφάνην, ἤδη δὲ ἡμέρας ὑποφαινούσης τὸν Ἀγαθῶνα· καὶ τὸν Σωκράτην κατακοιμήσαντα ἐκείνους, ἀναστάντα ἀπιέναι εἰς τὸ Λύκειον, ἔξον, φησὶν ὁ Ἡρόδικος, εἰς τοὺς Ὁμήρου Λαιστρυγόνας, ἔνθα κ’ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς. πᾶσα δὲ συμποσίου συναγωγὴ παρὰ τοῖς ἀρχαίοις τὴν αἰτίαν εἰς θεοὺς
20ἀνέφερε, καὶ δοῦλος οὐδεὶς ἦν ὁ διακονήσων, ἀλλ’ οἱ νέοι τῶν ἐλευθέρων ᾠνοχόουν, ὡς ὁ τοῦ Μενελάου υἱὸς καίτοι νυμφίος ὢν καὶ ἐν αὐτοῖς τοῖς γάμοις. παρὰ δὲ τῇ καλῇ Σαπφοῖ καὶ Ἑρμῆς οἰνοχοεῖ τοῖς θεοῖς. καὶ ταῦτα δὲ παρεσκεύαζον τοῖς δειπνοῦσιν ἐλεύθεροι. καὶ οἱ δειπνήσαντες ἀπε‐ λύοντο φωτὸς ὄντος. τὸ δὲ Ἀλκινόου συμπόσιον ξένου ὑποδοχὴν ἔχει,
25ὄντων καὶ αὐτῶν Φαιακῶν τρυφηλῶν. ὃ συμβάλλων τις πρὸς τὰ τῶν φι‐ λοσόφων συμπόσια κοσμιώτερον ἂν εὕροι, καίτοι τοῦτο περιέχει καὶ ἱλα‐ ρότητα καὶ παιδίαν εὐσχήμονα. μετὰ γὰρ τὸν γυμνικὸν ἀγῶνα ᾄδει ὁ ᾠδὸς ἀμφ’ Ἄρεος φιλότητα μῦθόν τινα χλεύῃ κεκραμένον, καὶ εἰς τὴν μνηστηροφονίαν ὑποθηκῶν ὑποτιθεμένων Ὀδυσσεῖ, ὡς τοῦ Κυλλοποδίωνος
30τὸν ἀνδρειότατον Ἄρην καταγωνισαμένου. ἐκαθέζοντο δὲ καὶ δειπνοῦντες κατὰ κλισμούς τε θρόνους τε. ὁ γὰρ θρόνος αὐτὸς μόνον ἐλευθέριός ἐστι καθέδρα σὺν ὑποποδίῳ, ὃ θρῆνυν ἐπικαλοῦντες, ἐντεῦθεν αὐτὸν ὠνόμασαν θρόνον τοῦ θρήσασθαι χάριν, ὅπερ ἐπὶ τοῦ καθίζεσθαι τάττουσιν, ὡς Φιλήτας· θρήσασθαι δὲ πλατάνῳ γαίῃ ὕπο. ὁ δὲ κλισμὸς περισσοτέρως κεκόσμηται
35ἀνακλίσει. τούτων δ’ εὐτελέστερος ὁ δίφρος· τῷ γοῦν Ὀδυσσεῖ ἐπαίτῃ δοκοῦντι δίφρος ἀεικέλιος παρατίθεται ὀλίγη τε τραπέζα. οἱ δὲ κρατῆρες αὐτοῖς, ὡς ἔχει καὶ τοὔνομα, κεκραμένοι παρειστήκεισαν, ἐξ ὧν οἱ κοῦροι διακο‐
νούμενοι τοῖς μὲν ἐντιμοτάτοις ἀεὶ πλῆρες παρεῖχον τὸ ποτήριον· σὸν δὲ68 in vol. 2.1

2,1

69

πλεῖον δέπας ἀεὶ ἕστηκε. τοῖς δ’ ἄλλοις ἐξ ἴσου διένεμον. προέπινον δ’ ἀλλήλοις οὐχ ὥσπερ ἡμεῖς, τοῦτο γὰρ ἐκπιεῖν ἐστιν, ἀλλὰ πλησάμενος οἴνοιο δέπας δείδεκτ’ Ἀχιλῆα. τροφὰς δ’ ἐλάμβανον τρεῖς διὰ τὸ τὸ αὐτό ποτε μὲν ἄριστον, ποτὲ δὲ δεῖπνον ὀνομάζεσθαι. γελοῖοι γὰρ οἱ φάσκοντες ὅτι καὶ
5τέσσαρας ἐλάμβανον, ἐπεὶ ὁ ποιητὴς φάσκει· σὺ δ’ ἔρχεο δειελιήσας, οὐ νοήσαντες ὅτι λέγει τὸν δειλινὸν διατρίψας χρόνον. ὁμῶς δὲ οὐδεὶς δείξει παρὰ τῷ ποιητῇ τρίς τινα λαμβάνοντα τροφάς. ἁμαρτάνουσι δὲ οἱ ἐφεξῆς τιθέντες τοὺς τρεῖς τούτους στίχους· σῖτον δ’ αἰδοίη ταμίη παρέθηκε φέ‐ ρουσα, εἴδατα πολλ’ ἐπιθεῖσα, χαριζομένη παρεόντων· δαιτρὸς δὲ κρειῶν
10πίνακας παρέθηκεν ἀείρας. εἰ γὰρ εἴδατα παρέθηκεν ἡ ταμίη, δῆλον ὡς κρεάτων λείψανα τυγχάνοντα, τὸν δαιτρὸν οὐκ ἔδει παρεισφέρειν. διόπερ τὸ δίστιχον ἀπαρκεῖ. τῶν δὲ ἡρωικῶν οἴκων τοὺς μείζους Ὅμηρος μέγαρα καλεῖ καὶ δώματα καὶ κλισίας, οἱ δὲ νῦν ξενῶνας καὶ ἀνδρῶνας.
13 ὅτι Ἀρκεσίλαος εἰς συμπόσιον παρακληθεὶς καὶ συγκατακλιθεὶς ἑνὶ τῶν
15βορῶς ἐσθιόντων, αὐτὸς μηδενὸς ἀπολαῦσαι δυνάμενος, ἐπεί τις αὐτὸν τῶν παρόντων ἐξέτεινεν, ἔφη· εὖ σοι γένοιτο, Τηλέφῳ δ’ ἃ ’γὼ νοῶ· ἔτυχεν ὁ κατοψοφαγῶν Τήλεφος καλούμενος. ὅτι Ἀντίοχος ὁ Ἐπιφανὴς μὲν κληθείς, Ἐπιμανὴς δ’ ἐκ τῶν πράξεων ὀνομασθείς, βασιλεὺς ἦν τῶν Συριακῶν τῶν ἀπὸ Σελεύκου εἷς. οὗτος, ὥς
20φησι Πολύβιος, ἀποδιδράσκων ἐκ τῆς αὐλῆς ἐνίοτε τοὺς θεραπεύοντας, οὗ τύχοι τῆς πόλεως ἐφαίνετο καὶ μάλιστα πρὸς τοῖς ἀργυροκοπείοις καὶ χρυσοχοείοις εὑρησιλογῶν καὶ φιλοτεχνῶν πρὸς τοὺς τορευτὰς καὶ τοὺς ἄλλους τεχνίτας. ἔπειτα καὶ μετὰ τῶν δημοσίων συγκαταβαίνων ὡμίλει ὃ τύχοι καὶ συνέπινε τοῖς εὐτελεστάτοις, καὶ τοῖς νέοις συνεπεκώμαζε
25εὐωχουμένων που ὥστε τοὺς πολλοὺς διὰ τὸ παράδοξον ἀφισταμένους φεύγειν, πολλάκις δὲ καὶ τὴν βασιλικὴν ἀποθέμενος ἐσθῆτα τήβενναν ἀναλαβὼν περιῄει κατὰ τὴν ἀγορὰν ἀρχαιρεσιάζων καὶ τοὺς μὲν δεξιούμενος, τοὺς δὲ καὶ περιπτύσσων παρεκάλει φέρειν αὐτῷ τὴν ψῆφον, ποτὲ μὲν ὡς ἀγο‐ ρανόμος γένηται, ποτὲ δὲ ὡς δήμαρχος. τυχὼν δὲ τῆς ἀρχῆς καὶ καθίσας
30ἐπὶ τὸν ἐλεφάντινον δίφρον κατὰ τὸ παρὰ Ῥωμαίοις ἔθος διήκουε τῶν κατὰ τὴν ἀγορὰν συναλλαγμάτων καὶ διέκρινε μετὰ πολλῆς σπουδῆς καὶ προ‐ θυμίας. ἐξ ὧν εἰς ἀπορίαν ἦγε τῶν ἀνθρώπων τοὺς ἐπιεικεῖς· οἳ μὲν γὰρ ἀφελῆ τινα αὐτὸν ᾤοντο, οἳ δὲ μαινόμενον. καὶ γὰρ περὶ τὰς δωρεὰς ἦν παραπλήσιος· ἐδίδου γὰρ τοῖς μὲν ἀστραγάλους δορκαδείους, τοῖς δὲ
35φοινικοβαλάνους, ἄλλοις δὲ χρυσίον. καὶ ἐξ ἀπαντήσεώς τισι συντυγχάνων οὕς μὴ ἑωράκει ποτε, ἐδίδου δωρεὰς ἀπροσδοκήτους. ἐν δὲ ταῖς πρὸς τὰς
πόλεις θυσίαις καὶ ταῖς πρὸς τὸ θεῖον τιμαῖς πάντας ὑπερέβαλε τοὺς69 in vol. 2.1

2,1

70

βεβασιλεύκοτας, τοῦτο δ’ ἄν τις τεκμήραιτο ἐκ τε τοῦ Ἀθήνησιν Ὀλυμπιείου καὶ τῶν ἐν Δήλῳ ἀνδριάντων. ἐλούετο δὲ κἀν τοῖς δημοσίοις βαλανείοις ὅτε δημοτῶν ἦν πεπληρωμένα, κεραμείων εἰσφερομένων αὐτῷ μύρων πο‐ λυτελεστάτων. ὅτε καί τινος εἰπόντος μακάριοί ἐστε ὑμεῖς, ὦ βασιλεῦ,
5τοιούτοις χρώμενοι καὶ ὀδωδότες ἡδύ, μηδὲν τὸν ἄνθρωπον προσειπὼν ὅπου ἐκεῖνος τῇ ἑξῆς ἐλούετο ἐπεισελθὼν ἐποίησεν αὐτοῦ καταχυθῆναι τῆς κεφαλῆς μέγιστον κεράμειον πολυτελεστάτου μύρου τῆς στακτῆς κα‐ λουμένης, ὡς πάντας ἀναστάντας κυλίεσθαι λουομένους τῷ μύρῳ καὶ διὰ τὴν γλισχρότητα καταπίπτοντας γέλων παρέχειν, ὡς καὶ αὐτὸν τὸν βασιλέα.
10ἀκούσας δὲ τοὺς ἐν Μακεδονίᾳ συντετελεσμένους ἀγῶνας ὑπὸ Αἰμιλίου Παύλου τοῦ Ῥωμαίων στρατηγοῦ, βουλόμενος τῇ μεγαλοεργίᾳ ὑπερᾶραι τὸν Παῦλον ἐξέπεμψε πρέσβεις καὶ θεωροὺς εἰς τὰς πόλεις καταγγελοῦντας τοὺς ἐσομένους ἀγῶνας ὑπ’ αὐτοῦ ἐπὶ Δάφνης· ὡς πολλὴν γενέσθαι τῶν Ἑλλήνων σπουδὴν εἰς τὴν ὡς αὐτὸν ἄφιξιν. ἀρχὴν δ’ ἐποιήσατο τῆς παν‐
15ηγύρεως τὴν πομπείαν οὕτως ἐπιτελεσθεῖσαν. καθηγοῦντο Ῥωμαῖοι ἐν θώραξιν ἀλυσειδωτοῖς, ἄνδρες ἀκμαῖοι πεντακισχίλιοι· μεθ’ οὓς Μυσοὶ πεντακισχίλιοι. συνεχεῖς Κίλικες τε εὔζωνοι τρισχίλιοι, χρυσοῦς ἔχοντες στεφάνους. ἐφ’ οἷς Θρᾷκες τρισχίλιοι καὶ Γαλάται πεντακισχίλιοι. τούτοις ἐπέβαλλον Μακεδόνες δισμύριοι καὶ χαλκάσπιδες πεντακισχίλιοι, οἷς ἐπηκολούθουν
20μονομάχων ζεύγη διακόσια τεσσεράκοντα, τούτων κατόπιν ἱππεῖς Πισαῖοι χίλιοι, πολιτικοὶ τρισχίλιοι χρυσοφάλαροι καὶ ἀργυροφάλαροι καὶ χρυσοστέ‐ φανοι. μετὰ δὲ τούτους οἱ ἑταῖροι ἱππεῖς εἰς χιλίους χρυσοφάλαροι. τούτοις συνεχὲς τὸ τῶν φίλων σύνταγμα. ἐπὶ τούτοις ἐπίλεκτοι χίλιοι, οἷς ἐπη‐ κολούθει τὸ καλούμενον ἄγημα, κρατιστὸν εἶναι δοκοῦν σύστημα τῶν ἱππέων,
25περὶ χιλίους. τελευταῖα δ’ ἦν ἡ κατάφρακτος ἵππος οἰκείως τῇ προσηγορίᾳ τῶν ἵππων καὶ τῶν ἀνδρῶν ἐσκεπασμένων τοῖς ὅπλοις· ἦσαν δὲ καὶ αὐτοὶ χίλιοι. πάντες δ’ οἱ προειρημένοι εἶχον πορφυρᾶς ἐφαπτίδας, πολλοὶ δὲ καὶ διαχρύσους καὶ ζῳωτάς. ἐπὶ τούτοις ἕξιππα ἦν ἑκατόν, τέθριππα δὲ τεσσαράκοντα. ἔπειτα ἐλεφάντων ἅρμα καὶ ξυνωρίς· καθ’ ἕνα δὲ εἵποντο
30ἐλέφαντες διεσκευασμένοι τριάκοντα καὶ ἕξ. ἡ δ’ ἄλλη πομπὴ δυσέφικτος, ὡς ἐν κεφαλαίῳ δὲ λεκτέον. ἔφηβοι ἐπόμπευσαν εἰς ὀκτακοσίους χρυσοῦς ἔχοντες στεφάνους, βόες εὐτρεφεῖς περὶ χιλίους, θεωρία δὲ βραχὺ λείπουσαι τριακόσιοι, ἐλεφάντων ὀδόντες ὀκτακοσίοι. τὸ δὲ τῶν ἀγαλμάτων πλῆθος οὐ δυνατὸν ἐξηγήσασθαι· πάντων γὰρ δαιμόνων εἴδωλα διήγετο
35μετὰ τῶν προσηκόντων τούτοις μύθων κατὰ τὰς παραδεδομένας ἱστορίας. εἵπετο δὲ καὶ Νυκτὸς εἴδωλον καὶ Ἡμέρας, Γῆς τε καὶ Οὐρανοῦ καὶ Ἠοῦς καὶ Μεσημβρίας. τὰ δὲ λοιπὰ τῆς πομπῆς καὶ τὰ κιναμώμινα καὶ
νάρδινα καὶ τήλινα καὶ ἀμαράκινα μύρα καὶ ἴρινα καὶ τὰ μετὰ γυναικῶν70 in vol. 2.1

2,1

71

χρυσόποδα καὶ ἀργυρόποδα φορεῖα καὶ τὰ ἄλλα περιττὸν λέγειν. ταῦτα δὲ πάντα συνετελέσθη ἐξ ὧν τὰ μὲν ἐκ τῆς Αἰγύπτου ἐνοσφίσατο παρα‐ σπονδήσας τὸν Φιλομήτορα βασιλέα παιδίσκον ὄντα, ἱεροσυλήκει δὲ καὶ τὰ πλεῖστα τῶν ἱερῶν.
5 ὅτι ἡ Αἴγυπτος διὰ τὴν τοῦ περιέχοντος ἀέρος εὐκρασίαν καὶ διὰ τοὺς κηπεύοντας τὰ σπανίως καὶ καθ’ ὥραν ἐνεστηκυῖαν ἐν ἑτέροις φυόμενα τό‐ ποις ἄφθονα γεννᾷ καὶ διὰ παντός, καὶ οὔτε ῥόδον οὔτε λευκόϊον οὔτ’ ἄλλο ῥᾳδίως ἄνθος ἐκλείπειν οὐδὲν οὐδέποτε εἴωθεν. ὅτι Καλλίξεινος ὁ Ῥόδιος πομπὴν λαμπρὰν διηγεῖται ὑπὸ Πτολεμαίου
10τοῦ Φιλαδέλφου γενομένην ἐν Ἀλεξανδρείᾳ. ὅτι καὶ σκηνὴ κατεσκευάσθη χάριν ὑποδοχῆς στρατιωτῶν καὶ τεχνιτῶν καὶ παρεπιδήμων ἀξία λόγου· μέγεθος μὲν οὖν αὐτῆς ἑκατὸν τριάκοντα κλίνας ὑποδεχόμενον κύκλῳ. στύλοι δ’ αὐτῇ πεντηκονταπήχεις τὸ ὕψος, ἔχοντες ἐπιστυλία τετράγωνα. ἐνεπετάσθη δὲ αὐτὴ κατὰ μέσον οὐρανίσκῳ κοκκινοβαφεῖ περιλευκῷ, τῶν
15δὲ κιόνων οἱ μὲν ὡμοίωντο φοίνιξιν, οἳ δὲ θύρσων εἶχον φαντασίαν, τὸ δὲ τῆς σκηνῆς ἔδαφος θείου λειμῶνος ἀπετέλει πρόσοψιν ἄνθεσι χύδην κατα‐ πασθέν. εἰκόνες τε ἐν αὐτῇ ἀνέκειντο Σικυωνικῶν ζωγράφων, ἄντρα τε ἐν αὐτῇ κατεσκεύαστο καὶ ἐν τοῖς ἄντροις νύμφαι. κατὰ δὲ τὸ ὑψηλότατον τῆς ὀροφῆς ἀετοὶ κατὰ πρόσωπον ἦσαν ἀλλήλων χρυσοῖ, πεντεκαιδεκαπήχεις
20τὸ μέγεθος. ἔκειντο δὲ καὶ κλίναι χρυσαῖ σφιγγόποδες· ταύταις δ’ ἀμφίταποι ἁλουργεῖς ὑπέστρωντο τῆς πρώτης ἐρέας, καὶ περιστρώματα ποικίλα δια‐ πρεπῆ ταῖς τέχναις ἐπῆν. ψιλαὶ δὲ Περσικαὶ τὴν ἀνὰ μέσον τῶν ποδῶν χώραν ἐκαλύπτον, ἀκριβῆ τὴν εὐγραμμίαν τῶν ἐνυφασμένων ἔχουσαι ζῳδίων. παρετέθησαν δὲ καὶ τρίποδες χρυσοῖ διακόσιοι ἐπ’ ἀργυρῶν δένδρων.
25τῶν δὲ κυλίκων τὴν κατὰ μέρος κατασκευὴν καὶ τὰ γένη μακρὸν διεφαίνετό μοι δηλοῦν. τὸ δὲ τοῦ σταθμοῦ πλῆθος εἰς μύρια τάλαντα ἀργυρίου εἶχε κατασκεύην. ἡ δὲ πομπὴ ἤγετο διὰ τοῦ κατὰ πόλιν σταδίου. πρώτη δ’ ἐβάδιζεν Ἑωσφόρου· καὶ γὰρ ἀρχὴν εἶχεν ἡ πομπὴ καθ’ ὃν ὁ προει‐ ρημένος ἀστὴρ φαίνεται χρόνον. ἔπειθ’ ἡ τοῖς τῶν βασιλέων γονεῦσιν
30ἐπωνομασμένη. τὴν δὲ τελευταίαν Ἑσπέρου συνέβαινεν εἶναι, τῆς ὥρας εἰς τοῦτο συναγούσης τὸν καιρόν. τὰ δὲ κατὰ μέρος αὐτῶν αἱ τῶν πεν‐ ταετηρίδων δηλοῦσι γραφαί. τῆς δὲ Διονυσιακῆς πομπῆς πρῶτον μὲν προῄσαν οἱ τὸν ὄχλον ἀνείργοντες Σιληνοί, πορφυρᾶς χλανίδας ἢ φοινικίδας ἠμ‐ φιεσμένοι. τούτοις ἐπηκολούθουν λαμπάδας φέροντες κισσίνας διαχρύσους.
35μεθ’ οὓς Νῖκαι χρυσᾶς ἔχουσαι πτέρυγας, φέρουσαι θυμιατήρια ἑξαπήχη, ζῳωτοὺς ἐνδεδυκυῖαι χιτώνας, μετὰ δὲ ταύτας εἵπετο βωμὸς ἑξάπηχυς κισσίνῃ φυλλάδι διαχρύσῳ πεπυκασμένος, ἔχων ἀμπέλινον χρυσοῦν στέ‐
φανον μεσολεύκοις μίτραις κατειλημμένον. ἐπηκολούθουν δὲ παῖδες ἐν71 in vol. 2.1

2,1

72

χιτῶσι πορφυροῖς, λιβανωτὸν καὶ σμύρναν καὶ κρόκον ἐν χρυσοῖς μαζονό‐ μοις φέροντες ἑκατὸν εἴκοσι. μεθ’ οὓς Σάτυροι τεσσαράκοντα ἐστεφανωμένοι κισσίνοις χρυσέοις στεφάνοις. καὶ τὰ σώματα οἳ μὲν ἐκέχριντο ὀστρείῳ, οἳ δὲ μίλτῳ καὶ χρώμασιν ἑτέροις. μεθ’ οὓς Σιληνοὶ δύο ἐν πορφυραῖς
5χλανίσι καὶ κρηπῖσι λευκαῖς. εἶχε δ’ αὐτῶν ὃ μὲν πέτασον καὶ κηρύκειον χρυσοῦν, ὃ δὲ σάλπιγγα. μέσος δὲ τούτων ἐβάδιζεν ἀνὴρ τετράπηχυς ἐν τραγικῇ διαθέσει καὶ προσωπείῳ, φέρων χρυσοῦν Ἀμαλθείας κέρας. ὃς προσηγορεύετο Ἐνιαυτός. ᾧ γυνὴ περικαλλὴς εἵπετο, φέρουσα τῇ μὲν μίᾳ τῶν χειρῶν στέφανον περσέας, τῇ δ’ ἑτέρᾳ ῥάβδον φοίνικος· ἐκαλεῖτο δὲ
10Πεντετηρίς. ταύτῃ ἐπηκολούθουν ὧραι τέσσαρες, διεσκευασμέναι, ἑκάστη φέρουσα τοὺς ἰδίους καρπούς. μετὰ δὲ τούτους τετράκυκλος μῆκος πηχῶν τεσσερεσκαίδεκα, ὀκτὼ δὲ τὸ πλάτος, ἤγετο ὑπὸ ἀνδρῶν ὁγδοήκοντα καὶ ἑκατόν, ἐφ’ ἧς ἐπῆν ἄγαλμα Διονυσίου δεκάπηχυ σπένδον ἐκ καρχησίου χρυσοῦ, ἱμάτιον ἔχον πορφυροῦν διάπεζον καὶ ἐπ’ αὐτοῦ κροκωτόν. περιέ‐
15κειτο δ’ αὐτῷ καὶ σκιὰς ἐκ κισσοῦ καὶ ἀμπέλου καὶ λοιπῆς ὀπώρας κε‐ κοσμημένη. μετὰ ταῦτα Μακέται αἱ καλούμεναι Μιμαλλόνες καὶ Βασσάραι καὶ Λυδαὶ, κατακεχυμέναι τὰς τρίχας καὶ ἐστεφανωμέναι τινὲς μὲν ὄφεσιν, αἳ δὲ μίλαξι καὶ ἀμπέλῳ καὶ κισσῷ· κατεῖχον δὲ ταῖς χερσὶν αἳ μὲν ἐγχειρίδια, αἳ δ’ ὄφεις. μετὰ ταῦτα ἤγετο τετράκυκλος πηχῶν ὀκτὼ
20πλάτος ὑπὸ ἀνδρῶν ἑξήκοντα, ἐφ’ ἧς ἄγαλμα Νύσσης ὀκτάπηχυ ἐνδεδυκὸς θάψινον χίτωνα χρυσοποίκιλον ὃ ἀνίστατο μηχανικῶς οὐδενὸς τὰς χείρας προσάγοντος καὶ σπεῖσαν ἐκ χρυσῆς φιάλης γάλα ἐκάθητο. ἑξῆς εἵλκετο τετράκυκλος ἄλλη πηχῶν εἴκοσι μῆκος, πλάτος ἑκκαίδεκα, ὑπὸ ἀνδρῶν· ἐφ’ ἧς κατεσκεύαστο ληνὸς πηχῶν τεσσαρεσκαίδεκα, πλάτος πεντε‐
25καίδεκα, πλήρης σταφυλῆς. ἐπάτουν δὲ ἑξήκοντα Σάτυροι πρὸς αὐλὸν ᾄδοντες μέλος ἐπιλήνιον, ἐφειστήκει δ’ αὐτοῖς Σιληνός. καὶ δι’ ὅλης τῆς ὁδοῦ ἔρρει τὸ γλεῦκος. ἑξῆς ἐφέρετο τετράκυκλος μῆκος πηχῶν εἴκοσι πέντε, πλάτος τεσσαρεσκαίδεκα· ἤγετο δ’ ὑπὸ ἀνδρῶν ἑξακοσίων· ἐφ’ ἧς ἦν ἀσκὸς τρισχιλίους ἔχων μετρητάς, ἐκ παρδαλέων δερμάτων ἐρραμένος· ἔρρει δὲ
30καὶ οὗτος κατὰ μικρὸν ἀνιέμενος κατὰ πᾶσαν τὴν ὁδόν. ἠκολούθουν δὲ Σάτυροι καὶ Σιληνοὶ ἑκατὸν εἴκοσι φέροντες οἰνοχόας, φιάλας, θηρικλείους, πάντα χρυσᾶ. εἶτα πάλιν τετράκυκλος καὶ κυλικία καὶ λουτῆρες καὶ κρατῆρες καὶ λέβητες καὶ τρίποδες καὶ τράπεζαι καὶ χόεις καὶ ψυκτήρια μάλα πολλὰ ὑλῶν διαφόρων, ἐν τούτοις καὶ ὁ τῆς Σεμέλης θάλαμος
35τετράκυκλος πηχῶν εἴκοσι δύο ὑπὸ ἀνδρῶν ἑλκόμενος πεντακοσίων· ἐφ’ ἧς ἄντρον βαθὺ κισσῷ καὶ μίλῳ. ἐκ τούτου περιστεραὶ καὶ φάσσαι καὶ τρυ‐ γόνες καθ’ ὅλην ἐξίπταντο τὴν ὅδον, λινίσκοις τοὺς πόδας δεδεμέναι πρὸς
τὸ ῥᾳδίως ὑπὸ τῶν θεωμένων ἁρπάζεσθαι. ἀνέβλυζον δὲ ἐξ αὐτοῦ καὶ κρουνοὶ72 in vol. 2.1

2,1

73

δύο, ὃ μὲν γάλακτος, ὃ δὲ οἴνου. περὶ δὲ ταύτην Νύμφαι χρυσοστέφανοι. ἐπὶ δὲ ἄλλης τετρακύκλου, ἣ περιεῖχε τὴν ἐξ Ἰνδῶν κάθοδον Διονύσου, Διόνυσος ἦν δωδεκάπηχυς ἐπ’ ἐλέφαντος κατακειμένος χρυσοῦς, ἠμ‐ φιεσμένος πορφυρίδα καὶ στέφανον χρυσοῦν ἔχων· εἶχεν ἐν χερσὶ χρυσοῦν
5θυρσόλογχον, ὑποδεδεμένος ἐμβάδας χρυσογραφεῖς· παρεκάθητο δ’ αὐτῷ ἐπὶ τοῦ τραχήλου τοῦ ἐλέφαντος Σατυρίσκος πεντάπηχυς ἐστεφανωμένος πίτυος. ἠκολούθουν δὲ παιδίσκοι πεντακόσιοι κεκοσμημένοι καὶ Σάτυροι ἑκατὸν εἴκοσι, ὡπλισμένοι ἀργυραῖς καὶ χρυσαῖς πανοπλίαις καὶ χαλκαῖς. εἶτα ὄνων ἶλαι πέντε ἐφ’ ὧν ἦσαν Σιληνοὶ καὶ Σάτυροι. εἶτ’ ἐλεφάντων ἅρματα
10ἀφείθη εἴκοσι τέτταρα καὶ συνωπίδες τράγων ἑξήκοντα, ὀρύγων ἑπτά, βουβάλων δεκαπέντε, στρουθῶν συνωρίδες ὀκτώ, ἐλάφων ἑπτά, ὄνων ἀγρίων ἅρματα τέσσαρα· ἐπὶ δὲ πάντων τούτων ἀναβεβήκει παιδία χιτώνας ἔχοντα ἡνιοχικοὺς καὶ πετάσους. παραναβεβήκει δὲ καὶ παιδισκάρια διεσκευ‐ ασμένα πελταρίοις καὶ χρυσολόγχαις. ἐστεφάνωτο δὲ τὰ μὲν ἡνιοχοῦντα
15παιδάρια πίτυι, τὰ δὲ παιδισκάρια κισσῷ. ἐπῆσαν δὲ καὶ συνωρίδες κα‐ μήλων φέρουσαι λιβανωτόν, μνᾶς τριακοσίας, κρόκου, κασίας, κιναμώμου, ἴριδος, λοιπῶν ἀρωμάτων. ἐχόμενοι τούτων Αἰθίοπες δωροφόροι ὧν οἱ μὲν ἔφερον ὀδόντας ἑξακοσίους, ἕτεροι ἐβένου κορμοὺς διακοσίους, ἄλλοι χρυσέους καὶ ἀργυρέους κρατῆρας ἑξήκοντα. μεθ’ οὓς ἐπόμπευσαν κυνηγοὶ δύο
20ἔχοντες σιβύνας ἐπιχρύσους. ἤγοντο δὲ καὶ κύνες δισχίλιοι τετρακόσιοι Ἰνδοί, Ὑρκανοί, Μολοσσοί, καὶ ἑτέρων γένων. ἑξῆς ἄνδρες ἑκατὸν πεντήκοντα φέροντες δένδρα, ἐξ ὧν ἀνήρτητο θηρία παντοδαπὰ καὶ ὄρνεα. εἶτ’ ἐφέροντο ἐν ἀγγείοις ψιττακοί, ταοί, μελεαγρίδες, φασιανοί. εἵποντο δὲ καὶ πρόβατα Αἰθιοπικά, Ἀράβια, Εὐβοικά, ἄρκτος λευκὴ μεγάλη μία, παρδάλεις, πάν‐
25θηρες, λυγκία. εἶτα μετὰ πολλὰ ἐπιφέρει ὁ Καλλίξεινος ὅτι παρῄει Ἀρετῆς ἄγαλμα, παρεστὸς Πτολεμαίῳ, στέφανον ἔχον ἐλαίας χρυσοῦν. Κόρινθος δὲ ἡ πόλις παρεστῶσα τῷ Πτολεμαίῳ ἐστεφάνωτο διαδήματι χρυσῷ. πα‐ ρηκολούθουν δὲ καὶ γυναῖκες ἔχουσαι ἱμάτια πολυτελῆ καὶ κόσμον· προσ‐ ηγορεύοντο δὲ πόλεις, αἵ τε ἀπ’ Ἰωνίας καὶ λοιπαὶ Ἑλληνίδες, ὅσαι τὴν
30Ἀσίαν καὶ τὰς νήσους κατοικοῦσαι ὑπὸ τοὺς Πέρσας ἐτάχθησαν. ἐφόρουν δὲ πᾶσαι στεφάνους χρυσοῦς. μεθ’ ἃ χορὸς ἐπόμπευσεν ἀνδρῶν ἑξακοσίων, ἐν οἷς κιθαρισταὶ συνεφώνουν τριακόσιοι. εἶτα ταῦροι διῆλθον δισχίλιοι ὁμοιοχρώματοι χρυσοκέρῳ. ἐπὶ πᾶσιν Ἀλεξάνδρου ἤγετο πομπή, ὃς ἐφ’ ἅρματος ἐλέφαντος ἀληθινοῦ ἐφέρετο χρυσοῦς, Νίκην καὶ Ἀθηνᾶν ἐξ ἑκατέρου
35μέρους ἔχων. ἐπόμπευσαν δὲ καὶ θρόνοι πολλοί, ὧν ἐφ’ ἑνὸς μὲν ἔκειτο στεφάνη χρυσῆ, ἐπ’ ἄλλου κέρας χρυσοῦν, ἐπ’ ἄλλου στέφανος χρυσοῦς. ἐπὶ δὲ τὸν Πτολεμαίου τοῦ Σωτῆρος θρόνον στέφανος ἐκ μυρίων κατ‐
εσκευασμένος χρυσῶν. ἐπόμπευσαν δὲ καὶ θυμιατήρια χρυσᾶ καὶ ἐσχάραι73 in vol. 2.1

2,1

74

ἐπίχρυσοι καὶ Δελφικοὶ τρίποδες καὶ φοίνικες ἐπίχρυσοι ὀκταπήχεις καὶ κεραυνὸς ἐπίχρυσος πηχῶν τεσσεράκοντα καὶ ναὸς ἐπίχρυσος, οὗ ἡ περί‐ μετρος πηχῶν τεσσεράκοντα καὶ θηρία ὑπεράγοντα τοῖς μεγέθεσιν. εἶτα διηνέχθησαν ἀργυρωμάτων ἅμαξαι τετρακόσιαι καὶ χρυσωμάτων εἴκοσι,
5ἀρωμάτων δὲ ὀκτακόσιαι. ἐπὶ δὲ πᾶσιν ἐπόμπευσαν αἱ ἱππικαὶ δυνάμεις καὶ πεζικαὶ, πᾶσαι καθωπλισμέναι θαυμασίως, πεζοὶ μὲν εἰς πέντε μυριάδας καὶ ἑπτακισχιλίους καὶ ἑξακοσίους, ἱππεῖς δὲ δισμύριοι τρισχίλιοι δια‐ κόσιοι μετὰ τῆς προσηκούσης πανοπλίας. ἀπέκειντο δὲ καὶ ἄλλαι πανοπλίαι, ὧν οὐδὲ ἀναγράψαι ῥᾴδιον τὸν ἀριθμόν. ὁ δὲ Καλλίξεινος κατέλεξε καὶ αὐτόν.
10 ποία οὖν βασίλεια οὕτω πολύχρυσος; μόνος γὰρ ὡς ἀληθῶς ὁ χρυσοῤῥόας καλούμενος Νεῖλος μετὰ τροφῶν ἀφθόνων καὶ χρυσὸν ἀκίβδηλον καταφέρει ἀκινδύνως γεωργούμενον, ὡς πᾶσιν ἐξαρκεῖν ἀνθρώποις, δίκην Τριπτολέμου πεμπόμενον εἰς πᾶσαν γῆν. διόπερ αὐτὸν καὶ Βυζάντιος ποιητὴς Παρμένων ἐπικαλούμενος Αἰγύπτιε Ζεῦ, φησί, Νεῖλε. πολλῶν δὲ ὁ Φιλάδελφος
15βασιλέων πλούτῳ διέφερε καὶ περὶ πάντα ἐσπουδάκει τὰ κατασκευάσματα φιλοτίμως, ὥστε καὶ πλοίων πλήθει πάντας ὑπερέβαλε. τὰ γοῦν μέγιστα τῶν πλοίων ἦν παρ’ αὐτῷ τριακοντήρεις δύο, εἰκοσήρης μία, τέσσαρες τρισ‐ καιδεκήρεις, δωδεκήρεις δύο, ἑνδεκήρεις δεκατέσσαρες, ἐννήρεις τριάκοντα, ἑπτήρεις τριάκοντα ἑπτά, ἑξήρεις πέντε, πεντήρεις δεκαεπτά. τὰ δ’ ἀπὸ
20τετρήρους μέχρι τριηρημιολίας διπλάσια τούτων. τὰ δ’ εἰς τὰς νήσους πεμπόμενα καὶ τὰς ἄλλας πόλεις ὧν ἦρχε καὶ τὴν Λιβύην πλείω ἦν τῶν τετρακισχιλίων. περὶ δὲ βιβλίων πλήθους καὶ βιβλιοθηκῶν κατασκευῆς καὶ τῆς εἰς τὸ μουσεῖον συναγωγῆς τί δεῖ καὶ λέγειν, πᾶσι τούτων ὄντων κατὰ μνήμην;
25 ὅτι ὁ Φιλοπάτωρ βασιλεύς, ὥς φησι Καλλίξεινος, τεσσαρακοντήρη κατε‐ σκεύασε μῆκος ἔχουσαν διακοσίων ὀγδοήκοντα πηχῶν, ὀκτὼ δὲ καὶ τριάκοντα ἀπὸ παρόδου ἐπὶ πάροδον, ὕψος δὲ ἕως ἀκροστολίου πηχῶν τεσσαράκοντα ὀκτώ, ἀπὸ δὲ τῶν πρυμνητικῶν ἀφλάστων ἐπὶ τὸ πρὸς τῇ θαλάσσῃ μέρος αὐτῆς τρεῖς πρὸς τοῖς πεντήκοντα πήχεις. πηδάλια δ’ εἶχε τέσσαρα τρια‐
30κονταπήχη, κώπας δὲ θρανιτικὰς ὀκτὼ καὶ τριάκοντα πηχῶν τὰς μεγίστας, αἳ διὰ τὸ μόλιβδον ἔχειν ἐν τοῖς ἐγχειριδίοις καὶ γεγονέναι λίαν εἴσω βαρεῖαι κατὰ τὴν ζύγωσιν εὐήρεις ἦσαν ἐπὶ τῆς χρείας. δίπρῳρος δ’ ἐγεγόνει καὶ δίπρυμνος καὶ ἔμβολα εἶχεν ἑπτά· εὔρυθμος δ’ ἦν καθ’ ὑπερβολήν. θαυμαστὸς δ’ ἦν καὶ ὁ ἄλλος κόσμος τῆς νέως· ζῷα μὲν γὰρ εἶχεν οὐκ
35ἐλάττω δώδεκα πηχῶν, καὶ πᾶς τόπος αὐτῆς κηρογραφίᾳ κατεπεποίκιλτο· πολὺς δ’ ἦν καὶ ὁ τῶν ὅπλων κόσμος· γενομένης δ’ ἀναπείρας ἐδέξατο ἐρέτας πλείους τῶν τετρακισχιλίων, εἰς δὲ τὰς ὑπηρεσίας τετρακοσίους, εἰς δὲ τὸ
κατάστρωμα ἐπιβάτας τρισχιλίους ἀποδέοντας ἑκατὸν καὶ πεντήκοντα.74 in vol. 2.1

2,1

75

καθειλκύσθη δὲ τὴν μὲν ἀρχὴν ὑπὸ ἐσχαρίου τινός, ὅ φασι παγῆναι πεντή‐ κοντα πλοίων πεντηρικῶν ξυλείᾳ, ὑπὸ δὲ ὄχλου μετὰ βοῆς καὶ σαλπίγγων κατήγετο. ὕστερον δὲ τῶν ἀπὸ Φοινίκης τις ἐπενόησε τὴν καθολκήν, τάφρον ὑποστησάμενος ἴσην τῇ νηὶ κατὰ μῆκος, ἣν πλησίον τοῦ λιμένος ὤρυξε.
5ταύτῃ δὲ θεμελίους κατῳκοδόμησε λίθῳ στερεῷ πρὸς πέντε πήχεις τὸ βάθος, καὶ διὰ τούτων φάλαγγας ἐπικαρσίας κατὰ πλάτος τῆς τάφρου διώσας συνεχεῖς τετράπηχυν εἰς βάθος τόπον ἀπολειπούσας. καὶ ποιήσας εἴσρουν ἀπὸ τῆς θαλάσσης ἐνέπλησεν αὐτῆς πάντα τὸν ὀρυχθέντα τόπον, εἰς ὃν ῥᾳδίως ὑπὸ τῶν τυχόντων ἀνδρῶν εἰσήγαγε τὴν ναῦν τὸ ἀνοιχθὲν κατ’
10ἀρχὰς ἐμφράξαντας μετεξήντλησε τε πάλιν τὴν θάλασσαν ὀργάνοις. τούτου δὲ γενομένου ἡδράσθη τὸ πλοῖον ἀσφαλῶς ἐπὶ τῶν προειρημένων φαλάγγων. κατεσκεύασε δὲ ὁ Φιλοπάτωρ καὶ ποτάμιον πλοῖον δίπρῳρον καὶ δίπρυμνον, τὴν θαλαμηγὸν καλουμένην, μῆκος ἔχουσαν ἡμισταδίου, τὸ δὲ εὖρος ᾗ πλατύτατον τριάκοντα πηχῶν, τὸ δὲ ὕψος σὺν τῷ τῆς σκηνῆς ἀναστήματι
15μικρὸν ἀπέδει τεσσαράκοντα πηχῶν. εἶχε δὲ συμπόσια καὶ κοιτῶνας καὶ περιπάτους καὶ οἶκον περίπτερον εἴκοσι κλίνας ἐπιδεχόμενον, οὗ τὰ μὲν πλεῖστα κατεσκεύαστο ἀπὸ κέδρου σχιστῆς καὶ κυπαρίσσου Μιλησίας. αἱ δὲ θύραι τὸν ἀριθμὸν εἴκοσι οὖσαι ἐλεφαντίνους εἶχον τοὺς κόσμους, τῶν δὲ κιόνων τὰ μὲν σώματα ἦν κυπαρίσσινα, αἱ δὲ κεφαλαὶ Κορινθιουργεῖς
20ἐλέφαντι καὶ χρυσῷ διακεκοσμημέναι. τὸ δὲ ἐπιστύλιον ἐκ χρυσοῦ τὸ ὅλον. εἶχε δὲ καὶ γυναικωνῖτιν ἐν ᾗ συμπόσιον ἐννεάκλινον, καὶ ἑτέρους οἴκους πολυκλίνους καὶ ἄλλα τὰ ἀξιαφήγητα. ὁ δὲ ἱστὸς ἦν αὐτῆς ἑβδομήκοντα πηχῶν, βύσσινον ἔχων ἱστίον ἁλουργεῖ παρασείρῳ κεκοσμημένος. πᾶς δὲ ὁ τοῦ Φιλαδέλφου πλοῦτος φυλαχθεὶς κατελύθη ὑπὸ τοῦ τελευταίου Πτολε‐
25μαίου τοῦ καὶ τὸν Γαβινικὸν συστησαμένου πόλεμον, οὐκ ἀνδρὸς γενομένου ἀλλ’ αὐλητοῦ καὶ μάγου.
26 ὅτι Διοκλείδης μὲν ὁ Ἀβδηρίτης θαυμάζεται ἐπὶ τῇ πρὸς τὴν Ῥοδίων πόλιν ὑπὸ Δημητρίου προσαχθείσῃ τοῖς τείχεσιν ἑλεπόλει, Τίμαιος δὲ ἐπὶ τῇ πυρᾷ τῇ κατασκευασθείσῃ Διονύσῳ τῷ Σικελίας τυράννῳ, Ἱερώνυμος
30δὲ ἐπὶ τῇ κατασκευῇ τῆς ἁρμαμάξης ᾗ κατεκομίσθη τὸ Ἀλεξάνδρου σῶμα, Πολύκλειτος δὲ ἐπὶ τῷ λυχνίῳ τῷ κατασκευασθέντι τῷ Πέρσῃ, Ἱέρων δὲ ὁ Συρακούσιος βασιλεὺς ἐσπουδάκει μὲν καὶ περὶ ἱερῶν καὶ γυμνασίων κατα‐ σκευὰς, ἦν δὲ καὶ περὶ ναυπηγίας φιλότιμος, φησὶ Μοσχίων, πλοῖα σιτηγὰ κατασκευαζόμενος, ὧν ἑνός, φησί, τῆς κατασκευῆς μνησθήσομαι, οὗ καὶ
35Ἀρχιμήδης ἦν ὁ γεωμέτρης ἐπόπτης. εἰς ὕλην μὲν ξύλων ἐκ τῆς Αἴτνης παρεσκεύαστο ἑξήκοντα τριηρικῶν σκαφῶν πλῆθος ἐξεργάσασθαι δυναμένην.
γόμφους τε ἡτοιμάσατο καὶ ἐγκοίλια καὶ σταμῖνας καὶ τὴν εἰς τὴν ἄλλην75 in vol. 2.1

2,1

76

ὕλην χρείαν τὴν μὲν ἐξ Ἰταλίας, τὴν δὲ ἐκ Σικελίας, εἰς δὲ σχοινία λευκέαν μὲν ἐξ Ἰβηρίας, κάνναβιν δὲ ἐκ τοῦ Ῥοδανοῦ ποταμοῦ καὶ τἄλλα πάντα τὰ χρειώδη πολλάχοθεν. συνήγαγε δὲ καὶ τοὺς ἄλλους τεχνίτας, καὶ καταστήσας ἐκ πάντων Ἀρχίαν τὸν Κορίνθιον ἀρχιτέκτονα παρεκάλεσε
5προθύμως ἐπιλαβέσθαι τῆς κατασκευῆς, προσκαρτερῶν καὶ αὐτός. τὸ μὲν ἥμισυ τῆς νεὼς ἐν μησὶν ἓξ εἰργάσατο, καὶ ταῖς ἐκ μολίβου ποιηθείσαις κεράμεσιν ἀεὶ καθ’ ὃ ναυπηγηθείη μέρος προσελαμβάνετο, ὡς ἂν τριακοσίων ὄντων τῶν τὴν ὕλην ἐργαζομένων τεχνιτῶν χωρὶς τῶν ὑπηρετούντων. τοῦτο μὲν οὖν τὸ μέρος εἰς τὴν θάλασσαν καθέλκειν προσετέτακτο, τὴν λοιπὴν
10κατασκευὴν ἱν’ ἐκεῖ λαμβάνῃ. ὡς δὲ πολλὴ περὶ τούτου ζήτησις ἦν, Ἀρχι‐ μήδης μόνος αὐτὸ κατήγαγε δι’ ὀλίγων σωμάτων. κατασκευάσας γὰρ τότε πρῶτος ἕλικα τὸ τηλικοῦτον σκάφος εἰς τὴν θάλασσαν κατήγαγεν. ὡς δὲ καὶ τὰ λοιπὰ μέρη τῆς νεὼς ἐν μησὶ ἓξ κατεσκευάσθη καὶ τοῖς χαλκοῖς ἥλοις πᾶσα περιελήφθη, ὧν οἱ πολλοὶ δεκάμνοοι ἦσαν, οἱ δ’ ἄλλοι τούτων
15ἡμιόλιοι, διὰ τρυπάνων δ’ ἦσαν οὗτοι ἡρμοσμένοι τοὺς σταμῖνας συνέχοντες· μολυβδίναις δὲ κεραμίσιν ἀπεστεγανοῦντο πρὸς τὸ ξῦλον, ὑποτιθεμένων ὀθονίων μετὰ πίττης, ἦν δὲ ἡ ναῦς τῇ κατασκεύῃ εἰκόσορος, τριπάροδος δὲ τὴν μὲν κατωτάτω ἔχουσα ἐπὶ τὸν γόμον, ἐφ’ ἣν διὰ κλιμάκων πυκνῶν ἡ κατάβασις ἐγένετο, ἡ δ’ ἑτέρα τοῖς εἰς τὰς διαίτας εἰσιέναι βουλομένοις
20ἐμεμηχάνητο. μεθ’ ἣν ἡ τελευταῖα τοῖς ἐν τοῖς ὅπλοις τεταγμένοις. ἦσαν δὲ τῆς μέσης παρόδου παρ’ ἑκάτερον τοῖχον δίαιται τετράκλινοι τριάκοντα τὸ πλῆθος. ἡ δὲ ναυκληρικὴ δίαιτα κλινῶν ἦν πεντεκαίδεκα, ὧν ἦν τὸ κατὰ πρύμναν ὀπτανεῖον. ταῦτα δὲ πάντα δάπεδον εἶχεν ἐν ἀβακίσκοις συγκειμένον ἐκ παντοίων λίθων, ἐν οἷς ἦν κατεσκευασμένος πᾶς ὁ τὴν
25Ἰλιάδα μῦθος θαυμασίως, κατὰ δὲ τὴν ἀνωτάτω πάροδον γυμνάσιον ἦν καὶ περίπατοι σύμμετροι τῷ τοῦ πλοίου μεγέθει, ἐν οἷς κῆποι παντοῖοι καὶ σκηναὶ κίττου λευκοῦ καὶ ἀμπέλων ῥίζαι τὴν τροφὴν ἐν πίθοις εἶχον γῆς πεπληρωμένοις. αἱ σκηναὶ κατεσκίαζον τοὺς περιπάτους. ἦν δὲ καὶ σχολαστήριον πεντάκλινον ἐκ πύξου τοὺς τοίχους ἔχον καὶ βιβλιοθήκη
30ἐν αὐτῷ, κατὰ ὀροφὴν τούτῳ πόλος ἐκ τοῦ κατὰ τὴν Ἀχραδίνην ἀπομεμι‐ μημένος ἡλιοτροπίου. ἦν δὲ καὶ βαλανεῖον τρίκλινον πυρίας χαλκᾶς ἔχον τρεῖς καὶ λουτῆρα μετρητὰς πέντε δεχόμενον ποικίλον τοῦ Ταυρομενείτου λίθου. κατεσκεύαστο δὲ καὶ οἰκήματα πλείω τοῖς ἐπιβάταις καὶ τοῖς τὰς ἀντλίας φυλάττουσιν. ἱππῶνες δὲ ἦσαν ἑκατέρωθεν τῶν τοίχων δέκα.
35ἐνταῦθα ἡ τροφὴ τοῖς ἵπποις ἔκειτο καὶ τῶν ἀναβατῶν καὶ τῶν παίδων τὰ σκεύη. ἦν δὲ καὶ ὑδροθήκη κατὰ τὴν πρῴραν κλειστή, δισχιλίους με‐ τρητὰς δεχομένη, ἐκ σανίδων καὶ πίττης καὶ ὀθονίων κατεσκευασμένη. περὶ
δὲ ταύτην κατεκεύαστο διὰ μολιβδώματος καὶ σανίδων κλειστῶν ἰχθυο‐76 in vol. 2.1

2,1

77

τροφεῖον· τοῦτο δ’ ἦν πλῆρες θαλάσσης, ἐν ᾧ πολλοὶ ἰχθύες εὖ ἐτρέφοντο. ἑκατέρωθεν δὲ τῶν τοιχῶν τόποι προεωσμένοι, ἐν οἷς ἦσαν ξυλοθῆκαι, κρίβανοι, ὀπτανεῖα, μύλοι καὶ πολλαὶ ἑτέραι διακονίαι ἄτλαντές τε πε‐ ριέτρεχον τὴν ναῦν ἐκτὸς ἑξαπηχεῖς. ἡ δὲ ναῦς πᾶσα οἰκείαις γραφαῖς
5ἐπεπόνητο. πυργοί τε ἦσαν ἐν αὐτῇ ὀκτὼ, δύο μὲν κατὰ πρύμνην, οἱ δ’ ἴσοι κατὰ πρῴραν, οἱ δὲ λοιποὶ κατὰ μέσην ναῦν. τούτων ἑκάστῳ παρε‐ δέδεντο κεραῖαι δύο, ἐφ’ ὧν κατεσκεύαστο φατνώματα δι’ ὧν ἠφίεντο λίθοι πρὸς τοὺς ὑποπλέοντας τῶν πολεμίων. ἐπὶ δὲ πύργον ἕκαστον ἀνέβαινον τέσσαρες μὲν καθωπλισμένοι νεανίσκοι, δύο δὲ τοξόται, πᾶν δὲ τὸ ἐντὸς
10τῶν πύργων λίθων καὶ βέλων πλῆρες ἦν· λιθοβόλος τε ἐφειστήκει τριτά‐ λαντον λίθον ἀφιεὶς καὶ δωδεκάπηχυ βέλος. τοῦτο δὲ τὸ μηχάνημα κατε‐ σκευάσεν Ἀρχιμήδης. ἑκάτερον δὲ τῶν βελῶν ἔβαλλεν ἐπὶ στάδιον. τριῶν δὲ ἱστῶν ὑπαρχόντων ἐξ ἑκάστου κεραῖαι λιθοφόροι ἐξήρτηντο δύο, ἐξ ὧν ἅρπαγές τε καὶ πλίνθοι μολίβδου πρὸς τοὺς ἐπιτιθεμένους ἠφίεντο. ἦν δὲ
15καὶ χάραξ κύκλῳ τῆς νέως σιδήρεος πρὸς τοὺς ἐπιχειροῦντας ἀναβαίνειν κόρακές τε σιδηροῖ κύκλῳ τῆς νέως, οἳ δι’ ὀργάνων ἀφιέμενοι τὰ τῶν ἐναντίων ἐκράτουν σκάφη καὶ παρέβαλλον εἰς πληγήν. ἑκατέρῳ δὲ τῶν τοίχων ἑξήκοντα νεανίσκοι πανοπλίας ἔχοντες ἐφειστήκεσαν καὶ τούτοις ἴσοι περὶ τοὺς ἱστοὺς καὶ τὰς λιθοφόρους κεραίας. ἦσαν δὲ καὶ κατὰ τοὺς
20ἱστοὺς ἐν τοῖς καρχησίοις οὖσι χαλκοῖς ἐπὶ μὲν τοῦ πρώτου τρεῖς ἄνδρες, εἴθ’ ἑξῆς καθ’ ἕνα λειπόμενοι· τούτοις δ’ ἐν πλεκτοῖς γυργάθοις διὰ τρο‐ χιλίων εἰς τὰ θωρακία λίθοι παρεβάλοντο καὶ βέλη διὰ τῶν παίδων. ἄγκυραι δ’ ἦσαν ξύλιναι μὲν τέσσαρες, σιδηραῖ δ’ ὀκτώ. τῶν δὲ ἱστῶν ὁ μὲν δεύτερος καὶ τρίτος εὑρέθησαν, δυσχερῶς δὲ ὁ πρῶτος εὑρέθη ἐν τοῖς
25ὄρεσι τῆς Βρεττανίας ὑπὸ συβώτου ἀνδρός· κατήγαγε δ’ αὐτὸν ἐπὶ θάλασσαν Φιλέας ὁ Ταυρομενείτης μηχανικός. ἡ δὲ ἀντλία καίπερ βάθος ὑπερβάλλον ἔχουσα δι’ ἑνὸς ἐξηντλεῖτο διὰ κοχλίου, Ἀρχιμήδους ἐξευρόντος. ὄνομα δ’ ἦν τῇ νηὶ Συρακοσία· ὅτε δ’ αὐτὴν ἐξέπεμπεν Ἱέρων, Ἀλεξανδρείαν αὐτὴν μετωνόμασεν. ἐφόλκια δ’ ἦσαν αὐτῇ κέρκουρος τρισχίλια τάλαντα
30δέχεσθαι δυνάμενος ἐπίκωπος. ἁλιάδες τε καὶ σκάφαι πλείους. τῶν δὲ κατὰ ναῦν ἀδικημάτων δικαστήριον καθειστήκει ναύκληρος, κυβερνήτης καὶ πρῳρεύς, οἳπερ ἐδίκαζον κατὰ τοὺς Συρακοσίων νόμους. σίτου δ’ ἐνεβάλλοντο εἰς τὴν ναῦν μυριάδες ἕξ, ταρίχων Σικελικῶν κεράμεια μύρια καὶ ἕτερα φορτία. χωρὶς δὲ τούτων ὁ ἐπισιτισμὸς ἦν τῶν ἐμπλεόντων. ὁ δ’ Ἱέρων,
35ἐπεὶ πάντας τοὺς λίμενας ἤκουε τοὺς μὲν ὡς οὐ δύνατοί εἴσι τὴν ναῦν δέχεσθαι, τοὺς δὲ καὶ ἐπικινδύνους ὑπάρχειν, διέγνω δῶρον αὐτὴν ἀποστεῖλαι Πτολεμαίῳ τῷ βασιλεῖ εἰς Ἀλεξάνδρειαν. καὶ γὰρ ἦν σπάνις σίτου κατὰ
τὴν Αἴγυπτον. καὶ οὕτως ἐποίησε καὶ ἡ ναῦς κατήχθη εἰς Ἀλεξάνδρειαν,77 in vol. 2.1

2,1

78

ἔνθα καὶ ἐνεωλκήθη. ὁ δ’ Ἱερῶν καὶ Ἀρχίμηλον τὸν τῶν ἐπιγραμμάτων ποιητὴν γράψαντα εἰς τὴν ναῦν ἐπίγραμμα χιλίοις πυρῶν μεδίμναις, οὓς καὶ παρέπεμψεν ἰδίοις δαπανήμασι εἰς τὸν Πειραιᾶ, ἐτίμησεν. ἔχει δ’ οὕτως τὸ ἐπίγραμμα· τίς τόδε σέλμα πελώριον ἐπὶ χθονὸς εἵσατο; ποῖος κοίρανος
5ἀκαμάτοις πείσμασιν ἠγάγετο; πῶς δὲ κατὰ δρυόχων ἐπάγη σανίς, ἢ τίνι γόμφοι τμηθέντες πελέκει τοῦτ’ ἔκαμον τὸ κύτος, ἢ κορυφαῖς Αἴτνης παρισούμενον ἢ τίνι νάσων ἃς Αἰγαῖον ὕδωρ Κυκλάδας ἐνδέδεται, τοίχοις ἀμφοτέρωθεν ἰσοπλατές. ἦ ῥα Γίγαντες τοῦτο πρὸς οὐρανίους ἔξεσαν ἀτραπι‐ τούς. ἄστρων γὰρ ψαύει καρχήσια καὶ τριελίκτους θώρακας μεγάλων ἐντὸς
10ἔχει νεφέων πείσμασι δ’ ἀγκύρας ἀπηωρήσατο οἷσιν Ἀβύδου Ξέρξης καὶ Σηστοῦ δισσὸν ἔδησε πόρον. μανύει στιβαρᾶς κατ’ ἐπωμίδος ἀρτιχάρακτον γράμμα, τίς ἐκ χέρσου τήνδ’ ἐκύλισε τρόπιν. φησὶ γὰρ ὡς Ἱέρων Ἱεροκλέος Ἑλλάδι πάσᾳ καὶ νάσοις καρπῶν πίονα δωροφορῶν, Σικελίας σκαπτ‐ οῦχος ὁ Δωρικός. ἀλλά, Πόσειδον, σῶζε κατὰ γλαυκῶν τόδε σέλμα ῥοθίων.
15ἡ δὲ Ἀντιγόνου ἱερὰ τριήρης ᾗ ἐνίκησε τοὺς Πτολεμαίου στρατηγοὺς περὶ Λεύκολλαν τῆς Κῴας, ἣν καὶ τῷ Ἀπόλλωνι ἀνέθηκεν, οὐδὲ τὸ τρίτον, τάχα δὲ οὐδὲ τὸ τέταρτον εἶχε τῆς Συρακουσίας ἢ Ἀλεξανδρίδος ταύτης νέως.
17 ὅτι ἡ παρὰ Καλλιξείνῳ ἐν τῇ διηγήσει τῆς Διονυσιακῆς πομπῆς ἐγγυ‐ θήκη λέγοντος, εἶτα λέβητες ἐπ’ ἐγγυθήκαις, λεβήτων ὑπόθημα ἦν
20χαλκοῦν, καὶ Πολέμων ἐγγυθήκη καὶ ἐπ’ αὐτῆς κύπελλον ἣν καὶ ὑπο‐ κρητηριδίον τινὲς καλοῦσι. δύνανται γὰρ ἐπιτίθεσθαι ἐπ’ αὐτὸ καὶ κρατῆρες καὶ ἄλλα σκεύη, ἡ δὲ ὑπ’ Ἀλεξανδρέων καλουμένη ἐγγυθήκη τρίγωνός ἐστι, κατὰ μέσον κοίλη, δυναμένη ἐντιθέμενον κεράμειον δέχεσθαι. ἔχουσι δὲ ταύτην οἱ πένητες ξυλίνην, οἱ δὲ πλούσιοι χρυσᾶν ἢ ἀργυρᾶν.
25 ὅτι Ἀντίοχος ὁ Δημητρίου υἱὸς ὑποδοχὰς ὀχλικὰς καθ’ ἡμέραν ποιού‐ μενος χωρὶς τῶν ἀναλισκομένων σωρευμάτων ἑκάστῳ τῶν ἑστιατόρων ἐδίδου ἀποφέρειν ὁλομελῆ κρέα χερσαίων, πτηνῶν, θαλασσίων ζῴων ἀδιαίρετα ἐσκευασμένα, ἅμαξαν πληρῶσαι δυνάμενα. καὶ ἄλλος δ’ Ἀντίοχος ἐπιτελῶν τοὺς ἐν Δάφνῃ ἀγῶνας ἐποιήσατο καὶ αὐτὸς ὑποδοχὰς πάνυ λαμπράς,
30πρὸς τοῖς ὁλομέλεσι καὶ ζῶντας ἀναδιδοὺς χῆνας, λαγώους, δορκάδας, καὶ χρυσοῦς στεφάνους καὶ ἀργυρώματα καὶ ἵππους καὶ καμήλους, φησὶ Ποσειδώνιος. καὶ οἱ κατὰ Συρίαν δὲ πάντες, ὁ αὐτός φησι, διὰ τὴν τῆς χώρας εὐβοσίαν εὐωχοῦντο συνεχῶς, τοῖς μὲν γυμνασίοις ὡς βαλανείοις χρώμενοι, ἀλειφόμενοι δ’ ἐλαίῳ πολυτελεῖ καὶ μύροις, τοῖς δὲ γραμματείοις,
35οὕτω γὰρ ἐκάλουν τὰ κοινὰ τῶν συνδείπνων, ὡς οἰκητηρίοις ἐνδιαιτώμενοι καὶ τὸ πλεῖον μέρος τῆς ἡμέρας γαστριζόμενοι καὶ καταυλούμενοι πρὸς
χελιδόνος πολυκρότου ψόφους, ὥστε τὰς πόλεις ὅλας τοιούτοις κελάδοις78 in vol. 2.1

2,1

79

συνηχεῖσθαι. μὴ τοῖς τριβωνίοις καὶ τοῖς ἀκάρτοις πώγωσι πιστεύωμεν. εἰ μὲν φράσω τἀληθές, οὐχί ς’ εὐφρανῶ· εἰ δ’ εὐφρανῶ τί σε, οὐχὶ τἀληθὲς φράσω, φησὶν Ἀγάθων. ὅτι ἐν τῇ Ἐρυμνέως τοῦ περιπατητικοῦ σχολῇ, φησὶ Ποσειδώνιος, Ἀθηνίων
5διέτριβέ τις λόγοις προσκαρτερῶν· ὃς Αἰγυπτίαν ὠνησάμενος θεράπαιναν ἐπεπλέκετο αὐτῇ. ταύτης οὖν εἴτ’ ἐξ αὐτοῦ τεκούσης, εἴτ’ ἐξ ἄλλου, ὁμώνυμος Ἀθηνίωνι τῷ δεσπότῃ παρετρέφετο. γράμματα δὲ μαθὼν πρεσβύτην γε‐ νόμενον τὸν δεσπότην μετὰ τῆς μητρὸς ἐχειραχώγει καὶ ἀποθανόντος κληρονομήσας παρέγγραφος Ἀθηναίων πολίτης ἐγένετο. γήμας τε παιδισ‐
10κάριον εὔμορφον πρὸς τὸ σοφιστεύειν ὥρμησε μειράκια σχολαστικὰ θηρεύων. καὶ σοφιστεύσας ἐν Μεσήνῃ καὶ Λαρίσῃ τῇ Θεσσαλικῇ καὶ πολλὰ ἐργα‐ σάμενος χρήματα, ἐπανῆλθεν εἰς Ἀθήνας, καὶ χειροτονηθεὶς ὑπὸ Ἀθηναίων πρεσβευτής, ὅτε εἰς Μιθριδάτην τὰ πράγματα μετέρρει, ὑποδραμὼν τὸν βασιλέα τῶν φίλων ἐγένετο, μεγίστης τυχὼν προαγωγῆς. διὸ μετεώριζε
15τοὺς Ἀθηναίους δι’ ἐπιστολῶν, ὡς μέγιστα παρὰ τῷ Καππαδόκῃ δυνά‐ μενος, ὡς καὶ τὴν δημοκρατίαν ἀνακτήσασθαι καὶ δωρεῶν αὐτοὺς ποιῆσαι τυχεῖν ἰδίᾳ τε καὶ δημοσίᾳ. ἐπεὶ δ’ ἐπανῆγεν εἰς Ἀθήνας ὑπὸ χειμῶνος ὀχληθεὶς εἰς Καρυστίαν κατηνέχθη. οἱ δὲ Κεκροπίδαι ἔπεμψαν ἐπὶ τὴν ἀνακομιδὴν αὐτοῦ ναῦς μακρὰς καὶ φορεῖον ἀργυροποῦν. καὶ ἡ πόλις ἐπὶ
20τὴν ἐκδοχὴν αὐτοῦ ἐξεκέχυτο· συνέτρεχον δὲ πολλοὶ καὶ ἄλλοι θεαταὶ τὸ παράδοξον τῆς τύχης θαυμάζοντες, εἰ ὁ παρέγγραφος Ἀθηνίων εἰς Ἀθήνας ἐπ’ ἀργυρόποδος κομίζεται φορείου καὶ πορφυρῶν στρωμάτων, ὁ μηδέποτε ἐπὶ τοῦ τρίβωνος ἑωρακὼς πορφύραν πρότερον, οὐδενὸς οὐδὲ Ῥωμαίων ἐν τοσαύτῃ φαντασίᾳ καταχλιδῶντος τῆς Ἀττικῆς. συνέτρεχον δὲ καὶ γυ‐
25ναῖκες καὶ παῖδες, τὰ κάλλιστα προσδοκῶντες παρὰ Μιθριδάτου, ὁπότε Ἀθηνίων ὁ πένης καὶ τὰς ἐρανικὰς ποιησάμενος ἀκροάσεις διὰ τὸν βασιλέα σιληπορδῶν διὰ τῆς πόλεως καὶ τῆς χώρας πομπεύει. συνήντησαν δ’ αὐτῷ καὶ οἱ περὶ τὸν Διόνυσον τεχνῖται χλαμύδα τε φοροῦντι καὶ δακτύλιον χρυσίον ἐγγεγλυμμένην ἔχοντα τὴν Μιθριδάτου εἰκόνα. θυσίαι τ’ ἐπετε‐
30λοῦντο ἐπὶ τῇ αὐτοῦ παρουσίᾳ καὶ σπονδή. καὶ τῇ ὑστεραίᾳ πολλοὶ μὲν ἐπὶ τὴν οἰκίαν ἐλθόντες ἀνέμενον αὐτοῦ τὴν πρόοδον· πλήρης δ’ ἦν καὶ ὁ Κεραμεικὸς ἀστῶν καὶ ξένων. ὃ δὲ μόλις προῆλθε δορυφορούμενος ὑπὸ τῶν εὐδοκιμεῖν παρὰ τῷ δήμῳ θελόντων, ἑκάστου σπεύδοντος καὶ προσάψασθαι τῆς ἐσθῆτος. ἀναβὰς οὖν ἐπὶ τὸ βῆμα τὸ πρὸ τῆς Ἀττάλου στοᾶς ὠκο‐
35δομημένον τοῖς Ῥωμαίων στρατηγοῖς καὶ περιβλέψας κυκληδὸν τὸ πλῆθος, λέγω ὑμῖν, ἔφη, τὰ μηδέποτε μηδ’ ἐν ὀνείρῳ φαντασθέντα, ὦ Ἀθηναῖοι. βασιλεὺς Μιθριδάτης κρατεῖ μὲν Βιθυνίας καὶ τῆς ἄνω Καππαδοκίας καὶ
τῆς συνεχοῦς Ἀσίας ἁπάσης. καὶ βασιλεῖς αὐτὸν Ἀρμενίων καὶ Περσῶν79 in vol. 2.1

2,1

80

δορυφοροῦσι, δυνάσται δὲ τῶν περὶ Μαιῶτιν καὶ τὸν ὅλον Πόντον ᾠκισμένων ἐθνῶν ἐν περιμέτρῳ τρισμυρίων σταδίων. Ῥωμαίων δὲ στρατηγὸς μὲν Παμ‐ φυλίας Κόιντος ἀκολουθεῖ δέσμιος, Μάλλιος δὲ Ἀκύλλιος ὁ ὑπατευκὼς, ὁ τὸν ἀπὸ Σικελίας καταγαγὼν θρίαμβον, συνδέτην ἔχων ἁλύσει μακρᾷ
5Βαστάρνην πεντάπηχυν πεζὸς ὑπὸ ἱππέως ἕλκεται. τῶν δ’ ἄλλων οἳ μὲν ἀγάλμασι προσπεπτώκασιν, οἳ δὲ μετεμφιασάμενοι τετράγωνα ἱμάτια τὰς ἐξ ἀρχῆς πατρίδας ὀνομάζουσι. χρησμοὶ δὲ πανταχόθεν τὸ κράτος τῆς οἰκουμένης θεσπιῳδοῦσι. διὸ καὶ πρὸς τὴν Θρᾴκην καὶ Μακεδονίαν μεγάλα πέμπεται στρατεύματα, καὶ τὰ Εὐρώπης πάντα μέρη ἁθρόα εἰς αὐτὸν
10μεταβέβληται. πάρεισι δὲ καὶ Καρχηδονίων πρέσβεις συμμαχεῖν ἀξιοῦντες ἐπὶ τὴν Ῥώμης ἀναίρεσιν. μικρὸν δ’ ἐπισχὼν ἐπὶ τούτοις καὶ ἐάσας συλ‐ λαλῆσαι τὸ πλῆθος περὶ τῶν παραδόξως προηγγελμένων, τρίψας τὸ μέ‐ τωπον, τί οὖν, εἶπε, συμβουλεύω; μὴ ἀνέχεσθαι τῆς ἀναρχίας, ἣν ἡ Ῥωμαίων σύγκλητος ἐπισχεθῆναι πεποίηκεν, ἕως αὐτὴ δοκιμάσῃ περὶ
15τοῦ πῶς ὑμᾶς πολιτεύεσθαι δεῖ. μὴ περιίδωμεν ἱερὰ κεκλεισμένα, αὐχμῶντα γυμνάσια, θέατρον ἀνεκκλησίαστον, ἄφωνα τὰ δικαστήρια, τὸ τοῖν θεοῖν ἀνάκτορον κεκλεισμένον. καὶ πολλῶν τοιούτων λεχθέντων ὑπὸ τοῦ οἰκότριβος, συλλαλήσαντες αὑτοῖς οἱ ὄχλοι εἵλοντο τὸν Ἀθηνίωνα στρατηγὸν εἰπόντα· νῦν ὑμεῖς ἑαυτῶν στρατηγεῖτε καὶ ἂν συνεπισχύσητε, τοσοῦτον δυνήσομαι
20ὅσον κοινῇ πάντες ὑμεῖς. ταῦτ’ εἰπὼν συγκατέστησεν ἑαυτῷ τοὺς ἄλλους ἄρχοντας, ὧν ἠβούλετο ὑποβαλὼν τὰ ὀνόματα. καὶ μετ’ οὐ πολλὰς ἡμέρας τύραννον ἑαυτὸν ἀναδείξας ὁ φιλόσοφος τοὺς μὲν εὖ φρονοῦντας τῶν πολιτῶν (παρὰ τὰ Ἀριστοτέλους καὶ Θεοφράστου δόγματα· ὡς ἀληθῆ εἶναι τὴν παροιμίαν τὴν λέγουσαν μὴ παιδὶ μαχαίραν) ἐκποδὼν ἐποιήσατο, φύλακας
25δ’ ἐπὶ τὰς πύλας κατέστησεν, ὡς νύκτωρ πολλοὺς διὰ τῶν τειχῶν αὐτοὺς καθιμήσαντας φεύγειν. ὁ δὲ ἱππέας ἀποστείλας οὓς μὲν ἐφόνευεν, οὓς δὲ καὶ δεδεμένους κατῆγε, δορυφόρους ἔχων τῶν φρακτικῶν καλουμένων. προσ‐ εποιεῖτο δὲ καὶ τὰ Ῥωμαίων πολλάκις φρονεῖν, πολλοῖς δὲ καὶ προδοσίας δίκας ἐπῆγε, ὡς τοῖς φυγάσι περὶ καθόδου συνεργοῦσι. καὶ κατεδίκαζεν
30αὐτὸς τὰς ψήφους φέρων. ἐνειργάσατο δὲ τῇ πόλει καὶ τῶν πρὸς τὸ ζῆν ἀναγκαίων ἔνδειαν κριθίδια καὶ πυροὺς ὀλίγους διαμετρῶν. τῶν δ’ ἀναχω‐ ρούντων τὸν ληφθέντα ἀπετυμπάνιζεν ἐκήρυσσέ τε δύνοντος ἡλίου πάντας οἰκουρεῖν καὶ μετὰ λυχνοφόρου μηδένα φοιτᾶν. ἤδη δὲ τὰς χεῖρας καὶ ἐπὶ τὰ εἰς Δῆλον ἐκτείνας χρήματα, ἐξέπεμψεν εἰς τὴν νῆσον Ἀπελλικῶντα
35τὸν Τήιον, πολίτην Ἀθηναίων ποικιλώτατον καὶ ἁψίκορον ζήσαντα βίον· ὃς εἰς Δῆλον ἐξορμήσας πανηγυρικῶς μᾶλλον ἢ στρατιωτικῶς ἀναστρε‐ φόμενος καὶ ἀφυλάκτως κοιμώμενος, Ὀροβίου τοῦ Ῥωμαίων στρατηγοῦ
ἐπιθεμένου ἐν ἀσελήνῳ νυκτὶ ἡττήθη, κατακοπέντων Ἀθηναίων ἑξακοσίων80 in vol. 2.1

2,1

81

τὸν ἀριθμόν, ζωγρηθέντων δὲ περὶ τετρακοσίους. χοίνικα δὲ κριθῶν εἰς τέσ‐ σαρας ἡμέρας διεμέτρει Ἀθηνίων τοῖς ἀνοήτοις Ἀθηναίοις, ἀλεκτορίδων τροφὴν καὶ οὐκ ἀνθρώπων αὐτοῖς διδούς. τοιοῦτοι οἱ ἀπὸ φιλοσοφίας στρα‐ τηγοί. περὶ ὧν Δημοχάρης ἔλεγεν· ὥσπερ ἐκ θύμβρας οὐδεὶς ἂν δύναιτο
5κατασκευάσαι λόγχην οὐδ’ ἐκ Σωκράτους στρατιώτην ἄμεμπτον. ὅτι Πλάτων φησὶ τρεῖς στρατείας στρατεύσασθαι Σωκράτην, τὴν εἰς Ποτίδαιαν, τὴν εἰς Ἀμφίπολιν, τὴν εἰς Βοιώτους, ὅτε καὶ ἡ ἐπὶ Δηλίῳ μάχη ἐγένετο· μηδενὸς τοῦτο ἱστορήσαντος ἑτέρου ὁ δὲ καὶ ἀριστείων αὐτὸν τυχεῖν φησὶ, πάντων Ἀθηναίων φυγόντων, καίτοι ἡ ἐπ’ Ἀμφίπολιν
10στρατεία Κλέωνος ἡγουμένου ἐξ ἐπιλέκτων ἀνδρῶν, φησὶ Θουκυδίδης, γέγονεν. ὧν ἐπιλέκτων ἀνάγκη εἶναι καὶ Σωκράτην, ᾧ πλὴν τρίβωνος καὶ βακτηρίας οὐδὲν ἦν. ποῦ γὰρ Θουκυδίδης τὸν Σωκράτη παρενέχρωσε τὸν Πλάτωνος στρατιώτην ἢ ἰστοριόγραφος ἢ ποιητής; τί γὰρ ἀσπίδι ξύνθημα καὶ βακτηρίᾳ; ποίας δὲ μάχης ἀριστεῖα Σωκράτης λαβὼν ἐν Ποτιδαίᾳ Ἀλκιβιάδῃ παρε‐
15χώρησεν, ὥς φησι Πλάτων; καὶ τί πράξας ἐπιφανὲς καθόλου μάχης μηδεμίας ἐμπεσούσης, ὡς ἱστόρηκε Θουκυδίδης, ἐν δὲ τῇ ἐν Δηλίω μάχῃ πάντων φυγόντων τῶν μὲν ἐπὶ θάλασσαν, ἄλλων ἐπὶ Ὠρωπόν, τῶν δὲ εἰς Πάρνηθα τὸ ὄρος, Βοιωτῶν δ’ ἐφεπομένων καὶ Λοκρῶν καὶ κτεινόντων καὶ τοιούτου κυδοιμοῦ καταλαβόντος τοὺς Ἀθηναίους, πῶς Σωκράτης οὐκ
20ἀσχημόνως ἅμα τοῖς πολλοῖς ἔφευγε; πῶς δὲ ταύτης τῆς ἀνδρείας αὐτοῦ οὐ Θουκυδίδης μέμνηται, οὐκ ἄλλος οὐδείς; πῶς δὲ καὶ τῶν ἀριστείων Ἀλκιβιάδῃ παρεχώρει, τῷ μηδ’ ὅλως κεκοινωνηκότι ταύτης τῆς στρατείς; ἐν δὲ τῷ Κρίτωνι ὁ τῇ Μνημοσύνῃ φίλος Πλάτων οὐδὲ ποιήσασθαί ποτε ἀποδημίαν τὸν Σωκράτη ἔξω τῆς εἰς Ἰσθμὸν πορείας εἴρηκε. ὅλως δὲ ὁ
25σοφιστὴς οὗτος ἐν πολλοῖς ἐλέγχει τὸν Πλάτωνα περὶ τοὺς χρόνους δια‐ μαρτάνοντα. Ὅτι γελοίως ὁ Ξενοφῶν ἐν τῷ συμποσίῳ ποιεῖ τὸν Σωκράτη λέγοντα ὡς στράτευμα ἀλκιμώτατον ἂν γένοιτο ἐκ παιδικῶν καὶ ἐραστῶν. τούτους γὰρ οἴεσθαι μάλιστ’ ἂν αἰδεῖσθαι ἀλλήλους ἀπολιπεῖν, θαυμαστὰ λέγων, εἴ γε οἱ ψόγου ἀφροντιστεῖν καὶ ἀναισχυντεῖν πρὸς ἀλλήλους ἐθι‐
30ζόμενοι, οὗτοι μάλιστα αἰσχύνονται αἰσχρόν τι ποιεῖν. ὅτι τῆς ἐπὶ Δήλιον στρατείας προτερεῖ ἡ περὶ Ποτίδαιαν, ἧς Φορμίων ἐστρατήγει. ὅτι ὀγδοήκοντα δύο ἔτη Πλάτων βιώσας μετήλλαξεν. ὅττι κεν ἐπ’ ἀκαιρίμαν γλῶσσαν ἔλθοι, μὴ τοῦτο διακρίνας γράφει, φησί τις ποιητής.
35 Ὅτι Περικλῆς κατὰ τὸ τρίτον ἔτος τοῦ Πελοποννησιακοῦ πολέμου ἀπέ‐ θανεν ἄρχοντος Ἐπαμείνονος, ἐφ’ οὗ τελευτᾷ Περδίκκας καὶ τὴν βασιλείαν Ἀρχέλαος διαδέχεται.
Ὅτι Ξενοφῶν ἐν Ἑλληνικοῖς περὶ τῶν Ἐρασινίδου στρατηγῶν, οἳ81 in vol. 2.1

2,1

82

τοὺς ἐν Ἀργινούσαις ἀπολομένους οὐκ ἀνείλοντο ἐν τῇ ναυμαχίᾳ τῇ γε‐ νομένῃ ἐπὶ ἄρχοντος Καλλίου εἴκοσι τέσσαρσιν ἔτεσιν ὕστερον τῆς Περικλέους τελευτῆς, φησὶ τάδε· τῶν δὲ πρυτάνεων τινῶν οὐ φασκόντων προθήσειν τὴν διαψήφισιν παρὰ τοὺς νόμους, αὖθις Καλλίξεινος ἀναβὰς κατηγορεῖ
5αὐτῶν. οἳ δὲ ἐβόων καλεῖν τοὺς οὐ φάσκοντας, οἳ δὲ πρυτάνεις φοβηθέντες ὡμολόγουν ἅπαντες προθήσειν πλὴν Σωκράτους. οὗτος δὲ οὐκ ἔφη, ἀλλὰ κατὰ τοὺς νόμους πάντα ποιήσειν. ὅτι Πλάτων φησὶ Χαιρεφῶντα ἐρωτῆσαι τὴν Πυθίαν εἴ τις εἴη Σωκράτους σοφώτερος· καὶ τὴν ἀνελεῖν μηδένα. πῶς οὖν εὔλογον ἢ πιθανὸν Σωκράτη
10τὸν ὁμολογοῦντα μηδὲν ἐπίστασθαι σοφώτατον ἁπάντων ὑπὸ τοῦ πάντα ἐπισταμένου ἀναρρηθῆναι; εἰ γὰρ τοῦτό ἐστι σοφία, τὸ μηδὲν εἰδέναι τὸ πάντα εἰδέναι φαυλότης ἂν εἴη. τίς δὲ ἦν χρεία τῷ Χαιρεφῶντι παρε‐ νοχλεῖν περὶ Σωκράτους πυνθανόμενον; αὐτὸς γὰρ ἦν ἀξιόπιστος ὑπὲρ ἑαυτοῦ λέγων ὡς οὐκ ἐστι σοφός. βλὰξ γὰρ ἦν τοιαῦτ’ ἐρωτῶν τὸν θεόν,
15ὡσανεὶ καὶ τοιαῦτά τινα, τῶν Ἀττικῶν ἐρίων ἄλλ’ ἐστὶ μαλακώτερα, ἢ τῶν ἐν Βάκτροις καὶ Μήδοις εἰσί τινες δυνατώτεροι, ἢ εἰ Σωκράτους ἐστί τις σιμώτερος. τοὺς γὰρ τὰ τοιαῦτα πυνθανομένους εὐστόχως ἐπιρραπίζει ὁ θεός, ὡς καὶ τὸν πυθόμενον, εἴτ’ Αἴσωπός ἐστιν ὁ λογοποιὸς εἴτε ἄλλος τις, πῶς ἂν πλουτήσαιμι Διὸς καὶ Λητοῦς υἱέ; χλευάζων ἀπεκρίνατο· εἰ
20τὸ μέσον κτήσαιο Κορίνθου καὶ Σικυῶνος. ὅτι οὐδὲν ὧν ὁ Πλάτων εἶπε περὶ Σωκράτους οὐδὲ κωμικός τις εἴρηκε, οὐθ’ ὅτι μαίας βλοσυρᾶς ἦν υἱός, οὔθ’ ὅτι Ξανθίππη χαλεπὴ ἦν γυνή, ὡς καὶ νιπτῆρας αὐτοῦ τῆς κεφαλῆς καταχεῖν, οὔθ’ ὡς Ἀλκιβιάδης συνεκοιμήθη ὑπὸ τὴν αὐτὴν γενόμενος χλαῖναν. καίτοι Ἀριστοφάνης ἐξεκωδώνισεν ἂν ταῦτα καὶ οὐκ ἐσίγησεν. ὅτι Ἀσπασία
25σοφὴ τοῦ Σωκράτους διδάσκαλος τῶν ῥητορικῶν λόγων ἔφη ποτὲ πρὸς Σωκράτη ἰδοῦσα αὐτοῦ τὸ κατάστημα, ὅτε ἐθηρεύετο, ὡς ὁ Πλάτων ἔφη, λινοστατούμενος ὑπ’ Ἀλκιβιάδου· τίπτε δεδάκρυσαι, φίλε Σώκρατες; ἦ ς’ ἀνακινεῖ στέρνοις ἐνναίων σκηπτὸς πόθος ὄμμασι θραυσθεὶς παιδὸς ἀνι‐ κήτου; τὸν ἐγὼ τιθασόν σοι ὑπέστην ποιῆσαι.
30 ὅτι οἱ πλείστοι τῶν φιλοσόφων κακήγοροι μᾶλλον τῶν κωμικῶν. Αἰσχίνης οὖν ὁ Σωκρατικὸς Κριτόβουλον τὸν Κρίτωνος ἐπ’ ἀμαθίᾳ καὶ ῥυπαρότητι βίου κωμῳδεῖ, τὸν δὲ Τηλαύγην ἱματίου φορήσεως καθ’ ἡμέραν ἡμιωβόλιόν φησι κναφεῖ τελεῖν μισθόν, ἐνῆφθαι δὲ τὰ ὑποδήματα σπαρτίοις σαπροῖς. Ἱππόνικον δὲ τὸν Καλλίου κοάλεμον προσαγορεύει, τὰς δ’ ἐξ Ἰωνίας γυ‐
35ναῖκας συλλήβδην μοιχάδας καὶ κερδαλέας. Ἀλκιβιάδου δὲ κατατρέχει ὡς οἰνόφλυγος καὶ περὶ τὰς ἀλλοτρίας γυναίκας σπουδάζοντος. Ἀντισθένης δὲ τὸν αὐτὸν Ἀλκιβιάδην παρανόμον εἶναι λέγει καὶ εἰς γυναῖκας καὶ εἰς
τὴν ἄλλην δίαιταν· συνεῖναι γὰρ καὶ μητρὶ καὶ θυγατρὶ καὶ ἀδελφῇ, ὡς82 in vol. 2.1

2,1

83

τοὺς Πέρσας. Πλάτων δὲ Σωκράτη ἐρᾶν Ἀκλιβιάδου φησὶ μικρὸν ἀπολεί‐ ποντος τῶν τριάκοντα ἔτων καὶ πώγωνος ὑποπιμπλαμένου· τούτοις τοῖς ἀνδράσιν οὐδεὶς ἀγαθὸς σύμβουλος εἶναι δοκεῖ, οὐ στρατηγός, οὐ μῖμος, οὐ σοφιστὴς ἀξιόλογος, οὐ ποιητὴς ὠφέλιμος, οὐ δῆμος εὐλόγιστος, ἀλλὰ
5Σωκράτης ὁ μετὰ τῶν Ἀσπασίας αὐλητρίδων ἐπὶ τῶν ἐργαστηρίων δια‐ τρίβων καὶ Θεοδότην τὴν ἑταίραν διδάσκων ἃ οὔτε Νικὼ ἡ Σαμία ἢ Καλλιστράτη ἡ Λεσβία ἢ Φιλαινὶς ἡ Λευκαδία, ἀλλ’ οὐδὲ ὁ Ἀθηναῖος Πυθόνικος συνεωράκασι πόθων θέλγητρα. ἐπιλίποι δ’ ἄν με ὁ χρόνος, εἰ ἐκτίθεσθαι βουληθείην τὰς σεμνὰς τῶν φιλοσόφων μέμψεις. κατὰ γὰρ τὸν
10Πλάτωνα ἐπιρρεῖ μοι ὄχλος τοιούτων Γοργόνων καὶ Πηγάσων καὶ ἄλλων ἀμηχάνων πλήθει τε καὶ ἀτοπίᾳ τερατολογιῶν τινῶν φύσεως. ἀνὴρ ἕλκων οἶνον ὡς ὕδωρ ἵππος Σκυθιστὶ φωνεῖ, οὐδὲ κάππα γιγνώσκων, κεῖται δ’ ἄναυδος ἐν πίθῳ κολυμβήσας, κάθυπνος ὡς μήκωνα φάρμακον πίνων, φησὶν ὁ Βυζάντιος Παρμένων.
15 περὶ Γοργόνων Ἀλέξανδρος ὁ Μύνδιος τάδε ἱστορεῖ. τὴν γοργόνα τὸ ζῷον καλοῦσι οἱ ἐν Λιβύῃ Νομάδες, ὅπου καὶ γίνεται, κάτω βλέπα. ἐστὶ δὲ προβάτῳ ἀγρίῳ ὅμοιον ὡς ἐκ τῆς δορᾶς σημειώσασθαι, ὡς δ’ ἔνιοί φασι, μόσχῳ. ἔχει δ’ ἀναπνοὴν τοιαύτην ὥστε πάντα τὸν ἐντυχόντα τῷ ζώῳ διαφθείρειν, φέρει δὲ χαίτην ἀπὸ τοῦ μετώπου καθειμένην ἐπὶ τοὺς ὀφθαλ‐
20μούς, ἥν, ὁπόταν μόγις διασεισαμένη διὰ τὴν βαρύτητα ἐμβλέψῃ, κτείνει τὸν θεωρηθέντα οὐ τῷ πνεύματι, ἀλλὰ τῇ γινομένῃ ἀπὸ τῶν ὀμμάτων φορᾷ καὶ νεκρὸν ποιεῖ. ἐγνώσθη δ’ οὕτως. τῶν μετὰ Μαρίου τινὲς ἐπὶ Ἰογόρθαν στρατευσαμένων ἰδόντες τὴν γοργόνα δόξαντές τε ἄγριον εἶναι πρόβατον ὥρμησαν ἐπ’ αὐτήν. τὸ δὲ πτοηθὲν διασεισάμενόν τε τὴν ἐν τοῖς
25ὄμμασι χαίτην ἐποίησε τούτους νεκρούς. πάλιν δὲ καὶ πάλιν τὸ αὐτὸ ποιησάντων ἑτέρων καὶ τὰ αὐτὰ τοῖς προτέροις παθόντες, ἱστορήσαντές τινες παρὰ τῶν ἐπιχωρίων τὴν τοῦ ζῴου φύσιν, μακρόθεν ἐνεδρεύσαντες κατη‐ κόντισαν ἧκον τε φέροντες πρὸς τὸν στρατηγὸν τὸ θηρίον. καὶ ὁ Μάριος εἰς Ῥώμην τὴν δορὰν ἀναπέπομφεν.
30 Ὅτι τὰ περὶ τῶν ὀπισθονόμων βοῶν ἱστορούμενα οὐκ ἀληθῆ. τί δὲ περὶ τούτων ἱστόρηται, ζήτει εἰς τὸ περὶ ζῴων ἰδιότητος Αἰλιάνου· φησὶν Ἡρό‐ δικος ὁ Βαβυλώνιος· φεύγετ’ Ἀριστάρχειοι ἐπ’ εὐρέα νῶτα θαλάσσης Ἑλλάδα, τῆς ξουθῆς δειλότεροι κεμάδος, γωνιοβόμβικες, μονοσύλλαβοι, οἷσι μέμηλε τὸ σφῖν καὶ τὸ μὶν ἠδὲ τὸ νίν. τοῦθ’ ὑμῖν εἴη δυσπέμφελον·
35Ἡροδίκῳ δὲ Ἑλλὰς ἀεὶ μίμνοι καὶ θεόπαις Βαβύλων. ἡδονὴν ἔχει, ὅταν τις εὕρῃ καινὸν ἐνθύμημά τι, δηλοῦν ἅπασιν· οἱ δ’ αὐτοῖσι σοφοὶ πρῶτον μὲν οὐκ ἔχουσι τῆς τέχνης κρίτην, εἶτα φθονοῦνται. χρὴ γὰρ εἰς ὄχλον
φέρειν ἅπανθ’ ὅς’ ἄν τις καινότητ’ ἔχειν δοκῇ, Ἀναξανδρίδης φησίν.83 in vol. 2.1

2,1

84

Μακάριόν ἐστιν ἡ τραγῳδία ποίημα κατὰ πάντα, φησὶν Ἀντιφάνης, εἴ γε πρῶτον οἱ λόγοι ὑπὸ τῶν θεατῶν εἰσιν ἐγνωρισμένοι, πρὶν καί τινα εἰπεῖν· ὡσθ’ ὑπομνῆσαι μόνον δεῖ τὸν ποιητήν. Οἰδίπουν γὰρ φῶ, τὰ δ’ ἄλλα πάντ’ ἴσασιν· ὁ πατὴρ Λάιος, μήτηρ Ἰοκάστη, θυγάτερες, παῖδες τίνες, τί
5πείσεθ’ οὗτος, τί πεποίηκεν. ἂν πάλιν εἴπῃ τις Ἀλκμαίωνα, τὰ παιδία πάντ’ εὐθὺς εἴρηκεν, ὅτι μανεὶς ἀπέκτονε τὴν μητέρα· ἡμῖν δὲ ταῦτ’ οὐκ ἔστι, ἀλλὰ πάντα δεῖ εὑρεῖν, ὀνόματα καινά, κἄπειτα τὰ διῳκημένα πρό‐ τερον, τὰ νῦν παρόντα, τὴν καταστροφήν, τὴν εἰσβολήν. ἂν ἕν τι τούτων παραλίπῃ Χρέμης τις ἢ Φείδων τις ἐκσυρίττεται. Δίφιλος δέ φησιν· ὦ
10τόνδ’ ἐποπτεύουσα καὶ κεκτημένη Βραυρῶνος ἱεροῦ θεοφιλέστατον τόπον, Λητοῦς Διός τε τοξόδαμνε παρθένε, ὡς οἱ τραγῳδοὶ φασίν, οἷς ἐξουσία ἐστὶ λέγειν ἅπαντα καὶ ποιεῖν μόνοις. Τιμοκλῆς δὲ ὁ κωμικός φησιν· ἄνθρωπος δὲ ζῷον ἐπίπονον φύσει, καὶ πολλὰ λυπηρὰ ὁ βίος ἐν ἑαυτῷ φέρει παρα‐ ψυχὰς γοῦν φροντίδων ἀνεύρατο ταύτας ὁ ... τῶν ἰδίων λήθην λαβὼν
15πρὸς ἀλλοτρίῳ ψυχαγωγηθεὶς πάθει, μεθ’ ἡδονῆς ἀπῆλθε παιδευθεὶς ἅμα. τοὺς γὰρ τραγῳδοὺς πρῶτον, εἰ βούλει, σκόπει ὡς ὠφελοῦσι πάντας. ὁ μὲν ὢν γὰρ πένης πτωχότερον αὐτοῦ καταμαθὼν τὸν Τήλεφον γενόμενον ἤδη τὴν πενίαν ῥᾷον φέρει. ὁ νοσῶν δὲ μανικῶς Ἀλκμαίων’ ἐσκεψάτο· ὀφθαλμιᾷ τις, εἰσὶ Φινεῖδαι τυφλοί. τέθνηκέ τῳ παῖς, ἡ Νιόβη κεκούφικε.
20χωλός τίς ἐστι, τὸν Φιλοκτήτην ὅρᾳ. γέρων τις ἀτυχεῖ, κατέμαθε τὸν Οἰνέα. ἅπαντα γὰρ τὰ μείζον’ ἢ πέπονθέ τις ἀτυχήματ’ ἄλλοις γεγονότ’ ἐννοούμενος τὰς αὐτὰς αὐτοῦ συμφορὰς ῥᾷον φέρει. Φιλίππου Ἀθηναίοις Ἁλόννησον διδόντος συνεβούλευε Δημοσθένης μὴ λαμβάνειν, εἰ δίδωσιν ἀλλὰ μὴ ἀποδίδωσιν. ὅπερ Ἀντιφάνης παιδιὰν θέμε‐
25νος, ἐρεσχελεῖ τόνδε τὸν τρόπον· ὁ δεσπότης δὲ πάντα τὰ τοῦ πατρὸς ἀπέλαβεν, ὥσπερ ἔλαβεν. ἠγάπησεν ἂν τὸ ῥῆμα τοῦτο παραλαβὼν Δημο‐ σθένης. καὶ Ἄλεξις· ἐγὼ δέδωκα γὰρ τί ταύταις; εἰπέ μοι. οὐκ, ἀλλ’ ἀπο‐ δέδωκας ἐνέχυρον δήπου λαβών. Τιμοκλῆς πού φησι· πρῶτα μέν σοι παύσεται Δημοσθένης ὀργιζόμενος. ὁ ποῖος; ὁ Βριάρεως; ὁ τοὺς καταπέλτας
30τάς τε λόγχας ἐσθίων, μισῶν λόγους ἄνθρωπος οὐδὲ πώποτε ἀντίθετον
εἰπὼν οὐδέν, ἀλλ’ Ἄρη βλέπων.84 in vol. 2.1

2,1

85

ἐπεισῆλθον ἡμῖν, φησὶν οὗτος, ἰχθύες πολυτελεῖς· μονονουχὶ γὰρ καὶ τὰς Νηρηίδας ὠψωνήκει. ἐγὼ τέως μὲν ᾤμην, φησὶν Ἀντιφάνης, τὰς Γοργόνας εἶναί τι λογοποίημα. πρὸς ἀγορὰν δ’ ὅταν ἔλθω, πεπίστευκ’ εὐθύς· ἐμ‐ βλέπων γὰρ τοῖς ἰχθυοπώλαις λίθινος εὐθὺς γίνομαι· ὡστ’ ἐξ ἀνάγκης
5ἔστ’ ἀποστρέφοντί μοι λαλεῖν πρὸς αὐτούς. ἐὰν ἴδω γὰρ ἡλίκον ἰχθὺν ὅσου τιμῶσι, πήγνυμαι σαφῶς. Ἄμφις δέ φησι· πρὸς τοὺς στρατηγοὺς ῥᾷόν ἐστι μυρίαις μοίραις προσελθόντ’ ἀξιωθῆναι λόγου ἢ πρὸς τοὺς κα‐ ταράτους ἰχθυοπώλας ἐν ἀγορᾷ. Ἄλεξις· τοὺς μὲν στρατηγοὺς τὰς ὀφρῦς ἐπὰν ἴδω ἀνεσπακότας, δεινὸν ἡγοῦμαι ποεῖν οὐ πάνυ τι, τοὺς δὲ ἰχθυοπώλας
10τοὺς κάκιστ’ ἀπολουμένους, ἐπὰν ἴδω κάτω βλέποντας, τὰς δ’ ὀφρῦς ἔχοντας ἐπάνω τῆς κορυφῆς, ἀποπνίγομαι. ἐὰν ἐρωτήσῃς πόσου τοὺς κηστρέας πω‐ λεῖς δυ’ ὄντας, δέκ’ ὀβολῶν, φησίν. ὀκτὼ λάβοις ἄν; εἴπερ ὠνῇ τὸν ἕτερον. ὦτάν, λαβὲ καὶ μὴ παῖζε τοῦ σοι δεῖ. παράτρεχε. ταῦτ’ οὐχὶ πικρότερα ἐστὶν αὐτῆς τῆς χολῆς; Δίφιλος· ᾤμην ἐγὼ τοὺς ἰχθυοπώλας εἶναι πονηροὺς
15τοὺς Ἀθήνησι μόνους. τόδ’, ὡς ἔοικε, τὸ γένος ὥσπερ θήριον ἐπίβουλόν ἐστι τῇ φύσει καὶ πανταχοῦ. ἐνταῦθα γοῦν ἔστι τις ὑπερηκοντικώς, κόμην τρέφων ἱερὰν τοῦ θεοῦ, ὅς, φασίν, οὐ διὰ τοῦτο γε, ἀλλ’ ἐστιγμένος πρὸ τοῦ μετώπου παραπέτασμα αὐτὴν ἔχει. οὗτος ἀποκρίνετ’, ἂν ἐρωτήσῃς πόσου ὁ λάβραξ, δέκ’ ὀβολῶν, οὐχὶ προσθείς σοι ποταπῶν. ἔπειτ’ ἂν
20τἀργύριον αὐτῷ καταβάλῃς, ἐπράξατ’ Αἰγιναῖον. Ξέναρχος· οἱ ποιηταὶ (φησίν) λῆρός εἰσιν. οὐδὲ ἓν γὰρ καινὸν εὑρίσκουσιν, ἀλλὰ μεταφέρει ἕκαστος αὐτῶν ταῦτ’, ἄνω τε καὶ κάτω. τῶν δὲ ἰχθυοπωλῶν φιλοσοφώτερον γένος οὐκ ἔστιν οὐδέν. οὐδὲ μᾶλλον ἀνόσιον. ἐπεὶ γὰρ αὐτοῖς οὐκ ἐτ’ ἔστ’ ἐξου‐ σία, ἀπείρηται δὲ τοῦτο τῷ νόμῳ, θεοῖς τις ἐχθρὸς ἄνθρωπος πάνυ ξηραι‐
25νόμενος ὡς εἶδε τοὺς ἰχθῦς, μάχην ἐποίησεν αὐτοῖς ἐξεπίτηδες εὖ πάνυ. ἦσαν δὲ πληγαί, καιρίαν δ’ εἰληφέναι δόξας καταπίπτει καὶ λειποψύχειν δοκῶν. ἔκειτο μετὰ τῶν ἰχθύων. βοᾷ δέ τις ὕδωρ· ὃ δ’ εὐθὺς ἐξαράξας πρόχουν τῶν ὁμοτέχνων τις τοῦ μὲν ἀκαρεὶ παντελῶς κατέχει, κατὰ δὲ τῶν ἰχθύων ἅπαξ ἐπάνω. εἴποις γ’ ἂν αὐτοὺς ἀρτίως ἡλωκέναι. Ἀντιφάνης·
30οὐκ ἔστιν οὐδὲν θηρίον τῶν ἰχθύων ἀτυχέστερον. τῷ γὰρ μὴ ἀποχρῆν ἀποθανεῖν αὐτοῖς ἁλοῦσιν, εἶτα κατεδηδεσμένοις εὐθὺς ταφῆναι, παρα‐ δοθέντες ἄθλιοι τοῖς ἰχθυοπώλαις σήπονθ’, ἕωλοι κείμενοι δύ’ ἡμέρας ἢ τρεῖς. μόλις δ’ ἄν ποτ’ ὠνητὴν τυφλὸν λάβως’, ἔδωκε τῶν νεκρῶν ἀναίρεσιν. κομίσας δ’ ἐξεβάλεν οἴκαδε, τὴν πεῖραν ἐν τῇ ῥινὶ τῆς ὀσμῆς λαβών. πάλιν·
35οὐ δεινόν ἐστι προσφάτους μὲν ἂν τύχῃ πωλῶν τις ἰχθῦς, συνάγοντα τὰς ὀφρῦς τοῦτον σκυθρωπάζοντα θ’ ἡμῖν προσλαλεῖν, ἐὰν σαπροὺς καὶ κομιδῇ, παίζειν καὶ γελᾶν; τοὐναντίον γὰρ πᾶν ἔδει τούτους ποιεῖν· τὸν μὲν γελᾶν,
τὸν δ’ ἕτερον οἰμώζειν μάκραν. Ἄλεξις· ἐγὼ τεθαύμακα τοὺς ἰχθυοπώλας,85 in vol. 2.1

2,1

86

πῶς ποτ’ οὐχὶ πλούσιοι ἅπαντές εἰσι λαμβάνοντες βασιλικοὺς φόρους. μονονουχί· δεκατεύουσι τὰς οὐσίας· ἐν ταῖς πόλεσι καθήμενοι. πάλιν· οὐ γέγονε μετὰ Σόλωνα κρείττων οὐδὲ εἷς Ἀριστονίκου νομοθέτης· τά τ’ ἄλλα γὰρ νενομοθέτηκε πολλὰ νυνί τε καινὸν εἰσφέρει νόμον τινα χρυσοῦν, τὸ
5μὴ πωλεῖν ἔτι καθημένους τοὺς ἰχθυοπώλας, διὰ τέλους δ’ ἑστηκότας· εἶτα εἰς νέωτά φησι γράψειν κρεμαμένους, καὶ θᾶττον ἀποπέμψουσι τοὺς ὠνουμένους ἀπὸ μηχανῆς πωλοῦντες ὥσπερ οἱ θεοί. πάλιν· Ἀριστόνικος τίθησι νόμον, ἰχθυοπώλης ὅστις ἂν πωλῶν ἰχθῦν ὑποτιμήσας ἀποδῶτ’ ἐλάττονος ἧς εἶπε τιμῆς, εἰς τὸ δεσμωτήριον εὐθὺς ἀπάγεσθαι τοῦτον, ἵνα
10δεδοικότες τῆς ἀξίας ἀγαπῶσιν εἶτ’ εἰς ἑσπέραν σαπροὺς ἅπαντες ἀποφέ‐ ρωσιν οἴκαδε. κἀνταῦθα καὶ γραῦς καὶ γέρων καὶ παιδίον πεμφθεὶς ἅπαντες ἀγοράσωσι κατὰ τρόπον. Ἀριστοφάνης· εἰτ’ οὐ σοφοὶ δῆτ’ εἰσὶν οἱ Σκύθαι σφόδρα, οἳ γενομένοισιν εὐθέως τοῖς παιδίοις διαδιδόασιν ἵππων καὶ βοῶν πίνειν γάλα; οὐχὶ μὰ Δία τίτθας εἰσάγουσι βασκάνους καὶ παιδ‐
15αγωγοὺς αὖθις. πολὺ γὰρ αὖ γένος μιαρώτατον τοῦτ’ ἐστίν. εἰ μὴ νὴ Δία τοὺς ἰχθυοπώλας τις βούλεται λέγειν μετά γε τοὺς τραπεζίτας· ἔθνος τούτου γὰρ οὐδέν ἐστι ἐξωλέστερον. Δίφιλος· οὐ πώποτ’ ἰχθῦς οἶδα τιμιωτέρους. Πόσειδον, εἰ δεκάτην αὐτῶν ἐλάμβανες ἀπὸ τῆς τιμῆς ἑκάστης ἡμέρας πολὺ τῶν θεῶν ἂν ἦσθα πλουσιώτερος. ὅμως δὲ τούτων εἴ μοι
20προσγελάσειέ τις, ἐδίδουν στενάξας ὁπόσον αἰτήσειέ με. γόγγρον μέν, ὥσπερ ὁ Πρίαμος τὸν Ἕκτορα, ὅσον εἵλκυσε τοσοῦτον καταθεὶς ἐπριάμην. Ἄλεξις· αἰεὶ δὲ καὶ ζῶντ’ ἐστὶ καὶ τεθνηκότα ἐν τῇ θαλάττῃ πολέμι’ ἡμῖν θηρία, ἂν ἀνατραπῇ γὰρ πλοῖον, εἰθ’, ὡς γένηται, ληφθῇ νέων τις, καταπεπώκας’ εὐθέως. αὐτοί τ’ ἐπὰν ληφθῶσιν ὑπὸ τῶν ἁλιέων, τεθνεῶτες
25ἐπιτρίβουσι τοὺς ὠνουμένους. τῆς οὐσίας γάρ εἰσιν ἡμῶν ὠνίοι, ὁ πριάμενός τε πτωχὸς εὐθὺς ἀποτρέχει. μέμνηται δ’ Ἄρχιππος ἰχθυοπώλου Ἑρμαίου. Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος Ἑρμαῖος. Ἄλεξις δὲ Μικίωνος· ὅστις ἀγοράζει πτωχὸς ὢν ὄψον πολὺ ἀπορούμενός τε τἄλλα πρὸς τοῦτ’ εὐπορεῖ, τῆς νυκτὸς οὗτος τοὺς ἀπαντῶντας ποιεῖ γυμνοὺς
30ἅπαντας. εἶτ’ ἐπάν τις ἐκδύθῃ, τηρεῖ ἕωθεν εὐθὺς ἐν τοῖς ἰχθύσιν· ὃν δ’ ἂν ἴδῃ πρῶτον πένητα καὶ νέον παρὰ Μικίωνος ἐγχέλεις ὠνούμενον, ἀπάγει λαβόμενος εἰς τὸ δεσμωτήριον. παρὰ δ’ Ἀναξανδρίδῃ περὶ τῆς ἁλιευτικῆς τέχνης τάδε τίς φησι· τῶν ζωγράφων μὲν ἡ καλὴ χειρουργία ἐν τοῖς πίναξι κρεμαμένη θαυμάζεται· αὐτὴ δὲ σεμνῶς ἐκ λοπάδος ἁρπάζεται ἀπὸ
35τοῦ ταγήνου τ’ εὐθέως ἀφανίζεται. ἐπὶ τίνα δ’ ἄλλην τέχνην, ὦ χρηστὲ σύ, τὰ στόματα τῶν νέων κατακάεται, ἢ ὠθισμός ἐστι δακτύλων τοιοῦτος ἢ πνιγμός, ἐὰν μὴ ταχὺ δύνηται καταπιεῖν; ὅτι Κορινθίοις νόμιμον ἦν, φησὶ
Δίφιλος, ἱν’ ἐὰν τίν’ ὀψωνοῦντ’ ἀεὶ λαμπρῶς ὁρῶμεν, τοῦτον ἀνακρίνωμεν86 in vol. 2.1

2,1

87

πόθεν ζῇ καὶ τί ποιῶν· κἂν μὲν οὐσίαν ἔχῃ, ἧς αἱ πρόσοδοι λύουσι τὰ ἀνα‐ λώματα, ἐᾶν ἀπολαύειν ἤδη τοῦτον τὸν βίον· ἐὰν δὲ ὑπὲρ τὴν οὐσίαν δαπανῶν τύχῃ, ἀπεῖπον αὐτῷ τοῦτο μὴ ποιεῖν ἔτι. ἂν δὲ μὴ πείθηται, ἐπέβαλον ζημίαν. ἂν δὲ μηδ’ ὁτιοῦν ἔχων ζῇ πολυτελῶς, τῷ δημίῳ παρέ‐
5δωκαν αὐτόν. οὐ γὰρ ἐνδέχεται ζῆν ἄνευ κακοῦ τινος τοῦτον, ἀλλ’ ἀναγκαίως ἔχει ἢ λωποδυτεῖν τὰς νύκτας ἢ τοιχωρυχεῖν ἢ τῶν ποιούντων ταῦτα κοι‐ νωνεῖν τισιν ἢ συκοφαντεῖν κατ’ ἀγορὰν ἢ μαρτυρεῖν ψευδῆ. εἶτ’ ἐπάγει· περὶ τῶν σελίνων μαχόμεθα, ὥσπερ Ἰσθμίοις. λαγώς τις εἰσελήλυθ’· εὐθὺς ἥρπακας. πέρδικα δ’ ἢ κίχλην γε νὴ Δί’ οὐκ ἔστι δι’ ὑμᾶς οὐδὲ πετομένην
10ἰδεῖν, τὸν ξενικὸν οἶνον ἐπιτετίμηκας πολύ. καὶ Σόφιλος δὲ ἀξιοῖ Ἀθήνησιν ὀψονόμους αἱρεῖσθ’ ὑπὸ τῆς βουλῆς δύ’ ἢ καὶ τρεῖς. Λυγγεὺς δ’ ὁ Σάμιος καὶ τέχνην ὀψωνητικὴν συνέγραψε πρός τινα δυσώνην διδάσκων αὐτὸν τίνα δεῖ λέγοντα πρὸς τοὺς ἀνδροφόνους ἰχθυοπώλας λυσιτελῶς ἔτι δὲ ἀλύπως ὠνεῖσθαι ἃ βούλοιτο.
14
15 ὅτι Ἑλληνικὸν ὄνομα ὁ πίναξ· Ὅμηρος· κρειῶν πίνακας παρέθηκεν. ὅτι καὶ τήγανον εἴρηται καὶ οὐ μόνον τάγηνον παρὰ τοῖς ἀρχαίοις, ἀπὸ τηγάνου τ’ ἔφασκεν ἀφύας φαγεῖν, φησὶ Φερεκράτης. Εὔβουλος· ῥιπὶς δ’ ἐγείρει φλόγας Ἡφαίστου κύνας θερμῇ παροξύνουσα τηγάνου πνοῇ. πάλιν· προσ‐ γελῶσα τε λοπὰς παφλάζει βαρβάρῳ λαλήματι· πηδῶσι δ’ ἰχθῦς ἐν μέ‐
20σοισι τηγάνοις· Φρύνιχος· ἡδὺ δ’ ἀποτηγανίζειν ἄνευ συμβολῶν. Ἡγήσανδρος δὲ ὁ Δελφός φησι Συρακοσίους τὴν μὲν λοπάδα τήγανον καλεῖν, τὸ δὲ τήγανον ξηροτήγανον, χωρὶς δὲ τοῦ τ στοιχείου Ἴωνες ἤγανόν φασιν· Ἀνα‐ κρέων· χεῖρα τ’ ἐν ἠγάνῳ βαλεῖν. ὅτι μέχρι τῶν Μακεδονικῶν χρόνων κεραμέοις σκεύεσιν οἱ δειπνοῦντες
25διηκονοῦντο, φησὶν Ἰόβας, μεταβαλόντων δ’ ἐπὶ τὸ πολυτελέστερον Ῥωμαίων τὴν δίαιταν κατὰ μίμησιν ἐκδιαιτηθεῖσα ἡ Κλεοπάτρα, ἡ τὴν Αἰγύπτου καταλύσασα βασιλείαν, τοὔνομα οὐ δυναμένη ἀλλάξαι ἀργυροῦν καὶ χρυσοῦν ἀπεκάλει κεράμειον αὐτό· εἴς τε τὸν Ῥωσικὸν εὐανθέστατον ὄντα κέραμον πέντε μνᾶς ἡμερησίας ἀνήλισκεν ἡ Κλεοπάτρα. Πτολεμαῖος δ’ ὁ βασιλεὺς
30ἐν ὀγδόῳ ὑπομνημάτων περὶ Μανάσου τοῦ Λιβύων βασιλέως φησί· δεῖπνα Ῥωμαικῶς ἦν κατεσκευασμένα κεράμῳ παντὶ χορηγούμενα ἀργυρῷ· τὰς δὲ τῶν δευτέρων τραπέζας ἐκόσμει τοῖς Ἰταλικοῖς ἐθισμοῖς· τὰ δὲ κανίσκια ἦν ἅπαντα χρυσᾶ, γεγόνοτα πρὸς τὰ πλεκόμενα ταῖς σχοίνοις· μουσικοῖς τε ἐχρῆτο Ἑλληνικοῖς.
35 ὅτι Ἀριστοφάνη τὸν κωμικὸν Ναυκρατίτην φησὶν ὁ Ἀθηναῖος Ἡλιόδωρος. ἔλεος ἐμπέπτωκε μοί τις, φησὶ Φιλιππίδης, ὅταν ἀπορουμένους μὲν ἀνθρώ‐
πους ἴδω ἐλευθέρους, μαστιγίας δὲ ἐπ’ ἀργυροῦ πίνακος ἄγοντος μνᾶν87 in vol. 2.1

2,1

88

τάριχος ἐνίοτε δυοῖν ὀβολῶν ἔσθοντας ἢ τριωβόλου καὶ κάππαριν χαλκῶν τριῶν ἐν τρυβλίῳ ἄγοντι πεντήκοντα δραχμὰς ἀργυρῷ, πρότερον δὲ φιάλην ἦν ἀνακειμένην ἰδεῖν ἔργωδες ἀμέλει. τοῦτο μὲν καὶ νῦν ἔτι. ἂν γὰρ ἀναθῇ τις, εὐθὺς ἕτερος ἥρπασεν. οἶδά τινα, φησὶν Ἄλεξις, πολίτην ἡμέτερον
5πτωχαλαζόνα, ὃς δραχμῆς ἔχων τὰ πάντα ἀργυρώματα ἐβόα καλῶν τὸν οἰκέτην ἕνα ὄντα καὶ μόνον, ὀνόμασι δὲ χρώμενον ψαμμακοσίοις παῖ Στρομβιχίδη, μὴ τῶν χειμερινῶν ἀργυρωμάτων ἡμῖν παραθῇς, ἀλλὰ τῶν θερινῶν. παρὰ δὲ Νικοστράτῳ ἀλαζών τις στρατιώτης λέγει. λοιπή τις ὀξίς ἐστι καὶ ψυκτήριον, τῆς εὐπαρύφου λεπτότερον. ἐξήλαυνον γάρ τινες
10τὸν ἄργυρον καὶ τότ’ εἰς ὑμένος ἰδέαν. σαπρὸν σίλουρον ἀργυροῦς πίναξ ἔχων; Σώπατρός φησιν ὁ παρῳδός, ἀλλ’ ἀμφὶ δείπνοις ὀξίδ’ ἀργυρᾶν ἔχει δρακοντομίμοις ὀργάνων τορεύμασι, οἵαν ποτ’ ἔσχε καὶ Θίβρων ὁ Ταντάλου μαλακὸς ταλάντοις ἐκτανταλωθεὶς ἀνήρ. φησὶν ὁ αὐτός. Θεό‐ πομπος ὁ Χῖος περὶ Θεοκρίτου τοῦ συμπολίτου. ἐξ ἀργυρωμάτων δὲ καὶ
15χρυσῶν πίνει ὁ πρότερον οὐχ ὅπως ἐξ ἀργυρωμάτων οὐκ ἔχων πίνειν ἀλλ’ οὐδὲ χαλκῶν, ἀλλ’ ἐκ κεραμέων καὶ τούτων ἐνίοτε κολαβῶν. λοπάδων παρατεταγμένη φάλαγξ, φησὶ Δίφιλος. ὅτι οἱ ἑλληνίζοντες οὐκ ἀργυρώματα καὶ χρυσώματά φασιν, ἀλλ’ ἀργυ‐ ροῦν κόσμον καὶ χρυσοῦν κόσμον. ὅτι σπάνιος ἦν παρ’ Ἕλλησιν ὁ μὲν χρυσὸς
20καὶ πάνυ, ὁ δὲ ἄργυρος ὀλίγος. διὸ Φίλιππος ὁ τοῦ μεγάλου βασιλέως Ἀλεξάνδρου πατὴρ φιάλιον χρυσοῦν ἔχων, ὥς φησι Δοῦρις, ἀεὶ τοῦτ’ εἶχε κείμενον πρὸς τὸ προσκεφάλαιον. καὶ τὴν Ἀτρέως δὲ χρυσῆν ἄρνα, περὶ ἣν γεγόνασιν ἡλίου τε ἐκλείψεις καὶ βασιλέων μεταβολαὶ ἔτι τε τῆς τραγωδίας ἡ πολλή, φιάλην ἀργυρᾶν φησι γεγονέναι Ἡρόδωρος ὁ Ἡρακλεώ‐
25της ἔχουσαν ἐν μέσῳ ἄρνα χρυσῆν. καὶ ὁ Ἐριφύλης ὅρμος διαβόητος γέγονε, φησὶν ὁ Λαμψακηνὸς Ἀναξιμένης, διὰ τὸ σπάνιον εἶναι τότε τὸ χρυσίον παρ’ Ἕλλησι· καὶ γὰρ ἀργυροῦν ποτήριον ἦν ἰδεῖν τότε παράδοξον. μετὰ δὲ τὴν Δελφῶν ὑπὸ Φωκέων κατάληψιν πάντα τὰ τοιαῦτα δαψίλειαν εἴληφεν. ἐκ ποτηρίων δὲ χαλκῶν ἔπινον οἱ σφόδρα δοκοῦντες πλουτεῖν καὶ
30τὰς θήκας τούτων ὠνόμαζον χαλκοθήκας. Ἡρόδοτός τέ φησι τοὺς Αἰγυπτίων ἱερεῖς χαλκοῖς ποτηρίοις πίνειν τοῖς τε βασιλεῦσιν αὐτῶν θύουσί ποτε κοινῇ οὐχ εὑρεθῆναί φησι δοθῆναι φιάλας ἀργυρᾶς· Ψαμμίτιχον οὖν νεώτερον ὄντα τῶν ἄλλων βασιλέων φησὶ χαλκῇ φιάλῃ σπεῖσαι. συληθέντος οὖν τοῦ Πυθικοῦ ἱεροῦ ὑπὸ τῶν Φωκικῶν τυράννων ἐπέλαμψε παρὰ τοῖς Ἕλλησι
35ὁ χρυσός. εἰσεκώμασε δὲ καὶ ὁ ἄργυρος. ὕστερον δὲ τοῦ μεγίστου Ἀλεξάν‐ δρου τοὺς ἐκ τῆς Ἀσίας θησαυροὺς ἀνελομένου ὄντως ἀνέτειλεν ὁ κατὰ Πίνδαρον εὐρυσθενὴς πλοῦτος. καὶ τὰ ἐν Δελφοῖς δὲ ἀργυρᾶ καὶ χρυσᾶ
ἀναθήματα ὑπὸ τοῦ πρώτου Γύγου τοῦ Λυδῶν βασιλέως ἀνετέθη. καὶ πρὸ88 in vol. 2.1

2,1

89

τῆς τούτου βασιλείας ἀνάργυρος, ἔτι δὲ ἄχρυσος ἦν ὁ Πύθιος. ἀνέθετο δὲ καὶ Γέλων ἐν Δελφοῖς τρίποδα καὶ Νίκην χρυσοῦ πεποιημένα, ὅτε Ξέρξης ἐπεστράτευσε τῇ Ἑλλάδι καὶ Ἱέρων δὲ τὰ ὅμοια. ὅτι Λακεδαιμόνιοι χρυ‐ σῶσαι βουλόμενοι τὸ πρόσωπον τοῦ ἐν Ἀμύκλαις Ἀπόλλωνος καὶ οὐχ
5εὑρίσκοντες ἐν τῇ Ἑλλάδι χρυσίον πέμψαντες εἰς θεοῦ ἠρώτων παρ’ οὗ χρύσιον πρίαιντο. ὁ δὲ ἄνειλεν αὐτοῖς παρὰ Κροίσου τοῦ Λύδου πορευθέντας ὠνεῖσθαι. καὶ οἳ πορευθέντες παρὰ Κροίσου ὠνήσαντο. ἐκοσμήθη δὲ καὶ ὑπὸ Κροίσου τὸ Πυθικὸν ἱερόν. Ἱέρων δ’ ὁ Συρακόσιος βουλόμενος ἀναθεῖναι τρί‐ ποδα καὶ Νίκην ἐξ ἀπέφθου χρυσοῦ ἐπὶ πολὺ ἀπορῶν χρυσίου ἔπεμψε
10τοὺς ἀναζητήσοντας εἰς τὴν Ἑλλάδα· οἳ μόλις ποτ’ εἰς Κόρινθον ἀφικό‐ μενοι καὶ ἐξιχνεύσαντες εὗρον παρὰ Ἀρχιτέλει, ὃς πολλῷ χρόνῳ συνωνού‐ μενος κατὰ μικρὸν θησαυροὺς εἶχεν οὐκ ὀλίγους. ἀπέδοτο οὖν τοῖς παρὰ τοῦ Ἱέρωνος ὃν ἠβούλοντο καὶ μετὰ ταῦτα πληρώσας τὴν ἑαυτοῦ χεῖρα ὅσον ἠδύνατο χωρῆσαι ἐπέδωκεν αὐτοῖς. ἀνθ’ ὧν Ἱέρων πλοῖον σίτου καὶ
15ἄλλα πολλὰ δῶρα ἔπεμψεν ἐκ Σικελίας. πάλαι δὲ χαλκᾶ ἦσαν τὰ ἀνα‐ θήματα τρίποδες τε καὶ λέβητες καὶ ἐγχειρίδια, ὧν ἐφ’ ἑνὸς ἐπεγέγραπτο· θάησαί μ’· ἐτεὸν γὰρ ἐν Ἰλίου εὐρέι πύργῳ ἦν, ὅτε καλλικόμῳ μαρνάμεθ’ ἀμφ’ Ἑλένῃ· καί μ’ Ἀντηνορίδης ἐφόρει κρείων Ἑλικάων· νῦν δέ με Λη‐ τοΐδου θεῖον ἔχει δάπεδον. ἐπὶ δὲ τρίποδος ἑνός· χάλκεός εἰμι τρίπους,
20Πυθοῖ δ’ ἀνάκειται ἄγαλμα· καί μ’ ἐπὶ Πατρόκλῳ θῆκε πόδας ὠκὺς Ἀχιλλεύς· Τυδείδης δ’ ἀνέθηκε βοὴν ἀγαθὸς Διομήδης νικήσας ἵπποισι παρὰ πλατὺν Ἑλλήσποντον. ὅτι Ἀλκμαίωνι πυνθανομένῳ, φησὶν Ἔφορος, πῶς ἂν τῆς μανίας ἀπαλλαγείη, χρᾷ Ἀπόλλων· τιμῆέν μ’ αἰτεῖς δῶρον μανίαν ἀπο‐ παῦσαι· καὶ σὺ φέρειν τιμῆεν ἐμοὶ γέρας, ᾧ ποτε μήτηρ Ἀμφιάραον
25ἔκρυψ’ ὑπὸ γῆν αὐτοῖσι σὺν ἵπποις· Μενελάῳ δὲ ἐρομένῳ πῶς ἂν Ἀλέξανδρον τιμωρήσαιτο ἔφη· πάγχρυσον φέρε κόσμον ἑλὼν ἀπὸ σῆς ἀλόχοιο δειρῆς, ὅν ποτε Κύπρις ἔδωχ’ Ἑλένῃ μέγα χάρμα· ὥς σοι Ἀλέξανδρος τίσιν ἐχθί‐ στην ἀποδώσει. ἀνέθηκαν οὖν ἄμφω. ἐπεὶ δὲ Ὀνόμαρχος καὶ Φάυλος καὶ Φάλαικος ἅπαντα τὰ τοῦ νάου ἐξεκόμισαν, τὸ τελευταῖον αἱ γυναῖκες
30αὐτῶν τόν τε τῆς Ἐριφύλης κόσμον ἔλαβον καὶ τὸν τῆς Ἑλένης ὅρμον. καὶ ἔριν δὲ ταῖς γυναιξὶν ἐνέπεσε περὶ τοῦ κόσμου τούτου ποτέρα πότερον λήψεται καὶ διακληρουμένων ἣ μὲν σκυθρωπὴ οὖσα κατὰ τὸν βίον καὶ σεμνότητος πλήρης τὸν Ἐριφύλης ὅρμον, ἣ δὲ ὥρᾳ διαφέρουσα καὶ μάχλος οὖσα τὸν τῆς Ἑλένης εἴληφε. καὶ αὕτη μὲν ἐρασθεῖσα νεανίσκου τινὸς
35Ἠπειρώτου συνεξεδήμησεν, ἣ δὲ τῷ ἀνδρὶ θάνατον ἐβούλευσεν. ὅτι Πλάτων ὁ θεῖος καὶ Λυκοῦργος ὁ Λάκων οὐδ’ εἴων ἐνεπιδημῆσαι ταῖς ἰδίαις πολιτείαις οὔτε τῶν ἄλλων πολυτελῶν οὐδέν, ἀλλ’ οὐδὲ τὸν
ἄργυρον οὐδὲ τὸν χρυσόν, τῶν μεταλλευομένων τὸν σίδηρον καὶ τὸν χαλκὸν89 in vol. 2.1

2,1

90

ἀρκεῖν νομίζοντες ἐκεῖνα δ’ ἐκβάλλοντες ὡς λυμαινόμενα τὰς ὑγιαινούσας τῶν πόλεων. ἡ φύσις ἐποίησεν ὑπογείους χρυσοῦ καὶ ἀργυροῦ φλέβας πολύπονον ἐχούσας ἐργασίαν, ὅπως οἱ περὶ ταῦτα σπουδάζοντες ὀδυνώμενοι μετίωσι τὴν κτῆσιν, καὶ οὐχ οἱ μεταλλεύοντες μόνον, ἀλλὰ καὶ οἱ τὰ
5μεταλλευθέντα συναγείροντες μυρίοις μόχθοις θηρεύωσι τὴν περίβλεπτον ταύτην πολυκτησίαν. ὅτι ἐν ταῖς ἐσχατιαῖς τῆς οἰκουμένης καὶ ποτάμια τὰ τυχόντα ψήγματα χρυσοῦ καταφέρει καὶ ταῦτα γυναῖκες καὶ ἄνδρες ἀσθενεῖς τὰ σώματα σὺν τοῖς ἄμμοις ὑποψήχοντες διϊστᾶσι καὶ πλύνοντες ἄγουσιν ἐπὶ τὴν χώνην. καὶ τὰ πάλαι μὲν Ῥιπαῖα, φησι Ποσειδώνιος,
10καλούμενα ὄρη, εἶθ’ ὕστερον Ὄλβια προσαγορευθέντα, νῦν δὲ Ἄλπια, ἔστι δὲ τῆς Γαλατίας, αὐτομάτως ὕλης ἐμπρησθείσης ἀργύρῳ διερρύη. τὸ μέντοι γε πολὺ τούτου βαθείαις καὶ κακοπαθέσι μεταλλείαις εὑρίσκεται κατὰ τὸν Φαληρέα Δημήτριον ἐλπιζούσης τῆς πλεονεξίας ἀνάξειν ἐκ τῶν μυχῶν τῆς γῆς αὐτὸν τὸν Πλούτωνα. χαριεντιζόμενος οὖν φησιν ὅτι πολλάκις
15καταναλώσαντες τὰ φανερὰ τῶν ἀδήλων ἕνεκα, ἃ μὲν ἔμελλον οὐκ ἔλαβον, ἃ δ’ εἶχον ἀπέβαλον ὥσπερ αἰνίγματος τρόπον ἀτυχοῦντες. Λακεδαιμόνιοι δ’ ὑπὸ τῶν ἐθῶν κωλυόμενοι εἰσφέρειν εἰς τὴν Σπάρτην, ἱστορεῖ Ποσειδώνιος, καὶ κτᾶσθαι ἄργυρον καὶ χρυσὸν ἐκτῶντο μὲν οὐδὲν ἧττον, κατετίθεντο δὲ τοῖς ὁμόροις Ἀρκάσιν· εἶτα πολεμίους αὐτοὺς ἔσχον ἀντὶ φίλων, ὅπως
20ἀνυπεύθυνον τὸ ἄπιστον διὰ τὴν ἔχθραν γένηται. τῷ μὲν οὖν ἐν Δελφοῖς Ἀπολλῶνι τὸν πρότερον ἐν Λακεδαίμονι χρυσὸν καὶ ἄργυρον ἱστοροῦσιν ἀνατεθῆναι, δημοσίᾳ δὲ εἰς τὴν πόλιν Λύσανδρον εἰσαγαγόντα πολλῶν κακῶν αἴτιον γενέσθαι. Γύλιππον οὖν τὸν Συρακοσίους ἐλευθερώσαντα ἀπο‐ θανεῖν ἀποκαρτερήσαντα λόγος, καταγνωσθέντα ὑπὸ τῶν ἐφόρων ὡς νοσφι‐
25σάμενον ἐκ τοῦ Λυσανδρείου χρήματος. τῶν δὲ Γαλατῶν οἱ Κορδισταὶ κα‐ λούμενοι χρυσὸν μὲν οὐκ εἰσάγουσιν εἰς τὴν αὐτῶν χώραν, ληιζόμενοι δὲ τὴν ἀλλοτρίαν καὶ ἀδικοῦντες οὐ παραλείπουσι. τὸ δ’ ἔθνος αὐτῶν ἐστι λείψανον τῶν μετὰ Βρέννου στρατευσαμένων ἐπὶ τὸ Δελφικὸν μαντεῖον Γαλατῶν, Ἀθανάτιος δέ τις ἡγεμὼν διῴκισεν αὐτοὺς ἐπὶ τοὺς περὶ τὸν
30Ἴστρον τόπους, οὗ καὶ τοὺς ἀπογόνους Βατανάτους καλοῦσιν. ἀφωσιώκασι δὲ οὗτοι τὸν χρυσὸν καὶ οὐκ εἰσφέρουσιν εἰς τὰς πατρίδας, δι’ ὃν πολλὰ καὶ δεινὰ ἔπαθον. ἀργυρίῳ δὲ χρῶνται καὶ τούτου χάριν πολλὰ καὶ δεινὰ ποιοῦσι. καίτοι ἐχρῆν οὐ τὸ γένος τοῦ συληθέντος, ἀλλὰ τὴν ἱεροσυλήσασαν ἀσέβειαν ἐξορίσαι· εἰ δὲ μηδὲ τὸν ἄργυρον εἰσέφερον εἰς τὴν χώραν, ἢ
35περὶ τὸν χαλκὸν ἂν καὶ σίδηρον ἐπλημμέλουν ἢ εἰ μηδὲ τοῦτ’ ἦν παρ’ αὐτοῖς, περὶ βρωτῶν καὶ ποτῶν καὶ τῶν ἄλλων ἀναγκαίων ὁπλομανοῦντες
ἂν διετέλουν.90 in vol. 2.1

2,1

91

τοῦ παρασίτου ὄνομά φησιν Ἡρόδικος νῦν μὲν ἄδοξόν ἐστι, παρὰ δὲ τοῖς ἀρχαίοις εὑρίσκομεν τὸν παράσιτον ἱερόν τι χρῆμα καὶ τῷ συνθοίνῳ παρόμοιον. καὶ Κλέαρχος ὁ Σολεύς· παράσιτον καλοῦμεν νῦν μὲν τὸν ἕτοιμον, τότε δὲ τὸν
5εἰς τὸ συμβιοῦν κατειλεγμένον. Κλείδημος· παράσιτοι δ’ ᾑρέθησαν τῷ Ἡρακλεῖ. καὶ ἐν τῷ Ἀνακείῳ δὲ ἐπὶ στήλης γέγραπται· τὰ δὲ δύο μέρη τοῖν βο‐ οῖν τὸ μὲν ἕτερον τῷ ἱερεῖ, τὸ δὲ τοῖς παρασίτοις. Κράτης· πρότερον ἐκαλοῦντο παράσιτοι οἱ ἐπὶ τὴν τοῦ ἱεροῦ σίτου ἐκλογὴν αἱρούμενοι καὶ ἦν ἀρχεῖόν τι παρασίτων. γέγραπται οὖν ἐν τῷ νόμῳ· εἰς τὴν ἐπισκευὴν τοῦ νεὼ τοῦ
10ἀρχείου καὶ τοῦ παρασιτείου καὶ τῆς οἰκίας τῆς ἱερᾶς διδόναι ἀργύριον. καὶ ἦν παρασίτειον, ἐν ᾧ τὰς ἀπαρχὰς τοῦ ἱεροῦ σίτου ἐτίθεσαν οἱ παρά‐ σιτοι. Ἀριστοτέλης δὲ ἐν τῇ Μοθωναίων πολιτείᾳ παράσιτοι, φησί, τοῖς μὲν ἄρχουσι δύο καθ’ ἕκαστον ἦσαν, τοῖς δὲ πολεμάρχοις εἷς. τεταγμένον δ’ ἐλάμβανον παρά τε ἄλλων τινῶν καὶ τῶν ἁλιέων ὄψον. ὁ δὲ νῦν παρά‐
15σιτος τοιαῦτα παρὰ Διφίλῳ φησί που· ὅταν με καλέσῃ πλούσιος δεῖπνον ποιῶν, οὐ κατανοῶ τὰ τρίγλυφ’ οὐδὲ τὰς στέγας, οὐδὲ δοκιμάζω τοὺς Κορινθίους κάδους, ἀτενὲς δὲ τηρῶ τοῦ μαγειρείου τὸν καπνόν. κἂν μὲν σφοδρὸς φερόμενος εἰς ὀρθὸν τρέχῃ, γέγηθα καὶ χαίρω καὶ πτερύσσομαι· ἐὰν δὲ πλάγιος καὶ λεπτός, εὐθέως νοῶ ὅτι τοῦτό μοι τὸ δεῖπνον ἀλλ’
20οὐδ’ αἷμ’ ἔχει. πρῶτος δ’ Ὅμηρος, φασί τινες, εἰσήγαγε παράσιτον τὸν Ποδῆν εἶναι λέγων φίλον εἰλαπιναστὴν τοῦ Ἕκτορος. διὸ καὶ ποιεῖ αὐτὸν ὑπὸ Μενελάου τιτρωσκόμενον κατὰ τὴν γαστέρα· φησὶ δ’ ὁ Σκήψιος Δημήτριος ὡς καὶ Πάνδαρον διὰ τὸ ἐπιωρκηκέναι κατὰ γλώσσης. τιτρώσκει δ’ αὐτὸν Σπαρτιάτης ἄνθρωπος αὐτάρκειαν ἐζηλωκώς.
25 οἱ δ’ ἀρχαῖοι ποιηταὶ τοὺς παρασίτους κόλακας ἐκάλουν. Εὔπολις· ἀλλὰ δίαιταν ἣν ἔχους’ οἱ κόλακες πρὸς ὑμᾶς λέξομεν· ἀλλ’ ἀκούσαθ’, ὡς ἐσμὲν ἅπαντες κομψοὶ ἄνδρες· τοῖσι μὲν ἀκόλουθός ἐστιν ἀλλότριος τὰ πολλά. ἱματίω δέ μοι δύ’ ἐστὸν χαρίεντε· τούτοιν μεταλαμβάνων ἀεὶ θάτερον ἐξελαύνω εἰς ἀγοράν. ἐκεῖ δ’ ἐπειδὰν κατίδω τίν’ ἄνδρ’ ἠλίθιον, πλουτοῦντα
30δ’, εὐθὺς περὶ τοῦτον εἰμί. κἄν τι τύχοι λέγων ὁ πλούταξ, τοῦτ’ ἐπαινῶ καὶ καταπλήττομαι δοκῶν τοῖσι λόγοισι χαίρειν. εἶτ’ ἐπὶ δεῖπνον ἐρχόμεθ’ ἄλλυδις ἄλλος. Ἄλεξις δὲ δύο γένη εἶναι παρασίτων φησί· ἓν μὲν τὸ κοινὸν καὶ κεκωμῳδημένον. θάτερον δὲ σατράπας παρασίτους καὶ στρατη‐ γοὺς ἐπιφανεῖς, οὓς καὶ σεμνοπαρασίτους φησί. Τιμοκλῆς δὲ χαρακτηρίζων
35τὸν παράσιτόν φησιν· ἐρᾷς, συνεραστὴς ἀπροφάσιστος γίνεται. πράσσεις τι, πράξει συμπαρὼν ὅ, τι ἂν δέῃ, δίκαια ταῦτα τῷ τρέφοντι νενομίκως, ἐπαινέτης θαυμαστὸς οἷος τῶν φίλων. χαίρουσι δείπνων ἡδοναῖς ἀσυμβόλοις·
τίς δ’ οὐχὶ θνητῶν; ἢ τίς ἥρως ἢ θεὸς ἀποδοκιμάζει τὴν τοιαύτην δια‐91 in vol. 2.1

2,1

92

τριβήν; ἵνα δὲ μὴ πολλὰ μακρολογῶ δι’ ἡμέρας, γέρα αὐτοῖς ταὐτὰ τοῖς τὰ Ὀλύμπια νικῶσι δίδοται χρηστότητος εἵνεκα, σίτησις. οὗ γὰρ μὴ τίθενται συμβολαί, πρυτανεῖα ταῦτα πάντα προσαγορεύεται. Ἀντιφάνης δέ φησιν· ὅρα γὰρ παράσιτός ἐστιν, ἂν ὀρθῶς σκοπῇς, κοινωνὸς ἀμφοῖν
5τῆς τύχης καὶ τοῦ βίου. οὐδεὶς παράσιτος εὔχεται ἀτυχεῖν τοὺς φίλους, τοὐναντίον δὲ πάντας εὐτυχεῖν ἀεί. ἐστὶ πολυτελὴς τῷ βίῳ τις, οὐ φθονεῖ, μετέχειν δὲ τούτων εὔχετ’ αὐτῷ συμπάρων. κἀστὶ φίλος γενναῖος ἀσφαλής θ’ ἅμα, οὐ μάχιμος, οὐ πάροξυς, οὐχὶ βάσκανος, ὀργὴν ἐνεγκεῖν ἀγαθός· ἂν σκώπτῃς, γελᾷ· ἐρωτικός, γελοῖος, ἱλαρὸς τῷ τρόπῳ· πάλιν στρατιώτης
10ἀγαθὸς εἰς ὑπερβολήν, ἂν ᾖ τὸ δεῖπνον εὐτρεπές. Ἀριστοφῶν δέ φησι· βούλομαι δ’ αὐτῷ προειπεῖν οἷός εἰμι τοὺς τρόπους· ἄν τις ἑστιᾷ, πάρειμι πρῶτος, ὡστ’ ἤδη παλαὶ ζωμὸς καλοῦμαι. δεῖ τιν’ ἄρασθαι μέσον τῶν παροινούντων, παλαιστὴν νόμισον αὐταργεῖον μ’ ὁρᾶν. προσβαίνειν πρὸς οἰκίαν δεῖ κριός· ἀναβῆναί τι πρὸς κλιμάκιον Καπανεύς· ὑπομένειν πληγὰς
15ἄκμων· κονδύλοις πλάττειν Τελαμών, τοὺς καλοὺς πειρᾶν καπνός. ὁ αὐτός· πρὸς μὲν τὸ πίνειν ἐσθίειν τε μηδὲ ἓν νόμιζ’ ὅραν Τιθύμαλλον ἢ Φιλιππίδην. ὕδωρ δὲ πίνειν βάτραχος, ἀπολαῦσαι θύμων λαχάνων τε καμπή, πρὸς τὸ μὴ λοῦσθαι ῥύπος, ὑπαίθριος χειμῶνα διάγειν κόψιχος, πνῖγος ὑπομεῖναι καὶ μεσημβρίας λαλεῖν τέττιξ, ἐλαίῳ μήτε χρῆσθαι μήτε ὁρᾶν κονιορτός,
20ἀνυπόδητος ὄρθρου περιπατεῖν γέρανος, καθεύδειν μηδὲ μίκρον νυκτερίς. Ἀντιφάνης δέ φησι· τὸν τρόπον μὲν οἶσθά μου ὅτι τῦφος οὐκ ἔνεστι, ἀλλὰ τοῖς φίλοις τοιοῦτός εἰμι δή τις τύπτεσθαι μύδρος, τύπτειν κεραυνός, ἐκτυφλοῦντά τινα ἀστραπή, φέρειν τινὰ ἄραντ’ ἄνεμος, ἀποπνῖξαι βρόχος, θύρας μοχλεύειν σεισμός, εἰσπηδᾶν ἀκρὶς, δειπνεῖν ἀκλήτως μυῖα, μὴ
25ἐξελθεῖν φρέαρ, ἄγχειν, φονεύειν, μαρτυρεῖν, ὅς’ ἂν τύχῃ τις εἰπών, ταῦτ’ ἀπροσκέπτως ποιεῖν ἅπαντα. καὶ καλοῦσι μ’ οἱ νεώτεροι διὰ ταῦτα πάντα σκηπτόν. ἀγνοεῖς ἐν ταῖς ἀραῖς ὅ τι ἔστιν, εἴ τις μὴ φράσει ἢ ὀρθῶς ὁδὸν ἢ πῦρ ἐναύσει ἢ διαφθείρῃ ὕδωρ, ἢ δειπνεῖν μέλλοντα κωλύσει τινά, ὁ παρὰ Διφίλῳ φησὶ παράσιτος. Εὔβουλος δέ φησιν· ὁ πρῶτος
30εὑρὼν τἀλλότρια δειπνεῖν ἀνὴρ δημοτικὸς ἦν τις, ὡς ἔοικε, τοὺς τρόπους. ὅστις δ’ ἐπὶ δεῖπνον ἢ φίλον τιν’ ἢ ξένον καλέσας ἔπειτα συμβολὰς ἐπρά‐ ξατο, φυγὰς γένοιτο μηδὲν οἴκοθεν λαβών. Διόδωρος δὲ ὁ Σινωπεύς φησι· τὸ παρασιτεῖν εὗρεν ὁ Ζεὺς ὁ φίλιος, ὁ τῶν θεῶν μέγιστος ὁμολογουμένως. οὗτος γὰρ εἰς τὰς οἰκίας εἰσέρχεται οὐχὶ διακρίνας τὴν πενιχρὰν ἢ πλουσίαν.
35οὗ δ’ ἂν καλῶς ἐστρωμένην κλίνην ἴδῃ, παρακειμένην τε τράπεζαν πάνθ’ ἃ δεῖ ἔχουσαν, ἤδη κατακλιθεὶς κοσμίως ἀριστίσας ἑαυτόν, ἐντραγών, ἐμπιὼν ἀπέρχετ’ οἰκάδε οὐ καταβαλὼν συμβολάς. κἀγὼ ποιῶ νῦν τοῦθ’
ὥσπερ ὁ Ζεὺς ὁ φίλιος. εἶτ’ ἐπάγει· ἐπειδὰν τῶν εὐπόρων τις προσερύγοι92 in vol. 2.1

2,1

93

ῥαφανῖδας καὶ σαπρὸν σίλουρον καταφαγών, ἴα καὶ ῥόδα οἱ παράσιτοι ἔφασαν αὐτὸν ἠριστηκέναι. ἐπειδὰν δ’ ἀποπάρδοι μετά τινος κατακείμενος, τούτῳ προσάγων τὴν ῥῖνα δεῖτ’ αὐτῷ φράσαι· πόθεν τὸ θυμίαμα τοῦτο λαμβάνεις; διὰ τοὺς τοιούτους τοὺς ἀσελγῶς χρωμένους τὸ τίμιον καὶ τὸ
5καλὸν αἰσχρόν ἐστι νυνί. ὅτι παράσιτοι ἐπ’ ὀνόματος ἐγένοντο Τιθύμαλλος. Δρόμων οὖν φησι· τὸν Τιθύμαλλον ἀεὶ ἐρυθρότερον κόκκου περιπατοῦντ’ ἔσθ’ ὁρᾶν· οὕτως ἐρυθριᾷ συμβολὰς οὐ κατατιθείς. καὶ Τιμοκλῆς δέ φησιν· οἴμοι κακοδαίμων, ὡς ἐρῶ· μὰ τοὺς θεούς, Τιθύμαλλος οὐδεπώποτ’ ἠράσθη φαγεῖν. ἦν δὲ καὶ ὁ Κόρυδος τῶν δι’ ὀνόματος παρασίτων. Τιμοκλῆς·
10ἀγορὰν ἰδεῖν εὔοψον εὐποροῦντι μὲν ἥδιστον, ἂν δ’ ἀπορῇ τις, ἀθλιώτατον. ὁ γοῦν Κόρυδος ἄκλητος, ὡς ἐμοὶ δοκεῖ, γενόμενος ὀψωνεῖ παρ’ αὐτὸν οἴκαδε. ἦν δὲ τὸ πάθος γελοῖον, οἴμοι, τέσσαρας χαλκοῦς ἔχων ἄνθρωπος ἐγχέλεις ὁρῶν, θυννεῖα, νάρκας, καράβους καὶ ταῦτα πάντα περιελθὼν ἤρετο ὁπόσου, πυθόμενος δὲ ἀποτρέχει εἰς τὰς μεμβράδας. Ἄλεξις·
15αἰσχύνομαι τὸν Κόρυδον, εἰ δόξω συναριστᾶν τισιν οὕτω προχείρως· οὐκ ἀπαρνοῦμαι δ’ ὅμως. οὐδὲ γὰρ ἐκεῖνος, ἐὰν καλῇ τις. πάλιν· ὁ Κόρυδος οὗτος, ὁ τὰ γελοῖα εἰθισμένος λέγειν, Βλεπαῖος εἶναι βούλεται. νοῦν γ’ ἔχων· πλουτεῖ γὰρ ὁ Βλεπαῖος. Κρατῖνος ὁ νέος· Κόρυδον τὸν χαλκοτύπον πεφύ‐ λαξο, ἔχει γὰρ χεῖρα καρταίαν, χαλκῆν, ἀκάματον, πολὺ κρείττω τοῦ
20πυρὸς αὐτοῦ. ὅτι δὲ γελοῖα ἔλεγεν ὁ Κόρυδος καὶ ἐπὶ τούτοις γελᾶσθαι ἤθελεν Ἄλεξίς φησι· πάνυ τι βούλομαι οὗτος γελᾶσθαι καὶ γέλοια ἀεὶ λέγειν μετὰ τὸν Κόρυδον μάλιστ’ Ἀθηναίων πολύ. πίνων οὖν ποτε παρά τινι σαπρᾶς οὔσης τῆς οἰκίας ἐνταῦθα, φησί, δειπνεῖν δεῖ ὑποστήσαντα τὴν ἀρίστεραν χεῖρα ὥσπερ αἱ Καρυάτιδες. Φιλόξενος δ’ ἐμπεσόντος λόγου
25ὅτι αἱ κίχλαι τίμιαί εἰσι καὶ τοῦ Κορύδου παρόντος, ὃς ἐδόκει πεπορνεῦσθαι, ἀλλ’ ἐγώ, ἔφη, μνημονεύω ὅτε ὁ Κόρυδος ὀβολοῦ ἤν. ἦν δὲ καὶ ὁ Φιλόξενος τῶν παρασίτων ὃν Μένανδρος πτερνοκοπίδα καλεῖ. Μάχων τε ὁ κωμικὸς μέμνηται Κορύδου λέγων· τὸν Κόρυδον ἠρώτησεν Εὐκράτης πῶς κέχρηται αὐτῷ Πτολεμαῖος. οὐκ οἶδ’, εἶπεν, οὐδέπω σαφῶς· πεπότικε μὲν γὰρ ὥσπερ
30ἰατρός μ’, ἔφη, ἃ δεῖ· φαγεῖν δὲ σιτί’ οὐ δέδωκέ πω. Σικυώνιος δὲ ἢ Κορίνθιος ἦν ὁ Μάχων ὁ κωμικός, ἐν Ἀλεξανδρείᾳ δὲ κατεγήρα, οὗ καὶ τῷ μνήματι ἐπιγέγραπται· ἄλλα τε καὶ ὅτι ἐρεῖ τις Κέκροπος πόλει καὶ παρὰ Νείλῳ ἔστιν ὅτ’ ἐν Μούσαις δριμὺ πέφυκε φυτόν. Λυγγεὺς δέ φησιν· ἐπὶ γελοίοις δόξαν εἰλήφασιν ὁ Σμικρίνου καὶ Φιλόξενος ἡ Πτερνοκοπίς·
35ὧν ὁ μὲν Εὐκλείδης ἀποφθεγγόμενος οὐκ ἀξία βιβλίου καὶ μνήμης ἐν τοῖς ὅλοις ἦν ἀηδὴς καὶ ψυχρός, ὁ δὲ Φιλόξενος οὐδὲν ἐπὶ κεφαλαίου περιττὸν λέγων ὅ, τι λαλήσειεν ἢ πικρανθείη πρός τινα τῶν συζώντων καὶ
διηγήσαιτο, πᾶν ἐπαφροδισίας καὶ χάριτος ἦν μεστόν. Μοσχίωνα δὲ τὸν93 in vol. 2.1

2,1

94

παράσιτον παραμασήτην Ἄλεξίς φησιν· ἀλλαχοῦ δ’ ὁ αὐτὸς τρε‐ χεδείπνους καταλέγων φησίν· πρῶτος μὲν ἦν σοι Καλλιμέδων ὁ Κάραβος, ἔπειτα Κόρυδος, Κωβιός Κυρηβίων θ’ ὁ Σκόμβρος, ἢ Σεμίδαλις. Ἡρακλεῖς ἀγοράσματ’, οὐ συμπόσιον εἴρηκας. Κυρηβίων δ’ ἐπεκαλεῖτο Ἐπικράτης
5Αἰσχίνου τοῦ ῥήτορος κηδεστής, τῶν δὲ τοιούτων ἐπιθέτων ἃ ἐπὶ χλεύῃ Ἀθηναῖοι παίζοντες ἔλεγον μνημονεύει Ἀναξανδρίδης. ὑμεῖς γὰρ ἀλλήλους ἀεὶ χλευάζετε οἶδ’ ἀκριβῶς. ἐὰν μὲν γὰρ ᾖ τις εὐπρεπής, ἱερὸν γάμον καλεῖτε. ἐὰν δὲ μικρὸν παντελῶς ἀνθρώπιον, σταλαγμόν· λαμπρός τις ἐξελήλυθ’ ὄλολυς οὗτός ἐστι· λιπαρὸς περιπάτει Δημοκλῆς, ζωμὸς κατω‐
10νομάσται· χαίρει τίς αὐχμῶν ἢ ῥυπῶν, κονιορτὸς ἀναπέφηνεν· ὄπισθεν ἀκολουθεῖ κόλαξ τῳ, λέμβος ἐπικέκληται· τὰ πολλ’ ἄδειπνος περιπάτει, κεστρῖνός ἐστι νῆστις· εἰς τοὺς καλοὺς δ’ ὅταν βλέπῃ, καινὸς θεατροποιός· ὑφείλετ’ ἄρνα ποιμένος παίζων, Ἀτρεὺς ἐκλήθη· ἐὰν δὲ κριόν, Φρίξος, ἐὰν δὲ κωδάριον Ἰάσων. Χαιρεφῶντος δὲ παρασίτου μέμνηται Μένανδρος
15λέγων· διαφέρει Χαιρεφῶντος οὐδὲ γρῦ ἄνθρωπος ὅστις ἐστίν, ὃς κληθείς ποτε εἰς ἑστίασιν δωδεκάποδος ὄρθριος πρὸς τὴν σελήνην ἔτρεχε τὴν σκιάν τ’ ἰδὼν ὡς ὑστερίζων παρῆν ἁμ’ ἡμέρᾳ. Τιμόθεος εἰς ἑπτάκλινον ἐστίν, ὡς ἔφραζέ μοι, ἐὰν μὴ παράβυστός που γένηται Χαιρεφῶν. Ἀπολλόδωρος· καλῶ δ’ Ἄρην Νίκην τ’ ἐπ’ ἐξόδοις ἐμαῖς, καλῶ δὲ Χαιρεφῶντα· κἂν γὰρ
20μὴ καλῶ, ἄκλητος ἥξει. Μάχων δ’ ὁ κωμικός φησιν· ὁδὸν μακρὰν ἐλθόντος ποτε τοῦ Χαιρεφῶντος εἰς γάμους ἐξ ἄστεος εἰπεῖν λέγουσι τὸν ποιητὴν Δίφιλον· εἰς τὰς ἑαυτοῦ, Χαιρεφῶν, σιαγόνας ἔγκοψον ἥλους ἑκατέρᾳ τέσσαρας, ἵνα μὴ παρασείων καὶ μακρὰν ἑκάστοτε ὁδὸν βαδίζων τὰς γνά‐ θους διαστρέφῃς. καὶ πάλιν· Χαιρεφῶν εἰς ὀστῶδες προσκόψας κρέας εἶπε·
25μάγειρε, μὴ προσίστα τοῦτο μοι τοὐστοῦν. ὁ δ’ εἶπεν· ἀλλὰ μήν ἐστι γλυκὺ τὸ πρὸς ὁστοῦν κρέας. ὁ Χαιρεφῶν δὲ καὶ μάλιστ’, ὦ βέλτιστ’, ἔφη γλυκὺ μὲν, προσιστάμενον δὲ λυπεῖ πανταχῇ· καὶ περὶ Ἀρχεφῶντος δέ φησιν ὅτι κληθεὶς ἐπὶ δεῖπνον ὑπὸ Πτολεμαίου, ἥνικα κατέπλευσεν εἰς Αἴγυπτον ἐκ τῆς Ἀττικῆς, ὄψου πετραίου παρατεθέντος ποικίλου ἐπὶ τῆς
30τραπέζης καράβων τ’ ἀληθινῶν, ἐπὶ πᾶσι λοπάδος τ’ εἰσενεχθείσης ἁδρᾶς, ἐν ᾗ τεμμαχίσκοι τρεῖς ἐνῆσαν κωβιοὶ, οὓς κατεπλάγησαν πάντες οἱ κε‐ κλημένοι, τῶν μὲν σκάρων ἀπέλαυε τῶν τριγλῶν θ’ ἅμα καὶ φυκίδων ἐπὶ πλεῖον Ἀρχεφῶν πάνυ, ἄνθρωπος ὑπὸ τῶν μαινίδων καὶ μεμβράδων Φα‐ ληρικῆς τ’ ἀφύης διασεσαγμένος, τῶν κωβιῶν δ’ ἀπέσχετ’ ἐγκρατέστατα.
35πάνυ δὴ παραδόξου γενομένου τοῦ πράγματος καὶ τοῦ βασιλέως πυθομένου μὴ παρεώρακεν Ἀρχεφῶν τοὺς κωβιούς; ὁ κυρτὸς εἶπε, πάνυ μὲν οὖν τοὐναντίον, Πτολεμαῖε, ἑώρακε πρῶτος ἀλλ’ οὐχ ἅπτεται, τοὖψον δὲ
σέβεται τοῦτο καὶ δέδοικέ πως. παρ’ Ἀλέξιδι δὲ δυσχεραίνων παράσιτος94 in vol. 2.1

2,1

95

τῷ τρέφοντι λέγει τάδε· ἐμοὶ παρασιτεῖν κρεῖττον ἦν τῷ Πηγάσῳ ἢ τοῖς Βορεάδαις ἢ εἴ τι θᾶσσον τούτων ἔτι τρέχει, ἢ Δημέᾳ Λάχητος Ἐτεοβουτάδῃ. πέτεται γάρ, οὐχ οἷον βαδίζει τὰς ὁδούς. καὶ μετ’ ὀλίγα. Στράτιε, φιλεῖς δήπου με. μᾶλλον τοῦ πατρός· ὁ μὲν γὰρ οὐ τρέφει με, σὺ δὲ λαμπρῶς
5τρέφεις. εὔχῃ τ’ ἀεί με ζῆν; ἅπασι τοῖς θεοῖς· ἂν γὰρ πάθῃς τι πῶς ἐγὼ βιώσομαι; Ἀριστόδημος δὲ παρασίτους ἀναγράφει Ἀντιόχου τοῦ βασιλέως Σώστρατον, Δημητρίου τοῦ πολιορκητοῦ Εὐαγόραν τὸν κύρτον, Σελεύκου Φορμίωνα. Λυγκεὺς δ’ ὁ Σάμιός φησιν ὅτι Σιλανὸς ὁ Ἀθηναῖος Γρυλλίωνος παρασιτοῦντος Μενάνδρῳ τῷ σατράπῃ παρὰ εὐπαρύφου τε πε‐
10ριπατοῦντος μετὰ θεραπείας, ἐρωτηθεὶς τίς οὗτος, Μενάνδρου, ἔφησεν, ἀξία γνάθος. Χαιρεφῶν δὲ ὁ παράσιτος εἰς γάμον ἄκλητος εἰσελθὼν καὶ κατακλιθεὶς ἔσχατος καὶ τῶν γυναικονόμων ἀριθμούντων τοὺς κεκλημένους καὶ κελευ‐ όντων αὐτὸν ἀποτρέχειν ὡς παρὰ τὸν νόμον ἐπὶ τοῖς τριάκοντα ἐπόντος,
15ἀριθμεῖτε δή, ἔφη, πάλιν ἀπ’ ἐμοῦ ἀρξάμενοι. ἔθος δὲ ἦν, ὥς φησι Τιμοκλῆς, τοὺς γυναικονόμους ἐφορᾶν τὰ συμπόσια καὶ ἐξετάζειν τῶν κεκλημένων τὸν ἀριθμὸν εἰ ὁ κατὰ νόμον ἐστίν. φησὶ δὲ καὶ Φιλόχορος· οἱ γυναικονόμοι μετὰ τῶν Ἀρεοπαγιτῶν ἐσκόπουν τὰς ἐν ταῖς οἰκίαις συνόδους ἔν τε τοῖς γάμοις καὶ ταῖς ἄλλαις θυσίαις. τοῦ δὲ Κορύδου ἀποφθέγματα τάδ’ ἀνα‐
20γράφει Λυγκεύς. Κορύδῳ συμπινούσης τινὸς ἑταίρας, ᾗ ὄνομα Γνώμη καὶ τοῦ οἴνου ὑπολίποντος εἰσφέρειν ἐκέλευσεν ἕκαστον δύο ὀβολούς, Γνώμην δὲ συμβαλέσθαι ὅτι δοκεῖ τῷ δήμῳ. Πολύκτορος δὲ τοῦ κιθαρῳδοῦ φακῆν ῥοφοῦντος καὶ λίθον μασησαμένου, ὦ ταλαίπωρε, ἔφη, καὶ ἡ φακῆ σε βάλλει. λέγοντος δέ τινος τῷ Κορύδῳ ὡς τῆς αὐτοῦ γυναικὸς ἐνίοτε καὶ
25τράχηλον καὶ τιτθοὺς καὶ ὀμφαλὸν φιλεῖ πονηρόν, ἔφη, τοῦτ’ ἤδη· καὶ γὰρ ὁ Ἡρακλῆς ἀπὸ τῆς Ὀμφάλης ἐπὶ τὴν Ἥβην μεταβέβηκε. Φυρομάχου δ’ ἐμβαψαμένου εἰς φακῆν καὶ τὸ τρύβλιον ἀνατρέψαντος ζημιωθῆναι αὐτόν, ἔφη, δίκαιον ὅτι οὐκ ἐπιστάμενος δειπνεῖν ἀπεγράψατο. παρὰ Πτολεμαίῳ δὲ ματτύης περιφερομένης καὶ κατ’ ἐκεῖνον ἀεὶ λει‐
30πούσης, Πτολεμαῖε, ἔφη, πότερον ἐγὼ μεθύω ἢ δοκεῖ μοι ταῦτα περι‐ φέρεσθαι; Χαιρεφῶντος δὲ φήσαντος οὐ δύνασθαι τὸν οἶνον φέρειν οὐδὲ γὰρ τὸ εἰς τὸν οἶνον, ἔφη. τοῦ δὲ Χαιρεφῶντος γυμνοῦ ἔν τινι δείπνῳ διαναστάντος, ὦ Χαιρεφῶν, ἔφη, ὥσπερ γὰρ τὰς ληκύθους ὁρῶ σε μέχρι πόσου μεστὸς εἶ. καθ’ ὃν δὲ καιρὸν Δημοσθένης παρ’ Ἁρπάλου τὴν κύλικα
35εἰλήφει, οὗτος ἔφη, τοὺς ἄλλους ἀκρατοκώθωνας καλῶν αὐτὸς τὴν μεγάλην ἔσπακεν. εἰωθότος δ’ αὐτοῦ ῥυπαροὺς ἄρτους φέρεσθαι, ἐνεγκαμένου τινὸς ἔτι μελαντέρους, οὐκ ἄρτους ἐνηνοχέναι, ἀλλὰ τῶν ἄρτων σκίας. Φιλόξενος
δὲ ὁ παράσιτος, ἡ Πτερνοκοπὶς, παρὰ Πύθωνι ἀριστῶν παρακειμένων ἐλαῶν95 in vol. 2.1

2,1

96

εἶτ’ εἰσενεχθείσης λοπάδος ἰχθύων, πατάξας τὸ τρίβλυον ἔφη· μάστιξε δ’ ἐλάαν. ἐν δείπνῳ δὲ τοῦ καλέσαντος αὐτὸν μέλανας ἄρτους παραθέντος, μὴ πολλούς, εἶπε, παρατίθει, μὴ σκότος ποιήσῃς. τὸν δ’ ὑπὸ τῆς γραὸς τρεφόμενον παράσιτον Παυσίμαχος ἔλεγε τοὐ‐
5ναντίον πάσχειν τῇ γράᾳ συνόντα· αὐτὸν γὰρ ἐν γαστρὶ λαμβάνειν ἀεί. περὶ τούτου καὶ Μάχων γράφει οὕτως· τὸν ὑδροπότην Μοσχίωνα λεγό‐ μενον ἰδόντα φασί τινα παράσιτον ὑπὸ γραὸς τρεφόμενον πλουσίας εἰπεῖν ὁ δεῖνα, παράδοξόν γε ποιεῖς πρᾶγμα, ὅτι ἡ γραῦς ποιεῖ σε ἐν γαστρὶ λαμβάνειν ἀεί. ὁ δ’ αὐτὸς παράσιτον ἀκούσας ὑπὸ γραίας τρεφόμενον συγ‐
10γιγνόμενόν τε αὐτῇ ἑκάστης ἡμέρας· νῦν πάντα, φησὶ, καινά· ἡ μὲν οὐ κύει, ἐν γαστρὶ δ’ οὗτος λαμβάνει καθ’ ἡμέραν. Πτολεμαῖος δ’ ὁ Μεγαλοπολίτης συμπότας φησὶ τῷ βασιλεῖ τῷ Φιλοπάτρι ἐξ ἁπάσης συνάγεσθαι πόλεως, οὓς προσαγορεύεσθαι γελοιαστάς. Ποσει‐ δώνιος δ’ ὁ Ἀπαμεύς φησι· Κελτοὶ περιάγονται μεθ’ ἑαυτῶν καὶ πολε‐
15μοῦντες συμβιώτας, οὓς παρασίτους καλοῦσι. οὗτοι δ’ ἐγκώμια αὐτῶν καὶ πρὸς ἁθρόους λέγουσιν ἀνθρώπους συνεστῶτας καὶ πρὸς ἕκαστον τῶν κατὰ μέρος ἐκείνων ἀκροωμένων. τὰ δὲ ἀκούσματα αὐτῶν εἰσιν οἱ καλούμενοι βάρδοι· ποιηταὶ δ’ οὗτοι μετ’ ᾠδῆς ἐπαίνους λέγοντες. ὁ αὐτὸς συγγραφεύς φησι Ἀπολλώνιόν τινα παράσιτον Ἀντιόχου Συρίας βασιλέως τοῦ ἐπικαλου‐
20μένου Γρυποῦ. Ἀριστόδημος δέ φησι Βῖθυν τὸν Λυσιμάχου τοῦ βασιλέως παρασίτον, ἐπεὶ αὐτοῦ εἰς τὸ ἱμάτιον ὁ Λυσίμαχος ἐνέβαλε ξύλινον σκορ‐ πίον, ἐκταραχθέντα ἀναπηδῆσαι, εἶτα γνόντα τὸ γεγενημένον, κἀγώ σε φάναι, ἐκφοβήσω, βασιλεῦ· δός μοι τάλαντον. ἦν δ’ ὁ Λυσίμαχος μικρο‐ λογώτατος. Ἀνθεμόκριτος δὲ ὁ παγκρατιαστὴς παράσιτος ἦν Ἀριστομάχου
25τοῦ Ἀργείων τυράννου, φησὶν Ἀγαθαρχίδης ὁ Κνίδιος. Τιμοκλῆς δὲ ἐπι‐ σιτίους τοὺς παρασίτους καλεῖ. τῶν ἐπισιτίων φησὶ τούτων τινάς, οἳ δειπνοῦσι τἀλλότρια, ἑαυτοὺς ἀντὶ κωρύκων παρέχοντες. ὅτι κύβος τις Εὐριπίδης ἐκαλεῖτο· Δίφιλος οὖν ἐν Συνωρίδι, ἔστι δ’ ἑταίρα ἡ Συνωρίς, φησί· πῶς ἂν βάλοιμ’ Εὐριπίδην; οὐκ ἄν ποτ’ Εὐριπίδης γυναῖκα σώσειεν. οὐχ ὁρᾷς
30ἐν ταῖς τραγωδίαισιν αὐτὰς ὡς στυγεῖ; τοὺς δὲ παρασίτους ἠγάπα. λέγει γέ τοι· ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος μὴ τοὐλάχιστον τρεῖς ἀσυμ‐ βόλους τρέφει, ὄλοιτο. ὁ αὐτὸς Δίφιλος ἀλλαχοῦ περὶ παρασίτου φησίν· ὀργίζεται; παράσιτος ὦν ὀργίζεται; οὐκ ἀλλ’ ἀλείψας τὴν τράπεζαν τῇ χολῇ ὥσπερ τὰ παιδί’ αὐτὸν ἀπογαλακτίει. καὶ ἀλλαχοῦ· οὐ δεῖ παρα‐
35σιτεῖν ὄντα δυσάρεστον σφόδρα. ὅτι οἰκόσιτος λέγεται ὁ μὴ μισθοῦ ἀλλὰ προῖκα τῇ πόλει ὑπηρετῶν· Μένανδρος· οὐκ οἰκοσίτους τοὺς ἀκροατὰς λαμβάνεις. οὗτος δὲ τὸν ἄχρηστον
καὶ μάτην τρεφόμενον σιτόκουρόν που εἶπεν· ὀκνηρός, πάντα μέλλων σιτόκουρος.96 in vol. 2.1

2,1

97

καὶ πάλιν· σιτόκουρον, ἄθλιον εἰς τὴν οἰκίαν εἰλήφαμεν. αὐτόσιτος δὲ κεῖται παρὰ Κρωβύλῳ· παράσιτον αὐτόσιτον. αὐτὸν οὖν τρέφων τὰ πλεῖστα συνερανιστὴς εἶ τῷ δεσπότῃ. τὸ δὲ κακόσιτος παρ’ Εὐβούλῳ· ὕπνος αὐτὸν ὄντα κακόσιτον τρέφει. ὀλιγόσιτος δὲ παρὰ Στράττιδι· ὀλιγόσιτος
5ἦσθ’ ἄρα, ὃς κατεσθίεις τῆς ἡμέρας μακρᾶς τριήρους σιτία. πράττει πάντων ὁ κόλαξ ἄριστα, ὁ καλὸς εἶπε Μένανδρος. ὅτι Κλείσοφος ὁ Φιλίππου παράσιτος, φησὶ Λυγκεύς, Φιλίππου δόντος αὐτῷ ἵππον τραυματίαν ἀπέδοτο. καὶ μετὰ χρόνον ἐπερωτηθεὶς ὑπὸ τοῦ βασιλέως ποῦ ἐστίν, ἐκ τοῦ τραύματος, ἔφη, κείνου πέπραται. ἐπιτιμῶντος δ’ αὐτῷ
10τοῦ Φιλίππου διότι ἀεὶ αἴτει, ἔφη, ἐπιλανθάνομαι. ὅτε δὲ Φίλιππος τὸν ὀφθαλμὸν ἐξεκόπη συμπροῆλθεν αὐτῷ καὶ ὁ Κλείσοφος τελαμωνισθεὶς τὸν αὐτὸν ὀφθαλμόν. καὶ πάλιν ὅτε τὸ σκέλος ἐπηρώθη, σκάζων συνώδευε τῷ βασιλεῖ. καὶ εἴ ποτε δριμὺ προσφέροιτο ἔδεσμα ὁ Φίλιππος, αὐτὸς συνέστρεφε τὴν ὄψιν ὡς συνδαινύμενος. ἐν δὲ τῇ Ἀράβων χώρᾳ οὐχ ὡς ἐν κολακείᾳ τοῦτο
15ἐποίουν, ἀλλὰ κατά τι νόμιμον, βασιλέως παθόντος τι τῶν μελῶν συνυποκρί‐ νεσθαι τὸ ὅμοιον πάθος, ἐπεὶ καὶ γέλοιον νομίζουσιν ἀποθάνοντι μὲν αὐτῷ σπου‐ δάζειν συγκατορύττεσθαι, πηρωθέντι δὲ μὴ χαρίζεσθαι τὴν ἴσην δόξαν τοῦ πάθους. Νικόλαος δ’ ὁ Δαμασκηνός, εἷς τῶν ἐκ τοῦ περιπάτου, φησὶ τὸν Σωτιανῶν βασιλέα, ἔθνος δὲ τοῦτο Κελτικόν, ἑξακοσίους ἔχειν λογάδας περὶ
20αὐτόν, οὓς καλεῖσθαι ὑπὸ Γαλατῶν τῇ πατρίᾳ γλώσσῃ σιλοδούρους· τοῦτο δ’ ἐστὶν Ἑλληνιστὶ εὐχωλιμαῖοι. τούτους οἱ βασιλεῖς ἔχουσι σύζωντας καὶ συναποθνῄσκοντας ταύτην ἐκείνων εὐχὴν ποιουμένων· ἀνθ’ ὧν συνδυναστεύ‐ ουσί τε αὐτῷ τὴν αὐτὴν ἐσθῆτα καὶ δίαιταν ἔχοντες καὶ συναποθνῄσκουσι κατὰ πᾶσαν ἀνάγκην εἶτ’ ἐν νόσῳ τελευτήσει βασιλεὺς εἶτ’ ἐν πολέμῳ
25εἴτ’ ἄλλως πως. καὶ οὐδεὶς εἰπεῖν ἔχει τινὰ ἀποδειλιάσαντα τούτων τὸν θάνατον, ὅταν ἥκῃ βασιλεῖ, ἢ διεκδύντα. ὁ τε Φίλιππος Θρασυδαῖον τὸν Θεσ‐ σαλὸν τῶν ὁμοεθνῶν κατέστησε τύραννον μικρὸν ὄντα τὴν γνώμην, κόλακα δὲ μέγιστον, φησὶ Θεόπομπος. Ἀρκαδιὼν δὲ ὁ Ἀχαιὸς μισῶν τὸν Φίλιππον ἑκούσιον ἐκ τῆς πατρίδος φύγην ἔφυγε. ἦν δ’ εὐφυέστατος· ἔτυχε δέ ποτε
30ἐν Δελφοῖς ἐπιδημοῦντος Φιλίππου παρεῖναι καὶ τὸν Ἀρκαδίωνα, ὃν ἰδὼν ὁ Μακεδὼν προσκαλεσάμενος εἶπε, μέχρι τίνος φεύξῃ Ἀρκαδίων; ἐστ’ ἄν, φησί, τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι Φίλιππον. γελάσας δὲ Φίλιππος ἐπὶ τούτῳ ἐκάλεσέ τε ἐπὶ δεῖπνον τὸν Ἀρκαδιῶνα καὶ οὕτω τὴν ἔχθραν διελύσατο. Ἀλεξάνδρου δὲ δάκνεσθαι φήσαντος ὑπὸ μυιῶν καὶ σοβοῦντος
35αὐτὰς Κινησίας εἷς τῶν κολάκων παρὼν ἔφη· ἦ που τῶν ἄλλων μυιῶν αὗται πολὺ κρατήσουσι τοῦ σοῦ γευσάμεναι αἵματος. ἱστορεῖ Ἡγήσανδρος. ὁ αὐτός φησι Χειρίσοφον ἰδόντα Διονύσιον γελῶντα μετὰ τινῶν γνωρίμων,
ἀπεῖχε δὲ πλείω τόπον ὡς μὴ συνακούειν, συγγελᾶν. ἐπεὶ δ’ ὁ Διονύσιος97 in vol. 2.1

2,1

98

ἠρώτησεν αὐτὸν διὰ τί οὐ συνακούων τῶν λεγομένων γελᾷ, ὑμῖν, φησί, πιστεύω διότι τὸ ῥηθὲν γελοῖον ἐστί. πλείστους δ’ εἶχε καὶ ὁ υἱὸς αὐτοῦ Διονύσιος τοὺς κολακεύοντας, οὓς καὶ προσηγόρευον οἱ πολλοὶ Διονυσιοκό‐ λακας. οὗτοι προσεποιοῦντο μήτ’ ὀξὺ ὁρᾶν παρὰ τὸ δεῖπνον, ἐπεὶ ὁ Διονύσιος
5οὐκ ἦν ὀξυώπης ἔψαυόν τε τῶν παρακειμένων ὡς οὐχ ὁρῶντες ἕως αὐτῶν τὰς χεῖρας ὁ Διονύσιος πρὸς τὰ λεκάνια προσῆγε. ἀποπτύοντος δὲ τοῦ Διονυσίου πολλάκις παρεῖχον τὰ πρόσωπα καταπτύεσθαι καὶ ἀπολείχοντες τὸν σίαλον, ἔτι δὲ τὸν ἔμετον αὐτοῦ μέλιτος ἔλεγον εἶναι γλυκύτερον. θυσίας δ’ ἐν Σικελίᾳ ταῖς Νύμφαις κατ’ ἔθος γενομένης ἐν ᾗ ἔδει ὀρ‐
10χεῖσθαι, Δημοκλῆς ὁ τοῦ νέου Διονυσίου κόλαξ ἐάσας τὰς Νύμφας καὶ εἰπὼν οὐ δεῖν προσέχειν ἀψύχοις θεοῖς ὠρχεῖτο ἐλθὼν πρὸς τὸν Διονύσιον. κατηγορούμενος δὲ μετὰ πρεσβείαν τινὰ ὑπὸ τῶν συμπρεσβέων ὅτι στασιάζοι ὁ Δημοκλῆς κατὰ τὴν ἀποδημίαν καὶ βλάπτοι τοῦ Διονυσίου τὰς κοινὰς πράξεις καὶ σφόδρα τοῦ Διονυσίου ὀργισθέντος ἔφη τὴν δια‐
15φορὰν αὐτοῖς γίνεσθαι ὅτι μετὰ τὸ δεῖπνον τὸν Φρυνίχου καὶ Στησιχόρου καὶ Πινδάρου παιᾶνα ἀνειληφότες ᾖδον, αὐτὸς δὲ μετὰ τῶν βουλο‐ μένων τοὺς αὐτοῦ Διονυσίου διεπεραίνετο καὶ τούτου σαφῆ τὸν ἔλεγχον παρέξειν ἐπηγγείλατο· τοὺς μὲν γὰρ αὐτοῦ κατηγόρους οὐδὲ τὸν ἀριθμὸν κατέχειν τῶν ᾀσμάτων, αὐτὸς δ’ ἕτοιμος εἶναι πάντας ἐφεξῆς ᾄδειν.
20λήξαντος δὲ τῆς ὀργῆς τοῦ Διονυσίου, πάλιν ὁ Δημοκλῆς ἔφη· χαρίσαιο δ’ ἄν μοί τι, Διονύσιε, κελεύσας τινὶ τῶν ἐπισταμένων διδάξαι με τὸν πεποιημένον εἰς Ἀσκλήπιον παιᾶνα· ἀκούω γάρ σε πεπραγματεῦσθαι περὶ τοῦτον. παρακεκλημένων δέ ποτε φίλων ὑπὸ Διονυσίου ἐπὶ δεῖπνον εἰσιὼν Διονύσιος εἶπε· γράμματα ἡμῖν ἐπέμφθη, ἄνδρες φίλοι, παρὰ τῶν
25ἡγεμόνων τῶν εἰς Νέαν πόλιν ἀποσταλέντων. καὶ ὁ Δημοκλῆς ὑπολα‐ βὼν ἔφη· εὖ γε νὴ τοὺς θεοὺς ἐποίησαν. κἀκεῖνος προσβλέψας αὐτῷ· τί δ’ οἶδας, ἔφη, πότερον κατὰ γνώμην ἐστὶν ἢ τοὐναντίον γεγράφασι; καὶ ὁ Δημοκλῆς· εὖ γε νὴ τοὺς θεοὺς ἐπιτετίμηκας, ὦ Διονύσιε. τὸ δ’ αὐτὸ καὶ περὶ Κλεισόφου λέγεται τοῦ Φιλίππου κόλακος. εἰπόντος γὰρ διότι γράμ‐
30ματα αὐτῷ ἐκομίσθη παρὰ Κότυος τοῦ Θρᾳκῶν βασιλέως, Κλείσοφος παρὼν ἔφη· εὖ γε νὴ τοὺς θεούς· τοῦ δ’ εἰπόντος, τί δὲ σὺ οἶδας ὑπὲρ ὧν γέγραπται; νὴ τὸν Δία τὸν μέγιστον, εἶπεν, ἄκρως γέ μοι ἐπετίμησας. καὶ Σάτυρον δέ τινα ἀναγράφει Τιμαῖος ἀμφοτέρων τῶν Διονυσίων κόλακα. καὶ Ἱέρων δὲ ἀμβλύτερος τὰς ὄψεις γέγονεν. ἱστορεῖ Ἡγήσανδρος. καὶ οἱ σύνδειπνοι
35ἐπίτηδες διημάρτανον τῶν ἐδεσμάτων, ἵνα ὑπ’ αὐτοῦ χειραγωγῶνται καὶ δοκῇ τῶν ἄλλων ὀξυδερκέστερος. Εὐκλείδης δὲ παράσιτος, ὁ Σεῦτλος ἐπι‐ καλούμενος, παραθέντος αὐτῷ τινὸς πλείους ὄγκους ἐν δείπνῳ, ἔφη· ὁ
παρ’ Εὐρυπίδῃ ἐν Ἱκέτισιν Καπανεὺς ὑπεράστειος ἦν μισῶν τραπέζας ὅστις98 in vol. 2.1

2,1

99

ἐξογκοῖτ’ ἄγαν. ἱστορεῖ ὁ αὐτός. φησὶ δὲ καὶ ὅτι οἱ δημαγωγοῦντες Ἀθηναίους κατὰ τὸν Χρεμωνίδειον πόλεμον κολακεύοντες τἄλλα μὲν ἔφασκον πάντα εἶναι κοινὰ τῶν Ἑλλήνων, τὴν δ’ ἐπὶ τὸν οὐρανὸν ἀνθρώπους φέρουσαν ὁδὸν Ἀθηναίους εἰδέναι μόνους. Ἀνάξαρχος δὲ ὁ εὐδαιμονικὸς φιλόσοφος, ὡς
5ἱστορεῖ Σάτυρος, εἷς τῶν Ἀλεξάνδρου κολάκων γενόμενος συνοδεύων τῷ βασι‐ λεῖ, ἐπεὶ ἐγένετό ποτε βροντὴ ἰσχυρὰ καὶ ἐξαίσιος ὡς πάντας πτῆξαι, εἶπε· μή τι σὺ τοιοῦτον ἐποίησας, Ἀλέξανδρε, ὁ τοῦ Διός; ὁ δὲ γελάσας εἶπε· οὐ γὰρ φοβερὸς βούλομαι εἶναι καθάπερ σὺ μὲ διδάσκεις, ὁ τὰς σατραπῶν καὶ βασιλέων κελεύων με δειπνοῦντα προσφέρεσθαι κεφαλάς. Διώξιππος
10δὲ ὁ Ἀθηναῖος παγκρατιαστὴς τρωθέντος ποτε τοῦ Ἀλεξάνδρου καὶ αἵματος ῥέοντος εἶπε· ἰχὼρ οἷόσπερ τε ῥέει μακάρεσσι θεοῖσιν. ἱστορεῖ Ἀριστό‐ βουλος ὁ Κασσανδρεύς. Ἐπικράτης δ’ ὁ Ἀθηναῖος εἰς βασιλέα πρεσβεύσας καὶ πολλὰ δῶρα παρ’ ἐκείνου λαβὼν οὐκ ᾐσχύνετο κολακεύων οὕτω φανερῶς καὶ τολμηρῶς τὸν βασιλέα ὡς λέγειν, δεῖν κατ’ ἐνιαυτὸν οὐκ ἐννέα ἄρχον‐
15τας, ἀλλὰ ἐννέα πρέσβεις αἱρεῖσθαι πρὸς βασιλέα. Ἀθηναῖοι δὲ τοῦτον μὲν ἄκριτον εἴασαν, Δημάδην δὲ δέκα ταλάντοις ἐζημίωσαν ὅτι θεὸν εἰσηγή‐ σατο Ἀλέξανδρον. καὶ Εὐαγόραν ἀπέκτεινον ὅτι πρεσβεύων ὡς βασιλέα προσεκύνησεν αὐτόν. ὅτι Ἀρίστων ὁ Χῖος ὁ Ζηνῶνος τοῦ Κιττιέως γνώριμος κόλαξ ἦν Περσαίου τοῦ φιλοσόφου, ὅτι ἦν ἑταῖρος Ἀντιγόνου τοῦ βασιλέως.
20Φύλαρχος δέ φησι Νικητᾶν τὸν Ἀλεξάνδρου κόλακα ἰδόντα τὸν βασιλέα σπαρασσόμενον ὑφ’ οὗ εἰλήφει φαρμάκου εἰπεῖν· ὦ βασιλεῦ, τί δεῖ ποιεῖν ἡμᾶς ὅτε καὶ ὑμεῖς οἱ θεοὶ τοιαῦτα πάσχετε; καὶ τὸν Ἀλέξανδρον μόλις ἀναβλέψαντα, ποιοῖ θεοί; φῆσαι, φοβοῦμαι μὴ τοῖς θεοῖς ἐχθροί. φησὶ δὲ καὶ ὅτι Ἀντιγόνου τοῦ κληθέντος Ἐπιτρόπου τοὺς Λακεδαιμονίους ἑλόντος
25Ἀπολλοφάνης ὁ κόλαξ εἶπε τὴν Ἀντιγόνου τύχην ἀλεξανδρίζειν. Φιλίππου δὲ τοῦ καταλυθέντος ὑπὸ Ῥωμαίων κόλαξ ἦν Προκλείδης Ταραντῖνος, ὃς καὶ τὴν βασιλείαν αὐτοῦ πᾶσαν ἀνέτρεψεν. ἱστορεῖ Πολύβιος. φασὶ δὲ καὶ τοῦ Φιλοπάτορος βασιλέως κόλακα, Φίλωνα, Ἱερωνύμου δὲ τοῦ Συρακουσίων τυράννου Θράσωνα τὸν Κάρχαρον ἐπικαλούμενον. τοῦτον δὲ ἐποίησεν ἀναι‐
30ρεθῆναι ὑπὸ Ἱερωνύμου ἕτερος κόλαξ Ὦσις ὄνομα. ἱστορεῖ Βάτων ὁ Σινωπεύς. Εὔφαντος δὲ ὁ Πτολεμαίου τοῦ τρίτου βασιλέως Αἰγύπτου κόλαξ οὕτως ἦν δεινός, ὡς μὴ μόνον Ὀδυσσέως εἰκόνα ἐν τῇ σφραγίδι περιφέρειν, ἀλλὰ καὶ τοῖς τέκνοις ὀνόματα θέσθαι Τηλέγονον καὶ Ἀντίκλειαν. Αἱρήσιππος ὁ Σπαρ‐ τιάτης, φησὶν Ἀγαθαρχίδης, ἄνθρωπος ἦν οὐ μετρίως φαῦλος οὔτε δοκῶν
35χρηστὸς εἶναι, πιθανὸν δ’ ἔχων ἐν κολακείᾳ λόγον καὶ θεραπεῦσαι τοὺς εὐπόρους μέχρι τῆς τύχης δεινός. τοιοῦτος καὶ Ἡρακλείδης ὁ Μαρωνείτης ὁ Σεύθου τοῦ Θρᾴκων βασιλέως κόλαξ, οὗ Κύρος μέμνηται ἐν ζʹ Ἀναβάσεως. Νικόστρατος
δὲ ὁ Ἀργεῖος, ὥς φησι Θεόπομπος, προστάτης γενόμενος τῆς Ἀργείων πόλεως99 in vol. 2.1

2,1

100

καὶ παραλαβὼν καὶ γένος καὶ χρήματα καὶ πολλὴν οὐσίαν παρὰ τῶν προ‐ γόνων πάντας ὑπερεβάλετο τῇ κολακείᾳ καὶ ταῖς θεραπείαις. πρῶτον μὲν γὰρ οὕτως ἠγάπησε τὴν παρὰ βαρβάρου τιμήν, ὥστε ἀνεκόμισε πρὸς τὸν βασιλέα τὸν υἱόν· ὃ τῶν ἄλλων οὐδεὶς πώποτε φανήσεται ποιήσας. ἔπειτα
5καθ’ ἑκάστην ἡμέραν, ὅτε μέλλοι δειπνεῖν, τράπεζαν παρετίθει χωρὶς ὀνο‐ μάζων τῷ δαίμονι τοῦ βασιλέως, ἐμπλήσας τῶν ἐπιτηδείων. τοῦτο δὲ ποιεῖν ἀκούω καὶ τῶν Περσῶν τοὺς περὶ τὰς θύρας διατρίβοντας. ἦν δὲ αἰσχροκερδὴς καὶ χρημάτων ὡς οὐκ οἶδ’ εἴ τις ἕτερος ἥττων. Ἀττάλου δὲ κόλαξ καὶ διδάσκαλος Λυσίμαχος ὁ Θεοδώρειος ἢ Θεοφράστειος, ὃς περὶ
10τῆς Ἀττάλου παιδείας γέγραφε βίβλους πᾶσαν κολακείαν ἐμφαινούσας. Καύαρος δὲ ὁ Γαλάτης τἆλλα ὢν ἀνὴρ ἀγαθὸς ὑπὸ τοῦ κόλακος Σω‐ στράτου τοῦ Χαλκηδονίου διεστρέφετο. Λικιννίου δὲ Κράσσου τοῦ ἐπὶ Πάρ‐ θους στρατεύσαντος κόλαξ γέγονεν Ἀνδρόμαχος ὁ Καρρηνός, ᾧ Κράσσος πάντα ἀνακοινούμενος προεδόθη Πάρθοις ὑπ’ αὐτοῦ καὶ ἀπώλετο·
15αὐτὸς δ’ οὐκ ἀτιμώρητος παρείθη ὑπὸ τοῦ θείου· μισθὸν γὰρ λαβὼν τῆς πράξεως τὸ τυραννεῖν Καρρῶν τῆς πατρίδος, διὰ τὴν ὠμότητα καὶ βίαν πανοικίᾳ ἐνεπρήσθη. Ἱέραξ δ’ ὁ Ἀντιοχεὺς πρότερον λυσιῳδοῖς ὑπαυλῶν ὕστερον ἐγένετο κόλαξ δεινὸς Πτολεμαίου τοῦ ἑβδόμου τοῦ καὶ Εὐεργέτου καὶ τὰ μέγιστα δυνηθεὶς παρ’ αὐτῷ, καθάπερ καὶ παρὰ τῷ Φιλομήτορι,
20ὕστερον ὑπ’ αὐτοῦ διεφθάρη, φησὶ Ποσειδώνιος ὁ Ἀπαμεύς, ὁ ὕστερον Ῥόδιος χρηματίσας. Μιθριδάτου δὲ κόλαξ Σωσίπατρος ἄνθρωπος γόης. διαβόητος δὲ γέγονεν ἐπὶ κολακείᾳ καὶ ὁ Ἀθηναίων δῆμος. Δημοχάρης οὖν ὁ Δημοσθένους τοῦ ῥήτορος ἀνεψιὸς διηγούμενος περὶ ἧς ἐποιοῦντο Ἀθηναῖοι κολακείας πρὸς τὸν Πολιορκήτην Δημήτριον καὶ ὅτι τοῦτ’ οὐκ
25ἦν ἐκείνῳ βουλομένῳ, γράφει οὕτως· ἐλύπει μὲν καὶ τούτων ἔνια αὐτόν, ὡς ἔοικεν, οὐ μὴν καὶ ἄλλα γε παντελῶς αἰσχρὰ καὶ ταπεινά, Λεαίνης μὲν καὶ Λαμίας Ἀφροδίτης ἱερά, ἐρωμέναι δ’ ἦσαν αὗται Δημητρίου, Βουρίχου δὲ καὶ Ἀδειμάντου καὶ Ὀξυθέμιδος βωμοὶ καὶ ἡρῷα καὶ σπονδαὶ καὶ παιᾶνες. καὶ ἦσαν οὗτοι κόλακες κολάκων ὥστε καὶ αὐτὸν τὸν Δημή‐
30τριον θαυμάζειν ἐπὶ τοῖς γενομένοις καὶ λέγειν ὅτι οὐδεὶς ἐπ’ αὐτοῦ Ἀθη‐ ναίων γέγονε μέγας καὶ ἁδρὸς τὴν ψυχήν· ἐπανιόντα οὖν ἀπὸ Λευκάδος καὶ Κερκύρας οὐ μόνον θυμιῶντες Ἀθηναῖοι καὶ στεφανοῦντες ἐδέχοντο, ἀλλὰ καὶ προσόδια καὶ χοροὶ καὶ ἰθύφαλλοι ἀπήντων αὐτῷ καί τινες προσᾳδόντες ὡς εἴη μόνος θεὸς ἀληθινός, οἱ δ’ ἄλλοι καθεύδουσιν ἢ ἀποδη‐
35μοῦσιν ἢ οὐκ εἰσί, γεγονὼς δ’ εἴη ἐκ Ποσειδῶνος καὶ Ἀφροδίτης. ἔλεγον δὲ καί, ὡς Δοῦρις ὁ Σάμιός φησιν, ὅτι ἱλαρός, ὥσπερ τὸν θεὸν δεῖ, καὶ καλὸς καὶ γελῶν πάρεστι καὶ οἱ φίλοι πάντες κύκλῳ, ἐν μέσοισι δ’ αὐτός,
ὅμοιος ὥσπερ οἱ φίλοι μὲν ἀστέρες, ἥλιος δ’ ἐκεῖνος. ὦ τοῦ κρατίστου100 in vol. 2.1

2,1

101

παῖ Ποσειδῶνος θεοῦ, χαῖρε καὶ Ἀφροδίτης. ἄλλοι μὲν ἢ μακρὰν γὰρ ἀπέχουσι θεοὶ ἢ οὐκ ἔχουσιν ὦτα ἢ οὐκ εἰσὶν ἢ οὐ προσέχους’ ἡμῖν οὐδὲ ἕν, σὲ δὲ παρόντα ὁρῶμεν, οὐ ξύλινον οὐδὲ λίθινον ἀλλ’ ἀληθινόν. εὐχόμεθα δή σοι· πρῶτον μὲν εἰρήνην ποίησον, φίλτατε· κύριος γὰρ εἶ σύ. τὴν δ’
5οὐχὶ Θηβᾶν, ἀλλ’ ὅλης τῆς Ἑλλάδος Σφίγγα περικρατοῦσαν, Αἰτωλίδ’ ὅστις ἐπὶ πέτρας καθήμενος, ὥσπερ ἡ πάλαι, τὰ σώμαθ’ ἡμῶν πάντ’ ἀναρ‐ πάσας φέρει, κοὐκ ἔχω μάχεσθαι. Αἰτωλικὸν γὰρ ἁρπάσαι τὰ τῶν πέλας, νῦν δὲ καὶ τὰ πόρρω· μάλιστα ἤδη σχόλασον αὐτός· εἰ δὲ μὴ Οἰδίπουν τιν’ εὑρέ, τὴν Σφίγγα ταύτην ὅστις ἢ κατακρημνιεῖ ἢ πεινῆν ποιήσει. ταῦτ’
10ᾖδον οἱ Μαραθωνομάχαι οὐ δημοσίᾳ μόνον, ἀλλὰ καὶ κατ’ οἰκίαν, οἱ τὸν προσκυνήσαντα τὸν Περσῶν βασιλέα ἀποκτείναντες, οἱ τὰς ἀνηρίθμους μυρι‐ άδας τῶν βαρβάρων φονεύσαντες. καὶ Θηβαῖοι δὲ κολακεύοντες Δημήτριον, ὥς φησι Πολέμων, ἱδρύσαντο ναὸν Ἀφροδίτης Λαμίας· ἐρωμένη δὲ Δημη‐ τρίου ἡ Λαμία ὡς καὶ ἡ Λέαινα. ὅτι τὰς Ἀθήνας πρυτανεῖον τῆς Ἑλλάδος
15εἶπεν ὁ δυσμενέστατος Θεόπομπος ὁ φήσας ἐν ἄλλοις πλήρεις εἶναι τὰς Ἀθήνας Διονυσοκολάκων καὶ ναυτῶν καὶ λωποδυτῶν, ἔτι δὲ ψευδομαρτύρων καὶ συκοφαντῶν καὶ ψευδοκλητόρων, οὓς ἐγὼ πείθομαι ὡς ἐπομβρίαν ἤ τι δεινὸν ἐκ θεοῦ τὴν προειρημένην πᾶσαν εἰσηγήσασθαι κολακείαν. ὅτι Διογένης ἔλεγε πολὺ κρεῖττον εἶναι ἐς κόρακας ἀπελθεῖν ἢ εἰς κό‐
20λακας, οἳ ζῶντας ἔτι τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν κατεσθίουσι. καὶ Ἀναξίλας δέ φησιν· οἱ κόλακές εἰσι τῶν ἐχόντων οὐσίας σκώληκες. εἰς οὖν ἄκακον ἀνθρώπου τρόπον εἰσδὺς ἕκαστος ἐσθίει καθήμενος, ἕως ἂν ὥσπερ πυρὸν ἀποδείξῃ κενόν. ἔπειθ’ ὃ μὲν λέμμ’ ἐστίν, ὃ δ’ ἑτεροδακνεῖ. Πλάτων δ’ ἐν Φαίδρῳ φησί· κόλακι, δεινῷ θηρίῳ καὶ βλάβῃ μεγάλῃ ἐπέμιξεν ἡ φύσις
25ἡδονήν τινα οὐκ ἄμουσον. Θεόφραστος δέ φησιν ὡς Μύρτις ὁ Ἀργεῖος Κλεώνυμον τὸν χορευτὴν καὶ κόλακα προσκαθίζοντα πολλάκις αὐτῷ καὶ τοῖς συνδικάζουσι, λαβόμενος τοῦ ὠτὸς καὶ ἕλκων αὐτὸν ἐκ τοῦ συνεδρίου πολλῶν παρόντων εἶπεν· οὐ χορεύσεις ἐνθάδε οὐδ’ ἁμῶν ἀκούσῃ. Δίφιλος δέ φησιν· ὁ κόλαξ καὶ στρατηγὸν καὶ δυνάστην καὶ τοὺς φίλους καὶ
30τὰς πόλεις ἀνατρέπει λόγῳ κακούργῳ μικρὸν ἡδύνας χρόνον. διὸ καὶ Θέτταλοι καλῶς ποιήσαντες κατέσκαψαν τὴν καλουμένην πόλιν Κολακείαν, ἣν Μη‐ λιεῖς ἐνέμοντο. κόλακες δ’ ἦσαν, ὥς φησιν Φύλαρχος, καὶ οἱ ἐν Λήμνῳ κατοικοῦντες Ἀθηναῖοι. χάριν γὰρ ἀποδιδόντες τοῖς Σελεύκου καὶ Ἀντιόχου ἀπογόνοις, ἐπεὶ αὐτοὺς ὁ Σέλευκος πικρῶς ἐπιστατουμένους
35ὑπὸ Λυσιμάχου οὐ μόνον ἐξείλετο, ἀλλὰ καὶ τὰς πόλεις αὐτοῖς ἀπέδωκεν ἀμφοτέρας, οἱ Λημνόθεν Ἀθηναῖοι ναούς τε Σελεύκου κατεσκεύασαν καὶ τοῦ υἱοῦ Ἀντιόχου· καὶ τὸν ἐπιχεόμενον κύαθον ἐν ταῖς συνουσίαις Σε‐
λεύκου Σωτῆρος καλοῦσι. ταύτην δὲ τὴν κολακείαν τινὲς ἐκτρεπόμενοι101 in vol. 2.1

2,1

102

τοὔνομα ἀρέσκειαν προσαγορεύουσιν, ὡς Ἀναξανδρίδης· τὸ γὰρ κολακεύειν νῦν ἀρέσκειαν ὄνομ’ ἔχει. ἔστι δὲ καὶ ἡ κολακικὴ τέχνη ὀλιγοχρόνιος. Ἄλεξις οὖν φησι· κολάκων δὲ βίος μικρὸν χρόνον ἀνθεῖ· οὐδεὶς γὰρ χαίρει πολιοκροτάφῳ παρασίτῳ. Κλέαρχος δέ φησι· κόλαξ μὲν οὐδεὶς ἀρκεῖ πρὸς
5φιλίαν. καταναλίσκει γὰρ ὁ χρόνος τὸ τοῦ προσποιήματος αὐτῶν ψεῦδος. ὁ δ’ ἐραστὴς κόλαξ ἐστὶ φιλίας δι’ ὥραν ἢ κάλλος. Κλέαρχος δὲ ὁ Σολεύς φησι τὴν κολακείαν ταπεινὰ ποιεῖν τὰ ἤθη τῶν κολάκων καταφρονητικῶν ὄντων τῶν περὶ αὐτούς, σημεῖον δὲ τὸ πᾶν ὑπομένειν εἰδότες οἷα τολμῶσι. τὰ δὲ τῶν κολακευομένων ἐμφυσομένων τῇ κολακείᾳ, χαύνους καὶ κενοὺς
10ποιοῦντα, πάντων ἐν ὑπεροχῇ παρ’ αὐτοῖς ὑπολαμβάνεσθαι κατασκευ‐ άζεσθαι. Ὁ αὐτὸς Κλέαρχος διηγεῖται περί τινος μειρακίου Παφίου τὸ γένος, βασιλέως τὴν τύχην. τοῦτο, φάσκων τὸ μειράκιον, οὐ λέγων αὐτοῦ τοὔνομα, κατέκειτο δι’ ὑπερβάλλουσαν τρυφὴν ἐπὶ ἀργυρόποδος κλίνης ὑπεστρωμένης Σαρδιανῇ ψιλοτάπιδι τῶν πάνυ πολυτελῶν. ἐπεβέβλητο δ’ αὐτῷ
15πορφυροῦν ἀμφίταπον ἀμοργίνῳ καλύμματι περιειλημμένον. προσκεφάλαια δὲ εἶχε τρία μὲν ὑπὸ τῇ κεφαλῇ βύσσινα παραλουργῆ, δι’ ὧν ἠμύνετο τὸ κάλυμμα, δύο δ’ ὑπὸ τοῖς ποσὶν ὑσγινοβαφῆ Δωρικά. παραδεδεγμένοι δ’ εἰσὶ πάντες οἱ κατὰ Κύπρον μόναρχοι τὸ τῶν εὐγενῶν κολάκων γένος ὡς χρήσιμον. καὶ τούτων οἷον Ἀρεοπαγιτῶν τινων οὔτε τὸ πλῆθος οὔτε
20τὰς ὄψεις ἔξω τῶν ἐπιφανεστάτων οἶδεν οὐδείς. διῃρημένων δὲ διχῇ τῶν ἐν τῇ Σαλαμῖνι κολάκων κατὰ συγγένειαν, ἀφ’ ὧν εἰσιν οἱ κατὰ τὴν ἄλλην Κύπρον κόλακες, τοὺς μὲν Γεργίνους, τοὺς δὲ Προμαλάγγους προσ‐ αγορεύουσι· ὧν οἱ μὲν Γεργῖνοι συγγινόμενοι τοῖς κατὰ τὴν πόλιν ἔν τε τοῖς ἐργαστηρίοις καὶ ταῖς ἀγοραῖς ὠτακουστοῦσι κατασκόπων ἔχοντες
25τάξιν, ὅ τι δ’ ἂν ἀκούσωσιν ἀναφέρουσιν ἑκάστης ἡμέρας πρὸς τοὺς κα‐ λουμένους ἄνακτας. οἱ δὲ Προμάλαγγες ζητοῦσιν ἀντὶ τῶν ὑπὸ τῶν Γερ‐ γίνων προσαναχθέντων ὅ τι ἂν ἄξιον εἶναι ζητήσεως δόξῃ, ὄντες τινὲς ἐρευνηταί. καὶ τούτων οὕτως ἔντεχνος καὶ πιθανὴ πρὸς ἅπαντας ἡ ἔντευξις ὥστ’ ἔμοιγε δοκεῖ, καθάπερ καὶ αὐτοί φασι, παρ’ ἐκείνων εἰς τοὺς ἔξω
30τόπους διαδεδόσθαι τὸ σπέρμα τῶν ἐλλογίμων κολάκων. καὶ γὰρ οὐχ οἷον μετρίως ἐπὶ τῷ πράγματι σεμνύνονται διὰ τὸ τετιμῆσθαι παρὰ τοῖς βασιλεῦσιν, ἀλλὰ καὶ λέγουσιν ὅτι τῶν Γεργίνων τίς, ἀπόγονος ὢν τῶν Τρώων ἐκείνων οὓς Τεῦκρος ἀπὸ τῶν αἰχμαλώτων κατακτησάμενος εἰς Κύπρον ἔχων ἀπῴκησεν, οὗτος διὰ τῆς παραλίας μετ’ ὀλίγων στείλας
35ἐπὶ τῆς Αἰολίδος κατὰ πύστιν ἅμα καὶ οἰκισμὸν τῆς τῶν προγόνων χώρας πόλιν οἰκήσειε περὶ τὴν Τρωικὴν Ἴδην, συμπαραλαβών τινας τῶν Μυσῶν· ἣ πάλαι μὲν ἀπὸ τοῦ γένους Γέργινα, νῦν δὲ Γέργιθα κέκληται.
τούτου γάρ, ὡς ἔοικε, τοῦ στόλου τινὲς ἀποσπασθέντες ἐν τῇ Κυμαίᾳ102 in vol. 2.1

2,1

103

κατέσχον ἐκ Κύπρου τὸ γένος ὄντες, ἀλλ’ οὐκ ἐκ τῆς Θεσσαλικῆς Τρίκκης, καθάπερ τινὲς εἰρήκασιν, ὧν ἰατρεῦσαι τὴν ἄγνοιαν οὐδ’ Ἀσκληπιάδαις τοῦτό γε νομίζω δεδόσθαι. γεγόνασι δὲ καὶ γυναῖκες αἱ προσαγορευθεῖσαι κολακίδες, ὧν τινες κλι‐
5μακίδες μετωνομάσθησαν ἀπὸ τοιαύτης πράξεως· ἀρεσκευόμεναι γὰρ ταῖς μεταπεμψαμέναις αὐτὰς Ἀρταβάζου καὶ Μέντορος γυναιξὶ κλίμακα κατεσκεύαζον ἐξ ἑαυτῶν οὕτως ὥστ’ ἐπὶ τοῖς νώτοις αὐτῶν τὴν ἀνάβασιν γίνεσθαι καὶ τὴν κατάβασιν ταῖς ἐπὶ τῶν ἁμαξῶν ὀχουμέναις. εἰς τοῦτο τρυφῆς, ἵνα μὴ ἀθλιότητος εἴπω, προηγάγοντο τεχνώμεναι τὰς ἀφρονεστά‐
10τας. τοιγαροῦν ἐκ τῶν λίαν μαλακῶν ὑπὸ τῆς τέχνης μεταβιβασθεῖσαι σκληρῶς ἐβίωσαν ἐπὶ γήρως, αἳ δὲ κατῆραν εἰς Μακεδονίαν ἐκπεσοῦσαι τῆς ἐξουσίας καὶ τὰς τῶν ἐκεῖ κυρίας καὶ βασιλίδας ὃν τρόπον ταῖς ὁμιλίαις διέθεσαν οὐδὲ λέγειν καλόν, πλὴν ὅτι μαγευόμεναι καὶ μαγεύουσαι ταυρο‐ πόλοι καὶ τρίοδοί τινες αὗται πρὸς ἀλήθειαν ἐγένοντο, πλήρεις πάντων
15ἀποκαθαρμάτων. Ὅτι περὶ τοῦ Παφίου μειρακίου καὶ τάδε προστίθησι Κλέαρχος· παῖδες μικρὸν ἄποθεν τῆς κλίνης ἐν χιτωνίσκοις ἕστασαν· τριῶν δ’ ὄντων ἀνδρῶν, δι’ οὓς δὴ νῦν ὁ πᾶς λόγος ἐνέστηκε, καὶ τούτων ὄντων ἐπωνύμων παρ’ ἡμῖν ὁ μὲν εἷς ἐπὶ τῆς κλίνης πρὸς ποδῶν καθῆστο τοὺς τοῦ μειρακίου
20πόδας ἐπὶ τοῖς γόνασιν ἑαυτοῦ λεπτῷ λῃδίῳ συνημφιακώς· ὃ δὲ ἐπόει δήπου καὶ μὴ λέγοντος οὐκ ἄδηλον· καλεῖται δ’ οὗτος ὑπὸ τῶν ἐγχωρίων Παρά‐ βυστος διὰ τὸ καὶ τῶν μὴ παραδεχομένων ὅμως τεχνικώτατα κολακεύων παρεμπίπτειν εἰς τὰς ὁμιλίας. ἁτέρος δ’ ἦν ἐπί τινος δίφρου κειμένου παρ’ αὐτὴν τὴν κλίνην καὶ τοῦ νεανίσκου τὴν χεῖρα παρεικότος ἐκκρεμάμενος
25ταύτης καὶ προσπεπτωκὼς κατέψηχέ τε καὶ τῶν δακτύλων ἕκαστον ἐν μέρει διαλαμβάνων εἷλκέ τε καὶ ἐξέτεινεν· ὥστε τὸν πρῶτον αὐτὸν ἐπονο‐ μάσαντα Σικύαν εὐστοχῶς εἰρηκέναι δοκεῖν. ὁ δὲ τρίτος ὁ Θὴρ ὁ γενναιότατος, ὅσπερ ἦν τῆς ὑπηρεσίας πρωταγωνιστής, προσεστηκὼς αὐτῷ κατὰ κεφαλὴν μετεῖχε τῶν βυσσίνων προσκεφαλαίων ἀποκεκλιμένος εἰς αὐτὰ πάνυ φιλι‐
30κῶς· καὶ τῇ μὲν ἀριστερᾷ τὸ τοῦ μειρακίου τριχωμάτιον ἐπικοσμῶν, τῇ δεξιᾷ δὲ Φωκαικὸν ψῆγμά τε διακινῶν ὡς αἰωρῶν ἡδὺς ἦν, ἀλλ’ οὐκ ἀπο‐ σοβῶν. διό μοι δοκεῖ ἂν αὐτῷ δαίμων τις ἐλευθέριος νεμεσήσας ἐφεῖναι τῷ μειρακίῳ μυῖαν, οὐκ ἄλλην ἢ κείνην, ὡς καὶ τὴν Ἀθηνᾶν φησιν Ὅμηρος ἐνεῖναι τῷ Μενελάῳ τὸ θάρσος· οὕτως ἦν ἐρρωμένη καὶ ἄφοβος τὴν ψυχήν.
35δηχθέντος δὲ τοῦ μειρακίου τηλικοῦτον ἀνέκραγεν ἄνθρωπος ὑπὲρ ἐκείνου καὶ οὕτως ἠγανάκτησεν ὥστε διὰ τὴν πρὸς μίαν ἔχθραν ἁπάσας ἐκ τῆς οἰκίας ἤλαυνεν. ὅθεν καὶ φανερὸς ἐγένετο πρὸς τούτῳ τεταχὼς ἑαυτόν. ἀλλ’
οὐ Λεύκων τοιοῦτος ὁ Ποντικὸς τύραννος, ὃς ἐπεὶ συχνοὺς τῶν φίλων ᾔσθετο103 in vol. 2.1

2,1

104

σεσυλημένος ὑπὸ τῶν περὶ αὐτὸν κολάκων, συνιδὼν ἄνθρωπον διαβάλλοντά τινα τῶν λοιπῶν φίλων ἀπέκτεινα ἄν, εἶπε, σε νὴ τοὺς θεούς, εἰ μὴ πονηρῶν ἀνδρῶν ἡ τυραννὶς ἐδεῖτο. ὅτι Ἀντιφάνης ὁ κωμῳδιοποιὸς τοιαῦτά φησι περὶ τῆς τῶν ἐν Κύπρῳ βασιλέων τρυφῆς. ἐν Κύπρῳ φής, εἰπέ μοι, διήγετε
5πολὺν χρόνον; τὸν πάνθ’ ἕως ἦν ὁ πόλεμος. ἐν τίνι τόπῳ μάλιστα; ἐν Πάφῳ· οὗ πρᾶγμα τρυφερὸν διαφερόντως ἦν ἰδεῖν ἄλλως γ’ ἄπιστον. ποῖον; ἐρριπίζετο ὑπὸ τῶν περιστερῶν, ὑπ’ ἄλλου δ’ οὐδενὸς δειπνῶν ὁ βασιλεύς. πῶς; ἐάσας τἀμὰ γὰρ ἐρήσομαί σε τοῦτο, πῶς; ἠλείφετο ἐκ τῆς Συρίας ἥκοντι τοιούτῳ μύρῳ, καρποῦ σύχνου ὅν φασι τὰς περιστερὰς τρώγειν. διὰ
10τὴν ὀσμῆν δὲ τούτου πετόμεναι παρῆσαν οἷαί τ’ ἦσαν ἐπικαθιζάνειν ἐπὶ τὴν κεφαλήν· παῖδες δὲ παρακαθημένοι ἐσόβουν. ἐπαίρουσαι δὲ μικρόν, οὐ πολὺ τοῦ μήτ’ ἐκεῖσε μήτε δεῦρο παντελῶς οὕτως ἀνερρίπιζον ὥστε σύμ‐ μετρον αὐτῷ τὸ πνεῦμα, μὴ περισκληρὸν ποιεῖν. εἴη ἂν οὖν ὁ τοῦ προειρημένου μειρακίου κόλαξ μαλακοκόλαξ, ὥς φησι
15Κλέαρχος· πρὸς γὰρ τῷ οὕτω κολακεύειν καὶ τὸ σχῆμα τῶν κολακευομένων ἐπακολουθῶν ἀποπλάττεται παραγκωνίζων καὶ σπαργανῶν ἑαυτὸν τοῖς τρι‐ βωναρίοις. ὅθεν αὐτὸν οἳ μὲν παραγκωνιστήν, οἳ δὲ σχηματοθήκην καλοῦσι. κατ’ ἀλήθειαν γὰρ ὁ κόλαξ ἔοικεν εἶναι τῷ Πρωτεῖ ὁ αὐτός. γίνεται γοῦν παντοδαπὸς οὐ μόνον κατὰ τὴν μορφήν, ἀλλὰ καὶ κατὰ τοὺς λόγους·
20οὕτω ποικιλόφωνός ἐστιν. Ἀνδροκύδης δ’ ὁ ἰατρὸς ἔλεγε τὴν κολοκείαν ἔχειν τὴν ἐπωνυμίαν ἀπὸ τοῦ προσκολλᾶσθαι ταῖς ὁμιλίαις· ἐμοὶ δὲ δοκεῖ διὰ τὴν εὐχέρειαν ὅτι πάντα ὑποδύεται, ὡς δή τις ὑποστατικὸς νωταγωγῶν τῷ τῆς ψυχῆς ἤθει καὶ οὐ βαρυνόμενος οὐδενὶ τῶν αἰσχρῶν. Οὐκ ἂν διαμάρ‐ τανοι δέ τις τὸν τοῦ μειρακίου τοῦ Κυπρίου βίον ὑγρὸν ὀνομάζων· οὗ
25πολλοὺς διδασκάλους φησὶν εἶναι Ἀθήνησιν Ἄλεξις· πεῖραν ἐπεθύμουν θατέρου βίου λαβεῖν, ὃν πάντες εἰώθασιν ὀνομάζειν ὑγρόν. τρεῖς ἐν Κεραμεικῷ περιπατήσας ἡμέρας διδασκάλους ἐξεῦρον οὗ λέγω βίου ἴσως τριάκοντ’ ἀφ’ ἑνὸς ἐργαστηρίου. Ἀντιφάνης δὲ τέχνην τινὰ ὑποτίθεται τὴν κολακείαν εἶναι λέγων· εἶτ’ ἔστιν ἢ γένοιτ’ ἂν ἡδίων τέχνη ἢ πρόσοδος ἄλλη τοῦ
30κολακεύειν εὐφυῶς; ὁ ζωγράφος ποιεῖ τι καὶ πικραίνεται, ὁ γεωργὸς ἐν ὅσοις ἐστὶν κινδύνοις· πρόσεστι πᾶσιν ἐπιμέλεια καὶ πόνος. ἡμῖν δὲ μετὰ γέλωτος ὁ βίος καὶ τρυφῆς· οὗ γὰρ τὸ μέγιστον ἔργον ἐστὶ παιδιά, ἁδρὸν γελάσαι, σκῶψαί τιν’, ἐμπιεῖν πολύν, οὐχ ἡδύ; ἐμοὶ μὲν μετὰ τὸ πλου‐ τεῖν δεύτερον. ὅτι Μένανδρος ἐν ὁμωνύμῳ δράματι τὸν κόλακα κεχαρακ‐
35τήρικεν ὡς ἔνι μάλιστα, ὡς καὶ Δίφιλος τὸν παράσιτον. ὅτι Ἄλεξις παρ‐ εισάγει κόλακα λέγοντα· εὐδαίμων ἐγώ, μὰ τὸν Δία τὸν Ὀλύμπιον, οὐχ ὅτι ἐν τοῖς γάμοισιν, ἄνδρες, εὐωχήσομαι, ἀλλ’ ὅτι διαρραγήσομ’, ἂν θεὸς
θέλῃ· τούτου δέ μοι γένοιτο τοῦ θανάτου τυχεῖν. δοκεῖ δέ μοι ὁ καλὸς104 in vol. 2.1

2,1

105

οὗτος γάστρις οὐκ ἂν ὠκνηκέναι εἰπεῖν καὶ τὰ ἐξ Ὀμφάλης Ἴωνος· ἐνιαυσίαν γὰρ δεῖ με τὴν ἑορτὴν λέγειν. οἷον καθημερινήν. φησὶν Ἱππίας ὁ Ἐρυθραῖος περὶ Κνωποῦ, οὗ ἡ βασιλεία ὑπὸ τῶν ἐκείνου κολάκων κατελύθη, ὅτι μαντευομένῳ περὶ σωτηρίας ἔχρησεν ὁ θεὸς θύειν Ἑρμῇ δολίῳ. καὶ μετὰ
5ταῦτα ὁρμήσαντος αὐτοῦ εἰς Δελφοὺς οἱ τὴν βασίλειαν αὐτοῦ καταλύειν βουλόμενοι, ἵν’ ὀλιγαρχία γένηται· ἦσαν δ’ οὗτοι Ὀρτύγης, Ἶρος, Ἔχαρος, οἳ διὰ τὸ περὶ τὰς θεραπείας τῶν ἐπιφανῶν εἶναι ἐκαλοῦντο πρόσκυνες καὶ κόλακες, οὗτοι οὖν συμπλέοντες τῷ Κνωπῷ, ὡς ἤδη πόρρω τῆς γῆς ἦσαν, δήσαντες ἔρριψαν εἰς τὸ πέλαγος καὶ καταχθέντες εἰς Χίον καὶ δύναμιν
10παρὰ τῶν ἐκεῖ τυράννων λαβόντες νυκτὸς κατέπλευσαν εἰς Ἐρυθράς. κατὰ τὸ αὐτὸ δὲ καὶ τὸ τοῦ Κνωποῦ σῶμα ἐξεβράσθη ταῖς Ἐρυθραῖς κατὰ τὴν ἀκτήν. τῆς δὲ γυναικὸς τοῦ Κνωποῦ περὶ τὴν κηδείαν ἀσχολουμένης, ἦν δὲ ἐορτὴ καὶ πανήγυρις ἀγομένη Ἀρτέμιδι Στροφέᾳ, ἐξαίφνης ἀκούεται σάλπιγγος βοή· καὶ καταληφθέντος τοῦ ἄστεος ὑπὸ τῶν περὶ τὸν Ὀρτύγην
15πολλοὶ μὲν ἀναιροῦνται τῶν τοῦ Κνωποῦ φίλων καὶ ἡ Κλεονίκη μαθοῦσα φεύγει εἰς Κολοφῶνα. οἱ δὲ περὶ τὸν Ὀρτύγην τύραννοι ἔχοντες τὴν ἐκ Χίου δύναμιν τοὺς ἐνισταμένους αὐτῶν τοῖς πράγμασιν διέφθειραν καὶ τοὺς νόμους καταλύσαντες αὐτοὶ διεῖπον τὰ κατὰ τὴν πόλιν ἐντὸς τείχους οὐδένα δεχόμενοι τῶν πολιτῶν. ἔξω δὲ πρὸ τῶν πυλῶν δικαστήριον κατασκευάσαντες
20τὰς κρίσεις ἐποιοῦντο, ἁλουργὰ μὲν ἀμπεχόμενοι περιβόλαια καὶ χιτῶνας ἐνδεδυκότες περιπορφύρους. ὑπεδέδεντο δὲ καὶ πολυσχιδῆ σανδάλια τοῦ θέρους, τοῦ δὲ χειμῶνος ἐν γυναικείοις ὑποδήμασι διετέλουν περιπατοῦντες κόμας τε ἔτρεφον καὶ πλοκαμῖδας ἔχειν ἤσκουν, διειλημμένοι τὰς κεφαλὰς διαδήμασι μηλίνοις καὶ πορφυροῖς. εἶχον δὲ καὶ κόσμον ὁλόχρυσον ὁμοίως
25ταῖς γυναιξίν. ἠνάγκαζόν τε τῶν πολιτῶν τοὺς μὲν διφροφορεῖν, τοὺς δὲ ῥαβδουχεῖν, τοὺς δὲ τὰς ὁδοὺς ἀνακαθαίρειν καὶ τῶν μὲν τοὺς υἱεῖς εἰς τὰς κοινὰς συνουσίας μετεπέμποντο, τοῖς δὲ τὰς ἰδίας γυναῖκας καὶ τὰς θυγα‐ τέρας ἄγειν παρήγγειλον. εἰ δέ τις τῶν ἐκ τῆς ἑταιρίας αὐτῶν ἀποθάνοι συναγάγοντες τοὺς πολίτας μετὰ γυναικῶν καὶ τέκνων ἠνάγκαζον θρηνεῖν
30τοὺς ἀποθανόντας καὶ στερνοτυπεῖσθαι μετὰ βίας καὶ βοᾶν ὀξὺ καὶ μέγα ταῖς φωναῖς ἐφεστήκοτος μαστιγοφόρου τοῦ ταῦτα ποιεῖν ἀναγκάζοντος, ἕως Ἱππότης ὁ Κνωποῦ ἀδελφὸς μετὰ δυνάμεως ἐπελθὼν ταῖς Ἐρυθραῖς ἑορτῆς οὔσης τῶν Ἐρυθραίων προσβοηθούντων ἐπῆλθε τοῖς τυράννοις καὶ πολλοὺς αἰκισάμενος τῶν περὶ αὐτοὺς Ὀρτύγην μὲν φεύγοντα συνεκέντησε
35καὶ τοὺς μετὰ τούτου, τὰς δὲ γυναῖκας αὐτῶν καὶ τὰ τέκνα δεινῶς αἰκι‐ σάμενος τὴν πατρίδα ἠλευθέρωσεν. φησὶ Θεόπομπος ἐν τῇ ἐνάτῃ τῶν Φιλιππικῶν Ἀγαθοκλέα δοῦλον γενό‐
μενον καὶ τῶν ἐκ Θετταλίας πενεστῶν μέγα δύνασθαι παρὰ Φιλίππῳ διὰ105 in vol. 2.1

2,1

106

κολακείαν καὶ ὅτι ἐν τοῖς συμποσίοις συνὼν αὐτῷ ὠρχεῖτο καὶ γέλωτα παρεσκεύαζε, ἀποστεῖλαι διαφθεροῦντα Περραιβοὺς καὶ τῶν ἐκεῖ πραγ‐ μάτων ἐπιμελησόμενον. τοιούτους δ’ εἶχεν ἀεὶ περὶ αὐτὸν ἀνθρώπους ὁ Μακεδών, οἷς διὰ φιλοποσίαν καὶ βωμολοχίαν πλείω χρόνον ὡς τὰ πολλὰ
5συνδιέτριβε καὶ συνήδρευε περὶ τῶν μεγίστων βουλευόμενος. ὃς, ὡς ἱστορεῖ Ἡγήσανδρος ὁ Δελφός, καὶ τοῖς Ἀθήνησιν εἰς τὸ Διομέων Ἡράκλειον ἁθροιζομένοις τοῖς τὰ γέλοια λέγουσιν ἀπέστελλεν ἱκανὸν κερμάτιον καὶ προσέτασσέ τισιν ἀναγράφοντας τὰ λεγόμενα ὑπ’ αὐτῶν ἀποστέλλειν πρὸς αὐτόν. φησὶ Θεόπομπος ὅτι τοὺς Θεσσαλοὺς εἰδὼς ὁ Φίλιππος ἀκο‐
10λάστους καὶ περὶ τὸν βίον ἀσελγεῖς συνουσίας αὐτῶν κατεσκεύαζε καὶ πάντα τρόπον ἀρέσκειν αὐτοῖς ἐπειρᾶτο ὀρχούμενος, κωμάζων, πᾶσαν ἀκολασίαν ὑπομένων. ἦν δὲ καὶ φύσει βωμολόχος καὶ καθ’ ἑκάστην ἡμέραν μεθυσκόμενος καὶ χαίρων τῶν ἐπιτηδευμάτων τοῖς πρὸς ταῦτα συντείνουσι καὶ τῶν ἀνθρώπων τοῖς εὐφυέσι καλουμένοις καὶ τὰ γέλοια λέγουσι καὶ
15ποιοῦσι πλείους τε τῶν Θετταλῶν τῶν αὐτῷ πλησιασάντων ᾕρει μᾶλλον ἐν ταῖς συνουσίαις ἢ ταῖς δωρεαῖς. τὰ παραπλήσια ἐποίει καὶ ὁ Διονύσιος ὁ Σικελιώτης. φησὶ γοῦν Εὔβουλος ὁ κωμῳδοποιός· ἔστι τοῖς σεμνοῖς μὲν αὐθαδέστερος καὶ τοῖς κόλαξι πᾶσι τοῖς σκώπτουσί τε αὐτὸν ἀόργητος· ἡγεῖται δὴ τούτους μόνους ἐλευθέρους κἂν δοῦλος ᾖ. ἀλλὰ μὴν καὶ τοὺς
20ἀποβάλλοντας τὰς οὐσίας εἰς μέθας καὶ κύβους καὶ τὴν τοιαύτην ἀκολασίαν οὐ μόνον ὁ Διονύσιος ἀνελάμβανεν, ἀλλὰ καὶ ὁ Φίλιππος. φησὶ γοῦν καὶ ὁ Θεόπομπος· Φίλιππος τοὺς μὲν κοσμίους τὰ ἤθη καὶ τοὺς τῶν ἰδίων ἐπιμελουμένους ἀπεδοκίμαζε, τοὺς δὲ πολυτελεῖς καὶ ζῶντας ἐν κύβοις καὶ πότοις ἐπαινῶν ἐτίμα. τοιγαροῦν οὐ μόνον αὐτοὺς τοιαῦτ’ ἔχειν παρε‐
25σκεύαζεν, ἀλλὰ καὶ τῆς ἄλλης ἀδικίας καὶ βδελυρίας ἀθλητὰς ἐποίησεν. τί γὰρ τῶν αἰσχρῶν ἢ δεινῶν αὐτοῖς οὐ προσῆν, ἢ τί τῶν καλῶν καὶ σπουδαίων οὐκ ἀπῆν; οὐχ οἳ μὲν ξυρούμενοι καὶ λεαινόμενοι διετέλουν ἄνδρες ὄντες, οἳ δ’ ἀλλήλοις ἐτόλμων ἐπανίστασθαι πώγωνας ἔχουσι; καὶ περιήγοντο μὲν δύο ἢ τρεῖς ἑταιρουμένους, αὐτοὶ δὲ τὰς αὐτὰς ἐκείνοις
30χρήσεις ἑτέροις παρεῖχον. ὅθεν δικαίως ἄν τις αὐτοὺς οὐχ ἑταίρους ἀλλ’ ἑταίρας ὑπέλαβεν, οὐδὲ στρατιώτας ἀλλὰ χαμαιτύπας προσηγόρευσεν· ἀν‐ δροφόνοι γὰρ τὴν φύσιν ὄντες ἀνδρόπορνοι τὸν τρόπον ἦσαν, πρὸς δὲ τού‐ τοις ἀντὶ μὲν τοῦ νήφειν τὸ μεθύειν ἠγάπων, ἀντὶ δὲ τοῦ κοσμίως ζῆν ἁρπάζειν καὶ φονεύειν ἐζήτουν. καὶ τὸ μὲν ἀληθεύειν καὶ ταῖς ὁμολογίαις
35ἐμμένειν οὐκ οἰκεῖον αὐτῶν ἐνόμιζον, τὸ δ’ ἐπιορκεῖν καὶ φενακίζειν ἐν τῷ σεμνοτάτῳ ὑπελάμβανον. καὶ τῶν μὲν ὑπαρχόντων ἠμέλουν, τῶν δὲ ἀπόντων ἐπεθύμουν, καὶ ταῦτα μέρος τι τῆς Εὐρώπης ἔχοντες. οἴομαι γὰρ τοὺς
ἑταίρους οὐ πλείονας ὄντας κατ’ ἐκεῖνον τὸν χρόνον ὀκτακοσίων οὐκ ἐλάττω106 in vol. 2.1

2,1

107

καρπίζεσθαι γῆν ἢ μυρίους τῶν Ἑλλήνων τοὺς τὴν ἀρίστην καὶ πλείστην χώραν κεκτημένους. ὁ δ’ αὐτὸς καὶ περὶ Διονυσίου τοῦ Σικελίας τυράννου φησὶν ὅτι τοὺς ἀποβάλλοντας τὰς οὐσίας εἰς μέθας καὶ κύβους καὶ τὴν τοιαύτην ἀκολασίαν εὖ περιεῖπεν· ἠβούλετο γὰρ ἅπαντας εἶναι διεφθαρ‐
5μένους καὶ φαύλους. καὶ Δημήτριος δὲ ὁ Πολιορκητὴς φιλογέλως ἦν, ὡς ἱστορεῖ Φύλαρχος· περὶ οὗ καὶ ταῦτα γράφει· ἑώρα Δημήτριος τοὺς κο‐ λακεύοντας αὐτὸν καὶ ἐπιχεομένους Δημητρίου μὲν μόνου βασιλέως, Πτολεμαίου δὲ μόνου ναυάρχου, Λυσιμάχου δὲ γαζοφύλακος, Σελεύκου δ’ ἐλεφαντάρχου. καὶ ταῦτα οὕτως οὐ τὸ τύχον συνῆγε μῖσος. Ἡρόδοτος
10δέ φησιν Ἄμασιν Αἰγυπτίων βασιλέα παιγνιήμονα ἔοντα σκώπτειν τοὺς συμπότας, καὶ ὅτε δὲ ἰδιώτης, φησίν, ἦν, φιλοπότης ἦν καὶ φιλοσκώμμων καὶ οὐ κατεσπουδασμένος ἀνήρ. Νικόλαος δὲ Σύλλαν φησὶ τὸν Ῥωμαί‐ ων στρατηγὸν οὕτω χαίρειν μίμοις καὶ γελωτοποιοῖς ὡς καὶ πολλὰ γῆς μέτρα αὐτοῖς χαρίζεσθαι τῆς δημοσίας. ἐμφανίζουσι δ’ αὐτοῦ τὸ περὶ ταῦτα
15ἱλαρὸν αἱ ὑπ’ αὐτοῦ γραφεῖσαι σατυρικαὶ κωμῳδίαι τῇ πατρίῳ φωνῇ. Τιρυνθίους δέ φησι Θεόφραστος ἐν τῷ περὶ κωμωδίας φιλογέλως ὄντας, ἀχρείους πρὸς τὰ σπουδαιότερα τῶν πραγμάτων καταφυγεῖν ἐπὶ τὸ ἐν Δελφοῖς μαντεῖον ἀπαλλαγῆναι βουλομένους τοῦ πάθους, καὶ τὸν θεὸν ἀνελεῖν αὐτοῖς, ἢν θύοντες τῷ Ποσειδῶνι ταῦρον ἀγελαστὶ τοῦτον
20ἐμβάλωσιν εἰς τὴν θάλασσαν, παύσεσθαι. οἳ δὲ δεδιότες μὴ διαμάρτωσι τοῦ λογίου τοὺς παῖδας ἐκώλυσαν παρεῖναι τῇ θυσίᾳ. μαθὼν οὖν εἷς καὶ συγκαταμιχθείς, ἐπείπερ ἐβόων ἀπελαύνοντες αὐτόν, τί δῆτ’; ἔφη· δε‐ δοίκατε μὴ τὸ σφάγιον ὑμῶν ἀνατρέψω; γελασάντων δὲ ἔμαθον ἔργῳ τὸν θεὸν δείξαντα ὡς ἄρα τὸ πολυχρόνιον ἦθος ἀμήχανόν ἐστι θεραπευ‐
25θῆναι. ὅτι Σωσικράτης φησὶν ἴδιόν τι περὶ τοὺς Φαιστίους ὑπάρχειν. ἀσκεῖν ἐκ παιδαρίων εὐθὺς τὸ γέλοια λέγειν· διὸ καὶ συμβέβηκεν αὐτοὺς ἀποφθέγγεσθαι πολλάκις εὐκαίρως διὰ τὴν ἐξ ἀρχῆς συνήθειαν. ὥστε πάντας τοὺς κατὰ Κρήτην τούτοις ἀνατιθέναι τὸ γέλοιον. ἀλαζών· τοῦτ’ ἐπιτιμᾷς; ὑπερτείνει αὕτη τὰς τέχνας πάσας πολὺ μετὰ τὴν
30κολακείαν. ἥδε μὲν γὰρ διαφέρει. φησὶν Ἀναξανδρίδης ὁ κωμικός. ὅτι ψωμοκόλαξ κεῖται παρὰ Ἀντιφάνει· ψίθυρός τ’ ἐκαλοῦ καὶ ψωμο‐ κόλαξ. καὶ Σαννυρίων· ποῖ φθείρεσθ’ ἐπίτριπτοι ψωμοκόλακες. Φιλιπ‐ πίδης· ψωμοκολακεύων καὶ παρεισιὼν ἀεί. κυρίως δ’ ὁ κόλαξ ἐπὶ τούτου κεῖται· κόλον γὰρ ἡ τροφή, ὅθεν καὶ ὁ βουκόλος καὶ ὁ δύσ‐
35κολος, ὅς ἐστι δυσάρεστος καὶ σικχός, κοιλία τε ἡ τὴν τροφὴν δεχομένη. ψωμοκόλαφον δὲ δραπέτην εἴρηκε Δίφιλος. καχεξία τις ὑποδέδυκε τοὺς ὄχλους, αἱ κρίσεις θ’ ἡμῶν νοσοῦσι καὶ τὸ πρὸς χάριν πολύ, Δίφιλός φησιν.
ὅρα τὸ „ἀεί ποτε ἄνδρες τεθαύμακα“ ὅμοιον τῷ „ἀεὶ παῖ Λαρτίου δέδορκά σε“.107 in vol. 2.1

2,1

108

φησὶ Μακαρεύς· ὅταν Ἥρᾳ θύωσιν οἱ ἐν Κῷ, οὔτε εἴσεισιν εἰς τὸ ἱερὸν δοῦλος οὔτε γεύεταί τινος τῶν παρεσκευασμένων. ὅτι Ἐπικράτης ἀγανακτοῦντα ποιεῖ οἰκέτην τινὰ καὶ λέγοντα· τί γὰρ ἔχθιον ἢ παῖ παῖ καλεῖσθαι παρὰ πότον, καὶ ταῦτ’ ἀγενείῳ μειρακυλλίῳ τινί, τὴν ἀμίδα φέρειν ὁρᾶν τε
5κείμενα ἄμητας ἡμιβρῶτας ὀρνίθειά τε, ὧν οὐδὲ λειφθέντων θέμις δούλῳ φαγεῖν, ὥς φασιν αἱ γυναῖκες. μετήνεγκε δὲ τὰ ἰαμβεῖα ταῦτα ἐξ Ἀντι‐ φάνους ἀπὸ τοῦ· ὁρᾶν τε κείμενα καὶ ἑξῆς. καί ἐστι, φησὶν ὁ παρὰ τούτῳ Οὐλπίανος, θαυμαστόν, ὅπως τὸ τῶν δούλων γένος ἐστὶν οὕτως ἐγκρατὲς τοσαύταις ἐγκαλινδούμενον λιχνείαις. ταύτας γὰρ ὑπερορῶσιν οὐ μόνον διὰ
10φόβον, ἀλλὰ καὶ κατὰ διδασκαλίαν ἐθισθέντες. ὅτι γενομένης διαφορᾶς τοῖς συνεξορμήσασι τῷ Τριόπᾳ μετὰ τὸν ἐκείνου θάνατον, οἳ μὲν μετὰ Θορβάντος μείναντες εἰς Ἰηλυσὸν ἦλθον, οἳ δὲ μετὰ Περιέργου, ὃς καὶ κατηράσατο τῷ Φόρβαντι, ὅθεν καὶ Ἀραιαὶ αἱ νήσοι ἐκλήθησαν, τὴν Καμιρίδα κατέσχον. ναυαγήσας δὲ Φόρβας καὶ Παρθενία ἡ Φόρβαντος καὶ Περιέργου ἀδελφὴ
15διενήξατο εἰς Ἰηλυσὸν περὶ τὸν καλούμενον Σχεδίαν. καὶ αὐτοῖς περιτυχὼν Θαμνεὺς κυνηγέτης ἦγεν ὡς ξενίσων εἰς τὸν οἶκον καὶ τὸν οἰκέτην ἀπέστειλεν ἀγγελοῦντα τῇ γυναικὶ τἀπιτήδεια παρασκευάζειν ὡς ἄγοντος τοὺς ξένους· ἐλθὼν δ’ εἰς οἶκον, ὡς οὐδὲν εὗρε παρεσκευασμένον, αὐτὸς ἐπιβαλὼν τὸν σίτον ἐπὶ τὸν ἀλετῶνα καὶ τἆλλα τἀκόλουθα, ἔπειτ’ ἀλέσας ἐξένισεν
20αὐτούς. καὶ ὁ Φόρβας οὕτως ἐπὶ τῷ ξενισμῷ ἥσθη ὡς καὶ τὸν βίον τελευ‐ τῶν ἐπέσκηψε τοῖς φίλοις δι’ ἐλευθέρων τοὺς ἐναγισμοὺς τελεῖν αὐτῷ· καὶ τὸ ἔθος διαμένειν ἐν τῇ θυσίᾳ τοῦ Φόρβαντος. ἐλεύθεροι γὰρ οἱ διακονοῦντες, δούλῳ δὲ οὐδὲ προσελθεῖν οὔκ ἐστιν ὅσιον. ἀναπεμπασάμενοι αὐτῶν ἐξ ὧν πάλαι τυγχάνομεν ἀνεγνωκότες. ἤλων ὄρθριαι τὰ σιτία ὥστε τὴν κώμην
25ὑπηχεῖν θιγγανουσῶν τὰς μύλας, φησὶ Φερεκράτης. οὐκ ἔστι δούλων, ὦγαθ’, οὐδαμοῦ πόλις· τύχη δὲ πάντα μεταφέρει τὰ σώματα. πολλοὶ δὲ νῦν μέν εἰσιν οὐκ ἐλεύθεροι, εἰς αὔριον δὲ Σουνιεῖς, εἶτ’ εἰς τρίτην ἀγορᾷ κέχρηνται. τὸν γὰρ οἴακα στρέφει δαίμων ἑκάστῳ, φησὶν Ἀναξανδρίδης. Ποσειδώνιος ὁ ἀπὸ τῆς στοᾶς φησι πολλούς τινας ἑαυτῶν οὐ δυναμένους προίστασθαι
30διὰ τὸ τῆς διανοίας ἀσθενὲς ἐπιδοῦναι ἑαυτοὺς εἰς τὴν τῶν συνετωτέρων ὑπηρεσίαν, ὅπως παρ’ ἐκείνων τυγχάνοντες τῆς εἰς τὰ ἀναγκαῖα ἐπιμελείας αὐτοὶ πάλιν ἀποδίδωσιν ἐκείνοις δι’ αὑτῶν ἅπερ ἂν ὦσιν ὑπηρετεῖν δυνατοί. τούτῳ τῷ τρόπῳ Μαρυανδυνοὶ Ἡρακλεώταις ὑπετάγησαν διὰ τέλους ὑποσχόμενοι θητεύσειν παρέχουσιν αὐτοῖς τὰ δέοντα, προσδιαστειλάμενοι
35μηδενὸς αὐτῶν ἔσεσθαι πρᾶσιν ἔξω τῆς Ἡρακλεωτῶν χώρας, ἀλλ’ ἐν αὐτῇ μόνον τῇ ἰδίᾳ χώρᾳ. ταχ’ οὖν διὰ τοῦτο καὶ Εὐφορίων ὁ ἐποποιὸς τοὺς Μαρυανδυνοὺς δωροφόρους ὑποφρίσσοντας ἄνακτας καλεῖ. λέγει δὲ καὶ
Καλλίστρατος ὁ Ἀριστοφάνειος ὅτι τοὺς Μαρυανδυνοὺς ὠνόμαζον δωροφόρους108 in vol. 2.1

2,1

109

ἀφαιροῦντες τὸ πικρὸν τῆς τῶν εἱλώτων προσηγορίας, καθάπερ Σπαρτιᾶται μὲν ἐποίησαν ἐπὶ τῶν εἱλώτων, Θετταλοὶ δ’ ἐπὶ τῶν πενεστῶν, Κρῆτες δ’ ἐπὶ τῶν κλαρωτῶν. καλοῦσι δὲ Κρῆτες τοὺς μὲν κατὰ πόλιν οἰκέτας χρυσωνή‐ τους, ἀμφαμιώτας δὲ τοὺς κατ’ ἀγρὸν ἐγχωρίους μὲν ὄντας, δουλωθέντας δὲ
5κατὰ πόλεμον· διὰ τὸ κληρωθῆναι δὲ κλαρώτας ἤτοι ἀπὸ τοῦ γενομένου περὶ αὐτῶν κλήρου ὥς φησιν Ἔφορος. τούτοις δ’ εἰσὶ νενομισμέναι τινὲς ἐν Κυδωνίᾳ ἑορταί, ἐν αἷς οὐκ εἰσίασιν εἰς τὴν πόλιν ἐλεύθεροι, ἀλλ’ οἱ δοῦλοι πάντων κρατοῦσι καὶ κύριοι μαστιγοῦν εἰσὶ τοὺς ἐλευθέρους. Σωσικράτης δέ φησι ὅτι τὴν μὲν κοινὴν δουλείαν οἱ Κρῆτες καλοῦσι μνοίαν, τὴν δὲ
10ἰδίαν ἀφαμιώτας, τοὺς δὲ περιοίκους ὑπηκόους. Θετταλῶν δὲ λεγόντων πενέ‐ στας τοὺς μὴ γόνῳ δούλους, διὰ πολέμου δ’ ἡλωκότας, Θεόπομπος ὁ κωμικὸς ἐπὶ τοῦ ἁπλῶς δούλου τίθησι. Φιλοκράτης δὲ καλεῖσθαί φησι τοὺς πενέστας καὶ Θετταλοικέτας. Βοιωτῶν τῶν τὴν Ἀρναίαν κατοικησάντων οἱ μὴ ἀπά‐ ραντες εἰς Βοιωτίαν, ἀλλ’ ἐμφιλοχωρήσαντες παρέδωκαν ἑαυτοὺς τοῖς Θεσσα‐
15λοῖς δουλεύειν καθ’ ὁμολογίαν, ἐφ’ ᾧ οὔτε ἐξάξουσιν αὐτοὺς ἐκ τῆς χώρας οὔτε ἀποκτενοῦσιν, αὐτοὶ δὲ τὴν χώραν αὐτοῖς ἐργαζόμενοι τὰς συντάξις ἀποδώσουσιν· οὗτοι οὖν κατὰ τὰς ὁμολογίας καταμείναντες καὶ παραδόντες ἑαυτοὺς ἐκλήθησαν τότε μὲν μενέσται, νῦν δὲ πενέσται. καὶ πολλοὶ τῶν κυρίων ἑαυτῶν εἰσιν εὐπορώτεροι. Εὐριπίδης δὲ ἐν Φρίξῳ λάτρις αὐτοὺς
20ὀνομάζει· λάτρις πενέστης ἁμὸς ἀρχαίων δόμων. Τίμαιος δ’ ὁ Ταυριμενίτης γράφει· καθόλου ᾐτιῶντο τὸν Ἀριστοτέλη διημαρτηκέναι τῶν Λοκρικῶν ἐθῶν· οὐδὲ γὰρ κεκτῆσθαι νόμον εἶναι τοῖς Λοκροῖς ὁμοίως οὐδὲ Φωκεῦσιν οὔτε θεραπαίνας οὔτε οἰκέτας πλὴν ἐγγὺς τῶν χρόνων, ἀλλὰ πρώτῃ τῇ Φιλομή‐ λου γυναικὶ τοῦ καταλαβόντος Δελφοὺς δύο θεραπαίνας ἀκολουθῆσαι. παρα‐
25πλησίως δὲ καὶ Μνάσωνα τὸν Ἀριστοτέλους ἑταῖρον χιλίους οἰκέτας κτησάμενον διαβληθῆναι παρὰ τοῖς Φωκεῦσιν ὡς τοσούτους τῶν πολιτῶν τὴν ἀναγκαίαν τροφὴν ἀφῃρημένον. εἰθίσθαι γὰρ ἐν ταῖς οἰκίαις διακονεῖν τοὺς νεωτέρους τοῖς πρεσβυτέροις. Πλάτων δ’ ἐν ἕκτῳ Νόμων φησί· τὰ τῶν οἰκετῶν χαλεπὰ πάντῃ. οὐ γὰρ ὑγιὲς οὐδὲν ψυχῆς δούλης· οὐ δεῖ γὰρ οὐδὲν
30ὑγιὲς πιστεύειν αὐτοῖς τὸν νοῦν κεκτημένον. ὁ δὲ σοφώτατος τῶν ποιητῶν φησιν· ἥμισυ γάρ τε νόου ἀπαμείρεται εὐρύοπα Ζεὺς ἀνδρῶν, οὓς ἂν δὴ κατὰ δούλιον ἦμαρ ἕλῃσι. χαλεπὸν οὖν τὸ κτῆμα ἔργῳ πολλάκις ἐπι‐ δέδεικται περί τε τὰς Μεσσηνίων συχνὰς ἀποστάσεις καὶ περὶ τὰς τῶν ἐκ μιᾶς φωνῆς πολλοὺς οἰκέτας κτωμένων πόλεις ὅσα κακὰ συμβαίνει.
35πρὸς ἅ τις ἅπαντα βλέψας διαπορήσειε τί χρὴ δρᾶν περὶ ἁπάντων τῶν τοιούτων. δύο δὴ λείπεσθαι μηχανάς, μὴ πατριώτας ἀλλήλων εἶναι τοὺς μέλλοντας δουλεύσειν ἀσυμφώνους τε ὅτι μάλιστα εἰς δύναμιν, τρέφειν
δ’ αὐτοὺς ὀρθῶς μὴ μόνον ἐκείνων ἕνεκα, πλέον δ’ ἑαυτῶν προτιμῶντας109 in vol. 2.1

2,1

110

ὑβρίζειν τε ἥκιστα εἰς αὐτούς. κολάζειν δὲ ἐν δίκῃ δούλους δεῖ καὶ μὴ νουθετοῦντας ὡς ἐλευθέρους θρύπτεσθαι ποιεῖν, τὴν δὲ οἰκέτου πρόσρησιν χρὴ σχεδὸν ἐπίταξιν πᾶσαν γίνεσθαι, μὴ προσπαίζοντας μηδαμῇ μηδαμῶς οἰκέταις, μήτ’ οὖν θηλείαις μήτ’ ἄρρεσιν· ἃ δὴ πρὸς δούλους φιλοῦσι
5πολλοὶ σφόδρα ἀνοήτως θρύπτοντες χαλεπώτερον ἀπεργάζεσθαι τὸν βίον ἐκείνοις τε ἄρχεσθαι καὶ ἑαυτοῖς ἄρχειν. ὅτι πρῶτοι Ἑλλήνων Χῖοι ἀργυ‐ ρωνήτοις ἐχρήσαντο δούλοις μετὰ Θετταλοὺς καὶ Λακεδαιμονίους, ὥς φησι Θεόπομπος. Λακεδαιμόνιοι μὲν καὶ Θεταλλοὶ κατασκευασάμενοι τὴν δουλείαν ἐκ τῶν Ἑλλήνων τῶν οἰκούντων πρότερον τὴν χώραν ἣν ἐκεῖνοι νῦν ἔχουσιν,
10οἱ μὲν Ἀχαίων, Θετταλοὶ δὲ Περαιβῶν καὶ Μαγνήτων, καὶ προσηγόρευσαν τοὺς καταδουλωθέντας οἳ μὲν εἵλωτας, οἳ δὲ πενέστας. Χῖοι δὲ βαρβάρους κέκτηνται τοὺς οἰκέτας καὶ τιμὴν αὐτῶν καταβάλλοντες. ἐγὼ δέ, φησὶν ὁ ῥήτωρ οὗτος, ἡγοῦμαι Χίοις διὰ τοῦτο νεμεσῆσαι τὸ δαιμόνιον. χρόνοις γὰρ ὕστε‐ ρον ἐξεπολεμήθησαν διὰ δούλους. Νυμφόδωρος γοῦν τάδ’ ἱστορεῖ περὶ αὐτῶν·
15τῶν Χίων οἱ δοῦλοι ἀποδιδράσκουσιν αὐτοὺς καὶ εἰς τὰ ὄρη ὁρμώμενοι τὰς ἀγροικίας ἑαυτῶν κακοποιοῦσι πολλοὶ συναθροισθέντες· ἡ γὰρ νῆσος αὐτοῖς ἐστι τραχεῖα καὶ κατάδενδρος. μικρὸν δὲ πρὸ ἡμῶν οἰκέτην τινὰ μυθολο‐ γοῦσιν οἱ Χῖοι ἀποδράντα ἐν τοῖς ὄρεσι τὰς διατριβὰς ποιεῖσθαι. ἀνδρεῖον δέ τινα ὄντα καὶ τὰ πολέμια τῶν δραπετῶν ἀφηγεῖσθαι ὡς ἂν βασιλέα
20στρατεύματος καὶ πολλάκις τῶν Χίων ἐπιστρατευσάντων ἐπ’ αὐτὸν καὶ οὐδὲν ἀνύσαι δυναμένων, ἐπεὶ αὐτοὺς ἑώρα μάτην ἀπολλομένους ὁ Δριμακός, τοῦτο γὰρ ἦν ὄνομα τῷ δραπέτῃ, λέγει πρὸς αὐτοὺς τάδε· ὑμῖν, ὦ Χῖοι τε καὶ κύριοι, τὸ μὲν γινόμενον πρᾶγμα παρὰ τῶν οἰκετῶν οὐδέποτε μὴ παύσηται· πῶς γάρ, ὁπότε κατὰ χρησμὸν γίνεται θεοῦ δόντος; ἀλλ’ ἐὰν
25ἐμοὶ πεισθήσεσθε καὶ ἐᾶτε ἡμᾶς ἡσυχίαν ἄγειν, ἐγὼ ὑμῖν ἔσομαι πολλῶν ἀγαθῶν ἀρχηγός. σπεισαμένων οὖν τῶν Χίων πρὸς αὐτὸν καὶ ἀνοχὰς ποιη‐ σαμένων χρόνον τινὰ κατασκευάζεται μέτρα καὶ σταθμὰ καὶ σφραγῖδα ἰδίαν. καὶ δείξας τοῖς Χίοις εἶπε δίοτι λήψομαι ὅταν παρά τινος ὑμῶν λαμβάνω τούτοις τοῖς μέτροις καὶ στάθμοις, καὶ λαβὼν τὰ ἱκανὰ ταύτῃ
30τῇ σφραγῖδι τὰ ταμεία σφραγισάμενος καταλείψω. τοὺς δ’ ἀποδιδράσ‐ κοντας ὑμῶν δούλους ἀνακρίνας τὴν αἰτίαν, ἐὰν μέν μοι δοκῶσιν ἀνήκεστόν τι παθόντες ἀποδεδρακέναι, ἕξω μετ’ ἐμαυτοῦ, ἐὰν δὲ μηδὲν λέγωσι δίκαιον, ἀποπέμψω πρὸς τοὺς δεσπότας. ὁρῶντες οὖν οἱ λοιποὶ οἰκέται τοὺς Χίους ἡδέως τὸ πρᾶγμα προσδεξαμένους πολλῷ ἔλαττον ἀπεδίδρασκον
35φοβούμενοι τὴν ἐκείνου κρίσιν· καὶ οἱ ὄντες δὲ μετ’ αὐτοῦ δραπέται πολὺ μᾶλλον ἐφοβοῦντο ἐκεῖνον ἢ τοὺς ἰδίους αὐτῶν δεσπότας καὶ πάντ’ αὐτῷ τὰ δέοντ’ ἐποίουν, πειθαρχοῦντες ὡς ἂν στρατηγῷ. ἐτιμωρεῖτό τε γὰρ
τοὺς ἀτακτοῦντας καὶ οὐδενὶ ἐπέτρεπε συλᾶν ἀγρὸν οὐδ’ ἄλλο ἀδικεῖν110 in vol. 2.1

2,1

111

οὐδὲ ἓν ἄνευ τῆς αὐτοῦ γνώμης, ἐλάμβανε δὲ ταῖς ἑορταῖς ἐπιπορευόμενος ἐκ τῶν ἀγρῶν οἶνον καὶ ἱερεῖα τὰ καλῶς ἔχοντα ὅσα δ’ ἂν αὐτοῖς δοίησαν οἱ κύριοι καὶ εἴ τινα αἴσθοιτο ἑαυτῷ ἐπιβουλεύοντα (ἐκήρυξε γὰρ ἡ πόλις χρήματα πολλὰ δώσειν τῷ αὐτὸν λαβόντι ἢ τὴν κεφαλὴν κομίσαντι)
5ἐτιμωρεῖτο οὗτος. πρεσβύτερος γενόμενος καλέσας τὸν ἐρώμενον τὸν ἑαυτοῦ λέγει αὐτῷ ὅτι ἐγώ σε πάντων ἀνθρώπων ἠγάπησα μάλιστα καὶ σύ μοι εἶ καὶ παῖς καὶ υἱὸς καὶ τὰ ἄλλα πάντα· ἐμοὶ μὲν οὖν χρόνος ἱκανὸς βεβίωται, σὺ δὲ νέος εἶ καὶ ἀκμὴν ἔχεις τοῦ ζῆν. τί οὖν ἐστίν; ἄνδρα σε δεῖ γενέσθαι καλόν τε καὶ ἀγαθόν· ἐπεὶ γὰρ ἡ πόλις τῶν Χίων δίδωσι
10τῷ ἐμὲ ἀποκτείναντι χρήματα πολλὰ καὶ ἐλευθερίαν ὑποσχνεῖται, δεῖ σε ἀφελόντα μου τὴν κεφαλὴν εἰς Χίον ἀπενεγκεῖν καὶ λαβόντα παρὰ τῆς πόλεως τὰ χρήματα εὐδαιμονεῖν. ἀντιλέγοντος δὲ τοῦ νεανίου πείθει αὐτὸν τοῦτο ποιῆσαι. καὶ ὃς ἀφελόμενος αὐτοῦ τὴν κεφαλὴν λαμβάνει παρὰ τῶν Χίων τὰ ἐπικηρυχθέντα χρήματα καὶ θάψας τὸ σῶμα τοῦ
15δραπέτου εἰς τὴν ἰδίαν ἐχώρησε. καὶ οἱ Χῖοι πάλιν ὑπὸ τῶν οἰκετῶν ἀδι‐ κούμενοι καὶ διαρπαζόμενοι μνησθέντες τῆς τοῦ τετελευτήκοτος ἐπιεικείας ἡρῷον ἱδρύσαντο κατὰ τὴν χώραν καὶ ἐπωνόμασαν ἥρωος εὐμενοῦς. καὶ αὐτῷ ἔτι καὶ νῦν οἱ δραπέται ἀποφέρουσιν ἀπαρχὰς πάντων ὧν ὑφέλωνται. φασὶ δὲ καὶ καθ’ ὕπνους ἐπιφαινόμενον πολλοῖς τῶν Χίων προσημαίνειν
20οἰκετῶν ἐπιβουλάς· καὶ οἷς ἂν ἐπεφάνη οὗτοι θύουσιν αὐτῷ ἐλθόντες ἐπὶ τὸν τόπον οὗ τὸ ἡρῷόν ἐστιν αὐτοῦ. Νικόλαος δ’ ὁ περιπατητικὸς καὶ Πο‐ σειδώνιος ὁ στωικός φασι τοὺς Χίους ἐξανδραποδισθέντας ὑπὸ Μιθριδάτου τοῦ Καππάδοκος παραδοθῆναι τοῖς ἰδίοις δούλοις δεδεμένους, ἵν’ εἰς τὴν Κόλχων γῆν κατοικισθῶσιν· οὕτως αὐτοῖς τὸ δαιμόνιον ἐμήνισε πρώτοις
25χρησαμένοις ὠνητοῖς ἀνδραπόδοις τῶν πολλῶν αὐτουργῶν ὄντων κατὰ τὰς διακονίας. μήποτ’ οὖν διὰ ταῦτα καὶ ἡ παροιμία Χῖος δεσπότην ὠνήσατο παρ’ Εὐπόλιδι. Ἀθηναῖοι δὲ καὶ τῆς τῶν δούλων προνοοῦντες τύχης ἐνο‐ μηθέτησαν καὶ ὑπὲρ δούλων γραφὰς ὕβρεως εἶναι. Ὑπερίδης γοῦν ἐν τῷ κατὰ Μαντιθέου αἰκίας φησίν· ἔθεσαν οὐ μόνον ὑπὲρ τῶν ἐλευθέρων, ἀλλὰ
30καὶ ἐάν τις εἰς δούλου σῶμα ὑβρίσῃ, γραφὰς εἶναι κατὰ τοῦ ὑβρίσαντος. τὰ ὁμοῖα εἴρηκε καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. Μάλακος ἱστορεῖ ὡς τὴν Ἔφεσον δοῦλοι τῶν Σαμίων ᾤκησαν χίλιοι τὸν ἀριθμὸν ὄντες, οἳ καὶ τὸ πρῶτον ἀποστάντες εἰς τὸ ἐν τῇ νήσῳ ὄρος κακὰ πολλὰ ἐποίουν τοὺς Σαμίους· ἔτει δὲ ἕκτῳ μετὰ ταῦτα ἐκ μαντείας οἱ Σάμιοι ἐσπεί‐
35σαντο τοῖς οἰκέταις ἐπὶ συνθήκαις καὶ ἁθρόοι ἐξελθόντες τῆς νήσου ἐκ‐ πλεύσαντες κατέσχον τὴν Ἔφεσον. καὶ οἱ Ἐφέσιοι ἐκ τούτων ἐγένοντο. ὅτι διαφέρειν φησὶ Χρύσιππος δοῦλον οἰκέτου τῷ τοὺς ἀπελευθέρους μὲν
δούλους ἔτι εἶναι, οἰκέτας δὲ τοὺς μὴ τῆς κτήσεως ἀφειμένους. ὁ γὰρ οἰ‐111 in vol. 2.1

2,1

112

κέτης, φησί, δοῦλός ἐστι κατατεταγμένος κτήσει. καλοῦνται δ’ οἱ δοῦλοι, ὡς μὲν Κλείταρχος ἐν γλώσσαις φησίν, ἄζοι, θεράποντες, ἀκόλουθοι, ὑπηρέται, πάλμονες, λάτρις. Ἀμερίας δὲ ἑρκίτας φησὶ καλεῖσθαι τοὺς κατὰ τοὺς ἀγροὺς οἰκέτας. Ἕρμων δὲ ἐν Κρητικαῖς Γλώσσαις μνώτας τοὺς εὐγενεῖς
5οἰκέτας. Σέλευκος δ’ ἄζους τὰς θεραπαίνας καὶ τοὺς θεράποντας, ἀπο‐ φράσην δὲ τὴν δούλην καὶ βολίζην, σίνδρωνα δὲ τὸν δουλέκδουλον, ἀμφί‐ πολον δὲ τὴν περὶ τὴν δέσποιναν θεράπαιναν, πρόπολον δὲ τὴν προπορευο‐ μένην. Πρόξενος δὲ χαλκίδας παρὰ Λάκωσι τὰς θεραπαίνας. Ἴων δ’ ὁ Χῖος τὸν οἰκέτην ἐπὶ δούλου τέθεικε εἰπών· δόμον, οἰκέτα, κλεῖσον ὑπόπτερος
10μή τις ἔλθῃ βροτῶν. Ἀχαῖος δέ φησιν· ὡς εὔοικος ἦν, ἰδίως λέγων ὡς χρηστὸς εἰς τοὺς δούλους ἐστὶ καὶ τοὺς οἰκέτας· ὅτι δὲ οἰκέτης ἐστὶν ὁ κατὰ τὴν οἰκίαν διατρίβων κἂν ἐλεύθερος ᾖ, κοινόν. Κρατῖνός φησι περὶ τοῦ ἀρχαίου βίου ὅτε οὐκ ἦν δούλων χρεία· οἷς δὴ βασιλεὺς Κρόνος ἦν τὸ παλαιόν, ὅτε τοῖς ἄρτοις ἠστραγάλιζον, μάζαι δ’ ἐν
15ταῖσι παλαίστραις Αἰγιναῖαι κατεβέβληντο δρυπεπεῖς βώλοις τε κομῶσαι. παρὰ δὲ Κράτητι εἰπών τις δοῦλον οὐδὲ εἷς κεκτήσεται οὐδὲ δούλην, ἀλλ’ αὐτὸς αὐτῷ δῆτ’ ἀνὴρ γέρων διακονήσει, ἐπάγει· τράπεζα αὐτὴ παρασκεύαζε σαυτήν. μάττε θυλακίσκε. ἔγχει κύαθε. ποὖσθ’ ἡ κύλιξ; νίζε σεαυτήν. ἀνά‐ βαινε μᾶζα. τὴν χύτραν χρὴ ἐξᾶραι τὰ τεῦτλα. ἰχθὺ βάδιζε. ἀλλ’
20οὐδέπω τἀπὶ θάτερ’ ὀπτός εἰμί. οὐκοῦν μεταστρέψας σεαυτὸν ἄλειφε. εἶτ’ ἐπάγει ὅτι τὰ θερμὰ λουτρὰ ἑκάστῳ ῥεύσετ’ εἰς τὴν πυελόν, ἐρεῖ δέ θ’ ὕδωρ ἀνάχαιτε. ἐπειτ’ ἀλάβαστος εὐθέως ἥξει μύρου αὐτόματος ὁ σπόγγος τε καὶ τὰ σάνδαλα. βέλτιον δὲ τούτων Τηλεκλείδης φησί· λέξω τοίνυν βίον ἐξ ἀρχῆς ὃν ἐγὼ τοῖς θνητοῖσι παρεῖχον· εἰρήνη μὲν πρῶτον ἦν ἁπάντων ὥσπερ
25ὕδωρ κατὰ χειρός. ἡ γῆ δ’ ἔφερ’ οὐ δέος οὐδὲ νόσους, ἀλλ’ αὐτόματ’ ἦν τὰ δέοντα· οἴνῳ γὰρ ἅπας’ ἔρρει χαράδρα, μᾶζαι δ’ ἄρτοις ἐμάχοντο περὶ τοῖς στόμασι τῶν ἀνθρώπων ἱκετεύουσαι καταπίνειν, εἴ τι φιλοῖεν τὰς λευκό‐ τατας. οἱ δ’ ἰχθύες οἴκαδ’ ἴοντες ἐξοπτῶντες σφᾶς αὐτοὺς ἂν παρέκειντ’ ἐπὶ ταῖσι τραπέζαις. ζωμοῦ δ’ ἔρρει παρὰ τὰς κλίνας ποταμὸς κρέα θερμὰ
30κυλίνδων· ὑποτριμματίων δ’ ὀχετοὶ τούτων τοῖς βουλομένοις παρῆσαν, ὥστ’ ἀφθονία τὴν ἔνθεσιν ἦν ἄρδονθ’ ἁπαλὴν καταπίνειν. ὀπταὶ δὲ κίχλαι μετ’ ἀμητίσκων εἰς τὸν φάρυγγ’ εἰσεπέτοντο· τῶν δὲ πλακούντων ὠστιζομένων περὶ τὴν γνάθον ἦν ἀλαλητός. μήτρας δὲ τόμοις καὶ χναυματίοις οἱ παῖδες ἂν ἐστραγάλιζον. οἱ δ’ ἄνθρωποι πίονες ἦσαν τότε καὶ μέγα χρῆμα γιγάντων.
35ὁ δὲ Ἀττικώτατος Φερεκράτης αὐτουργοὺς ἡμᾶς εἶναι καὶ αὐτὸς ἐθίζων καὶ λόγοις εὐωχῶν φησι· πλούτῳ δ’ ἐκεῖν’ ἦν πάντα συμπεφύρμενα, ποταμοὶ μὲν ἀθάρης καὶ μελάνος ζωμοῦ πλέοι διὰ τῶν στενωπῶν τονθο‐
λυγοῦντες ἐρρέον αὐταῖσι μυστίλαισι καὶ ναστῶν τρύφη, ὥστε τὴν ἔνθεσιν112 in vol. 2.1

2,1

113

χωρεῖν λιπαρὰν κατὰ τοῦ λάρυγγος τοῖς νεκροῖς. φυσκαὶ δὲ καὶ ζέοντες ἀλλάντων τόμοι παρὰ τοῖς ποτάμοις σίζοντες ἐκέχυντ’ ἀντ’ ὀστράκων. καὶ μὴν παρῆν τεμάχη μὲν ἐξωπτημένα, καταχυσματίοισι παντοδαποῖς εὐτρεπῆ· σχελίδες δ’ ὁλόκνημοι πλησίον τακερώταται ἐπὶ πινακίσκοις
5καὶ δίεφθ’ ἀκροκωλία ἥδιστον ἀτμίζοντα καὶ χόλικες βοὸς καὶ πλευρὰ δελφάκεια ἐπεξανθισμένα χναυρότατα παρέκειτ’ ἐπ’ ἀμύλοις καθήμενα. παρῆν δὲ χόνδρος γαλακτὶ κατανενιμμένος ἐν καταχύτλοις λεκάναισιν. ὀπταὶ δὲ κίχλαι ἀνάβραστοι ἠρτυμέναι περὶ τὸ στόμ’ ἐπέτοντο ἀντιβολοῦσαι καταπιεῖν, ὑπὸ μυρρίναισι κἀνεμώναις κεχυμέναι. τὰ δὲ μῆλ’ ἐκρέμαντο
10τὰ καλὰ τῶν καλῶν ἰδεῖν ὑπὲρ κεφαλῆς, ἐξ οὐδενὸς πεφυκότα· κόραι δ’ ἐν ἀμπεχόναις τριχάπτοις ἀρτίως ἡβυλλιῶσαι καὶ τὰ ῥόδα κεκαρμέναι πλή‐ ρεις κύλικας οἴνου μέλανος ἀνθοσμίου ἤντλουν διὰ χώνης τοῖσι βουλομέ‐ νοισι πιεῖν. καὶ τῶνδ’ ἕκαστος εἰ φάγοι τις ἢ πίοι, διπλάσι’ ἐγίνετ’ εὐθὺς ἐξ ἀρχῆς πάλιν. καὶ ἑξῆς. αὐτόματοι διὰ τῶν τριόδων ποταμοὶ λιπαροῖς
15ἐπιπάστοις ζωμοῦ μέλανος καὶ Ἀχιλλείοις μάζαις κοχυδοῦντες ἐπιβλὺξ ἀπὸ τῶν πηγῶν τῶν τοῦ Πλούτου ῥεύσονται σφῶν αὐτῶν ἀρύτεσθαι. ὁ Ζεὺς δ’ ὕων οἰνῷ καπνίᾳ κατὰ τοῦ κεράμου βαλανεύσει, ἀπὸ δὲ τῶν τεγῶν ὀχετοὶ βοτρύων μετ’ ἀμητίσκων καὶ ναστίσκων πολυτύρων ὀχετεύσονται θερμοὶ σὺν ἔτνει· τὰ δὲ δένδρη τἀν τοῖς ὄρεσι χορδαῖς ὀπταῖς ἐριφείοις
20φυλλοροήσει καὶ τευθιδίοις ἁπαλοῖς κίχλαις τ’ ἀναβράστοις. Νικοφῶν δέ που φησὶν ἐν ἀδιδάκτῳ δράματι αὐτοῦ Σειρῆσι τάδε· νειφέτω μὲν ἀλφίτοισι, ψακαζέτω δὲ ἄρτοισιν, ὑέτω δ’ ἔτνει, ζωμὸς διὰ τῶν ὁδῶν κυλιν‐ δείτω κρέα, πλακοῦς ἑαυτὸν ἐσθίειν κελευέτω. καὶ Μεταγένης ἐν Θουριο‐ πέρσαις ἀδιδάκτῳ καὶ αὐτῷ· ὁ μὲν ποταμὸς ὁ Κρᾶθις ἡμῖν καταφέρει
25μάζας μεγίστας αὐτομάτας μεμαγμένας, ὁ δ’ ἕτερός γε, ὁ Σύβαρις καλού‐ μενος ποταμός, ὠθεῖ κῦμα ναστῶν καὶ κρεῶν ἑφθῶν τε βατίδων. τὰ δὲ μικρὰ ταυτὶ ποτάμια ἓν μὲν ἐντεῦθεν ῥέει τευθίσιν ὀπταῖς καὶ φάγροις καὶ καράβοις, ἐντευθενὶ δ’ ἀλλᾶσι καὶ περικόμμασιν. δαιταλεῖς καλοῦσι τοὺς δαιτυμόνας. ποταμούς, φησί, διαπερανάμενος ἀμβροσίας καὶ νέκταρος
30πιναλέος γεγένημαι λόγους αὐτὸ μόνον καταβροχθίσας. παυσάμενοί ποτε τῆς ἀπεραντολογίας κατὰ τὸν Παιανιέα τοιούτων τινῶν μεταλάβωμεν ἃ μήτ’ ἰσχὺν ἐντίθησι μήτ’ ἀποθνῄσκειν ἐᾷ· ἐν κενῇ γὰρ γαστρὶ τῶν καλῶν ἔρως οὐκ ἔστι· πεινῶσι γὰρ ἡ Κύπρις πικρά, φησὶν Ἀχαιός, παρ’ οὗ ὁ σοφὸς Εὐριπίδης φησίν· ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶντι δ’ οὔ.
35τροφὴ ψυχῆς λόγοι καλοί. ἂν ἐκφατνισματά τινα ἀρτῶν ἔχῃς, δὸς τοῖς κύσιν. ὅτι τῶν σοφιστῶν τις πληθύουσαν ἀγορὰν τὴν τῶν δειξέων ὥραν ἐκάλει καὶ αὐτὸν οἱ πολλοὶ διὰ τοῦτο Πληθαγόραν ὠνόμαζον. εἰ λογαρία
δειπνοῦμεν, μικρὰς τίθημι ξυμβολὰς ἀκροώμενος, κατὰ τὸν Μένανδρον.113 in vol. 2.1

2,1

114

πεινῶντι ἀνδρὶ μᾶζα τιμιωτέρα χρύσου τε καὶ ἐλέφαντος, φησὶν ὁ Ἐρετριεὺς Ἀχαιός. ἐπιστραφείς φησιν ὁ Κύνουλμος καὶ θεασάμενος πλῆθος ἰχθύων τύψας τῇ χειρὶ τὸ προσκεφάλαιον ἀνέκραγε· τέτλαθι δὴ πενίη, καὶ ἀνάσχεο μωρολογούντων· ὄψων γὰρ πλῆθός σε δαμᾷ καὶ λιμὸς ἀτερπής. ἐγὼ γὰρ
5ἤδη ὑπὸ τῆς ἐνδείας οὐ διθυράμβους φθέγγομαι κατὰ τὸν Σωκράτην, ἀλλ’ ἤδη καὶ ἔπη· λιμῶδες γὰρ ὄντως ἡ ῥαψωδία. οὐδεὶς σοὐστὶ τῶν πλου‐ τούντων, μὰ τὸν Ἥφαιστον, προσόμοιος, καλλιτράπεζος καὶ βουλόμενος λιπαρὸν ψωμὸν καταπίνειν, φησὶν Ἀμειψίας. εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ δείπνου, φησὶ Μεταγένης ὁ κωμικός.
10 συμβαλοῦμαί τι καὶ αὐτὸς μέλος εἰς ἔρωτά σοι. καὶ Κάρες τοῖς Λέλεξι δούλοις ἐχρήσαντο. ὡς δὲ Φύλαρχός φησι· καὶ Βυζάντιοι οὕτω Βιθυνῶν ἐδέσποσαν ὡς Λακεδαιμόνιοι εἱλώτων. ἱστορεῖ Θεόπομπος ὅτι ἀποθανόντων πολλῶν Λακεδαιμονίων ἐν τῷ πρὸς Μεσσηνίους πολέμῳ οἱ περιλειφθέντες εὐλαβηθέντες μὴ καταφανεῖς γένωνται τοῖς ἐχθροῖς ἐρημωθέντες ἀνεβίβασαν
15τῶν εἱλώτων ἐφ’ ἑκάστην στιβάδα τῶν τετελευτηκότων τινάς· οὓς καὶ πολί‐ τας ὕστερον ποιήσαντες προσηγόρευσαν ἐπευνάκτους, ὅτι κατετάχθησαν ἀντὶ τῶν τετελευτηκότων εἰς τὰς στιβάδας. ἱστορεῖ δὲ καὶ παρὰ Συκυωνίοις αὐτός τε καὶ Μέναιχμος κατανακοφόρους καλεῖσθαι δούλους τινὰς παραπλησίους ὄντας τοῖς ἐπευνάκτοις. ἱστορεῖ δὲ Θεόπομπος καὶ Ἀρκάδας κεκτῆσθαι
20προσπελατῶν ὥσπερ εἱλώτων τριάκοντα μυριάδας. Φύλαρχός φησιν· εἰσὶν οἱ μόθακες καλούμενοι παρὰ Λακεδαιμονίοις σύντροφοι τῶν Λακεδαιμονίων. ἕκαστος γὰρ τῶν πολιτικῶν παίδων, ὡς ἂν καὶ τὰ ἴδια ἐκποιῶσιν, οἳ μὲν ἕνα, οἳ δὲ δύο, τινὲς δὲ πλείους ποιοῦνται συντρόφους αὐτῶν. εἰσὶν οὖν οἱ μόθακες ἐλεύθεροι μέν, οὐ μὴν Λακεδαιμόνιοι, μετέχουσι δὲ τῆς παιδείας
25πάσης. τούτων ἕνα φασὶ γενέσθαι καὶ Λύσανδρον τὸν καταναυμαχήσαντα τοὺς Ἀθηναίους πολίτην γενόμενον δι’ ἀνδραγαθίαν. Μύρων δὲ ὁ Πριηνεὺς πολλάκις, φησίν, ἠλευθέρωσαν Λακεδαιμόνιοι δούλους καὶ οὓς μὲν ἀφέτας ἐκάλεσαν, οὓς δὲ ἀδεσπότους, οὓς δὲ ἐρυκτήρας, δεσποσιοναύτας δ’ ἄλλους, οὓς εἰς τοὺς στόλους κατέτασσον, ἄλλους δὲ νεοδαμώδεις ἑτέρους ὄντας
30τῶν εἱλώτων. Θεόπομπος δέ φησι· τὸ δὲ τῶν εἱλώτων ἔθνος παντάπασιν ὠμῶς διάκειται καὶ πικρῶς· εἰσὶ γὰρ οὗτοι καταδεδουλωμένοι πολὺν ἤδη χρόνον ὑπὸ τῶν Σπαρτιατῶν, οἳ μὲν αὐτῶν ἐκ Μεσσήνης ὄντες, οἳ δ’ Ἐλεάται κατοικοῦντες πρότερον τὸ καλούμενον Ἕλος τῆς Λακωνικῆς. Τιμαῖος δ’ ὁ Ταυρομενείτης, ὃν ὁ Καλλιμάχειος Ἴστρος ἐν ταῖς πρὸς αὐτὸν ἀντιγραφαῖς†
35εἰπὼν ὅτι Μνάσων ὁ Φωκεὺς πλείους ἐκέκτητο δούλους τῶν χιλίων, καὶ αὖθις οὕτως εὐδαιμονῆσαι τὴν Κορινθίων πόλιν ὡς κτήσασθαι δούλων μυριάδας ἓξ καὶ τεσσαράκοντα· δι’ ἃς ἡγοῦμαι καὶ τὴν Πυθίαν κεκληκέναι αὐτοὺς
χοινοκομέτρας. ἐκλαθόμενος ἑαυτοῦ οὐκ εἶναι ἔφη που σύνηθες τοῖς114 in vol. 2.1

2,1

115

Ἕλλησιν δούλους κτᾶσθαι. ὅτι Κτησικλῆς φησιν ἐν τρίτῃ καὶ δεκάτῃ πρὸς ταῖς ἑκατὸν Ὀλυμπιάδι Ἀθήνησιν ἐξέτασμον γενέσθαι ὑπὸ Δημητρίου τοῦ Φαληρέως τῶν κατοικούντων τὴν Ἀττικὴν καὶ εὑρεθῆναι Ἀθηναίους μὲν δισμυρίους πρὸς τοῖς χιλίοις, μετοίκους δὲ μυρίους, οἰκετῶν δὲ μυριάδας μʹ.
5Νικίας ὁ Νικηράτου, ὡς ὁ καλὸς ἔφη Ξενοφῶν ἐν τῷ περὶ πορῶν, χιλίους ἔχων οἰκέτας ἐμίσθωσεν αὐτοὺς εἰς τὰ ἀργύρεια Σωσίᾳ τῷ Θρᾳκὶ ἐφ’ ᾧ ὀβολὸν ἕκαστον τελεῖν τῆς ἡμέρας. Ἀριστοτέλης δὲ ἐν Αἰγινητῶν πολιτείᾳ καὶ παρὰ τούτοις φησὶ γενέσθαι ἑπτὰ καὶ τεσσαράκοντα μυριάδας δούλων. Ἀγαθαρχίδης δ’ ὁ Κνίδιος Δαρδανεῖς φησι δούλους κεκτῆσθαι τὸν μὲν
10χιλίους, τὸν δὲ καὶ πλείους· τούτων δ’ ἕκαστον ἐν μὲν εἰρήνῃ γεωργεῖν, ἐν πολέμῳ δὲ λοχίζεσθαι ἡγεμόνα νέμοντας τὸν ἴδιον δεσπότην. ὅτι Ῥωμαίων ἕκαστος πλείστους ὅσους κεκτημένος οἰκέτας· καὶ γὰρ μυρίους καὶ δισ‐ μυρίους καὶ ἔτι πλείους πάμπολλοι κέκτηνται, οὐκ ἐπὶ προσόδοις, ὡς ὁ τῶν Ἑλλήνων ζάπλουτος Νικίας, ἀλλ’ οἱ πλείους τῶν Ῥωμαίων συμπροιόντας
15ἔχουσι τοὺς πλείστους. καὶ αἱ πολλαὶ δὲ Ἀττικαὶ μυριάδες τῶν οἰκετῶν δεδεμέναι εἰργάζοντο τὰ μέταλλα· Ποσειδώνιος γοῦν καὶ ἀποστάντας φησὶν αὐτοὺς καταφονεῦσαι μὲν τοὺς ἐπὶ τῶν μετάλλων φύλακας, καταλαβέσθαι δὲ τὴν ἐπὶ Σουνίῳ ἀκρόπολιν καὶ ἐπὶ πολὺν χρόνον πορθῆσαι τὴν Ἀττικήν. οὗτος δ’ ἦν ὁ καιρὸς ὅτε καὶ ἐν Σικελίᾳ ἡ δευτέρα τῶν δούλων ἐπανάστασις
20ἐγένετο· πολλαὶ δὲ αὐταὶ ἐγένοντο, καὶ ἀπώλοντο οἰκετῶν ὑπὲρ τὰς ἑκατὸν μυριάδας. ὅτι Σπάρτακος ὁ μονομάχος ἐκ Καπύης πόλεως Ἰταλίας ἀποδρὰς πολὺ πλῆθος ἀποστήσας οἰκετῶν, ἦν δὲ καὶ αὐτὸς οἰκέτης, Θρᾷξ τὸ γένος, κατέδραμε πᾶσαν Ἰταλίαν χρόνον οὐκ ὀλίγον πολλῶν δούλων καθ’ ἑκάστην ἡμέραν συρρεόντων ὡς αὐτόν· καὶ εἰ μὴ ἀπέθανεν ἐν τῇ
25πρὸς Λικίννιον Κράσσον παρατάξει οὐ τὸν τυχόντα ἄν, φησίν, ἱδρῶτα τοῖς ἡμεδαποῖς παρεσχήκει. ὅτι περὶ τῶν δουλικῶν πολέμων σύγγραμμα ἐκδέδωκε Καικίλιος ὁ ῥήτωρ ὁ ἀπὸ Καλῆς ἀκτῆς. σώφρονες ἦσαν καὶ πάντα ἄριστοι οἱ ἀρχαῖοι Ῥωμαῖοι· Σκηπίων γοῦν ὁ Ἀφρικανὸς ἐπικλῆν ἐκπεμπόμενος ὑπὸ τῆς συγκλήτου ἐπὶ τὸ καταστήσασθαι τὰς κατὰ τὴν
30οἰκουμένην βασιλείας, ἵνα τοῖς προσήκουσιν ἐγχειρισθῶσιν, πέντε μόνους ἐπήγετο οἰκέτας καὶ ἑνὸς ἀποθάνοντος κατὰ τὴν ὁδοιπορίαν ἐπέστειλε τοῖς οἰκείοις ἄλλον ἀντ’ ἐκείνου πριαμένους πέμψαι αὐτῷ. Ἰούλιος δὲ Καῖσαρ ὁ πρῶτος πάντων ἀνθρώπων περαιωθεὶς ἐπὶ τὰς βρεττανίδας νήσους μετὰ χιλίων σκαφῶν τρεῖς οἰκέτας τοὺς πάντας συνεπήγετο,
35ὡς Κόττας ἱστορεῖ ὁ τότε ὑποστρατηγῶν αὐτῷ ἐν τῷ περὶ τῆς Ῥωμαίων πολιτείας συγγράμματι, ὃ τῇ πατρίῳ, φησίν, ἡμῶν γέγραπται φωνῇ· ἀλλ’ οὐ Σμινδυρίδης ὁ Συβαρίτης τοιοῦτος, ὦ Ἕλληνες, ὃς ἐπὶ τὸν Ἀγα‐
ρόστης τῆς Κλεισθένους θυγατρὸς γάμον ὑπὸ χλιδῆς καὶ τρυφῆς χιλίους115 in vol. 2.1

2,1

116

συνεπήγετο οἰκέτας, ἁλιεῖς καὶ ὀρνιθευτὰς καὶ μαγείρους. οὗτος ἐνδείξασθαι βουλόμενος ὡς εὐδαιμόνως ἔζη, ὡς ἱστορεῖ Χαμαιλέων ὁ Ποντικὸς ἐν τῷ περὶ ἡδονῆς, τὸ δ’ αὐτὸ βιβλίον καὶ ὡς Θεοφράστου φέρεται, οὐκ ἔφη τὸν ἥλιον ἐτῶν εἴκοσιν οὔτ’ ἀνατέλλοντα οὔτε δυόμενον ἑωρακέναι. καὶ
5τοῦτ’ ἦν αὐτῷ μέγα καὶ θαυμαστὸν πρὸς εὐδαιμονίαν. οὗτος, ὡς ἔοικε, πρωὶ μὲν ἐκάθευδεν, ὀψὲ δ’ ἀνίστατο, κατ’ ἀμφότερα δυστυχῶν. ὁ δὲ Ποντικὸς Ἑστιαῖος καλῶς ἐκαυχᾶτο μήτε ἀνατέλλοντα μήτε καταδυόμενον ποτὲ τὸν ἥλιον ἑωρακέναι διὰ τὸ παιδείᾳ παντὶ καιρῷ προσέχειν, ὡς ὁ Νικαεὺς Νικίας ἱστορεῖ. τί οὖν, οὐκ εἶχε καὶ Σκηπίων καὶ ὁ Καῖσαρ
10οἰκέτας; εἶχον, ἀλλ’ ἐφύλασσον τοὺς πατρίους νόμους καὶ κεκολασμένως ἔζων τηροῦντες τὰ τῆς πολιτείας ἔθη, συνετῶν γάρ ἐστιν ἀνδρῶν ἐμ‐ μένειν τοῖς παλαιοῖς ζηλώμασιν, δι’ ὧν στρατευόμενοι κατεστρέφοντο τοὺς ἄλλους, λαμβάνοντες ἅμα τοῖς δοριαλώτοις καὶ εἴ τι χρήσιμον καὶ καλὸν ὑπῆρχε παρ’ ἐκείνοις εἰς μίμησιν εἴ τι λείψανον καλῆς ἀσκήσεως, τὰ
15δ’ ἄχρηστα ἐκείνοις ἐῶντες, ὅπως μηδ’ εἰς ἀνάκτησιν ὧν ἀπέβαλον ἐλθεῖν ποτε δυνηθῶσιν. παρὰ γοῦν τῶν Ἑλλήνων μηχανὰς καὶ ὄργανα πολιορκη‐ τικὰ μαθόντες τούτοις αὐτῶν περιεγένοντο, Φοινίκων τε τὰ ναυτικὰ εὑρόντων. τούτοις αὐτοὺς κατεναυμάχησαν. ἔλαβον δὲ καὶ παρὰ Τυρρηνῶν τὴν στα‐ δίαν μάχην φαλαγγηδὸν ἐπιόντων, καὶ παρὰ Σαυνιτῶν θυρεοῦ χρῆσιν,
20παρὰ δὲ Ἰβήρων γαίσων, καὶ ἄλλα δὲ παρ’ ἄλλων μαθόντες ἄμεινον ἐπεξειργάσαντο· μιμησάμενοί τε κατὰ πᾶν τὴν Λακεδαιμονίων πολιτείαν διετήρησαν αὐτὴν μᾶλλον ἢ ἐκεῖνοι· νῦν δὲ τὴν ἐκλογὴν τῶν χρησίμων ποιούμενοι παρὰ τῶν ἐναντίων συναποφέρονται καὶ τὰ μοχθηρὰ ζηλώματα. πάτριος μὲν γὰρ ἦν αὐτοῖς, ὥς φησι Ποσειδώνιος, καρτερία καὶ λιτὴ
25δίαιτα καὶ τῶν ἄλλων τῶν ὑπὸ τὴν κτῆσιν ἀφελὴς καὶ ἀπερίεργος χρῆσις, ἔτι δὲ εὐσέβεια περὶ τὸ δαιμόνιον δικαιοσύνη τε καὶ πολλὴ τοῦ πλημ‐ μελεῖν εὐλάβεια πρὸς τοὺς ἀνθρώπους μετὰ τῆς κατὰ γεωργίαν ἀσκήσεως. τοῦτο δὲ ἔστιν ἐκ τῶν πατρίων θυσιῶν ἰδεῖν· ὁδούς τε γὰρ πορευόμεθα τεταγμένας καὶ ὡρισμένας καὶ τεταγμένα φέρομεν καὶ λέγομεν ἐν ταῖς
30εὐχαῖς καὶ δρῶμεν ἐν ταῖς ἱερουργίαις ἀφελῆ τε ταῦτα καὶ λιτά, καὶ οὐδὲν πλέον τῶν κατὰ φύσιν οὔτε ἠμφιεσμένοι καὶ περὶ τὸ σῶμα ἔχοντες οὔτε ἀπαρχόμενοι, ἐσθῆτάς τε ἔχομεν καὶ ὑποδέσεις εὐτελεῖς πίλους τε ταῖς κεφαλαῖς περικείμεθα προβατείων δερμάτων δασεῖς, κεράμεα δὲ καὶ χαλκᾶ τὰ διακονήματα κομίζομεν κἀν τούτοις βρωτὰ καὶ ποτὰ πάντων
35ἀπεριεργότατα, ἄτοπον ἡγούμενοι τοῖς μὲν θεοῖς πέμπειν κατὰ τὰ πάτρια, αὐτοῖς δὲ χορηγεῖν κατὰ τὰ ἐπείσακτα· καίτοι τὰ μὲν εἰς ἡμᾶς δαπα‐ νούμενα τῇ χρείᾳ μετρεῖται, τὰ δ’ εἰς τοὺς θεοὺς ἀπαρχαί τινές εἰσιν.
Μούκιος γοῦν Σκευόλας τρίτος ἐν Ῥώμῃ τὸν Φάνιον ἐτήρει νόμον ὃς ἐκέλευε116 in vol. 2.1

2,1

117

τριῶν πλείονας τὸν ἔξω τῆς οἰκίας μὴ ὑποδέχεσθαι, κατὰ ἀγορὰν καὶ τῶν πέντε, τοῦτο δὲ τρὶς τοῦ μηνὸς ἐγίνετο. ὀψωνεῖν δὲ πλείους τῶν δύο δραχμῶν καὶ ἡμίσους οὐκ ἐπέτρεπεν. κρέως δὲ καπνιστοῦ δεκαπέντε τά‐ λαντα δαπανᾶν εἰς τὸν ἐνιαυτὸν ἐπεχώρει καὶ ὅσα γῆ φέρει λάχανα
5καὶ ὀσπρίων ἑψήματα. μικρᾶς δὲ πάνυ τῆς δαπάνης ὑπαρχούσης διὰ τὸ τοὺς παρανομοῦντας καὶ ἀφειδῶς ἀναλίσκοντας ἀνατετιμηκέναι τὰ ὤνια πρὸς τὸ ἐλευθεριώτερον νομίμως προήρχοντο· Τουβέρων μὲν γὰρ τῶν ἐν τοῖς ἰδίοις ἀγροῖς ὄρνιθας ὠνεῖτο δραχμιαίους, Ῥουτίλιος δὲ παρὰ τῶν ἁλιευόντων αὑτοῦ δούλων τριωβόλου τὴν μνᾶν τοῦ ὄψου καὶ μάλιστα τοῦ
10θυριανοῦ καλουμένου· μέρος δέ ἐστι τοῦτο θαλασσίου κυνὸς οὕτω καλου‐ μένον. Μούκιός τε παρὰ τῶν εὐχρηστουμένων αὐτοῦ πρὸς τὸν αὐτὸν τύπον ἐποιεῖτο τὴν διατίμησιν. ἐκ τοσούτων οὖν μυριάδων ἀνθρώπων οὗτοι μόνοι τὸν νόμον ἐνόρκως ἐτήρουν καὶ δῶρον οὐδὲ τὸ μικρότατον ἐδέχοντο· οὗτοι δ’ ἄλλοις ἐδίδοσαν.
15 τῆς δὲ πολυτελείας τῆς νῦν ἀκμαζούσης πρῶτος ἡγεμὼν ἐγένετο Λεύκολ‐ λος· ἀφικόμενος γὰρ εἰς τὴν Ῥώμην μετὰ τὴν ἧτταν Μιθριδάτου καὶ Τιγράνου τοῦ Ἀρμενίου καὶ θριαμβεύσας λόγον τε ἀποδοὺς τῶν τοῦ πολέ‐ μου πράξεων ὤκειλεν εἰς πολυτελῆ δίαιταν ἐκ τῆς παλαιᾶς σωφροσύνης καὶ πρῶτος τρυφῆς εἰσηγητὴς Ῥωμαίοις ἐγένετο, καρπωσάμενος δύειν βασι‐
20λέων τῶν προειρημένων πλοῦτον· Κάτων δ’ ἐκεῖνος ἐδυσχέραινε καὶ ἐκεκράγει ὅτι τινὲς τὰς ξενικὰς τρυφὰς εἰσήγαγον εἰς τὴν Ῥώμην, τριακοσίων μὲν δραχμῶν κεράμιον ταρίχων Ποντικῶν ὠνησάμενοι, καὶ μειράκια εὔμορφα ὑπερβαλλούσης τιμῆς. πρότερον δὲ οὕτως ὀλιγοδεεῖς ἦσαν οἱ τὴν Ἰταλίαν οἰκοῦντες ὥστε καὶ καθ’ ἡμᾶς ἔτι, φησὶν ὁ Ποσειδώνιος, οἱ σφόδρα εὐκαι‐
25ρούμενοι τοῖς βίοις ἦγον τοὺς υἱοὺς ὕδωρ μὲν ὡς τὸ πολὺ πίνοντας, ἐσθί‐ οντας δ’ ὅτι ἂν τύχῃ. καὶ πολλάκις, φησίν, πατὴρ ἢ μήτηρ υἱὸν ἤρωτα πότερον ἀπίους ἢ κάρυα βούλεται δειπνῆσαι καὶ τούτων τι φαγὼν ἠρκεῖτο καὶ ἐκοιμᾶτο. νῦν δέ, ὡς ὁ Θεόπομπος ἱστορεῖ, οὐδείς ἐστι καὶ τῶν μετρίως εὐπορουμένων, ὃς οὐ πολυτελῆ μὲν τράπεζαν παρατίθεται, μαγείρους δὲ
30καὶ θεραπείαν ἄλλην πολλὴν κέκτηται καὶ πλείω δαπανᾷ τὰ καθ’ ἡμέραν
ἢ πρότερον ἐν ταῖς ἐορταῖς καὶ ταῖς θυσίαις ἀνήλισκον.117 in vol. 2.1

2,1

118

Κλέαρχος Ἀριστοτέλους μαθητής, Σολεὺς τὸ γένος, φησί που· φαγήσια, οἳ δὲ φαγησιποσίαν προσαγορεύουσι τὴν ἑορτήν· κρατῶ γάρ, φησί, καὶ τῆς λέξεως διὰ τὸ σφόδρα μοι εἶναι προσφιλητὸν Κλέαρχον. ἐξέλιπε δὲ αὕτη, καθάπερ ἡ τῶν ῥαψῳδῶν ἣν ἦγον καὶ ἡ τῶν Διονυσίων ἐν ᾗ παρόντες
5ἑκάστοις τῶν θεῶν οἷον τιμὴν ἐπετέλουν τὴν ῥαψῳδίαν. ὁ αὐτὸς ἱστορεῖ καὶ τὸν Ἀθηναῖον γραμματικὸν Καλλίαν συνθεῖναι τραγῳδίαν, ἀφ’ ἧς ποιῆσαι τὰ μέλη καὶ τὴν διάθεσιν Εὐριπίδην ἐν Μηδείᾳ καὶ Σοφοκλέα τὸν Οἰδίπουν. Ἐρατοσθένης φησὶν ἐν Ἀλεξανδρείᾳ Λαγυνοφορίαν ἑορτήν τινα τῷ Διονύσῳ ἄγεσθαι ἐν ᾗ τὰ κομισθέντα δειπνοῦσι κατακλιθέντες ἐπὶ στιβάδων καὶ ἐξ
10ἰδίας ἕκαστος λαγύνου παρ’ αὐτῶν φέροντες πίνουσι. συνοίκιά γε ταῦτα ῥυπαρά. ἀνάγκη γὰρ τὴν σύνοδον γίνεσθαι παμμίγους ὄχλου θοίνην ἕωλον καὶ οὐδαμῶς εὐπρεπῆ παρατιθεμένων. διὸ οὐδὲ ἤρεσεν Ἀρσινόῃ ἡ ἑορτὴ τῇ βασιλείᾳ. ὅτι τὸ διὰ νυκτὸς ἴσον τῷ δι’ ὅλης νυκτός. Ὅμηρος· τανυσάμενος διὰ μήλων ἀντὶ τοῦ διὰ πάντων τῶν μήλων τὸ μέγεθος αὐτοῦ ἐμφανίζων.
15ὅτι ὠφελιμώτερα τῷ πάντι σώματι τὰ νυκτερινὰ δεῖπνα· τὸ γὰρ τῆς σε‐ λήνης ἄστρον πρὸς τὰς νυκτερινὰς ἁρμόττει πέψεις σηπτικὸν ὄν· κατὰ σῆψιν δ’ ἡ πέψις. εὐσηπτότερα γοῦν τὰ νύκτωρ θυόμενα τῶν ἱερείων καὶ τῶν ξύλων τὰ πρὸς τὸ σελήνιον κοπτόμενα, καὶ τῶν καρπῶν δὲ οἱ πλεῖστοι πρὸς τὸ σελήνιον πεπαίνονται. ὅτι πάντων τῶν προσοψημάτων ὄψων καλου‐
20μένων ἐξενίκησεν ὁ ἰχθὺς διὰ τὴν ἐξαίρετον ἐδωδὴν μόνος οὕτω καλεῖσθαι διὰ τοὺς ἐπιμανῶς ἐσχηκότας πρὸς ταύτην τὴν ἐδωδήν, φησί τις παρὰ τῷ ῥήτορι τούτῳ δαιταλεὺς Μυρτίλος. λέγομεν οὖν ὀψοφάγους οὐ τοὺς βόεια ἐσθίοντας, οἷος ἦν Ἡρακλῆς, ὃς τοῖς βοείοις κρέασιν ἐπήσθιε σῦκα χλωρά, οὐδὲ τὸν φιλόσυκον, οἷος ἦν Πλάτων ὁ φιλόσοφος, ὡς ἱστορεῖ Φανόκριτος,
25ὅς φησιν ὅτι καὶ Ἀρκεσίλας φιλόβοτρυς ἦν, ἀλλὰ τοὺς περὶ τὴν ἰχθυο‐ πωλίαν ἀναστρεφομένους. φιλόμηλοι δ’ ἦσαν Φίλιππός τε ὁ Μακεδὼν καὶ ὁ υἱὸς αὐτοῦ Ἀλέξανδρος, ὥς φησι Δωρόθεος. Χάρης δ’ ὁ Μιτυληναῖος ἱστορεῖ ὡς κάλλιστα μῆλα εὑρὼν ὁ Ἀλέξανδρος περὶ τὴν Βαβυλωνίαν χώραν τούτων τε πληρώσας τὰ σκάφη μηλομαχίαν ἀπὸ τῶν νεῶν ἐποιήσατο ὡς τὴν θέαν
30ἡδίστην γενέσθαι. οὐκ ἀγνοῶ, φησίν, ὅτι ὄψον κυρίως καλεῖται πᾶν τὸ
πυρὶ κατασκευαζόμενον εἰς ἐδωδήν· ἤτοι γὰρ ἑψόν ἐστιν ἢ παρὰ τὸ ὠπτῆσθαι118 in vol. 2.1

2,1

119

ὠνόμασται. χόρος δ’ ἀναύδων ἰχθύων ἐπερροθεῖ σαίνουσιν οὐραίοισι, φησὶ Σοφοκλῆς. πάντες συνεισήνεγκαν τὰς ἐκ βιβλίων συμβολάς. ὅστις ἀγο‐ ράζων ὄψον ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι μαίνεται· φησὶν Ἄμφις. ὅτι καὶ πρὸ Σοφοκλέους εἰπόντος ἐν Αἴαντι
5ἑλλοὺς τοὺς ἰχθῦς ὁ τὴν Τιτανομαχίαν ποιήσας, εἰτ’ Εὔμηλός ἐστιν ὁ Κορίνθιος ἢ Ἀρκτῖνος ἢ ὅστις ποτε χαίρει ὀνομαζόμενος, πλωτοί, φησί, χρυσώπιδες ἰχθύες ἑλλοὶ νήχοντες παίζουσι δι’ ὕδατος ἀμβροσίοιο. ὀψοφα‐ γίστατος καὶ βλακίστατός ἐστιν, φησὶ Σοφοκλῆς. Ἀριστοτέλης ἱστορεῖ τὰς ἀμίας τὰ μὲν βράγχια ἔχειν καλυπτά, εἶναι δὲ καρχαρόδοντας καὶ τῶν
10συναγελαζομένων καὶ σαρκοφάγων χολήν τε ἔχειν ἰσομήκη τῷ ἐντέρῳ καὶ σπλῆνα ὁμοίως. λέγεται δὲ ὡς θηρευθεῖσαι προσανάλλονται καὶ ἀποτρώ‐ γουσαι τὴν ὀρμίαν ἐκφεύγουσιν. πρωὶ μέν γε ἀπ’ ἀοῦς ἀφύας ἀποπυρίζομεν στρογγύλας· φησὶν Ἐπίχαρμος. ὅτι Ἀριστοτέλης παρετυμολογῶν τὸ τῆς ἀμίας ὄνομά φησιν ὠνόμασθαι παρὰ τὸ ἅμα ἰέναι ταῖς παραπλησίαις· ἐστὶ
15γὰρ συναγελαστική. Ἱκέσιος δὲ εὐχύλους μὲν αὐτὰς εἶναί φησι καὶ ἁπαλάς, πρὸς δὲ τὰς ἐκκρίσεις μέσας, ἧσσον δὲ τροφίμους. ὁ δὲ ὀψοδαίδαλος Ἀρχέστρατος ἐν τῇ Γαστρολογίᾳ φησί· τὴν ἀμίαν φθινοπώρου, ὅταν πλειὰς καταδύνῃ, πάντα τρόπον σκεύαζε. τί σοι τάδε μυθολογεύω; οὐ γὰρ μή σε διαφθείρῃ γ’ οὐδ’ ἂν ἐπιθυμῇς. εἰ δ’ ἐθέλεις καὶ τοῦτο δαήμεναι, ὦ φίλε
20Μόσχε, ὅντινα χρή σε τρόπον κείνην διαθεῖναι ἄριστα, ἐν συκῆς φύλλοις καὶ ὀριγάνῳ οὐ μάλα πολλῇ· μὴ τυρὸν μὴ λῆρον· ἁπλῶς δ’ οὕτως θερα‐ πεύσας ἐν συκῆς φύλλοις σχοίνῳ κατάδησον ἄνωθεν, εἰθ’ ὑπὸ θερμὴν ὦσον ἔσω σποδόν, ἐν φρεσὶ καιρὸν γινώσκων ὁπότ’ ἐστ’ ὀπτὴ καὶ μὴ κατακαύσῃς. ἔστω δ’ αὐτή σοι Βυζαντίου ἐξ ἐρατεινοῦ, ὡς εἴγε ἑτέρωθεν εἴη, φησί,
25καταισχύνει τὸν πρόσθεν ἔπαινον. Οὗτος ὁ Ἀρχέστρατος ὑπὸ φιληδονίας γῆν πᾶσαν καὶ θάλασσαν περιῆλθεν ἀκριβῶς, ἐμοὶ δοκεῖ, τὰ πρὸς γαστέρα ἐξετάσαι βουληθείς. καὶ ὥσπερ οἱ τοὺς Περίπλους καὶ τὰς Περιηγήσεις ποιησάμενοι μετ’ ἀκριβείας ἐθέλει ἐκτίθεσθαι ὅπου ἐστὶν ἕκαστον κάλλιστον βρωτόν. τοῦτο γὰρ αὐτὸς ἐν τῷ προοιμίῳ ἐπαγγέλλεται τῶν καλῶν τούτων
30ὑποθηκῶν Μόσχῳ τε καὶ Κλεάνδρῳ τοῖς ἑταίροις, ὥσπερ ὑποτιθέμενος αὐτοῖς κατὰ τὴν Πυθίαν ζητεῖν ἵππον Θεσσαλικὴν Λακεδαιμονίην τε γυναῖκα, ἄνδρας δ’ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης. Χρύσιππος δ’ αὐτὸν ὁ ὄντως φιλόσοφος καὶ περὶ πάντ’ ἀνὴρ ἀρχηγὸν Ἐπικούρῳ φησὶ γενέσθαι τῆς πάντα διαλυμηναμένης ἡδονῆς· καὶ γὰρ
35οὐκ ἐγκαλυπτόμενος ὁ Ἐπίκουρος λέγει μεγάλῃ τῇ φωνῇ· οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφελὼν μὲν τὴν διὰ χυλῶν, ἀφελὼν δὲ τὴν δι’ ἀφροδισίων ἡδονήν. οἴεται γὰρ οὕτως ὁ σοφὸς καὶ τὸν τῶν ἀσώτων βίον
ἀνεπίληπτον εἶναι, εἴπερ αὐτῷ προσγένοιτο τὸ ἀδεὲς καὶ ἵλεων, διὸ καὶ119 in vol. 2.1

2,1

120

οἱ τῆς κωμῳδίας ποιηταὶ κατατρέχοντές που τῆς ἡδονῆς καὶ ἀκρασίας ἐπικούρους καὶ βοηθοὺς βοῶσι. Πλάτων μὲν δυσχεραίνοντά τινα ποιήσας πατέρα τῷ τοῦ υἱοῦ παιδαγωγῷ καὶ λέγοντα· ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών, ἀκάθαρτε καὶ πέπεικας ἐλθεῖν εἰς βίον ἀλλότριον ἑαυτοῦ,
5καὶ πότους ἑωθινοὺς πίνει διὰ σὲ νῦν, πρότερον οὐκ εἰθισμένος. εἶτ’ εἰ με‐ μάθηκε, δεσπότα, ζῆν ἐγκαλεῖς; ζῆν δ’ ἐστὶ τὸ τοιοῦτον; ὡς λέγουσιν οἱ σοφοί· ὁ γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθὸν τὴν ἡδονὴν δήπουθεν. οὐκ ἔστιν δ’ ἔχειν ταύτην ἑτέρωθεν· ἐκ δὲ τοῦ ζῆν παγκάλως· ἑώρακας οὖν φιλόσοφον, εἰπέ μοι, τινὰ μεθύοντα ἐπὶ τούτοις θ’ οἷς λέγεις κηλούμενον;
10πάντας, οἱ γὰρ τὰς ὀφρῦς ἐπηρκότες καὶ τὸ φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότες οὕτως, ἐπὰν γλαυ‐ κίσκος αὐτοῖς παρατεθῇ, ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου καὶ τὴν κεφαλὴν ζητοῦσιν, ὥστ’ ἐκπεπλῆχθαι πάντας. καὶ πάλιν· ἐξὸν γυναῖκα ἔχοντα κατακεῖσθαι καλὴν καὶ Λεσβίου χυτρῖδας λαμβάνειν δύο· τοῦτο
15τ’ ἀγαθὸν Ἐπίκουρος ἔλεγε ταῦθ’ ἃ νῦν ἐγὼ λέγω. εἰ τοῦτον ἔζων ἅπαντες ὃν ἐγὼ ζῶ βίον οὐτ’ ἄτοπος ἦν ἂν οὔτε μοιχὸς οὐδὲ εἷς. καὶ Ἡγήσιππος. Ἐπίκουρος ὁ σοφὸς ἀξιώσαντός τινος εἰπεῖν πρὸς αὐτὸν ὅτι ποτ’ ἐστὶ τἀγαθόν, ὃ διὰ τέλους ζητοῦσιν, εἰπεῖν ἡδονήν. εὖ γ’, ὦ κράτιστε ἄνθρωπε καὶ σοφώτατε· τοῦ γὰρ μασᾶσθαι κρεῖττον οὐδὲν ἔστιν ἀγαθόν· προσέστιν
20ἡδονῇ γὰρ τἀγαθόν. ἀσπάζονται δ’ ἡδονὴν καὶ οἱ Κυρηναικοὶ καὶ Μνησι‐ στράτειοι καλούμενοι, οὐ μακρὰν δὲ τούτων ἦν καὶ Σπεύσιππος ὁ Πλάτωνος ἀκουστὴς καὶ συγγενής· Διονύσιος γοῦν ὁ τύραννος ἐν ταῖς πρὸς αὐτὸν ἐπιστολαῖς τὰ τῆς φιληδονίας καὶ φιλαργυρίας αὐτοῦ διεξερχόμενος ἀρνί‐ ζεσθαί τε παρὰ πολλῶν αὐτὸν διελέγχων ὀνειδίζει καὶ τὸν Λασθενείας τῆς
25Σαρδικῆς ἑταίρας ἔρωτα ἐπὶ πᾶσί τε λέγει τάδε· σύ τισι φιλαργυρίαν ὀνειδίζεις αὐτὸς μηδὲν ἐλλελοιπὼς αἰσχροκερδείας; τί γὰρ οὐ πεποίηκας οὐχ ὑπὲρ ὧν Ἑρμείας ὤφειλεν αὐτὸς ἐκτετικὼς ἔρανον συνάγειν ἐπιχειρεῖς. γαστρὶ χαριζόμενος τῆς λαμυρώτερον οὐδὲν Τίμων περὶ Ἐπικούρου φησίν· περὶ γαστέρα, ὦ φυσιολόγε Τιμοκράτες, περὶ γαστέρα ὁ κατὰ φύσιν βαδίζων
30λόγος τὴν ἅπασαν ἔχει σπουδήν. Μητρόδωρος τὰς καλὰς ταύτας θέσεις φησίν· Ἐπίκουρος γὰρ αὐτῷ διδάσκαλος ὃν γαστρὸς ἕνεκα καὶ τῆς ἄλλης κατὰ σάρκα ἡδονῆς ἐκολάκευε καὶ μὴν καὶ Ἰδομενέα, ὁ λέγων ἀρχὴ καὶ ῥίζα παντὸς ἀγαθοῦ ἡ τῆς γαστρὸς ἡδονή, καὶ τὰ σοφὰ καὶ τὰ περιττὰ εἰς ταύτην ἔχει τὴν ἀναφοράν. καὶ ὅτι οὐ δύναμαι νοῆσαι τἀγαθὸν ἀφαι‐
35ρῶν μὲν τὰς διὰ χυλῶν ἡδονὰς, ἀφαιρῶν δὲ τὰς δι’ ἀφροδισίων, ἀφαιρῶν δὲ τὰς δι’ ἀκροαμάτων, ἀφαιρῶν δὲ τὰς διὰ μορφῆς κατ’ ὄψιν ἡδείας κινήσεις. καὶ ὅτι τιμητέον τὸ καλὸν καὶ τὰς ἀρετὰς καὶ τὰ τοιουτότροπα,
ἐὰν ἡδονὴν παρασκευάζῃ, ἐὰν δὲ μὴ παρασκευάζῃ χαίρειν ἐατέον. ὅτι πρότερος120 in vol. 2.1

2,1

121

Ἐπικούρου Σοφοκλῆς ὁ τραγῳδιοποιὸς ἐν Ἀντιγόνῃ περὶ τῆς ἡδονῆς τοιαῦτα εἴρηκε· τὰς ἡδονὰς ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ’ ἐγὼ ζῆν τοῦτον, ἀλλ’ ἔμψυχον ἡγοῦμαι νεκρόν. πλούτει τε γὰρ κατ’ οἶκον. καὶ τὰ ἑξῆς. καὶ Φιλεταῖρος δέ φησι· δεῖ ὄντα θνητὸν ἡδέως ζῆν τὸν βίον καθ’ ἡμέραν, ἐὰν
5ἔχῃ τις ὅποθεν· εἰς αὔριον δὲ φροντίζειν εἴ τι ἔσται· περίεργόν ἐστιν ἀπο‐ κεῖσθαι πάνυ ἕωλον ἔνδον ἀργύριον. καὶ πάλιν· θνητῶν δ’ ὅσοι ζῶσιν κακῶς ἔχοντες ἄφθονον βίον, ἐγὼ μὲν αὐτοὺς ἀθλίους εἶναι λέγω. οὐ γὰρ θανών γε δήπουθεν ἔγχελυν φάγοις οὐδ’ ἐν νεκροῖσι πέττεται γαμήλιος. καὶ Ἀπολλόδωρος ὁ Καρύστιος· ὦ πάντες ἄνθρωποι, τί τὸ ζῆν ἡδέως παρέντες
10ἐπιμελεῖσθε τοῦ κακῶς ποιεῖν πολεμοῦντες ἀλλήλοις; πότερα πρὸς τῶν θεῶν ἐπιστατεῖ τις τοῦ βίου νυνὶ τύχη ἄγροικος ἡμῶν οὔτε παιδείαν ὅλως εἰδυῖα, ἢ τί τὸ κακὸν ἢ τί ποτε τἀγαθὸν ἔστ’ ἀγνοοῦσα παντελῶς, εἰκῇ τέ πως ἡμᾶς κυλίνδουσα ὅντιν’ ἂν τύχῃ τρόπον; οἶμαί γε. τίς γὰρ μᾶλλον ἂν προείλετο Ἕλλην ἀληθῶς οὖσα λεπομένους ὁρᾶν αὐτοὺς ὑφ’ αὑτῶν καὶ
15καταπίπτοντας νεκρούς, ἐξὸν ἱλαρούς, παίζοντας, ὑποπεπωκότας, αὐλουμέ‐ νους. εἶτα ἐπάγει· ἀπαιδεύτῳ τύχῃ δουλεύομεν. φιλήδονον δ’ οἱ ποιηταὶ καὶ τὸν ἀρχαῖόν φασι γίνεσθαι Τάνταλον· ἀφικόμενον γὰρ εἰς τοὺς θεοὺς καὶ συνδιατρίβοντα ἐξουσίας τυχεῖν παρὰ τοῦ Διὸς αἰτήσασθαι ὅτου ἐπι‐ θυμεῖ. τὸν δὲ πρὸς τὰς ἀπολαύσεις ἀπλήστως διακείμενον ὑπὲρ αὐτῶν τε
20τούτων μνείαν ποιήσασθαι καὶ τοῦ ζῆν τὸν αὐτὸν τρόπον τοῖς θεοῖς. ἐφ’ οἷς ἀγανακτήσαντα τὸν Δία τὴν μὲν εὐχὴν ἐπιτελέσαι διὰ τὴν ὑπόσχεσιν, ὅπως δὲ μηδὲν ἀπολαύῃ τῶν παρακειμένων, ἀλλὰ διατελῇ ταραττόμενος ὑπὲρ κεφαλῆς ἐξήρτησεν αὐτῷ πέτρον δι’ ὃν οὐ δύναται τῶν παρακειμένων τυχεῖν οὐδενός. Ὅτι Ἐρατοσθένης ὁ Κυρηναῖος Ἀρίστωνα τὸν Χῖον τὸν ἀπὸ
25τῆς στοᾶς τὸν διδάσκαλον παρεμφαίνει ὡς ὕστερον ὁρμήσαντα ἐπὶ τὴν τρυφὴν λέγων· ἤδη δέ ποτε καὶ τοῦτον πεφώρακα τὸ τῆς ἀρετῆς καὶ ἡδονῆς μεσότοιχον διορύττοντα καὶ ἀναφαινόμενον παρὰ τῇ ἡδονῇ. περὶ δὲ Διονυσίου τοῦ Ἡρακλεώτου τί δεῖ καὶ λέγειν; ὃς ἄντικρυς ἀποδὺς τὸν τῆς ἀρετῆς χιτῶνα ἀνθινὰ μετημφιάσατο καὶ Μεταθέμενος καλούμενος ἔχαιρε,
30καίτοι γηραῖος ἀποστὰς τῶν τῆς στοᾶς λόγων καὶ ἐπὶ τὸν Ἐπίκουρον μεταπηδήσας. περὶ οὗ οὐκ ἀχαρίτως ὁ Τίμων ἔφη· ἡνίκ’ ἔχρην δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι· ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ παύεσθαι.
32 ἀλφησταί ἰχθύες κιρροειδεῖς, πορφυρίζοντες κατά τινα μέρη. φασὶ δ’ αὐτοὺς
35ἁλίσκεσθαι σύνδυο καὶ φαίνεσθαι τὸν ἕτερον ἐπὶ τῷ ἑτέρῳ κατ’ οὐρὰν ἑπό‐ μενον. ἀπὸ τοῦ οὖν κατὰ τὴν πυγὴν θατέρῳ τὸν ἕτερον ἀκολουθεῖν τῶν
ἀρχαίων τινὲς τοὺς ἀκρατεῖς καὶ κατωφερεῖς οὕτω καλοῦσιν, ὡς Ἀπολλό‐121 in vol. 2.1

2,1

122

δωρος καταπυγοτέραν ἀλφηστῶν. Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζῴων μονά‐ κανθον εἶναι καὶ κιρρόν φησι τὸν ἀλφηστικόν. μνημονεύει δ’ αὐτοῦ Νουμή‐ νιος ὁ Ἡρακλεώτης ἐν Ἁλιευτικῷ· φυκίδας ἀλφηστήν τε καὶ χροιῇσιν ἐρυθρὸν σκορπίον.
5 ἀνθίας Ἀνάνιος· ἔαρι δὲ χρόμιος ἀρίστος, ἀνθίας δὲ χειμῶνι· οἷς ἐπάγει· κρέας δέλφακος ὅταν τραπέωσιν ἐσθίειν. εἶτα δ’ ἐστὶν ἐκ θαλάσσης θύννος οὐ κακὸν βρῶμα, ἀλλὰ πᾶσιν ἰχθύεσσιν ἐμπρεπὴς ἐν μυττωτῷ. βοῦς δὲ πιανθείς, δοκέω, καὶ μέσων νυκτῶν ἡδὺς κἠμέρης· τοιαῦτας ὑποθήκας
10τοῖς λάγνοις Ἀνάνιος ἐκτίθεται. Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ζῴων ἠθῶν ὅπου ἐὰν ἀνθίας ᾖ, φησίν, οὐκ ἔστι θηρίον. ᾧ σημείῳ χρώμενοι οἱ σπογγεῖς κατακολυμβῶσι, καλοῦντες αὐτὸν ἱερὸν ἰχθύν. τὸν δ’ ἀνθίαν τινες καὶ κάλ‐ λιχθυν καλοῦσιν, ἔτι δὲ καλλιώνυμον καὶ ἔλλοπα· ὡς δ’ Ἱκέσιός φησι καὶ λύκον. εἶναι δ’ αὐτόν φησι χονδρώδη καὶ εὔχυλον καὶ εὐέκκριτον, οὐκ
15εὐστόμαχον δέ. Ἀριστοτέλης δὲ καὶ καρχαρόδοντα εἶναι τὸν κάλλιχθυν, σαρκοφάγον τε καὶ συναγελαζόμενον. Δωρίων δὲ ἐν τῷ περὶ ἰχθύων δια‐ φέρειν ἀνθίαν καὶ κάλλιχθυν, ἔτι δὲ καλλιώνυμον καὶ ἔλλοπας. περὶ τοῦ τίς ὁ καλούμενος ἱερὸς ἰχθὺς ὁ τὴν Τελχινικὴν ἱστορίαν συνθείς, εἴτε Ἐπιμενίδης ἐστὶν ὁ Κρὴς ἢ Τηλεκλείδης εἴτ’ ἄλλος τις, ἱερούς φησιν
20εἶναι ἰχθύας δελφῖνας καὶ πομπίλους. ἔστι δ’ ὁ πομπίλος ζῷον ἐρωτικόν, ὡς ἂν καὶ αὐτὸς γεγονὼς ἐκ τοῦ οὐρανίου αἵματος ἅμα τῇ Ἀφροδίτῃ. Κράτης δ’ ὁ Ἀρκὰς εἰπών· πομπίλος, ὃν γαλέουσιν ἁλίπλοοι ἱερὸν ἰχθύν, διηγεῖται ὡς οὐ μόνον τῷ Ποσειδῶνι ὁ πομπίλος ἐστὶ διὰ τιμῆς, ἀλλὰ καὶ τοῖς τὴν Σαμοθρᾴκην κατέχουσι θεοῖς. ἁλιέα γοῦν τινα πρεσβύτην
25τῷ ἰχθῦι τούτῳ κόλασιν ὑποσχεῖν ἐπὶ τοῦ χρυσοῦ γένους κατ’ ἀνθρώπους ὄντος. ὄνομα δ’ ἦν αὐτῷ Ἐπωπεὺς καὶ ἐξ Ἰκάρου ἦν τῆς νήσου. τοῦτον ἅμα τῷ υἱῷ ἁλιεύοντα καὶ οὐκ εὐτυχήσαντα ἄλλων ἰχθύων ἐν τῇ ἄγρᾳ ἢ πομπίλων οὐκ ἀποσχέσθαι τῆς τούτων ἐδωδῆς, ἀλλὰ πάντας μετὰ τοῦ υἱοῦ καταθοινηθῆναι καὶ μετ’ οὐ πολὺ δίκας ἐκτῖσαι τῆς δυσσεβείας· κῆτος
30γὰρ ἐπελθὸν τῇ νηὶ τὸν Ἐπωπέα ἐν ὄψει τοῦ παιδὸς καταπιεῖν. ἱστορεῖ δ’ ὁ Παγκράτης ὅτι καὶ πολέμιός ἐστιν ὁ πομπίλος τῷ δελφῖνι καὶ ὅτι οὐδ’ οὗτος ἀτιμώρητος ἐκφεύγει πομπίλου φαγών. ἀχρεῖος οὖν γίνεται καὶ σφαδᾴζων, ἐπειδὰν φάγῃ καὶ ἐπὶ τοὺς αἰγιαλοὺς ἐκκυμανθεὶς βορὰ γίνεται ἀρπυίαις τε καὶ λάροις· ἐνίοτε δὲ καὶ ὑπὸ τῶν ταῖς κητείαις παρ‐
35εδρευόντων ἀνδρῶν παρανομεῖται. Τιμαχίδας δέ φησι· κωβίοι τ’ εἰνάλιοι καὶ πομπίλοι ἱεροὶ ἰχθῦς. Ἀπολλώνιος δὲ ὁ Ῥόδιος ἢ Ναυκρατίτης ἐν Ναυκράτεως κτίσει φησὶ τὸν Πομπίλον ἄνθρωπον πρότερον ὄντα μεταβαλεῖν
εἰς ἰχθὺν διά τινα Ἀπόλλωνος ἔρωτα· τὴν γὰρ Σαμίων πόλιν παραρρεῖν122 in vol. 2.1

2,1

123

ποταμὸν Ἴμβρασον, τῷ ῥά ποτ’ Ὠκυρόην νύμφην, περικαλλέα κούρην, Χησιὰς εὐπατέρεια τέκεν φιλότητι μιγεῖσα, Ὠκυρόην, ᾗ κάλλος ἀμήχανον ὤπασαν Ὧραι. ταύτης ἐρασθέντα Ἀπόλλωνα ἐπιχειρῆσαι ἁρπάσαι. διαπεραιωθεῖσαν δ’ εἰς Μίλητον κατά τινα Ἀρτέμιδος ἑορτὴν καὶ μέλλουσαν ἁρπάζεσθαι
5εὐλαβηθεῖσαν Πομπίλον τινὰ θαλασσουργὸν ἄνθρωπον καθικετεῦσαι ὄντα πατρῷον φίλον, ὅπως αὐτὴν εἰς τὴν πατρίδα διασώσῃ, λέγουσαν τάδε· πατρὸς ἐμεῖο φίλου συμφράδμονα θυμὸν ἀέξων, Πομπίλε, δυσκελάδου δεδαὼς θοὰ βένθεα πόντου, σῷζέ με· καὶ τὸν εἰς τὴν ἀκτὴν ἀγαγόντα αὐτὴν διαπεραιοῦν. ἐπιφανέντα δὲ τὸν Ἀπόλλωνα τήν τε κόρην ἁρπάσαι
10καὶ τὴν ναῦν ἀπολιθώσαντα τὸν Πομπίλον εἰς τὸν ὁμώνυμον ἰχθὺν μετα‐ μορφῶσαι. Θεόκριτος δ’ ὁ Συρακούσιος ἐν τῇ ἐπιγραφομένῃ Βερενίκῃ φησίν· ἱερὸν ἰχθύν, ὃν λευκὸν καλέουσιν, ὁ γάρ θ’ ἱερώτατος ἄλλων. Διονύσιος δ’ ὁ ἐπικαλούμενος Ἴαμβος ἐν τῷ περὶ διαλέκτων γράφει· ἀκήκοα ἁλίεως Ἐρετρικοῦ τὸν ἱερὸν ἰχθῦν καὶ ἄλλων πολλῶν ἁλιέων καλούντων τὸν πομ‐
15πίλον· ἔστι δὲ πελάγιος καὶ παρὰ τὰς ναῦς πυκνὰ φαίνεται ἐοικὼς πη‐ λάμυδι, ποικίλος. τόνδ’ οὖν ἰχθύν τις παρὰ τῷ ποιητῇ ἕλκει· ἀκτῇ ἐπὶ προβλῆτι καθήμενος ἱερὸν ἰχθύν, εἰ μὴ ἄλλος τίς ἐστιν οὕτω καλούμενος ἱερὸς ἰχθύς. Καλλίμαχος δ’ ἐν Γαλατείᾳ τὸν χρύσοφρυν· χρύσειον ἐν ὀφρύσιν ἱερὸν ἰχθύν, ἢ πέρκας ὅσα τ’ ἄλλα φέρει βυθὸς ἄσπετος ἅλμης. ἄλλοι
20δ’ ἀκούουσιν ἱερὸν ἰχθὺν τὸν ἄνετον, ὡς καὶ ἱερὸν βοῦν τὸν ἄνετον· οἱ δὲ τὸν μέγαν ὡς ἱερὸν μένος Ἀλκινόοιο, τινὲς δὲ τὸν ἱέμενον πρὸς τὸν ῥοῦν. Κλείταρχος δ’ ἐν Γλώσσαις φησίν· οἱ ναυτικοὶ πομπίλον ἱερὸν ἰχθὺν προ‐ σαγορεύουσι διὰ τὸ ἐκ πελάγους προπέμπειν τὰς ναῦς ἕως εἰς λιμένα· διὸ καὶ πομπίλον καλεῖσθαι χρύσοφρυν ὄντα. καὶ Ἐρατοσθένης φησίν· ἠὲ γε‐
25νειῆτιν τρίγλην ἢ δρομίην χρύσειον ἐν ὀφρύσιν ἱερὸν ἰχθύν. ὅτι Ἀρχε‐ στράτου ἐν ταῖς καλαῖς περὶ ὀψοφαγίας ὑποθήκαις εἰπόντος περὶ τῶν ἐν Βοσπόρῳ ταρίχων· προσέστω μηδὲν ἐκεῖ στερεᾶς σαρκὸς καὶ Μαιώτιδι λίμνῃ ἰχθύος ἐναυξηθέντος, ὃν ἐν μέτρῳ οὐ θέμις εἰπεῖν. τίς οὗτός ἐστι ζητητέον ὅν φησιν οὐ θεμιτὸν εἶναι ἐμμέτρως εἰπεῖν.
30 ἀφίη εὕρηται καὶ ἑνικῶς καὶ πληθυντικῶς. Ἀριστοφάνης δ’ ἐν Ταγηνισταῖς τὰ μικρὰ τὰ Φαληρικὰ τάδε ἀφύδιά φησιν. ἐστὶ δὲ ἀφύης γένη πλείω καὶ ἡ μὲν ἀφρῖτις λεγομένη οὐ γίνεται ἀπὸ γόνου, ὥς φησιν Ἀριστοτέλης, ἀλλ’ ἐκ τοῦ ἐπιπολάζοντος τῇ θαλάσσῃ ἀφροῦ, ὅταν ὄμβρων γενομένων πολλῶν σύστασις γένηται. ἑτέρα δ’ ἐστὶν ἀφύη κωβῖτις λεγομένη· γίνεται
35δ’ αὕτη ἐκ τῶν μικρῶν καὶ φαύλων τῶν ἐν τῇ ἄμμῳ διαγενομένων κωβι‐ δίων. καὶ ἐξ αὐτῆς δὲ ταύτης τῆς ἀφύης ἀπογεννῶνται ἑτέραι, αἵτινες ἐγκρασίχολοι καλοῦνται. γίνεται δὲ καὶ ἄλλη ἀφύη ὁ γόνος τῶν μαινίδων,
καὶ ἄλλη ἐκ τῆς βεμβράδος καὶ ἄλλη ἐκ τῶν μικρῶν κεστρέων τῶν ἐκ123 in vol. 2.1

2,1

124

τῆς ἄμμου καὶ τῆς ἰλύος γινομένων. πάντων δὲ τούτων ἡ ἀφρῖτις ἀρίστη. Δωρίων δὲ κωβίτην τινὰ ἑψητὸν λέγει καὶ τὸν ἐξ ἀθερίνης· ἰχθυδίου δὲ ὄνομα ἀθερίνη. εἶναι δέ φησι καὶ τριγλῖτιν ἀφύην. Ἱκέσιος δέ φησι· τῆς ἀφύης ἡ μὲν λευκὴ καὶ λίαν λεπτὴ καὶ ἀφρώδης, ἣν καλοῦσιν ἔνιοι καὶ
5κωβῖτιν, ἣ δὲ ῥυπαρωτέρα ταύτης καὶ ἁδροτέρα· διαφέρει δ’ ἡ καθαρὰ καὶ λεπτή. Ἀρχέστρατος δὲ ὁ ὀψοδαίδαλός φησι· τὴν ἀφύην μίνθου πᾶσαν πλὴν τὴν ἐν Ἀθήναις· ἣν καί φησιν ἐν εὐκόλποις Φαλήρου ἀγκῶσι λαμβάνεσθαι. φησὶ δ’ ὅτι κἀν τῇ περικλύστῳ ἐστὶ Ῥόδῳ γενναῖος, ἐὰν ἐπιχώριος ἔλθῃ. ἂν δέ τί που ἱμείρῃς αὐτοῦ γεύσασθαι, ὁμοῦ χρὴ κνίδας ὀψωνεῖν, τάς τ’
10ἀμφικόμους ἀκαλήφας· εἰς ταὐτὸν μίξας δ’ αὐτὰς ἐπὶ τηγάνου ὄπτα, εὐώδη τρίψας ἄνθη λαχάνων ἐν ἐλαίῳ. Κλέαρχος δ’ ὁ περιπατητικὸς περὶ τῆς ἀφύης φησί· διὰ τὸ μικρὸν δεῖσθαι πυρὸς ἐν τοῖς τηγάνοις οἱ περὶ Ἀρχέστρατον ἐπιβάλλοντες κελεύουσιν ἐπὶ θερμὸν τήγανον σίζουσαν ἀφαι‐ ρεῖν. ἅμα δ’ ἧπται καὶ σίζει, καθάπερ τοὔλαιον, εὐθύς. διὸ λέγεται· εἶδε
15πῦρ ἀφύη. Χρύσιππος δ’ ὁ φιλόσοφός φησι· τὴν ἀφύην τὴν μὲν ἐν Ἀθήναις διὰ τὴν δαψίλειαν ὑπερορῶσι καὶ πτωχικὸν εἶναί φασιν ὄψον, ἐν ἑτέραις δὲ πόλεσιν ὑπερθαυμάζουσι πολὺ χείρω γινομένην. εἶθ’ οἱ μέν, φησίν, ἐν‐ ταῦθα τοὺς Ἀδριατικοὺς ὄρνιθας τρέφειν σπεύδουσιν ἀχρειοτέρους ὄντας, ὅτι τῶν παρ’ ἡμῖν πολὺ ἐλάττους εἰσίν· ἐκεῖνοι δὲ τἀναντία μεταπέμπονται
20τοὺς ἐνθάδε. ὅτι Λυγκεὺς ὁ Σάμιος ἐπαινεῖ τὰς Ῥοδιακὰς ἀφύας. ὅτι ὁ τὴν ἡδυπάθειαν γράψας Ἀρχέστρατος παρακελεύεται τῷ μὴ δυναμένῳ τιμῇ κατεργάσασθαι τὴν ἐπιθυμίαν ἀδικίᾳ κτήσασθαι τὴν ὀψο‐ φαγίαν. φησὶ γοῦν περὶ γαλεοῦ· ἐν Ῥόδῳ γαλεὸν τὸν ἀλώπεκα, κἂν ἀποθνῄσκειν μέλλῃς, ἂν μή σοι πωλεῖν ἐθέλῃ, ἅρπασον αὐτόν· ὃν καλέουσι
25Συρακούσιοι κύνα πίονα· κᾆθ’ ὕστερον πάσχ’ ὅτι σοι πεπρωμένον ἐστίν. ὅτι ἐν Ἐλευσῖνι ψῆτται καὶ σκόμβροι πολλοί. βατίς. βάτραχος. βάτος βατίδος καὶ βατράχου μνημονεύει Ἀριστοτέλης ἐν τοῖς περὶ ζῴων, καταριθμῶν αὐτὰ ἐν τοῖς σελάχεσιν. Εὔπολις· παρὰ τῷδε Καλλίᾳ πολλὴ
30θυμηδία, ἵνα πάρα μὲν κάραβοι καὶ βατίδες καὶ λαγῲ καὶ γυναῖκες εἱλί‐ ποδες. Ἐπίχαρμος· ἦν δὲ νάρκαι βατίδες, ἦν δὲ ζύγαιναι, ῥίναι τε τραχυδέρμονες. Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων σελάχη φησὶν εἶναι βάτον, τρυγόνα βοῦν, ἀμίαν, ἀετόν, νάρκην, βάτραχον καὶ πάντα τὰ γα‐ λεοειδῆ. περὶ δὲ βατράχου συμβουλεύει ὁ σοφώτατος Ἀρχέστρατος ἐν γνώ‐
35μαις τάδε· βάτραχον ἐνθ’ ἂν ἴδοις, ὀψώνει καὶ γαστρίον αὐτοῦ σκεύασον. περὶ δὲ βατίδος φησί· καὶ βατίδ’ ἑφθὴν ἔσθε μέσου χειμῶνος ἐν ὥρῃ. καὶ Ἔφιπ‐ πος ὁ κωμικὸς ἐν Φιλύρᾳ, ἑταίρας δ’ ὄνομα ἡ Φιλύρα· πότερον ἐγὼ τὴν βατίδα
τεμάχη κατατεμὼν ἕψω; τί φής; ἢ Σικελικῶς ὀπτὴν ποιήσω; Σικελικῶς.124 in vol. 2.1

2,1

125

βῶκες Ἀριστοτέλης ἐν τῷ ἐπιγραφομένῳ Ζωικῷ ἢ περὶ ἰχθύων νωτόγραπτα, φησί, λέγεται βῶξ, σκολιόγραπτα δὲ κολίας. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ βόηκας αὐτοὺς καλεῖ. Σπεύσιππος δὲ καὶ οἱ ἄλλοι Ἀττικοὶ βόακας. Ἀριστο‐
5φάνης· ἔχουσα γαστέρα μεστὴν βοάκων ἀπεβάδιζον οἴκαδε. ὠνομάσθη δὲ παρὰ τὴν βοήν. διὸ καὶ Ἑρμοῦ ἱερὸν εἶναι λόγος τὸν ἰχθύν, ὡς τὸν κίθαριν Ἀπόλλωνος. Φερεκράτης δ’ ἐν Μυρμηκανθρώποις εἰπών· ἄλλον φησὶν οὐκ ἔχειν ἰχθύν, ἐπιφέρει· νὴ τὼ θεώ, οὐκ ἔστιν ἄλλος ἰχθὺς οὐδὲ εἷς ἢ βόαξ. Ἀριστοφάνης δ’ ὁ Βυζάντιος κακῶς φησιν ἡμᾶς λέγειν τὸν ἰχθὺν βῶκα, δέον
10βόωπα, ἐπεὶ μικρὸς ὑπάρχων μεγάλους ὦπας ἔχει· εἴη ἂν οὖν ὁ βόωψ, βοὸς ὀφθαλμοὺς ἔχων. πρὸς ὃν λεκτέον, εἰ τοῦτον κακῶς ὀνομάζομεν, διὰ τί κορακῖνον φαμὲν καὶ οὐ κοροκῖνον; ὠνομάσθη γὰρ ἀπὸ τοῦ τὰς κόρας κινεῖν. τί δ’ οὐχὶ καὶ σείουρον λέγομεν, ἀλλὰ σίλουρον; ὠνόμασται γὰρ καὶ οὗτος ἀπὸ τοῦ σείειν συνεχῶς τὴν οὐράν.
15 βεμβράδες Ἀττικῶς. Φρύνιχος· ὦ χρυσοκέφαλοι βεμβράδες θαλασσίαι. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ βαμβραδόνας αὐτὰς καλεῖ. Δωρίων δ’ ἔφη· βεμβράδα ἀποκεφαλίσας ἐὰν ᾖ ἁδρότερα, καὶ ἀποπλύνας ἁλὶ λεπτῷ καὶ ὕδατι ἕψει τὸν αὐτὸν τρόπον τῇ τριγλίτιδι. γίνεται δέ, φησίν, ἐκ μόνης τῆς βεμβράδος σκευασία τις ἡ προσαγορευομένη βεμβραφύη. Ἀριστώνυμος
20Ἡλίῳ ῥιγοῦντι· οὔτ’ ἀφύη νῦν ἐστιν οὔτ’ αὖ βέμβρας κακοδαίμων. Ἀριστο‐ φάνης· ταῖς πολιόχρωσι βεμβράσι τεθραμμένη. ἐν δὲ ταῖς Εὐπόλιδος Αἰξὶν εὕρηται καὶ διὰ τοῦ μ γραφόμενον. τίς ἐκεκράγει, φησὶν Ἀντιφάνης, μέγα μέλιτος γλυκυτέρας βεμβράδας φάσκων ἔχειν; εἰ τοῦτο τοιοῦτ’ ἐστιν, οὐδὲν κωλύει τοὺς μελιτοπώλας αὖ λέγειν βοᾶν θ’ ὅτι πωλοῦσι τὸ μέλι
25σαπρότερον τῶν μεμβράδων. καὶ Ἄλεξις δὲ διὰ τοῦ μ εἴρηκεν· ἐσθίων πρώην λέκιθον καὶ μεμβράδας καὶ στέμφυλα. βλέννος· κωβίῳ τὴν ἰδέαν οὗτος παραπλήσιος. ὅτι Ἐπίχαρμος ἐν Ἥβας γάμῳ βαιόνας τινας ἰχθῦς καλεῖ· ἄγε δὲ τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας. καὶ παρ’ Ἀττικοῖς δὲ παροιμία ἐστί· μή μοι βαιών· κακὸς ἰχθύς.
30 βούγλωσσος. ὁ Πυθαγορικὸς δι’ ἐγκράτειαν Ἀρχέστρατός φησιν· εἶτα λαβεῖν ψῆτταν μεγάλην τήν θ’ ὑπότρηχυν βούγλωσσον. τῶν δὲ βουγλώσσων διαλλάττοντές εἰσιν οἱ κυνόγλωσσοι. Ἀττικοὶ δὲ ψῆτταν αὐτὸν καλοῦσι. γόγγροι. τούτους Ἱκέσιος σκληροτέρους τῶν ἐγχελέων εἶναί φησι καὶ ἀραιοσαρκοτέρους καὶ ἀτροφωτέρους εὐχυλίᾳ τε πολὺ λειπομένους εὐστο‐
35μάχους δέ. Νίκανδρος δὲ ὁ ἐποποιὸς ἐν τρίτῳ Γλωσσῶν καλεῖσθαί φησιν αὐτοὺς καὶ γρύλλους. Εὔδοξος δὲ γόγγρους φησὶ πολλοὺς ἀνδραχθεῖς ἐν Σικυῶνι ἁλίσκεσθαι· ὧν ἐνίους εἶναι καὶ ἁμαξιαίους. ὧν μνημονεύων καὶ
Φιλήμων ὁ κωμῳδίας ποιητής, ποιεῖ τινα μάγειρον ἐπὶ τῇ ἑαυτοῦ τέχνῃ125 in vol. 2.1

2,1

126

σεμνυνόμενον καὶ λέγοντα τάδε· ὡς ἵμερός μ’ ὑπῆλθε γῇ τε καὶ οὐρανῷ λέξαι μολόντι τοὔψον ὡς ἐσκεύασα. νὴ τὴν Ἀθηνᾶν, ἡδύ γ’ ἐστ’ εὐη‐ μερεῖν ἐν ἅπασιν· ἰχθὺς ἁπαλὸς οἷος γέγονέ μοι, τοῦτον παρατέθεικ’ οὐ πεφαρμαγμένον τυροῖσιν οὐδ’ ἄνωθεν ἐξηνθισμένον· ἀλλ’ οἷος ἦν ζῶν καὶ
5ὀπτὸς ὢν τοιοῦτος ἦν. οὕτως ἁπαλὸν ἔδωκα καὶ πρᾷον τὸ πῦρ ὀπτῶν τὸν ἰχθύν, οὐδὲ πιστευθήσομαι. ὅμοιον ἐγένετ’, ὄρνις ὁπόταν ἁρπάσῃ τοῦ κατα‐ πιεῖν μεῖζόν τι· περιτρέχει κύκλῳ τηροῦσα τοῦτο, καταπιεῖν δ’ ἐσπούδακεν ἕτερα διώκουσα ταύτην. ταυτὸν ἦν τὴν ἡδονὴν ὁ πρῶτος αὐτῶν καταμαθὼν τῆς λοπάδος ἀνεπήδησε κἄφευγεν κύκλῳ τὴν λοπάδ’ ἔχων, ἄλλοι δ’ ἐδίωκον
10κατὰ πόδας. εἶτα ἐπάγει· καίτοι παρέλαβον ἰχθῦς ποταμίους ἐσθίοντας βόρβορον. ἢ δὲ λάβω σκάρον ἢ ’κ τῆς Ἀττικῆς γλαυκίσκον, ὦ Ζεῦ σῶτερ, ἢ ’ξ Ἄργους κάπρον ἢ ’κ τῆς Σικυῶνος τῆς φίλης ὃν τοῖς θεοῖς φέρει Ποσειδὼν γόγγρον, νὴ τὸν οὐρανόν, ἅπαντες οἱ φαγόντες ἐγένοντ’ ἂν θεοί. ἀθανασίαν εὕρηκα· τοὺς ἤδη νεκροὺς, ὅταν ὀσφρανθῶσι, ποιῶ ζῆν πάλιν.
15 τοιοῦτόν τι οὐκ ἂν ἐξωγκώσατο οὐδ’ ἂν Μενεκράτης ὁ Συρακούσιος ὁ Ζεὺς ἐπικαλούμενος ὡς μόνος αἴτιος τοῦ ζῆν τοῖς ἀνθρώποις διὰ τῆς αὐτοῦ ἰατρικῆς. τοὺς οὖν θεραπευομένους ὑπ’ αὐτοῦ τὰς ἱερὰς καλουμένας νόσους συγγράφεσθαι ἠνάγκαζεν ὅτι ὑπακούσονται αὐτῷ δοῦλοι περισωθέντες. καὶ ἠκολούθουν ὃ μέν τις Ἡρακλέους σκευὴν ἔχων καὶ καλούμενος Ἡρακλῆς,
20Νικόστρατος δ’ ἦν οὗτος ὁ Ἀργεῖος, ἱερὰν νόσον θεραπευθείς· ἄλλος δέ τις ὡς Ἑρμῆς χλαμύδα ἔχων καὶ κηρύκειον, πρὸς δὲ τούτοις πτερά, ὡς ὁ Ζελείτης Νικαγόρας ὁ καὶ τῆς πατρίδος τυραννήσας. Ἀστυκλέα δὲ θερα‐ πευθέντα ὑπ’ αὐτοῦ Ἀπόλλωνα ἐκάλεσε. καὶ ἄλλος δ’ αὐτῷ τῶν περισω‐ θέντων Ἀσκληπιοῦ στολὴν ἀναλαβὼν συμπεριεφθείρετο. αὐτὸς δ’ ὁ Ζεὺς
25πορφύραν ἠμφιεσμένος καὶ στέφανον χρυσοῦν ἐπὶ τῆς κεφαλῆς ἔχων καὶ σκῆπτρον κρατῶν κρηπῖδας τε ὑποδεδεμένος περιῄει μετὰ τοῦ θείου χοροῦ. καὶ ἐπιστέλλων Φιλίππῳ τῷ βασιλεῖ οὕτως ἔγραψεν· Μενεκράτης Ζεὺς Φιλίππῳ χαίρειν. σὺ μὲν Μακεδονίας βασιλεύεις, ἐγὼ δὲ ἰατρικῆς, καὶ σὺ μὲν ὑγιαίνοντας δύνασαι, ὅταν βουληθῇς, ἀπολλύναι, ἐγὼ δὲ τοὺς
30νοσοῦντας σῴζειν, καὶ τοὺς εὐρώστους ἀνόσους, οἳ ἂν ἐμοὶ πείθωνται, παρ‐ έχειν μέχρι γήρως ζῶντας. τοιγαροῦν σὲ μὲν Μακεδόνες δορυφοροῦσιν, ἐμὲ δὲ καὶ οἱ μέλλοντες ἔσεσθαι. Ζεὺς γὰρ ἐγὼ αὐτοῖς βίον παρέχω. πρὸς ὃν ὡς μελαγχολῶντα ἐπέστειλεν ὁ Φίλιππος· Μενεκράτει ὑγιαίνειν. παραπλησίως δὲ ἐπέστελλε καὶ Ἀρχιδάμῳ τῷ Λακεδαιμονίων βασιλεῖ καὶ
35τοῖς ἄλλοις ὅσοις ἔγραφε, οὐκ ἀπεχόμενος τοῦ Διός. καλέσας δὲ αὐτόν ποτε ἐπὶ δεῖπνον ὁ Φίλιππος μετὰ τῶν ἰδίων θεῶν συγκατέκλινε πάντας ἐπὶ τῆς μέσης κλίνης ὑψηλότατα καὶ ἱεροπρεπέστατα κεκοσμημένης καὶ
τράπεζαν παραθείς, ἐφ’ ἧς βωμὸς ἔκειτο καὶ τῶν ἐπὶ γῆς πάντων ἀπαρχαί.126 in vol. 2.1

2,1

127

καὶ ὁπότε τοῖς ἄλλοις παρεφέρετο τὰ ἐδώδιμα, τοῖς ἀμφὶ Μενεκράτην ἐθυμίων καὶ ἔσπενδον οἱ παῖδες. καὶ τέλος, ὁ καινὸς Ζεὺς μετὰ τῶν ὑπηκόων γελώμενος θεῶν ἔφυγεν ἐκ τοῦ συμποσίου. Πύθερμος δὲ ἱστορεῖ, ὅτι Θεμίσων ὁ Κύπριος, τὰ Ἀντιόχου τοῦ βασιλέως
5παιδικὰ, οὐ μόνον ἐν ταῖς πανηγύρεσιν ἀνεκηρύττετο· Θεμίσων Μακεδών, Ἀντιόχου βασιλέως Ἡρακλῆς, ἀλλ’ ἔθυον αὐτῷ πάντες οἱ ἐγχώριοι ἐπιλέγοντες· Ἡρακλεῖ Θεμίσωνι, καὶ παρῆν αὐτὸς ὁπότε τις τῶν ἐνδόξων θύοι καὶ ἀνέκειτο στρωμνὴν καθ’ αὑτὸν ἔχων ἠμφιεσμένος λεοντῆν· ἐφόρει δὲ καὶ τόξα Σκυθικὰ καὶ ῥόπαλον ἐκράτει.
9
10 ὅτι ἀλαζονικὸν πᾶν τὸ τῶν μαγείρων φῦλον. Ἡγήσανδρος οὖν παράγει μάγειρον λέγοντα· βέλτιστε πολλοῖς πολλὰ περὶ μαγειρικῆς εἰρημένα ἐστίν. ἔπειτα ἐπάγει ὡς ἐγὼ ἅπαντα τὸν βίον ζητῶν κατὰ μέρη τὴν τέχνην ἐξήτακα εἴδη λαχάνων ὅς’ ἐστί, μεμβράδων τρόπους, φακῆς γένη παντο‐ δαπά. τὸ πέρας σοι λέγω· ὅταν ἐν περιδείπνῳ τυγχάνω διακονῶν, τοὐπί‐
15θημα τῆς χύτρας ἀφελὼν ἐποίησα τοὺς δακρύοντας γελᾶν· τοιοῦτος ἔν‐ δοθέν τις ἐν τῷ σώματι διέδραμε γαργαλισμὸς ὡς ὄντων γάμων. φακῆν παρατιθείς, εἰπέ μοι, καὶ μεμβράδας; τὰ πάρεργά μου ταῦτ’ ἐστιν. ἢν δὲ λάβω τὰ δέοντα καὶ τοὐπτανεῖον ἁρμόσωμαι ἅπαξ, ὅπερ ἐπὶ τῶν ἔμπροσθεν Σειρήνων, Σύρε, ἐγένετο, καὶ νῦν ταὐτὸ τοῦτ’ ὄψει πάλιν. ὑπὸ τῆς ὀσμῆς
20γὰρ οὐδὲ εἷς δυνήσεται ἁπλῶς διελθεῖν τὸν στενωπὸν τουτονί· ὁ δὲ παριὼν πᾶς εὐθέως πρὸς τὴν θύραν ἑστήξετ’ ἀχανής, προσπεπατταλευμένος, ἄφωνος, ἄχρι ἂν τῶν φίλων βεβυσμένος τὴν ῥῖν’ ἕτερός τις προσδραμὼν ἀποσπάσῃ. μέγας εἶ τεχνίτης. ἀγνοεῖς πρὸς ὃν λαλεῖς· πολλοὺς ἐγὼ σφόδρ’ οἶδα τῶν καθημένων, οἳ καταβεβρώκας’ ἕνεκ’ ἐμοῦ τὰς οὐσίας. τί διαφέρειν οὗτος
25ὑμῖν δοκεῖ, πρὸς τῶν θεῶν, τῶν παρὰ Πινδάρῳ Κηληδόνων, αἳ κατὰ τὸν αὐτὸν τρόπον ταῖς Σειρῆσι τοὺς ἀκροωμένους ἐποίουν ἐπιλανθανομένους τῶν τροφῶν διὰ τὴν ἡδονὴν ἀφαυαίνεσθαι; παράγει δὲ καὶ Νικόμαχος μά‐ γειρον λέγοντα πρὸς τὸν μισθωσάμενον· ὑποδεικνύεις μὲν ἦθος ἀστεῖον πάνυ καὶ πρᾷον, ὀλίγωρον δὲ πεποίηκάς τι. πῶς; ἐν τῇ τέχνῃ τίνες ἐσμὲν οὐκ
30ἐξήτακας, ἢ πρότερον ἐπύθου τῶν ἀκριβῶς εἰδότων· οὕτω τ’ ἐμισθώσω με; μὰ Δι’, ἐγὼ μὲν οὐκ ᾤμην ἴσως ὅσον διαφέρει μαγείρου μάγειρος οὐκ οἶσθα; εἴσομαι γ’ ἢν λέγῃς. ἔπειτα αὐχήσας ὁ μάγειρος εἰδέναι τὸ ἠγο‐ ρασμένον ὄψον σκευάζειν μουσικῶς, ληρεῖ ὅτι πρὸ τῆς μαγειρικῆς τέχνης πρότερον μαθεῖν δεῖ ἑτέρας τέχνας ἀστρολογικήν, ἰατρικήν, γεωμετρικήν,
35τῶν ἰχθύων γὰρ τὰς δυνάμεις καὶ τὰς τέχνας ἐντεῦθεν εἴσῃ· παρακολου‐ θήσεις χρόνοις, πότ’ ἄωρός ἐσθ’ ἕκαστος ἢ πόθ’ ὥριμος. τῶν ἡδονῶν γὰρ
μεγάλα τὰ διαστήματα· ἐνίοτε κρείττων γίνεται θύννου βόαξ. ἔστω. γεω‐127 in vol. 2.1

2,1

128

μετρικῇ δὲ καὶ σοὶ πρᾶγμα τί; τοὐπτανεῖον ἡμεῖς σφαῖραν εἶναι τιθέμεθα· τοῦτο δεῖ διελέσθαι καὶ τόπον λαβόνθ’ ἕνα μερίσαι κατ’ εἶδος τέχνης ἐπι‐ δέξια. ἐκεῖθεν ἐνταῦθ’ ἐστὶ μετενημεγμένα. οὗτος, πέπεισμαι καὶ τὰ λοιπὰ μὴ λαλῇς. πρὸς δὴ τοῦτο ἐπάγει ὁ μάγειρος ὅτι τῶν βρωμάτων τὰ πνευ‐
5ματικὰ καὶ δύσπεπτα τιμωρίαν ἔχοντ’ ἔστιν, οὐ τροφήν, καὶ ὅτι ἐπὶ τὰ ἀλλότρια δεῖπνα πᾶς γίνεται ὀξύχειρ κοὐκ ἐγκρατής· τοῖς δὴ τοιούτοις βρώμασιν τὰ φάρμαχ’ εὕρητ’ ἐκεῖθεν. μεταφορὰ δ’ ἐστὶ τέχνης, ἤδη τὸ μετὰ νοῦ καὶ τὸ συμμέτρως ἐμόν· ἔπειτα δεικνύει ὁ μάγειρος ὅτι καὶ τακτικῆς ἐστι τὸ εἰδέναι ἕκαστα ποῦ τεθήσεται, τὸ ἀριθμεῖν τὸ πλῆθος,
10ἣν καὶ αὐτὴν δεῖ προειδέναι τὸν μάγειρον· παρὰ δὲ τῷ νεωτέρῳ Φιλήμονι διδασκαλικός τις μάγειρός φησι· τὸ πῦρ ποιεῖτε τοῖς ὀπτοῖς μήτ’ ἀνειμένον (τὸ γὰρ τοιοῦτ’ οὐκ ὀπτόν, ἀλλ’ ἑφθὸν ποεῖ) μήτ’ ὀξύ· κατακάει γὰρ ὅς’ ἂν ἔξω λάβῃ τοῦτο πάλιν, εἰς τὴν σάρκα δ’ οὐκ ἐνδύεται. μάγειρος δ’ ἐστὶν οὐκ ἐὰν ζωμήρυσιν ἔχων τις ἔλθῃ καὶ μάχαιραν πρός τινα, οὐδ’ ἄν τις
15εἰς τὰς λοπάδας ἰχθῦς ἐμβάλῃ, ἀλλ’ ἐστί τις φρόνησις ἐν τῷ πράγματι. παρὰ δὲ Διφίλῳ μάγειρός φησι· οὐ βαδίζω πρότερον ἐὰν μὴ δοκιμάσω τίς ἐσθ’ ὁ θύων ἢ πόθεν συνίσταται τὸ δεῖπνον ἢ κέκληκεν ἀνθρώπους τίνας. ἔστι δ’ ἁπάντων τῶν γενῶν μοι διαγραφή, εἰς ποῖα μισθοῦν ἢ φυλάττεσθαί με δεῖ. οἷον τὸ κατὰ τοὐμπόριον, εἰ βούλει, γένος. ναύκληρος ἀποθύει τις
20εὐχήν, ἀποβαλὼν τὸν ἱστὸν ἢ πηδάλιόν τι συντρίψας νεώς, ἢ φόρτι’ ἐξέρ‐ ριψεν ὑπέραντλος γενόμενος, ἀφῆκα τὸν τοιοῦτον· οὐθὲν ἡδέως γὰρ ποιεῖ οὗτος, ἀλλ’ ὅσον νόμου χάριν· ὁμοῦ δὲ ταῖς σπονδαῖσι διαλογίζεται τοῖς συμπλέουσιν ὁπόσον ἐπιβάλλει μέρος. ἀλλ’ ἕτερος εἰσπέπλευκεν ἐκ Βυζαντίου τριταῖος, ἀπαθής, εὐπορηκώς, περιχαρὴς εἰς δέκ’ ἐπὶ τῇ μνᾷ γεγονέναι καὶ
25δώδεκα, λαλῶν τὰ ναῦλα καὶ δανεῖ’ ἐρυγγάνων, ἀφροδίσι’ ὑπὸ κόλλοψι μαστροποῖς ποιῶν, ὑπὸ τοῦτον ὑπέμυξ’ εὐθὺς ἐκβεβηκότα, τὴν δεξίαν ἐνέ‐ βαλον, ἐμνήσθην Διὸς Σωτῆρος, ἐμπέπηγα τῷ διακονεῖν· πάλιν μειράκιον ἐρῶν τᾶ πατρῷα βρύκει καὶ σπαθᾷ· πορεύομαι. καὶ ἄλλα τοιαῦτα. παρὰ δὲ Ἐκδίκῳ σοφιστὴς μαγειρίσκος ἐπὶ πολλοῖς ἄλλοις αὐχεῖ ὅτι δὲ ἦσαν†
30καὶ φλόγα ῥᾳδίως ποιεῖ· φησὶ γάρ· πρῶτον ὤμων κειμένων τῶν ἰχθύων πάρεισιν οἱ δαιτυμόνες. δίδου κατὰ χειρός, τὰς λοπάδας ἐπιθεὶς ἐπὶ τὸ πῦρ, τοὺς ἄνθρακας ἔρραν’ ἐλαίῳ καὶ ποιῶ φλόγα. παρὰ τούτῳ κεῖται καὶ τὸ ἐλᾳδίου κοτύλη. ὅτι Θίμβρων ἔνδοξος μάγειρος παρὰ Φιλοστεφάνῳ. τευθὶς ὠνθυλευμένη Σωτάδης ὁ κωμικός φησιν, οὐχ ὁ τῶν Ἰωνικῶν ᾀσμάτων
35ποιητὴς ὁ Μαρωνείτης, παρ’ ᾧ κωμικῷ μάγειρός τις τάδε φησί· καρῖδας ἔλαβον πρῶτον, ἀπετηγάνισα πάντας ἁπάσας· γαλεὸς εἴληπται μέγας· ὤπτησα τὰ μέσα. γλαύκου φέρω κεφαλαῖα παμμεγέθη δύο, ἐν λοπάδι
μεγάλῃ ταῦτα, λιτῶς προσάγω χλόην, κύμινον, ἅλας, ὕδωρ, ἔλαιον. λάβρακ’128 in vol. 2.1

2,1

129

ἐπριάμην καλὸν σφόδρα· ἔσται δι’ ἅλμης λιπαρὸς ἑφθὸς ἐν χλόῃ, τρίγλας καλὰς ἠγόρασα καὶ κίχλας καλάς· ἔρριψα ταῦτα ἐπὶ τὸν ἄνθρακα ὡς ἔχει ἅλμῃ τε λιπαρᾷ παρατίθημι. γόγγρον ἐπὶ τούτοις ἐπριάμην παχὺν σφόδρα· κᾆτ’ ἔπνιξα ἐν ἅλμῃ τοῦτον εὐανθεστέρᾳ, κωβίδι’ ἄττα καὶ πε‐
5τραῖα δή τινα ἰχθύδια, τούτων ἀποκνίσας τὰ κρανία ἐμόλυν’ ἀλεύρῳ πέμπω τε ταῖς καρῖσι τὴν αὐτὴν ὁδόν. ἀμίαν τε χήραν, θηρίον καλὸν σφόδρα, θρίοισι ταύτην εἴλης’ ἐλαδίῳ διεὶς ἐσπαργάνωσα περιπάσας ὀρίγανον ἐν‐ έκρυψά θ’ ὥσπερ δαλὸν εἰς πολλὴν τέφραν. εἶτα ἐπάγει· τοῦτ’ ἔσθ’ ἡ τέχνη, οὐκ ἐξ ἀπογραφῆς οὐδὲ δι’ ὑπομνημάτων.
10 ὅτι Ἀρχέστρατος ἐν τῇ Γαστρονομίᾳ καὶ ὁπόθεν ἕκαστον μέρος τοῦ γόγγρου δεῖ συνωνεῖσθαι διηγεῖται. γόγγρου μὲν ἔχεις κεφαλήν, φίλος, ἐν Σικυῶνι πίονος, ἰσχυροῦ, μεγάλου καὶ πάντα τὰ κοῖλα· εἶτα χρόνον πολὺν ἕψε χλόῃ περίπαστον ἐν ἅλμῃ. ἑξῆς τε περὶ τῶν κατ’ Ἰταλίαν τόπων διεξιὼν πάλιν ὁ κάλος οὗτος περιηγητής φησιν· καὶ γόγγρος
15σπουδαῖος ἁλίσκεται, ὥστε τοσοῦτον τῶν ἄλλων πάντων ὄψων κρατεῖ οὗτος ὅσονπερ θύννος ὁ πιότατος τῶν φαυλοτάτων κορακίνων. παρὰ δὲ Ἀλέξιδι μάγειρος περὶ ὧν ὠψώνηκε λέγων φησίν· δραχμῶν τριῶν γλαυκίσκον, γόγγρου κεφαλὴν καὶ τὰ πρῶτα τεμάχια δραχμῶν πάλιν πέντ’. ὦ τα‐ λαιπώρου βίου. δραχμῆς τραχήλους· ἀλλὰ νὴ τὸν ἥλιον, κἀμοὶ τράχηλον
20εἴ ποθεν λαβεῖν ἦν καὶ πρίασθαι δυνατόν, ὃν ἔχω τοῦτον ἄν, πρὶν εἰσ‐ ενεγκεῖν ταῦτα δεῦρ’ ἀπηγξάμην. γαλεοί· Ἱκέσιός φησι τῶν γαλεῶν βελτίονας εἶναι καὶ ἁπαλωτέρους τοὺς ἀστερίας καλουμένους. Ἀριστοτέλης δὲ εἴδη αὐτῶν φησιν εἶναι πλείω, ἀκανθίαν, λεῖον, ποικίλον, σκύμνον, ἀλωπεκίαν, ῥίνην. Δωρίων δέ φησι τὸν
25ἀλωπεκίαν μίαν ἔχειν λοφιὰν πρὸς τῷ οὐραίῳ, ἐπὶ δὲ τῆς ῥάχεως οὐδα‐ μῶς. Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων καὶ κεντρίνην φησί τινα γαλεὸν εἶναι καὶ νωτιδανόν. Ἐπαίνετος δ’ ἐν ὀψαρτυτικῷ ἐπινωτιδέα καλεῖ, χείρονα δ’ εἶναι τὸν κεντρίνην καὶ δυσώδη· γνωρίζεσθαι δ’ ἐκ τοῦ πρὸς τῇ πρώτῃ λοφίᾳ ἔχειν κέντρον, τῶν ὁμοειδῶν οὐκ ἐχόντων· οὔτε δὲ στέαρ
30οὔτε πιμελὴν ἔχειν τοὺς ἰχθῦς τούτους διὰ τὸ χονδρώδεις εἶναι. ἰδίως δ’ ὁ ἀκανθίας τὴν καρδίαν ἔχει πεντάγωνον. τίκτει δ’ ὁ γαλεὸς τὰ πλεῖστα τρία καὶ εἰσδέχεται τὰ γεννηθέντα εἰς τὸ στόμα καὶ πάλιν ἀφίησιν. μά‐ λιστα δ’ ὁ ποικίλος καὶ ἀλωπεκίας. οἱ δὲ λοιποὶ οὐκ ἔτι διὰ τὴν τραχύτητα. Ἀρχέστρατος δ’ ὁ τὸν αὐτὸν Σαρδαναπάλῳ ζήσας βίον περὶ τοῦ ἐν Ῥόδῳ
35γαλεοῦ λέγων τὸν αὐτὸν εἶναι ἡγεῖται τῷ παρὰ Ῥωμαίοις μετ’ αὐλῶν καὶ στεφάνων εἰς τὰ δεῖπνα περιφερομένῳ ἐστεφανωμένων καὶ τῶν φε‐ ρόντων αὐτὸν καλούμενόν τε ἀκκιπήσιον. ἀλλ’ οὗτος μὲν μικρὸς καὶ μα‐
κρορυγχότερός ἐστι καὶ τῷ σχήματι τρίγωνος ἐκείνων μᾶλλον· τούτων129 in vol. 2.1

2,1

130

δ’ ὁ εὐτελέστατος καὶ μικρότατος οὐχ ἧττον Ἀττικῶν χιλίων πιπράσκεται. Ἀπίων δ’ ὁ γραμματικὸς ἐν τῷ περὶ τῆς Ἀπικίου τρυφῆς τὸν ἔλλοπα καλούμενον τοῦτόν φησιν εἶναι τὸν ἀκκιπήσιον, γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν ἐν ὀξυλιπάρῳ τρίμματι σκευάζεται, φησὶ Τιμοκλῆς.
5 γλαῦκος. Νουμήνιος γλαῦκον περόωντα κατὰ μνία σιγαλόεντα. Ἀρχέ‐ στρατος· ἀλλά μοι ὀψώνει γλαύκου κεφαλὴν ἐν Ὀλύνθῳ καὶ Μεγάροις. Ἀντιφάνης· τὸ μὲν γλαυκίδιον ἕψειν ἐν ἅλμῃ. τὸ δὲ λαβράκιον; ὀπτᾶν ὅλον· τὸν γαλεόν; ἐνυποτριμματίζεσθαι. τὸ δ’ ἐγχέλιον; ἅλες; ὀρίγανον, ὕδωρ. ὁ γόγγρος; ταὐτόν. ἡ βατίς; χλόη. πρόσεστι θύννου τέμαχος, ὀπτήσεις.
10κρέας ἐρίφειον; ὀπτόν. ὁ σπλήν; σεσάχθω. νῆστις; ὁ αὐτός· Βοιωτία μὲν ἐγχέλεις, μῦς Ποντικοί, θύννοι Μεγαρικοί, Καρύστιαι μαινίδες, φάγροι δ’ Ἐρετρικοί, Σκύριοι δὲ καράβοι. Ἀναξανδρίδης· ὁ πρῶτος εὑρὼν πολυτελὲς τμητὸν μέγα γλαύκου πρόσωπον τοῦ τ’ ἀκύμονος δέμας θύννου Νηρεὺς κατοικεῖ πάντα τόνδε τὸν τόπον. Ἀντιφάνης δ’ ἐν Κύκλωπι ὑπερακοντίζων
15τὸν τένθην Ἀρχέστρατόν φησιν· ἔστω ἡμῖν κεστρεὺς ὑμήττιος, ναρκὴ πνικτή, πέρκη σχιστή, τευθὶς σακτή, συνόδων ὀπτός, γλαύκου προτομή, γόγγρου κεφαλή, βατράχου γαστήρ, θύννου λαγόνες, βατίδος νῶτον, μαινίς, καρίς, τρίγλη, φυκίς· τῶν τοιούτων μηδὲν ἀπέστω. Ναυσικράτης· δύο μὲν (φασίν) ἁπαλοὶ καὶ καλοὶ τοῦ ναυτίλοισι πολλάκις ἤδη φανέντος πελαγίοις ἐν
20ἀγκάλαις, ὃν καὶ τὰ θνητῶν φασιν ἀγγέλλειν πάθη. γλαῦκον λέγεις; ἔγνωκας. τὸν δὲ Γλαῦκον τὸν θαλάττιον δαίμονα Θεόλυτος μὲν ὁ Μηθο‐ μναῖος ἐρασθέντα φησὶν Ἀριάδνης, ὅτ’ ἐν Δίᾳ τῇ νήσῳ ὑπὸ Διονύσου ἡρπάσθη, καὶ βιαζόμενον ὑπὸ Διονύσου ἀμπελίνῳ δεσμῷ ἐνδεθῆναι καὶ δεηθέντα ἀφεθῆναι εἰπόντα· Ἀνθηδών νύ τίς ἐστιν ἐπὶ πλευροῖο θαλάσσης
25ἄντιον Εὐβοίης· ἔνθεν ἐγὼ γένος εἰμί. πατὴρ δέ με γείνατο Κωπεύς. Προ‐ μαθίδας δὲ Πολύβου τοῦ Ἑρμοῦ καὶ Εὐβοίας τῆς Λαρύμνου γενεαλογεῖ τὸν Γλαῦκον, Μνασέας δὲ Ἀνθηδόνος καὶ Ἀλκυόνης. ναυτικὸν δὲ αὐτὸν καὶ κολυμβητὴν ἀγαθὸν γενόμενον πόντιον καλεῖσθαι· ἁρπάσαντα δὲ Σύμην ἀποπλεῦσαι εἰς Ἀσίαν καὶ τὴν ἐγγὺς τῆς Καρίας νῆσον ἔρημον κατοική‐
30σαντα ἀπὸ τῆς γυναικὸς Σύμην αὐτὴν προσαγορεῦσαι. Εὐάνθης δὲ Ποσει‐ δῶνος αὐτὸν υἱὸν εἶναι καὶ Ναίδος νύμφης μιγῆναί τε Ἀριάδνῃ ἐν Δίᾳ τῇ νήσῳ ἐρασθέντα, ὅτε ὑπὸ Θησέως κατελείφθη. Ἀριστοτέλης δὲ ἐν τῇ Δηλίων πολιτείᾳ φησὶν ἐν Δήλῳ κατοικήσαντα μετὰ τῶν Νηρηίδων τοῖς θέλουσι μαντεύεσθαι. Πόσσις δ’ ὁ Μάγνης τῆς Ἀργοῦς αὐτὸν δημιουργὸν
35γενέσθαι καὶ κυβερνῶντα αὐτήν, ὅτε Ἰάσων μετὰ τῶν Τυρρηνῶν ἐμάχετο, μόνον ἄτρωτον γενέσθαι ἐν τῇ ναυμαχίᾳ· κατὰ δὲ Διὸς βούλησιν ἐν τῷ τῆς θαλάσσης βυθῷ φανῆναι καὶ οὕτω. δαίμονα γενέσθαι θαλάττιον ὑπὸ
μόνου τε Ἰάσονος θεαθῆναι. Νικάνωρ δὲ τὸν Μελικέρτην φησὶ Γλαῦκον130 in vol. 2.1

2,1

131

μετονομασθῆναι. ἱστορεῖ δὲ περὶ αὐτοῦ καὶ ὁ Αἰτωλὸς Ἀλέξανδρος ὅτι βοτάνης γευσάμενος κατεποντώθη. Αἰσχρίων δ’ ὁ Σάμιος Ὕδνης φησὶ τῆς Σκύλλου τοῦ Σκιωναίου κατακολυμβητοῦ θυγατρὸς τὸν θαλάσσιον Γλαῦκον ἐρασθῆναι. ἰδίως δὲ καὶ περὶ τῆς βοτάνης λέγει, ἣν φαγὼν ἀθάνατος γέγονε· καὶ
5θεῶν ἄγρωστιν εὗρες, ἣν Κρόνος κατέσπειρε. Νίκανδρος δὲ Νηρέως ἐρώμενον αὐτὸν ἱστορεῖ γενέσθαι, ὃς καὶ τὴν μαντικήν φησιν Ἀπόλλωνα ὑπὸ Γλαύκου διδαχθῆναι· θηρῶντα δὲ περὶ τὴν Ὀρείην, ὄρος δὲ τοῦθ’ ὑψηλὸν ἐν Αἰτωλίᾳ, λαγὼν θηρᾶσαι, ὃν λιποθυμοῦντα ὑπὸ τῆς διώξεως ἀπαγαγεῖν ὑπὸ κρήνῃ τινι καὶ τῇ παρακειμένῃ πόᾳ ἤδη ὑποψυχόμενον ἀπομάσσειν. ἀναζωπυρή‐
10σαντος δὲ τοῦ λαγὼ τῇ βοτάνῃ ἐπιγνόντα τῆς βοτάνης τὴν δύναμιν ἀπο‐ γεύσασθαι καὶ ἔνθεον γενόμενον ἐπιγενομένου χειμῶνος κατὰ Διὸς βούλησιν εἰς τὴν θάλασσαν ἑαυτὸν ἐκρῖψαι. Ἡδύλος δ’ ὁ Σάμιος ἢ Ἀθηναῖος Μελικέρτου φησὶν ἐρασθέντα τὸν Γλαῦκον ἑαυτὸν ῥῖψαι εἰς τὴν θάλασσαν. Ἡδύλη δ’ ἡ τοῦ ποιητοῦ τούτου μήτηρ, Μοσχίνης δὲ θυγάτηρ τῆς Ἀττικῆς ἰάμβων
15ποιητρίας, ἱστορεῖ τὸν Γλαῦκον ἐρασθέντα Σκύλλης ἐλθεῖν αὐτῆς εἰς τὸ ἄντρον ἢ κόγχου δώρημα φέροντ’ Ἐρυθραίης ἀπὸ πέτρης, ἢ τοὺς ἀλκυόνων παῖδας ἔτ’ ἀπτερύγους, τῇ νύμφῃ ἀθύρματα. δάκρυ δ’ ἐκείνου καὶ Σειρὴν γείτων πάρθενος ᾠκτίσατο· ἀκτὴν γὰρ κείνην ἀπενήχετο καὶ τὰ σύνεγγυς Αἴτνης.
20 γναφεύς, Δωρίων τὸ ἐκ τῆς ἑψήσεως τοῦ γναφέως ὑγρόν φησι πάντα σπῖλον καθαίρειν. ἔγχελυς. θαλασσίων ἐγχέλεων μνημονεύει Ἐπίχαρμος· Δωρίων δὲ τὰς Κωπαίδας ἐπαινεῖ· γίνονται δ’ αὗται ὑπερμεγέθεις. φησὶ γοῦν Ἀγαθαρχίδης τὰς ὑπερφυεῖς τῶν Κωπαίδων ἐγχέλεων ἱερείων τρόπον στεφανοῦντας καὶ
25κατευχομένους οὐλάς τε ἐπιβάλλοντας θύειν τοῖς θεοῖς τοὺς Βοιωτούς· καὶ πρὸς τὸν ξένον τὸν διαποροῦντα τὸ τοῦ γένους παράδοξον καὶ πυνθανόμενον ἓν μόνον εἰδέναι φῆσαι τὸν Βοιωτὸν ὅτι δεῖ τηρεῖν τὰ προγονικὰ νόμιμα καὶ ὅτι μὴ καθήκει τοῖς ἄλλοις ὑπὲρ αὐτῶν ἀπολογίζεσθαι. οὐ χρὴ θαυ‐ μάζειν εἰ ἱερείων τρόπον ἐγχέλεις θύονται, ὁπότε καὶ Ἀντίγονος ὁ Καρύστιος
30τοὺς ἁλιέας λέγει θυσίαν ἐπιτελοῦντας τῷ Ποσειδῶνι ὑπὸ τὴν τῶν θύννων ὥραν, ὅταν εὐαγρήσωσι, θύειν τῷ θεῷ τὸν πρῶτον ἁλόντα θύννον, καὶ τὴν θυσίαν ταύτην καλεῖσθαι θυνναῖον. καὶ τάριχοι δὲ παρὰ Φασηλίταις ἀποθύονται. φησὶ γοῦν Φιλοστέφανος Λάκιον τὸν Ἀργεῖον τῶν σὺν Μόψῳ ἀφικομένων, ὅν τινες Λίνδιον εἶναί
35φασιν, ἀδελφὸν Ἀντιφήμου τοῦ Γέλαν οἰκίσαντος εἰς τὴν Φασήλιδα ὑπὸ Μόψου μετ’ ἀνδρῶν πεμφθέντα κατά τινα λόγον Μαντοῦς τῆς Μόψου μητρός, ὅτε αἱ πρύμναι τῶν ἰδίων νηῶν συνέβαλον καὶ συνεθραύσθησαν κατὰ
Χελιδονίας τῶν μετὰ τοῦ Λακίου διὰ τὸ ὑστερεῖν νυκτὸς προσβαλόντων131 in vol. 2.1

2,1

132

ἀγοράσαι τὴν γῆν οὗ ἡ Φάσηλις νῦν ἐστι, καθὰ ἡ Μαντὼ προεῖπε, παρὰ Καλάβρα τινος δύντα τάριχον· τοῦτον γὰρ ἑλέσθαι λαβεῖν αὐτὸν ἀφ’ ὧν ἦγον. ὅθεν κατ’ ἐνιαυτὸν τοὺς Φασηλίτας τῷ Κυλάβρᾳ θύειν τάριχον τι‐ μῶντας ὥσπερ ἥρωα.
5 ὅτι περὶ τῶν ἐγχέλεων Ἱκέσιός φησιν ὡς εὐχυλώτεραι πάντων εἰσὶν ἰχθύων, καὶ ὅτι εὐστομαχίᾳ διαφέρουσι τῶν πλείστων· πλήσμιαι γάρ εἰσι καὶ πολύτροφοι. ἐν δὲ τοῖς ταρίχεσι τὰς Μακεδονικὰς ἐγχέλεις κατα‐ τάττει. Ἀριστοτέλης δὲ χαίρειν φησὶ τὰς ἐγχέλεις καθαρωτάτῳ ὕδατι ὅθεν τοὺς ἐγχελυοτρόφους καθαρὸν αὐταῖς ἐπιχεῖν· πνίγεσθαι γὰρ ἐν τῷ
10θολερῷ. διὸ καὶ οἱ θηρεύοντες θολοῦσι τὸ ὕδωρ ἵνα ἀποπνίγωνται. λεπτὰ γὰρ ἔχουσαι τὰ βράγχια αὐτίκα ὑπὸ τοῦ θολοῦ τοὺς πόρους ἐπιπωματί‐ ζονται. ὅθεν κἂν τοῖς χειμῶσιν ὑπὸ τῶν πνευμάτων ταραττομένου τοῦ ὕδατος ἀποπνίγονται. ὀχεύονται δὲ συμπλεκόμεναι κᾆτ’ ἀφιᾶσι γλινῶδες ἐξ αὐτῶν, ὃ γενόμενον ἐν τῇ ἰλύι ζωογονεῖται. λέγουσι δ’ οἱ ἐγχελυοτρόφοι
15καὶ ὡς νυκτὸς μὲν νέμονται, ἡμέρας δ’ ἐν τῇ ἰλύι ἀκινητίζουσι ζῶσι τε τὸ ἐπὶ πολὺ ἐπὶ ὀκτὼ ἔτη. ἐν ἄλλοις δὲ πάλιν ἱστορεῖ Ἀριστοτέλης γίνεσθαι αὐτὰς οὔτε ᾠοτοκούσας οὔτε ζῳοτοκούσας, ἀλλ’ οὐδὲ ἐξ ὀχείας, ἀλλ’ ἐν τῷ βορβόρῳ καὶ τῇ ἰλύι σήψεως γινομένης. καθάπερ καὶ ἐπὶ τῶν καλου‐ μένων τῆς γῆς ἐντέρων λέγεται. διὸ καὶ Ὅμηρον τῆς τῶν ἰχθύων φύσεως
20χωρίζοντα τάδε εἰπεῖν· τείροντ’ ἐγχέλυές τε καὶ ἰχθύες οἱ κατὰ δίνας. φησί τις παρὰ τῷ ῥήτορι τούτῳ δειπνούντων, Ἐπικούρειός τις τῶν συν‐ δειπνούντων ἡμῖν ἐγχέλυος παρατεθείσης εἰπών· πάρεστιν ἡ τῶν δείπνων Ἑλένη· ἐγὼ οὖν Πάρις ἔσομαι, καὶ πέρας μήπω τινὸς ἐκτετακότος ἐπ’ αὐτὴν ἐπιβαλὼν ἐψίλωσε τὸ πλεῦρον ἀγαγὼν εἰς ἄκανθαν. ὁ δ’ αὐτὸς οὗτος
25πλακοῦντός ποτε θερμοῦ παρατεθέντος καὶ πάντων ἀπεχομένων ἐπιφωνήσας· τοῦδ’ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικε, προπετῶς ἐπιβαλὼν καὶ καταπιὼν φλεγόμενος ἐξεφέρετο. καὶ ὁ Κύνουλκος ἔφη· ἀποφέρεται ἐκ τῆς βρογχοπαρατάξεως ὁ λάρος. Ἀρχέστρατος δὲ περὶ τῆς ἐγχέλυος οὕτως ἱστορεῖ· ἔγχελυν αἰνῶ μὲν πᾶσαν, πολὺ δ’ ἐστὶ κρατίστη Ῥηγίου ἀντιπέραν
30πορθμοῦ ληφθεῖσα θαλάσσης· οὐ μὴν ἀλλὰ κλέος γ’ ἀρετῆς μέγα κάρτα φέρουσι Κωπαῖαι καὶ Στρυμόνιαι· μεγάλαι τε γάρ εἰσι καὶ τὸ πάχος θαυμασταί. ὁμῶς δ’ οἶμαι βασιλεύει πάντων τῶν περὶ δαῖτα καὶ ἡδονῇ ἡγεμονεύει ἔγχελυς, ἣ φύσει ἀπύρηνος μόνος ἰχθύς. Τρύφων φησί, ὅτι οἱ Ἀττικοὶ τὰς ἑνικὰς χρήσεις ἐπιστάμενοι διὰ τοῦ υ τὰς πληθυντικὰς οὐκ
35ἔτι ἀκολούθως ἐπιφέρουσιν. Ἀριστοφάνης οὖν ἐν μὲν Ἀχαρνεῦσί φησι· σκέψασθε, παῖδες, τὴν κρατίστην ἔγχελυν. καὶ ἀλλαχοῦ· λεῖος ὥσπερ ἔγ‐ χελυς. τὰς μέντοι πληθυντικὰς οὐκ ἔθ’ ὡς ὁ ποιητής· τείροντ’ ἐγχέλυες·
ἀλλ’ Ἀριστοφάνης μὲν ἐν Ἱππεῦσιν· ὥσπερ οἱ τὰς ἐγχέλεις θηρώμενοι·132 in vol. 2.1

2,1

133

καὶ δευτέραις Νεφέλαις. τὰς εἰκοῦς τῶν ἐγχέλεων· καὶ ἀλλαχοῦ· οὐ χαίρω βατίσιν, οὐδ’ ἐγχέλεσιν· καὶ Στράττις ἐγχέλεων ἀνεψιός. Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ζῴων διὰ τοῦ ι ἔγχελις εἴρηκεν. ὅταν δ’ Ἀριστοφάνης ἐν Ἱππεῦσι λέγῃ· ὅπερ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας· ὅταν γὰρ ἡ
5λίμνη καταστῇ, λαμβάνουσιν οὐδὲ ἕν· καὶ τὰ ἑξῆς σαφῶς δηλοῖ ὅτι ἡ ἔγχελυς ἐκ τῆς ἰλύος λαμβάνεται. ὅθεν καὶ τοὔνομα εἰς υς ἐπερατώθη. καὶ ὁ ποιητὴς οὖν θέλων δηλῶσαι τὸ εἰς βάθος τοῦ ποταμοῦ καιόμενον οὕτως ἔφη· τείροντ’ ἐγχέλυές τε καὶ ἰχθύες. ἰδικώτερον δὲ καὶ κατ’ ἐξαίρετον ἐγχέλυες, ἵνα καὶ τὸ βάθος τοῦ κεκαυμένου ὕδατος δηλώσῃ.
10ὅτι Ἀντιφάνης κωμῳδῶν τοὺς Αἰγυπτίους φησίν· τά τ’ ἄλλα δεινούς φασι τοὺς Αἰγυπτίους εἶναι τὸ νομίσαι τε ἰσόθεον τὴν ἔγχελυν· πολὺ τῶν θεῶν γάρ ἐστι τιμιωτέρα. τῶν μὲν γὰρ εὐξαμένοισιν ἔσθ’ ἡμῖν τυχεῖν· τούτων δὲ δραχμὰς τοὐλάχιστον δώδεκα ἢ πλέον ἀναλώσασιν ὀσφρᾶσθαι μόνον· οὕτως ἐσθ’ ἅγιον παντελῶς τὸ θηρίον. Ἀναξανδρίδης τε πρὸς Αἰγυπτίους
15φησίν· οὐκ ἂν δυναίμην ξυμμαχεῖν ὑμῖν ἐγώ· οὔθ’ οἱ τρόποι γὰρ ὁμονοοῦς’ οὐθ’ οἱ νόμοι ὑμῶν, ἀπ’ ἀλλήλων δὲ διέχουσι πολύ. βοῦν προσκυνεῖς, ἐγὼ δὲ θύω τοῖς θεοῖς· τὴν ἔγχελυν μέγιστον ἡγῇ δαίμονα, ἡμεῖς δὲ τῶν ὄψων μέγιστον παρὰ πολύ. οὐκ ἐσθίεις ὕεια, ἐγὼ δέ γ’ ἥδομαι μάλιστα τούτοις· κύνα σέβεις, τύπτω δ’ ἐγώ, τοὔψον κατεσθίουσιν ἡνίκ’ ἂν λάβω. τοὺς
20ἱερέας ἐνθάδε μὲν ὁλοκλήρους νόμος εἶναι, παρ’ ὑμῖν δ’ ὡς ἔοικ’, ἀπηργμένους. τὸν αἴλουρον κακὸν ἔχοντ’ ἐὰν ἴδῃς κλαίεις, ἐγὼ δ’ ἥδιστ’ ἀποκτείνας δέρω. δύναται παρ’ ὑμῖν μυγαλῆ, παρ’ ἐμοὶ δέ γ’ οὔ. καὶ Τιμοκλῆς· πῶς ἂν οὖν σώσειεν ἶβις ἢ κύων; ὅπου γὰρ εἰς τοὺς ὁμολογουμένους θεοὺς ἀσε‐ βοῦντες οὐ διδόασιν εὐθέως δίκην, τίν’ αἰλούρου βωμὸς ἐπιτρίψειεν ἄν;
25ὅτι ἤσθιον τὰς ἐγχέλεις καὶ μετὰ τεύτλων ἐντυλίξαντες. Εὔβουλος· νύμφη ἀπειρόγαμος τεύτλῳ περὶ σῶμα καλυπτὰ λευκόχρως πάρεσται, ἔγχελυς. καὶ πάλιν· θύννων μεγαλόπλουτ’ ἐπὶ σὲ πλεῖ ὑπογάστρι’ ὀπτῶν αἵ τε λιμνοσώματοι Βοιώτιαι παρῆσαν ἐγχέλεις θεαὶ τεῦτλ’ ἀμπεχόμεναι. καὶ πάλιν· παρθένου Βοιωτίας Κωπαίδος· ὀνομάζειν γὰρ αἰδοῦμαι θεάν. ὅτι δὲ
30καὶ Στρυμόνιαι δι’ ὀνόματος ἦσαν, Ἀντιφάνης ἐν Θαμύρᾳ φησί· καὶ σοῦ γ’ ἐπώνυμός τις ἐν φήμαις βροτῶν Θρῄκης κατάρδων ποταμὸς ὠνομασμένος Στρυμών, μεγίστας ἐγχέλεις κεκτημένος. ἔλλοψ. Ἀρχέστρατος· τὸν δ’ ἔλλοπ’ ἔσθε μάλιστα Συρακούσαις ἐνὶ κλειναῖς. οὗτος γάρ ἐστιν ἐκεῖθεν τὴν ἀρχὴν γεγονὼς κἂν ἢ περὶ νήσους ἢ περὶ τὴν
35ἄλλην που ἁλῷ γῆν ἢ περὶ Κρήτην, λεπτὸς καὶ στερεὸς καὶ κυματοπλὴξ ἀφικνεῖται. ἐρυθρῖνος. Ἀριστοτέλης καὶ Σπεύσιππος παραπλήσιά φησιν εἶναι φάγρον, ἐρυθρῖνον, ἥπατον. Κυρηναῖοι δὲ δύκην τὸν ἐρυθρῖνον καλοῦσι, φησὶν ἐν
γλώσσαις Κλείταρχος.133 in vol. 2.1

2,1

134

ἐγκρασίχολοι. καὶ τούτων Ἀριστοτέλης ἐν τῷ περὶ ζωικῶν μέμνηται ὡς μικρῶν ἰχθυδίων. ἑψητός. ἐπὶ τῶν λεπτῶν ἰχθυδίων. Ἄρχιππος τὴν ἀφύην καταπέπωκεν ἑψητὸς ἐντυχών. Δωρίων· ἑψητοὺς εἶναι δεῖ ἐγκρασιχόλους ἢ ἀθερίνας ἢ τριγλί‐
5δας μικρὰς σηπίδιά τε καὶ τευθίδια καὶ καρκίνια. Εὔβουλος· ὦ χάριτες, αἷσι μέλουσιν ἑψητοί. Εὔβουλος· ἀγαπῶν κἂν ἕψητον ἐν τεύτλοις ἕνα διὰ δωδε‐ κάτης ἑψόμενον ἡμέρας ἴδῃ. Ἄλεξις· ἕψητοί τινες παρῆσαν ἡμῖν δαιδάλεοί πως. τὰ γὰρ καλὰ πάντα Δαιδάλου καλοῦσιν ἔργα. πληθυντικῶς δὲ λέγουσι ἑψητοὺς κατὰ τὸ πλεῖστον· τὸ παιδίον εἰσῆλθεν ἑψητοὺς φέρων, φησὶ
10Μένανδρος. ἐν δὲ τῇ ἐμῇ Ναυρκάτει, φησὶν οὗτος ὁ ῥήτωρ, ἑψητοὺς καλοῦσιν ἰχ‐ θύδια ὑπολειπόμενα ἐν ταῖς διώρυξιν, ὅταν ὁ Νεῖλος ὑποπαύηται τῆς πληρώσεως. ἥπατος ἢ λεβίας. Διοκλῆς τοῦτόν φησι τῶν πετραίων εἶναι· Σπεύσιππος ὅμοιον φάγρῳ. ἔστι δὲ μονήρης, ὥς φησιν Ἀριστοτέλης, σαρκοφάγος καρ‐ χαρόδους, τὴν χροιὰν μέλας, ὀφθαλμοὺς μείζονας ἢ καθ’ αὑτὸν ἔχων,
15καρδίαν τρίγωνον λευκήν. Ἀρχέστρατος δὲ ὁ τῶν δείπνων λοχαγός φησιν· καὶ λεβίαν λαβεῖν τὸν ἥπατον ἐν περικλύστῳ Δήλῳ καὶ Τήνῳ. ἠλακατῆνες, κητώδεις οὗτοι, ἐπιτήδειοι εἰς ταριχείαν. Μένανδρος. κωβιός, ἠλακατῆνες καὶ κυνὸς οὐραῖον. Μνασέας ὁ Πατρεύς· Ἰχθύος δὲ γίνεται καὶ Ἡσυχίας τῆς ἀδελφῆς Γαλήνη καὶ Μύραινα καὶ Ἠλακατῆνες.
20 θύννος. τοῦτόν φησιν Ἀριστοτέλης ἐκπλεῖν εἰς τὸν πόντον ἐχόμενον τῆς γῆς· ἐν τῷ δεξιῷ τε ὀφθαλμῷ βλέπειν, τῷ γὰρ εὐωνύμῳ ἀμβλυωπεῖν. ἔχει δ’ ὑπὸ τὰ πτερύγια τὸν λεγόμενον οἶστρον χαίρει δὲ ἀλέᾳ· διὸ καὶ πρὸς τὴν ἄμμον πρόσεισι. γίνεται δὲ ἐδωδίμος, ὅταν τοῦ οἴστρου παύσηται· μίσγεται δὲ μετὰ τὴν φωλείαν, ὥς φησι Θεόφραστος, καὶ ἕως μὲν ἔχει
25μικρὰ τὰ κυήματα, δυσάλωτος, ὅταν δὲ μείζω γένηται, διὰ τὸν οἶστρον ἁλίσκεται. φωλεύει δὲ ὁ θύννος καίτοι πολυαίματος ὤν. Ἀρχέστρατος δέ φησιν· ἀμφὶ δὲ τὴν ἱεράν τε καὶ εὐρύχορον Σάμον ὄψει θύννον ἀλισκό‐ μενον σπουδῇ μέγαν, ὃν καλέουσιν ὄρκυν’, ἄλλοι δ’ αὖ κῆτος. τούτου δὲ θεοῖς χρὴ ὀψωνεῖν. ἐστὶ δέ, φησί, γενναῖος Βυζαντίῳ ἔν τε Καρύστῳ· ἐν Σικελῶν
30τε κλυτῇ νήσῳ. φησὶ δὲ καὶ ὅτι οἱ ἐν Ἰταλίᾳ πολὺ πάντων εἰσὶν ἄριστοι ἔχουσί τε τέρματα νίκης. οἱ δ’ ἐπὶ τῶνδε τόπων πεπλανημένοι εἰσὶν ἐκεῖθεν πολλὰ περάσαντες πελάγη βρυχίου διὰ πόντου. ὠνομάσθη δὲ θύννος ἀπὸ τοῦ θύειν καὶ ὁρμᾶν. ὁρμητικὸς γὰρ ὁ ἰχθὺς διὰ τὸ ἔχειν κατά τινα ὥραν οἶστρον ἐπὶ τῆς κεφαλῆς, ὑφ’ οὗ φησιν Ἀριστοτέλης αὐτὸν ἐξελαύνεσθαι
35γράφων οὕτως· οἱ δὲ θύννοι καὶ οἱ ξιφίαι οἰστρῶσι περὶ κυνὸς ἐπιτολήν. ἔχουσι γὰρ ἀμφότεροι τηνικαῦτα περὶ τὰ πτερύγια οἱονεὶ σκωλήκιον τὸν καλούμενον οἶστρον, ὅμοιον μὲν σκορπίῳ, μέγεθος δ’ ἡλίκον δραχμῆς. τοῦτο
δὲ ποιεῖ αὐτοὺς ἐξάλλεσθαι οὐκ ἔλαττον τοῦ δελφῖνος. καὶ τοῖς πλοίοις134 in vol. 2.1

2,1

135

γοῦν πολλάκις ἐμπίπτουσι. Πολύβιος δὲ ὁ Μεγαλοπολίτης φησὶν ἐν τῇ τῆς ἐν Ἰβηρίᾳ Λυσιτανίας χώρας θαλάσσῃ βαλάνους εἶναι κατὰ βάθος, ὧν τὸν καρπὸν σιτουμένους τοὺς θύννους πιαίνεσθαι. διόπερ οὐκ ἂν ἁμάρτοι τις λέγων ὗς εἶναι θαλαττίους τοὺς θύννους. εἰσὶ γὰρ οἱ θύννοι οἷον ὕες ἀπὸ
5τῶν βαλάνων αὐξανόμενοι. ἐπαινεῖται δὲ τοῦ ἴχθυος τούτου τὰ ὑπογάστρια. Εὔβουλος· θύννων μεγαλόπλουτ’ εἰσέπλει ὑπογάστρι’ ὀπτῶν. Στράττις· ὑπογάστρια θ’ ἡδέα θύννων. Ἀριστοφάνης οὐκ ἔγχελυν Βοιωτίαν, οὐ γλαῦκον, οὐχὶ θύννου ὑπογάστριον. Ἔριφος· πένητες οὐκ ἔχοντες ἀγοράσαι ὑπογάστριον θύννακος οὐδὲ κρανίον λάβρακος οὐδὲ γόγγρον οὐδὲ σηπίας, ἃς οὐδὲ μάκαρας
10ὑπερορᾶν οἶμαι θεούς. ὅτι ὅταν Θεόπομπος λέγῃ· ἰχθύων δὲ δὴ ὑπογαστρι’, ὦ Δάματερ, παρατηρητέον ὅτι ἐπὶ ἰχθύων μὲν ὑπογάστριον λέγουσι, σπα‐ νίως δὲ ἐπὶ χοίρων καὶ τῶν ἄλλων ζῴων, ἄδηλον δ’ ἐπὶ ποίων ἔταξε τὸ ὑπογάστριον. καὶ Ἀντιφάνης· ὠψώνηκε μεγαλείως ταῖς κάκιστ’ ἀπολου‐ μέναις ὑπογάστρι’ ἐλθών. Ἄλεξις δὲ καὶ τὴν κεφαλὴν τοῦ θύννου ἐπαινῶν
15φησι· τοὺς ἁλιέας εἰς τὸ βάραθρον ἐμβαλῶ· ἀπελευθέρων ὀψάρια θηρεύουσί μοι, τριχίδια καὶ σηπίδια καὶ φρυκτούς τινας. οὗτος πρότερον κεφαλὴν εἰ λάβῃ θύννου ἐνόμιζεν ἐγχέλια καὶ θύννους ἔχειν. ἐπῄνουν δὲ τῶν θύννων καὶ τὰς κλεῖδας καλουμένας· κλεῖδες μὲν ὀπταὶ δύο παρεσκευασμέναι· αἷς τὰς θύρας κλείουσι; θύννου μὲν οὖν. σεμνὸν βρῶμα. Ἀντιγόνος δ’ ὁ
20Καρύστιος Ποσειδῶνί φησι θύννον θύεσθαι ὡς προείρηται. Ἡρακλέων δὲ τὸν ὄρκυνόν φησι λέγειν τοὺς Ἀττικούς. Σώστρατος δὲ τὴν πηλαμύδα θυννίδα καλεῖσθαί φησι, μείζω δὲ γινομένην θύννον, ἔτι δὲ μείζονα ὄρκυνον, ὑπερβαλ‐ λόντως δὲ αὐξανόμενον γίνεσθαι κῆτος. ὄμμα παραβαλὼν θύννου δίκην. φησὶν Αἰσχύλος, ὡς τοῦ θύννου τῷ σκαιῷ ὀφθαλμῷ οὐ βλέποντος, ὡς Ἀριστοτέλης
25εἴρηκεν. † φησὶ Σώφρων. οὓς ἔνιοι θύννους καλοῦσιν, Ἀθηναῖοι δὲ θυννίδας. θυννίς. τοῦ ἄρρενος ταύτῃ φησὶ διαφέρειν Ἀριστοτέλης τῷ ἔχειν ὑπὸ τῇ γαστρὶ πτερύγιον, ὃ καλεῖσθαι ἀθέρα. ἐν δὲ τῷ περὶ ζῴων μορίων διιστὰς αὐτὴν τοῦ θύννου φησὶ τοῦ θέρους τίκτειν περὶ τὸν Ἑκατομβαιῶνα θυλα‐ κοειδές, ἐν ᾧ πολλὰ γίνεσθαι μικρὰ ᾠά. ἐν δὲ τῷ περὶ ἰχθύων ἀγελαῖον
30καὶ ἐκτοπιστικὸν εἶναι τὴν θύννιδά φησιν. Ἀρχέλαος δ’ ὁ κίμβιξ φησί· καὶ θύννης οὐραῖον ἔχειν, ἣν θύννιδα φωνῶ τὴν μεγάλην, ἧς μητρόπολις Βυζάντιόν ἐστι. εἶτα τεμῶν αὐτὴν ὀρθῶς ὄπτησον ἅπασαν ἁλσὶ μοῦνον λεπτοῖσι πάσας καὶ ἐλαίῳ ἀλείψας. θερμά τ’ ἔχειν τεμάχη βάπτων δριμεῖαν ἐς ἅλμην· κἂν ξηρὰν ἐθέλῃς ἐσθίειν, γενναῖαι πέλονται, ἀθανάτοισι θεοῖσι φυὴν καὶ
35εἶδος ὁμοῖαι. ἂν δ’ ὄξει ῥάνας παραθῇς, ἀπόλωλεν ἐκείνη. Ἀντιφάνης· τῆς βελτίστης μεσαῖον θυννίδος Βυζαντίας τέμαχος ἐν τεύτλου λακιστοῖς κρύπτεται στεγάσμασιν. οὗτος καὶ τὸ οὐραῖον τῆς θυννίδος ἐπαινεῖ. ὁ μὲν
ἀγρῷ τρεφόμενος θαλάττιον οὗτος οὐδὲν ἐσθίει, πλὴν τῶν παρὰ γῆν, γόγ‐135 in vol. 2.1

2,1

136

γρον τιν’ ἢ νάρκην τιν’ ἢ θύννης τὰ κάτωθεν. εἶτα ἐπάγει· τούτους φάγοις ἄν; τοὺς γὰρ ἄλλους νενόμικα ἀνθρωποφάγους ἰχθῦς. οἷς ἐπιφέρει· τὰ ἐγχέλια γράφομαι λειποταξίου· κομίδῃ γὰρ οὐκ ἦν οὐδαμῶς. Ἱππῶνάξ φησί που· θύννον τε καὶ μυττωτὸν ἡμέρας πάσας δαινύμενος, ὥσπερ
5Λαμψακηνὸς εὐνοῦχος, κατέφαγεν. ἵππουροι. τούτους ᾠὰ τίκτειν Ἀριστοτέλης ἐν δευτέρῳ ζῴων μορίων φησὶ καὶ ταῦτα ἐξ ἐλαχίστων μέγιστα γίνεσθαι, ὡς καὶ τὰ τῆς σμυραίνης· τίκτειν δὲ ἔαρος. Δωρίων δὲ κορύφαιναν τὸν ἵππουρον καλεῖσθαί φησιν. Ἱκέσιος δ’ ἱππουρεῖς αὐτοὺς προσαγορεύει. μνημονεύει δ’ αὐτῶν Ἐπίχαρμος
10ἐν Ἥβας γάμῳ· κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε καὶ χρυσόφρυες. Νου‐ μήνιος δ’ ἐν Ἁλιευτικῷ τὴν φύσιν τοῦ ἰχθύος διηγούμενος συνεχές φησιν αὐτὸν ἐξάλλεσθαι, διὸ καὶ ἀρνευτὴν αὐτὸν καλεῖ. Ἀρχέστρατος δέ φησιν· ἵππουρος δὲ Καρύστιός ἐστιν ἄριστος· ἄλλως τ’ εὔοψον σφόδρα χωρίον ἐστὶ Κάρυστος
15 ἵππος. μήποτε τούτους ἱππίδια καλεῖ Ἐπίχαρμος. Ἀντιφάνης· ἵππον ἢ ὃν κίχλην καλέουσι. ἰουλίδες. Δωρίων ἰουλίδας ἕψειν μὲν ἐν ἅλμῃ, ὀπτᾶν δ’ ἐπὶ τηγάνου. Νουμήνιος· κεῖνο δὲ δὴ σκέπτοιο, τό κεν καὶ ἰουλίδα μάργον πολλὸν ἀπο‐ τροπῷτο καὶ ἰοβόρον σκολοπένδραν. ἰούλους δ’ αὐτὸς ὀνομάζει τὰ τῆς γῆς
20ἔντερα· καὶ δὲ σύ γε μνήσαιο δελείατος ὅττι παρ’ ἄκρας δήεις αἰγιαλοῖο γεωλόφους· οἱ μὲν ἴουλοι κέκληνται, μέλανες γαιηφάγοι, ἔντερα γαίης. ἢ καὶ ἑρπηνὰς δολιχήποδας, ὁππότε πέτραι ἀμμώδεις κλύζονται ἐπ’ ἄκρῃ κύματος ἀγῇ, ἔνθεν ὀρύξασθαι θέμεναί τ’ εἰς ἄγγος ἀολλεῖς. κίχλαι, κόσσυροι· διὰ τοῦ η Ἀττικοὶ κίχλην λέγουσι, καὶ ὁ λόγος
25οὕτως ἔχει. τὰ γὰρ εἰς λα λήγοντα θηλυκὰ πρὸ τοῦ λ, ἕτερον λ’ ἔχει. Σκύλλα, κίλλα, κόλλα, βδέλλα ἅμιλλα, ἄμαλλα. τὰ δὲ εἰς λη, οὐκ‐ έτι· ὁμίχλη, φύτλη, γενέθλη, αἴγλη, τρώγλη. ὁμοίως οὖν καὶ τρίγλη. Διοκλῆς. οἱ πετραῖοι καλούμενοι μαλακόσαρκοι, κόσσυφοι, κίχλαι, πέρ‐ και, κωβιοί, φυκίδες, ἀλφηστικός. Νουμήνιος· γλαύκου ἢ ὀρφὼ ἔναλον
30γένος ἠὲ μελάγχρων κόσσυφον ἢ κίχλας ἁλιειδέας. Ἐπίχαρμος βαμ‐ βραδόνες τε κίχλαι τε καὶ λαγοὶ δράκοντές τ’ ἄλκιμοι. Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζωικῶν φησι· καὶ τὰ μὲν μελανόστικτα ὥσπερ κόσσυφος, τὰ δὲ ποικιλόστικτα ὥσπερ κίχλη. Παγκράτης δ’ ὁ Ἀρκὰς τὴν κίχλην ὀνόμασι πολλοῖς φησι καλεῖσθαι· κίχλην οἰνώδεα, τὴν καλαμῆες σαῦρον κικλῄσ‐
35κουσι καὶ αἰολίην. Νίκανδρος· ἢ σκάρον ἢ κίχλην πολυώνυμον. κάπρος καὶ κρέμυς. ἀνόδοντα καὶ λεῖα, Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων φησίν, ὡς ῥαφίς. καὶ τὰ μὲν λειοκέφαλα ὡς κρέμυς, τὰ δὲ σκληρότατα,
τραχύδερμα ὡς κάπρος. καὶ τὰ μὲν δίραβδα ὥσπερ σεσερῖνος, τὰ δὲ πο‐136 in vol. 2.1

2,1

137

λύγραμμα καὶ ἐρυθρόγαμμα ὡς σάλπη. Ἀρχέστρατος· αὐτὰρ ἐς Ἀμβρα‐ κίαν ἐλθὼν εὐδαίμονα χώραν τὸν κάπρον ἂν ἐσίδῃς ὠνοῦ καὶ μὴ κατά‐ λειπε, κἂν ἰσόχρυσος ἔῃ, μή σοι νέμεσις καταπνεύσῃ δεινὴ ἀπ’ ἀθανάτων· τὸ γάρ ἐστι νέκταρος ἄνθος. τοῦτ’ οὐδὲ θέμις ἐστὶ φαγεῖν θνητοῖσιν ἅπασιν
5οὐδ’ ἐσιδεῖν ὄσσοισιν, ὅσοι μὴ πλεκτὸν ὕφασμα σχοίνου ἐλιοτρόφου κοίλου χείρεσσιν ἔχοντες εἰώθασι δονεῖν ψήφους αἴθωνι λογισμῷ. ἄρθρων μηλείων ἐπὶ γῆν δωρήματα βάλλειν. κίθαρος. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων ἢ περὶ ἰχθύων ὁ κίθαρος, φησί, καρχαρόδους, μονήρης. φυκοφάγος, τὴν γλώσσαν ἀπολελυμένος καρδίαν
10λευκὴν ἔχων καὶ πλατεῖαν. Φερεκράτης· ὡς ἀγαθόν γε ὁ κίθαρος· καὶ πρὸς Ἀπόλλωνος πάνυ. ἐκεῖνο θράττει μ’, ὅτι λέγουσιν ἔνεστιν ἐν κιθάρῳ τι κακόν. ἱερὸς δ’ ἐστὶν Ἀπόλλωνος διὰ τὸ ὄνομα, φησὶν Ἀπολλόδωρος. Ἐπίχαρμος· ὑαινίδες βούγλωσσοί τε καὶ κίθαρος. Ἀρχέστρατος ἐν τῇ ἡδυπαθείᾳ· κίθαρον δὲ κελεύω, ἂν μὲν λευκὸς ἔῃ στερεός τε πεφύκῃ, ἕψειν
15εἰς ἅλμην καθαρὰν βαιὰ φύλλα καθέντα· ἂν δ’ ᾖ πυρρὸς ἰδεῖν καὶ μὴ λίαν μέγας, ὀπτᾶν ὀρθῇ κεντήσαντα δέμας νεοθῆγι μαχαίρᾳ. καὶ πολλῷ τυρῷ καὶ ἐλαίῳ τοῦτον ἄλειφε· χαίρει γὰρ δαπανῶντας ὁρῶν, ἔστι δ’ ἀκόλαστος. κόρδυλος. Ἀριστοτέλης φησὶν ἀμφίβιον εἶναι καὶ τελευτᾶν ὑπὸ ἡλίου αὐανθέντα. Νουμήνιος δὲ κούρυλον αὐτὸν καλεῖ, μέμνηται δὲ καὶ κορδυλίδος.
20 κάμμοροι, καρίδων γένος ὑπὸ Ῥωμαίων οὕτω καλούμενον. κεῖται δὲ παρ’ Ἐπιχάρμῳ καὶ Σώφρονι ἡ λέξις. καρχαρίαι. Νίκανδρος ὁ Κολοφώνιος ἐν Γλώσσαις τὸν καρχαρίαν καλεῖσθαι καὶ λάμιαν καὶ σκύλλαν. κεστρεύς. Ἱκέσιός φησι· τῶν καλουμένων λευκίσκων πλέονά ἐστιν εἴδη.
25λέγονται γὰρ οἳ μὲν κέφαλοι, οἳ δὲ κεστρεῖς, ἄλλοι χελλῶνες, οἳ δὲ μυξῖνοι. ἄριστοι δ’ εἰσὶν οἱ κέφαλοι καὶ πρὸς τὴν γεῦσιν καὶ πρὸς τὴν εὐχυλίαν. δεύτεροι δ’ εἰσὶ τούτων οἱ λεγόμενοι κεστρεῖς, ἥσσονες δ’ οἱ μυξῖνοι. κατα‐ δεέστεροι δὲ πάντων οἱ χελλῶνες, οἱ λεγόμενοι βάκχοι. εὐχύλοι δέ εἰσι σφόδρα καὶ οὐ πολύτροφοι καὶ εὐέκκριτοι. Δωρίων δὲ τῶν κεστρέων τὸν
30μὲν θαλάττιον ἐκτίθεται, τὸν δὲ ποτάμιον οὐ δοκιμάζει· εἴδη δὲ τοῦ θα‐ λαττίου κέφαλος καὶ νῆστις. τὸν δὲ κατὰ τῆς κεφαλῆς τοῦ κεστρέως ἐχῖνον σφόνδυλον ὀνομάζει. διαφέρειν τέ φησι κεφάλου κεφαλῖνον, ὃν καὶ βλεψίαν καλεῖσθαι. Ἀριστοτέλης δ’ ἐν πέμπτῳ μορίων, ἄρχονται, φησί, κύειν τῶν κεστρέων οἱ μὲν χελλῶνες Ποσειδεῶνος μηνὸς καὶ ὁ σαργὸς καὶ ὁ μύξος
35καλούμενος καὶ ὁ κέφαλος· κύουσι δὲ τριάκοντα ἡμερῶν. ἔνιοι δὲ τῶν κεστρίων οὐ γίνονται ἐκ συνδυασμοῦ, ἀλλὰ φύονται ἐκ τῆς ἰλύος καὶ τῆς ἄμμου. ἐν δ’ ἄλλοις φησίν· ὁ κεστρεὺς καρχαρόδους ὢν οὐκ ἀλληλοφαγεῖ, ἅτε δὴ οὐδ’ ὅλως σαρκοφαγῶν. ἐστὶ δ’ ὃ μέν τις κέφαλος, ὃ δὲ χελλών,
ὃ δὲ φεραῖος. καὶ ὁ μὲν χελλὼν πρὸς τῇ γῇ νέμεται, ὁ δὲ φεραῖος οὔ,137 in vol. 2.1

2,1

138

καὶ τροφῇ χρῆται ὁ μὲν φεραῖος τῇ ἀφ’ αὑτοῦ γενομένῃ μύξῃ, ὁ δὲ χελλὼν ἄμμῳ καὶ ἰλύι. λέγεται δὲ καὶ ὅτι τὸν γόνον τῶν κεστρέων οὐδὲν τῶν θηρίων κατεσθίει, ἐπεὶ οἱ κεστρεῖς οὐδένα τῶν ἰχθύων. Εὐθύδημος δ’ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ταρίχων εἴδη κεστρέων εἶναι σφηνέα καὶ δακτυλέα.
5καὶ κεφάλους μὲν λέγεσθαι διὰ τὸ βαρυτέραν τὴν κεφαλὴν ἔχειν, σφηνέας δὲ ὅτι λαγαροὶ καὶ τετράγωνοι. τὰ δὲ τῶν δακτυλέων τὸ πλάτος ἔχει ἔλασσον τῶν δυεῖν δακτύλων. θαυμαστοὶ δ’ εἰσὶ τῶν κεστρέων οἱ περὶ Ἄβδηρα ἁλισκόμενοι, ὡς καὶ Ἀρχέστρατος εἴρηκε, δεύτεροι δὲ οἱ ἐκ Σινώπης. κα‐ λοῦνται δ’ οἱ κεστρεῖς ὑπό τινων πλῶτες ὥς φησι Πολέμων ἐν τῷ περὶ
10τῶν ἐν Σικελίᾳ ποταμῶν. φησὶ δὲ καὶ Ἐπίχαρμος· αἰολίαι πλῶτες τε. Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ζῴων ἠθῶν καὶ βίων φησίν, ὅτι ζῶσιν οἱ κεστρεῖς κἂν ἀφαιρεθῶσι τὰς κέρκους. ἀπεσθίεται δ’ ὁ μὲν κεστρεὺς ὑπὸ λάβρακος, ὁ δὲ γόγγρος ὑπὸ μυραίνης. ἡ δὲ λεγομένη παροιμία· κεστρεὺς νηστεύει ἐπὶ τῶν δικαιοπραγούντων ἀκούεται, ἐπεὶ οὐ σαρκοφαγεῖ ὁ κεστρεύς. Ἀναξίλας
15Μάτωνα τὸν σοφιστὴν ἐπὶ γαστριμαργίᾳ διαβάλλων φησί· τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον ἀναρπάσας Μάτων, ἐγὼ δ’ ἀπόλλυμαι. ὁ δὲ καλὸς Ἀρχέστρατός φησι· κεστρέα δ’ Αἰγίνης ἐξ ἀμφιρύτης ἀγόραζε. ὅτι δὲ εἶδος κεστρέων οἱ νήστις δῆλον. Ἀντιφάνης· κεστρεῖς ἔχων ἄλλους στρατιώτας τυγχάνεις νήστις. Ἄλεξις· ἐγὼ δὲ κεστρεὺς νῆστις οἴκαδ’ ἀποτρέχω.
20Ἀριστοφάνης Γηρυτάδῃ· ἆρ’ ἔνδον ἀνδρῶν κεστρέων ἀποικία; ὡς μὲν γάρ εἰσι νήστιδες, γινώσκετε. Ἀναξανδρίδης· τὰ πόλλ’ ἄδειπνος περιπατεῖ, κεστρῖνός ἐστι νῆστις. Εὔβουλος· ὃς νῦν τετάρτην ἡμέραν βαπτίζεται νῆστιν πονηροῦ κεστρέως τρίβων βίον. Δίφιλος· οὗτοι δεδειπνήκασιν· ὁ δὲ τάλας ἐγὼ κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας. φησί τις παρὰ τούτῳ τῷ ῥήτορι·
25μὴ καὶ ἡμεῖς νηστείαν ἄγομεν Θεσμοφορίων τὴν μέσην, ὅτι δίκην κεστρέων νηστεύομεν; ἄλλου δ’ ἀπορήσαντος διὰ τί μόνος τῶν ἰχθύων ὁ κεστρεὺς νῆστις καλεῖται φησὶν ὧδε ὁ Οὐλπιανός· ὅτι οὐδὲν δέλεαρ ἐσθίει ἔμ‐ ψυχον, καὶ ἀνελκυσθεὶς δ’ οὐ δελεάζεται οὔτε σαρκὶ οὔτ’ ἄλλῳ τινὶ ἐμψύχῳ, ὡς Ἀριστοτέλης ἱστορεῖ φάσκων ὅτι καὶ νῆστις ὢν φαῦλός ἐστι καὶ ὅτι
30ἐὰν φοβηθῇ κρύπτει τὴν κεφαλήν, ὡς τὸ πᾶν κρύπτων σῶμα. καὶ Πλάτων δὲ ἐν Ἑορταῖς φησιν· ἁλιεὺς ἀπήντησεν φέρων μοι κεστρέας, ἰχθῦς ἀσίτους καὶ τοὺς πονηροὺς ἦγέ μοι. οἷς ἐπάγει πρὸς τὸν ἀπορήσαντα ὁ Οὐλπιανός· σὺ δέ μοι εἶπε, ὦ Θετταλὸν πάλαισμα Μυρτίλε, διότι οἱ ἰχθύες ὑπὸ τῶν ποιητῶν ἔλλοπες καλοῦνται. καὶ ὅς· ἤτοι διὰ τὸ ἄφωνοι εἶναι· βούλονται
35γὰρ κατὰ τὴν ἀναλογίαν ἴλλοπές τινες εἶναι διὰ τὸ εἴργεσθαι φωνῆς, ἔστι γὰρ τὸ μὲν ἴλλεσθαι εἴργεσθαι, ἡ δὲ ὂψ φωνή. ἐγὼ δέ, κατὰ τὸν σοφὸν Ἐπίχαρμον, μηδὲν ἀποκριναμένου τοῦ κυνὸς τὰ πρὸ τοῦ δύο ἄνδρες ἔλεγον,
εἷς ἐγὼν ἀποχρέω, καὶ φημί· λέοπες διὰ τὸ εἶναι λεπιδωτοί. λέξω δὲ καὶ138 in vol. 2.1

2,1

139

μή· προβληθέντος διὰ τί οἱ Πυθαγορικοὶ τῶν μὲν ἄλλων ἐμψύχων μετρίως ἅπτονται, τινὰ καὶ θύοντες, ἰχθύων δὲ μόνων οὐ γεύονται τὸ παράπαν· ἢ διὰ τὴν ἐχεμυθίαν; θεῖον γὰρ ἡγοῦνται τὴν σιωπήν. ἐπεὶ οὖν καὶ ὑμεῖς, ὦ Μολοττικοὶ κύνες, πάντα μὲν σιωπᾶτε, πυθαγορίζετε δ’ οὔ, ἡμεῖς ἄλλως
5ἰχθυολογήσομεν. στῆτ’ ἐφεξῆς κεστρέων νῆστις χορός, λαχάνοισιν ὥσπερ χῆνες ἐξενισμένοι· Θεόπομπός φησιν. κορακῖνος. οἱ θαλάττιοι, φησὶν Ἱκέσιος, ὀλιγότροφοι καὶ εὐέκκριτοι, εὐχυλίᾳ γε μέσοι. Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων συμβαίνειν φησὶ σχεδὸν πᾶσι τοῖς ἰχθύσι ταχεῖαν γίνεσθαι τὴν αὔξησιν, ἥκιστα δὲ κορακίνῳ.
10τίκτει δὲ πρὸς τῇ γῇ καὶ τοῖς βρυώδεσι καὶ δάσεσι. Σπεύσιππος δὲ ἐμφε‐ ρεῖς εἶναί φησι μελάνουρον καὶ κορακῖνον. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ φησι· καὶ αἰολίην κορακῖνον. καὶ μήποτε καὶ οἱ παρ’ Ἐπιχάρμῳ αἰολίαι κορακῖνοί εἰσιν. φησὶ γάρ· αἰολίαι πλῶτές τε. καὶ μὴν ἐν ἄλλοις τῶν αἰολιῶν ὡς διαφόρων μνημονεύει κορακῖνοι κοριοειδέες αἰολίαι πλῶτές τε κυνόγλωσσοί
15τε. Εὐθύδημος δέ φησι τὸν κορακῖνον ὑπὸ πολλῶν σαπέρδην προσαγορεύεσθαι. ὅτι δὲ καὶ πλατιστακὸς καλεῖται ὁ σαπέρδης, καθάπερ καὶ ὁ κορακῖνος, Παρμένων φησὶν ὁ Ῥόδιος. Ἀριστοφάνης δέ που, μελανοπτερύγων, ἔφη, κορακίνων. Ἄμφις δέ φησιν· ὅστις κορακῖνον ἐσθίει θαλάττιον γλαύκου παρόντος, οὗτος οὐκ ἔχει φρένας. οἱ δὲ Νειλῶται ὅτι γλυκεῖς καὶ εὔσαρκοι,
20ἔτι δὲ ἡδεῖς, οἱ πεπειραμένοι ἴσασιν. ὠνομάσθησαν δὲ διὰ τὸ διηνεκῶς τὰς κόρας κινεῖν καὶ οὐδέποτε παυέσθαι. καλοῦσι δ’ αὐτοὺς οἱ Ἀλεξανδρεῖς πλάτακας ἀπὸ τοῦ περιέχοντος. κυπρῖνος. τῶν σαρκοφάγων καὶ οὗτος, ὡς Ἀριστοτέλης ἱστορεῖ καὶ συν‐ αγελαστικῶν. τὴν δὲ γλῶσσαν οὐχ ὑπὸ τῷ στόματι ἀλλ’ ὑπὸ τὸ
25στόμα κέκτηται. Δωρίων δ’ αὐτὸν ἐν τοῖς λιμναίοις καὶ ποταμίοις κατα‐ λέγων γράφει οὕτως· λεπιδωτόν, ὃν καλοῦσί τινες κυπρῖνον. κωβιοί. πολύχυλοι, ὥς φησιν Ἱκέσιος, εὐστομίᾳ διαφέροντες, εὐέκκριτοι, ὀλιγότροφοι, κακόχυμοι. διαφέρουσι δ’ εὐστομίᾳ οἱ λευκότεροι τῶν μελάνων. ἡ δὲ τῶν χλωρῶν κωβιῶν σὰρξ χαυνοτέρα ἐστὶ καὶ ἀλιπεστέρα· καὶ χυλὸν
30ἐλάττονα καὶ λεπτότερον ἐναφιᾶσι, τροφιμώτεροι δέ εἰσι διὰ τὸ μέγεθος. Διοκλῆς φησι τοὺς πετραίους αὐτῶν μαλακοσάρκους εἶναι. Νουμήνιος δὲ κώθους αὐτοὺς καλεῖ. καὶ Σώφρων δὲ θυννοθήρα τινος υἱὸν ἴσως ἀπὸ τούτου Κωθωνίαν προσηγόρευσεν. Σικελιῶται δ’ εἰσὶν οἱ τὸν κωβιὸν κώθωνα καλοῦντες, ὡς Νίκανδρος ὁ Κολοφώνιός φησιν ἐν Γλώσσαις καὶ Ἀπολ‐
35λόδωρος. τρύγονες τ’ ὀπισθόκεντροι καὶ χαλάδριοι κωβιοί, φησὶν Ἐπίχαρμος. Ἀντιφάνης· ἥκω πολυτελῶς ἀγοράσας εἰς τοὺς γάμους, λιβανωτὸν ὀβολοῦ τοῖς θεοῖς καὶ ταῖς θεαῖσι πάσαις, τοῖς δ’ ἥρωσι τὰ ψαῖστ’ ἀπονέμων.
ἡμῖν δὲ τοῖς θνητοῖς ἐπριάμην κωβιούς. ὡς προσβαλεῖν δ’ ἐκέλευσα τὸν139 in vol. 2.1

2,1

140

ἰχθυοπώλην, προστίθημι, φησί, μοὶ τὸν δῆμον αὐτῶν· εἰσὶ γὰρ Φαληρικοί. ποταμίων δὲ κωβίων μνημονεύει Δωρίων. κόκκυγες. κἀγλαοὶ κόκκυγες, φησὶν Ἐπίχαρμος, οὓς παρσχίζομες πάντες, ὀπτῶντες δὲ χἁδύνοντες αὐτοὺς χναύομες. Δωρίων δεῖν αὐτοὺς ὀπτᾶν
5παρσχίσαντας κατὰ ῥάχιν καὶ παρηδύνειν χλόῃ, τυρῷ, σιλφίῳ, ἁλί, ἐλαίῳ· στρέφοντα δὲ ἀλείφειν καὶ ὑποπάσσειν ἁλὶ ὀλίγῳ, ἀφελόντα δὲ ὄξει ῥᾶναι. ἐρυθρὸν δὲ αὐτὸν καλεῖ ἀπὸ τοῦ συμβεβηκότος. κύων καρχαρίας. Ἀρχέστρατος ὁ τῶν ὀψοφάγων Ἡσίοδος ἢ Θέογνις (ἦν δὲ καὶ ὁ Θέογνις περὶ ἡδυπάθειαν) φησίν· ἐν δὲ Τορωναίων ἄστει
10τοῦ καρχαρία χρὴ τοῦ κυνὸς ὀψωνεῖν ὑπογάστρια κοῖλα κάτωθεν. εἶτα κυμίνῳ αὐτὰ πάσας ἁλὶ μὴ συχνῷ ὄπτα· ἄλλο δ’ ἐκεῖσε, φίλη κεφαλή, μηδὲν προσενέγκῃς, εἰ μὴ γλαυκὸν ἔλαιον. ὅσσα δ’ ἂν ἐν λοπάδος κοίλης πληρώμασιν ἕψῃς, μηθ’ ὕδατος πηγήν, μήτ’ οἴνινον ὄξος συμμίξῃς, ἀλλ’ αὐτὸ μόνον κατάχευον ἔλαιον αὐχμηρόν τε κύμινον, ὁμοῦ δ’ εὐώδεα φύλλα.
15ἕψε δ’ ἐπ’ ἀνθρακίης φλόγα τούτοις μὴ προσενεγκών, καὶ κίνει πυκνῶς, μὴ προσκαυθέντα λάθῃ σε. ἀλλ’ οὐ πολλοὶ ἴσασι βροτῶν τόδε θεῖον ἔδεσμα, οὐδ’ ἔσθειν ἐθέλουσιν, ὅσοι κούφαν καὶ λεβώδη ψυχὴν κέκτηνται θνητῶν τ’ εἰσὶν ἀπόπληκτοι ὡς ἀνθρωποφάγου τοῦ θηρίου ὄντος. ἅπας δὲ ἰχθὺς σάρκα φιλεῖ βροτέαν, ἄν που περικύρσῃ. τούτου τοῦ ἰχθύος μέρος ἐστὶ
20καὶ ὁ ὑπὸ Ῥωμαίων καλούμενος θυρσίων, ἥδιστος ὢν καὶ τρυφερώτατος. ὅτι περὶ παῖδας ἄγριος ἦν ὁ Θέογνις, ὃς καὶ τοιοῦτον αἱρεῖται σοφίας ἔπαθλον· εἴ γε μέλλει τις αὐτῷ περὶ σοφίας δηριάασθαι, ἵνα γνοίης, φησίν, ὅσσον ὄνων κρέσσονες ἡμίονοι. λάβραξ. Ἀριστοτέλης φησὶν ὅτι μονήρεις εἰσὶ καὶ σαρκοφάγοι. γλῶσσαν
25δ’ ἔχουσιν ὀστώδη καὶ προσπεφυκυῖαν, καρδίαν τρίγωνον· ἐν δὲ πέμπτῳ ζῴων μορίων τίκτειν αὐτοὺς καθάπερ τοὺς κέστρεις καὶ χρυσόφρυας μάλισθ’ οὗ ἂν ποταμοὶ ῥέωσι. τίκτουσι δὲ χειμῶνος καὶ τίκτουσι δίς. Ἱκέσιος δέ φησιν ὅτι εὔχυλοί εἰσι καὶ οὐ πολύτροφοι, πρὸς δὲ τὴν ἔκκρισιν ἥσσονες, εὐστομίᾳ δὲ πρῶτοι κρίνονται. ὠνομάσθησαν δὲ παρὰ τὴν λαβρότητα. λέ‐
30γεται δὲ ὅτι καὶ συνέσει τῶν ἄλλων ἰχθύων διαφέρει, ἐπινοητικὸς ὢν τοῦ διασώζειν ἑαυτόν. Ἀριστοφάνης· λάβραξ ὁ πάντων ἰχθύων σοφώτατος. Ἀλκαῖος δ’ ὁ μελοποιὸς μετέωρόν φησιν αὐτὸν νήχεσθαι. ὁ δὲ σόφος Ἀρχέστρατος· λάμβανε δ’ ἐκ Γαίσωνος ὅταν Μίλητον ἵκηαι, κεστρέα τὸν κέφαλον καὶ τὸν θεόπαιδα λάβρακα. εἰσὶ γὰρ ἐνθάδ’ ἄριστοι· ὁ γὰρ τόπος
35ἐστὶ τοιοῦτος. πιότεροι δ’ ἕτεροι πολλοὶ Καλυδῶνί τε κλεινῇ Ἀμβρακία τ’ ἐνὶ πλουτοφόρῳ Βόλβῃ τ’ ἐνὶ λίμνῃ· ἀλλ’ οὐκ εὐώδη γαστρὸς κέκτηνται ἀλοιφήν, οὐδ’ οὕτω δριμεῖαν. ἐκεῖνοι δ’ εἰσίν, ἑταῖρε, τὴν ἀρετὴν θαυμαστοί.
ὅλους δ’ αὐτοὺς ἀλεπίστους ὀπτήσας μαλακοὺς χρηστῶς προσένεγκε δι’140 in vol. 2.1

2,1

141

ἅλμης. μηδὲ προσέλθῃ σοι πρὸς τοὔψον τοῦτο ποιοῦντι μήτε Συρακόσιος μηδεὶς μήτε Ἰταλιώτης. οὐ γὰρ ἐπίστανται χρηστοὺς σκευάζομεν ἰχθῦς, ἀλλὰ διαφθείρουσι κακῶς τυροῦντες ἅπαντα ὄξει τε ῥαίνοντες ὑγρῷ καὶ σιλφίου ἅλμῃ. τῶν δὲ πετραίων ἰχθυδίων τῶν τρισκαταράτων πάντων εἰσὶν
5ἄριστοι ἐπιστήμονες διαθεῖναι καὶ πολλὰς ἰδέας κομψῶς παρὰ δαιτὶ δύνανται ὀψαρίων τεύχειν γλίσχρων ἡδυσματολήρων. καὶ Ἀριστοφάνης δ’ Ἱππεῦσιν ὡς διαφόρων γινομένων τῶν περὶ Μίλητον λαβράκων μνημονεύει· πολλαχοῦ δὲ καὶ κρανίου λάβρακος μέμνηται ὡς διαφόρου ὄντος τοῦ τῶν λαβράκων ἐγκεφάλου ὡς καὶ τοῦ τῶν γλαύκων. ὁ δὲ Γαίσων, οὗ Ἀρχέστρατος μνη‐
10μονεύει, ἡ Γαισωνὶς λίμνη ἐστὶ μεταξὺ Πριήνης καὶ Μιλήτου ἡνωμένη τῇ θαλάσσῃ, ὥς φησι Κλεάνθης ὁ Κυζικηνός, ὡς δ’ Ἔφορος ποταμὸς περὶ Πριήνην, ὃς εἰσρεῖ εἰς λίμνην. Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος, Ἑρμαῖος, ὃς βίᾳ δέρων ῥίνας γαλεούς τε πωλεῖ καὶ τοὺς λάβρακας ἐντερεύων. λάτος. Ἀρχέστρατος· τὸν δὲ λάτον τὸν κλεινὸν ἐν Ἰταλῇ πολυδένδρῳ
15ὁ Κυλλαῖος ἔχει πορθμός, θαυμαστὸν ἔδεσμα. οἱ ἐν τῷ Νείλῳ δὲ ποταμῷ γινόμενοι λάτοι τὸ μέγεθος εὑρίσκονται καὶ ὑπὲρ διακοσίας λίτρας ἔχοντες. ὁ δὲ ἰχθὺς οὗτος λευκότατος ὢν καὶ ἥδιστός ἐστι πάντα τρόπον σκευαζό‐ μενος, παραπλήσιος ὢν τῷ κατὰ τὸν Ἴστρον γινομένῳ γλάνιδι. φέρει δὲ ὁ Νεῖλος καὶ ἄλλα γένη πολλὰ ἰχθύων καὶ πάντα ἥδιστα, μάλιστα δὲ
20τὰ τῶν κορακίνων. πολλὰ γὰρ τούτων τὰ γένη. φέρει δὲ καὶ τοὺς μαιώτας καλουμένους. οἱ πολλοὶ περὶ τὸν Πόντον εἰσὶ φέροντες τὴν ὀνομασίαν ἀπὸ τῆς λίμνης τῆς Μαιώτιδος. Ἄρχιππος· μαιώτας καὶ σαπέρδας καὶ γλά‐ νιδας. Νειλῷοι δ’ εἰσὶν ἰχθύες ἄλλοι τε καὶ νάρκη ἡ ἡδίστη, χοῖρος, σῖμος, φάγρος, ὀξύρυγχος, σίλουρος, εἴ γε τί, φησί, μνημονεύειν δύναμαι
25πολυτελῆ τὴν ἀποδημίαν ἔχων. λειόβατος. οὗτος καλεῖται καὶ ῥίνη. ἔστι δὲ λευκόσαρκος. μύραιναι. Θεόφραστος ἔγχελύν φησι καὶ μύραιναν πολὺν χρόνον δύ‐ νασθαι ἔξω τοῦ ὑγροῦ ζῆν διὰ τὸ μικρὰ ἔχειν βράγχια καὶ ὀλίγον δέ‐ χεσθαι τὸ ὑγρόν. τροφίμους δ’ αὐτὰς εἶναί φησιν Ἱκέσιος οὐχ ἧττον τῶν
30ἐγχελέων, ἀλλὰ καὶ τῶν γόγγρων. Ἀριστοτέλης δ’ ἐν δευτέρῳ ζῴων μο‐ ρίων ἐκ μικροῦ φησιν αὐτὴν ταχεῖαν τὴν αὔξησιν λαμβάνειν καὶ εἶναι καρχαρόδουν τίκτειν τε πᾶσαν ὥραν μικρὰ ᾠά. Πλάτων δ’ ἢ Κάνθαρος σὺν τῷ ς· βατίς τε καὶ σμύραινα πρόσεστι, φησίν. Ἐπίχαρμος δὲ καὶ Σώφρων χωρὶς τοῦ ς μυραίνας αὐτὰς καλεῖ. Δωρίων φησὶ τὴν ποταμίαν μύραιναν
35ἔχειν μίαν ἄκανθαν μόνην, ὁμοίαν τῷ ὀνίσκῳ τῷ καλουμένῳ γαλλαρίᾳ. Ἀνδρέας ἐν τῷ περὶ δακέτων τῶν μυραινῶν φησι δακούσας ἀναιρεῖν τὰς ἐξ ἔχεως, εἶναι δ’ αὐτὰς ἧττον περιφερεῖς καὶ ποικίλας. καὶ Νίκανδρος
δ’ ἐν Θηριακῷ τοιοῦτόν τι περὶ αὐτῶν φησιν, καὶ ἀμφιβάλλει τὴν μετὰ141 in vol. 2.1

2,1

142

τῶν ἔχεων μίξιν αὐτῶν εἰ ἔτυμον τοῦτο λέγων· κείνην σὺν οὐλοβόροις ἐχίεσσι θόρνυσθαι, προλιποῦσαν ἁλὸς νόμον. Ἀνδρέας δ’ ἐν τῷ περὶ τῶν ψευδῶς πεπιστευμένων ψεῦδός φησιν εἶναι τὸ μύραιναν ἔχει μίγνυσθαι προερχομένην ἐπὶ τὸ τεναγνῶδες. οὐδὲ γὰρ ἐπὶ τενάγους ἔχεις νέμεσθαι,
5φιληδοῦντας λιμώδεσιν ἐρημίαις. Σώστρατος δ’ ἐν τοῖς περὶ ζῴων, δύο εἰσι βιβλία, συγκατατίθεται τῇ μίξει. μῦρος. οὗτος, ὥς φησιν Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων, διαφέρει μυραίνης. ἣ μὲν γὰρ ποικίλον καὶ ἀσθενέστερον, ὁ δὲ μῦρος λειόχρως καὶ ἰσχυρὸς καὶ τὸ χρῶμα ὅμοιον ἔχει ἴυγγι ὅλον τά τε ἔσω καὶ ἔξωθεν. Δωρίων
10δέ φησι τὰς διὰ σαρκὸς ἀκάνθας οὐκ ἔχειν τὸν μῦρον, ἀλλ’ ὅλον εἶναι χρήσιμον καὶ ἁπαλὸν ὑπερβολῇ. εἶναι δὲ αὐτῶν γένη δύο. οἳ μὲν γὰρ μέλανες, οἳ δὲ ὑποπυρρίζοντες, κρείσσονες δ’ εἰσὶν οἱ μελανίζοντες. Ἀρχέ‐ στρατος δ’ ὁ ἡδονικὸς φιλόσοφός φησιν· Ἰταλίας δὲ μεταξὺ κατὰ στενο‐ κύμονα πορθμὸν ἡ πλωτὴ μύραινα καλουμένη ἄν ποτε ληφθῇ ὠνοῦ· τοῦτο
15γάρ ἐστ’ ἐκεῖ θαυμαστὸν ἔδεσμα. μαινίδες· εὐχυλωτέρας αὐτάς φησιν Ἱκέσιος τῶν κωβιῶν, λείπονται δὲ εὐστομίᾳ καὶ τῷ πρὸς τὴν ἔκκρισιν τῆς κοιλίας συνεργεῖν. Σπεύσιππος δὲ ἐν δευτέρῳ Ὁμοίων ὅμοιά φησιν εἶναι τῇ μαινίδι βόακα καὶ σμαρίδας. Ἐπαίνετος δ’ ἐν Ὀψαρτυτικῷ φησι· σμαρίδα, ἣν ἔνιοι καλοῦσι κυνὸς
20εὐνάν. τοὺς μεγάλους τούτους ἅπαντας νενόμικα ἀνθρωποφάγους ἰχθῦς. φησὶν Ἀντιφάνης, τί φῄς, ὦ φίλτατε, ἀνθρωποφάγους; πῶς οὖν ἄνθρωπος φάγοι; δηλονότι ταῦτ’ ἐστὶν Ἑκάτης βρώματα, ἅ φησιν οὗτος μαινίδας καὶ τριγλίδας. καλοῦνται δέ τινες καὶ λευκομαινίδες, ἃς ἔνιοι βόακας ὀνομάζουσιν. Πολίοχός φησιν· ὅπως σε πείσῃ μηδὲ εἷς, πρὸς τῶν θεῶν, τοὺς
25βόακας, ἄν ποτ’ ἔλθῃ, λευκομαινίδας καλεῖν. μελάνουρος. φησὶν Ἱκέσιος· σαργῷ ἐστι παραπλήσιος καταδεέστερος τῇ εὐχυλίᾳ καὶ τῇ εὐστομίᾳ, μικρῶς δὲ παραστύφει καί ἐστι τρόφιμος. Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζῳικῶν γράφει· ὀρροπυγόστικτοι δὲ τῶν ἰχθύων μελάνουρος καὶ σαργός, πολύγραμμοί τε καὶ μελανόγραμμοι. ὅμοιον δὲ
30μελανούρῳ Σπεύσιππός φησι τὸν καλούμενον ψύρον, ὃν Νουμήνιος καλεῖ ψόρον. μορμύρος· τροφιμώτατος, ὥς φησιν Ἱκέσιος. Ἐπίχαρμος δὲ μυρμίας αὐτοὺς ὀνομάζει, εἰ μὴ διάφοροι τὴν φύσιν εἰσίν. χελιδόνες μυρμίαι τοί τε κοιλίαν μείζονες ἐντί. Δωρίων δὲ μορμύλους αὐτοὺς καλεῖ. Λυγκεὺς ὁ
35Σάμιος ἐν τῇ ὀψωνητικῇ τέχνῃ φησίν· οὐκ ἄχρηστον πρὸς τοὺς ἀτενίζοντας καὶ μὴ συγκαθιέντας τῇ τιμῇ καὶ τὸ κακῶς λέγειν παρεστηκότας τοὺς ἰχθύας, ἐπαγόμενον Ἀρχέστρατον τὸν γράψαντα τὴν Ἡδυπάθειαν, ἢ τῶν
ἄλλων τινὰ ποιητῶν καὶ λέγοντα τὸ μέτρον· μόρμυρος αἰγιαλεὺς κακὸς142 in vol. 2.1

2,1

143

ἰχθὺς οὐδέ ποτ’ ἐσθλός. τὴν ἀμίαν ὠνοῦ φθινοπώρου, νῦν δ’ ἐστὶν ἔαρ. κεστρέα τὸν θαυμαστόν, ὅταν χειμὼν ἀφίκηται, νῦν δ’ ἐστὶ θέρος. καὶ πολλὰ τῶν τοιούτων. ἀποσοβήσεις γὰρ πολλοὺς τῶν ὠνουμένων καὶ προσεστηκότων. τοῦτο δὲ ποιῶν ἀναγκάσεις τὸ σοὶ δοκοῦν λαβεῖν αὐτόν.
5 νάρκη. Πλάτων ἢ Κάνθαρος· νάρκη βρῶμα χάριεν γίνεται. ὁ δὲ φιλόσοφος Πλάτων ἐν Μένωνί φησι· τῇ θαλαττίᾳ νάρκῃ. καὶ γὰρ αὕτη τὸν πλησιά‐ ζοντα ναρκᾶν ποιεῖ. ἡ δὲ κλῆσις αὐτῆς καὶ παρ’ Ὁμήρῳ· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ. Μένανδρος δὲ διὰ τοῦ α ἔφη· ὑπελήλυθέν τέ μου νάρκα τις ὅλον τὸ δέρμα, μηδενὸς τῶν παλαιῶν οὕτω κεχρημένου. Ἱκέσιος δέ
10φησιν ἀτροφωτέραν καὶ ἀχυλοτέραν αὐτὴν εἶναι, ἔχειν τε χονδρῶδές τι διακεχυμένον, εὐστόμαχον πάνυ. Θεόφραστος δ’ ἐν τῷ περὶ τῶν φωλευόντων φησὶ διὰ τὸ ψῦχος τὴν νάρκην κατὰ γῆς δύεσθαι. ἐν δὲ τῷ περὶ δακετῶν καὶ βλητικῶν διαπέμπεσθαί φησι τὴν νάρκην τὴν ἀπ’ αὐτῆς δύναμιν καὶ διὰ τῶν ξύλων καὶ διὰ τῶν τριοδόντων ποιοῦσαν ναρκᾶν τοὺς ἐν χεροῖν
15ἔχοντας. εἴρηκε δέ, φησίν, τὴν αἰτίαν Κλέαρχος ὁ Σολεὺς ἐν τῷ περὶ νάρκης, ἅπερ μακρότερα ὄντα ἐπιλέλησμαι, ὑμᾶς δ’ ἐπὶ τὸ σύγγραμμα ἀναπέμπω. φησὶν Ἀριστοτέλης ὅτι ἔστιν ἡ νάρκη τῶν σελαχωδῶν καὶ τῶν σκυμνοτοκούντων. θηρεύει δ’ εἰς τροφὴν ἑαυτῆς τὰ ἰχθύδια προσαπτο‐ μένη καὶ ναρκᾶν καὶ ἀκινητίζειν ποιοῦσα. Δίφιλος δ’ ὁ Λαοδικεὺς μὴ πᾶν
20τὸ ζῷόν φησι τὴν νάρκην ἐμποιεῖν, μέρος δέ τι αὐτῆς διὰ πείρας πολλῆς φάσκων ἐληλυθέναι. Ἀρχέστρατος δέ φησι· νάρκην ἑφθὴν ἐν ἐλαίῳ ἠδὲ καὶ οἴνῳ, καὶ χλόῃ εὐώδει καὶ βαίῳ ξύσματι τυροῦ. Ἄλεξις· νάρκην ἔλαβον ἐνθυμούμενος ὅτι δεῖ γυναικὸς ἔτι φερούσης δακτύλους ἁπαλοὺς ὑπ’ ἀκάνθος μηδὲ ἓν τούτους παθεῖν.
25 ξιφίας. Ἀριστοτέλης φησὶν ἔχειν τοῦ ῥύγχους τὸ μὲν ὑποκάτω μικρὸν, τὸ δὲ καθύπερθεν ὀστῶδες μέγα, ἴσον τῷ ὅλῳ αὐτοῦ μεγέθει· τοῦτο δὲ καλεῖσθαι ξίφος· ὄδοντας δ’ οὐκ ἔχειν τὸν ἰχθύν. Ἀρχέστρατος δέ φησιν· ἀλλὰ λαβὲ ξιφίου τέμαχος Βυζάντιον ἐλθὼν, οὐραίου τε αὐτὸν τὸν σφόν‐ δυλον. ἔστι δὲ κεδνὸς κἀν πορθμῷ πρὸς ἄκραις Πελωριάδος προχοαῖσι. τίς
30οὕτω τακτικὸς ἀκριβὴς ἢ τίς οὕτω κρίτης ὄψων, ὡς ὁ ἐκ Γέλας, μᾶλλον δὲ Καταγέλας, οὗτος ποιητής; ὃς ἀκριβῶς οὕτω διὰ λιχνείαν καὶ τὸν πορθμὸν διέπλευσε καὶ τῶν μέρων ἑκάστου τῶν ἰχθύων τὰς ποιότητας καὶ τοὺς χυμοὺς διὰ τὴν λιχνείαν ἐξήτασεν, ὥς τινα πραγματείαν βιωφελῆ καταβαλλόμενος.
35 ὀρφώς. Κρατῖνος· τέμαχος ὀρφὼ χλιαρόν. καλεῖται δὲ καὶ ὀρφός. Πλάτων Κλεοφῶντι· σὲ γάρ, γραῦ, συγκατῴκισεν σαπρὰν ὀρφοῖσι σελαχίοις τε καὶ φάγροις βοράν. Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων ταχεῖαν λέγων
γίνεσθαι τοῖς ἰχθύσι τὴν αὔξησιν, καὶ ὀρφώς, φησίν, ἐκ μικροῦ γίνεται143 in vol. 2.1

2,1

144

μέγας ταχέως. ἔστι δὲ καὶ σαρκοφάγος καὶ καρχαρόδους, ἔτι δὲ μονήρης. ἴδιον δ’ ἐν αὐτῷ ἐστι τὸ τοὺς θορικοὺς πόρους μὴ εὑρίσκεσθαι καὶ τὸ δύ‐ νασθαι πολὺν χρόνον ζῆν μετὰ τὴν ἀνατομήν. ἔστι δὲ καὶ τῶν φωλευόντων ἐν ταῖς χειμεριωτάταις ἡμέραις· χαίρει τε πρόσγειος μᾶλλον ὢν ἢ πε‐
5λάγιος. ζῇ δ’ οὐ πλέον δύο ἐτῶν. Νουμήνιος· σκορπίον ἢ ὀρφὼν περιτρηχέα. καὶ πάλιν· ἢ ὀρφῶν ἔναλον γένος ἠὲ μελάγχρουν κόσσυφον. Δωρίων δὲ τὸν νέον φησὶν ὀρφὼν ὑπ’ ἐνίων καλεῖσθαι ὀρφακίνην. ὄρκυνος. τούτους Δωρίων φησὶν ἐκ τῆς περὶ Ἡρακλέους στήλας θαλάσσης περαιομένους εἰς τὴν καθ’ ἡμᾶς ἔρχεσθαι θάλασσαν· διὸ καὶ πλείστους
10ἁλίσκεσθαι ἐν τῷ Ἰβηρικῷ καὶ Τυρρηνικῷ πελάγει· κἀντεῦθεν κατὰ τὴν ἄλλην θάλασσαν διασκίδνασθαι. Ἱκέσιος δὲ τοὺς μὲν ἐν Γαδείροις ἁλισκο‐ μένους πιμελεστέρους εἶναι, μετὰ δὲ τούτους τοὺς ἐν Σικελίᾳ. τοὺς δὲ πόρρω Ἡρακλείων στηλῶν ἀλιπεῖς διὰ τὸ πλείονα τόπον ἐκνενῆχθαι. ἐν Γαδείροις μὲν οὖν τὰ κλειδία καθ’ αὑτὰ ταριχεύεται, ὡς καὶ τῶν ἀντακαίων
15αἱ γνάθοι καὶ οὐρανίσκοι καὶ οἱ λεγόμενοι μελανυδρίαι ἐξ αὐτῶν ταριχεύονται. Ἱκέσιος δέ φησι τὰ ὑπογάστρια αὐτῶν λιπαρὰ ὑπάρχοντα τῇ εὐστομίᾳ πολὺ διαλλάσσειν τῶν ἄλλων μέρων, τὰ δὲ κλειδία εὐστομώτερα εἶναι τούτων. ὄνος καὶ ὄνισκος. Ἐπίχαρμος μεγαλοχάσμονας χάννας πελογάστορας
20ὄνους. φησὶν Ἀριστοτέλης ἐν τῷ περὶ ζωικῶν· ἔχει στόμα ὁ ὄνος ἀνερρωγὸς ὁμοίως τοῖς γαλεοῖς, οὐ συναγελαστικός. καὶ μόνος οὗτος ἰχθύων τὴν καρ‐ δίαν ἐν τῇ κοιλίᾳ ἔχει καὶ ἐν τῷ ἐγκεφάλῳ λίθους ἐμφερεῖς μύλαις. φω‐ λεύει τε μόνος ἐν ταῖς ὑπὸ κύνα θερμοτάταις ἡμέραις, τῶν ἄλλων ταῖς χειμεριωτάταις φωλευόντων. διαφέρει δὲ ὄνος ὀνίσκου. Δωρίων· ὄνος, ὃν
25καλοῦσί τινες γάδον. γαλλερίδας, ὃν καλοῦσί τινες ὀνίσκον τε καὶ μυξῖνον. Εὐθύδημος δ’ ἐν τῷ περὶ ταρίχων, οἳ μὲν βάκχον, φησί, καλοῦσιν, οἳ δὲ γαλλερίην, οἳ δὲ ὀνίσκον. Ἀρχέστρατος δέ φησιν ὅτι ὁ ὄνος σομφὴν τρέφει τινὰ σάρκα καλῶς οὐχ ἡδεῖαν ἐμοί γε, ἀλλ’ οἰδαίνουσαν· χαίρει γὰρ ὃ μὲν τούτοις, ὃ δ’ ἐκείνοις.
30 πολύπους, πολύποδος οὕτω φασὶν οἱ Ἀττικοί, ὡς καὶ Ὅμηρος. ὡς δ’ ὅτε πολύποδος θαλάμης ἐξελκομένοιο, ἀνάλογον· παρὰ τὸ ποὺς γὰρ γέγονεν. τὴν δὲ αἰτιατικὴν πολύπουν φασίν, ὡς Ἀλκίνουν καὶ Οἰδίπουν. καὶ τρίπουν δὲ λέβητα Αἰσχύλος εἴρηκε ἀπὸ ἁπλοῦ τοῦ ποὺς ὡς νοῦς. τὸ δὲ πώλυπον λέγειν Αἰολικόν. Ἀττικοὶ γὰρ πολύπουν λέγουσιν. Ἀριστοφάνης·
35πηγαὶ λέγονται πολύπου πιλουμένου. Ἀλκαῖος· ἠλίθιον εἶναι νοῦν τε που‐ λύποδος ἔχειν καὶ πάλιν· ἔδω δ’ ἐμαυτὸν ὡς πολύπους. οἳ δὲ πολυπόδα προφέρονται ἀνάλογον τῷ ποὺς ποδὸς ποδὶ πόδα. Διοκλῆς δὲ ἐν αʹ Ὑγιεινῶν
φησι· τὰ δὲ μαλάκια πρὸς ἡδονὴν καὶ πρὸς τὰ ἀφροδίσια, μάλιστα δ’ οἱ144 in vol. 2.1

2,1

145

πολύποδες. ἱστορεῖ δ’ Ἀριστοτέλης τὸν πολύποδα ἔχειν πόδας ὀκτώ, ὧν τοὺς μὲν ἄνω δύο καὶ κάτω ἐλαχίστους, τοὺς δ’ ἐν μέσῳ μεγίστους· ἔχειν δὲ καὶ κοτυληδόνας δύο, αἷς τὴν τροφὴν προσάγεσθαι. τοὺς δ’ ὀφθαλ‐ μοὺς ἐπάνω τῶν δύο ποδῶν· τὸ δὲ στόμα καὶ τοὺς ὀδόντας ἐν μέσοις τοῖς
5ποσίν. ἀναπτυχθεὶς δ’ ἐγκέφαλον ἔχει διμερῆ. ἔχει δὲ καὶ τὸν λεγόμενον θόλον, οὐ μέλανα καθάπερ σηπία, ἀλλ’ ὑπέρυθρον, ἐν τῷ λεγομένῳ μήκωνι. ὁ δὲ μήκων κεῖται ἐπάνω τῆς κοιλίας οἱονεὶ κύστις. σπλάγχνον δ’ οὐκ ἔχει ἀναλογοῦν. τροφῇ δὲ χρῆται ἔστιν ὅτε καὶ τοῖς τῶν κογχυλίων σαρ‐ κιδίοις, τὰ ὄστρακα ἐκτὸς τῶν θαλαμῶν ῥίπτων· ὅθεν διαγινώσκουσιν οἱ
10θηρεύοντες. ὀχεύει δὲ συμπλεκόμενος καὶ πολὺν χρόνον πλησιάζει διὰ τὸ ἄναιμος εἶναι. τίκτει δὲ διὰ τοῦ λεγομένου φυσητῆρος, ὅς ἐστι πόρος τῷ σώματι καὶ τίκτει ᾠὰ βοτρυδόν. λέγουσι δὲ καὶ ὡς ἂν ἀπορήσῃ τροφῆς αὐτὸν κατεσθίειν. Δίφιλος· πουλύπους ἔχων ἁπάσας ὁλομελεῖς τὰς πλεκ‐ τάνας. οὐ περιβεβρωκὼς ἑαυτόν ἐστι, φίλτατε. τοῦτο δ’ ἐστὶ ψεῦδος. ὑπὸ
15γὰρ τῶν γόγγρων διωκόμενος τοὺς πόδας ἀδικεῖται. λέγεται δ’ ὡς, ἄν τις ταῖς θαλάμαις αὐτοῦ ἅλας ὑποσπείρῃ, εὐθέως ἐξέρχεται. ἱστορεῖται δὲ καὶ ὅτι φεύγων διὰ τὸν φόβον μεταβάλλει τὰς χρόας καὶ ἐξομοιοῦται τοῖς τόποις ἐν οἷς κρύπτεται, ὡς καὶ ὁ Μεγαρεὺς Θέογνις· πουλύπου ὀργὴν ἴσχε πολυπλόκου, ὃς ποτὶ πέτρῃ, τῇ προσομιλήσει, τοῖος ἰδεῖν ἐφάνη. καὶ
20Κλέαρχος· πουλύποδός μοι τέκνον ἔχων νόον, Ἀμφίλοχ’ ἥρως, τοῖσιν ἐφαρμόζου ὧν κε δῆμον ἵκηαι. ὁ αὐτός φησι· περὶ Τροιζῆνα οὔτε τὸν ἱερὸν καλούμενον πολύπουν οὔτε τὸν κωπηλάτην πολύπουν νόμιμον ἦν θηρεύειν, ἀλλ’ ἀπεῖπον τούτων τε καὶ τῆς θαλαττίας χελώνης μὴ ἅπτεσ‐ θαι. ὁ δὲ πολύπους ἐστὶ συντηκτικὸς καὶ λίαν ἀνόητος· πρὸς γὰρ τὴν
25χεῖρα τῶν διωκόντων βαδίζει καὶ διωκόμενος ἔστιν ὅτε οὐχ ὑποχωρεῖ. συντήκονται δ’ αὐτῶν αἱ θήλειαι μετὰ τὸν τόκον καὶ παρίενται· διὸ καὶ ῥᾳδίως ἁλίσκονται. ἑωράθησαν δέ ποτε καὶ ἐπὶ τὸ ξηρὸν ἐξιόντες, μάλιστα δὲ πρὸς τὰ τραχέα τῶν χωρίων· φεύγουσι γὰρ τὰ λεῖα. καὶ χαίρουσι δὲ τῶν φυτῶν ταῖς ἐλαίαις. ἐφωράθησαν δὲ καὶ συκέαις προσπεφυκυίαις
30τῇ θαλάσσῃ προσπλεκόμενοι καὶ τῶν σύκων ἐσθίοντες, ὥς φησι Κλέαρχος. τοῦ δὲ ἥδεσθαι τῇ ἐλαίᾳ δεῖγμα καὶ τοῦτο· ἐάν τις κλάδον τοῦ φυτοῦ τούτου καθῇ εἰς τὴν θάλασσαν καθ’ ἥν εἰσι πολύποδες καὶ μικρὸν ἐπίσχῃ, ἀπονητὶ ἀνέλκει τῷ κλάδῳ περιπλεκομένους ὅσους ἐθέλει. ἔχουσι τὰ μὲν ἄλλα μέρη ἰσχυρότατα, τὸν δὲ τράχηλον ἀσθενῆ. λέγεται δ’ αὐτῶν τὸν
35ἄρρενα ἕλκειν αἰδοιῶδές τι ἐν μιᾷ τῶν πλεκτανῶν, ἐν ᾗ αἱ δύο μεγάλαι κοτυληδόνες εἰσίν. εἶναι δὲ τοῦτο νευρῶδες μέχρι εἰς μέσην τὴν πλεκτάνην ἅπαν προσπεφυκός. ἐν δὲ πέμπτῳ μορίων φησὶν Ἀριστοτέλης· πολύπους
ὀχεύει τοῦ χειμῶνος καὶ τίκτει τῷ ἔαρι. φωλεύει δὲ περὶ δύο μῆνας, ἔστι145 in vol. 2.1

2,1

146

δὲ πολύγονον τὸ ζῷον. διαφέρει δὲ ὁ ἄρρην τῆς θηλείας τῷ τε τὴν κεφαλὴν ἔχειν προμηκεστέραν καὶ τὸ καλούμενον ὑπὸ τῶν ἁλιέων αἰδοῖον ἔχειν ἐν τῇ πλεκτάνῃ. ἐπῳάζει δ’ ὅταν τέκῃ· διὸ καὶ χείριστοί εἰσι κατὰ τὸν χρόνον τοῦτον. ἀποτίκτει δ’ ἢ εἰς θαλάμας ἢ εἰς κεράμιον ἤ τι ἄλλο τοι‐
5οῦτο κοῖλον. καὶ μεθ’ ἡμέρας πεντήκοντα ἐκ τῶν ᾠῶν πολυπόδια ἐξέρπει ὥσπερ τὰ φαλάγγια πολλά. Θεόφραστος δέ φησι τὸν πολύποδα τοῖς πετρωδέσι μάλιστα μόνοις συνεξομοιοῦσθαι, τοῦτο ποιοῦντα φόβῳ καὶ φυ‐ λακῆς χάριν. φησὶ δὲ μηδὲ γίνεσθαι πολύποδας περὶ Ἑλλήσποντον. ψυχρὰ γὰρ ἡ θάλασσα αὕτη καὶ ἧττον ἁλμυρά, ταῦτα δ’ ἀμφότερα πολέμια
10πολύποδι. ὁ δὲ ναυτίλος καλούμενος, φησὶν Ἀριστοτέλης, πολύπους μὲν οὔκ ἐστιν, ἐμφερὴς δὲ κατὰ τὰς πλεκτάνας. ἔχει δὲ τὸ νῶτον ὀστρακό‐ δερμον. ἀναφέρει δὲ ἐκ τοῦ βυθοῦ ἐφ’ ἑαυτὸν ἔχων τὸ ὄστρακον, ἵνα μὴ τὴν θάλασσαν ἕλκῃ· ἐπαναστραφεὶς δ’ ἐπιπλεῖ, ἄνω ποιήσας δύο τῶν πλεκτανῶν, αἳ μεταξὺ αὐτῶν λεπτὸν ὑμένα ἔχουσι διαπεφυκότα, ὡς καὶ
15τῶν ὀρνίθων οἱ πόδες ὁρῶνται μεταξὺ τῶν δακτύλων δερμάτινον ὑμένα ἔχοντες· ἄλλας δὲ δύο πλεκτάνας καθίησιν εἰς τὴν θάλασσαν ἀντὶ πη‐ δαλίων. ὅταν δέ τι προσιὸν ἴδῃ, δείσας συστέλλει τοὺς πόδας καὶ πλη‐ ρώσας αὑτὸν τῆς θαλάσσης κατὰ βυθοῦ ὡς τάχος χωρεῖ. ἐν δὲ τῷ περὶ ζωικῶν καὶ ἰχθύων, πολύπους, φησί, τις ὃ μὲν τρεψίχρως, ὃ δὲ ναυτίλος.
20εἰς τὸν ναυτίλον τοῦτον φέρεταί τι ἐπίγραμμα Καλλιμάχου τοῦ Κυρηναίου, ὅ, ἐπεὶ ἔσφαλται, οὐ μετέγραψα. φησὶν ὁ τραγικὸς Ἰών· τὸν πετραῖον πλεκτάναις ἀναίμοσι στυγῶ μεταλλακτῆρα πολύπουν χρόος. εἴδη δ’ ἐστὶ πολυπόδων ἑλεδώνη, πολυποδίνη, βολβοτίνη, ὀσμύλος, φησὶν Ἀριστοτέλης καὶ Σπεύσιππος. Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ζωικῶν μαλάκιά φησιν εἶναι
25πολύποδας ὀσμύλην, ἑλεδώνην, σηπίαν, τευθίδα. Ἐπίχαρμος· πώλυποί τε σηπίαι τε καὶ ποταναὶ τευθίδες. Ἀρχέστρατος δέ φησι· πώλυποι ἔν τε Θάσῳ καὶ Καρίᾳ εἰσὶν ἄριστοι· καὶ Κέρκυρα τρέφει πολλοὺς μεγάλους τε. Δωριεῖς δ’ αὐτὸν διὰ τοῦ ω καλοῦσιν, ὡς Ἐπίχαρμος. καὶ Σιμωνίδης δέ· πώλυπον διζήμενος. Ἀττικοὶ δὲ πολύπουν. ἔστι δὲ τῶν σελαχωδῶν· τὰ
30χονδρώδη δ’ οὕτω λέγεται· πολύποδες, γαλεοί τε κύνες. μαλάκια δὲ κα‐ λεῖται τὰ τευθιδώδη. σελάχια δὲ τὰ τῶν ἐρίων φῦλα. πάγουροι. Τιμοκλῆς· ἐν παγούροις θεοῖς ἐχθροῖσι καὶ ἰχθυδίοις εὕρηκα παντοδαπὰς τέχνας. πηλαμύς. Ἀριστοτέλης πέμπτῳ ζῴων μορίων· αἱ πηλαμύδες καὶ οἱ
35θύννοι τίκτουσιν ἐν τῷ Πόντῳ, ἄλλοθι δὲ οὔ. Σοφοκλῆς ποιμέσιν· ἐνθ’ ἡ πάροικος πηλαμὺς χειμάζεται, πάροικος Ἑλλησποντίς, ὡραία θέρους. πέρκαι. Σπεύσιππος παραπλησίας εἶναι λέγει πέρκην, χάννην, φυκίδα.
Ἐπίχαρμος. πέρκας τ’ αἰόλας. Ἀριστοτέλης ἐν τῷ περὶ ζωικῶν ἀκαν‐146 in vol. 2.1

2,1

147

θοστεφῆ φησιν εἶναι καὶ ποικιλόχροα φυκίδα. τῶν δὲ γραμμοποικίλων πλαγίαις τε ταῖς ῥάβδοις κεχρημένων πέρκη. καὶ παροιμία δέ ἐστιν· ἕπεται πέρκη μελανούρῳ. ῥαφίδες. Ἐπίχαρμος· κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε. Δωρίων δὲ καὶ
5Σπεύσιππος βελόνην αὐτὴν καλοῦσι. καὶ Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων. ἐν δὲ τῷ περὶ ἰχθύων ῥαφίδα αὐτὴν ὀνομάσας ἀνόδουν φησὶν αὐτὴν εἶναι. ῥίνη. Δωρίων ἐν Σμύρνῃ φησὶ διαφόρους ῥίνας γίνεσθαι καὶ πάντα δὲ τὰ σελαχώδη τὸν Σμυρναικὸν κόλπον ἔχειν διαφέροντα. Ἀρχέστρατος δέ
10φησι· καὶ σελάχη μέντοι καινὴ Μίλητος ἄριστα ἐκτρέφει· ἀλλά γε χρὴ ῥίνης λόγον ἢ πλατυνώτου λειοβάτου ποιεῖσθαι. ὁμῶς κροκόδειλον ἂν ὀπτὸν δαισαίμην ἀπ’ ἰπνοῦ τερπνὸν παίδεσσιν Ἰώνων. σκάρος. σπάρος. τὸν σκάρον Ἀριστοτέλης φησὶ καρχαρόδοντα εἶναι καὶ μονήρη καὶ σαρκοφάγον, ἔχειν τε στόμα μικρὸν καὶ γλῶσσαν οὐ λείαν
15προσπεφυκυῖαν, καρδίαν τρίγωνον παράλευκον τρίλοβον, ἔχειν τε χολὴν καὶ σπλῆνα μέλανα, τῶν δὲ βραγχίων τὸ μὲν διπλοῦν, τὸ δὲ ἁπλοῦν. μόνος δὲ τῶν ἄλλων ἰχθύων μηρυκάζει. χαίρει δὲ τῇ τῶν φυκίων τροφῇ· διὸ καὶ τούτοις θηρεύεται. ἀκμάζει δὲ θέρους. Ἐπίχαρμος· ἁλιεύομεν σπά‐ ρους καὶ σκάρους, τῶν οὐδὲ τὸ σκῶρ θεμιτὸν ἐκβαλεῖν θεοῖς. Σέλευκος δ’ ὁ
20Ταρσεὺς ἐν Ἁλιευτικῷ μόνον φησὶ τῶν ἰχθύων τὸν σκάρον καθεύδειν· ὅθεν οὐδὲ νύκτωρ ποτὲ ἁλῶναι. τοῦτο δ’ ἴσως διὰ φόβον αὐτῷ συμβαίνει. Ἀρχέστρατος δ’ ἐν τῇ Γαστρονομίᾳ· σκάρον ἐξ Ἐφέσου ζήτει, χειμῶνι δὲ τρίγλαν ἔσθι’ ἐνὶ ψαφαρῇ ληφθέντα Τειχιοέσσῃ Μιλήτου κώμῃ, Καρῶν πέλας ἀγκυλοκώλων. καὶ πάλιν· καὶ σκάρον ἐν παράλῳ Χαλκηδόνι
25τὸν μέγαν ὄπτα πλύνας, εὔχρηστον δὲ καὶ ἐν Βυζαντίῳ ὄψει, καὶ μέγε‐ θος κυκλίας ἴσον ἀσπίδι νῶτα φοροῦντα. τοῦτον ὅλον θεράπευε τρόπον τοιόνδε λαβὼν νῦν, ἡνίκ’ ἂν ἐν τυρῷ τε καὶ ἐλαίῳ πάντα πυκασθῇ, κρί‐ βανον ἐς θερμὸν κρέμασον κἄπειτα κατόπτα. πάσσειν δ’ ἁλσὶ κυμινοτρίβοις καὶ γλαυκῷ ἐλαίῳ, ἐκ χειρὸς κατακρουνίζων θεοδέγμονα πηγήν. Νίκανδρος
30δ’ ὁ Θυατειρηνὸς δύο γένη εἶναί φησι σκάρων καὶ καλεῖσθαι τὸν μὲν ὀνίαν, τὸν δὲ αἴολον. τὸν δὲ σπάρον Ἱκέσιος εὐχυλότερόν φησι μαινίδος καὶ ἄλλων δὲ πλειόνων τροφιμώτερον. σπάρον ἢ ὕκας ἤ. σκόρπιος. Διοκλῆς ξηροτέρας εἶναι τὰς σάρκας φησὶ σκορπίους, κόκ‐
35κυγας, ψήττας, σαργούς, τραχούρους, τὰς δὲ τρίγλας ἧττον τούτων ξη‐ ροσάρκους. οἱ γὰρ πετραῖοι μαλακοσαρκότεροί εἰσιν. Ἱκέσιος δέ φησι· τῶν σκορπίων ὃ μέν ἐστι πελάγιος, ὃ δὲ τεναγώδης. καὶ ὁ μὲν πελάγιος
πυρρός, ὃ δ’ ἕτερος μελανίζων. διαφέρει δὲ τῇ γεύσει καὶ τῷ τροφίμῳ ὁ147 in vol. 2.1

2,1

148

πελάγιος. εἰσὶ δὲ οἱ σκορπίοι σμηκτικοί, εὐέκκριτοι, πολύχυλοι, πολύτροφοι. χονδρώδεις γάρ εἰσι. τίκτει δ’ ὁ σκόρπιος δίς, ὥς φησιν Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων. ὅτι δὲ καὶ πληκτικός ἐστιν Ἀριστοτέλης ἱστορεῖ ἐν τῷ περὶ ἰχθύων. Ἐπίχαρμος δὲ ποικίλον αὐτόν φησι· σκορπίοι τε
5ποικίλοι. μονήρης δ’ ἐστὶ καὶ φυκοφάγος. ἐν δὲ πέμπτῳ ζῴων μορίων Ἀριστοτέλης σκορπίους καὶ σκορπίδας ἐν διαφόροις τόποις ὀνομάζει. ἄδηλον δὲ εἰ τοὺς αὐτοὺς λέγει. ὅτι δέ, φησὶν οὗτος, καὶ σκόρπαιναν καὶ σκορ‐ πίους πολλάκις ἡμεῖς ἐφάγομεν καὶ διάφοροι καὶ οἱ χυμοὶ καὶ αἱ χρόαι εἰσὶν οὐδεὶς ἀγνοεῖ. ὁ δ’ ὀψαρτυτὴς Ἀρχέστρατος ἐν τοῖς χρυσοῖς ἔπεσι
10λέγει· ἐν δὲ Θάσῳ τὸν σκόρπιον ὠνοῦ, ἂν ᾗ μὴ μείων πυγόνος· μεγάλου δ’ ἀπὸ χεῖρας ἴαλλε. σκόμβρος. Ἱκέσιος σκόμβρους φησὶν ἐλαχίστους μὲν εἶναι τὸ μέγεθος, τροφίμους δὲ καὶ εὐχύλους, οὐ μὴν εὐεκκριτωτέρους τῶν κολιῶν. σάργοι. οὗτοι, ὥς φησιν Ἱκέσιος, στύφουσι μᾶλλον καὶ τῶν μελανούρων
15εἰσὶ τροφιμώτεροι. Νουμήνιος δὲ πανοῦργον εἶναί φησι περὶ τὰς θήρας τὸν σαργόν. Ἀριστοτέλης δ’ ἐν πέμπτῳ μορίων τίκτειν αὐτόν φησι δίς, ἔαρος, εἶτα μετοπώρου. Ἐπίχαρμος· αἰ δὲ λῇς, σαργοί τε χαλκίδες τε. ὡς διαφόρους δὲ τοὺς σαργίνους ἐν τοῖσδε καταλέγει· ἦν δὲ σαργῖνοι μελά‐ νουροί τε καὶ ταὶ φίλταται ταινίαι λεπταὶ μέν, ἁδεῖαι δέ. καὶ Δωρίων
20δὲ σαργίνους τινας καλεῖ. ὁ δὲ σόφος Ἀρχέστρατός φησιν· ἡνίκα δ’ ἂν δύνοντος ἐν οὐρανῷ Ὠρίωνος μήτηρ οἰνοφόρου βότρυος χαίτην ἀποβάλλῃ, τῆμος ἔχειν ὀπτὸν σαργὸν τυρῷ κατάπαστον, εὐμεγέθη, θερμόν, δριμεῖ δεδαιγμένον ὄξει· σκληρὸς γὰρ φύσει ἐστίν. ἅπαντα δέ μοι θεράπευε τὸν στερεὸν τοιῷδε τρόπῳ μεμνημένος ἰχθύν. τὸν δ’ ἀγαθὸν μαλακόν τε φύσει
25καὶ πίονα σάρκα ἁλσὶ μόνον λεπτοῖς πάσας καὶ ἐλαίῳ ἀλείψας· τὴν ἀρετὴν γὰρ ἔχει τῆς τέρψιος αὐτὸς ἐν αὐτῷ. σάλπη. Ἐπίχαρμος λάβρακές τε καὶ ταὶ πίονες σκατοφάγοι σάλπαι βδελυχραί, ἁδέαι δ’ ἐν τῷ θέρει. Ἀριστοτέλης ἐν πέμπτῳ μορίων ἅπαξ τίκτειν φησὶν αὐτὴν τοῦ μετοπώρου. ἐστὶ δὲ πολύγραμμος καὶ ἐρυθρό‐
30γραμμος, ἔτι δὲ καρχαρόδους καὶ μονήρης. λέγεσθαι δὲ καὶ ὑπὸ τῶν ἁλιέων φησὶν ὡς καὶ κολοκύντῃ θηρεύεται χαίρουσα τῷ βρώματι. Ἀρχέστρατος δέ φησιν· σάλπην δὲ κακὸν μὲν ἔγωγε ἰχθὺν εἰς ἀεὶ κρίνω· βρωτὴ δὲ μάλιστα ἐστὶ θεριζομένου σίτου. λαβὲ δ’ ἐν Μιτυλήνῃ αὐτήν. Παγκράτης ἐν ἔργοις θαλασσίοις· σάλπαι τ’ ἰσομήκεες ἰχθῦς, ἅς τε βόας πορκῆες
35ἁλίζωοι καλέουσιν, οὕνεκα γαστέρι φῦκος ἀεὶ ἀλέγουσιν ὀδοῦσιν. ἐστὶ δὲ ποικίλος ὁ ἰχθύς. ὅθεν καὶ τὸν Λοκρὸν ἢ Κολωφώνιον Μνασέαν συντα‐ ξάμενον τὰ ἐπιγραφόμενα παίγνια διὰ τὸ ποικίλον τῆς συναγωγῆς Σάλ‐
πην οἱ συνήθεις προσηγόρευον. Νυμφόδωρος δ’ ὁ Συρακούσιος Λεσβίαν φησὶ148 in vol. 2.1

2,1

149

γενέσθαι Σάλπην τὰ παίγνια συνθεῖσαν. Ἄλκιμος δ’ ἐν τοῖς Σικελικοῖς ἐν Μεσσήνῃ φησὶ τῇ κατὰ τὴν νῆσον Βότρυν γενέσθαι εὑρετὴν τῶν παρα‐ πλησίων παιγνίων τῆς προσαγορευομένης Σάλπης. ὅτι Ἄρχιππος ἀρσενικῶς εἶπεν ὁ σάλπης· κῆρυξ μὲν ἐβόασε, σάλπης δ’ ἐσάλπιγξ’, ἕπτα ὀβολοὺς
5μισθὸν φέρων. γίνεται δ’ ὅμοιος ἰχθὺς ἐν τῇ Ἐρυθρᾷ Θαλάσσῃ ὁ καλού‐ μενος στρωματεύς, ῥάβδους ἔχων δι’ ὅλου τοῦ σώματος τεταμένας χρυσι‐ ζούσας· ἱστορεῖ Φίλων ἐν τῷ Μεταλλικῷ. συνόδοντες καὶ συναγρίς. Ἐπίχαρμος· συναγρίδας μαζούς τε συνόδοντάς τ’ ἐρυθροποικίλους. καὶ Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ διὰ τοῦ υ· λευκὴν
10συνόδοντα βόηκάς τε. σινόδοντα δ’ αὐτὸν λέγει διὰ τοῦ ι Δωρίων, ἔτι δ’ Ἀρχέστρατος ἐν τούτοις· αὐτὰρ σινόδοντα μὲν ὃν ζήτει παχὺν εἶναι· ἐκ πορθμοῦ δὲ λαβεῖν πειρῶ καὶ τοῦτον, ἑταῖρε. Ἀντιφάνης· ἂν φάγοι ἢ κράνιον σινόδοντος. σαῦρος· παρὰ Ἀλέξιδι μάγειρός τις λέγει· ἐπίστασαι τὸν σαῦρον ὡς δεῖ
15σκευάσαι; ἐξελὼν τὰ βράγχια, πλύνας περικόψας τὰς ἀκάνθας τὰς κύκλῳ, παράσχισον χρηστῶς, διαπτύξας θ’ ὅλον τῷ σιλφίῳ μάστιξον εὖ γε καὶ καλῶς τυρῷ τε σάξον ἁλσί τ’ ἠδ’ ὀριγάνῳ. Ἔφιππος· θύννου τεμάχη, γλάνιδος, γαλεοῦ, ῥίνης, σαῦρος, φυκία, φυκίς, βρίγκος, φάγρος, μύλος, λεβίας, αἰολίας, θρίττα, χελιδών, δρακαινίς, πουλυπόδιον.
20 σκεπινός. Δωρίων τοῦτον καλεῖσθαί φησιν ἀτταγῖνον. σκίαινα. Ἐπίχαρμος· αἰολίαι πλῶτες κυνόγλωσσοι σκιαθίδες. Νου‐ μήνιος δὲ σκιαδέα αὐτὸν καλεῖ· ὅτε δ’ ἀγρόμενον σκιαδῆα. συναγρίδες. τούτων μνημονεύει Ἐπίχαρμος. σφύραιναι τροφιμωτέραι εἰσὶ τῶν γόγγρων φησὶν Ἱκέσιος, ἀπειθεῖς δὲ
25τὴν γεῦσιν καὶ ἄστομοι, εὔχυλοι δὲ μέσως. Δωρίων δέ φησι· σφύραιναν, ἣν καλοῦσι κέστραν. Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων ὡς ὅμοια παρα‐ τίθεται, κέστραν, βελόνην, σαυρίδα. καὶ οἱ Ἀττικοὶ δὲ ὡς ἐπὶ πολὺ τὴν σφύραιναν καλοῦσι κέστραν, σπανίως δὲ τῷ τῆς σφυραίνης ὀνόματι ἐχρή‐ σαντο. Στράττις· ἡ σφύραινα δ’ ἐστὶ τίς; κέστραν μὲν ὔμμες ὡττικοὶ
30κικλῄσκετε. Ἀντιφάνης· πάνυ συχνὴ σφύραινα, κέστραν ἀττικιστὶ δεῖ λέγειν. σηπία. ἡ παραλήγουσα παροξύνεται ὡς ταινία, οἰκία. τὴν σηπίαν δ’ Ἀριστοτέλης φησὶ πόδας ἔχειν ὀκτώ, ὧν τοὺς ὑποκάτω δύο μεγίστους, προβοσκίδας δύο καὶ μεταξὺ αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ στόμα. ἔχει δὲ
35καὶ ὀδόντας δύο τὸν μὲν ἄνω, τὸν δὲ κάτω καὶ τὸ λεγόμενον ὄστρακον ἐν τῷ νώτῳ· ἐν δὲ τῇ μύτιδι ὁ θολός ἐστιν· αὕτη δὲ κεῖται παρὰ τὸ στόμα αὐτὸ κύστεως τρόπον ἐπέχουσα. ἐστὶ δ’ ἡ κοιλία πλακώδης καὶ
λεία, ὁμοία τοῖς τῶν βοῶν ἠνύστροις. τρέφονται δὲ αἱ μικραὶ σηπίαι τοῖς149 in vol. 2.1

2,1

150

λεπτοῖς ἰχθυδίοις, ἀποτείνουσαι τὰς προβοσκίδας ὥσπερ ὁρμίας, καὶ ταύ‐ ταις θηρεύουσαι. λέγεται δ’ ὡς ὅταν ὁ χειμὼν γένηται, τῶν πετριδίων ὥσπερ ἀγκύραις ταῖς προβοσκίσι λαμβανόμεναι ὁρμοῦσι. διωκομένη τε ἡ σηπία τὸν θόλον ἀφίησι καὶ ἐν αὐτῷ κρύπτεται ἐμφήνασα φεύγειν εἰς
5τοὔμπροσθεν. λέγεται δ’ ὡς καὶ θηρευθείσης τῆς θηλείας τριόδοντι οἱ ἄρ‐ ρενες ἐπαρήγουσιν ἀνθέλκοντες αὐτήν· ἂν δ’ οἱ ἄρρενες ἁλῶσιν, αἱ θήλειαι φεύγουσιν. οὐ διετίζει δ’ ἡ σηπία, καθάπερ οὐδ’ ὁ πολύπους. ἐν δὲ πέμπτῳ ζῴων μορίων, αἱ σηπίαι, φησί, καὶ αἱ τευθίδες ναίουσιν ἅμα καὶ συνεπό‐ μεναι, τὰ στόματα καὶ τὰς πλεκτάνας ἐφαρμόττουσαι καταντικρὺ ἀλλή‐
10λαις. ἐφαρμόττουσι δὲ καὶ τὸν μυκτῆρα εἰς τὸν μυκτῆρα. τῶν τε μαλακίων τίκτουσι πρῶται τοῦ ἔαρος αἱ σηπίαι καὶ οὐ κύουσι πᾶσαν ὥραν καὶ κυίσ‐ κονται πεντεκαίδεκα ἡμέραις. ὅταν δὲ τέκωσι τὰ ᾠά, ὁ ἄρρην παρακολου‐ θῶν καταφυσᾷ καὶ στιφρᾷ. βαδίζουσι δὲ κατὰ ζυγά. καὶ ἔστιν ὁ ἄρρην τῆς θηλείας ποικιλώτερος καὶ μελάντερος τὸν νῶτον. Ἐπίχαρμος·
15σηπίαι τε καὶ ποταναὶ τευθίδες. τοῦτο δὲ σημειωτέον πρὸς Σπεύσιππον λέγοντα εἶναι ὅμοια σηπίαν τευθίδα. Ἱππώνακτος δὲ ἐν τοῖς ἰάμβοις εἰπόντος σηπίας ὑπόσφαγμα οἱ ἐξηγησάμενοι ἀπέδωκαν τὸ τῆς σηπίας μέλαν. ἔστι δὲ τὸ ὑπόσφαγμα, ὡς Ἐρασίστρατός φησιν ἐν Ὀψαρτυτικῷ, ὑπότριμμα. φησὶ γάρ· ὑπόσφαγμα δ’ εἶναι κρέασιν ὀπτοῖς ἐκ τοῦ αἵματος
20τεταραγμένου μέλιτι, τυρῷ, ἁλὶ, κυμίνῳ. καὶ Γλαῦκος δὲ ὁ Λοκρὸς ἐν Ὀψαρτυτικῷ· ὑπόσφαγμα δ’ αἷμα ἑφθὸν καὶ σίλφιον καὶ ἕψημα, ἢ μέλι καὶ ὄξος καὶ γάλα καὶ τυρὸς καὶ φύλλα εὐώδη τετμημένα. ὁ δὲ πολυ‐ μαθέστατος Ἀρχέστρατός φησιν· σηπίαι Ἀβδήροις τε Μαρωνίᾳ τ’ ἐνὶ μέσσῃ. Ἀριστοφάνης· ὀσμύλια καὶ μαινίδια καὶ σηπίδια. Θεόπομπος·
25ἔντραγε τὴν σηπίαν τηνδὶ λαβοῦσα καὶ τοδὶ τὸ πολυπόδιον. φησί τις μάγειρος παρὰ Ἀλέξιδι περὶ ἑψήσεως σηπιῶν· τῶνδε τὰς μὲν πλεκτάνας καὶ τὰ πτερύγια συντεμὼν ἑφθὰ ποῶ. τὸ δ’ ἄλλο σῶμα κατατεμὼν πολλοὺς κύβους σμήσας τε λεπτοῖς ἁλσὶ δειπνούντων ἅμα ἐπὶ τὸ τάγηνον σίζον ἐπεισιὼν φέρω.
30 τρίγλη διὰ τοῦ η. τὰ γὰρ εἰς λα λήγοντα θηλυκὰ ἕτερον αἰτεῖ λάμβδα, Σκύλλα, Τελέσιλλα· ὅσα δὲ ἐπιπλοκὴν ἔχει τοῦ γ εἰς η λήγει, τρώγλη, αἴγλη, ζεύγλη. τὴν δὲ τρίγλην φησὶν Ἀριστοτέλης τρὶς τίκτειν τοῦ ἔτους ἐν πέμπτῳ μορίων, τεκμαίρεσθαι λέγων τοὺς ἁλιεῖς τοῦτο ἐκ τοῦ γόνου τρὶς φαινομένου περί τινας τόπους. μήποτε οὖν ἐντεῦθέν ἐστι καὶ τὸ τῆς
35ὀνομασίας, ὡς ἀμίαι διὰ τὸ μὴ κατὰ μίαν φέρεσθαι, ἀλλ’ ἀγεληδόν, καὶ σκάρος δὲ ἀπὸ τοῦ σκαίρειν, καὶ χαρίς, ἀφύαι δὲ ὡς ἂν ἀφυεῖς οὖσαι, τουτέστιν δυσφυεῖς· θύω, θύννος ὁ ὁρμητικός, διὰ τὴν τοῦ κυνὸς ἐπιτολὴν
διὰ τὸ ὑπὸ τοῦ ἐπὶ τῆς κεφαλῆς οἴστρου ἐξελαύνεσθαι. ἐστὶ δὲ καρχαρόδους,150 in vol. 2.1

2,1

151

συναγελαστικός, παντόστικτος, σαρκοφάγος. τὸ δὲ τρίτον τεκοῦσα ἄγονός ἐστι· γίνεται γάρ τινα σκωλήκια αὐτῇ ἐν τῇ ὑστεραίᾳ, ἃ τὸν γόνον τὸν γινόμενον κατεσθίει. ἀπὸ δὲ τοῦ συμβεβηκότος Ἐπίχαρμος ὀνομάζει αὐτὰς κυφάς· τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας. Σώφρων δὲ τρι‐
5γόλας τινὰς ὀνομάζει. ὅτι Σώφρων τρίγλαν γενεᾶτιν καλεῖ ἐπεὶ αἱ τὸ γένειον ἔχουσαι ἡδίονές εἰσι μᾶλλον τῶν ἄλλων. Διοκλῆς δὲ σκληρόσαρκον εἶναί φησι τὴν τρίγλαν. Σπεύσιππος δ’ ἐμφερῆ φησιν εἶναι κόκκυγα χε‐ λιδόνα, τρίγλαν. Τρύφων δέ φησι τὸν τριγόλαν τινὰς οἴεσθαι κόκκυγα εἶναι διά τε τὸ ἐμφερὲς καὶ τὴν τῶν ὀπισθίων ξηρότητα, ἣν σεσημείωται
10ὁ Σώφρων λέγων· τρίγλας μέν γε πίονας, τριγόλα δ’ ὀπίσθια. ὅτι τῇ Ἑκάτῃ ἀποδίδοται ἡ τρίγλη διὰ τὴν τῆς ὀνομασίας κοινότητα· τριοδῖτις γὰρ καὶ τρίγληνος· καὶ ταῖς τριακάσι δ’ αὐτῇ τὰ δεῖπνα φέρουσι. κατὰ τὸ παραπλήσιον δ’ οἰκειοῦσιν Ἀπόλλωνι μὲν κίθαρον, Ἑρμῇ δὲ βόακα, Διονύσῳ δὲ κιττόν, Ἀφροδίτῃ φαλαρίδα, ὡς Ἀριστοφάνης ἐν Ὄρνισι,
15κατὰ συνέμφασιν τοῦ φαλλοῦ. καὶ τὴν νῆτταν δὲ Ποσειδῶνί τινες οἰκει‐ οῦσι. καὶ τὸν θαλάττιον, ὃν ἡμεῖς μὲν ἀφύην, ἄλλοι ἀφρῖτιν ὀνομάζουσιν, οἳ δὲ ἀφρόν· προσφιλέστατον εἶναι καὶ τοῦτον Ἀφροδίτῃ διὰ τὸ καὶ αὐτὴν ἐξ ἀφροῦ γεννηθῆναι. Ἀπολλόδωρος δέ φησιν τῇ Ἑκάτῃ θύεσθαι τρίγλην διὰ τὴν τοῦ ὀνόματος οἰκειότητα· τρίμορφος γὰρ ἡ θεός. Μελάνθιος δὲ
20καὶ τρίγλην καὶ μαινίδα, ὅτι καὶ θαλάττιος ἡ Ἑκάτη. Ἡγήσανδρος δὲ ὁ Δελφός φησι τρίγλην παραφέρεσθαι ἐν τοῖς Ἀρτεμισίοις διὰ τὸ δοκεῖν τοὺς θαλασσίους λαγὼς θανασίμους ὄντας θηρεύειν ἐπιμελῶς καὶ κατανα‐ λίσκειν. διόπερ ὡς ἐπ’ ὠφελείᾳ τῶν ἀνθρώπων τοῦτο ποιοῦσα τῇ κυνη‐ γετικῇ θεῷ ἡ κυνηγέτις ἀνάκειται. Ἀθήνησι δὲ καὶ τόπος τις Τρίγλα
25καλεῖται καὶ αὐτόθι ἐστὶν ἀνάθημα Ἑκάτῃ Τριγλανθίνῃ. διὸ καὶ Χαρικλείδης φησί· δέσποινα Ἑκάτη τριοδῖτι, τρίμορφε, τριπρόσωπε, τρίγλαις κηλευ‐ μένα. ἐὰν δ’ ἐναποπνιγῇ τρίγλα ζῶσα ἐν οἴνῳ καὶ τοῦτο ἀνὴρ πίῃ, ἀφρο‐ δισιάζειν οὐ δυνήσεται, ὡς Τερψικλῆς ἱστορεῖ ἐν τῷ περὶ ἀφροδισίων. κἂν γυνὴ δὲ πίῃ τοῦ αὐτοῦ οἴνου, οὐ κυίσκεται ὁμοίως οὐδὲ ὄρνις. ὁ δὲ
30πολυίστωρ Ἀρχέστρατος ἐπαινέσας τὰς κατὰ Τειχιοῦντα Μιλησίας τρίγλας ἑξῆς φησι· κἀν Θάσῳ ὀψώνει τρίγλην, κοὐ χείρονα λήψῃ ταύτης· ἐν δ’ Ἐρυθραῖς ἀγαθὴ θηρεύεται αἰγιαλῖτις. Ναυσικράτης δ’ ὁ κωμῳδιοποιὸς ἐπαινεῖ τὰς Αἰξωνικὰς τρίγλας λέγων· μετ’ αὐτῶν δ’ εἰσὶν ἐκπρεπεῖς φύσιν αἱ ξανθοχρῶτες, ἃς κλύδων Αἰξωνικὸς πασῶν ἀρίστας ἐντόπους παι‐
35δεύεται· αἷς καὶ θεὰν τιμῶσι φωσφόρον κόρην, δείπνων ὅταν πέμπωσι δῶρα ναυτίλοι. ταινίαι. Ἐπίχαρμος. καὶ ταὶ φίνταται ταινίαι λεπταὶ μέν, ἁδεῖαι
δέ. Μίθαικος ἐν Ὀψαρτυτικῷ ταινίαν ἐκκοιλίξας, τὰν κεφαλὰν ἀποταμών,151 in vol. 2.1

2,1

152

ἀποπλύνας καὶ ταμὼν τεμάχεα κατάχει τυρὸν καὶ ἔλαιον. πλεῖσται δὲ γίνονται καὶ κάλλισται κατὰ τὸν πρὸς τῇ Ἀλεξανδρείᾳ Κάνωπον καὶ ἐν Σελευκείᾳ τῇ πρὸς Ἀντιοχείᾳ. ὅταν δ’ Εὔπολις λέγῃ· μήτηρ τις αὐτῷ Θρᾷττα ταινιόπωλις, τὴν ἐπὶ τῶν ὑφασμάτων λέγει καὶ τῶν ζωνῶν, αἷς
5αἱ γυναῖκες περιδέονται. τράχουροι. τούτων ὡς ξηροτέρων μέμνηται Διοκλῆς. ταυλωπίας. περὶ τούτου Ἀρχέστρατος ἱστορεῖ· καὶ νεαροῦ μεγάλου ταυλωπία ἐν θέρει ὠνοῦ κράνιον, ὅταν Φαέθων πυμάτην ἁψῖδα διφρεύῃ· καὶ παράθες θερμὸν ταχέως καὶ τρῖμμα μετ’ αὐτοῦ. ὄπτα δ’ ἀμφ’ ὀβε‐
10λίσκον ἑλὼν ὑπογάστριον αὐτοῦ. τευθίς. Ἀριστοτέλης φησὶ καὶ ταύτην εἶναι τῶν συναγελαζομένων, ἔχειν τε τὰ πλεῖστα τῆς σηπίας, τὸν τῶν ποδῶν ἀριθμόν, τὰς προβοσκίδας. τῶν δὲ ταύτης ποδῶν οἱ μὲν κάτω μικροί εἰσιν, οἱ δ’ ἄνω μείζους καὶ τῶν προβοσκίδων ἡ δεξιὰ παχυτέρα καὶ τὸ ὅλον σωμάτιον τρυφερὸν καὶ ὑπο‐
15μηκέστερον. ἔχει δὲ καὶ θολὸν ἐν τῇ μύτι οὐ μέλανα ἀλλ’ ὠχρόν· καὶ τὸ ὄστρακον μικρὸν λίαν καὶ χονδρῶδες. τεῦθος. ὁ δὲ τεῦθος μόνῳ διαφέρει τῷ μεγέθει· γίνεται δὲ καὶ τριῶν σπιθαμῶν. τὸ δὲ χρῶμά ἐστιν ὑπέρυθρος, καὶ τῶν ὀδόντων τὸν μὲν κάτω ἐλάττονα ἔχει, τὸν δ’ ἄνω μείζονα, ἄμφω δὲ μελάνας καὶ ὁμοίους ῥύγχει
20ἱέρακος. ἀναπτυχθεὶς δὲ κοιλίαν ἔχει ὁμοίαν ταῖς ὑείαις. ἐν δὲ πέμπτῳ μορίων βραχύβιά φησιν εἶναι τὸν τεῦθον καὶ τὴν σηπίαν. Ἀρχέστρατος δ’ ὁ πᾶσαν γῆν καὶ θάλασσαν διὰ γαστριμαργίαν περιελθὼν καὶ περι‐ πλεύσας φησί· τευθίδες ἐν Δίῳ τῷ Πιερικῷ παρὰ χεῦμα Βαφύρα· καὶ ἐν Ἀμβρακίᾳ παμπληθέας ὄψει. παρὰ δὲ Ἀλέξιδι μάγειρός φησι περὶ
25τευθίδων· τὰ πτερύγια αὐτῶν τεμών, στεατίου μικρὸν παραμίξας, περιπάσας ἡδύσμασι λεπτοῖς χλωροῖς, ὠνθύλευσα. καὶ πέμμα δέ τι τευθίδα ὀνομάζει Ἰατροκλῆς ἐν Ἀρτοποιητικῷ. ὕες. Ἐπίχαρμος· ἦν δ’ ὑαινίδες τε βούγλωσσοί τε. λέγει δὲ καὶ ὕας, χαλκιδεῖς τε ὕες τε ἱέρακές τε χὠπίων κύων, εἰ μὴ ἄρα οὗτοι οἱ αὐτοί
30εἰσι τῷ κάπρῳ. καὶ Νουμήνιος δ’ ἐν τῷ Ἁλιευτικῷ ἄντικρυς ὕαινάν τινα καταριθμεῖται· ὕαινάν τε τρίγλην τε. καὶ Διονύσιος ἐν Ὀψαρτυτικῷ. Ἀρχέστρατος δ’ ὁ ὀψοδαίδαλος· ἐν δ’ Αἴνῳ καὶ τῷ Πόντῳ ὗν ἀγόραζε, ἣν καλέουσί τινες θνητῶν ψαμμῖτιν ὀρυκτήν. τούτου τὴν κεφαλὴν ἕψει μηδὲν προσενεγκὼν ἥδυσμ’, ἀλλ’ ἐς μόνον ὕδωρ ἐνθεὶς καὶ θαμὰ κινῶν ὕσσωπον
35παράθες τρίψας, κἂν ἄλλο τι χρῄζῃς. δριμὺ διεὶς ὄξος· κᾆτ’ ἔμβαπτε καὶ ἐπείγου οὕτως ὡς πνίγεσθαι ὑπὸ σπουδῆς καταπίνων. τὴν λοφίαν δ’ ὀπτᾶν αὐτῆς καὶ τἄλλα τὰ πλεῖστα. μήποτ’ οὖν καὶ ὁ Νουμήνιος τὴν
ὗν ψαμμαθῖδα καλεῖ, ἐπὰν λέγῃ· ἄλλοτε καρχαρίην, ὅτε δ’ ὄρθιον ψαμμαθῖδα.152 in vol. 2.1

2,1

153

ὕκαι. τὸν ὕκην Καλλίμαχος ἐν ἐπιγράμμασιν ἱερὸν ἰχθὺν καλεῖ. Νου‐ μήνιος· ἢ σπάρον ἢ ὕκας ἀγεληίδας ἢ ἐπὶ φάγρον πέτρῃ ἀλώμενον. Τί‐ μαιος δὲ περὶ τοῦ Σικελικοῦ πολιχνίου τῶν Ὑκκάρων διαλεγόμενος προσα‐ γορευθῆναι τοῦτό φησι διὰ τὸ τοὺς πρώτους τῶν ἀνθρώπων ἐλθόντας ἐπὶ
5τὸν τόπον ἰχθῦς εὑρεῖν τοὺς καλουμένους ὕκας καὶ τούτους ἐγκύους· δι’ οὓς οἰωνισαμένους Ὕκκαρον ὀνομάσαι τὸ χωρίον. Ζηνόδοτος δέ φησι Κυρη‐ ναίους τὸν ὕκην ἐρυθρῖνον καλεῖν. Ἕρμιππος δὲ ὕκην ἀκούει τὴν ἰουλίδα· εἶναι δ’ αὐτὴν δυσθήρατον, διὸ καὶ Φιλήταν φάναι· οὐδ’ ὕκη ἰχθὺς ἔσχατος ἐξέφυγε.
10 φάγρος. Σπεύσιππος ἐν Ὁμοίοις παραπλήσιά φησιν εἶναι φάγρον, ἐρυ‐ θρῖνον, ἤπατον. Ἀριστοτέλης δὲ σαρκοφάγον φησὶν αὐτὸν εἶναι καὶ μονήρη, καρδίαν τε ἔχειν τρίγωνον ἀκμάζειν τε ἔαρος. Ἱκέσιος δέ φησι· φάγροι καὶ χρόμις καὶ ἀνθίας καὶ ἀκαρνᾶνες καὶ ὀρφοὶ καὶ συνόδοντες καὶ συν‐ αγρίδες τῷ μὲν γένει παραπλήσιοι ὑπάρχουσιν· γλυκεῖς τε γὰρ καὶ
15παραστύφοντες καὶ τρόφιμοι, κατὰ λόγον δὲ καὶ δυσέκκριτοι. τροφιμώ‐ τεροι δ’ αὐτῶν οἱ σαρκώδεις καὶ γεωδέστεροι ἐλάττονά τε πιμελὴν ἔχοντες. Ἀρχέστρατος δέ φησι Σειρίου ἀντέλλοντος δεῖν τὸν φάγρον ἐσθίειν. Δήλῳ τ’ Εἰρετρίᾳ τε κατ’ εὐλιμένους ἁλὸς οἴκους. τὴν κεφαλὴν δ’ αὐτοῦ μόνον ὠνοῦ καὶ μετ’ ἐκείνης οὐραῖον· τὰ δὲ λοιπὰ δόμον μηδ’ εἰσενέγκῃς. ἐστὶ
20δὲ καὶ γένος λίθου φάγρος. ἡ γὰρ ἀκόνη κατὰ Κρῆτας φάγρος, ὥς φησι Σιμίας. χάνναι. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων ποικιλέρυθρον μέλαιναν αὐτὴν ὀνομάζει καὶ ποικιλόγραμμον διὰ τὸ μελαίναις γράμμαις πεποικίλθαι. χρόμις. Νουμήνιος· ὕκκην ἢ κάλλιχθυν ἠὲ χρόμιν. Ἀρχέστρατος· τὸν
25χρόμιν ἐν Πέλλῃ λήψῃ μέγαν, ἐστὶ δὲ πίων ἂν θέρος ᾖ, καὶ ἐν Ἀμβρακίᾳ. χρύσοφρυς. Ἄρχιππος· ἱερὸς Ἀφροδίτης χρύσοφρυς Κυθερείας. τοὺς δ’ ἰχθῦς τούτους φησὶν Ἱκέσιος καὶ τῇ γλυκύτητι καὶ τῇ ἄλλῃ εὐστομίᾳ πάντων εἶναι ἀρίστους. εἰσὶ δὲ καὶ τροφιμώτατοι. τίκτουσι δέ, ὥς φησιν Ἀριστοτέλης, ὁμοίως τοῖς κεστρεῦσιν οὗ ἂν ποταμοὶ ῥέωσιν. ὁ δὲ σοφὸς
30Ἀρχέστρατος ἐν ταῖς ὑποθήκαις λέγει· χρύσοφρυν ἐξ Ἐφέσου τὸν πίονα μὴ παράλειπε, ὃν κεῖνοι καλέουσιν ἰωνίσκον· λαβὲ δ’ αὐτὸν θρέμμα Σελι‐ νοῦντος σεμνοῦ. πλῦνον δέ νιν ὀρθῶς, εἶθ’ ὅλον ὀπτήσας παράθες, κἂν ᾖ δεκάπηχυς. χαλκίδες καὶ τὰ ὅμοια, θρίσσαι, τριχίδες, ἐρίτιμοι. Ἱκέσιός φησιν· αἱ
35λεγόμεναι χαλκίδες καὶ οἱ τράγοι καὶ αἱ ῥαφίδες καὶ θρίσσαι ἀχυρώδεις καὶ ἀλιπεῖς καὶ ἄχυλοι. Δωρίων δὲ χαλκιδικὰς ὀνομάζει. Νουμήνιος· σὺ δ’ ἂν καὶ χαλκίδ’ ἐκείνην αὕτως ἀμπείραις καὶ ὀλίγην μαινίδα. διαφέρει
δὲ τῆς χαλκίδος ὁ χαλκεύς, οὓς Εὐθύδημος ἐν τῷ περὶ ταρίχων φησι153 in vol. 2.1

2,1

154

γίνεσθαι ἐν τῇ Κυζικηνῶν χώρᾳ περιφερεῖς τε εἶναι καὶ κυκλοειδεῖς. — θρισσῶν δὲ μέμνηται Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων ἢ ἰχθύων. θρίσσα ἐγ‐ κρασίχολος, μεμβράς, κορακῖνος, ἐρυθρῖνος. τριχίδων δὲ Εὔπολις· ἐκεῖνος ἦν φειδωλός, ὃς ἐπὶ τοῦ βίου πρὸ τοῦ πολέμου μὲν τριχίδας ὠψώνης’
5ἅπαξ, ὅτε τἀν Σάμῳ δ’ ἦν, ἡμιωβελίου κρέα. Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων καὶ ποταμίας μέμνηται θρίσσης καὶ τὴν τριχίδα τριχίαν ὀνομάζει. Ἀρι‐ στοφάνης Ἱππεῦσι· τριχίδες ἑκατὸν τοὐβολοῦ. ὅτι πρημνάδας τὰς θυννίδας ἔλεγον. Πλάτων Εὐρώπῃ· ἁλιευόμενός ποτ’ αὐτὸν εἶδον ἀνδραχθῆ μετὰ πρημνάδων κἄπειτ’ ἀφῆκεν ὅτι ἦν βόαξ. ὅτι λέγεται τὴν τριχίδα ἥδεσθαι
10ὀρχήσει καὶ ᾠδῇ καὶ ἀκούσασαν ἀναπηδᾶν ἐκ τῆς θαλάσσης. —τῶν δ’ ἐρι‐ τίμων μέμνηται Δωρίων λέγων κατὰ τὸ αὐτὸ ποιεῖν ταῖς χαλκίσι. καὶ Ἐπαίνετος· χαλκίδας τὰς καλοῦσι καὶ σαρδίνους, ἐριτίμους. Καλλίμαχος ἐθνικαῖς ὀνομασίαις· ἐγκρασίχολος ἐρίτιμος. τριχίδια, χαλκίς, ἴκταρ, ἀθερίνη. ἐν ἄλλῳ δὲ μέρει καταλέγων ἰχθύων ὀνομασίας φησίν· ὄζαινα, ὀσμύλιον
15Θούριοι. ἴωπες, ἐρίτιμοι. ἰώπων δὲ μνημονεύει καὶ Νίκανδρος· ὡς δ’ ὁπότ’ ἀμφ’ ἀγέλῃσι νεηγενέεσσιν ἰώπων. ὅτι τοὺς εἰς τὸ ἀπανθρακίζειν ἐπιτη‐ δείους ἰχθῦς εἰς ἅλμην ἀπέβαπτον, ἣν καὶ Θασίαν ἐκάλουν ἅλμην. Ἀρι‐ στοφάνης Σφηξίν· ἀνθρακίδων ἅλμην πιών. καὶ ἐν Ὅλκασιν· ὦ κακοδαίμων ὅστις ἐν ἅλμῃ πρῶτον τριχίδων ἀπεβάφθη.
20 Ἀρχίππου ἐν Ἰχθύσιν εἰπόντος ὡς ἀπὸ τῶν ἰχθύων ἀποδοῦναι ὅσα ἔχομεν ἀλλήλων, ἡμᾶς μὲν τὰς Θρᾴττας καὶ Ἀνθερίνην τὴν αὐλητρίδα καὶ Σηπίαν τὴν Θύρσου καὶ τοὺς Τριγλίας καὶ Ἀναγυρουντόθεν τοὺς Κορα‐ κίωνας καὶ Κωβιοῦ τοῦ Σαλαμινίου τόκον καὶ βάτραχον τὸν πάρεδρον τὸν Ὠρεοῦ. ἀπορεῖ τις παρὰ τῷ ῥήτορι τούτῳ δειπνῶν ποίας παρὰ τοῖς
25ἰχθύσιν εἶναι συμβέβηκεν, ἃς ἀποδοῦναι τοῖς ἀνθρώποις συντίθενται. ὁ δ’ αὐτὸς καὶ λύων λέγει ὅτι ἰχθύδιον ἀληθῶς ἡ θρᾷττα θαλάττιον. Μνησί‐ μαχος ποιητὴς τῆς μέσης κωμῳδίας μύλος, λεβίας, σπάρος, αἰολίας, θρᾷττα, χελιδών. Δωρόθεος δὲ θέτταν γράφει, ἤτοι ἡμαρτημένῳ περιτυχὼν τῷ δράματι ἢ διὰ τὸ ἄηθες τοῦ ὀνόματος αὐτὸς διορθώσας ἐξήνεγκεν.
30ὅλως οὐδ’ ἔστι τὸ τῆς θρᾴττης ὄνομα παρ’ οὐδενὶ τῶν Ἀττικῶν. Ἀναξ‐ ανδρίδης· κορακινιδίοις μετὰ περκιδίων καὶ θρᾳττιδίων. Ἀντιφάνης· θρᾷτταν ἢ ψῆττάν τιν’ ἢ μύραιναν. ψῆτται. ταύτας Διοκλῆς ἐν τοῖς ξηροτέροις καταριθμεῖται. Σπεύσιππος δὲ παραπλήσιά φησιν εἶναι ψῆτταν βούγλωσσον ταινίαν. Ἀριστοτέλης
35δ’ ἐν πέμπτῳ ζῴων μορίων· ὁμοίως δὲ τῶν ἰχθύων οἱ πλεῖστοι ἅπαξ τίκτουσιν, οἷον οἱ χυτοὶ οἱ τῷ δικτύῳ περιεχόμενοι, χρόμις, ψῆττα, θύννος πηλαμύς, κεστρεύς, χαλκίδες καὶ τὰ τοιαῦτα, ἐν δὲ τοῖς ζωικοῖς σελάχη,
φησί, βοῦς τρύγων, νάρκη, βατίς, βάτραχος βούγλωττος, ψῆττα, μῦς.154 in vol. 2.1

2,1

155

Δωρίων· τῶν δὲ πλατέων βούγλωσσον, ψῆτταν, ἔσχαρον ὃν καλοῦσι καὶ κόριν. βουγλώσσους δ’ ὀνομάζει καὶ Ἐπίχαρμος· βούγλωσσοί τε καὶ κί‐ θαρος. Λυγκεὺς δ’ ὁ Σάμιος τὰς καλλίστας, φησί, γίνεσθαι ψήττας περὶ Ἐλευσῖνα τῆς Ἀττικῆς. Ἀρχέστρατος δέ φησι· εἶτα λαβεῖν ψῆτταν
5μεγάλην καὶ τὴν ὑπότρηχυν βούγλωσσον περὶ Χαλκίδα κεδνήν. Ῥωμαῖοι δὲ καλοῦσι τὴν ψῆτταν ῥόμβον, καί ἐστι τὸ ὄνομα Ἑλληνικόν. φησί που Εὔβουλος· παρέσται σοι θύννου τέμαχος, κρέα δελφακίων χορδαί τ’ ἐρίφων ἧπαρ τε κάπρου κριοῦ τ’ ὄρχεις χόλικές τε βοὸς κρανία τ’ ἄρνων νῆστίς τ’ ἐρίφου. ἐμφορηθεὶς καὶ τούτων ἔασον ἡμᾶς καὶ τοῦ σωματίου ἐπιμέλειαν
10ποιήσασθαι, ἵνα δυνηθῇς τὰ μετὰ ταῦτα σιτεῖσθαι.155 in vol. 2.1

2,1

156

Τὴν κατὰ Λυσιτανίαν, χώρα δ’ αὕτη τῆς Ἰβηρίας, ἣν νῦν Ῥωμαῖοι Σπανίαν ὀνομάζουσι, διηγούμενος εὐδαιμονίαν Πολύβιος ὁ Μεγαλοπολίτης φησὶν ὡς αὐτόθι διὰ τὴν τοῦ ἀέρος εὐκρασίαν καὶ τὰ ζῷα πολύγονα καὶ οἱ ἄνθρωποι, καὶ οἱ ἐν τῇ χώρᾳ καρποὶ οὐδέποτε φθείρονται· ῥόδα μὲν
5γὰρ αὐτόθι καὶ λευκόια καὶ ἀσπάραγοι καὶ τὰ παραπλήσια τούτοις οὐ πλεῖον διαλείπει μηνῶν τριῶν, τὸ δὲ θαλάσσιον ὄψον καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὴν χρηστότητα καὶ κατὰ τὸ κάλλος μεγάλην ἔχει διαφορὰν πρὸς τὸ γινόμενον ἐν τῇ καθ’ ἡμᾶς θαλάσσῃ. καὶ ὁ μὲν τῶν κριθῶν σίκλος μέδιμνός ἐστι δραχμῆς, ὁ δὲ τῶν πυρῶν ἐννέα ὀβολῶν Ἀλεξανδρηνῶν· τοῦ
10δ’ οἴνου δραχμῆς ὁ μετρητής, καὶ ἔριφος ὁ μέτριος ὀβολοῦ καὶ λαγώς. τῶν δ’ ἀρνῶν τριώβολον καὶ τετρώβολον ἡ τιμή, ὗς δείπνων ἑκατὸν μνᾶς ἄγων πέντε δραχμῶν, καὶ πρόβατον δύο, τάλαντον δὲ σύκων τριῶν ὀβολῶν, μόσχος δραχμῶν πέντε, καὶ βοῦς ζύγιμος δέκα. τὰ δὲ τῶν ἀγρίων ζῴων κρέα σχεδὸν οὐδὲ κατηξιοῦτο τιμῆς, ἀλλ’ ἐν ἐπιδόσει καὶ χάριτι τὴν
15ἀλλαγὴν ποιοῦνται τούτων. ἡμῖν δὲ ὁ καλὸς Λαρίνσιος, φησὶν ὁ ῥήτωρ οὗτος, τὴν Ῥώμην Λυσιτατίαν ἑκάστοτε παρέχων ἐμπίπλησι παντοίων ἀγαθῶν ὁσημέραι, μετὰ τοῦ ἡδέως καὶ μεγαλοφρόνως φιλοτιμούμενος, οὐδὲν φερόμενοις οἴκοθεν ἢ λογάρια. ὅτι ἐν Ἡρακλείᾳ γίνονται οἱ ὀρυκτοὶ καλούμενοι ἰχθύες. ἱστορεῖ δὲ
20Θεόφραστος καὶ περὶ τῶν πηγνυμένων διὰ χειμῶνος τῷ κρυστάλλῳ, οἳ οὐ πρότερον αἰσθάνονται οὐδὲ κινοῦνται πρὶν ἂν εἰς τὰς λοπάδας ἐμβληθέντες ἕψωνται. εὑρίσκονται δὲ καὶ ἐν Παφλαγονίᾳ ὀρυκτοὶ ἰχθῦς ζῶντες, κατὰ τόπους οὔτε ποταμῶν ἐπιχύσεις ἔχοντες οὔτε θερμῶν ναμάτων τὸ καινότατον. ὅτι Μνασέας ὁ Πατρεύς φησι τοὺς ἐν τῷ Κλείτορι ποταμῷ Ἀρκαδίας
25ἐν τῷ Λάδωνι ποταμῷ ἰχθῦς φθέγγεσθαι. καίτοι Ἀριστοτέλους εἰπόντος μόνον σκάρον φθέγγεσθαι καὶ τὸν ποτάμιον χοῖρον. Φιλοστέφανος δ’ ὁ Κυρηναῖός φησιν ἐν Ἀόρνῳ ποταμῷ ἰχθῦς εἶναι φθεγγομένους ὡς κίχλας καὶ καλεῖσθαι ποικιλίας. Νυμφόδωρος δὲ ἐν Ἑλώρῳ ποταμῷ λάβρακας εἶναι καὶ ἐγχέλεις μεγάλας φησὶν οὕτω τιθάσους ὡς ἐκ τῶν χειρῶν δέ‐
30χεσθαι τῶν προσφερόντων ἄρτους. ἐγὼ δέ, φησὶν οὗτος, ἐν τῇ κατὰ Χαλκίδα
Ἀρεθούσῃ τεθέαμαι κεστρεῖς χειροήθεις, καὶ ἐγχέλεις ἐνώτια ἐχούσας ἀργυρᾶ156 in vol. 2.1

2,1

157

καὶ χρυσᾶ. λαμβανούσας τε καὶ λαμβάνοντας ἀπὸ τῶν προσφερόντων τροφάς. Σῆμος δέ φησιν Ἀθηναίοις θυομένοις ἐν Δήλῳ τὴν χέρνιβα βάψας ὁ παῖς προσήνεγκε, κἀν τῇ φιάλῃ μετὰ τοῦ ὕδατος ἰχθῦς κατέχεεν. εἰπεῖν οὖν αὐτοῖς τοὺς τῶν Δηλίων μάντεις ὡς κυριεύσουσι τῆς θαλάσσης.
5 φησὶ Πολύβιος ἐν τῷ κατὰ Νάρβον ποταμὸν Κελτικῷ πεδίῳ λεπτο‐ γείῳ ὄντι καὶ διάμμῳ καὶ πολλὴν ἄγρωστιν ἔχοντι ὑπὸ δύο καὶ τρεῖς πή‐ χεις ὑπορρεῖν τὸ πλαζόμενον ποτάμιον ὕδωρ· μεθ’ οὗ ἰχθύες κατὰ τὰς παρεκχύσεις ὑποτρέχοντες ὑπὸ τὴν γῆν χάριν τῆς τροφῆς, φιληδοῦσι γὰρ τῇ τῆς ἀγρώστεως ῥίζῃ, πεποιήκασι πᾶν τὸ πεδίον πλῆρες ἰχθύων
10ὑπογείων, οὓς ἀνορύττοντες λαμβάνουσιν. ἐν Ἰνδοῖς δέ φησι Θεόφραστος τοὺς ἰχθῦς ἐκ τῶν ποταμῶν εἰς τὴν γῆν ἐξιόντας καὶ πηδῶντας πάλιν εἰς τὸ ὕδωρ ἀπιέναι καθάπερ τοὺς βατράχους. ὅτι ὁ ἐξώκοιτος ἰχθύς, ὃν ἔνιοι καλοῦσιν Ἄδωνιν, ὑπόπυρρός ἐστι καὶ ἀπὸ τῶν βραγχίων ἑκατέρωθεν τοῦ σώματος μέχρι τῆς κέρκου μίαν
15ἔχει διηνεκῆ λευκὴν ῥάβδον, ὥς φησι Κλέαρχος ὁ περιπατητικός. κρατῶ δ’ οἶμαι καὶ τῆς λέξεως αὐτοῦ, φησίν· ἤτοι μέμνηται οὕτως ἐχούσης. ἔστι δὲ στρογγύλος, ἴσος τὸ μέγεθος τοῖς παραιγιαλίταις κεστρινίσκοις· οὗτοι δ’ εἰσὶν ὀκταδάκτυλοι μάλιστα τὸ μῆκος. ἐστὶ δὲ τῶν πετραίων καὶ βιοτεύει περὶ τοὺς πετρώδεις τόπους· καὶ ὅταν ᾖ γαλήνη, συνεξορούσας
20τῷ κύματι κεῖται ἐπὶ τῶν πετριδίων πολὺν χρόνον ἀναπαυόμενος ἐν τῷ ξηρῷ, καὶ μεταστρέφει μὲν ἑαυτὸν πρὸς τὸν ἥλιον· ὅταν δ’ ἱκανῶς αὐτῷ τὰ πρὸς τὴν ἀνάπαυσιν ἔχῃ, προσκυλινδεῖται τῷ ὑγρῷ, μέχρι οὗ ἂν πάλιν ὑπολαβὸν αὐτὸν τὸ κῦμα κατενέγκῃ μετὰ τῆς ἀναρροίας εἰς τὴν θάλασσαν. ὅταν δ’ ἐγρηγορὼς ἐν τῷ ξηρῷ τύχῃ, φυλάττεται τῶν ὀρνίθων τοὺς παρ‐
25ευδιστὰς καλουμένους, ὧν ἐστι κηρύλος, τροχίλος καὶ ὁ τῇ κρεκὶ προσεμ‐ φερὴς ἑλώριος. οὗτοι γὰρ ἐν ταῖς εὐδίαις παρὰ τὸ ξηρὸν νεμόμενοι πολ‐ λάκις αὐτῷ περιπίπτουσιν, οὓς ὅταν προίδηται, φεύγει πηδῶν καὶ ἀσπαίρων, ἕως ἂν εἰς τὸ ὕδωρ ἀποκυβιστήσῃ. Νικόλαος ὁ Δαμασκηνός, περὶ Ἀπάμειαν, φησί, τὴν Φρυγικὴν σεισμῶν ποτε γενομένων ἀναφανῆναι λίμνας πρότερον
30οὐκ οὔσας καὶ ποταμοὺς καὶ ἄλλας πηγὰς ὑπὸ τῆς κινήσεως ἀνοιχθείσας, πολλὰς δὲ καὶ ἀφανισθῆναι, τοσοῦτόν τε ἀναβλῦσαι πικρὸν καὶ γλαυ‐ κὸν ὕδωρ, ὥστε ὀστρέων πλησθῆναι τὸν πάντα τόπον καὶ ἰχθύων τῶν τε ἄλλων ὅσα τρέφει θάλασσα. οἶδα δέ, φησὶν οὗτος, πολλαχοῦ τὸν θεὸν ὕσαντα ἰχθύσιν. Φαινίας γοῦν ἐν Χερρονήσῳ φησὶν ἐπὶ τρεῖς ἡμέρας
35ὗσαι τὸν θεὸν ἰχθύας. τὸ δ’ αὐτὸ καὶ Φύλαρχος ἱστορεῖ. Ἠρακλείδης δὲ ὁ Λέμβος, περὶ Παιονίαν, φησί, καὶ Δαρδανίαν βατράχους ὗσεν ὁ θεός. καὶ τοσοῦτον αὐτῶν ἐγένετο πλῆθος ὡς τὰς οἰκίας καὶ τὰς ὁδοὺς πλήρεις εἶναι.
καὶ τὰς μὲν πρώτας ἡμέρας κτείνοντες τούτους καὶ συγκλείοντες τὰς157 in vol. 2.1

2,1

158

οἰκίας διεκαρτέρουν, ὡς δ’ οὐδὲν ἤνυον ἀλλὰ τά τε σκεύη ἐπληροῦντο καὶ μετὰ τῶν ἐδεσμάτων εὑρίσκοντο συνεψόμενοι καὶ συνοπτώμενοι οἱ βάτραχοι, καὶ πρὸς τούτοις οὐτὲ τοῖς ὕδασιν ἦν χρῆσθαι οὔτε τοὺς πόδας ἐπὶ τὴν γῆν θεῖναι συσσεσωρευμένων αὐτῶν, ἐνοχλούμενοι δὲ καὶ ὑπὸ τῆς τῶν τε‐
5τελευτηκότων ὀδμῆς, ἔφυγον τὴν χώραν. φησὶ Ποσειδώνιος ὁ Στωικὸς κροτηθῆναι μὲν μάχην Τρύφωνι τῷ Ἀπαμεῖ καὶ Σαρπηδόνι τῷ Δημητρίου στρατηγῷ περὶ Πτολεμαίδα λίμνην, ἐπεὶ δὲ οἱ τοῦ Τρύφωνος ὥδευον κατὰ τὸ πλησίαλον νικήσαντες τὴν μάχην, ἐξαίφνης πελάγιον κῦμα ἐξαρθὲν μετέωρον εἰς ὕψος ἐξαίσιον, ἐπῆλθε τῇ γῇ καὶ πάντας αὐτοὺς ἐπέκλυσε
10διέφθειρέ τε ὑποβρυχίους, ἰχθύων τε πολὺν σωρὸν ἀναχωροῦν τὸ κῦμα μετὰ τῶν νεκρῶν κατέλιπε. καὶ οἱ περὶ τὸν Σαρπηδόνα ἀκούσαντες τὴν συμφορὰν ἐπελθόντες τοῖς μὲν τῶν πολεμίων σώμασι ἐφήσθησαν, ἰχθύων δὲ ἀφθονίαν ἀπηνέγκαντο, καὶ ἔθυσαν Ποσειδῶνι τροπαίῳ πρὸς τοῖς προ‐ αστείοις τῆς πόλεως.
15 ἱστορεῖ Πολύχαρμος ἐν Λυκίᾳ ἰχθυομάντεις ἄνδρας καί φησι παρ’ αὐτοῖς τὸν ἱερέα τοῖς μαντευομένοις χρησμοὺς διδόναι ὀρφῶν φαινομένων ἢ φαλαινῶν ἢ πρηστίδων πλήθει μὲν τοσούτων ὥστ’ ἐκπλήττεσθαι τὴν ὅρασιν, μεγέθει δὲ τοιούτων ὥστε καὶ εὐλαβηθῆναι. αἳ φαίνονται ὀβελίσκων δύο ξυλίνων εἰς τὴν δίνην ἐμβαλλομένων ἐχόντων ἐφ’ ἑκατέρῳ σάρκας ὀπτὰς
20ἀριθμῷ δέκα. ὅτι Δαρείῳ Σκῦθαι ἐπερχομένῳ αὐτῶν τῇ χώρα ἔπεμψαν, ὥς φησιν Ἡρόδοτος, ὄρνιν καὶ οἰστὸν καὶ βάτραχον αἰνιττόμενοι. Πάτροκλος δὲ ὁ Πτολεμαίου στρατηγὸς Ἀντιγόνῳ τῷ βασιλεῖ αἰνιττόμενος ἔπεμψεν ἰχθῦς τε μεγάλους καὶ σῦκα χλωρά. ἐτύγχανε δὲ κωθωνιζόμενος ὁ βασιλεὺς καὶ ὡς πάντες διηποροῦντο ἐπὶ τοῖς δώροις, ὁ Ἀντίγονος γελάσας πρὸς
25τοὺς φίλους ἔφη γινώσκειν τί βούλεται τὰ ξένια· ἢ γὰρ θαλαττοκρατεῖν ἡμᾶς φησι Πάτροκλος ἢ τῶν σύκων τρώγειν. ὅτι ὁ φυσικὸς Ἐμπεδοκλῆς κοινῶς πάντας τοὺς ἰχθῦς καμασῆνάς φησι λέγων δένδρεα μακρὰ καὶ εἰ‐ νάλιοι καμασῆνες. ὅτι ὁ τὰ Κύπρια ποιήσας ἔπη τὴν Νέμεσιν ποιεῖ διωκομένην ὑπὸ Διὸς
30καὶ εἰς ἰχθὺν μεταμορφουμένην, ἣ Διοσκούρους καὶ Ἑλένην ἔτεκε. φησί που Φερεκράτης· μηδέ ποτ’ ἰχθύν, ὦ Δευκαλίων, μηδ’ ἂν αἰτῶ, παραθῇς μοι. φησὶ Σῆμος ὁ Δήλιος τὰς Δηλιάδας, ὅταν θύωσι τῇ Βριζοῖ (αὕτη δ’ ἐστὶν ἡ ἐν ὕπνῳ μάντις· βρίζειν δὲ τὸ καθεύδειν καθ’ Ὅμηρον καὶ τοὺς ἀρχαίους)
35προσφέρειν αὐτῇ σκάφας πάντων πλήρεις ἀγαθῶν πλὴν ἰχθύων διὰ τὸ εὔχεσθαι ταύτῃ περί τε πάντων καὶ ὑπὲρ τῆς τῶν πλοίων σωτηρίας. σημείωσαι ὅτι εὕρηται αἰτιατικὴ τὸν Ζεῦν ἀπὸ εὐθείας τῆς Ζεῦς παρὰ
Πολυκράτει τῷ σοφιστῇ.158 in vol. 2.1

2,1

159

Ὅτι Ἀρχέστρατος ἐπὶ ὀψολογίᾳ πολυθρύλλητος, ἦν δὲ ἐποποιὸς μηδὲν τῶν ἐπιτρῖψαι δυναμένων παραλιπὼν καὶ μόνος ζηλώσας τὸν Σαρδαναπάλου τοῦ Ἀνακυνδαράξεω βίον, οὗ Σαρδαναπάλου τῷ τάφῳ ἐπιγεγράφθαι φησὶ Χρύσιππος τάδε· εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἀέξαι, τερπόμενος
5θαλίῃσι· θανόντι τοι οὔτις ὄνησις. καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας. κεῖν’ ἔχω ὅσς’ ἔφαγον καὶ ἐφύβρισα καὶ σὺν ἔρωτι τέρπν’ ἔπαθον· τὰ δὲ πολλὰ καὶ ὄλβια πάντα λέλυνται. ἥδε σοφὴ βιότοιο παραί‐ νεσις, οὐδέ ποτ’ αὐτῆς λήσομαι· ἐκτήσθω δ’ ὁ θέλων τὸν ἀπείρονα χρυσόν. κρεῖττον δ’ ἂν εἶχε, φησὶν ὁ Χρύσιππος, εἰ μετελήφθη τὰ ἐπὶ τοῦ Σαρδα‐
10ναπάλου οὕτως· εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἀέξαι, τερπόμενος μύθοισι· φαγόντι τοι οὔτις ὄνησις. καὶ γὰρ ἐγὼ κακὸς εἰμὶ φαγὼν ὡς πλεῖστα καὶ ἡσθείς. ταῦτ’ ἔχω ὅσς’ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ τούτων ἔσθλ’ ἔπαθον· τὰ δὲ λοιπὰ καὶ ἡδέα πάντα λέλειπται. Κλέαρχος δέ φησιν Ἀρχεστράτου διδάσκαλον γενέσθαι Τερψίωνα, ὃν καὶ πρῶτον γαστρολογίαν
15γράψαντα διακελεύεσθαι τοῖς μαθηταῖς τίνων ἀφεκτέον. ὅτι Βακχίδας τὸν αὐτὸν Σαρδαναπάλῳ ζήσας βίον ἀποθανὼν ἐπὶ τοῦ τάφου ἐπιγεγραμμένον ἔχει· πιὲν φαγὲν καὶ πάντα τᾷ ψυχᾷ δῶμεν· κἀγὼ γὰρ ἕστακ’ ἀντὶ Βακχίδα λίθος. καὶ ἄλλος δὲ τὰ ὅμοια ληρεῖ τις. πῖνε καὶ παῖζε· θνητὸς ὁ βίος, ὀλίγος οὑπὶ γῇ χρόνος· θάνατος δ’ ὁ θάνατός ἐστιν, ἂν ἅπαξ τις
20ἀποθάνῃ. καὶ δοῦλος δὲ παρὰ τινὶ κωμικῷ πεποίηται προτρεπόμενος ἐπὶ ἠδυπάθειαν ὁμοδούλους ἑαυτοῦ καὶ λέγων· τί ταῦτα ληρεῖς φληναφῶν ἄνω κάτω Λύκειον, Ἀκαδημίαν, Ὠιδείου πύλας, λήρους σοφιστῶν; οὐδὲ ἓν τούτων καλόν. πίνωμεν, ἐμπίνωμεν, χαίρωμεν, ἕως ἔνεστι τὴν ψυχὴν τρέφειν. γαστρὸς οὐδὲν ἥδιον, αὕτη πατήρ σοι καὶ πάλιν μήτηρ μόνη. ἀρεταὶ δὲ
25πρεσβεῖαι τε καὶ στρατηγίαι κόμποι κενοὶ ψοφοῦσι ἀντ’ ὀνειράτων. ψύξει σε δαίμων τῷ πεπρωμένῳ χρόνῳ· ἕξεις δ’ ὅς’ ἂν φάγῃς τε καὶ πίῃς μόνα· σποδοὶ τἄλλα, Περικλέης, Κόδροι, Κίμων. ὅτι παγκάλως ὁ Τίμων ἔφη· πάντων πρωτίστα κακῶν ἐπιθυμί’ ἐστί. Μάχων ὁ κωμῳδιοποιός φησιν· ὁ κρουματοποιὸς Δωρίων εἰς Μύλων ἐλθὼν
30κατάλυσιν οὐδαμοῦ μισθωσίμην δυνάμενος εὑρεῖν ἐν τεμένει καθίσας, ὃ πρὸ τῶν πυλῶν ἦν κατὰ τύχην ἱδρυμένον, ἰδών τ’ ἐπιθύοντα τὸν νεωκόρον, πρὸς τῆς Ἀθηνᾶς καὶ θεῶν, τίνος, φράσον, ἔστιν ὁ νεώς, βέλτιστε, φησίν, οὑ‐ τοσί; ὁ δ’ εἶπεν αὐτῷ· Ζηνοποσειδῶνος, ξένε. ὁ Δωρίων δέ, πῶς ἂν οὖν ἐνταῦθ’, ἔφη, δύναιτο καταγώγιον ἐξευρεῖν τις, οὗ καὶ τοὺς θεοὺς φάσκουσιν
35οἰκεῖν σύνδυο; ὅτι Δωρίωνι τῷ αὐλητῇ φάσκοντός τινος ἀγαθὸν ἰχθὺν εἶναι βατίδα, ὥσπερ ἂν εἴ τις, ἔφη, ἑφθὸν τρίβωνα ἐσθίοι. ἐπαινοῦντος δ’ ἄλλου τὰ τῶν θύννων ὑπογάστρια καὶ μάλα, ἔφη· δεῖ μέντοι γε ἐσθίειν αὐτὰ
ὥσπερ ἐγὼ ἐσθίω. εἰπόντος δὲ πῶς; ἡδέως ἔφη. τοὺς δὲ καράβους ἔφη159 in vol. 2.1

2,1

160

τρία ἔχειν, διατριβήν, εὐωχίαν, θεωρίαν. Ἐν Κύπρῳ δὲ παρὰ Νικοκρέοντι δειπνῶν ἐπῄνεσε ποτήριόν τι. καὶ ὁ Νικοκρέων ἔφη· ὁ αὐτὸς τεχνίτης ποιήσει σοι ἕτερον ὃ ἂν βούλῃ. σοί γε, ἐμοὶ δὲ τοῦτο δός, οὐκ ἀνοήτως γε τοῦτο φήσας ὁ αὐλητής· λόγος γὰρ παλαιὸς ὡς ὅτι ἀνδρὶ αὐλητῆρι θεοὶ νόον
5οὐκ ἐνέφυσαν, ἀλλ’ ἅμα τῷ φυσῆν χὡ νόος ἐκπέταται. οὐκ ἀγοράσαντος δέ ποτε τοῦ παιδὸς ἰχθῦς, μαστιγῶν αὐτὸν ἐκέλευσε τῶν ἀρίστων ἰχθύων ὀνόματα λέγειν. τοῦ δὲ παιδὸς ὀρφὼν καὶ γλαυκίσκον καὶ γόγγρον καὶ τοιούτους ἑτέρους καταριθμοῦντος, ἰχθύων σε, φησίν, ἐκέλευον ὀνόματα λέγειν, οὐ θεῶν. Ὁ αὐτὸς Δωρίων καταγελῶν τοῦ ἐν τῷ Τιμοθέου ναυτίλῳ
10χειμῶνος ἔφασκεν ἐν κακκάβᾳ ζεούσᾳ μείζονα ἑωρακέναι χειμῶνα. περὶ τούτου φησὶν Ἀριστόδημος· Δωρίωνος τοῦ κρουματοποιοῦ κυλλόποδος ὄντος ἀπώλετο ἐν συμποσίῳ τοῦ χωλοῦ ποδὸς τὸ βλαυτίον. καὶ ὃς οὐδέν, ἔφη, πλεῖον καταράσομαι τῷ κλέψαντι ἢ ἁρμόσαι αὐτῷ τὸ σανδάλιον. τοῦτον ὁ κωμωδιοποιὸς Μνησίμαχος ὡς πάνυ ὀψοφάγον λοπαδοφυσητὴν ἐκάλεσεν.
15ὅτι ὁ Ἑρμιονεὺς Λᾶσος παίζων ἔφασκε τὸν ὠμὸν ἰχθῦν ὀπτόν. θαυμαζόντων δὲ πολλῶν ἐπεχείρει λέγων ὅτι ὃ ἔστιν ἀκοῦσαι, τοῦτό ἐστιν ἀκουστόν, καὶ ὃ ἔστιν νοῆσαι, τοῦτό ἐστι νοητόν· ὡσαύτως δὲ καὶ ὃ ἔστιν ἰδεῖν, τοῦτ’ εἶναι ὀπτόν· ὡστ’ ἐπειδὴ τὸν ἰχθῦν ἦν ἰδεῖν, ὀπτὸν αὐτὸν εἶναι. καὶ παίζων δέ ποτε ἰχθὺν ὑφείλετο καὶ λαβὼν ἔδωκέ τινι τῶν παρεστώτων.
20ὁρκίζοντος δὲ τοῦ ἁλιέως, ὤμοσε μήτ’ αὐτὸς ἔχειν τὸν ἰχθὺν μήτ’ ἄλλῳ συνειδέναι λαβόντι, διὰ τὸ λαβεῖν μὲν αὐτόν, ἔχειν δ’ ἕτερον, ὃν ἐδίδαξεν ἀπομόσαι πάλιν ὅτι οὔτ’ αὐτὸς ἔλαβεν οὔτ’ ἄλλον ἔχοντα οἶδεν· εἰλήφει μὲν γὰρ ὁ Λᾶσος, εἶχε δὲ αὐτός. τοιαῦτα δὲ καὶ Ἐπίχαρμος παίζει, ὡς ἐν λόγῳ καὶ λόγον εἶναι· Ὁ Ζεῦς μ’ ἐκάλεσε, Πέλοπι γ’ ἔρανον
25ἑστιῶν. ἦ παμπόνηρον ὄψον, ὦ ’τάν, ὁ γέρανος. ἀλλ’ οὔτι γέρανον, ἀλλ’ ἔρανόν τοι λέγω. φησὶν Ἀντιφάνης περί τινος Καλλισθένους ὀψοφαγοῦντος ὅτι κατεσθίει γε ἐπὶ μιᾷ τρίγλῃ τὴν οὐσίαν. μέμνηται δὲ καὶ Ἄλεξις Φαύλλου τινὸς φιλίχθυος περὶ οὗ καί φησι· πρότερον μὲν εἰ πνεύσειε βορρᾶς ἢ νότος ἐν τῇ θαλάσσῃ λαμπρός, ἰχθῦς οὐκ ἐνῆν οὐδενὶ φαγεῖν. νῦν δὲ πρὸς
30τοῖς πνεύμασι τούτοις Φάυλλος προσγέγονε χειμὼν τρίτος. ἐπὰν γὰρ ἐκνεφίας καταιγίσας τύχῃ ἐς τὴν ἀγοράν, τοὖψον πριάμενος οἴχεται φέρων ἅπαν τὸ ληφθέν· ὥστε γίγνεται ἐν τοῖς λαχάνοις τὸ λοιπὸν ἡμῶν ἡ μάχη. ὅτι Μισγόλας, οὗ καὶ Αἰσχίνης μέμνηται, ἐσπουδακὼς ἦν περὶ κιθαρῳδοὺς καὶ κιθαριστὰς ὡραίους. περὶ οὗ Τιμοκλῆς φησιν ὅτι ἦν ἀνθοῦσιν τοῖς
35νέοισιν ἠρεθισμένος. καὶ Ἄλεξις· ὦ μῆτερ, ἱκετεύω σε, μὴ ἐπίσειέ μοι τὸν Μισγόλαν· οὐ γὰρ κιθαρῳδός εἰμ’ ἐγώ. Πυθιονίκην δέ φασι φιληδεῖν ταρίχῳ, ἐπεὶ ἐραστὰς εἶχε τοὺς Χαιρεφίλου τοῦ ταριχοπώλου υἱούς. περὶ Καλλιμέ‐
δοντος τοῦ Καράβου ὅτι φίλιχθυς ἦν καὶ διάστροφος τοὺς ὀφθαλμούς φησι160 in vol. 2.1

2,1

161

Τιμοκλῆς· εἶθ’ ὁ Καλλιμέδων ἄφνω ὁ Κάραβος προσῆλθεν. ἐμβλέπων δέ μοι, ὡς δ’ οὖν ἐδόκει, πρὸς ἕτερόν τινα ἄνθρωπον ἐλάλει. συνεὶς δ’ οὐδὲν εἰκότως ἐγὼ ὧν ἔλεγεν ἐπένευον διακενῆς· τῷ δ’ ἄρα βλέπουσι χωρὶς καὶ δοκοῦσιν αἱ κόραι. περὶ τούτου καὶ Ἄλεξίς φησι· τῷ Καλλιμέδοντι θερα‐
5πεύω τὰς κόρας τετάρτην ἡμέραν. ἦσαν κόραι θυγατέρες αὐτῷ; τὰς μὲν οὖν τῶν ὀμμάτων, ἃς οὐδ’ ὁ Μελάμπους, ὃς μόνος τὰς Προιτίδας ἔπαυσε μαι‐ νομένας, καταστήσειεν ἄν. καὶ ἀλλαχοῦ δὲ περὶ τοῦ αὐτοῦ ὁ αὐτός φησι· γενοίμην ἔγχελυς, ἵνα Καλλιμέδων ὁ Κάραβος πρίαιτό με. καὶ Ἀντιφάνης· ἧττον ἀποσταίην ὧν ἂν προειλόμην ἢ Καλλιμέδων γλαύκου προοῖτ’ ἂν
10κρανίον. Εὔβουλος· ὃς μόνος βροτῶν δύναται καταπιεῖν ἐκ ζεόντων λοπαδίων ἁθρόους τεμαχίτας ὥστ’ ἔνειναι μηδὲ ἕν. τούτου υἱὸς Ἀγύριος, περὶ οὗ Φιλήμων φησί· Ἀγύριος δὲ παρατεθέντος καράβου, ὡς εἶδεν αὐτόν, χαῖρε πάππα φίλτατε εἴπας, τὸν πατέρα κατήσθιεν. Ἀνταγόρᾳ τῷ ποιητῇ ἐν στρατοπέδῳ ἕψοντι γόγγρων λοπάδα καὶ περιεζωσμένῳ Ἀντίγονος ὁ βασιλεὺς
15παραστάς, ἆρα, εἶπεν, ὦ Ἀνταγόρα, τὸν Ὅμηρον οἴει τὰς τοῦ Ἀγαμέμνονος πράξεις ἀναγράψαι γόγγρους ἕψοντα; κἀκεῖνον οὐ φαύλως λόγος εἰπεῖν· σὺ δὲ οἴει τὸν Ἀγαμέμνονα τὰς πράξεις ἐκείνας ἐργάσασθαι πολυπραγ‐ μονοῦντα τίς ἐν τῷ στρατοπέδῳ γόγγρους ἕψει; ὄρνιν δὲ ἕψων ποτε Ἀνταγόρας οὐκ ἔφη βαδιεῖσθαι εἰς τὸ βαλανεῖον, εὐλαβούμενος μή ποτε
20οἱ παῖδες τὸν ζωμὸν ἐκροφήσωσι. Φιλοκύδους δ’ εἰπόντος ὅτι ἡ μήτηρ τηρήσει, ἐγώ γ’ οὖν, εἶπε, τῇ μητρὶ ὀρνίθειον ζωμὸν πιστεύσω; Ἀνδρακύδης ὁ Κυζι‐ κηνὸς ζωγράφος φίλιχθυς ὤν, ἐπὶ τοσοῦτον ἦλθεν ἡδυπαθείας ὡς καὶ τοὺς περὶ Σκύλλαν ἰχθῦς κατὰ σπουδὴν γράψαι, ὡς ἱστορεῖ Πολέμων. περὶ Φιλοξένου τοῦ Κυθηρίου διθυραμβοποιοῦ Μάχων ὁ κωμῳδιοποιὸς τάδε φησίν·
25ὑπερβολῇ λέγουσι τὸν Φιλόξενον, τῶν διθυράμβων τὸν ποιητήν, γεγονέναι ὀψοφάγον. εἶτα πουλύποδα πηχῶν δυεῖν ἐν ταῖς Συρακούσαις ποτ’ αὐτὸν ἀγοράσαι, καὶ σκευάσαντα καταφαγεῖν σχεδὸν ὅλον πλὴν τῆς κεφαλῆς. ἁλόντα δ’ ὑπὸ δυσπεψίας κακῶς σφόδρα ἔχειν, εἶτα ἰατροῦ τινος πρὸς αὐτὸν εἰσελθόντος, ὃς φαύλως πάνυ ὁρῶν αὐτὸν φερόμενον εἶπεν· εἴ τί σοι ἀνοι‐
30κονόμητόν ἐστι, διατίθου ταχύ, Φιλόξενε, ἀποθανῇ γὰρ ὥρας ἑβδόμης, ἔφη τέλος ἔχει μοι τὰ πάντα, ἰατρέ, καὶ δεδιοίκηται πάλαι· τοὺς διθυράμβους σὺν θεοῖς καταλιμπάνω ἠνδρωμένους καὶ πάντας ἐστεφανωμένους; οὓς ἀνατίθημι ταῖς ἐμαυτοῦ συντρόφοις, Μούσαις Ἀφροδίτην καὶ Διόνυσον ἐπιτρόπους. ἀλλ’ ἐπεὶ ὁ Τιμοθέου Χάρων σχολάζειν οὐκ ἐᾷ, χωρεῖν δὲ
35πορθμὸν ἀναβοᾷ, καλεῖ δὲ μοῖρα νύχιος, ἧς κλύειν χρεών, ἱν’ ἔχω πάντα τἀμαυτοῦ τοῦ πολύποδός μοι τὸ κατάλοιπον ἀπόδοτε. καὶ πάλιν ἀλλαχοῦ περὶ τοῦ αὐτοῦ φησιν, ὅτι εὔξατο τριῶν ἔχειν τὸν λάρυγγα πήχεων, ὅπως
καταπίνω, φησίν, ὅτι πλεῖστον χρόνον καὶ πάνθ’ ἅμα μοι τὰ βρώματα161 in vol. 2.1

2,1

162

ἡδονὴν ποῇ· καὶ Διογένης δὲ ὁ κύων ὠμὸν πολύποδα φαγὼν ἐπιθεμένης αὐτῷ τῆς γαστρὸς ἀπέθανε. καὶ περὶ Ὑπερίδου δὲ τοῦ ῥήτορος ὅτι ὀψο‐ φάγος ἦν δηλοῖ Τιμοκλῆς λέγων ὅτε διηγεῖται τοὺς παρὰ Ἁρπάλου δωροδοκήσαντας· Δημοσθένης τάλαντα πεντήκοντα ἔχει. μακάριος, εἴπερ
5μεταδίδωσι μηδενί. καὶ Μυροκλῆς εἴληφε χρυσίον πολύ. ἀνόητος ὁ διδούς, εὐτυχὴς δ’ ὁ λαμβάνων, εἴτ’ εἴληφε καὶ Δήμων τε καὶ Καλλισθένης. πένητες ἦσαν, ὥστε συγγνώμην ἔχω. ὅ τ’ ἐν λόγοισι δεινὸς Ὑπερίδης ἔχει. τοὺς ἰχθυοπώλας οὗτος ἡμῖν πλουτιεῖ. καὶ ἀλλαχοῦ· τόν τε ἰχθυόρρουν ποταμὸν Ὑπερίδην περάσον, ὃς μισθωτὸς ἄρδει πεδία τοῦ δεδωκότος. ἦν δὲ πρὸς τῷ
10ὀψοφάγῳ καὶ κυβευτής. σὺ μὲν ἀμφὶ σῦκα καὶ ἀμφὶ τάριχ’ ἀγάλλῃ, φησὶν Ἀξιόνικος πρός τινα, τοῦ δ’ ἐν ἅλμῃ παρέοντος οὐ γεύῃ χαριέντος ὄψου, τὰ μὲν σῦκα ὡς συκοφάντην λοιδορῶν, τὰ δὲ ταρίχη, μήποτε καὶ ὡς αἰσχροποιοῦντος. Τιμαῖος δὲ ὁ Ταυρομενίτης καὶ Ἀριστοτέλη τὸν φιλό‐ σοφον ὀψοφάγον φησὶ γεγονέναι. καὶ Μάτρων δ’ ὁ σοφιστὴς ὀψοφάγος ἦν,
15περὶ οὗ Ἀντιφάνης φησίν· ὀφθαλμὸν ὤρυττεν ὥσπερ ἰχθύος Μάτρων προσελθών. ὁ αὐτὸς Ἀντιφάνης καὶ Φοινικίδην καὶ Ταυρέαν ὀψοφάγους φησὶν οἵους καταβροχθίζειν ἐν ἀγορᾷ τὰ τεμμάχη καὶ δεινῶς πάνυ τὴν ἀνοψίαν φέροντας. Μελάνθιον δὲ τὸν τραγῳδὸν Ἄρχιππος ἔν τινι δράματι ὡς ὀψοφάγον δήσας παραδίδωσι τοῖς ἰχθύσιν ἀντιβρωθησόμενον. Ἀρίστιππος ὁ
20ὀψοφάγος ὁ Σωκρατικὸς ἐπιτιμήσαντος αὐτῷ Πλάτωνος διότι πολλοὺς ἰχθῦς ἠγόρασε, δυοῖν ὀβολοῖν ἔφη ὠνῆσθαι. τοῦ δὲ Πλάτωνος εἰπόντος διότι καὶ αὐτὸς ἂν ἠγόρασα τοσούτου, ὁρᾷς οὖν, ὦ Πλάτων, εἶπεν, ὅτι οὐκ ἐγὼ ὀψοφάγος, ἀλλὰ σὺ φιλάργυρος. Ἀντιφάνης δὲ περὶ Φοινικίδου ὀψοφάγου φησίν· ὁ Μενέλαος ἐπολέμησεν ἔτη δέκα τοῖς Τρωσὶ διὰ γυναῖκα τὴν ὄψιν
25καλήν, Φοινικίδης δὲ Ταυρέᾳ δι’ ἔγχελυν. Διοκλῆς ὁ ὀψοφάγος πυθομένου τινὸς αὐτοῦ πότερος χρηστότερος ἰχθὺς γόγγρος ἢ λάβραξ, ὃ μὲν ἑφθὸς, ἔφη, ὃ δὲ ὀπτός. ὀψοφάγος ἦν καὶ Λεοντεὺς ὁ Ἀργεῖος ὁ τραγῳδός, οἰκέτης γενόμενος Ἰόβα τοῦ Μαυρουσίων βασιλέως. ὅτι Φόρουσκος ἰχθυοφάγος οὐ δυνηθεὶς εἰς ὅσον ἤθελεν ἀφελεῖν τοῦ ἰχθύος, ἀλλ’ ἀκολουθήσαντος αὐτῷ
30πλείονος εἶπεν· τὰ δ’ ἀντιτείνοντ’ αὐτόπρεμν’ ἀπόλλυται, καὶ ὅλον τὸν ἰχθὺν ἀνάλωσεν. Βίων δὲ προαρπάσαντός τινος τὰ ἐπάνω τοῦ ἰχθύος, στρέψας καὶ αὐτὸς καὶ δαψιλῶς φαγὼν ἐπεῖπεν· Ἰνὼ δὲ τἀπὶ θάτερ’ ἐξειργάζετο. Θεό‐ κριτος δ’ ὁ Χῖος τελευτησάσης τῆς γυναικὸς Διοκλεῖ τῷ ὀψοφάγῳ, ἐπεὶ ποιῶν αὐτῇ τὸ περίδειπνον πάλιν ὠψοφάγει κλαίων ἅμα, παῦσαι, φησί,
35κλαίων, ὦ πόνηρε· οὐδὲν γὰρ πλέον ὀψοφαγῶν ποιήσεις. τοῦ δ’ αὐτοῦ καὶ τὸν ἀγρὸν καταβεβρωκότος εἰς ὀψοφαγίαν, ἐπεὶ θερμόν ποτε καταβροχθίσας ἰχθὺν ἔφη τὸν οὐρανὸν κατακεκαῦσθαι, λοιπόν ἐστιν, ἔφησεν ὁ Θεόκριτος,
σοὶ καὶ τὴν θάλασσαν ἐκπιεῖν, καὶ ἔσῃ τρία τὰ μέγιστα ἠφανικώς, γῆν162 in vol. 2.1

2,1

163

καὶ θάλασσαν καὶ οὐρανόν. Ἄλεξις ὁ ποιητής, ἦν δ’ ὀψοφάγος, σκωπτό‐ μενος ὑπό τινων σπερμολόγων εἰς ἀδηφαγίαν, ἐρομένων τε ἐκείνων τί ἂν ἥδιστα φάγοι, ὁ Ἄλεξις, σπερμολόγους, ἔφη, πεφρυγμένους. Ἕρμιππος δέ φησι περὶ Νοθίππου· εἰ δ’ ἦν τὸ γένος τῶν ἀνθρώπων τῶν νῦν τοιόνδε
5μάχεσθαι, καὶ βατὶς αὐτῶν ἡγεῖτ’ ὀπτὴ μεγάλη καὶ πλευρὸν ὕειον, τοὺς μὲν ἄλλους οἰκουρεῖν χρῆν, πέμπειν δὲ Νόθιππον. εἷς γὰρ μόνος ὢν κατε‐ βρόχθισεν ἂν τὴν Πελοπόννησον ἅπασαν. Κρατῖνος δὲ περὶ Λάμπωνος τοῦ μάντεώς φησι· νῦν δ’ αὖτις ἐρυγγάνει. βρύκει γὰρ ἅπαν τὸ παρόν, τρίγλῃ δὲ κἂν μάχοιτο. Ἡδύλος δὲ περὶ Φαίδωνος μέν τινός φησι· Φαίδων δὲ φύκη
10αἰνεῖ καὶ χορδὰς ὁ ψάλτης· ἔστι γὰρ ὀψοφάγος. περὶ δὲ Ἄγιδος οὕτως· ἑφθὸς ὁ κάλλιχθυς· νῦν ἔβαλε τὴν βαλανάγραν, ἔλθῃ μὴ Πρωτεὺς Ἆγις ὁ τῶν λοπάδων· γίνεθ’ ὕδωρ καὶ πῦρ καὶ ὃ βούλεται, ἀλλ’ ἀπόκλειε. ἥξει γὰρ μεταπλασθεὶς τυχὸν ὡς Ζεὺς χρυσορρόας ἐπὶ τήνδ’ Ἀκρισίου λοπάδα. καὶ γυναῖκα δὲ Κλείω ἐπὶ τοῖς ὁμοίοις σκώπτει λέγων· τὸ δ’ ὁρᾶν μὴ μόνον
15οὐ λέγομεν. ἡμετέρη σὺ Μέδουσα· λιθούμεθα πάντες οὐ Γοργοῦς, γόγγρου δ’ οἱ μέλεοι λοπάδι. Εὐφράνωρ ὁ ὀψοφάγος ἀκούσας ὅτι ἄλλος ἰχθυοφάγος ἀπέθανεν θερμὸν ἰχθύος τέμμαχος καταπιὼν ἀνεφώνησεν· ἱερόσυλος ὁ θάνατος. Κίνδων καὶ Δημύλος, οἱ ὀψοφάγοι, γλαύκου παρατεθέντος, ἄλλου δ’ οὐδενός, ὃ μὲν τὸν ὀφθαλμὸν κατελάβετο, καὶ ὁ Δημύλος ἐπὶ τὸν ἐκείνου ὀφθαλμὸν
20ἐπιβαλὼν ἐβιάζετο φωνῶν· ἄφες καὶ ἀφήσω. ἐν δείπνῳ δέ ποτε καλῆς λοπάδος ὄψου παρατεθείσης ὁ Δημύλος οὐκ ἔχων ὅπως αὐτὴν καταφάγῃ ἐνέπτυσεν εἰς αὐτήν. Ζήνων ὁ Κιτιεὺς ὁ τῆς στοᾶς κτίστης πρὸς τὸν ὀψο‐ φάγον ᾧ συνέζη ἐπὶ πλείω χρόνον, ἐπεὶ μεγάλου τινὸς κατὰ τύχην ἰχθύος παρατεθέντος, ἄλλου δ’ οὐδενὸς παρεσκευασμένου, λαβὼν ὅλον ὁ Ζήνων
25ἀπὸ τοῦ πίνακος οἷος ἦν κατεσθίειν. ὁ δ’ ἐνέβλεψε αὐτῷ, τί οὖν οἴει τοὺς συζῶντας σοι πάσχειν, εἰ σὺ μίαν ἡμέραν μὴ δεδύνησαι ἐνεγκεῖν ὀψοφαγίαν; Ἴστρος δέ φησι Χοιρίλον τὸν ποιητὴν παρ’ Ἀρχελάου τέσσαρας μνᾶς ἐφ’ ἡμέραν λαμβάνοντα καταναλίσκειν εἰς ὀψοφαγίαν. Ψαμμίτιχος ὁ τῶν Αἰγυπτίων βασιλεὺς παῖδας ἔτρεφεν ἰχθυοφάγους, τὰς πηγὰς τοῦ Νείλου
30βουλόμενος εὑρεῖν· καὶ ἄλλους ἀδίψους ἤσκησε τοὺς ἐρευνησομένους τὰς ἐν Λιβύῃ ψάμμους, ὧν ὀλίγοι διεσώθησαν. περὶ Μόσυνον τῆς Θρᾴκης βοῦς ἰχθῦς ἐσθίουσι παραβαλλομένους αὐτοῖς εἰς τὰς φάτνας. Φοινικίδης τοὺς ἰχθῦς παρατιθεὶς τοῖς τὰς συμβολὰς δεδωκόσι, τὴν μὲν θάλασσαν ἔλεγε κοινὴν εἶναι, τοὺς δ’ ἐν αὐτῇ ἰχθῦς τῶν ὠνησαμένων. ὅτι παρ’ Ἠλείοις
35ἐτιμᾶτο ὀψοφάγος Ἀπόλλων. ὅτι ἐν Πισσάτιδι γραφὴ ἀνάκειται Κλεάνθους τοῦ Κορινθίου ἐν ᾗ Ποσειδῶν πεποιήται θύννον τῷ Διὶ προσφέρων ὠδίνοντι. Ἀντίπατρος Ταρσεὺς ὁ στωικός φησι Γάτιν τὴν τῶν Σύρων βασίλισσαν
οὕτως εἶναι ὀψοφάγον ὡς κηρῦξαι ἄτερ Γάτιδος μηδένα ἰχθὺν ἐσθίειν, ἣν163 in vol. 2.1

2,1

164

ὑπ’ ἀγνοίας πολλοὶ Ἀταργάτιν ὀνομάζουσι. διό, φησὶ Μνασέας, νόμιμόν ἐστιν, ἐπὰν εὔχωνται τῇ Ἀταργάτιδι ἰχθῦς ἀργυροῦς ἢ χρυσοῦς ἀνατιθέναι· τοὺς δὲ ἱερεῖς πᾶσαν ἡμέραν ἀληθινοὺς ἰχθῦς ἐπὶ τὴν τράπεζαν ὀψοποιησα‐ μένους παρατιθέναι, ἑφθούς τε καὶ ὀπτούς, οὓς αὐτοὶ καταναλίσκουσι.
5κατεποντίσθη δ’ ἡ Ἀταργάτις ὑπὸ Μοψοῦ τοῦ Λυδοῦ ἁλοῦσα μετ’ Ἰχθύος τοῦ υἱοῦ ἐν τῇ περὶ Ἀσκάλωνι λίμνῃ διὰ τὴν ὕβριν καὶ ὑπὸ ἰχθύων ἐβρώθη. Ἔφιππος ὁ κωμῳδιοποιὸς παίζων φησίν· ὁπότε τῷ Γηρυόνῃ ναέται χώρας ἰχθὺν ἕλωσι τῆς περικλύστου ἁλίας Κρήτης μείζω μεγέθει, λοπάς ἐστ’ αὐτῷ· ὕλην δέ φησι κόπτειν Ἴνδους, Λυκίους, Παφίους, ὅταν βασιλεὺς
10ἕψῃ τὸν μέγαν ἰχθύν. λίμνην δ’ ἐπάγειν ὕδατος μεστὴν εἰς τὴν ἅλμην, τοὺς δ’ ἅλας αὐτῷ ζεύγη προσάγειν μηνῶν ὀκτὼ συνεχῶς ἑκατόν. περιπλεῖν δ’ ἐπὶ τοῖς ἄμμωσιν ἄνω πέντε κέλητας πεντασκάλμους. τῶν εἰρημένων εἴ τι ψελλόν τε καὶ δυσεύρετον, ἐπαναδίπλαζε, καὶ σαφῶς ἐκμάνθανε· σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι. ἀθερίνα, φησίν, ἄτυχες ἰχθύδιον.
15φησὶν Εὔβουλος ἀμύλων παρόντων ἐσθίους’ ἄνηθα καὶ σέλινα καὶ φλυαρίας καὶ κάρδαμ’ ἐσκευασμένα. Λεβητοχάρης φησὶν ὁ παρὰ τῷ Ἀθηναίῳ τούτῳ Οὐλπιανός· καὶ ἐσθίοντά τι τῶν τριγανωδῶν ἢ χονδρωδῶν† ὁ καλὸς καὶ λαμπρὸς Αἰσχύλος τὰς αὐτοῦ τραγῳδίας τεμάχη εἶναι ἔλεγε τῶν Ὁμήρου μεγάλων δείπνων.
20φιλόσοφος δὲ ἦν τῶν πάνυ ὁ Αἰσχύλος ὃς καὶ ἡττηθεὶς ἀδίκως ποτε ἔφη χρόνῳ τὰς τραγῳδίας ἀνατιθέναι, εἰδὼς ὅτι κομιεῖται τὴν προσήκουσαν τιμήν. ὅτι Στρατονίκος ὁ κιθαριστὴς ἰδὼν τὸν Ῥόδιον Πρόπιν μεγέθει μὲν μέγαν, τῇ δὲ τέχνῃ κακὸν κιθαρῳδόν, ἐρωτηθεὶς ποῖος τίς ἐστιν, εἶπεν· οὐδεὶς κακὸς μέγας ἰχθύς, αἰνιττόμενος ὅτι πρῶτον μὲν οὐδείς ἐστιν, εἰθ’
25ὅτι κακὸς καὶ μέγας μέν, ἰχθὺς δὲ διὰ τὴν ἀφωνίαν. ἔστι δὲ καὶ παροι‐ μία λέγουσα· μέγας οὐδεὶς σαπρὸς ἰχθύς, ἣν διεῖλε Στρατόνικος. ὅτι τῶν παρὰ Ναξίοις εὐπόρων οἳ μὲν τὸ ἄστυ ᾤκουν, οἳ δὲ διεσπαρμένοι κατὰ κώμας, ὧν ἐν μιᾷ καὶ Τελεσταγόρας ᾤκει πλούσιος καὶ εὐδοκιμῶν καὶ τιμώμενος παρὰ τῷ δήμῳ καὶ τοῖς ἄλλοις καὶ τοῖς καθ’ ἡμέραν πεμπο‐
30μένοις. καὶ ὅτε καταβάντες ἐκ τῆς πόλεως τινὲς δυσωνοῖντό τι τῶν πω‐ λουμένων, ἔλεγον οἱ πωλοῦντες ὅτι μᾶλλον ἂν ἔλοιντο Τελεσταγόρᾳ δοῦναι ἢ τοσούτων ἀναδόσθαι. νεανίσκοι οὖν τινες ὠνούμενοι μέγαν ἰχθύν, εἰπόντος τοῦ ἁλιέως τὰ αὐτὰ, λυπηθέντες τῷ πολλάκις ἀκούειν, ἐκώμασαν πρὸς Τελεσταγόραν, καὶ αὐτόν τε ὑβρίσαν καὶ δύο θυγατέρας αὐτοῦ ἐπιγάμους.
35ἐφ’ οἷς ἀγανακτήσαντες οἱ Νάξιοι μεγάλην στάσιν ἐποίησαν, προστατοῦντος αὐτῶν Λυγδάμιδος, ὃς ἀπὸ ταύτης τῆς στρατηγίας τῆς πατρίδος ἐτυράννησεν.
36
ἱστορεῖ Ἀριστοτέλης, ὅτι εὔστοχος ἦν ἐν ταῖς ἀποκρίσεσιν ὁ Στρατόνικος.164 in vol. 2.1

2,1

165

διδάσκων οὖν ποτε κιθαριστάς, ἐπεὶ ἐν τῷ διδασκαλείῳ εἶχεν ἐννέα μὲν εἰκόνας Μουσῶν, Ἀπόλλωνος δὲ μίαν, μαθητὰς δὲ δύο, πυνθανομένου τινος πόσους ἔχει μαθητάς, ἔφη σὺν τοῖς θεοῖς δώδεκα. εἰς Μύλασσαν ἐπιδη‐ μήσας καὶ ἰδὼν ναοὺς πολλούς, ἀνθρώπους δ’ ὀλίγους, στὰς ἐν μέσῃ τῇ
5ἀγορᾷ ἔφη· ἀκούετε, νεῴ. ἀπεδήμησεν εἰς Πέλλαν ποτε, ἀκηκοὼς δ’ ἔμ‐ προσθεν παρὰ πλειόνων σπληνικοὺς εἶναι πολλοὺς ἐν τῇ πόλει. καταμαθὼν δὲ πολλοὺς γυμναζομένους κομψῶς τό τε χρῶμα καὶ σῶμα ἠσκηκότας, διαμαρτάνειν ἔφασκε τοὺς εἰρήκοτας. αὐτὸ ἰδὼν δέ, ἡνίκα ἐξῄει, τινὰ τῆς κοιλίας τὸν σπλῆνα ἔχοντα διπλασίονα ἔφη· καθημένος ἐνθάδε οὗτος φαί‐
10νεται τὰ ἱμάτια τῶν εἰσιόντων λαμβάνων τηρεῖν καὶ τοὺς σπλῆνας, ἵνα μηδ’ ἡτισοῦν τοῖς ἔνδον ᾖ στενοχωρία. μεθυσθεὶς δὲ ὑπὸ ψάλτου κακοῦ παρὰ τὸ μὴ ἔχειν ἐν τῇ ἑστιάσει ὅτῳ διαλέξεται καὶ πεσὼν εἰς ὕπνον, εἶτα ἔξοινος γεγονὼς καὶ ἐρωτηθεὶς διὰ τί πολλὰ πίων ἐμεθύσθη ἔφη· ὅτι γὰρ ἐπίβουλος καὶ ἐναγὴς ψάλτης ὡς βοῦν ὑπὸ φάτνῃ δειπνίσας
15ἀπέκτεινεν. ἀποδημήσας εἰς τὸν ἐν Ἀβδήροις τιθέμενον ἀγῶνα καὶ εὑρῶν ἐν τῷ χωρίῳ κήρυκας πολὺ πλείους κατὰ λόγον τῶν δημοτῶν, ἐπ’ ἄκρων ὀνύχων ἐβάδιζε, δεδορκὼς ἀτενὲς εἰς γῆν κάτω. ἐρωτῶντος δέ τινος τί τὸ ἐξαπίνης περὶ τοὺς πόδας πάθος, ἔφη τοῖς μὲν ὅλοις ἔρρωμαι, ξένε, καὶ τῶν κολάκων ἐπὶ δεῖπνον πολὺ μᾶλλον τρέχω· ἀγωνιῶ δὲ μή ποτ’ ἐπιβὰς
20κήρυκι τὸν πόδα παρῶ. Κλεῶνος κιθαρῳδοῦ, ὃς ἐκαλεῖτο Βοῦς, ἀκούσας εἶπεν· ὄνος λύρας ἐλέγετο, νῦν δὲ βοῦς λύρας. ἐν Κορίνθῳ παρεπιδημήσαντι γρᾴδιον ἐνέβλεπεν αὐτῷ διηνεκῶς. καὶ ὁ Στρατόνικος· πρὸς θεῶν, μῆτερ, φράσον τί με εἰσβλέπεις ἀεί; καὶ ἡ γραῦς· διηπόρησα εἰ μήτηρ σε δέκα μῆνας εἶχε καὶ ἐκράτει τῆς κοιλίας, πόλις δ’ ἔχουσά σε ἡμέραν ἀλγεῖ
25μίαν. ἀναπαύεσθαι μέλλων ἐκέλευεν ἀεὶ τὸν παῖδα προσφέρειν αὐτῷ πιεῖν οὐχ ὅτι διψῶ, φησίν, ἵνα δὲ μὴ διψήσω. ἐν Βυζαντίῳ κιθαρῳδοῦ τὸ προ‐ οίμιον ᾄσαντος εὖ, ἐν δὲ τοῖς λοιποῖς ἀποτυγχάνοντος, ἀναστὰς ἐκήρυξεν, ὃς ἂν καταμηνύσῃ τὸν τὸ προοίμιον ᾄσαντα κιθαρῳδόν, λήψεται χιλίας δραχμάς. Φασηλίτας Παμφυλίων ἔφη μοχθηροτάτους, Σιδήτας δὲ τῶν
30ἐν τῇ οἰκουμένῃ. ἐρωτηθεὶς πότερα Βοιωτοὶ βαρβαρώτεροι τυγχάνουσιν ὄντες ἢ Θετταλοί, Ἠλείους ἔφησεν. ἀναστήσας δέ ποτε τρόπαιον ἐν τῇ διατριβῇ ἐπέγραψε· κατὰ τῶν κακῶς κιθαριζόντων. ἐρωτηθεὶς τίνα τῶν πλοίων ἀσ‐ φαλέστατα τὰ μακρὰ ἢ τὰ στρογγύλα, τὰ νενεωλκημένα εἶπεν. ἐν Ῥόδῳ ἐπίδειξιν ποιούμενος, ὡς οὐδεὶς ἐπεσημήνατο, καταλιπὼν τὸ θέατρον ἐξῆλθεν
35εἰπών, ὅπου τὸ ἀδάπανον οὐ ποιεῖτε, πῶς ἐλπίζω παρ’ ὑμῶν ἔρανον λή‐ ψεσθαι· γυμνικοὺς ἀγῶνας, ἔφη, διατιθέτωσαν Ἠλεῖοι, Κορίνθιοι θυμελικούς, Ἀθηναῖοι σκηνικούς, εἰ δέ τις τούτων πλημμελοίη, μαστιγούσθωσαν
Λακεδαιμόνιοι, ἐπισκώπτων τὰς παρ’ αὐτοῖς ἀγομένας μαστιγώσεις. παρα‐165 in vol. 2.1

2,1

166

κληθεὶς ἀκοῦσαί ποτε κιθαρῳδοῦ μετὰ τὴν ἀκρόασιν ἔφη· τῷ δ’ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δ’ ἀνένευσε. καί τινος εἰπόντος τὸ ποῖον; ἔφη· κακῶς μὲν κιθαρίζειν ἔδωκε, ᾄδειν δὲ καλῶς ἀνένευσε. δοκοῦ καταπεσούσης καὶ ἀποκτεινάσης πονηρόν, ἄνδρες, ἔφη, δοκῷ εἰσι θεοί· εἰ δὲ μή εἰσι, δοκῷ
5εἰσιν. Βιοθέα, ἡ Νικοκρέοντος γυνή, ἀπεψόφησέ ποτε κᾆτα Σικυωνίαν ἀμυγδαλῆν ἐπιβᾶσα συνέτριψε καὶ ὁ Στρατονῖκος ἔφη· οὐχ ὅμοιος ὁ ψόφος ὁ ὑπὸ νύκτα. πρὸς τὸν εἰπόντα ὅτι πάντα αὐτῷ ὑπάρχει οἰκεῖα· αὐτὸς μὲν γὰρ ἐργολάβος εἶναι, τῶν δὲ υἱῶν ὃ μὲν διδάξει, ὃ δὲ αὐλήσει, προσ‐ δεῖ γέ σοι, ἔφη, καὶ θεάτρου οἰκείου. ἐρομένου δέ τινος τί ὅτι τὴν Ἑλλάδα
10πᾶσαν περινοστεῖ, παρὰ τῶν Μουσῶν ἔφη εἰληφέναι τέλος τοὺς Ἕλληνας ἅπαντας, παρ’ ὧν πράττεσθαι μισθὸν ἀμουσίας. Φάωνος τοῦ αὐλητοῦ φάσ‐ κοντος Μεγαροῖ ἔχειν χορόν, ληρεῖς, ἔφη, ἐκεῖ μὲν γὰρ οὐκ ἔχεις, ἀλλ’ ἔχῃ. ἔφη θαυμάζειν τὴν τοῦ σοφιστοῦ Σατύρου μητέρα, ὅτι ὃν οὐδεμία πόλις ἐνεγκεῖν οἵα τε δέκα ἡμέρας, ἐκείνη δέκα μῆνας ἤνεγκεν. πυνθανό‐
15μενος δὲ ἐν Ἰλίῳ ἐπιδημεῖν αὐτὸν ἐν τοῖς Ἰλιείοις ἀεί, ἔφησεν, Ἰλίῳ κακά. φαῦλον ἰατρὸν ἀπαυθημερίζειν ἔφη ποιεῖν εἰς Ἅιδου τοὺς θεραπευ‐ ομένους. ἀπαντήσας τινι τῶν γνωρίμων, ὡς εἶδεν ἐσπογγισμένα τὰ ὑπο‐ δήματα καλῶς, οὐ συνήσθη ὡς πράττοντι κακῶς, νομίζων οὐκ ἂν οὕτως ἐσπογγίσθαι καλῶς, εἰ μὴ αὐτὸς ἐσπόγγισεν. ἐν Τειχιοῦντι τῆς Μιλήτου
20μιγάδων οἰκούντων, ὡς ἑώρα πάντας τοὺς τάφους ξενικοὺς ὄντας, ἀπίωμεν, ἔφη, παῖ· ἐνταῦθα γὰρ οἱ ξένοι ἐοίκασιν ἀποθνῄσκειν, τῶν δ’ ἀστῶν οὐδείς. Ζήθου δὲ τοῦ κιθαριστοῦ διεξίοντος περὶ μουσικῆς, οὐκ ἔφη προσήκειν περὶ μουσικῆς λαλεῖν, ὃς τὸ ἀμουσότατον τῶν ὀνομάτων, φησίν, εἵλου εἰς ἑαυτὸν ἀντ’ Ἀμφίονος Ζῆθος καλεῖσθαι. Μακεδόνα τινα καθαρίζειν διδάσκων ἐκ‐
25πικρανθεὶς ἐπὶ τῷ μηδὲν αὐτὸν τῶν δεόντων ποιεῖν, εἰς Μακεδονίαν, ἔφη. πρὸς βαλανείῳ ψυχρῷ καὶ φαύλῳ κεκοσμημένον ἴδων ἡρῷον λαμπρῶς, ὡς ἐξῆλθε λελουμένος κακῶς, οὐ θαυμάζω, ἔφη, ὅτι πολλοὶ ἀνάκεινται πίνακες· ἕκαστον γὰρ τῶν λουομένων ὡς σωθέντα ἀνατιθέναι. ἐν Αἴνῳ ἔφη τοὺς ὀκτὼ μῆνας εἶναι ψῦχος, τοὺς δὲ τέσσαρας χειμῶνα, τοὺς Ποντικοὺς
30ἐκ τοῦ πολλοῦ ἥκειν πόντου, ὥσπερ ἐκ τοῦ ὀλέθρου, τοὺς Ῥοδίους ἐκάλει λευκοὺς Κυρηναίους καὶ μνηστήρων πόλιν, τὴν Ἡράκλειαν Ἀνδροκόρινθον, τὸ Βυζάντιον μασχάλην τῆς Ἑλλάδος, τοὺς Λευκαδίους ἑώλους Κορινθίους, τοὺς δ’ Ἀμβρακιώτας Μεμβρακιώτας. ἐκ τῆς Ἡρακλείας ὡς ἐξῄει τὰς πύλας καὶ περιεσκόπει, ἐρομένου τινὸς τί περισκόπει, αἰσχύνεσθαι ἔφη,
35μὴ ὀφθῇ, ὥσπερ ἐκ πορνείου ἐξιών. ἰδὼν δὲ ἐν κυφῶνι δεδεμένους δύο ὡς μικροπολιτικόν, ἔφη, τὸ μὴ δύνασθαι συμπληρῶσαι. πρὸς ἁρμονικόν, κη‐ πουρὸν ὄντα πρότερον, ἀμφισβητοῦντ’ αὐτῷ περὶ ἁρμονίας ἔφη· ᾄδοι τις
ἣν ἕκαστος εἰδείη τέχνην. ἐν Μαρωνείᾳ συμπίνων τισὶν ἔφη ἔχειν γνῶναι166 in vol. 2.1

2,1

167

κατὰ τινὰ τόπον ἐστὶ τῆς πόλεως, ἐὰν κατακαλύψαντες ἄγωσιν. εἶθ’ ὡς ἦγον καὶ ἠρώτων, κατὰ τὸ καπηλεῖον, ἔφη, ὅτι καπηλεῖα ἐδόκει εἶναι ἡ Μαρώνεια. Τηλεφάνει, ἐπεὶ ἀναφυσῶν ἤρχετο παρακατακείμενος, ἄνω, ἔφη, ὡς οἱ ἐρυγγάνοντες. βαλανέως ῥύμμα γῆν μοχθηρὰν καὶ ὕδωρ ἁλμυρὸν
5παρέχοντος, πολιορκεῖσθαι ἔφη κατὰ γῆν, καὶ θάλασσαν. νικήσας ἐν Σικυῶνι τοὺς ἀνταγωνιστὰς ἀνέθηκε τρόπαιον ἐπιγράψας· Στρατόνικος ἀπὸ τῶν κακῶς κιθαριζόντων· ᾄσαντός τινος ἤρετο τὸ μέλος. εἰπόντος δ’ ὅτι Καρκίνου, πολύ γε μᾶλλον ἔφη ἢ ἀνθρώπου. ἐν Μαρωνείᾳ ἔφη οὐ γίνεσθαι ἔαρ, ἀλλ’ ἀλέαν. ἐν Φασήλιδι πρὸς τὸν παῖδα ἀμφισβητοῦντος τοῦ βαλανέως περὶ
10τοῦ ἀργυρίου, ἦν γὰρ νόμος πλείονος λούειν τοὺς ξένους, ὦ μιαρέ, ἔφη, παῖ, παρὰ χαλκοῦν με μικροῦ Φασηλίτην ἐποίησας· πρὸς δὲ τὸν ἐπαινοῦντα, ἵνα λάβῃ τι, αὐτὸς μείζων εἶναι ἔφη πτωχός. ἐν μικρᾷ πόλει διδάσκων, αὑτὴ οὐ πόλις, ἀλλὰ μόλις. ἐν Πέλλῃ πρὸς φρέαρ προσελθὼν ἠρώτησε εἰ πότιμον. εἰπόντων δὲ τῶν ἱμώντων, ἦσαν δὲ χλωροί, ὡς ἡμεῖς γε τοῦτο
15πίνομεν, οὐκ ἄρ’, ἔφη, πότιμόν ἐστιν. πρὸς Ἄριον τὸν ψάλτην ὀχλοῦντά τι αὐτῷ, ψάλλ’ ἐς κόρακας ἔφη. πρὸς νακοδέψην λοιδορούμενον αὐτῷ, ἐπεὶ ἐκεῖνος κακόδαιμον ἔφη, οὗτος νακόδαιμον ἔφη. φασὶ δὲ τὸν Στρατό‐ νικον τοῦτον, πολυχορδίαν εἰς τὴν ψιλὴν κιθάρισιν πρῶτον εἰσενεγκεῖν καὶ διάγραμμα συστήσασθαι, εἶναι δὲ καὶ ἐν τῷ γελοίῳ οὐκ ἀπίθανον καὶ ἐπὶ
20τῇ τοιαύτῃ παρρησίᾳ αὐτὸν θανεῖν ὑπὸ Νικοκλέους τοῦ Κυπρίων βασιλέως φάρμακον πίοντα διὰ τὸ σκώπτειν αὐτοῦ τοὺς υἱούς.
21 τεθαύμακα, φησίν, ὦ καλέ μου Δημόκριτε, πότε μαθὼν Ἀριστοτέλης ἢ παρὰ τίνος ἀνελθόντος ἐκ βυθοῦ Πρωτέως ἢ Νηρέως συνέγραψε τί ποι‐ οῦσιν οἱ ἰχθύες ἢ πῶς κοιμῶνται ἢ πῶς διαιτῶνται ὡς εἶναι κατὰ τὸν
25κωμῳδιοποιὸν θαύματα μωροῖς. φησὶ γοῦν ὅτι κήρυκες μὲν καὶ πάντα τὰ ὀστρα‐ κόδερμα ἀνόχευτον αὐτῶν τὸ γένος, καὶ ὅτι πορφύρα καὶ κῆρυξ μακρόβια. ζῇ γοῦν πορφύρα ἔτη ἕξ, καὶ ὅτι ἐπὶ πλεῖστον χρόνον ἐν ὀχείᾳ γίνεται ἡ ἔχιδνα, μέγιστον ἡ φάττα, ἐλάχιστον δὲ ἡ τρυγών. καὶ ὅτι ὁ ἄρρην ἵππος ζῇ ἔτη πέντε καὶ τριάκοντα, ἡ δὲ θήλεια πλείω τῶν τεσσαράκοντα, βιῶναι
30φήσας τινὰ καὶ ἑβδομήκοντα πέντε. καὶ ὅτι ἐκ τῆς τῶν φθειρῶν ὀχείας αἱ κόνιδες. καὶ ὅτι ἐκ τοῦ σκώληκος μεταβάλλοντος γίνεται κάμπη, ἐξ ἧς βομβυλός, ἀφ’ οὗ ὁ νεκύδαλλος. φησὶ δὲ καὶ τὰς μελίσσας βιοῦν ἔτη ἕξ, τινὰς δὲ καὶ ἕπτα. οὐκ ὦφθαι δὲ οὔτε μέλισσαν οὔτε κηφῆνα ὀχεύοντας, ὅθεν οὐκ εἶναι διιδεῖν πότερα αὐτῶν ἄρρενα ἢ θήλεα. ὦπται δέ τις κατ’
35αὐτὸν ἔτη ἓξ ἢ ἕπτα ζήσασα. ποῦ δὲ εἶδεν ἐκ κέρατος ἐλάφου κισσὸν ἀναφύντα; γλαῦκες δέ, φησί,
καὶ κόρακες ἡμέρας ἀδυνατοῦσι βλέπειν· διὸ νύκτωρ τὴν τροφὴν θηρεύουσι167 in vol. 2.1

2,1

168

καὶ οὐ πᾶσαν νύκτα, ἀλλὰ τὴν ἀρχεσπέρον, καὶ τὰς ἰδέας δὲ τῶν ὀφθαλμῶν τοῖς μὲν γλαύκας φησὶ, τοῖς δὲ μελαίνας, τοῖς δὲ χαροπούς. ἀνθρώποις δ’ ὅτι παντοῖος ὁ ὀφθαλμός, ἠθῶν τε διαφορὰς εἶναι περὶ τοὺς ὀφθαλμοὺς λέγει· τοὺς μὲν γὰρ αἰγωποὺς τῶν ἀνθρώπων πρὸς ὀξύτητα ὄψεως εὖ
5πεφυκέναι, καὶ τὰ ἤθη βελτίστους καὶ τοὺς μὲν ἐντὸς ὄντας ὀξυωπεστάτους εἶναι, τοὺς δ’ ἐκτὸς κακοηθεστάτους, τοὺς δὲ μέσως ἔχοντας ἐπιεικεῖς. καὶ τοὺς μὲν σκαρδαμυκτικοὺς ἀναιδεῖς εἶναι, ἀβεβαίους δὲ τοὺς ἀτενεῖς, τοὺς δὲ μέσους βελτίστων ἠθῶν. μόνον τε ἄνθρωπον τῶν ζῴων τὴν καρδίαν ἔχειν ἐν τοῖς ἀριστέροις μέρεσι, τὰ δ’ ἄλλ’ ἐν τῷ μέσῳ. καὶ τοὺς ἄρρενας τῶν
10θηλείων πλείους ὀδόντας ἔχειν. τετηρῆσθαι δέ φησι τοῦτο καὶ ἐπὶ προβάτου καὶ συὸς καὶ αἰγός. τῶν δ’ ἰχθύων οὐδένα γένεσθαι ὄρχεις ἔχοντα. μαστοὺς δὲ οὔτ’ ἰχθὺν ἔχειν οὔτ’ ὄρνιθας. δελφῖνα δὲ μόνον οὐκ ἔχειν χολήν. ἔτι τὰ μαλακόδερμά φησι καὶ ὀστρακόδερμα καὶ σελαχώδη καὶ ἔντομα πλείω χρόνον ὀχεύειν. δελφῖνα δὲ παρακατακλινόμενον, καὶ εἶναι τῶν μὲν δελφί‐
15νων βραδεῖαν τὴν μίξιν, τῶν δ’ ἰχθύων ταχεῖαν. ἔτι ὁ λέων, φησί, στερέμνια ἔχει τὰ ὀστᾶ, καὶ κοπτομένων αὐτῶν ὥσπερ ἐκ τῶν λίθων πῦρ ἐκλάμπει. δελφὶς δὲ ὀστᾶ ἔχει καὶ οὐκ ἄκανθαν, τὰ δὲ σελάχη καὶ χόνδρον καὶ ἄκανθαν. εἶναι δέ τινα ζῷα ἐφήμερα καλούμενα, ἃ μίαν μόνην ἡμέραν ζῆν. πάντα τε τὰ ζῷα δύο ἡγεμόνας ἔχειν πόδας, καρκίνον δὲ τέσσαρας. τῶν
20ζῴων τὰ μὲν ἔχειν χεῖρας, ὡς ἄνθρωπος, τὰ δὲ δοκεῖν ὡς πίθηκος. οὐδὲν γὰρ τῶν ἀλόγων ζῴων δίδωσι καὶ λαμβάνει, πρὸς ἅπερ αἱ χεῖρες ὄργανα δέδονται. πάλιν τὰ μὲν ἔχει ἄρθρα, ὡς ἄνθρωπος, ὄνος, βοῦς, τὰ δὲ ἄναρθρά ἐστιν, ὡς ὄφις, ὄστρεα, πλεύμονες. ὅτι περὶ Ἀριστοτέλους φησὶν Ἐπίκουρος ὡς καταφαγὼν τὰ πατρῷα ἐπὶ
25στρατείαν ὥρμησε καὶ ἐν ταύτῃ κακῶς πράττων ἐπὶ τὸ φαρμακοπωλεῖν ἦλθεν· εἶτα ἀναπεπταμένου τοῦ Πλάτωνος περιπάτου παραβαλὼν ἑαυτὸν προσεκάθισε τοῖς λόγοις, οὐκ ὢν ἀφυής, καὶ κατὰ μικρὸν γέγονε οἷος ἐστιν. φησὶ δ’ ὁ αὐτὸς καὶ Πρωταγόραν ἐκ φορμοφόρου καὶ ξυλοφόρου πρῶτον γενέσθαι γραφέα Δημοκρίτου. θαυμασθέντα δ’ ὑπ’ ἐκείνου ἐπὶ ξύλων τινῶν
30ἰδίᾳ συνθέσει ἀπὸ ταύτης τῆς ἀρχῆς ἀναληφθῆναι ὑπ’ αὐτοῦ καὶ διδάσκειν ἐν κώμῃ τινὶ γράμματα, ἀφ’ ὧν ἐπὶ τὸ σοφιστεύειν ὁρμᾶν. Σφαίρῳ τῷ Χρυσίππου συσχολαστῇ, μεταπέμπτῳ γενομένῳ εἰς Ἀλεξάν‐ δρειαν ὑπὸ Πτολεμαίου, κήρινοί ποτε παρετέθησαν ὄρνιθες. ἐκτείνας οὖν τὰς χεῖρας ἐπεσχέθη ὑπὸ τοῦ βασιλέως, ὡς ψεύδει συγκαταθέμενος. ὁ δ’ εὐστό‐
35χως ἀπεφήνατο οὐχ ὅτι ὄρνις ἐστὶ συγκαταθέσθαι, ἀλλ’ ὅτι εὔλογόν ἐστι ταύτας ὄρνις εἶναι. διαφέρειν δὲ τὴν καταληπτικὴν φαντασίαν τοῦ εὐλόγου· τὴν μὲν γὰρ ἀδιάψευστον εἶναι, τὸ δ’ εὔλογον ἄλλως ἀποβαίνειν.
παροιμία ἀρχαῖα τὸ ἐπειδὰν δειπνῶμέν που, τότε πλεῖστα λαλοῦμεν168 in vol. 2.1

2,1

169

ἅπαντες. ὅτι τῶν θαλασσίων ἰχθύων, οἱ πετραῖοι εὔφθαρτοι, εὔχυλοι, σμηκτικοί, κοῦφοι, ὀλιγότροφοι, οἱ δὲ πελάγιοι δυσφθαρτότεροι, πολύτροφοι, δυσοι‐ κονόμητοι. τῶν δὲ κωβιῶν οἱ μικροὶ καὶ λευκοὶ ἁπαλοί εἰσιν, ἄβρομοι, εὔχυλοι, εὔπεπτοι. οἱ δὲ χλωροὶ ξηροὶ καὶ ἀλιπεῖς. αἱ δὲ χάνναι ἁπα‐
5λόσαρκοι, σκληρότεραι δὲ τῆς πέρκης. ὁ δὲ σκάρος ἁπαλόσαρκος, ψαθυρός, γλυκύς, κοῦφος, εὔπεπτος, εὐανάδοτος, εὐκοίλιος. τούτων δὲ ὁ πρόσφατος ὑπόπτος, ἐπεὶ τοὺς θαλαττίους λαγὼς σιτεῖται. διὸ καὶ τὰ ἐντὸς χολέρας ποιητικὰ ἔχει. ἡ κηρὶς ἁπαλόσαρκος, εὐκοίλιος, εὐστόμαχος, ὁ δὲ χυλὸς αὐτῆς παχύνει καὶ σμήχει. ὀρφὸς ἢ ὀρφώς, φησί, εὔχυλος, πολύχυλος,
10γλίσχρος, δυσφθαρτός, πολύτροφος, οὐρητικός. τὰ δὲ πρὸς τῇ κεφαλῇ αὐτοῦ, γλίσχρα εὔπεπτα, τὰ δὲ σαρκώδη δύσπεπτα, βαρύτερα· ἁπαλώτερον δὲ τὸ οὐραῖον· φλέγματος δ’ ἐστὶ δραστικὸς καὶ δύσπεπτος, αἱ σφύραιναι τῶν γόγγρων τροφιμώτεραι. ἡ λιμναία ἔγχελυς τῆς θαλασσίας εὐστομωτέρα καὶ πολυτροφωτέρα. τῷ μελανούρῳ ἀναλογεῖ ὁ χρύσοφρυς. σκόρπιοι οἱ
15πελάγιοι καὶ κιρροὶ τροφιμώτεροι τῶν τεναγωδῶν τῶν ἐν τοῖς αἰγιαλοῖς τῶν μεγάλων. ὁ σπάρος δριμύς, ἁπαλόσαρκος, ἄβρομος, εὐστόμαχος, οὐρη‐ τικός, οὐκ ἄπεπτος, ταγηνιστὸς δὲ δύσπεπτος. τρίγλη εὐστόμαχος παρα‐ στύφουσα, σκληρόσαρκος, δύσφθαρτος, ἐφεκτικὴ κοιλίας καὶ μάλιστα ἡ ἐξ ἀνθράκων· ἡ δὲ ἀπὸ τηγάνου βαρεῖα καὶ δύσπεπτος, κοινῶς δὲ πᾶσα
20αἵματος ἐκκριτική. φάγρος καλλίων θαλάττιος, καπρίσκος ὃ καὶ μῦς, βρομώδης καὶ σκληρός· δέρμα δ’ ἔχει εὔστομον ῥαφὶς ἢ καὶ βελόνη καὶ ἀβλενής, δύσπεπτος, ὑγρός, εὐκοίλιος. θρίσσα, χαλκίς, εὐανάδοτα. κεστρεύς ἐστι καὶ θαλάσσιος καὶ λιμναῖος καὶ ποτάμιος. οὗτος δὲ καλεῖται καὶ ὀξύρυγχος. σάλπη κρείττων ἡ φθινοπωρινή, ὑγρόν τι καὶ λευκὸν καὶ ἄβρομον
25ἀνίησιν. ὁ γρύλλος ὅμοιος ἐγχέλει, ἄστομος δέ. βῶξ ἑφθὸς εὔπεπτος, εὐανά‐ δοτον ὑγρὸν ἀνιείς, εὐκοίλιος. ὁ δ’ ἀπ’ ἀνθράκων γλυκύτερος καὶ ἁπαλώτερος. ψῆττα, βούγλωσσοι εὔτροφοι καὶ ἡδεῖαι. τούτοις ἀναλογεῖ καὶ ὁ ῥόμβος. θυννὶς καὶ θύννος βαρεῖς καὶ πολύτροφοι. ὁ ἀκαρνὰν γλυκὺς καὶ παρα‐ στύφων, τρόφιμος δὲ καὶ εὐέκκριτος. ἡ ἀφύη βαρεῖα καὶ δύσπεπτος ὧν ἡ
30λευκὴ καλεῖται κιβωτίς. καὶ ὁ ἑψητὸς δέ, τὸ μικρὸν ἰχθύδιον τοῦ αὐτοῦ γένους ἐστί. τῶν σελαχίων ὁ βοῦς κρεώδης, ὁ δὲ γαλεὸς ὁ ἀστερίας κρείττων. ὁ ἀλωπεκίας ὅμοιός ἐστι τῇ γεύσει τῷ χερσαίῳ ζῴῳ, διὸ καὶ τοῦ ὀνόματος ἔτυχε, καὶ ἡ βατὶς δὲ εὔστομος. ἡ νάρκη δύσπεπτος οὖσα, τὰ κατὰ τὴν κεφαλὴν ἁπαλὰ καὶ εὐστόμαχα ἔχει καὶ εὔπεπτα. τὰ δ’ ἄλλα οὔ. κρείτ‐
35τους δέ εἰσιν αἱ μικραὶ καὶ μάλιστα αἱ λιτῶς ἑψόμεναι. ἡ ῥίνη τὸ σε‐ λάχιον εὔπεπτος καὶ κούφη. ἡ δὲ μείζων καὶ τροφιμωτέρα. κοινῶς δὲ πάντα τὰ σελάχια, φυσώδη, κρεώδη, δυσκατέργαστα, πλεοναζόμενά τε
τὰς ὄψεις ἀμβλύνει. ἡ δὲ σηπία ἑψομένη ἁπαλή, εὔστομος, εὔπεπτος,169 in vol. 2.1

2,1

170

εὐκοίλιος· ὁ δ’ ἀπ’ αὐτῆς χυλὸς λεπτυντικός ἐστιν αἵματος καὶ κινητικὸς τῆς δι’ αἱμορροίδων ἐκκρίσεως. τευθὶς δὲ εὔπεπτος καὶ τρόφιμος καὶ μᾶλλον ἡ μικρά, ὁ δὲ πῶλυψ συνεργεῖ μὲν ἀφροδισίοις, σκληρὸς δέ ἐστι καὶ δύσπεπτος, ὁ δὲ μείζων τροφιμώτερος, παρυγραίνει δὲ καὶ κοιλίαν ἑψόμενος
5ἐπὶ πλεῖον καὶ τὸν στόμαχον ἵστησιν. ἡ πηλαμὺς πολύτροφος καὶ βαρεῖα, οὐρητικὴ δὲ καὶ δύσπεπτος, ταριχευθεῖσα δὲ εὐκοίλιος καὶ λεπτυντική, ἡ δὲ μείζων συνοδοντὶς καλεῖται. ἡ δὲ χελιδών, ἡ τῷ πουλύπῳ ἐοικυῖα, ἔχει τὸ ἀπ’ αὐτῆς ὑγρὸν εὔχροιαν ποιοῦν καὶ κινοῦν αἷμα, ὁ δὲ ὄρκυνος βορβορώδης· καὶ ὁ μείζων σκληρὸς ὡς τῇ πηλαμύδι ἀναλογῶν, τὰ δὲ
10ὑπογάστρια αὐτοῦ καὶ ἡ κλεὶς εὔστομος καὶ ἁπαλή. Μνησίθεός φησι τῶν μειζόνων ἰχθύων τὸ γένος ὑφ’ ὧν μὲν καλεῖται τμητόν, ὑπ’ ἄλλων δὲ πελάγιον, οἷον χρύσοφρυς, γλαῦκος, φάγρος, εἰσὶ δὲ δυσκατέργαστοι. κατ‐ εργασθέντες δὲ πολλαπλασίαν τροφὴν παρέχουσι. τοῦ δὲ τῶν λεπιδωτῶν γένους οἷον θύννων, σκόμβρων, θυννίδων, γόγγρων, τὰ μὲν μήτε καθ’ ἑαυτὰ
15φαινόμενα, μήτ’ ἐν ταῖς ἀγέλαις ἐκφερόμενα, μᾶλλόν ἐστιν εὔπεπτα, οἷον γόγγροι καὶ καρχαρίαι. τὰ δ’ ἀγελαῖα τούτων, ἐδωδὴν ἡδεῖαν ἔχει, πίονα γάρ, βαρεῖαν δὲ καὶ δυσκατέργαστον. διὸ καὶ ταριχεύεσθαι δύναται μάλιστα καί ἐστι τῶν ταριχηρῶν βέλτιστα γένη ταῦτα. χρήσιμοι δ’ εἰσὶν ὀπτοί. τήκεται γὰρ τὸ πιμιλῶδες αὐτῶν, τὰ δὲ καλούμενα δαρτά, ὧν τρα‐
20χεῖα ἡ τοῦ δέρματος ἐπίχυσις οὐ λεπίσιν, ἀλλ’ οἷον ἔχουσιν αἱ λεπίδες καὶ ῥῖναι. εὔθρυπτά εἰσιν, οὐκ εὐώδη δέ· καὶ τροφὰς ἐμποιεῖ ὑγράς. καὶ ὑπάγει κοιλίαν μάλιστα πάντων τῶν ἑψομένων ἰχθύων. τὰ δὲ ὀπτώμενα χείρονα. μαλάκεια δὲ οἷον πολύποδες καὶ σηπίαι τὴν σάρκα δύσπεπτον ἔχει. διὸ καὶ πρὸς ἀφροδισιασμοὺς ἁρμόττουσιν. αὐτοὶ μὲν γάρ εἰσι πνευ‐
25ματώδεις, ὁ δὲ τῶν ἀφροδισιασμῶν καιρὸς πνευματώδους προσδεῖται δια‐ θέσεως. βελτίω δὲ γίνεται ἑψηθέντα, τὰς γὰρ ὑγρότητας ἔχει πονηράς. ἰδεῖν γοῦν ἔστιν οἵας ἀφίησι πλυνόμενα. ταύτας οὖν ἡ ἕψησις ἐκκαλεῖται τῆς σαρκός, μαλακῆς γὰρ τῆς πυρώσεως καὶ μεθ’ ὑγροῦ διδομένης, οἱονεὶ πλύσις τις αὐτῶν γίνεται. τὰ δ’ ὀπτώμενα καταξηραίνει τὰς ὑγρότητας·
30ἔτι δὲ καὶ τῆς σαρκὸς αὐτῶν φύσει σκληρᾶς οὔσης κατὰ λόγον γίνεσθαι οὕτως αὐτά. ἀφύαι δὲ καὶ μεμβράδες καὶ τριχίδες καὶ τἆλλα ὅσων συγκατεσθίομεν τὰς ἀκάνθας, ταῦτα πάντα τὴν πέψιν φυσώδη ποιεῖ, τὴν δὲ τροφὴν δίδωσιν ὑγράν, τῆς οὖν πέψεως οὐχ ὁμαλιζούσης, ἀλλὰ τῶν μὲν σαρκῶν ἄγαν ταχὺ πεττομένων, τῆς δὲ ἀκάνθης σχολῇ διαλυομένης,
35ἐμποδισμὸς γίνεται περὶ τὴν κατεργασίαν, εἶτα φῦσαι μὲν ἀπὸ τῆς πέ‐ ψεως, ὑγρασίαι δὲ ἀπὸ τῆς τροφῆς συμβαίνουσι. βελτίω δ’ ἐστὶν ἑψόμενα, τῆς δὲ κοιλίας ἐστὶν ἀνομάλως ὑπακτικά. τὰ δὲ πετραῖα, κωβιοί, σκορπιοί,
ψῆτται, τὰ ὅμοια ξηρὰν δίδωσι τροφήν, εὔογκα δ’ ἐστὶ καὶ τρόφιμα καὶ170 in vol. 2.1

2,1

171

πέττεται ταχέως καὶ οὐκ ἐγκαταλείπει περιττώματα πολλά, πνευμάτων τε οὔκ ἐστι ποιητικά. γίνεται δ’ εὐπεπτότερον πᾶν ὄψον ταῖς σκευασίαις ἁπλῶς ἀρτυθέν· τὰ δὲ πετραῖα καὶ τῇ ἡδονῇ ἁπλῶς σκευασθέντα, τὰ δὲ μαλακόσαρκα, κίχλαι, κόσσυφοι, τὰ ὅμοια ὑγρότερα τούτων κοιλίας καὶ
5οὐρήσεως ὑπακτικώτερα διὰ τὸ καὶ σαρκὸς ὑγροτέρας καὶ πλείους ἔχειν τῶν προειρημένων. χρὴ δὲ ἐὰν μὲν τὴν κοιλίαν βούληταί τις ὑπάγειν, ἕψοντα διδόναι· μετρίως δὲ ἐχούσης ὀπτηθέντα γίνεται τρόφιμα. πρὸς δὲ τὰς οὐρήσεις ἀμφοτέρως σκευασθέντα χρήσιμα. ὅτι ὅπου τῆς θαλάσσης ποταμοὶ καὶ λίμναι συμβάλλουσιν, ἔτι δὲ πελάγη
10μεγάλα καὶ κόλποι, ἐνταῦθα πάντες οἱ ἰχθύες ὑγρότεροι καὶ μᾶλλον πίονες καὶ ἐσθίεσθαι ἡδίους, πρὸς δὲ πέψιν καὶ τροφὴν χείρους, ἐν δὲ τοῖς αἰγια‐ λοῖς τοῖς ἀναπεπταμένοις σκληροὶ καὶ λεπτοὶ καὶ κυματοπλῆγες οἱ πλείους, περὶ δὲ τοὺς ἀγχιβαθεῖς, ἐν οἷς μὴ λίαν ἔγκειται μεγάλα πνεύματα, πρὸς δὲ εἴ που καὶ πόλεις σύνεγγυς, ἐνταῦθα δὲ τὰ πλεῖστα γένη τῶν ἰχθύων
15ὁμαλῶς ἄριστα καὶ πρὸς ἡδονὴν καὶ πρὸς εὐπεψίαν καὶ πρὸς τροφὴν σώμα‐ τος. δύσπεπτοι δὲ καὶ βαρύτατοι τῶν θαλασσίων οἱ μετεκβαίνοντες ἐκ τῆς θαλάσσης εἰς ποταμοὺς καὶ λίμνας, οἷον κεστρεὺς καὶ συλλήβδην ὅσοι δύνανται βιοτεύειν ἐν ἀμφοτέροις τοῖς ὕδασι. τῶν δὲ τελείως ἐν ποταμοῖς καὶ λίμναις βιοτευόντων ἀμείνους οἱ ποτάμιοι· σῆψις γὰρ ὕδατος τὸ
20λιμναῖόν ἐστι. καὶ τῶν ποταμίων βέλτιστοι οἱ ἐν τοῖς ὀξυτάτοις τῶν πο‐ ταμῶν ὄντες. ἐγὼ περὶ τὴν ὀψωνίαν οὐ πάνυ τι ἐσπούδακα, Ἀντιφάνης φησί. μαινίδας καὶ τριγλίδας φάγοις ἄν; ὁ αὐτός φησι ποιητής, τοὺς γὰρ μεγάλους τούτους ἅπαντας νενόμικα ἀνθρωποφάγους ἰχθῦς. ταῦτα δ’ ἐστὶν Ἑλένης
25βρώματα, μαινίδες καὶ τριγλίδες. ἀλλαχοῦ δὲ ὁ αὐτὸς Ἑκάτης βρώματα ταῦτά φησιν. Ἔφιππος δὲ ὁ ποιητὴς ἐκφαυλίζων τοὺς μικροὺς ἰχθῦς φησί· φράζε ἰχθῦς φρονοῦντας μή μοι βρέφη. ἀστείως δὲ παρὰ τῷ αὐτῷ ποιητῇ νεανίσκος τίς φησι κατασμικρύνων τὰ περὶ τὴν ὀψωνίαν· ἀγόρασον εὐτελῶς· μὴ πολυτελῶς, ἀλλὰ καθαρείως τευθίδια, σηπίδια· κἂν κάραβός τις ᾖ
30λαβεῖν, ἀρκέσει. ἐκ τούτων λάβε ἀλεκτρυόνιον, φάττιον, περδίκιον καὶ ἑξῆς οὕτως. καὶ παρὰ Μνησιμάχῳ δὲ φιλάργυρος πρὸς τὸν ἀσωτευόμενον νέον φησίν· ἀντιβολῶ ς’, ἐπιταττέ μοι μὴ πόλλ’ ἄγαν, μηδ’ ἄγρια λίαν μηδ’ ἐπηργυρωμένα, μέτρια δέ· πῶς μέτρια; πῶς; σύντεμνε καὶ ἐξαπάτα με· τοὺς μὲν ἰχθῦς μοι κάλει ἰχθύδι’· ὄψον δὲ ἐὰν λέγῃς, κάλει ὀψάριον. ἥδιον
35γὰρ ἀπολοῦμαι πολύ. ὅτι Φοῖνιξ ὁ Κολοφώνιος μνημονεύει τινων ἀγειρόντων τῇ κορώνῃ καὶ λέγοντα ἄλλα τε καὶ ταῦτα· ἐσθλοί, κορώνῃ χεῖρα πρόσδοτε κριθέων τῇ
παιδὶ τοῦ Ἀπόλλωνος, ἢ πυρούς, ἢ ἄρτον, ἢ ὅ τι τις χρῄζει· δότ’, ὦγαθοί,171 in vol. 2.1

2,1

172

τῶν ἕκαστός τις ἐν χερσὶν ἔχει κορώνῃ· καὶ ἅλα λήψεται χόνδρον. φίλει γὰρ αὕτη πάγχυ ταῦτα δαίνυσθαι. ὁ νῦν ἅλας δοὺς αὖθις κηρίον δώσει. ὦ παῖ, θύρην ἄγκλινε· πλοῦτος ἤκουσε καὶ τῇ κορώνῃ παρθένος σῦκα φέρει. θεοί, γένοιτο πάντ’ ἄμεμπτος ἡ κόρη κἀφνειὸν ἄνδρα κὠνομαστὸν ἐξεύροι·
5καὶ τῷ γέροντι πατρὶ κοῦρον εἰς χεῖρας, καὶ μητρὶ κούρην εἰς τὰ γοῦνα κατθείη, θάλος. ἀλλ’ ὦγαθοί, ἐπορέξατε ὧν μυχὸς πλουτεῖ. κορωνισταὶ δὲ ἐκαλοῦντο οἱ τῇ κορώνῃ ἀγείροντες καὶ τὰ ᾀδόμενα ὑπ’ αὐτῶν κορωνίσματα. καὶ χελιδονίζειν δὲ καλεῖται παρὰ Ῥοδίοις ἀγερμός τις ἄλλος, ὃν Κλεώνυμος ὁ Λίνδιος κατέδειξεν ἐν Λίνδῳ χρείας γενομένης συλλογῆς χρημάτων. ἐγέ‐
10νετο δὲ Βοηδρομιῶνι μηνί. ἐκαλεῖτο δὲ οὕτως διὰ τὸ εἰωθὸς ἐπιφωνεῖσθαι· ἦλθ’ ἦλθε χελιδών, καλὰς ὧρας ἄγουσα, καὶ καλοὺς ἐνιαυτούς, ἐπὶ γαστέρα λευκά, ἐπὶ νῶτα μέλαινα. παλάθαν οὐ προκυκλεῖς ἐκ πίονος οἴκου, οἴνου τε δέπαστρον, τυροῦ τε κάνυστρον. καὶ πυρῶν ἁ χελιδὼν καὶ λεκιθίταν οὐκ ἀπωθεῖται. πότερ’ ἀπίωμεν, ἢ λαβώμεθα; εἰ μέν τι δώσεις, εἰ δὲ μή, οὐκ
15ἐάσομεν ἢ τὰν θύραν φέρομεν ἢ τὸ ὑπέρθυρον, ἢ τὰν γυναῖκα τὰν ἔσω καθήμεναν· μικρὰ μέν ἐστι, ῥᾳδίως νιν οἴσομεν. ἂν δὴ φέροις τι, μέγα δή τι φέροις. ἄνοιγ’ ἄνοιγε τὴν θύραν χελιδόνι· οὐ γὰρ γέροντές ἔσμεν ἀλλὰ παιδία. φησὶν Ἐργίας ὁ Ῥόδιος ὡς οἱ περὶ Φάλανθον ἐν Ἰαλυσῷ Φοινίκες πόλιν
20ἔχοντες ἰσχυρὰν Ἀχαιίδα καλουμένην καὶ δαιτὸς ἐγκρατεῖς ὄντες χρόνον πολὺν ἀντεῖχον Ἰφίκλῳ πολιορκοῦντι. ἦν γὰρ αὐτοῖς καὶ θέσφατον ἕξειν τὴν χώραν, ἕως κόρακες λευκοὶ γενῶνται καὶ ἐν τοῖς κρατῆρσιν ἰχθύες φανῶσιν. ἐλπίζοντες οὖν τοῦτ’ οὐδέποτε ἔσεσθαι ῥᾳθύμως εἶχον τὰ πρὸς τὸν πόλεμον. πυθόμενος δὲ Ἴφικλος παρὰ τινῶν τὰ τῶν Φοινίκων λόγια καὶ ἐνεδρεύσας
25τοῦ Φαλάνθου πιστόν τινα Λάρκαν ἐφ’ ὕδωρ ἀπιόντα καὶ πίστεις πρὸς αὐτὸν ποιησάμενος, θηρεύσας ἰχθύδια ἐκ τῆς κρήνης καὶ ἐμβαλὼν εἰς ὑδρεῖαν ἔδωκε τῷ Λάρκᾳ καὶ ἐκέλευσε φέροντα τὸ ὕδωρ ἐκχέαι εἰς τὸν κρατῆρα ὅθεν τῷ Φαλάνθῳ ᾠνοχοεῖτο. καὶ ὁ μὲν ἐποίησε ταῦτα. ὁ δὲ Ἴφικλος κόρακας θηρεύσας καὶ ἀλείψας γύψῳ ἀφῆκεν. Φάλανθος δ’ ἰδὼν τοὺς κόρακας ἐπο‐
30ρεύετο καὶ ἐπὶ τὸν κρατῆρα· ὡς δὲ καὶ τοὺς ἰχθῦς εἶδεν, ὑπέλαβε τὴν χώραν οὐκ ἔτ’ αὐτῶν εἶναι. καὶ ἐπεκηρυκεύσατο πρὸς τὸν Ἴφικλον, ὑπό‐ σπονδος ἐξελθεῖν ἀξιῶν μετὰ τῶν σὺν αὐτῷ. συγκαταθεμένου δὲ Ἰφίκλου, Φάλανθος καταβαλὼν ἱερεῖα καὶ τὰς κοιλίας ἐκκαθάρας, ἐν ταύταις ἐπειρᾶτο ἐξάγειν χρυσίον καὶ ἀργύριον· αἰσθόμενος δὲ Ἴφικλος διεκώλυε. προφέροντος
35τε τοῦ Φαλάνθου τὸν ὅρκον ὃν ὤμοσεν, ἐάσειν ἐξάγεσθαι ὅ τι κατὰ γαστρὸς αἴρονται, ἀντισοφίζεται πλοῖα αὐτοῖς δοὺς ἵνα ἀποκομισθῶσιν, παραλύσας τὰ πηδάλια καὶ τὰς κώπας καὶ τὰ ἱστία, ὀμόσαι φήσας πλοῖα παρέξειν,
ἄλλο δ’ οὐδέν. ἐν ἀπορίᾳ δ’ οἱ Φοίνικες ἐχόμενοι πολλὰ μὲν τῶν χρημάτων172 in vol. 2.1

2,1

173

κατώρυσσον, ἐπισημαινόμενοι τοὺς τόπους ἵν’ ὕστερον ἀνέλωνται ἀφικόμενοι, πολλὰ δὲ τῷ Ἰφίκλῳ κατέλειπον. ἀπαλλαγέντων οὖν οὕτως ἐκ τῆς χώρας τῶν Φοινίκων κατέσχον τὰ πράγματα οἱ Ἕλληνες. Πολύζηλος δὲ Φάκαν φησὶ καὶ τὴν θυγάτερα αὐτοῦ Δορκίαν εἰδέναι τὰ περὶ τῶν ἰχθύων καὶ
5τῶν κοράκων. τὴν δὲ ἐρασθεῖσαν Ἰφίκλου καὶ συνθεμένη περὶ γάμου πεῖσαι τὸν φέροντα τὸ ὕδωρ ἰχθῦς ἀγαγεῖν καὶ ἐμβαλεῖν εἰς τὸν κρατῆρα, καὶ αὐτὴ δὲ τοὺς κόρακας λευκάνασα ἀφῆκεν. ὅτι τοῖς τὴν Ἔφεσον κτίζουσιν ἀπορία τόπου πολλὰ περιπλανηθεῖσιν ἔχρησεν ὁ θεὸς ἐνταῦθα οἰκίζειν πόλιν ᾗ ἂν ἰχθὺς δείξῃ καὶ ὗς ἄγριος
10ἀφηγήσηται. ἐν γοῦν τῇ Ὑπελαίῳ λεγομένῃ κρήνῃ ἐν τῷ ἱερῷ λιμένι λέγεται ἁλιέας ἀριστοποιεῖσθαι καὶ τῶν ἰχθύων τινὰ ἀποθορόντα σὺν ἀνθρακιᾷ εἰσπεσεῖν εἰς φορυτόν. καὶ ἁφθῆναι ὑπ’ αὐτοῦ λόχμην, ἐν ᾗ ἔτυχε σῦς ἄγριος ὤν· ὃς ὑπὸ τοῦ πυρὸς θορυβηθεὶς ἐπέδραμε τοῦ ὄρους ἐπὶ πολύ, ὃ δὴ καλεῖται Τρηχεῖα, καὶ πίπτει ἀκοντισθείς. κἀνταῦθα ἡ
15πόλις κτίζεται. ὅτι παρὰ Ῥωμαίοις ὁ πάντα ἄριστος καὶ μουσικώτατος Ἀδριανὸς τύχης ἱερὸν ἱδρύσατο. τὴν γοῦν ἡμέραν ταύτην κατ’ ἐνιαυτὸν ἐπίσημον ἄγουσιν οἱ τὴν Ῥώμην πάντες οἰκοῦντες καὶ οἱ ἐνεπιδημοῦντες τῇ πόλει. ἐκαλεῖτο δὲ ἡ ἑορτὴ πάλαι τὰ Παρίλια, ὕστερον δὲ Ῥωμαῖα.
20 ὅτι τὸ βαλλίζειν ἤτοι κωμάζειν ἢ χορεύειν ἤ τι τοιοῦτον καὶ τὸ ἐξ αὐτοῦ παραγόμενον ὁ βαλλισμός, παρὰ πολλοῖς τῶν ἀρχαίων εὕρηται, Ἐπίχαρμός τε γάρ φησι καὶ Σώφρων καὶ Ἄλεξις μέμνηται τῆς λέξεως· οἶδα δέ, φησί, καὶ ἀλλαχόθι τοὔνομα καὶ ἀναπεμπασάμενος ἐξοίσω. ἀπώλεσας, φησί, τὸν οἶνον ἐπιχέας ὕδωρ. σαυτὸν ἀποφαίνεις κενότερον
25λεβηρίδος. τὰ πρὸ τοῦ δύ’ ἄνδρες ἔλεγον εἷς ἐγὼν ἀποχρέω. ὅτι τὰς λαμ‐ πρὰς θυσίας καὶ παρασκευὰς εἰλαπίνας ἐκάλουν οἱ παλαιοὶ ἀπὸ τῆς ἐν αὐταῖς παρασκευῆς καὶ δαπάνης. λαφύττειν γὰρ καὶ λαπάζειν τὸ ἐκκενοῦν καὶ ἀναλίσκειν, ὅθεν καὶ ἐπὶ τοῦ πορθεῖν τὸ ἀλαπάζειν τάττεται, καὶ τὰ διαρπαζόμενα παρὰ τὴν λάφυξιν λάφυρα. εἰλαπίνη γοῦν ἀπὸ τοῦ λελα‐
30πάχθαι. λάπτειν δὲ τὸ τὴν τροφὴν ἐκπέττειν καὶ κενούμενον λαγαρὸν γίνεσθαι. ὅθεν ἀπὸ μὲν τοῦ λαγαροῦ ἡ λαγών, ἀπὸ δὲ τοῦ λάπτειν λαπάρα. λαφύττειν δ’ ἐστὶ τὸ δαψιλῶς καὶ ἐπὶ πολὺ λαπάττειν καὶ ἐκκενοῦν. τὸ δὲ δαπανᾶν ἀπὸ τοῦ δάπτειν λέγεται καὶ τοῦτο δὲ τοῦ δαψιλῶς ἔχεται. διόπερ ἐπὶ τῶν ἀπλήστως καὶ θηριωδῶς ἐσθιόντων τὸ δάψαι καὶ δαρδάψαι
35τίθεται. ἔρανοι δ’ εἰσὶν αἱ ἀπὸ τῶν συμβαλλομένων εἰσαγωγαὶ ἀπὸ τοῦ συνερᾶν καὶ συμφέρειν ἕκαστον. καλεῖται δὲ ὁ ἔρανος καὶ θίασος καὶ οἱ συνιόντες ἐρανισταὶ καὶ συνθιασῶται. καλεῖται δὲ καὶ ὁ τῷ Διονύσῳ παρε‐
πόμενος ὄχλος θίασος ἀπὸ τοῦ θεοῦ. καὶ γὰρ αὐτοὺς τοὺς θεοὺς οἱ Λάκωνες173 in vol. 2.1

2,1

174

σιοὺς φασί. εὐωχία δὲ οὐκ ἀπὸ τῆς ὀχῆς ἥ ἐστι τροφή, ἀλλ’ ἀπὸ τοῦ κατὰ ταῦτα εὖ ἔχειν. εἰς ἃς συνιόντες οἱ τὸ θεῖον τιμῶντες καὶ εἰς εὐφρο‐ σύνην καὶ ἄνεσιν ἑαυτοὺς μεθιέντες τὸ μὲν ποτὸν ἐκάλουν μέθυ, τὸν δὲ τοῦτο δόντα θεὸν Μεθυμναῖον καὶ Λυαῖον καὶ Εὔιον καὶ Ἤιον, ὥσπερ καὶ
5τὸν μὴ σκυθρωπὸν καὶ σύννουν ἱλαρόν. διὸ καὶ τὸ δαιμόνιον ἵλεων ἠξίουν γίνεσθαι ἐπιφωνοῦντες ἰή ἰή. ὅθεν καὶ τὸν τόπον ἐν ᾧ τοῦτο ἔπραττον ἱερὸν ὠνόμαζον. φησὶ περὶ ἑταίρας Ἕφιππος· ἐκολάκευσεν ἡδέως, ἐφίλησεν οὐ συμπιέσασα τὸ στόμα ὥσπερ πολέμιος, ἀλλὰ τοῖσι στρουθίοισι χαυ‐ νοῦσα ὁμοίως.
10 ὅτι οἱ ἀρχαῖοι ἰδόντες ὡς τῆς μὲν ἐπὶ τὰς ἀπολαύσεις ὁρμῆς οὐχ οἷόν τε τοὺς ἀνθρώπους ἀποστῆσαι, χρήσιμον δὲ ταύταις εἰδότες εὐτάκτως καὶ κοσμίως ἐθίζειν χρῆσθαι, χρόνον ἀφορίσαντες καὶ θεοῖς προθύσαντες ἀνθρω‐ ποειδεῖς τούτους ὑποστησάμενοι, οὕτω μεθῆκαν αὐτοὺς εἰς ἄνεσιν, ἵν’ ἕκαστος ἡγούμενος ἥκειν τοὺς θεοὺς ἐπὶ τὰς ἀπαρχὰς καὶ τὰς σπονδὰς μετ’ αἰδοῦς
15τὴν συνουσίαν ποιῆται. Ὅμηρος οὖν φησιν· ἦλθεν δ’ Ἀθήνη ἱρῶν ἀντήσουσα. καί· Ζεῦς χθιζὸς ἔβη μετὰ δαῖτα. καὶ ἄλλα. κἂν ἄνθρωπος δέ που παρῇ πρεσβύτερος καὶ τῇ προαιρέσει σπουδαῖος, αἰδοῦνται λέγειν τι τῶν ἀσχη‐ μόνων καὶ πράττειν, ὡς καὶ Ἐπίχαρμος. ἀλλὰ καὶ σιγῆν ἀγαθόν, ὅκκα παρ‐ έοντι κάρρονες. ὑπολαμβάνοντες οὖν θεοὺς παρεῖναι κοσμίως ἦγον τὰς ἑορ‐
20τάς. ὅθεν οὐδὲ κατακλίνεσθαι τοῖς ἀρχαίοις ἔθος, ἀλλὰ δαίνυνθ’ ἑζόμενοι, οὐδ’ εἰς μέθην πίνειν, ἀλλ’ ἐπεὶ ἔπιόν τ’ ἔσπεισάν θ’ ὅσον ἤθελε θυμός, ἔβαν οἶκόνδε ἕκαστος. οἱ δὲ νῦν προσποιούμενοι θεοῖς θύειν καὶ συγκαλοῦντες ἐπὶ τὴν θυσίαν τοὺς φίλους καταρῶνται μὲν τοῖς τέκνοις, λοιδοροῦνται δὲ ταῖς γυναιξί, πλήττουσι τοὺς οἰκέτας, ἀπειλοῦσι τοῖς πολλοῖς, μονονουχὶ
25τὸ τοῦ Ὁμήρου λέγοντες· ἔρχεσθ’ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα. ὅτι ὀνομάζονται παρὰ τοῖς ἀρχαίοις ἐπιδόσιμά τινα δεῖπνα, ἃ Ἀλεξανδρεῖς λέγουσιν ἐξ ἐπιδομάτων, οἴδασι δ’ οἱ ἀρχαῖοι καὶ τὰ ἀπὸ σπυρίδος λεγό‐ μενα δεῖπνα. εἰσὶ δὲ ταῦτα ὅταν τις αὐτὸς αὐτῷ σκευάσας δεῖπνον καὶ συνθεὶς εἰς σπυρίδα παρά τινα δειπνήσων ἴῃ. σύνδειπνον δὲ καὶ ἄλλοι τε
30καὶ Πλάτων φασὶ τὸ συμπόσιον. καλοῦσι δέ τινα καὶ συναγώγιμα δεῖπνα, καὶ συνάγειν τὸ μετ’ ἀλλήλων συμπίνειν καὶ συναγώγιον τὸ συμπόσιον ἴσως τὸ ἀπὸ συμβολῶν. τὴν δὲ εἰς τὰ συμπόσια συμβολὴν Ἀργεῖοι χῶν καλοῦσι, τὴν δὲ μερίδα αἶσαν. ὅτι φησί που ὁ φυσικὸς Ἐμπεδοκλῆς· ἤδη ποτ’ ἐγὼ γενόμην κούρη τε
35κόρος τε, θάμνος τ’ οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπνοος ἰχθύς.174 in vol. 2.1

2,2

3

ὅτι οἱ κωλῆνες λέγονται παρ’ Ἀθηναίοις μὲν κωλεοὶ θηλυκῶς μόνως, παρὰ δ’ ἑτέροις καὶ ἀρσενικῶς, ὡς Ἐπίχαρμος· χορδαί τε ἁδὺ ναὶ μὰ Δία χὡ κωλεός. ὅτι παρὰ τοῖς Ποντικοῖς σκευάζεται ὀξύγαρος. ὅτι Ἀριστοφάνης τὸ τακερὸν ἐπὶ τοῦ τρυφεροῦ ἔταξε λέγων· Λῆμνος κυάμους τρέφουσα τα‐
5κεροὺς καὶ καλούς. καὶ Φερεκράτης· τακεροὺς ἐρεβίνθους. ὅτι τὸ σίνηπι παρὰ Νικάνδρῳ κεῖται τῷ Κολοφωνίῳ. Ἀριστοφάνης δέ φησιν ἐν Ἱππεῦσι· κἄβλεψε νᾶπυ· οὐδεὶς δὲ Ἀττικῶν σίναπυ ἔφη. ἔχει δ’ ἑκάτερον λόγον. νᾶπυ μὲν γὰρ οἷον νᾶφυ. ὅτι ἐστέρηται φύσεως ἀφυὲς καὶ μικρὸν ὄν, ὡς ἡ ἀφύη. καὶ σίναπυ δὲ ὅτι σίνεται τοὺς ὦπας ἐν τῇ ὀδμῇ, ὡς καὶ κρόμυον,
10ὅτι τὰς κόρας μύομεν. Ξέναρχος δὲ ὁ κωμῳδιοποιός φησι· τὸ θυγάτριόν μου σεσινάπηκε διὰ τῆς ξένης. —Ταῦτά σοι, ὦ καλὲ ἄνθρωπε, φησί, ζητοῦντι συνεισευπορήσαμεν. ὅτι παρὰ μὲν Πλάτωνι παροψὶς ποικίλον τι ὄψον ἐστί, παρὰ Ἀντιφάνει δὲ ἐπὶ σκεύους κεῖται· ἡ λέξις δὲ ... παρὰ Ἀχαιῷ· παροψίδων κάθεφθα καὶ κνισσηρὰ παραφλογίσματα. καὶ Σωτάδης·
15παροψὶς εἶναι φαίνομαι τῷ Κρωβύλῳ· τοῦτον μασᾶται, παρακατεσθίει δ’ ἐμέ. Ξενοφῶν δ’ ἐν πρώτῳ Παιδείας ἀμφιβόλως ἔφη· προσῆγεν αὐτῷ παροψίδας καὶ παντοδαπὰ ἐμβάμματα καὶ βρώματα. Ἀττική, φησί, λέξις, ὦ Συραττικὲ Οὐλπιανέ, τὸ ἔμβαμμα. Θεόπομπος οὖν φησιν· ὁ μὲν ἄρτος ἡδύ, τὸ δὲ φενακίζειν προσὸν ἔμβαμμα τοῖς ἄρτοις πονηρὸν γίνεται.
20ὅτι τὸν κωλῆνα καὶ κωλῆν Ἀττικοί φασιν. συναιρούμενον, φησίν, ἀπὸ τοῦ κωλέα κωλῆ, ὡς συκέα συκῆ, λεοντέα λεοντῆ. Ἀριστοφάνης· οἴμοι δὲ κωλῆς, ἣν ἐγὼ κατήσθιον. Ξενοφάνης ὁ Κολοφώνιος· πέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἦρα. ὀπίον ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν, τοῦ κλέος Ἑλλάδα πᾶσαν ἀφίξεται οὐδ’ ἀπολήξει, ἔστ’ ἂν ἀοιδῶν ᾖ γένος Ἑλλαδικῶν. φα‐
25σιανῶν, φησί, τῶν περισπουδάστων ὀρνίθων. ὅτι τὰς γογγυλίδας Λακεδαιμόνιοι γαστέρας καλοῦσι, Βοιωτοὶ δὲ τὰς κράμβας γάστρας, ὥς φησι Νίκανδρος, τὰς δὲ γογγυλίδας ζακελτίδας, Ἀμερίας δὲ καὶ Τιμαχίδας τὰς κολοκύντας φησὶ καλεῖσθαι ζακελτίδας. Σπεύσιππος δέ φησι· ῥαφανίς, γογγυλίς, ῥάφυς ἢ καὶ διὰ τοῦ π ῥάπυς
30ἀνάρινον ὅμοια. τούτοις δ’ οὐδὲν ἄλλο ὅμοιον εἰ μὴ ἡ βουνιάς, ἣν ἄρρενα καλεῖ γογγυλίδα Θεόφραστος, ὃς καὶ δύο γένη φησὶ γογγυλίδων ἄρρεν καὶ θήλειαν, γίνεσθαι δ’ ἄμφω ἐκ τοῦ αὐτοῦ σπέρματος. περὶ ταύτης
φησὶ Δίφιλος ὁ Σίφνιος ἰατρός· ἡ γογγυλὶς λεπτυντικὴ καὶ δριμεῖα καὶ3 in vol. 2.2

2,2

4

δύσπεπτος καὶ πνευματωτική. κρείττων δέ, φησίν, ἡ βουνιάς· γλυκυτέρα γὰρ καὶ πεπτικωτέρα καὶ εὐστόμαχος καὶ τρόφιμος. ἡ δὲ ὀπτωμένη μᾶλλον πέττεται, περιττότερον δὲ λεπτύνει. μέμνηται δὲ γογγυλίδος ὀπτῆς Εὔβουλος· ὀπτήσιμον γογγυλίδα ταυτηνὶ φέρω. καὶ Ἄλεξις· γογγυλίδος ὀπτῆς τόμους.
5ἡ δὲ ταριχευομένη γογγυλὶς λεπτυντικωτέρα ἐστὶ τῆς ἑφθῆς καὶ μάλιστα ἡ διὰ νάπυος γινομένη, ὥς φησιν ὁ Δίφιλος. ὅτι κράμβης γένη τρία, ἁλμυρίς, λειόφυλλος, σελινουσίης· τῇ δ’ ἡδονῇ πρώτη κέκριται ἁλμυρίς. φύεται δ’ ἐν Ἐρετρίᾳ, Κύμῃ, Ῥόδῳ, Κνίδῳ καὶ Ἐφέσῳ. ἡ δὲ λειόφυλλος ἀνὰ πᾶσαν γίνεται γῆν. ἡ δὲ σελινουσία ὠνό‐
10μασται διὰ τὴν πυκνότητα· ἐμφερὴς γάρ ἐστι σελίνῳ κατὰ τὴν πύκνωσιν. Θεόφραστος δέ φησι· τῆς ῥαφάνου (λέγω δὲ τὴν κράμβην) ἣ μέν ἐστιν οὐλόφυλλος, ἣ δὲ ἀγρία. Δίφιλος δὲ ὁ Σίφνιός φησι· κράμβη καλλίστη γίνεται καὶ γλυκεῖα ἐν Κύμῃ, ἐν δὲ Ἀλεξανδρείᾳ πικρά. τὸ δ’ ἐκ Ῥόδου φερόμενον σπέρμα εἰς Ἀλεξάνδρειαν ἐπὶ ἐνιαυτὸν γλυκεῖαν ποιεῖ τὴν κράμβην,
15μεθ’ ὃν χρόνον πάλιν ἐπιχωριάζει. Νίκανδρος δέ φησι· κύμη κακόχροος, ἣ μὲν ἔοικε πέλμασιν οἷσι πέδιλα παλίμβολα κασσίουσιν· ἣν μάντιν λα‐ χάνοισι παλαιόγονοι ἐνέπουσιν. μήποτε δὲ μάντιν καλεῖ τὴν κράμβην ἱερὰν οὖσαν, ἐπεί φησί τι τοιοῦτον καὶ Ἱππώναξ. ὁ δ’ ἐξολισθὼν ἱκέτευε τὴν κράμβην τὴν ἑπταφύλλιον, ᾗ θύεσκε Πανδώρη. καὶ Ἀνάνιος δέ φησι· καὶ
20σὲ φιλέω, ναὶ μὰ τὴν κράμβην. καὶ Ἐπίχαρμος· ἐν Γῇ καὶ Θαλάσσᾳ· καὶ μὰ τὴν κράμβην. ἐδόκει δὲ Ἰωνικὸς εἶναι ὅρκος. καὶ οὐ παράδοξον εἰ κατὰ τῆς κράμβης τινὲς ὤμνυον, ὁπότε καὶ Ζήνων ὁ Κιττιεὺς ὁ τῆς στοᾶς κτίστωρ μιμούμενος τὸν κατὰ τῆς κυνὸς ὅρκον Σωκράτους καὶ αὐτὸς ὤμνυε τὴν κάππαριν. Ἀθήνησι δὲ ταῖς τετοκυίαις κράμβη παρεσκευάζετο ὥς τι
25ἀντιφάρμακον εἰς τροφήν, ὡς Ἔφιππος· ἔπειτα πῶς οὐ στέφανος οὐδείς ἐστι πρόσθε τῶν θυρῶν, οὐ κνῖσσα κρούει ῥινὸς ὑπεροχὰς ἄκρας Ἀμφιδρομίων ὄντων; ἐν οἷς νομίζεται ὀπτᾶν τε τυροῦ χεροννησίτου τόμους ἕψειν τ’ ἐλαίῳ ῥάφανον ἠγκαλισμένην πνίγειν τε παχέων ἀρνείων στηθύνια τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις κοινῇ τ’ ἐναύειν τευθίσι σηπίδια πιλεῖν
30τε πολλὰς πλεκτάνας ἐπιστρόφως πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας. Ἀντιφάνης δὲ ὡς εὐτελοῦς βρώματος τῆς κράμβης μέμνηται. Πολύζηλος δὲ ὑψιπετάλους που κράμβας φησίν. ὅτι θλαστὰς ἐλαίας φησί που Δίφιλος. ὅτι εὐχυλώτερον τὸ λευκὸν σεῦτλον τοῦ μέλανος καὶ ὀλιγοσπερμότερον
35καὶ καλεῖται Σικελικόν, ὥς φησι Θεόφραστος. ἡ δὲ σευτλὶς ἕτερον τοῦ σεύτλου. διὸ Δίφιλος ὁ κωμῳδιοποιὸς ἐπιτιμᾷ τινι ὡς κακῶς λέγοντι καὶ τὰ τεῦτλα τουταίνας καλῶν. Εὔδημος δὲ τέσσαρα γένη τεύτλων φησί· σπαστόν,
καυλωτόν, λευκόν, πάνδημον, τοῦτο δ’ εἶναι τῇ χρόᾳ φαιόν. Δίφιλος δ’ ὁ4 in vol. 2.2

2,2

5

Σίφνιος τὸ σευτλίον φησὶν εὐχυλώτερον κράμβης καὶ θρεπτικώτερον με‐ τρίως, ἐκζεστὸν δὲ καὶ λαμβανόμενον μετὰ νάπυος λεπτυντικώτερον εἶναι καὶ ἑλμίνθων φθαρτικόν. εὐκοιλιώτερον δὲ τὸ λευκόν, τὸ δὲ μέλαν οὐρητικώτερον, εἶναι δ’ αὐτῶν καὶ τὰς ῥίζας εὐστομωτέρας καὶ πολυτροφωτέρας.
5 ὅτι ὁ σταφυλῖνος τὸ λάχανον δριμὺς ἱκανῶς θρεπτικός, εὐστόμαχος, μέσως διαχωρητικός τε καὶ πνευματώδης, δύσπεπτος, οὐρητικὸς ἱκανῶς, διεγερτικὸς εἰς ἀφροδίσια· διὸ καὶ ὑπ’ ἐνίων φίλτρον καλεῖται. ὅτι τὸ κεφαλωτὸν τὸ καὶ πράσιον εὔχυλον· ὁ δὲ Δίφιλός φησι μέσως λεπτυντικόν, θρεπτικόν, πνευματῶδες. καλοῦσι δὲ αὐτὰ καὶ τηθυλλίδας
10ἢ γηθυλλίδας. σκόροδα δύο καὶ γαθυλλίδας δύο. οἳ δὲ τὸ γήθυον καλούμενόν φασιν εἶναι τὴν γαθυλλίδα ὃ ὅμοιον ἀμπελοπράσῳ Δίδυμός φησι, τὰ δ’ αὐτὰ καὶ ἐπιθυλλίδας λέγεσθαι. Πολέμων δ’ ὁ περιηγητὴς κιττῆσαί φησι γηθυλλίδος τὴν Λητὼ κύουσαν τὸν Ἀπόλλωνα, ὅθεν τιμῆς τοιαύτης ταύτην τυχεῖν. διατέτακται γὰρ παρὰ Δελφοῖς τῇ θυσίᾳ τῶν Θεοξενίων, ὃς ἂν
15κομίσῃ γηθυλλίδα μεγίστην τῇ Λητοῖ, λαμβάνειν μοῖραν ἀπὸ τῆς τραπέζης. ἑώρακά τε, φησίν, αὐτὸς οὐκ ἐλάττω γηθυλλίδα γογγυλίδος καὶ τῆς στρογγύλης ῥαφανῖδος. ὅτι ὁ χαρίεις Ἀριστοφάνης ἐπαινῶν τὰς καλὰς Ἀθήνας ταῦτά φησιν· ὄψει δὲ χειμῶνος μέσου σικυούς, βότρυς, ὀπώραν, στεφάνους ἴων, κονιορτὸν
20ἐκτυφλοῦντα. ὡυτὸς δ’ ἀνὴρ πωλεῖ κίχλας, ἀπίους, σχαδόνας, ἐλάας, χόρια, χελιδόνα, τέττιγας, ἔπειτα κολοκύντας ὁμοῦ ταῖς γογγυλίσιν ἀροῦσιν. ἴδοις δ’ ἂν νιφόμενα σῦκα ὁμοῦ τε μύρτα. ὡστ’ οὐκ ἔτ’ οὐδεὶς οἶδε πηνίκ’ ἐστὶ τοὐνιαυτοῦ. μέγιστον ἀγαθόν, εἴπερ δι’ ἐνιαυτοῦ ὅτου τις ἐπιθυμεῖ λαβεῖν. κακὸν μὲν οὖν μέγιστον. εἰ μὴ γὰρ ἦν, οὐκ ἂν ἐπεθύμουν οὐδ’ ἂν ἐδαπα‐
25νῶντο. εἶτ’ ἐπάγει ὅτι σέβοντες τοὺς θεοὺς Αἴγυπτον αὐτῶν τὴν πόλιν πεποιήκας’ ἀντ’ Ἀθηνῶν· μηνί, φησίν, Ἰανουαρίῳ ἐθαυμάζομεν ἐσθίοντες τὰς κολοκύντας. χλωραί τε γὰρ ἦσαν καὶ τὸ ἴδιον ἀπεδίδοσαν τοῦ χυμοῦ. ἐτύγχανον δ’ οὖσαι τῶν συντεθειμένων ὑπὸ τῶν τὰ τοιαῦτα μαγγανεύειν εἰδότων ὀψαρτυτῶν. ὅτι Νίκανδρος σικύας ὀνομάζει τὰς κολοκύντας λέγων
30αὐτὰς σικύας τμητῶν ἀνὰ κλώμασι πείραις, ἠέρι δὲ ξήρανον, ἐπεγκρεμάσαιο δὲ καπνῷ, χείμασιν ὄφρ’ ἂν δμῶες ἅλις περιχανδέα χύτρον πλήσαντες ῥοφέωσιν. ὅτι τὰ συγκοπτὰ λάχανα κνιστὰ Ἀριστοφάνης φησίν. ὅτι ὄρνιθας καὶ ὀρνίθια τὰς θηλείας ἡ συνήθεια ἐκάλει ὡς Χρύσιππος, καθάπερ τινές
35φασι τὰς λευκὰς ὄρνιθας τῶν μελαινῶν ἡδίους εἶναι, ἀλεκτρυόνας δὲ καὶ ἀλεκτορίδας τοὺς ἄρρενας. ὄρνιθας δέ φαμεν τὰς ἰδικῶς οὕτω καλουμένας. ὡς Μένανδρος· ἀλεκτρυών τις ἐκεκράγει μέγα. οὐ σοβήσετ’ ἔξω τὰς ὄρνιθας
ἀφ’ ἡμῶν; οἱ δὲ ἀρχαῖοι τὸ ὄρνις καὶ ἀρσενικῶς καὶ θηλυκῶς λέγουσιν.5 in vol. 2.2

2,2

6

Ὅμηρος· ὄρνιθές τε πολλοὶ ὑπ’ αὐγὰς ἠελίοιο, καὶ ὄρνιθι λιγυρῇ. καὶ τὸν ἀλεκτρυόνα φασὶ καὶ θηλυκῶς. Στράττις· αἱ δ’ ἀλεκτρυόνες ἅπασαι καὶ τὰ χοιρίδια τέθνηκε καὶ τὰ μικρὰ ὀρνίθια. Ἀναξανδρίδης· ὀχευομένους δὲ τοὺς κάπρους καὶ τὰς ἀλεκτρυόνας θεωροῦς’ ἄσμενοι. Θεόπομπος· ἀλεκτρυόνα
5τίκτουσαν ᾠὰ πάγκαλα. Ἀριστοφάνης· πολλαὶ τῶν ἀλεκτρυόνων ὑπηνέμια βίᾳ τίκτουσιν ᾠὰ πολλάκις. λέγεται δὲ καὶ ἀλεκτορὶς καὶ ἀλέκτωρ. εἴρηται δ’ οὕτως, ἐπεὶ ἐκ τοῦ λέκτρου ἡμᾶς ἐγείρει. τὸ ὄρνις Δωριεῖς ὄρνιξ λέγοντες διὰ τοῦ χ κλίνουσιν ὄρνιχος. αἰτιατικὴ δὲ τοῦ ὄρνις οὐ μόνον ὄρνιν καὶ ὄρνιθα καὶ οὐ μόνον ὄρνιθες ἀλλὰ καὶ ὄρνις.
10 ὅτι δέλφαξ ὁ ἄρρην καὶ τέλειος χοῖρος παρ’ Ἐπιχάρμῳ. καὶ Ἀναξίλας δ’ ἐν Κίρκῃ· τοὺς μὲν ὀρεινομένους ὑμῶν ποιήσει δέλφακας ὑληβάτας, τοὺς δὲ πάνθηρας, ἄλλους ἀγρώστας λύκους, λέοντας. Ἀριστοφάνης δὲ ἐπὶ θηλείας τάττει τοὔνομα δέλφακος λέγων ὀπωρινῆς. Καὶ κυρίως αἱ θήλειαι οὕτω λεχθεῖεν ἄν, ὡς δελφύας ἔχουσι ἤτοι μήτρας, ὅθεν καὶ οἱ
15ἀδελφοὶ ἐτυμολογοῦνται. περὶ δὲ τῆς ἡλικίας τοῦ ζῴου φησὶ Κρατῖνος· ἤδη δέλφακες, χοῖροι δὲ τοῖσιν ἄλλοις. Ἀριστοφάνης δ’ ὁ γραμματικός φησιν ὅτι τῶν συῶν τὰ μὲν ἤδη συμπεπηγότα δέλφακες, τὰ δ’ ἁπαλὰ καὶ ἔνικμα χοῖροι. ὅθεν σαφὲς τὸ Ὁμηρικὸν γίνεται· τά τε δμώεσσι πά‐ ρεστι χοίρε’ ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν. —Ἀναξανδρίδης
20διδάσκων ποτε διθύραμβον Ἀθήνησιν εἰσῆλθεν ἐφ’ ἵππου καὶ ἀπήγγειλέ τι τῶν ἐκ τοῦ ᾄσματος. ἦν δὲ τὴν ὄψιν καλὸς καὶ μέγας καὶ κόμην ἔτρεφε καὶ ἐφόρει ἁλουργίδα καὶ κράσπεδα χρυσᾶ. πικρὸς δ’ ὢν τὸ ἦθος ἐποίει τι τοιοῦτον περὶ τὰς κωμῳδίας· ὅτε γὰρ μὴ νικῴη, λαμβάνων ἔδωκεν εἰς τὸν λιβανωτὸν κατατεμεῖν καὶ οὐ μετεσκεύαζεν ὡς οἱ πολλοί. καὶ πολλὰ
25ἔχοντα κομψῶς τῶν δραμάτων ἠφάνιζε δυσκολαίνων τοῖς θεαταῖς διὰ τὸ γῆρας. —ὅτι ἦν παλαιὸς νόμος τῆς ἐπιγονῆς ἕνεκα τῶν θρεμμάτων μὴ σφάττειν πρόβατον ἄπεκτον ἢ ἄτοκον. διὸ τὰ ἤδη τέλεια ἤσθιον. ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν. ἦν δὲ καὶ ἔθος τὴν τῆς Ἀθηνᾶς ἱέρειαν οὐ θύειν ἀμνὴν οὐδὲ τυροῦ γεύεσθαι. κατὰ χρόνον δέ τινα ἐκλιπόντων τῶν
30βοῶν, φησὶ Φιλόχορος, νομοθετηθῆναι διὰ τὴν σπάνιν ἀπέχεσθαι τῶν ζῴων, συναγαγεῖν βουλομένους καὶ πληθῦσαι τῷ μὴ καταθύεσθαι. χοῖρον δ’ οἱ Ἴωνες καλοῦσι τὴν θήλειαν. ὅτι Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεὺς γράφει· εἰς Ἄσσον ἐπιδημήσαντί μοι οἱ Ἄσσιοι παρέστησαν χοῖρον ἔχοντα τὸ μὲν ὕψος δύο ἡμίσους πήχεων, ὅλον δ’ ἄρτιον πρὸς τὸ μῆκος, τῇ χροιᾷ
35χιόνινον. ἔφασάν τε τὸν βασιλέα Εὐμενῆ τὰ τοιαῦτ’ ἐπιμελῶς ὠνεῖσθαι παρ’ αὐτῶν διδόντα τοῦ ἑνὸς δραχμὰς τετρακισχιλίας. ὅτι Χαμαιλέων παρατίθεται ἐν τῷ περὶ Αἰσχύλου ταῦτα εἰπεῖν τὸν Αἰσχύλον· ἐγὼ δὲ
χοῖρον καὶ μάλ’ εὐθηλούμενον ἐν κριβάνῳ θήσω. τί γὰρ ὄψον γένοιτ’6 in vol. 2.2

2,2

7

ἂν ἀνδρὶ τοῦδε βέλτιον; καὶ πάλιν· λευκός· τί δ’ οὐχί; καὶ καλῶς ἠφευ‐ μένος· ὁ χοῖρος ἕψου μηδὲ λυπηθῇς πυρί. Ἀγαθοκλῆς ὁ Βαβυλώνιός φησι· μυθεύουσιν ἐν Κρήτῃ τὴν Διὸς γενέσθαι τέκνωσιν ἐπὶ τῆς Δίκτης, ἐν ᾗ καὶ ἀπόρρητος γίνεται θυσία. λέγεται γὰρ ὡς ἄρα Διὶ θηλὴν ὑπέσχεν ὗς καὶ
5τῷ σφετέρῳ γρυσμῷ περιοιχνεῦσα τὸν κνυζηθμὸν τοῦ βρέφεος ἀνεπάιστον τοῖς παροῦσιν ἐτίθει. διὸ πάντες τὸ ζῷον τοῦτο περίσεπτον ἡγοῦνται. Πραίσιοι δὲ καὶ ἱερὰ ῥέζουσιν ὑί, καὶ αὐτὴ προτελὴς αὐτοῖς ἡ θυσία νενόμισται. ὅτι Ἀρχαῖος ὁ Ἐρετριεὺς μέμνηται πεταλίδων συῶν οὕτω ῥηθεισῶν ἐκ μεταφορᾶς τῶν μόσχων· οἱ πέταλοι λέγονται ἀπὸ τῶν κεράτων, ὅταν αὐτὰ
10ἐκπέταλα ἔχωσιν. Ἐρατοσθένης δὲ σύας λαρινοὺς προσηγόρευσε μετάγων ἀπὸ τῶν λαρινῶν βοῶν οὕτω κληθέντων ἢ ἀπὸ τοῦ λαρινεύεσθαι ὅ ἐστι σιτίζεσθαι κατὰ Σώφρωνα, ἢ ἀπὸ κώμης Ἠπειρωτικῆς Λαρίνης ἢ ἀπὸ τοῦ βουκολοῦντος αὐτὰς Λαρίνου. εἰσαχθέντος ἡμῖν, φησί, ποτὲ καὶ δέλφακος, οὗ τὸ μὲν ἥμισυ κραμβαλέον ἦν ἐπιμελῶς πεποιημένον, τὸ δὲ ἥμισυ ὡσὰν
15ἐξ ὕδατος ἡψημένον τακερῶς, καὶ πάντων θαυμαζόντων τοῦ μαγείρου τὴν σοφίαν, μέγα φρονῶν ἐκεῖνος ἐπὶ τῇ τέχνῃ ἔφη· ἀλλὰ μὴν οὐδὲ τὴν σφαγὴν ἔχει τις ὑμῶν ἐπιδεῖξαι ὅπου ἐγένετο ἢ πῶς αὐτοῦ ἡ γαστὴρ πεπλήρωται παντοίων ἀγαθῶν. καὶ γὰρ κίχλας ἐν ἑαυτῷ ἔχει καὶ ἄλλα ὀρνίθια ὑπο‐ γαστριῶν τε μέρη χοιρείων καὶ μήτρας τόμους καὶ τῶν ᾠῶν τὰ χρυσᾶ,
20ἔτι δὲ ὀρνίθων γαστέρας αὐταῖσι μήτραις καὶ τὰ ἐκ σαρκῶν εἰς λεπτὰ κατακνιζόμενα καὶ μετὰ πεπερίδων συμπλαττόμενα· ἰσίκια γὰρ ὀνομάζειν αἰδοῦμαι τὸν Οὐλπιανόν, καίπερ αὐτὸν εἰδὼς ἡδέως αὐτοῖς χρώμενον. πλὴν ὁ ἐμὸς συγγραφεὺς Πάξακος τῶν ἰσικίων μέμνηται, καὶ οὔ μοι φροντὶς Ἀττικῶν χρήσεων. ὑμεῖς οὖν ἐπιδείξατε πῶς τε ὁ χοῖρος ἐσφάγη καὶ πῶς
25ἐξ ἡμισείας μέν ἐστιν ὀπτός, ἑφθὸς δὲ κατὰ θάτερα. ἀπορούντων δὲ πάντων καὶ λιπαρούντων δεικνύειν τὴν σοφίαν, ἔφη· ὁ μὲν χοῖρος ἐσφάγη ὑπὸ τὸν ὦμον σφαγὴν βραχεῖαν, καὶ ἐπέδειξεν· ἔπειτ’ ἀπορρεύσαντος τοῦ πολλοῦ αἵματος πάντα τὰ ἐντοσθίδια μετὰ τῆς ἐξαιρέσεως (εἴρηται γὰρ καὶ ἡ ἐξαίρεσις, ὦ στωμυλῆθραι δαιταλεῖς) διακλύσας ἐπιμελῶς οἴνῳ πολλῷ
30ἐκρέμασα ἐκ ποδῶν. εἶτα πάλιν οἴνῳ διέβρεξα καὶ προσεψήσας μετὰ πολλοῦ πεπέρεως τὰ προειρημένα χναυμάτια ἔβυσα διὰ τοῦ στόματος, πολλὸν ἐπιχέας ζωμὸν εὖ μάλα πεποιημένον. καὶ μετὰ ταῦτα περιέπλασα τοῦ χοίρου τὴν ἡμίσειαν, ὡς ὁρᾶτε, ἀλφίτοις πολλοῖς κριθῶν ἀναδεύσας αὐτὰ οἴνῳ καὶ ἐλαίῳ. ἔπειτα ἐνέθηκα κριβάνῳ ὑποθεὶς τράπεζαν χαλκῆν ἐστά‐
35θευσά τε τῷ πυρί, ὡς μήτε κατακαῦσαι μήτ’ ὠμὸν ἀφελεῖν. καὶ τῆς ἤδη γενομένης κραμβαλέας, εἴκασα καὶ τἄλλο μέρος ἡψῆσθαι ἀποβαλών τ’ αὐτοῦ τὰ ἄλφιτα οὕτω φέρων ἡμῖν παρέθηκα. —ὅτι μάγειρός τις παρὰ
Ποσειδίππῳ ἄλλα τε ἀστεῖα ἔφη καὶ δὴ καὶ ταῦτα· ὅστις ἂν θώρακ’ ἔχῃ7 in vol. 2.2

2,2

8

φολιδωτὸν ἢ δράκοντα σεσιδηρωμένον, ἐφάνη Βριάρεως· ἂν τύχῃ δ’ ἐστὶ λαγώς. καὶ ὁ μάγειρος ἐὰν μὲν ὑποδιακόνους ἔχων πρὸς τὸν ἰδιώτην καὶ μαθητὰς εἰσίῃ, κυμινοπρίστας πάντας ἢ λιμοὺς καλῶς ἔπειτ’ ἦξεν. ἐὰν δ’ ἀληθινὸν ἑαυτὸν παραβάλῃς, καὶ προσεκδαρεὶς ἄπει. ὅπερ οὖν ὑπεθέμην, τῷ
5κενῷ χώραν δίδου, καὶ τὰ στόματα γίνωσκε τῶν κεκλημένων. ὥσπερ γὰρ εἰς τἀμπόρια, τῆς τέχνης πέρας τοῦτ’ ἔστιν, ἂν εὖ προεδράμῃς πρὸς τὸ στόμα. καὶ ἄλλος δὲ μάγειρος παρὰ τῷ αὐτῷ φησιν· ὁ μάγειρος ἀγαθοῦ στρα‐ τηγοῦ διαφέρει οὐδέν. οἱ πολέμιοι πάρεισιν· ὁ βαθὺς τῇ φύσει στρατηγὸς ἕστηκε καὶ τὸ πρᾶγμ’ ἐδέξατο. πολέμιός ἐστι πᾶς ὁ συμπίνων ὄχλος.
10πίνει γὰρ ἁθρόος οὗτος· εἰσελήλυθεν, ἐκ πεντεκαίδεχ’ ἡμερῶν προηλπικὼς τὸ δεῖπνον, ὁρμῆς μεστός, ἐκλελυμένος, τηρῶν πότ’ ἐπὶ τὰς χεῖρας οἴσει τις. ὁ δὲ παρὰ Σώφρονι μάγειρος κληθεὶς εἰς γάμον φησὶ πρὸς τὸν μα‐ θητήν· ἐμὸς εἶ μαθητὴς καὶ μάγειρος οὐ κακός. ὁ καιρὸς εὐκτός· ὠφελοῦ. φιλάργυρος ὁ γέρων, ὁ μισθὸς μικρός· εἴ σε λήψομαι νῦν καὶ κατεσθίοντα
15καὶ τοὺς ἄνθρακας, ἀπόλωλας. καὶ παρὰ Σωσιπάτρῳ μάγειρός φησιν· οὐκ εὐκαταφρόνητος ἡμῶν ἡ τέχνη, ἀλλὰ πέπαυται τὸ πρᾶγμα, καὶ πάντες σχεδὸν εἶναι μάγειροί φασιν οὐδὲν εἰδότες· εἶτά φησιν ὅτι καὶ τρεῖς ἡμεῖς ἐσμέν, Βοιδίων, Χαριάδης, ἐγώ τε. τοῖς λοιποῖς δὲ προσπέρδου. οἳ τὸ διδασ‐ καλεῖον σώζομεν τὸ Σίκωνος, ὃς τῆς τέχνης ἀρχηγὸς ὢν ἐδίδασκεν ἡμᾶς
20πρῶτον ἀστρολογεῖν, ἔπειτ’ εὐθὺς ἀρχιτεκτονεῖν, περὶ φύσεώς τε κατεῖχε πάντας τοὺς λόγους· ἐπὶ πᾶσι τούτοις ἔλεγε τὰ στρατηγικά· δεῖ γὰρ τὸν μάγειρον εἰδέναι πρώτιστα μὲν περὶ μετεώρων ἄστρων τε δύσεις καὶ ἐπι‐ τολὰς καὶ τὸν ἥλιον πότε ἐπὶ τὴν μακρὰν καὶ βραχεῖαν ἡμέραν ἐπάνεισι κἀν ποίοις ἐστὶ ζῳδίοις. τὰ γὰρ ὄψα πάντα καὶ βρώματα ἐν τῇ περι‐
25φορᾷ τῆς ὅλης συντάξεως ἑτέραν ἐν αὐτοῖς λαμβάνει τὴν ἡδονήν. ὁ μὲν γοῦν κατέχων τὰ τοιαῦτα τὴν ὥραν ἰδὼν τούτων ἑκάστοις ὡς προσήκει χρήσεται, ὁ δ’ ἀγνοῶν ταῦτ’ εἰκότως τυντλάζεται. περὶ δὲ ἀρχιτεκτονικῆς ἐκεῖνο ἴσθι· δεῖ τοὐπτανεῖον ὀρθῶς καταβαλέσθαι καὶ τὸ φῶς λαμβάνειν ὅσον δεῖ καὶ τὸ πνεῦμ’ ἰδεῖν πόθεν ἐστίν, ὅ τε καπνὸς φερόμενος δεῦρο κἀκεῖ
30διαφορὰν εἴωθε τοῖς ἕψουσι ἐμποιεῖν τινα. ἔτι δίειμί σοι τὰ στρατηγικά. ἡ τάξις σοφὸν πανταχοῦ, καθ’ ἡμᾶς δὲ πάνυ. τὸ γὰρ παραθεῖναι καὶ ἀφελεῖν τεταγμένα ἕκαστα καὶ τὸν καιρὸν ἐπὶ τούτοις ἰδεῖν, πότε δεῖ πυκνότερον ἐπαγαγεῖν καὶ πότε βάδην, καὶ πῶς ἔχουσι πρὸς τὸ δεῖπνον καὶ πότ’ εὔκαιρον τὰ μὲν θερμὰ παραθεῖναι τά τ’ ἐπανέντα, τὰ δὲ μέσως, τὰ δ’
35ὅλως ἀποψύξαντα, ταῦτα πάντ’ ἐν τοῖς στρατηγικοῖς ἐξετάζεται μαθή‐ μασιν. λέγει δὲ καὶ ὁ παρὰ Ἀλέξιδι μάγειρος· ἂν μὲν οὖν τύχοι ὁ ταῦτα μέλλων ἐσθίειν τε καὶ κρίνειν εἰς καιρὸν ἐλθών, ὠφέλησε τὴν τέχνην· ἂν
δ’ ὑστερίζῃ τῆς τεταγμένης ἀκμῆς, ὥστ’ ἢ προοπτήσαντα χλιαίνειν πάλιν,8 in vol. 2.2

2,2

9

ἢ μὴ προοπτήσαντα συντελεῖν ταχύ, ἀπεστέρησε τῆς τέχνης τὴν ἡδονήν. εἰς τοὺς σοφιστὰς τὸν μάγειρον ἐγγράφω. ἑστήκαθ’ ὑμεῖς· κάεται δ’ ἐμοὶ τὸ πῦρ· ἤδη πυκνοὶ δ’ ᾄττουσιν Ἡφαίστου κύνες. παρὰ Εὔφρονι δὲ μά‐ γειρός φησι· πολλῶν μαθητῶν γενομένων μοι, Λύκε, διὰ τὸ νοεῖν ἀεί τι
5καὶ ψυχὴν ἔχειν, ἄπει γεγονὼς μάγειρος ἐκ τῆς οἰκίας ἐν οὐχ ὅλοις δέκα μησί, πολὺ νεώτατος. Ἆγις Ῥόδιος ὤπτηκεν ἰχθὺν μόνος ἄκρως, Νηρεὺς δ’ ὁ Χῖος γόγγρον ἧψε τοῖς θεοῖς, ὀρίον τὸ λευκὸν οὑξ Ἀθηνῶν Χαριάδης, ζωμὸς μέλας ἐγένετο πρώτῳ Λαμπρίᾳ, ἀλλᾶντας Ἀφθόνητος, Εὔθυνος φακῆν. οὗτοι μετ’ ἐκείνους τοὺς πάλαι γεγόνασιν ἡμῶν ἑπτὰ δεύτεροι σοφοί.
10ἐγὼ δ’ ὁρῶν τὰ πολλὰ προκατειλημμένα εὗρον τὸ κλέπτειν πρῶτος. — ἔνδοξοι ὅρκοι· μὰ τοὺς ἐν Μαραθῶνι κινδυνεύσαντας ἢ ἐν Ἀρτεμισίῳ καὶ τοὺς ἐν Σαλαμῖνι ναυμαχήσαντας. ὅτι Ἀττικὴ λέξις τὸ παραφέρειν· Ἀριστοφάνης· παραφέρειν τὰ ποτήρια. Ἄλεξις· παραφέρων ἀγαθῶν ἁμάξας. ὡσαύτως καὶ τὸ γεῦμα· Ἔφιππος· γεύματα οἴνων. ὡσαύτως καὶ τὸ οἰνο‐
15γευστεῖ παρ’ Ἀντιφάνει. ἂν ὁ μάγειρος ἐξαμαρτάνῃ, τύπτεται ὁ αὐλητής, φησὶν Εὔβουλος. —τί δεῖ λέγειν με πολλὰ πρὸς συνειδότα; ἐμὸς εἶ μαθητής, σὸς δ’ ἐγὼ διδάσκαλος, Διονύσιός φησιν ὁ κωμῳδιοποιός. ὅτι τῶν παλαιῶν τις, οὗ τὸ ὄνομα ὁ ῥήτωρ σιγᾷ, ἠνάγκαζε τοὺς μαγείρους τοὺς Πλάτωνος διαλόγους μανθάνοντας φέροντάς τε τὰς λοπάδας ἅμα λέγειν· εἷς,
20δύο, τρεῖς· ὁ δὲ δὴ τέταρτος ἡμῶν, ὦ φίλε Τίμαιε, ποῦ τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δ’ ἑστιατόρων; ἔπειτ’ ἄλλος ἀπεκρίνατο· ἀσθένειά τις αὐτῷ συνέπεσεν, ὦ Σώκρατες. διεξήρχοντό τε τοῦ διαλόγου τὰ πολλὰ τὸν τρόπον τοῦτον, ὡς ἄχθεσθαι μὲν τοὺς εὐωχουμένους, ὑβρίζεσθαι δὲ τὸν πάνσοφον ἐκεῖνον ἄνθρωπον καὶ διὰ τοῦτο πολλοὺς τῶν καθαρείων ἐξόμνυ‐
25σθαι τὰς παρ’ ἐκείνῳ ἑστιάσεις. ὅτι ὁ πρῶτος τὸν Ὀλυμπίασιν ἀγῶνα ἀναδησάμενος Κόροιβος ὁ Ἠλεῖος μάγειρος ἦν, καὶ οὐχ οὕτως ὠγκύλλετο ἐπὶ τῇ τέχνῃ ὡς ὁ παρὰ Στράτωνι μάγειρος, περὶ οὗ τοιαῦτα λέγει ὁ μεμισθωμένος· σφίγγα ἄρρενα, οὐ μάγειρον εἰς τὴν οἰκίαν εἴληφα· ἁπλῶς γὰρ οὐδὲν ὅς’ ἂν λέγῃ συνίημι· κενὰ ῥήματα πεπορισμένος πάρεστιν. ὡς
30εἰσῆλθε γάρ, εὐθύς μ’ ἐπηρώτησε προσβλέψας μέγα· πόσους κέκληκας μέροπας ἐπὶ δεῖπνον; λέγει· ἐγὼ κέκληκα μέροπας ἐπὶ δεῖπνον; χολᾷς. οὐδεὶς παρέσται. τοῦτο γὰρ νὴ τὸν Δία ἐστὶ κατάλοιπον μέροπας ἐπὶ δεῖπνον καλεῖν. οὐδ’ ἄρα παρέσται δαιτυμὼν οὐδὲ εἷς ὅλως; οὐκ οἴομαί γε Δαιτυμών. ἐλογιζόμην· ἥξει Φιλῖνος, Μοσχίων, ὁ δεῖνα, ὁ δεῖνα· κατ’ ὄνομ’ ἀνελο‐
35γιζόμην· οὐκ ἦν ἐν αὐτοῖς οὐδὲ εἷς μοι Δαιτυμών. οὐδὲ εἷς παρέσται, φημί. τί λέγεις; οὐδὲ εἷς; σφόδρα ἠγανάκτησεν ὥσπερ ἠδικημένος, εἰ μὴ κέκληκα Δαιτυμόνας. οὐδ’ ἄρα θύεις ἐρυσίχθονα; οὔκ, ἔφην ἐγώ. βοῦν δ’ εὐρυμέ‐
τωπον; οὐ θύω βοῦν, ἄθλιε. μῆλα θυσιάζεις ἆρα; μὰ Δί’ ἐγὼ μὲν οὐδέτερον9 in vol. 2.2

2,2

10

αὐτῶν, προβάτιον δέ. οὔκουν, ἔφη, τὰ μῆλα πρόβατα; Ὅμηρον οὐκ οἶσθα λέγοντα; Ὁμηρικῶς γὰρ διανοῇ μ’ ἀπολλύναι; οὕτω λαλεῖν εἴωθα. μὴ τοίνυν λάλει οὕτω παρ’ ἔμοιγ’ ὤν. ἀλλὰ διὰ τὰς τέσσαρας δραχμὰς ἀπο‐ βαλῶ τὴν προαίρεσιν; τοὺς ὀλοχύτας φέρε δεῦρο. τοῦτο δ’ ἐστὶ τί; κριθαί.
5τί οὖν, ἀπόπληκτε, περιπλοκὰς λέγεις; πηγὸς πάρεστι; σαφέστερον λέγε. ἀτάσθαλος εἶ, πρέσβυ. ἅλας φέρε. τοῦτ’ ἔστι πηγός. ὅτι περίεργον τὸ πολὺ τῶν μαγείρων γένος περὶ τὰς ἱστορίας καὶ τὰ ὀνόματα. λέγουσι γοῦν αὐτῶν οἱ λογιώτατοι· γόνυ κνήμης ἔγγιον, καί· περιῆλθον Ἀσίαν καὶ Εὐρώπην. ἐπιτιμῶντες δέ τινί φησι μὴ δεῖν τὸν Οἰνέα Πηλέα ποιεῖν. ἵνα μή τις,
10φησί, ἐκεῖνον τοῦ Μενάνδρου λαρυγγίσῃ· οὐδὲ εἷς μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν. ὅτι χηνῶν σιτευτῶν Θεόπομπος μέμνηται καὶ ἕτεροι δὲ συχνοί. εὕρηται δὲ καὶ ἀρσενικῶς καὶ θηλυκῶς παρ’ Ὁμήρῳ. καὶ ὅτι κατὰ Ῥώμην περι‐ σπούδαστα ἦσαν τὰ χήνεια ἥπατα. ὅτι ὁ κρεωκάκκαβος κρέας ἐστὶ συγ‐
15κεκομμένα μετὰ αἵματος καὶ λίπους ἐν ζωμῷ γεγλυκασμένῳ παρὰ Ἀχαιοῖς. ὅτι τοὺς ὄρχεις καὶ νεφροὺς ἐκάλουν· Φιλιππίδης γοῦν φησι περὶ ἑταίρας· ἔπειτ’ ἐπὶ τούτοις ἧκ’ ὄρχεις φέρων πολλούς. τὰ μὲν οὖν γύναια τἄλλα ἠκκίζετο, ἡ δ’ ἀνδροφόνος Γνάθαινα γελάσασα· καλοί γε, φησίν, οἱ νεφροί. καὶ δύο ἁρπάσασα κατέπιεν, ὥσθ’ ὑπτίους ὑπὸ τοῦ γέλωτος καταπεσεῖν.
20ὁ ῥήτωρ οὗτος τὸν ἐν τῷ δείπνῳ τούτῳ Οὐλπιανὸν φιλεπιτιμητήν φησι καὶ ὀλίγα ἐσθίοντα, τηροῦντα δὲ τοὺς λέγοντας καὶ συνάγοντα τὰς ὀφρῦς καὶ τὰς ἀκάνθας ἐγείροντα. ὅτι ὀξυλιπάρου τριμμάτων Τιμοκλῆς ὁ κω‐ μικὸς μέμνηται, ἀκρολιπάρους δέ τινας ἀνθρώπους κέκληκεν Ἄλεξις· ἀκρο‐ λίπαροι, τὸ δ’ ἄλλο σῶμ’ ὑπόξυλον. ὀξάλμης δὲ μέμνηται Κρατῖνος λέγων
25πάντας ἑλὼν ὑμᾶς ἐρίηρας ἑταίρους, φρύξας, ἑψήσας κἀπ’ ἀνθρακίας ὀπτήσας, εἰς ἅλμην τε καὶ ὀξάλμην, κᾆτ’ ἐς σκοροδάλμην χλιερὸν ἐμβάπτων, ὃς ἂν ὀπτότατός μοι ἁπάντων ὑμῶν φαίνηται κατατρώξομαι, ὦ στρατιῶται. φησί που Μεταγένης· ὦγαθέ, δειπνῶμεν κἄπειτά με πάντ’ ἐπερωτᾶν ὅ, τι ἂν βούλῃ· νῦν γὰρ πεινῶν δεινῶς πώς εἰμ’ ἐπιλήσμων. εἰπόντος, φησίν,
30Οὐλπιανοῦ τὸ ὀψάριον παρ’ οὐδενὶ τῶν ζώντων λέγεσθαι, παρέφερέ τις πολλὰς χρήσεις δι’ ὧν ἐδείκνυτο ἐπὶ ἰχθύος τὴν λέξιν κεῖσθαι. λέγεται δὲ καὶ ἐπὶ τοῦ προσοψήματος. —ὅτι παρὰ Ἀλέξιδί φησί τις· ὁ πρῶτος εἰπὼν ὅτι σοφιστὴς οὐδὲ εἷς ἔμψυχον οὐδὲν ἐσθίει σοφός τις ἦν. ἐγὼ γὰρ ἥκω νῦν ἀγοράσας οὐδὲν ἔμψυχον· ἰχθῦς ἐπριάμην τεθνηκότας μεγάλους,
35κρέα ἀρνὸς ἐσθίειν πίονος, οὐ ζῶντος. ἡπάτιον ὀπτὸν προσέλαβον. τούτων ἐὰν δείξῃ τις ἢ φωνήν τιν’ ἢ ψυχὴν ἔχον, ἀδικεῖν προσομολογῶ καὶ πα‐ ραβαίνειν νόμον. ὅτι τὸ ὀλβιογάστωρ παρ’ Ἄμφιδι κεῖται· Εὐρύβατε
κνισσολοιχέ, οὐκ ἔσθ’ ὅπως οὐκ ὀλβιογάστωρ εἶ σύ. τὸ δὲ φασιανικός. ὁ10 in vol. 2.2

2,2

11

φασιανὸς παρὰ Ἀριστοφάνει ἐν Ὄρνισι. —φησὶ Θεόφραστος· ἔστι τοῖς ὄρνισι τοιαύτη διαφορά· τὰ βραχέα καὶ μὴ πτητικά, ὡς ἀτταγήν, πέρδιξ, ἀλεκτρυών, φασιανός, εὐθὺς βαδιστικὰ καὶ δασέα. Ἀριστοτέλης δέ φησι· τῶν ὀρνίθων οἳ μὲν κονιστικοί, οἳ δὲ λοῦνται, οἳ δ’ οὐδέτερον. ὅσοι δὲ μὴ
5πτητικοί, ἀλλ’ ἐπίγειοι, κονιστικοί, οἷον ἀλεκτορίς, πέρδιξ, ἀτταγήν, φασιανός, κορυδαλλός. Ἀγαθαρχίδης δὲ περὶ Φάσιδος τοῦ ποταμοῦ λέγων γράφει· πλῆθος δ’ ὀρνίθων τῶν καλουμένων φασιανῶν φοιτᾷ τροφῆς χάριν πρὸς τὰς ἐκβολὰς τῶν στομάτων. καλεῖται δ’ ὁ φασιανὸς καὶ τατύρας, ὥς φησι Πάμφιλος. φησί τις τῶν παρὰ τῷ ῥήτορι τούτῳ περὶ τῶν φασιανῶν ὅτι
10μὴ ἀπεγεύσατο αὐτῶν περὶ τὰς χρήσεις ἀσχολούμενος, οὓς ὥσπερ οἱ πυ‐ ρέσσοντες περιφερομένους εἶδεν. ὅτι ἀτταγᾶς μείζων πέρδικος, ὅλος κατάγραφος τὰ περὶ τὸν νῶτον, κεραμεοῦς τὴν χρόαν, ὑποπυρρίζων μᾶλλον. θηρεύεται δ’ ὑπὸ κυνηγῶν διὰ τὸ βάρος καὶ τὴν τῶν πτερῶν βραχύτητα. ἔστι δὲ κονιστικός, πολύτεκνος,
15σπερμολόγος. φησὶ δὲ Σωκράτης ὅτι ἐκ Λυδίας μετακομισθέντες εἰς Αἴγυπτον οἱ ἀτταγαῖ καὶ ἀφεθέντες ἕως μέν τινος ὄρτυγος φωνὴν ἀφίεσαν, ἐπεὶ δὲ τοῦ ποταμοῦ κοίλου ῥυέντος λιμὸς ἐγένετο καὶ πολλοὶ τῶν κατὰ τὴν χώραν ἀπώλλυντο, οὐ διέλιπον σαφέστερον τῶν παίδων τῶν τρανοτάτων λέγοντες· τρὶς τοῖς κακούργοις κακά. συλληφθέντες δὲ οὐ μόνον οὐ τιθασεύονται, ἀλλ’
20οὐδὲ φωνὴν ἔτι ἀφιᾶσιν. ἐὰν δὲ ἀφεθῶσι, φωνήεντες πάλιν γίνονται. πλεο‐ νάζουσι δὲ ὡς Ἀριστοφάνης ἐν Ἀχαρνεῦσί φησιν ἐν τῇ Μεγαρικῆ. περι‐ σπῶσι δ’ οἱ Ἀττικοὶ παρὰ τὸν ὀρθὸν λόγον τοὔνομα. τὰ γὰρ εἰς ας λήγοντα ἐκτεταμένον ὑπὲρ δύο συλλαβάς, ὅτε ἔχει τὸ ἄλφα παραλῆγον, βαρύνεται, ἀκάμας, ἀδάμας. λεκτέον δὲ ἀτταγαῖ, οὐχὶ ἀτταγῆνες.
25 Πολέμων τὸν πορφυρίωνα τὸν ὄρνεόν φησι διαιτώμενον κατὰ τὰς οἰκίας τὰς ὑπάνδρους τῶν γυναικῶν τηρεῖν πικρῶς καὶ τοιαύτην ἔχειν αἴσθησιν ἐπὶ τῆς μοιχευομένης, ὡσθ’ ὅταν τοῦθ’ ὑπονοήσῃ προσημαίνει τῷ δεσπότῃ, ἀγχόνῃ τὸ ζῆν περιγράψας. οὐ πρότερόν τε τροφῆς μεταλαμβάνει, εἰ μὴ περιπατήσει τόπον τινὰ ἐξευρὼν ἑαυτοῦ ἐπιτήδειον· μεθ’ ὃν κονισάμενος
30λούεται, εἶτα τρέφεται. σχιδανόποδα δὲ αὐτὸν Ἀριστοτέλης φησὶν εἶναι ἔχειν τε χρῶμα κυάνεον, σκέλη μακρά, ῥύγχος ἠργμένον ἐκ τῆς κεφαλῆς φοινικοῦν, μέγεθος ἀλεκτρυόνος, στόμαχον δ’ ἔχει λεπτόν· διὸ τῶν λαμβα‐ νομένων εἰς τὸν πόδα ταμιεύεται μικρὰς ψωμίδας. κάπτων δὲ πίνει. πεντα‐ δάκτυλός τε ὢν τὸν μέσον ἔχει μέγιστον. ἔστι δὲ Λίβυς ὄρνις ἱερὸς τῶν
35ἐκεῖ θεῶν τροφήν τε, ὥς φησι Καλλίμαχος, λαμβάνων ἐν σκότῳ καταδυό‐ μενος· ἐχθαίρει γὰρ τοὺς προσιόντας αὐτοῦ τῇ τροφῇ. ἡ δὲ πορφυρὶς διίσταται πορφυρίωνος. μνημονεύει δὲ αὐτοῦ Ἀριστοφάνης
ἐν Ὄρνισι.11 in vol. 2.2

2,2

12

ὅτι τοῦ πέρδικος τὴν μέσην συλλαβὴν ἔνιοι συστέλλονται· πολὺ δ’ ἐστὶ τὸ ἐκτεινόμενον παρὰ Ἀττικοῖς. παραλαμβάνεται δὲ ἐπὶ λαγνείας συμβο‐ λικῶς. περὶ τούτου φησὶν Ἀριστοτέλης· ὁ πέρδιξ ἐστὶ χερσαῖος, σχιδανό‐ πους, ζῇ δὲ ἔτη πεντεκαίδεκα, ἡ δὲ θήλεια καὶ πλείω, πολυχρονιώτερα
5γὰρ ἐν τοῖς ὄρνισι τῶν ἀρρένων τὰ θήλεα, ἐπῳάζει δὲ καὶ ἐκτρέφει ὡς ἡ ἀλεκτορίς. ὅταν δὲ γνῷ ὅτι θηρεύεται, προελθὼν τῆς νεοσσιᾶς κυλινδεῖται περὶ τὰ σκέλη τοῦ θηρεύοντος, ἐλπίδα ἐμποιῶν τοῦ συλληφθήσεσθαι ἐξαπατᾷ τε ἕως ἂν ἀποπτῶσιν οἱ νεοττοί· εἶτα καὶ αὐτὸς ἐξίπταται. ἐστὶ δὲ τὸ ζῷον κακόηθες καὶ πανοῦργον καὶ ἀφροδισιαστικόν. διὸ καὶ τὰ ᾠὰ
10τῆς θηλείας συντρίβει, ἵνα ἀπολαύῃ τῶν ἀφροδισίων. ὅθεν ἡ θήλεια γινώσκουσα ἀποδιδράσκουσα τίκτει. μάχονται δὲ καὶ οἱ χῆροι αὐτῶν πρὸς ἀλλήλους καὶ ὁ ἡττηθεὶς ὀχεύεται ὑπὸ τοῦ νικηθέντος. Ἀριστοτέλης δέ φησιν ὅτι τὸν ἡττηθέντα πάντες ἐν μέρει ὀχεύουσιν. ὀχεύουσι δὲ καὶ οἱ τιθασοὶ τοὺς ἀγρίους· ἐπειδὰν δὲ κρατηθῇ τις ὑπὸ τοῦ δευτέρου, οὗτος λάθρᾳ ὀχεύεται
15ὑπὸ τοῦ κρατιστεύσαντος. γίνεται δὲ τοῦτο κατά τινα ὥραν τοῦ ἔτους. νεοττεύουσι δ’ ἐπὶ γῆς οἱ ἄρρενες καὶ αἱ θήλειαι, διελόμενοι ἕκαστοι οἶκον. ἐπὶ δὲ τὸν θηρεύοντα πέρδικα ὠθεῖται ὁ τῶν ἀγρίων ἡγεμὼν μαχούμενος· ἁλόντος δὲ τούτου ἕτερος ἔρχεται μαχούμενος. καὶ ὁπόταν μὲν ἄρρην ᾖ θηρεύων, τοῦτο ποιεῖ· ὅταν δὲ θήλεια ᾖ ἡ θηρεύουσα, ᾄδει ἕως ἂν ἀπατηθῇ
20ὁ ἡγεμὼν αὐτῆς. καὶ οἱ ἄλλοι ἁθροισθέντες ἀποδιώκουσιν ἀπὸ τῆς θηλείας, ὅτι ἐκείνῃ, ἀλλ’ οὐκ αὐτοῖς προσέχει, ὅθεν πολλάκις διὰ ταῦτα σιγῇ προσ‐ έρχεται, ὅπως μὴ ἄλλος ἀκούσας τῆς φωνῆς ἔλθῃ μαχούμενος αὐτῷ. ἐνίοτε δὲ ἡ θήλεια τὸν ἄρρενα προσιόντα κατασιγάζει πολλάκις τε ἐπῳάζουσα ἐξίσταται, ὅταν προσερχόμενον ἐπαισθάνηται τὸν ἄρρενα τῇ θηρευούσῃ,
25ὑπομένει τε ὀχευθῆναι, ἵν’ αὐτὸν ἀποσπάσῃ τῆς θηρευούσης· ἐπὶ τοσοῦτον δ’ ἐπτόηνται περὶ τὴν ὀχείαν πέρδικες καὶ ὄρτυγες ὡς εἰς τοὺς θηρεύοντας ἐμπίπτειν καθίζοντας ἐπὶ τῶν κεράμων. φησὶ δὲ καὶ τὰς ἀγομένας θηλείας πέρδικας ἐπὶ θήραν, ὁπόταν ἴδωσιν ἢ ὄσφρωνται τῶν ἀρρένων κατ’ ἄνεμον στάντων ἢ περιπετομένων, ἐγκύους γίνεσθαι, τινὲς δὲ καὶ παραυτίκα τίκτειν.
30πέτονταί τε περὶ τὸν τῆς ὀχείας καιρὸν χάσκοντες καὶ τὴν γλῶσσαν ἔξω ἔχοντες οἵ τε θήλεες καὶ οἱ ἄρρενες. Κλέαρχος δέ φησιν ὅτι οἱ στρουθοὶ καὶ οἱ πέρδικες καὶ οἱ ὄρτυγες προίενται τὴν γονὴν οὐ μόνον ἰδόντες τὰς θηλείας, ἀλλὰ κἂν ἀκούσωσιν αὐτῶν τὴν φωνήν. τούτου δ’ αἴτιον ἡ τῇ ψυχῇ γινομένη φαντασία περὶ τῶν πλησιασμῶν. φανερώτερον δὲ γίνεται
35περὶ τὰς ὀχείας, ὅταν ἐξ ἐναντίας αὐτοῖς θῇς κάτοπτρον· προστρέχοντες γὰρ διὰ τὴν ἔμφασιν ἁλίσκονταί τε καὶ προίενται τὸ σπέρμα. ἀλεκτρύονας δὲ ἡ τῆς ἐμφάσεως αἴσθησις εἰς μάχην προάγεται μόνον. καλοῦνται δ’
οἱ πέρδικες ὑπ’ ἐνίων κακκάβαι. ὁ δὲ Ποντικὸς Χαμαιλέων φησὶ τὴν εὕρεσιν12 in vol. 2.2

2,2

13

τῆς μουσικῆς τοῖς ἀρχαίοις ἐπινοηθῆναι ἀπὸ τῶν ἐν ταῖς ἐρημίαις ᾀδόντων ὀρνίθων ὧν τὴν κατὰ μίμησιν λαβεῖν στάσιν τὴν μουσικήν. οὐ πάντες δ’ οἱ πέρδικες κακκαβίζουσι. Θεόφραστος γοῦν φησιν ὡς οἱ ἐπὶ τάδε πέρδικες τοῦ Κορυδαλλοῦ πρὸς τὸ ἄστυ κακκαβίζουσιν, οἱ δ’ ἐπέκεινα τιττυβίζουσιν.
5φησὶ δὲ Βάσιλις ὡς οἱ μικροὶ ἄνδρες οἱ ταῖς γεράνοις διαπολεμοῦντες πέρδιξιν ὀχήματι χρῶνται. Μενεκλῆς δέ φησιν· οἱ Πυγμαῖοι τοῖς πέρδιξι καὶ ταῖς γεράνοις πολεμοῦσιν. ἐν Ἰταλίᾳ δὲ περδίκων ἐστὶ γένος ἀμαυρὸν τῇ πτερώσει καὶ μικρότερον τῇ ἕξει τὸ ῥύγχος οὐ κινναβάρινον ἔχων. οἱ δὲ περὶ τὴν Κίρραν πέρδικες ἄβρωτον ἔχουσι τὸ κρέας διὰ τὰς νομάς· οἱ δὲ
10περὶ Βοιωτίαν ἢ οὐ διαβαίνουσιν εἰς Ἀττικὴν ἢ διαβαίνοντες τῇ φωνῇ διάδηλοι γίνονται, ὡς προείπομεν. οἱ δὲ περὶ Παφλαγονίαν δύο ἔχουσι καρδίας, ὥς φησι Θεόφραστος. οἱ δ’ ἐν Σκιάθῳ τῇ νήσῳ κοχλίας ἐσθίουσι. τίκτουσι δ’ ἐνίοτε καὶ πεντεκαίδεκα καὶ ἑξηκαίδεκα, πέτονται δὲ ἐπὶ βραχύ, ὥς φησι Ξενοφῶν ἐν πρώτῳ Ἀναβάσεως. ὅτι πολλαὶ ὠτίδες εἰς Ἀλεξάνδρειαν
15φέρονται ἀπὸ τῆς παρακειμένης Λιβύης· θηρῶνται δὲ οὕτω. μιμητικόν ἐστι τὸ ζῷον, ὁ ὦτος, μάλιστα ὧν ἂν ἴδῃ ποιοῦντα ἄνθρωπον· στάντες οὖν οἱ κυνηγοὶ καταντικρὺ αὐτῶν ὑπαλείφονται φαρμάκῳ τοὺς ὀφθαλμούς, παρα‐ σκευάσαντες ἄλλα φάρμακα κολλητικὰ ὀφθαλμῶν καὶ βλεφάρων, ἃ οὐ πόρρω ἑαυτῶν ἐν λεκανίσκαις βραχείαις τιθέασιν. οἱ οὖν ὦτοι θεώμενοι τοὺς
20ὑπαλειφομένους τὸ αὐτὸ καὶ αὐτοὶ ποιοῦσιν ἐκ τῶν λεκανιδίων λαμβάνοντες καὶ ταχέως ἁλίσκονται. γράφει δὲ περὶ αὐτῶν Ἀριστοτέλης ὅτι ἐστὶ μὲν τῶν ἐκτοπιζόντων καὶ σχιδανοπόδων καὶ τριδακτύλων, μέγεθος ἀλεκτρυόνος μεγάλου, χρῶμα ὄρτυγος, κεφαλὴ προμήκης, ῥύγχος ὀξύ, τράχηλος λεπτός, ὀφθαλμοὶ μεγάλοι, γλῶσσα ὀστώδης, πρόλοβον δ’ οὐκ ἔχει. Ἀλέξανδρος
25δ’ ὁ Μύνδιος καὶ λαγῳδίαν αὐτὸν καλεῖσθαί φησι. φησὶ δ’ αὐτὸν καὶ τὴν τροφὴν ἀναμαρυκᾶσθαι ἥδεσθαί τε ἵππῳ. εἰ γοῦν τις δορὰν ἵππων περιθοῖτο, θηρεύσοι ὅσους ἂν θέλοι· προσίασι γάρ. ἐν ἄλλοις δὲ πάλιν φησὶν Ἀριστο‐ τέλης· ὁ ὦτός ἐστιν ὅμοιος τῇ γλαυκί, οὔκ ἐστι δὲ νυκτερινός, ἔχει τε περὶ τὰ ὦτα πτερύγια, διὸ καὶ ὦτος καλεῖται, μέγεθος περιστερᾶς, μιμητὴς
30ἀνθρώπων· ἀντορχούμενος οὖν ἁλίσκεται. ἀνθρωποειδὴς δ’ ἐστὶ τὴν μορφὴν καὶ πάντων μιμητὴς ὅσα ἄνθρωπος ποιεῖ. διὸ τοὺς ἐξαπατωμένους ῥᾳδίως ὑπὸ τοῦ τυχόντος οἱ κωμικοὶ ὤτους καλοῦσιν. ἐν γοῦν τῇ θήρᾳ αὐτῶν ὁ ἐπιτηδειότατος ὀρχεῖται στὰς κατὰ πρόσωπον αὐτῶν καὶ τὰ ζῷα βλέποντα εἰς τὸν ὀρχούμενον νευροσπαστεῖται. ἄλλος δέ τις ὄπισθεν στὰς καὶ λαθὼν
35συλλαμβάνει τῇ περὶ τὴν μίμησιν ὁρμῇ κατεχομένους. τὸ δ’ αὐτὸ ποιεῖν φασι καὶ τοὺς σκῶπας· καὶ γὰρ τούτους ὀρχήσει λόγος ἁλίσκεσθαι. μνημονεύει δ’ αὐτῶν Ὅμηρος. γένος τε ὀρχήσεως ἀπ’ αὐτῶν καλεῖται σκὼψ
λαβὸν τοὔνομα ἀπὸ τῆς περὶ τὸ ζῷον ἐν τῇ κινήσει ποικιλίας. χαίρουσι δ’ οἱ13 in vol. 2.2

2,2

14

σκῶπες καὶ ὁμοιότητι καὶ ἀπ’ αὐτῶν ἡμεῖς σκώπτειν καλοῦμεν τὸ συνει‐ κάζειν καὶ καταστοχάζεσθαι τοὺς σκωπτομένους διὰ τὸ τὴν ἐκείνων ἐπιτηδεύειν προαίρεσιν. πάντα δὲ τὰ τῶν ζῴων εὔγλωττα καὶ διηρθρωμένα ἐστὶ τὴν φωνὴν καὶ μιμεῖται τοὺς τῶν ἀνθρώπων καὶ τῶν ἄλλων ὀρνίθων ἤχους ὡς
5ψιττακὸς καὶ κίττα. ὁ δὲ σκώψ, ὡς Ἀλέξανδρός φησιν ὁ Μύνδιος, μικρό‐ τερός ἐστι γλαυκὸς καὶ ἐπὶ μολιβδοφανεῖ τῷ χρώματι ὑπόλευκα στίγματα ἔχει δύο τε ἀπὸ τῶν ὀφρύων παρ’ ἑκάτερον κρόταφον ἀναφέρει πτερά. κατὰ δὲ Καλλίμαχον δύο γένη σκωπῶν καὶ οἱ μὲν φθέγγονται, οἱ δ’ οὔ. διὸ καὶ καλοῦνται οἱ μὲν σκῶπες, οἱ δ’ ἀείσκωπες. Ἀλέξανδρος δ’ ὁ Μύνδιος
10κῶπας χωρὶς τοῦ ς τοὺς παρ’ Ὁμήρῳ φησὶ καὶ Ἀριστοτέλη οὕτως αὐτοὺς ὠνομακέναι. φαίνεσθαί τε τούτους ἀεὶ καὶ μὴ ἐσθίεσθαι, τοὺς δ’ ἐν τῷ φθινοπώρῳ φαινομένους δύο ἡμέραις ἢ μιᾷ, τούτους εἶναι ἐδωδίμους. καὶ Σπεύσιππος δὲ κῶπας αὐτοὺς καλεῖ. Μητρόδωρος δ’ ἀντορχουμένους φησὶ τοὺς σκῶπας ἁλίσκεσθαι. ὅτι ἀφροδισιαστικὸς ὁ ἀλεκτρυών. φησὶ γοῦν
15Ἀριστοτέλης ὅτι τῶν ἀνατιθεμένων ἐν ἱεροῖς ἀλεκτρυόνων τὸν ἀνατιθέντα οἱ προόντες ὀχεύουσι μέχρις ἂν ἄλλος ἀνατεθῇ· εἰ δὲ μὴ ἀνατεθῇ, μάχονται πρὸς ἀλλήλους καὶ ὁ ἡττήσας τὸν ἡττηθέντα διὰ παντὸς ὀχεύει. ἱστορεῖται δὲ ὅτι ἀλεκτρυὼν εἰσιὼν οἱανδήποτε θύραν ἐπικλίνει τὸν λόφον καὶ ὅτι τῆς ὀχείας ἑτέρῳ δίχα μάχης οὐ παραχωρεῖ. Θεόφραστος δέ φησι τοὺς ἀγρίους
20ὀχευτικωτέρους εἶναι τῶν ἡμέρων καὶ τοὺς ἄρρενας εὐθὺς ἐξ εὐνῆς ἐθέλειν πλησιάζειν, τὰς δὲ θηλείας προβαινούσης μᾶλλον τῆς ἡμέρας. ὀχευτικοὶ δέ εἰσι καὶ οἱ στρουθοί. διὸ καὶ Τερψικλῆς τοὺς ἐμφαγόντας φησὶ στρου‐ θῶν καταφόρους πρὸς ἀφροδίσια γίνεσθαι. Σαπφὼ δὲ διὰ ταῦτα καὶ τὴν Ἀφροδίτην ἐπ’ αὐτῶν φησιν ὀχεῖσθαι· καὶ γὰρ ὀχευτικὸν τὸ ζῷον καὶ
25πολύγονον. τίκτει γοῦν, ὥς φησιν Ἀριστοτέλης, καὶ μέχρι ὀκτώ. φησὶ δὲ Ἀριστοτέλης τοὺς ἄρρενας ἐν τῷ χειμῶνι ἀφανίζεσθαι, διαμένειν δὲ τὰς θηλείας, τεκμαιρόμενος ἐκ τῆς χρόας τὴν πιθανότητα· ἀλλάττεσθαι γὰρ ὡς τῶν κοσσύφων καὶ φαλαρίδων, ἀπολευκαινομένων κατὰ καιρούς. καλοῦσι δὲ τοὺς στρουθοὺς οἱ Ἠλεῖοι δειρήτας.
30 διὰ τί τὸ ὄρτυξ καὶ ὄρνυψ οὐ χρῶνται ἐπὶ τῆς γενικῆς τῷ αὐτῷ συμφώνῳ τῆς τελευταίας συλλαβῆς τυπωτικῷ, δι’ ὅτι τὰ εἰς ξ ἀρσενικὰ ἁπλᾶ δισύλλαβα, ὅταν τῷ υ παρεδρεύηται, ἔχῃ δὲ τῆς τελευταίας συλλαβῆς ἄρχον ἕν τι τῶν ἀμεταβόλων ἢ δι’ ὧν ἡ πρώτη συζυγία τῶν βαρυτόνων λέγεται, διὰ τοῦ κ ἐπὶ γενικῆς κλίνεται, κήρυκος, πέλυκος, Ἔρυκος,
35Βέβρυκος, ὅσα δὲ μὴ τοῦτον ἔχει τὸν χαρακτῆρα, διὰ τοῦ γ, ὄρτυγος, κόκκυγος, ὄρυγος. σημειῶδες τὸ ὄνυχος. ἔστι δὲ κατὰ Ἀριστοτέλην ὁ ὄρτυξ τῶν ἐκτοπιζόντων καὶ σχιδανοπόδων, νεοττίαν δὲ οὐ ποιεῖ, ἀλλὰ
κονίστραν· καὶ ταύτην σκεπάζει φρυγάνοις διὰ τοὺς ἱέρακας, ἐν ᾗ ἐπῳάζει.14 in vol. 2.2

2,2

15

θῆλυς δὲ ὄρτυξ λεπτοτράχηλός ἐστι οὐκ ἔχων τοῦ ἄρρενος τὰ ὑπὸ τῷ γενείῳ μέλανα. ἔχει δὲ πρόλοβον μικρόν, καρδίαν μεγάλην καὶ ὄρχεις ὑπὸ τῷ ἥπατι ὡς οἱ ἀλεκτρυόνες. ὅτι φησὶ Φανόδημος Ὀρτυγίαν νῆσον κα‐ λεῖσθαι παρὰ τὸ τὰς ἀγέλας τῶν ζῴων τούτων φερομένας ἐκ τοῦ πελάγου
5ἱζάνειν εἰς τὴν νῆσον διὰ τὸ εὔορμον εἶναι. Εὔδοξος δέ φησι τοὺς Φοίνικας θύειν Ἡρακλεῖ ὄρτυγας διὰ τὸν Ἀστερίας καὶ Διὸς Ἡρακλέα πορευόμενον εἰς Λιβύην ἀναιρεθῆναι μὲν ὑπὸ Τυφῶνος, Ἰολάου δ’ αὐτῷ προσενέγκαντος ὄρτυγα ὀσφρανθέντα ἀναβιῶναι. ἔχαιρε γάρ, φησί, καὶ περιὼν τῷ ζῴῳ τούτῳ. λέγεται δὲ καὶ ὀρτύγια ὑποκοριστικῶς παρ’ Εὐπόλιδι. καὶ Ἀντιφάνης
10δέ φησι· τί σὺ ποιεῖν δυνάμενος ὀρτυγίου ψυχὴν ἔχων; Πρατίνας δὲ ἡδύφωνόν φησι τὸν ὄρτυγα καὶ τυχεῖν παρὰ Φλιασίοις ἢ Λάκωσι φωνήεντές εἰσιν ὡς οἱ πέρδικες. ὀρτυγομήτρα δέ, ὥς φησιν ὁ Μύνδιος Ἀλέξανδρος, ἐστὶ τὸ μέγεθος ἡλίκη τρυγών, σκέλη δὲ αὐτῇ μακρά, δυσθαλὴς δὲ καὶ δειλή. ὅτι οἱ ὄρτυγες περὶ τὸν τῆς ὀχείας καιρόν, ἐὰν κάτοπτρον ἐξ ἐναντίας τις
15αὐτῶν θῇ καὶ πρὸ τούτου βρόχον, τρέχοντες πρὸς τὸν ἐμφαινόμενον ἐν τῷ κατόπτρῳ ἐμπίπτουσιν εἰς τὸν βρόχον, ὡς ἱστορεῖ Κλέαρχος. φησὶ δὲ καὶ τοὺς κολοιοὺς τοσοῦτον διαφέροντας πανουργίᾳ, ὅμως ὅταν ἐλαίου κρατὴρ τεθῇ πλήρης, οἱ στάντες αὐτῶν ἐπὶ τὸ χεῖλος καὶ καταβλέψαντες ἐπὶ τὸν ἐμφαινόμενον καταράττουσι. διὸ ἐλαιοβρόχων γινομένων ἡ τῶν πτερῶν
20αὐτοῖς συγκόλλησις αἰτία γίνεται τῆς ἁλώσεως. τὴν μέσην δὲ τοῦ ὀνόματος τοῦ ὄρτυγος συλλαβὴν ἐκτείνουσιν Ἀττικοὶ ὡς δοίδυκος, κήρυκος. Ἀριστοφάνης δ’ ἐν Εἰρήνῃ συστέλλει διὰ τὸ μέτρον. ὅτι τὸ χέννιον μικρόν ἐστιν ὀρ‐ τύγιον, ὡς ἔφη Κλεομένης. ὅτι ὁ κύκνος εὔτεκνος καὶ μάχιμος. ἀλλη‐ λοκτονεῖ γοῦν ὁ μάχιμος, εἰσὶ δ’ ᾠδικοὶ μάλιστα περὶ τὰς τελευτάς, ὥς
25φησιν Ἀριστοτέλης. διαιροῦσι δὲ καὶ τὸ πέλαγος ᾄδοντες. ἔστι δὲ τῶν στεγανοπόδων καὶ ποηφάγων. ὁ δὲ Μύνδιός φησιν Ἀλέξανδρος πολλοῖς παρακολουθήσας τελευτῶσιν οὐκ ἀκοῦσαι ᾀδόντων. Ἡγησιάναξ δὲ ἱστορεῖ τὸν Ἀχιλλεῖ μονομαχήσαντα Κύκνον τραφῆναι ἐν Λευκόφρυι πρὸς ὁμωνύμου ὄρνιθος. Φιλόχορος δέ φησιν ὑπὸ Ἄρεος τὸν Κύκνον ὀρνιθωθῆναι.
30—Βοῖος δὲ περὶ γεράνου φησὶν ὅτι ἦν τις παρὰ Πυγμαίοις γυνὴ διά‐ σημος ὄνομα Γέρανα. αὕτη κατὰ θεὸν τιμωμένη πρὸς τῶν πολιτῶν αὐτὴ τοὺς ὄντως θεοὺς ταπεινῶς ἦγε, μάλιστα δὲ Ἥραν καὶ Ἄρτεμιν. ἀγανακ‐ τήσασα οὖν Ἥρα εἰς ἀπρεπῆ ὄψιν τὴν ὄρνιν μετεμόρφωσε πολέμιόν τε καὶ στυγητὴν κατέστησε τοῖς τιμήσασι Πυγμαίοις, γενέσθαι τε λέγει ἐξ
35αὐτῆς καὶ Νικοδάμαντος τὴν χερσαίαν χελώνην. καὶ καθόλου πάντα τὰ ὄρνεα ἀνθρώπους ἱστορεῖ πρότερον γεγονέναι. Ἀριστοτέλης τὰς φάσσας φησὶ περιστερῶν εἶναι ἓν γένος, εἴδη δὲ πέντε
περιστερῶν, περιστερά, οἰνάς, φάψ, φάττη, τρυγών. οἰνὰς μὲν οὖν περιστερᾶς15 in vol. 2.2

2,2

16

μείζων, χρῶμα δ’ ἔχει οἰνωπόν, ἡ δὲ φὰψ μέση περιστερᾶς καὶ οἰνάδος, ἡ δὲ φάττα ἀλέκτορος τὸ μέγεθος, χρῶμα δὲ σποδιόν, ἡ δὲ τρυγὼν πάντων ἐλάττων, χρῶμα δὲ τεφρόν. αὐτὴ δὲ θέρους φαίνεται, τὸν δὲ χειμῶνα φωλεύει. ἡ δὲ φὰψ καὶ ἡ περιστερὰ ἀεὶ φαίνεται, ἡ δ’ οἰνὰς
5φθινοπώρῳ μόνῳ. πολυχρονιωτέρα δὲ τούτων ἡ φάσσα· καὶ γὰρ τριάκοντα καὶ τεσσαράκοντα ζῇ ἔτη. οὐκ ἀπολείπουσι δ’ ἕως θανάτου οὔτε οἱ ἄρρενες τὰς θηλείας, οὔτε αἱ θήλειαι τοὺς ἄρρενας, ἀλλὰ καὶ τελευτήσαντος χηρεύει ὁ ὑπολειπόμενος. τὸ δ’ αὐτὸ ποιοῦσι καὶ κόρακες καὶ κορῶναι καὶ κολοιοί. ἐπῳάζει δ’ ἐκ διαδοχῆς πᾶν τὸ περιστεροειδὲς γένος, καὶ γενομένων τῶν
10νεοττῶν ὁ ἄρρην ἐμπτύει αὐτοῖς, ὡς μὴ βασκανθῶσι. τίκτει δὲ ᾠὰ δύο καὶ πᾶσαν ὥραν τοῦ ἔτους· διὸ καὶ δεκάκις τοῦ ἐνιαυτοῦ τιθέασιν, ἐν Αἰγύπτῳ δὲ δωδεκάκις. τεκοῦσα γὰρ τῇ ἐχομένῃ ἡμέρᾳ συλλαμβάνει. λέγει δ’ Ἀριστοτέλης καὶ ὅτι περιστερὰ ἕτερον, πελειὰς δ’ ἔλαττον καὶ ὅτι ἡ πε‐ λειὰς τιθασὸν γίνεται, περιστερὰ δὲ καὶ μέλαν καὶ μικρὸν καὶ ἐρυθρὸν καὶ
15ταχύπουν. ἴδιον δὲ λέγει τῆς περιστερᾶς τὸ κυνεῖν αὐτὰς ὅταν μέλλωσιν ἀναβαίνειν ἢ οὐκ ἀνέχεσθαι τὰς θηλείας. ὁ δὲ περίστερος, φησί, προανα‐ βαίνει καὶ μὴ κύσας· οἱ δὲ νεώτεροι ἀεὶ τοῦτο ποιήσαντες ὀχεύουσι. καὶ αἱ θήλειαι δ’ ἀλλήλας ἀναβαίνουσιν, ὅταν ἄρρην μὴ παρῇ, κύσασαι· καὶ οὐδὲν προιέμεναι εἰς ἀλλήλας τίκτουσιν ᾠά, ἐξ ὧν οὐ γίνονται νεοττοί. οἱ δὲ
20Δωριεῖς τὴν πελειάδα ἀντὶ περιστερᾶς τιθέασιν. Ἀλέξανδρος δ’ ὁ Μύνδιος οὐ πίνειν φησὶ τὴν φάτταν ἀνακύπτουσαν ὡς τὴν τρυγόνα καὶ τοῦ χει‐ μῶνος μὴ φθέγγεσθαι, εἰ μὴ εὐδίας γενομένης. λέγεται δὲ ὅτι ἡ οἰνὰς ἐὰν φαγοῦσα τὸ τῆς ἰξίας σπέρμα ἐπί τινος ἀφοδεύσῃ δένδρου, ἰδίαν ἰξίαν φύεσθαι. Χάρων δ’ ὁ Λαμψακηνός φησιν ὅτε τὸ μετὰ Μαρδονίου στράτευμα
25ἐφθάρη περὶ τὸν Ἄθω λευκὰς περιστερὰς τὸ πρῶτον εἰς Ἕλληνας φανῆναι πρότερον οὐ γινομένας. ὅτι ἐν Ἔρυκι τῆς Σικελίας κατὰ καιρόν, ὃν καλοῦσιν Ἀναγωγάς, ἐν ᾧ φασιν Ἀφροδίτην εἰς Λιβύην ἀνάγεσθαι, αἱ περὶ τὸν τόπον περιστεραὶ ἀφανεῖς γίνονται ὡς συναποδημοῦσαι αὐτῇ. καὶ μεθ’ ἡμέρας ἐννέα ἐν τοῖς λεγομένοις Καταγωγίοις μιᾶς προπετασθείσης ἐκ τοῦ πελάγους
30καὶ εἰς τὸν νεὼν εἰσπτάσης παραγίνονται καὶ αἱ λοιπαί. εὐωχοῦνται οὖν τότε οἱ περίοικοι, ὅσοι περιουσίας εὖ ἥκουσιν, οἱ δὲ λοιποὶ κροταλίζουσιν, ὄζει τε πᾶς ὁ τόπος τότε βούτυρον, ᾧ δὴ τεκμηρίῳ χρῶνται τῆς θείας ἐπανόδου. Αὐτοκράτης δὲ τὸν Δία ἱστορεῖ μεταβαλεῖν τὴν μορφὴν εἰς πε‐ ριστερὰν ἐρασθέντα παρθένου Φθίας. ὅτι Ἀττικοὶ ἀρσενικῶς περιστερὸν καλοῦσιν.
35Ἄλεξις· Ἀφροδίτης εἰμὶ περιστερός. οἶδε Διόνυσος οἶδε τὸ μεθύσαι μόνον· εἰ δὲ νέον ἢ παλαιόν, οὐ πεφρόντικεν. διάφοροι δέ εἰσιν αἱ σικελικαί· Ἄλεξις· περιστερὰς ἔνδον τρέφω τῶν Σικελικῶν πάνυ κομψάς.
ὅτι ἐν νήτταις μείζων ὁ ἄρρην καὶ ποικιλώτερος. τὸ δὲ λεγόμενον γλαυκίον16 in vol. 2.2

2,2

17

διὰ τὴν τῶν ὀμμάτων χρόαν μικρῷ ἔλαττόν ἐστι νήττης. ὅτι τῶν βοσ‐ κάδων ὁ ἄρρην σιμὰ καὶ ἐλάττω τῇ συμμετρίᾳ ἔχει τὰ ῥύγχη. ἐστὶ δὲ ἧττον νήττης, ἡ δὲ μικρὰ κολυμβίς, πάντων ἐλαχίστη τῶν ἐνύδρων, ῥυ‐ παρομέλαινα τὴν χροιὰν καὶ ῥύγχος ὀξὺ ἔχει σκέπον τε τὰ ὄμματα, τὰ
5δὲ πολλὰ καταδύεται. ἔστι δὲ καὶ ἄλλο γένος βοσκάδων μεῖζον νήττης. αἱ δὲ φασκάδες μικρῷ μείζους οὖσαι τῶν μικρῶν κολυμβίδων τὰ λοιπὰ νήτταις εἰσὶ παραπλήσιαι. ἡ οὐρία δὲ οὐ πολὺ λείπεται νήττης, τῷ χρώματι δὲ ῥυποκέραμός ἐστι, τὸ δὲ ῥύγχος μικρόν τε καὶ στενὸν ἔχει. ἡ δὲ φαλαρὶς στενὸν ἔχουσα τὸ ῥύγχος στρογγυλωτέρα τὴν ὄψιν ἐστίν, ἔντεφρος τὴν
10γαστέρα, μικρῷ μελαντέρα τὸν νῶτον. ὅτι ἀπὸ νήττης καὶ κολυμβίδος τὸ νήχεσθαι καὶ κολυμβᾶν. παρῆσαν, φησί τις παρὰ τῷ ῥήτορι τούτῳ, καὶ οἱ παραστάται. εἰσὶ δ’ οἱ ὄρχεις οὕτω καλούμενοι. καλεῖ δὲ καὶ αὖθις τὸν Οὐλπιανὸν ὀνομάτων Δαίδαλον. ὅτι Ἡρόδοτός φησιν ἐν Βαβυλῶνι ἐπὶ τοῦ χρυσοῦ βωμοῦ μὴ ἐξεῖναι
15θύειν εἰ μὴ γαλαθηνὰ μοῦνα. ὅτι Κλέαρχος εἰς τοῦτό φησι ὠμότητος Φάλαριν τὸν τύραννον ἐλάσαι ὡς γαλαθηνὰ θοινᾶσθαι βρέφη. ὅτι θῆσθαί ἐστι τὸ θηλάζειν γάλα. Ὅμηρος· γυναῖκά τε θήσατο μαζόν, διὰ τὸ ἐντί‐ θεσθαι τὰς θηλὰς εἰς τὰ στόματα τὰ βρέφη καὶ ὁ τιτθὸς ἐνθένδε διὰ τὸ ἐντίθεσθαι τὰς θηλάς.
20 ὅτι σφάλλονται οἱ τὰς δορκάδας δόρκωνας λέγοντες. ὅτι σπάνιος ἦν πάλαι ὁ ταώς, ὡς Εὔβουλος, καὶ γὰρ ὁ ταὼς διὰ τὸ σπάνιον θαυμάζεται, πλείους δ’ εἰσὶ νῦν, φησί, τῶν ὀρτύγων. ἔστι δέ, Ἀρι‐ στοτέλης φησί, σχιδανόπους, ποιολόγος, τίκτει δ’ ἅπαξ τοῦ ἔτους ᾠὰ δώδεκα, καὶ τίκτει τριετὴς γενόμενος, ἐν οἷς χρόνοις καὶ τὴν ποικιλίαν τῶν
25πτερῶν λαμβάνει. ἐπῳάζει δ’ ἡμέρας πρὸς λʹ, ταύτας δ’ οὐκ εἰσάπαξ, ἀλλὰ παρ’ ἡμέρας δύο· αἱ δὲ πρωτοτόκοι ὀκτώ. τίκτει δὲ καὶ ὑπηνέμια, οὐ πλείω δὲ τῶν δύο. ἐκλέπει δὲ καὶ ἐπῳάζει καθάπερ ἡ ἀλεκτορίς. ὅτι Ἀντιφῶν ὁ ῥήτωρ λόγον μὲν ἔγραψεν ἐπίγραμμα ἔχοντα περὶ ταῶν, ἐν αὐτῷ δὲ τῷ λόγῳ μνείαν τοῦ ὀνόματος οὐ πεποίηται, ποικίλους δὲ ὄρνις ἐν
30αὐτῷ καλεῖ. γράφει δὲ καὶ περὶ τῆς ἰδέας αὐτῶν, ὡς ἐὰν τῶν πτερύγων ἀποτέμῃ τις, τὸ κάλλος ἀφαιρήσεται. τὰ πτερὰ γὰρ αὐτῶν τὸ κάλλος ἐστίν, ἀλλ’ οὐ τὸ σῶμα. λέγει δὲ καὶ ὅτι περισπούδαστος αὐτῶν ἦν ἡ θέα. τὰς γὰρ νουμηνίας, φησίν, ὁ βουλόμενος εἰσῄει, τὰς δ’ ἄλλας ἡμέρας εἴ τις ἔλθῃ βουλόμενος θεάσασθαι, οὐκ ἔστιν ὅστις ἔτυχε. ταὧς δὲ λέγουσιν
35Ἀθηναῖοι, ὥς φησι Τρύφων, τὴν τελευταίαν συλλαβὴν περισπῶντες καὶ δασύνοντες, ὡς Ἀριστοφάνης· Τηρεὺς γὰρ εἶ σύ; πότερον ὄρνις ἢ ταὧς; λέγουσι δὲ καὶ τὴν δοτικὴν ταῶνι. ἀμήχανον δὲ παρὰ Ἀττικοῖς καὶ Ἴωσιν
ἐν τοῖς ὑπὲρ μίαν συλλαβὴν ὀνόμασι τὴν τελευτῶσαν ἀπὸ φωνήεντος17 in vol. 2.2

2,2

18

ἀρχομένην δασύνεσθαι. πάντως γὰρ εἶναι ψιλὴν αὐτὴν παρακολούθηκεν, νεὤς, λεὤς, Τυνδάρεὠς, πρᾶὀς, υἱὄς, Κεῖὀς, Χῖὀς, χρεῖὀς, πλεῖὀς, λαιὄς, βαιὄς, πηὄς, γόὀς, ζωὄς, θοὄς, ῥόὀς. φίλαρχος γὰρ οὖσα καὶ ἡγεμονικὴ τὴν φύσιν ἡ δασύτης τοῖς τελευταίοις μέρεσι τῶν ὀνομάτων οὐδαμῶς ἐγκαθείργνυται.
5ὠνόμασται δὲ ταὼς ἀπὸ τῆς τάσεως τῶν πτερῶν. καὶ Σέλευκος δέ φησι παραλόγως τὸ ταὧς δασύνεσθαι καὶ περισπᾶσθαι παρ’ Ἀττικοῖς. τοῖς γὰρ πρώτοις τῶν φωνηέντων κατὰ τὰς ἁπλᾶς τῶν ὀνομάτων ἐκφορὰς συνεκφέ‐ ρεσθαι θέλει καὶ ἐνταυθοῖ προᾴττουσα καὶ τάχιον ἐκθέουσα δι’ ἐπιπολῆς ἐστι τῶν λέξεων. τεκμαιρόμενοι οὖν Ἀθηναῖοι καὶ διὰ τῆς τάξεως τὴν
10ἐνοῦσαν τῇ προσῳδίᾳ φύσιν οὐκ ἐπὶ τῶν φωνηέντων αὐτὴν τιθέασιν ὡς τὰς ἄλλας, πρὸ δὲ τούτων τάσσουσιν. οἶμαι δὲ καὶ διὰ τοῦ η στοιχείου τυπώσασθαι τοὺς παλαιοὺς τὴν δασεῖαν. διόπερ καὶ Ῥωμαῖοι πρὸ πάντων τῶν δασυνομένων ὀνομάτων τὸ η προγράφουσι, τὸ ἡγεμονικὸν αὐτῆς διαση‐ μαίνοντες. εἰ δὲ τοιαύτη ἡ δασύτης, ἀλόγως κατὰ τὴν τελευτῶσαν συλλαβὴν
15τοῦ ταώς πρὸς τῶν Ἀττικῶν προσπνεῖται. ζητήσεις σιτούμεθα, φησὶ παρὰ τούτῳ τῷ ῥήτορι ὁ δειπνοσοφιστὴς Λαρήνσιος, ἄλλος δέ τίς φησιν ὅτι ἔθος γραμματικῶν παισὶ περὶ πάντων τῶν προβαλλομένων λέγειν· εἶδος φυτοῦ, εἶδος ὀρνέου, εἶδος λίθου. ὅτι Ἀλέξανδρος ὁ Μύνδιός φησι περὶ τοῦ μικροῦ τέτρακος οὕτως· τέτραξ τὸ μέγεθος ἴσος σπερμολόγῳ, τὸ χρῶμα κεραμοῦς,
20ῥυπαραῖς στιγμαῖς καὶ μεγάλαις γραμμαῖς ποικίλος, καρποφάγος. ὅταν ᾠοτοκῇ δέ, τετράζει τῇ φωνῇ. φησί που Ἐπίχαρμος ἀγλοὰς συκαλίδας. ἔστι δὲ εἶδος πτηνοῦ. ὅτι ἐστὶ καὶ μείζων τέτραξ μεγέθει ὑπὲρ ἀλεκτρυόνα τὸν μέγιστον, ἀπὸ τῶν ὤτων ἑκατέρωθεν ἔχων κρεμάμενα, ὡς οἱ ἀλεκτρυόνες, τὰ κάλλεα. ἔστι δὲ τὸ ὄρνεον παρὰ Μυσοῖς καὶ Παίοσιν, οὗ ἐχεγγυώτατος
25μάρτυς ἐν Ὄρνισιν ὁ χαρίεις Ἀριστοφάνης. ὁ δὲ πολυμαθέστατος Ἀρι‐ στοτέλης οὐκ ἠξίωσεν αὐτὸ μνήμης ἐν τῇ πολυταλάντῳ αὐτοῦ πραγματείᾳ. ὀκτακόσια γὰρ εἰληφέναι τάλαντα παρ’ Ἀλεξάνδρου λόγος ἔχει τὸν Σταγειρίτην εἰς τὴν περὶ ζῴων ἱστορίαν. ὅτι Σιμάριστος γράφει· ὀσφύος αἱ ἐκ πλαγίων σάρκες ἐπανεστηκυῖαι
30ψύαι, τὰ δ’ ἑκατέρωθεν κοιλώματα λέγουσι κύβους γαλλίας. Κλέαρχος δέ φησι· σάρκες μυωταὶ καθ’ ἑκάτερον μέρος, ἃς οἳ μὲν ψύας, οἳ δ’ ἀλώ‐ πεκας, οἳ δὲ νευρομήτρας καλοῦσι. μνημονεύει δὲ ψυῶν καὶ ὁ ἱερώτατος Ἱπποκράτης. ὠνομάσθησαν δ’ οὕτως διὰ τὸ ῥᾳδίως ἀποψᾶσθαι ἢ οἷόν τις οὖσα ἐπιψαύουσα σὰρξ καὶ ἐπιπολῆς τοῖς ὀστέοις ὑπάρχουσα.
35 ὅτι τὸ οὖθαρ σπανίως ἔστιν εὑρεῖν ἐπὶ τῶν ἄλλων ζῴων λεγόμενον· ὑπογάστριον δὲ μόνον ὡς ἐπὶ τῶν ἰχθύων λέγεται. ἀκύρως οὖν φησι Τη‐ λεκλείδης· ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φορῶ· Στράττις οὖν ὑπογάστρια θύννου φησὶ καὶ Θεόπομπος· ἰχθύων ὑπογάστρια. ἀλλαχοῦ δὲ τὰ αὐτὰ
ὑπήτρια· θύννων τε λευκῶν Σικελῶν ὑπήτρια.18 in vol. 2.2

2,2

19

Ἀρχαίστρατος ὁ ὀψοδαίδαλος, τοῦ λαγώ, φησί, πολλοὶ τρόποι πολλαί τε θέσεις σκευασίας εἰσί. κεῖνος δ’ οὖν ἐστιν ἄριστος, ἂν πεινῶσι μεταξὺ φέρῃς κρέας ὀπτὸν ἑκάστῳ, θερμόν, ἁπλῶς ἁλίπαστον, ἀφαρπάζων ὀβελίσκου μικρὸν ἐνωμότερον. μὴ λυπείτω δέ ς’ ὁρῶντα ἰχῶρα στάζοντα κρεῶν, ἀλλ’ ἔσθε
5λάβρως, αἱ δ’ ἄλλαι περίεργοι ἔμοιγ’ εἰσι διὰ παντὸς σκευασίαι, γλοίων καταχύσματα κατάτυρα καὶ κατέλαια λίαν, ὥσπερ γαλῇ ὀψοποιούντων. Ναυκράτης δέ, ἐν Ἀττικῇ, φησί, τίς εἶδε πώποτε λέοντας ἤ τι τοιοῦτον ἕτερον θηρίον; οὐδὲ δασύποδ’ εὑρεῖν ἔστιν οὐχὶ ῥᾴδιον. Ἀλκαῖος δὲ ὡς πολλῶν ὄντων ἐμφανίζει. εὕρηται δὲ τὸν λαγών ὀξυτόνως μετὰ τοῦ ν. Ξενοφῶν
10δ’ ἐν Κυνηγετικῷ χωρὶς τοῦ ν προάγει περισπωμένως. ἔστι δὲ τὸ καθ’ ἡμᾶς καὶ τὸ Ἰωνικὸν λαγός. Σοφοκλῆς· γλαῦκες, ἰκτῖνοι, λαγοί. ὡς δὲ ναὸν καὶ λαὸν λεγόντων ἡμῶν Ἀττικοὶ νεών καὶ λεών φασιν, οὕτω λαγὸν ὀνο‐ μαζόντων ἐκεῖνοι λαγὼν ἐροῦσιν, ὡς Εὔπολις· βατίδες καὶ λαγῲ καὶ γυναῖκες εἰλίποδες. ἀλόγως οὖν ἡ τελευτῶσα περισπᾶται. δεῖ δὲ ὀξυτονεῖν τὴν λέξιν,
15ἐπεὶ τὰ εἰς ος λήγοντα τῶν ὀνομάτων ὁμότονά ἐστι κἂν μεταληφθῇ εἰς τὸ ω παρ’ Ἀττικοῖς. τὸ δὲ λαγωός εἰ μὲν Ἰωνικόν, πλεονάζει τὸ ω. εἰ δ’ Ἀττικὸν τὸ ο. λαγῷα δὲ λέγεται κρέα. Ἡγήσανδρος ἱστορεῖ ἐν Ἀστυπαλαίᾳ το‐ σοῦτον πλῆθος γενέσθαι λαγῶν, ὡς τοὺς Ἀστυπαλαιεῖς περὶ αὐτῶν μαν‐ τεύσασθαι, καὶ τὴν Πυθίαν εἰπεῖν κύνας τρέφειν καὶ κυνηγετεῖν· ἁλῶναί
20τε ἐν ἐνιαυτῷ πλείους τῶν ἑξακισχιλίων. ἐγένετο δὲ τὸ πλῆθος τοῦτο Ἀναφαίου τινὸς ἐμβαλόντος δύο λαγωοὺς εἰς τὴν νῆσον· ὡς καὶ πρότερον Ἀστυπαλαιέως τινὸς ἀφέντος δύο πέρδικας εἰς τὴν Ἀνάφην τοσοῦτον ἐγέ‐ νετο πλῆθος περδίκων ἐν τῇ Ἀνάφῃ ὡς κινδυνεῦσαι ἀναστάτους γενέσθαι τοὺς κατοικοῦντας. κατ’ ἀρχὰς δ’ ἡ Ἀστυπάλαια οὐκ εἶχε λαγώς, ἀλλὰ
25πέρδικας. πολύγονον δ’ ἐστὶν ὁ λαγώς· φησὶ γοῦν Ἡρόδοτος· ὁ λαγὼς ὑπὸ πάντων θηρεύεται, καὶ θηρίου καὶ ὄρνιθος καὶ ἀνθρώπου, οὕτω δή τι πο‐ λύγονόν ἐστιν, ἐπικυίσκει τε μόνον πάντων θηρίων καὶ τὸ μὲν δασὺ τῶν τέκνων ἐν τῇ γαστρί, τὸ δὲ ψιλόν, τὸ δὲ ἄρτι ἐν τῇσι μήτρῃσι πλάσ‐ σεται, τὸ δ’ ἐπαναίρεται. ὅτι ὁ κούνικλος, ὥς φησι Πολύβιος, πόρ‐
30ρωθεν ὁρώμενος εἶναι δοκεῖ λαγὼς μικρός· ὅταν δὲ εἰς τὰς χεῖρας λάβῃ τις, μεγάλην ἔχει διαφορὰν καὶ κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν βρῶσιν. γίνεται δὲ τὸ πλεῖστον κατὰ γῆς. καλοῦνται δέ τινες καὶ χελιδονίαι λαγωοί, ὥς φησι Δίφιλος. Θεόπομπος δέ φησι περὶ Βισαλτίαν γίνεσθαι λαγωοὺς δύο ἥπατα ἔχοντας.
35 πάλιν φροντιστὴν καὶ λογιστὴν τὸν Οὐλπιανὸν ὁ ῥήτωρ οὗτός φησιν. ὅτι ἐτυμώτερον τὸ σῦς μετὰ τοῦ ς· παρὰ τὸ σεύεσθαι γὰρ καὶ ὁρμητικῶς ἔχειν τὸ ζῷον εἴρηται. τέτριπται δὲ καὶ τὸ λέγειν ὗς, οἱ δὲ σῦν εἰρῆσθαι
οἱονεὶ θῦν, τὸν εἰς θυσίαν εὐθετοῦντα. ὅτι Σοφοκλῆς τὸ σύαγρον ἐπὶ κυνὸς19 in vol. 2.2

2,2

20

τάσσει ἀπὸ τοῦ σῦς ἀγρεύειν λέγων· σὺ δ’, ὦ Σύαγρε, Πολιωτικὸν βρέφος. παρὰ Ἡροδότῳ δὲ ὄνομα κύριον ὁ σύαγρος, παρ’ Ἀντιφάνει δὲ καὶ ἄλλοις πολλοῖς ἐπὶ συὸς ἀγρίου. φησὶν οὗτος ὁ ῥήτωρ· σύ, ὦ Οὐλπιανέ, οὐδενὸς μεταλαμβάνειν εἴωθας τῶν παρασκευαζομένων πρὶν μαθεῖν εἰ ἡ χρῆσις μὴ
5εἴη τῶν ὀνομάτων παλαιά. κινδυνεύεις οὖν ποτε διὰ ταύτας τὰς φροντίδας ὥσπερ ὁ Κῶος Φιλητᾶς ζητῶν τὸν καλούμενον ψευδολόγον τῶν λόγων διαλυθῆναι. ἰσχνὸς γὰρ πάνυ τὸ σῶμα διὰ τὰς ζητήσεις γενόμενος ἀπέθανεν, ὡς τὸ πρὸ τοῦ μνημείου αὐτοῦ ἐπίγραμμα δηλοῖ· ξεῖνε, Φιλητᾶς εἰμί. λόγων δ’ ὁ ψευδόμενός με ὤλεσε καὶ νυκτῶν φροντίδες ἑσπέριοι. ὅτι τὸν
10Καλυδώνιον σῦν λευκὸν τὸ χρῶμα ὁ Ῥηγῖνος ἱστορεῖ, καὶ ὅτι ἀσχέδωρον οἱ Σικελιῶται καλοῦσι τὸν σύαγρον. τὸ δὲ μαρτύριον παρ’ Αἰσχύλῳ· ἔδυ δ’ ἐς ἄντρον ἀσχέδωρος ὥς. καὶ παρὰ Σκίρᾳ Ἰταλῷ κωμωδῷ· ἔνθ’ οὔτε ποιμὴν ἀξιοῖ νέμειν βοτὰ οὔτ’ ἀσχέδωρος νεμόμενος καπρῴζεται. οὐδὲν δὲ θαυμαστὸν Αἰσχύλον ἐν Σικελίᾳ διατρίψαντα πολλαῖς κεχρῆσθαι φωναῖς
15Σικελικαῖς. ὅτι τὸ τοῦ αἰγὸς κρέας τροφιμώτατον· Κλειτόμαχος οὖν φησί τινα Θηβαῖον αὐλητὴν ὑπερβαλεῖν ἰσχύι τοὺς καθ’ ἑαυτὸν κρέασιν αἰγείοις χρώ‐ μενον. εὔτονοι γὰρ ἐντεῦθεν καὶ γλίσχροι χυμοὶ καὶ πολὺν χρόνον ὑπο‐ μένειν ἐν τοῖς ὄγκοις δυνάμενοι. ἐσκώπτετο δὲ ὁ ἀθλητὴς διὰ τὴν ἀπὸ τῶν
20ἱδρώτων δυσωδίαν. τὰ δ’ ὕεια καὶ ἄρνεια κρέα ἀδιαπόνητα ταῖς ἕξεσιν ὑπάρχοντα ῥᾷστα φθείρεται διὰ τὴν πιμελήν. φησί τις παρὰ Ἀντιφάνει· κρέα δὲ τίνος ἥδιστ’ ἂν ἐσθίοις; προβάτων μὲν οἷς ἔνι μήτ’ ἔρια μήτε τυρός. τῶν δὲ αἰγείων κατὰ ταὐτά, ἃ μὴ τυρὸν ποιεῖ. διὰ τὴν ἐπικαρπίαν γὰρ τῶν ἁδρῶν ἐσθίων τὰ φαυλότατα ἀνέχομαι. φησὶ δέ που παρὰ τῷ
25αὐτῷ καὶ ὁ κύκλωψ· τῶν χερσαίων δ’ ὑμῖν ἥξει ταυτί· βοῦς ἀγελαῖος, ταῦρος ὑληβάτας, αἲξ οὐρανία, κριὸς τομίας, κάπρος ἐκτομίας, ὗς οὐ τομίας, δέλφαξ, δασύπους, τυρὸς χλωρός, τυρὸς ξηρός, τυρὸς κοπτός, τυρὸς ξυστός, τυρὸς τμητός, τυρὸς πηκτός. Μνησίμαχος δὲ τοιαῦτα παρασκευάζει· βαῖν’ ἐκ θαλάμων κυπαρισσοτρόφων ἔξω, Μανῆ· στεῖχ’ εἰς ἀγορὰν τούς
30τε μαθητὰς τοὺς ὡραίους, οὓς ἀναβαίνειν ἐπὶ τοὺς ἵππους μελετᾷ Φείδων καὶ καταβαίνειν· οἶσθ’ οὓς φράζω; τούτοις τοίνυν ἄγγελλ’, ὁτιὴ ψυχρὸν τοὖψον, τὸ ποτὸν θερμόν, ξηρὸν φύραμ’, ἄρτοι ξηροί, σπλάχνα ὀπτᾶται, ἥρπασται, κρέα ἐξ ἅλμης ἐξῄρηται, τόμος ἀλλᾶντος, τόμος ἠνύστρου, χορδῆς ἕτερος, φύσκης ἕτερος διαλαιμοτομεῖται, κρατὴρ ἐξερροίβδητ’ οἴνου, πρό‐
35ποσις χωρεῖ, λείπεται κόρδαξ, πάντες ἔνδον, τὰ κάτωθεν ἄνω. μεμνῆσθἃ λέγω, πρόσεχ’ οἷς φράζω, χάσκεις αὐτός. βλέψον δεῦρ’ εἴ πως αὐτὰ φράσεις; αὐτίκ’ ἐρῶ σοι πάλιν ἐξ ἀρχῆς· ἥκειν ἤδη καὶ μὴ μέλλειν τῷ
τε μαγείρῳ μὴ λυμαίνεσθαι, ὡς τῶν ὄψων ἑφθῶν ὄντων, ὀπτῶν ὄντων,20 in vol. 2.2

2,2

21

ψυχρῶν ὄντων, καθ’ ἕκαστα λέγω· βολβός, ἐλαία, σκόροδον, καυλός, κο‐ λοκύντη, ἔτνος. καὶ μυρία τοιαῦτ’ εἰπὼν ἐπάγει· πᾶς δὲ κατ’ οἴκους μάττει, πέττει, τίλλει, κόπτει, εὕει, χαίρει, παίζει, πηδᾷ, δειπνεῖ, πίνει, σκιρτᾷ, λορδοῖ, κεντεῖ, βινεῖ. σεμναὶ δ’ αὐλῶν ἀγαναὶ φωναί, μολπά,
5κλαγγά, ὀσμὴ σεμνὴ μυκτῆρα δονεῖ λιβάνου, Σμύρνης, καλάμου, στύρακος, λίνδου, κίνδου, μίνθου· τοιάδε δόμους ὁμίχλη κατέχει πάντων ἀγαθῶν ἀνά‐ μεστος. ταῦτα δὲ πάντα ἡδίστην ἀκοὴν παρέχει τοῖς ὠσὶ μᾶλλον ἢ τῇ φάρυγγι. ὅτι παρὰ Ξανθίππῳ τῷ κωμικῷ μάγειρός τις τοιάδε ὠγκώσατο· Σόφων
10Ἀκαρνὰν καὶ Ῥόδιος Δαμόξενος ἐγένονθ’ ἑαυτῶν συμμαθηταὶ τῆς τέχνης· ἐδίδασκε δ’ αὐτοὺς Σικελιώτης Λάβδακος. οὗτοι τὰ μὲν παλαιὰ καὶ θρυλ‐ λούμενα ἀρτύματ’ ἐξήλειψαν ἐκ τῶν βιβλίων καὶ τὴν θυίαν ἠφάνισαν ἐκ τοῦ μέσου, οἷον λέγω κύμινον, ὄξος, σίλφιον, τυρόν, κορίαννον, οἷς ὁ Κρόνος ἀρτύμασιν ἐχρᾶτο. αὐτοὶ δ’ ἔλαιον καὶ λοπάδα καινήν, πάτερ, πῦρ τ’ ὀξὺ
15καὶ μὴ πολλάκις φυσώμενον ἐποίουν· ἀπὸ τούτου πᾶν τὸ δεῖπνον εὐπρεπές. οὗτοί τε πρῶτοι δάκρυα καὶ πταρμὸν πολὺν ἀπὸ τῆς τραπέζης καὶ σίαλον ἀπήγαγον, τῶν τε ἐσθιόντων ἀνεκάθηραν τοὺς πόρους. ὁ μὲν οὖν Ῥόδιος πιών τιν’ ἅλμην ἀπέθανε· παρὰ τὴν φύσιν γὰρ τὸ ποτὸν ἦν. μάλ’ εἰκότως. ὁ Σόφων δὲ πᾶσαν τὴν Ἰωνίαν ἔχει, ἐμὸς γενόμενος, ὦ πάτερ, διδάσκαλος,
20καὐτὸς φιλοσοφῶ καταλιπεῖν συγγράμματα σπεύδων ἐμαυτοῦ καινὰ τῆς τέχνης. γεύσω δ’, ἐὰν βούλησθε, τῶν εἰρημένων· οὐ ταῦτα προσάγω πᾶσιν ἀεὶ βρώματα, τεταγμένα εὐθύς ἐστί μοι πρὸς τὸν βίον· ἕτερ’ ἐστὶ τοῖς ἐρῶσιν καὶ τοῖς φιλοσόφοις καὶ τοῖς τελώναις. μειράκιον ἐρωμένην ἔχον τὴν παροῦσαν οὐσίαν κατεσθίει· τούτῳ παρέθηκα σηπίας καὶ τευθίδας καὶ τῶν
25πετραίων ἰχθύων τῶν ποικίλων ἐμβαμματίοις γλαφύροισι κεχορηγημένην. ὁ γὰρ τοιοῦτός ἐστιν οὐ δειπνητικός, πρὸς τῷ φιλεῖν δὲ τὴν διάνοιάν ἐστ’ ἔχων. τῷ φιλοσόφῳ παρέθηκα κωλέαν, πόδας· ἀδηφάγον τὸ ζῷον εἰς ὑπερ‐ βολήν ἐστι. τελώνῃ γλαῦκον, ἔγχελυν, σπάρον· ὅταν ἐγγὺς ἦν δ’ ὅδ’ ὕστερος, ἀρτύω φακῆν. τὰ τῶν γερόντων στόματα διαφόρως ἔχει, νωθρότατα πολλῷ
30δ’ ἐστὶν ἢ τὰ τῶν νέων. παρατίθημι σίναπι τούτοις καὶ ποιῶ χυλοὺς ἐχο‐ μένους δριμύτητος τὴν φύσιν, ἵνα διεγείρω. καὶ παρὰ Διονυσίῳ ἄλλος μάγειρός φησι· σκευάσαι μὲν ἢ τεμεῖν ἡδύσματα ἑψῆσαί τε καὶ φυσᾶν τὸ πῦρ ὁ τυχὼν δύναιτ’ ἂν ὀψοποιός, ὁ δὲ μάγειρος ἄλλο τι. συνιδεῖν τόπον, ὥραν, τὸν καλοῦντα, τὸν πάλιν δειπνοῦντα, πότε δεῖ τίν’ ἰχθὺν
35ἀγοράσαι. καὶ μετ’ ὀλίγα· ἡ μαγειρικὴ ὅρον οὐκ ἔσχηκεν, αὐτὴ δὲ αὑτῆς ἐστι δεσπότης. ἐὰν δὲ εὖ μὲν σὺ χρήσῃ τῇ τέχνῃ, τὸν τῆς τέχνης δὲ καιρὸν ἀπολέσῃς, παραπόλωλεν ἡ τέχνη. ἢ δρῶν τι φαίνου καινὸν παρὰ
τοὺς ἔμπροσθεν ἢ μὴ κόπτε με, φησί τις παρὰ τούτῳ τῷ ῥήτορι. τυραν‐21 in vol. 2.2

2,2

22

νικόν πού φησι τὴν φακῆν ὁ κωμικὸς Δημήτριος. ὅτι ἡ ῥοδουντία ἡ ῥοδωνία μαγειρικῶς καλουμένη λοπὰς τοιαύτη τις ἦν· ῥόδα τὰ εὐοσμότατα ἐν ἴγδῃ τρίψας ἐπέβαλον ἐγκεφάλους ὀρνίθων τε καὶ χοίρων ἑφθοὺς σφόδρα ἐξινια‐ σθέντας καὶ τῶν ᾠῶν τὰ χρυσᾶ, μεθ’ ἃ ἔλαιον, γάρον, πέπερι, οἶνον. καὶ
5ταῦτα διατρίψας ἐπιμελῶς ἐνέβαλον εἰς λοπάδα καινήν, ἁπαλὸν καὶ συνεχὲς διδοὺς τὸ πῦρ. καὶ ἅμα λέγων ὁ μάγειρος, φησὶν οὗτος ὁ ῥήτωρ, ἀναπετάσας τὴν λοπάδα τοσαύτην εὐωδίαν παρέσχε τῷ συμποσίῳ, ὡς εἰπεῖν τινα τῶν παρόντων· τοῦ καὶ κινυμένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ ἀυτμή.
10 ὅτι πισοῦ ὀσπρίου μνημονεύει που Εὔπολις. ὅτι φησί που Τίμων λα‐ βάργυρον ὡρολογητὴν τὸν ἐπὶ μισθῷ ὡρολογοῦντα. ὅτι Ἡγήμων ὁ Θάσιος ὁ τὰς παρῳδίας γράψας Φακῆ ἐπεκαλεῖτο. φησὶ γοῦν που αὐτός· ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη, χρυσῆν ῥάβδον ἔχουσα, καὶ ἤλασεν εἶπέ τε μῦθον· δεινὰ παθοῦσα, Φακῆ βδελυρή, χώρει εἰς τὸν ἀγῶνα.
15καὶ τότ’ ἐγὼ θάρσησα. εἰσῆλθε δέ ποτε εἰς θέατρον διδάσκων κωμῳδίαν λίθων ἔχων πλῆρες τὸ ἱμάτιον, οὓς βάλλων εἰς τὴν ὀρχήστραν διαπορεῖν ἐποίησε τοὺς θεατάς. καὶ ὀλίγον διαλιπὼν εἶπε· λίθοι μὲν οἵδε. βαλλέτω δ’ εἴ τις θέλει· φακῆ δὲ καὶ ἐν θέρει καὶ ἐν χειμῶνι ἀγαθόν. εὐδοκίμει δὲ μάλιστα ἐν ταῖς παρῳδίαις καὶ περιβόητος ἦν λέγων τὰ ἔπη πανούργως
20καὶ ὑποκριτικῶς καὶ διὰ τοῦτο σφόδρα παρ’ Ἀθηναίοις εὐδοκίμει. ἐν δὲ τῇ Γιγαντομαχίᾳ οὕτω σφόδρα τοὺς Ἀθηναίους ἐκήλησεν, ὡς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πλεῖστα αὐτοὺς γελάσαι, καίτοι ἀγγελθέντων αὐτοῖς ἐν τῷ θεάτρῳ τῶν περὶ Σικελίαν ἀτυχημάτων. οὐδεὶς οὖν ἀπέστη καίτοι σχεδὸν πᾶσι τῶν οἰκείων ἀπολωλότων. ἔκλαιον οὖν ἐγκαλυψάμενοι, οὐκ ἀνέ‐
25στησαν δ’ ἵνα μὴ γένωνται διαφανεῖς τοῖς ἀπὸ τῶν ἄλλων πόλεων θεωροῦσιν ἀχθόμενοι τῇ συμφορᾷ. διέμενον δ’ ἀκροώμενοι, καίτοι καὶ αὐτοῦ τοῦ Ἡγήμονος, ὡς ἤκουσε, σιωπᾶν διεγνωκότος. καθ’ ὃν δὲ χρόνον θαλασσο‐ κρατοῦντες Ἀθηναῖοι ἀνῆγον εἰς ἄστυ τὰς νησιωτικὰς δίκας γραψάμενός τις καὶ τὸν Ἡγήμονα δίκην ἤγαγεν εἰς Ἀθήνας. ὁ δὲ παραγενόμενος καὶ
30συναγαγὼν τοὺς περὶ Διονύσιον τεχνίτας προσῆλθε μετ’ αὐτῶν, Ἀλκιβιάδῃ βοηθεῖν ἀξιῶν. ὃ δὲ θαρρεῖν παρακελευσάμενος εἰπών τε πᾶσιν ἕπεσθαι ἧκεν εἰς τὸ Μητρῷον, ὅπου τῶν δικῶν ἦσαν αἱ γραφαί, καὶ βρέξας τὸν δάκτυλον ἐκ τοῦ στόματος διήλειψε τὴν δίκην τοῦ Ἡγήμονος. ἀγανακτοῦντες δ’ ὅ τε γραμματεὺς καὶ ὁ ἄρχων ἡσυχίαν ἦγον δι’ Ἀλκιβιάδην, φυγόντος
35δι’ εὐλάβειαν καὶ τοῦ τὴν δίκην γραψαμένου. ὅτι ἡ παροιμία ἡ λέγουσα Τηλεμάχου χύτρα τοιαύτη τίς ἐστιν· Ἀχαρνεὺς ἦν τῶν δήμων ὁ Τηλέμαχος, ὃς κυάμων χύτρας ἀεὶ σιτούμενος ἦν. φησί
που Ἡνίοχος ὁ κωμικός· ὅσῳ διαφέρει σῦκα καρδάμων, ὃς καὶ ἔτνους22 in vol. 2.2

2,2

23

κυαμίνου μέμνηται ὃ καὶ φυσᾶν τὴν γαστέρα φησίν. ὅτι ὃ ἡμεῖς ἐν τῇ συνηθείᾳ χέρνιβόν φαμεν παρ’ Ὁμήρῳ κεῖται, ὡς ἐν τῇ Ἰλιάδι· ἣ δὲ παρέστη χέρνιβον ἀμφίπολος πρόχοον θ’ ἅμα χερσὶν ἔχουσα. Ἀττικοὶ δὲ χερνίβιόν φασιν, ὡς Λυσίας· τοῖς χρυσοῖς χερνιβίοις καὶ θυμιατηρίοις.
5Εὔπολις δ’ ἐν Δήμοις χειρόνιπτρόν φησιν, Ἐπίχαρμος δὲ χειρόνιβα. ἡ πλείων δὲ χρῆσις κατὰ χειρὸς ὕδωρ εἴωθε λέγειν καὶ κατὰ χειρῶν. Ἀρι‐ στοφάνης δ’ ὁ γραμματικός φησι παρὰ τοῖς παλαιοῖς τὸ μὲν πρὸ ἀρίστου καὶ δείπνου λέγεσθαι κατὰ χειρὸς, τὸ δὲ μετὰ ταῦτα ἀπονίψασθαι. ἔοικε δὲ τοῦτο πεφυλαχέναι παρὰ Ἀττικοῖς, ἐπεί τοι Ὅμηρός πού φησι· νί‐
10ψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσε τράπεζαν. παρὰ δὲ τοῖς τραγικοῖς καὶ κωμικοῖς παροξυτόνως εὕρηται χερνίβα· Εὐριπίδης· εἰς χερνίβ’ ὡς βάψειεν Ἀλκμήνης γόνος. Εὔπολις· αὐτοῦ τὴν χερνίβα παύσεις. ἐστὶ δὲ ὕδωρ εἰς ὃ ἀπέβαπτον δαλόν, ἐκ τοῦ βωμοῦ λαμβάνοντες ἐφ’ οὗ τὴν θυσίαν ἐπε‐ τέλουν· καὶ τούτῳ περιρραίνοντες τοὺς παρόντας ἥγνιζον. χρὴ μέντοι προ‐
15παροξυτόνως προφέρεσθαι. τὰ γὰρ τοιάδε ῥηματικὰ σύνθετα εἰς ψ λήγοντα γεγονότα παρὰ τὸν παρακείμενον τὴν παραλήγουσαν τοῦ παρακειμένου φυλάττοντα ἔχοντά τε τοῦτον διὰ τῶν δύο μμ λεγόμενον, βαρύνονται, λέλειμμαι αἰγίλιψ, τέτριμμαι οἰκότριψ, κέκλεμμαι βοόκλεψ, κατῶβλεψ. δότω τις δεῦρ’ ὕδωρ καὶ σμῆμα, Ἀντιφάνης πού φησιν. ὅτι ἀπόνιπτρον
20ἐκάλουν τὸ τῶν χειρῶν καὶ τῶν ποδῶν ἀπόνιμμα. ἴσως δέ, φησίν, καὶ τὴν λεκάνην οὕτως ἔλεγον, ἐν ᾧ τρόπῳ καὶ χειρόνιπτρον. ἰδίως δὲ καλεῖται παρ’ Ἀθηναίοις ἀπόνιμμα ἐπὶ τῶν εἰς τιμὴν τοῖς νεκροῖς γινομένων καὶ ἐπὶ τῶν τοὺς ἐναγεῖς καθαιρόντων. Κλείδημος· ὄρυξαι βόθρυν πρὸς ἑσπέραν τοῦ σήματος. ἔπειτα παρὰ τὸν βόθυνον πρὸς ἑσπέραν βλέπε, ὕδωρ κατάχεε
25λέγων τάδε ὑμῖν ἀπόνιμμα οἷς χρὴ καὶ οἷς θέμις. ὅτι χειρόμακτρον καλεῖται ᾧ τὰς χεῖρας ἀπεμάττοντο ὠμολίνῳ, ὃ Φιλόξενος ὁ Κυθήριος ἔκτριμμα ἐκάλεσεν. ὅτι Κύανθον τὸν Πύλητος ἄκων Ἡρακλῆς ἀνεῖλεν οἰνοχοοῦντα αὐτῷ, ᾧ καὶ τέμενος πρὸς Ἡρακλέους ἀνεῖται οἰνοχόου λεγό‐ μενον, ὡς Νίκανδρος ἱστορεῖ. καὶ Ἀρχίαν δὲ ἢ Χερίαν κονδύλῳ ἀπέκτεινε
30παῖδα διδόντα αὐτῷ κατὰ χειρὸς ὕδωρ τῷ χερνιβίῳ ῥάναντα.23 in vol. 2.2

2,2

24

Φησὶ περὶ Ἡρακλέους Ἐπίχαρμος· πρῶτα μὲν αἴ κ’ ἔσθοντα ἴδῃς νιν, ἀποθάνῃς. βρέμει μὲν ὁ φάρυγξ ἔνδοθ’, ἀραβεῖ δ’ ἁ γνάθος, ψοφεῖ δ’ ὁ γομφίος, τέτριγ ὁ κυνόδων, σίζει δὲ ταῖς ῥίνεσσι, κινεῖ δ’ οὔατα. Ἴων δέ φησι περὶ Ἡρακλέους παίζων ὅτι κατέπινε καὶ τὰ κάλα καὶ τοὺς
5ἄνθρακας. ἀνάκειται δὲ αὐτῷ τῶν ὀρνέων ὁ λάρος ὁ προσαγορευόμενος βου‐ φάγος. εἰσάγεται δὲ Ἡρακλῆς καὶ Λεπρεῖ περὶ πολυφαγίας ἐρίζων καὶ νενίκηκεν. ὅτι Ζηνόδοτός φησι Καύκωνος τοῦ Ποσειδῶνος γενέσθαι τὸν Λεπρέα, ὃν κελεῦσαι τὸν Ἡρακλέα δεθῆναι, ὅτε Αὐγέαν τὸν μισθὸν ἀπῄτει. Ἡρακλῆς δὲ ἐκτελέσας τοὺς ἄθλους ἔρχεται ἐπὶ Καύκωνας καὶ δεηθείσης
10Ἀστυδαμείας διαλύεται πρὸς Λεπρέα. εἶτα ὁ Λεπρεὺς Ἡρακλεῖ ἐρίζει δίσκῳ καὶ ὕδατος ἀντλῆσαι καὶ ὅστις ἀναλώσει θᾶττον ταῦρον, καὶ λείπεται πάντα. εἶτα θωρηχθεὶς προκαλεῖται Ἡρακλέα καὶ θνῄσκει ἐν τῇ μάχῃ. Μᾶτρις δ’ ἐν τῷ Ἡρακλέους ἐγκωμίῳ καὶ εἰς πολυποσίαν φησὶ τὸν Ἡρακλέα προκληθῆναι ὑπὸ Λεπρέως καὶ ἡττηθῆναι. ὅτι τὸν Ὀδυσσέα ἐν πολλοῖς
15Ὅμηρος πολυφάγον καὶ λαίμαργον παραδίδωσιν ὡς ἐν τῷ· ἀλλ’ ἐμὲ μὲν δορπῆσαι ἐάσατε· καὶ ἑξῆς. ὑπερβάλλει γὰρ τῇ λαιμαργίᾳ οὐκ ἐν δέοντι περὶ γαστρὸς γνωμολογῶν, ὃν ἐχρῆν, εἰ καὶ ἐλίμωττε, διακαρτερεῖν ἢ μετριάζειν τὰ περὶ τὴν τροφήν. καὶ ἐν οἷς φησι· πένθος μὲν ἔχω ἐνὶ φρεσίν· ἣ δὲ μάλ’ αἰεὶ ἐσθέμεναι κέλεται καὶ τὰ ἑξῆς. ταῦτα γὰρ οὐδ’ ἂν
20ἐκεῖνος ὁ Σαρδανάπαλος εἰπεῖν ποτ’ ἂν ἐτόλμησεν. γέρων τε ὢν ἤσθιεν ἁρπαλέως κρέα τ’ ἄσπετα καὶ μέθυ ἡδύ. ὅτι Θεαγένης ὁ Θάσιος ἀθλη‐ τὴς ταῦρον μόνος κατέφαγεν, ὃς καί φησι παρὰ Ποσειδίππῳ· ἔφαγόν ποτε Μῃόνιον βοῦν· πάτρη γὰρ βρώμην οὐκ ἂν ἐπέσχε Θάσος. Μίλων δ’ ὁ Κροτωνιάτης ἤσθιε μνᾶς κρεῶν εἴκοσι καὶ τοσαύτας ἄρτων οἴνου τε τρεῖς
25χοᾶς ἔπινεν. ἐν δ’ Ὀλυμπίᾳ ταῦρον ἀναθέμενος τοῖς ὤμοις τετραέτη καὶ τοῦτον περιενέγκας τὸ στάδιον μετὰ ταῦτα δαιτρεύσας μόνος αὐτὸν κατέ‐ φαγεν ἐν μιᾷ ἡμέρᾳ, περὶ οὗ ὁ Δωριεύς φησιν· ὃν ἐπόμπευσε βοῦν εἰς κρέα τόνδε κόψας πάντα κατ’ οὖν μοῦνος ἐδαίσατό νιν. καὶ Τίτορμος δὲ ὁ Αἰτωλὸς διηριστήσατο αὐτῷ βοῦν. Ἀστυδάμας δ’ ὁ Μιλήσιος τρὶς
30Ὀλύμπια νικήσας παγκράτιον, κληθείς ποτε ἐπὶ δεῖπνον ὑπὸ Ἀριοβαρζάνου καὶ ἀφικόμενος ὑπέσχετο φαγεῖν πάντα τὰ πᾶσιν, ἦσαν δὲ ἐννέα ὥς τινες, παρασκευασθέντα καὶ κατέφαγε. τοῦ Πέρσου δ’ αὐτὸν ἀξιώσαντος ἄξιόν τι
ποιῆσαι κατὰ τὴν ἰσχὺν φακὸν τῆς κλίνης περίχαλκον ὄντα κλάσας24 in vol. 2.2

2,2

25

ἐξέτεινε μαλάξας. τελευτήσαντος δ’ αὐτοῦ καὶ κατακαυθέντος οὐκ ἐχώρησε μία ὑδρία τὰ ὀστέα, μόλις δὲ δύο. πάντες δὲ κοινῶς οἱ ἀθλοῦντες μετὰ τῶν γυμνασμάτων καὶ ἐσθίειν πολλὰ διδάσκονται. φησὶ γοῦν Εὐρι‐ πίδης· κακῶν γε ὄντων μυρίων καθ’ Ἑλλάδα, οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν
5γένους· οἳ πρῶτα μὲν ζῆν οὔτε μανθάνουσιν εὖ οὔτ’ ἂν δύναιντο· πῶς γάρ, ὅστις ἔστ’ ἀνὴρ γνάθου τε δοῦλος νηδύος θ’ ἡσσημένος, κτήσαιτ’ ἂν ὄλβον εἰς ὑπερβολὴν πατρός; οὐδ’ αὖ πένεσθαι καὶ ξυνηρετμεῖν τύχαις οἷοί τ’· ἔθη γὰρ οὐκ ἐθισθέντες καλὰ σκληρῶς διαλλάσσουσιν εἰς τἀμήχανα. λαμπροὶ δ’ ἐν ἅβῃ καὶ πόλεως ἀγάλματα φοιτῶς’· ὅταν δὲ προσπέσῃ γῆρας πικρόν,
10τρίβωνες ἐκβαλόντες οἴχονται κρόκας. ἐμεμψάμην δὲ καὶ τὸν Ἑλλήνων νόμον, οἳ τῶνδ’ ἕκατι σύλλογον ποιούμενοι τιμῶς’ ἀχρείους ἡδονὰς δαιτὸς χάριν. τί γὰρ παλαίσας εὖ, τί δ’ ὠκύπους ἀνὴρ ἢ δίσκον ἄρας ἢ γνάθον παίσας καλῶς πόλει πατρῴᾳ στέφανον ἤρεσκε λαβών; πότερα μαχοῦνται πολεμίοισι δίσκους ἔχοντες; ἢ δι’ ἀσπίδων χερὶ θείνοντες ἐκβαλοῦσι πολε‐
15μίους πάτρας; ὅλως δὲ τὰ τῶν ἀθλητῶν οὐ πιαίνει μυχοὺς πόλεως. ὥς φησι Ξενοφάνης ὁ Κολοφώνιος. ὅτι Ἡράκλειτος Ἑλένην φησί τινα γυ‐ ναῖκα πλεῖστα βεβρωκέναι. Ποσείδιππος δὲ Φυρόμαχον πάντα φαγεῖν βορόν φησιν. ὅτι φησὶν Ἡρόδωρον τὸν Μεγαρέα σαλπιγκτὴν γενέσθαι τὸ μὲν μέγεθος πηχῶν τριῶν καὶ ἡμίσους, εἶναι δὲ καὶ τὰς πλευρὰς ἰσχυρόν·
20ἐσθίειν δὲ ἄρτων μὲν χοίνικας ἕξ, κρεῶν δὲ λίτρας εἴκοσιν οἵων ἂν εὑρήκει, πίνειν δὲ χοᾶς δύο καὶ σαλπίζειν ἅμα σάλπιγξι δυσί. κοιμᾶσθαι δὲ ἔθος εἶχεν ἐπὶ λεοντῆς μόνης. ἐσήμαινε δὲ σαλπίζων μέγιστον. Ἄργος οὖν πο‐ λιορκοῦντος Δημητρίου τοῦ Ἀντιγόνου, οὐ δυναμένων τῶν στρατιωτῶν τὴν ἑλέπολιν προσαγαγεῖν τοῖς τείχεσι διὰ τὸ βάρος, ταῖς δύο σάλπιγξι ση‐
25μαίνων ὑπὸ τῆς ἁδρότητος τοῦ ἤχου τοὺς στρατιώτας ἠνάγκασε προθυμη‐ θέντας προσαγαγεῖν τὴν μηχανήν. ἐνίκησε δὲ τὴν περίοδον δεκάκις. καὶ γυνὴ δὲ ἐσάλπισεν Ἀγλαὶς ἡ Μεγακλέους ἐν τῇ πρώτῃ ἀχθείσῃ πομπῇ ἐν Ἀλεξανδρείᾳ τὸ πομπικόν, περιθέτην ἔχουσα καὶ λόφον ἐπὶ τῆς κε‐ φαλῆς. ἤσθιε δὲ καὶ αὐτὴ λίτρας κρεῶν δώδεκα, ἄρτων δὲ χοίνικας τέσ‐
30σαρας καὶ ἔπινεν οἴνου χοᾶ. Λιτυέρσας δὲ υἱὸς Μίδου νόθος, Κελαινῶν τῶν ἐν Φρυγίᾳ βασιλεύς, ἄγριος ἰδέσθαι καὶ ἀνήμερος ἄνθρωπος, ἀδηφάγος ἦν ἰσχυρῶς. φησὶ γοῦν περὶ αὐτοῦ Σωσίθεος· ἔσθει μὲν αὐτὸς τρεῖς ὄνους κανθηλίους τρὶς τῆς βραχείας ἡμέρας· πίνει δ’ ἕνα καλὸν μετρητήν. περὶ τοιούτου καὶ Στράττις φησίν· ἐγὼ κατεσθίω μόλις τῆς ἡμέρας πένθ’ ἡμι‐
35μέδιμνα. ὡς ὀλιγόσιτος ἦσθ’ ἄρα, ὃς κατεσθίεις τῆς ἡμέρας μακρᾶς τριή‐ ρους σιτία. Ξάνθος δὲ Κάμβλητά φησι τὸν Λυδῶν βασιλέα πολυφάγον γενέσθαι καὶ πολυπότην, ἔτι δὲ γαστρίμαργον. τοῦτόν ποτε νυκτὸς τὴν
ἑαυτοῦ γυναῖκα κατακρεουργήσαντα φαγεῖν. ἔπειτα πρωὶ εὑρόντα τὴν χεῖρα25 in vol. 2.2

2,2

26

τῆς γυναικὸς ἐνοῦσαν ἐν τῷ στόματι ἑαυτὸν ἀποσφάξαι, περιβοήτου τῆς πράξεως γενομένης. Ἀρχίλοχος δὲ Χαρίλαν εἰς τὰ ὅμοια διαβέβληκεν, ὡς οἱ κωμῳδιοποιοὶ Κλεώνυμον καὶ Πείσανδρον. Φοινικίδης δὲ περὶ Χαιρίππου φησίν· οὗτος, ὥσπερ οἶδας, ἐσθίει μέχρις ἂν διδῷ τις ἢ λάθῃ
5διαρραγείς. τοιοῦτ’ ἔχει ταμεῖον ὥσπερ οἰκίας. Νικόλαος δέ φησι Μιθριδάτην τὸν Ποντικὸν βασιλέα προτιθέντα ἀγῶνα πολυφαγίας καὶ πο‐ λυποσίας (ἦν δὲ τὸ ἆθλον τάλαντον ἀργυρίου) ἀμφότερα νικῆσαι. τοῦ μέντοι ἄθλου ἐκστῆναι τῷ μετ’ αὐτὸν κριθέντι Καλαμόδρυι Κυζικηνῷ ἀθλητῇ. ἐπὶ Τιμοκρέοντι δὲ τῷ Ῥοδίῳ ποιητῇ καὶ ἀθλητῇ ἐπίγραμμά ἐστι τόδε·
10πολλὰ πιὼν καὶ πολλὰ φαγὼν καὶ πολλὰ κάκ’ εἰπὼν ἀνθρώπους κεῖμαι Τιμοκρέων Ῥόδιος. Θρασύμαχος δέ φησι τοῦτον τὸν Τιμοκρέοντα ὡς μέγαν βασιλέα ἀφικόμενον καὶ ξενιζόμενον παρ’ αὐτῷ πολλὰ ἐμφορεῖσθαι. πυ‐ θομένου δὲ τοῦ βασιλέως ὅ τι ἀπὸ τούτων ἐργάζοιτο, εἶπε· Περσῶν ἀνα‐ ριθμήτους συγκόψειν. καὶ τῇ ὑστεραίᾳ πολλοὺς καθ’ ἕνα νικήσας μετὰ
15τοῦτ’ ἐχειρονόμησε. πυνθανομένου δὲ τὴν πρόφασιν ἀπολείπεσθαι ἔφη το‐ σαύτας, εἰ προσίῃ τις, πληγάς. Κλέαρχος δὲ Καντιβάριν φησὶ τὸν Πέρσην, ὁπότε κοπιάσειε τὰς σιαγόνας ἐσθίων, κεχηνότι καθάπερ εἰς ἄψυχον ἀγγεῖον εἰσαντλεῖν τὴν τροφὴν τοὺς οἰκείους. Ἑλλάνικος δ’ Ἐρυσίχθονα τὸν Μυρμιδόνος φησίν, ὅτι ἄπληστος βορᾶς, Αἴθωνα κληθῆναι. Πολέμων
20δέ φησιν ἐν Σικελίᾳ Ἀδηφαγίας ἱερὸν εἶναι καὶ Σιτοῦς Δήμητρος, ἐν δὲ Σκώλῳ τῷ Βοιωτιακῷ Μεγαλάρτου καὶ Μεγαλομάζου. Ἀλκμὰν δ’ ὁ ποιητὴς ἑαυτὸν ἀδηφάγον καὶ παμφάγον καλεῖ. Ἀναξίλας δὲ περὶ Κτησίου τινός φησιν· ᾧ καὶ Κραναόν τινα συγκαταλέγει· δείπνου γὰρ οὗτος ἀρχήν, τελευτὴν δ’ ἔμαθεν οὐδεπώποτε. καὶ Φιλέταιρος δὲ περὶ τοῦ
25αὐτοῦ φησι· κἂν δέῃ, τροχάζω στάδια πλείω Σωτάδου, τὸν Ταυρίτην δὲ τοῖς πόνοις ὑπερβαλῶ τὸν Κτησίαν τε τῷ φαγεῖν ὑπερδραμῶ. Ἀνάξ‐ ιππος δὲ περὶ Δαμίππου φησίν· ὁρῶ γὰρ ἐκ παλαίστρας τῶν φίλων προσιόντα μοι Δάμιππον. τοῦτον λέγεις τὸν πέτρινον; τοῦτον οἱ φίλοι καλοῦσί σοι νυνὶ δι’ ἀνδρίαν Κεραυνόν. εἰκότως· ἀβάτους ποιεῖν γὰρ τὰς
30τραπέζας οἴομαι αὐτὸν κατασκήπτοντ’ αὐταῖς τῇ γνάθῳ. Θεόφιλος δέ φησιν· Ἀτρεστίδας τις Μαντινεὺς λοχαγὸς ἦν, ἀνδρῶν ἁπάντων πλεῖστον δυνάμενος φαγεῖν. καὶ ἔθνη δὲ ὅλα εἰς πολυφαγίαν ἐκωμωδεῖτο, ὡς τὸ Βοιώτιον, περὶ ὧν Εὔβουλός φησι· πονεῖν ἄμμες καὶ φαγεῖν ἀνδρικοί. καὶ πάλιν· κτίζω Βοιωτῶν πόλιν, ἀνδρῶν ἀρίστων ἐσθίειν δι’ ἡμέρας. καὶ πάλιν·
35οὕτω σφόδρ’ ἐστὶ τοῖς τρόποις Βοιώτιος ὥστ’ οὐδὲ δειπνῶν, ὡς λέγους’, ἐμπίμπλαται. πάλιν· μετὰ ταῦτα Θήβαζ’ ἦλθον, οὗ τὴν νύχθ’ ὅλην τήν θ’ ἡμέραν δειπνοῦσιν. Ἐρατοσθένης δέ φησιν Πέμπελον ἐρωτηθέντα τί αὐτῷ
δοκοῦσιν εἶναι Βοιωτοὶ εἰπεῖν· τί γὰρ ἄλλο ἢ τοιαῦτα ἐλάλουν, οἷα ἂν καὶ26 in vol. 2.2

2,2

27

τὰ ἀγγεῖα φωνὴν λαβόντα, πόσον ἕκαστος χωρεῖ. Πολύβιος δέ φησιν ὅτι οἱ Βοιωτοὶ μεγάλην δόξαν λαβόντες κατὰ τὰ Λευκτρικὰ κατὰ μικρὸν ἀνέπεσον ταῖς ψυχαῖς καὶ ὥρμησαν ἐπ’ εὐωχίας καὶ μέθας. ἐμέριζον οὖν τοῖς συσσιτίοις τὸ πλέον μέρος τῆς οὐσίας, καὶ πολλοὺς εἶναι Βοιωτῶν οἷς ὑπῆρχε δειλινὰ τοῦ
5μηνὸς πλείω τῶν εἰς τὸν μῆνα διατεταγμένων ἡμερῶν. διὸ Μεγαρεῖς μισήσαντες αὐτῶν τὴν τοιαύτην κατάστασιν ἀπένευσαν εἰς τοὺς Ἀχαιούς. καὶ Φαρσάλιοι δὲ κωμῳδοῦνται ὡς πολυφάγοι. Μνησίμαχος οὖν φησι· τῶν Φαρσαλίων ἥκει τις ἵνα τὰς τραπέζας καταφάγῃ; οὐδεὶς πάρεστι. εὖ γε δρῶντες. ἆρά που ὀπτὴν κατεσθίουσι πόλιν Ἀχαικήν; καὶ Θετταλοὶ δὲ ὡς πολυφάγοι διε‐
10βάλλοντο, ὡς Κράτης· τριπήχη Θετταλικῶς τετμημένα. τοῦτο δ’ εἶπεν ὡς τῶν Θετταλῶν μεγάλα κρέα τεμνόντων. καὶ Φιλέταιρος· καὶ χειροβαρὲς σαρκὸς ὑείας Θετταλότμητον κρέας. καὶ Θετταλικὴν δὲ ἔνθεσίν φασιν τὴν μεγάλην. Ἀριστοφάνης δὲ τὰ Λυδῶν δεῖπνά φησι καὶ τὰ Θετταλῶν καὶ τὰ Θετταλικὰ μὲν πολὺ καπανικώτερα. οἷον τὰ ἁμαξιαῖα. Θετταλοὶ
15γὰρ τὰς ἀπήνας καπάνας ἔλεγον. Αἰγυπτίους δὲ Ἑκαταῖος ἀρτοφά‐ γους φησὶν εἶναι. Ἄλεξις δὲ μετρίᾳ κεχρῆσθαί φησι τροφῇ Βόκχωριν καὶ τὸν πατέρα αὐτοῦ Νεόχαβιν. καὶ Πυθαγόρας δ’ ὁ Σάμιος μετρίᾳ τροφῇ ἐχρῆτο, οὐκ ἀπείχετο δὲ ἐμψύχων, ὡς Ἀριστόξενος εἴρηκεν. Ἀπολλόδωρος δὲ καὶ θῦσαί φησιν αὐτὸν ἑκατόμβην ἐπὶ τῷ εὑρηκέναι ὅτι τριγώνου ὀρθο‐
20γωνίου τὴν ὀρθὴν γωνίαν ἡ ὑποτείνουσα ἴσον δύναται ταῖς περιεχούσαις· ἡνίκα Πυθαγόρης τὸ περικλεὲς εὕρατο γράμμα, κλεινὸς ἐφ’ ᾧ κλεινὴν ἤγαγε βουθυσίην. ἦν δὲ καὶ ὀλιγοπότης καὶ εὐτελέστατα διεβίου, ὡς καὶ πολλάκις μέλιτι μόνῳ ἀρκεῖσθαι. τὰ παραπλήσια δ’ ἱστορεῖται καὶ περὶ Ἀρι‐ στείδου καὶ Ἐπαμεινώνδου καὶ Φωκίωνος καὶ Φορμίωνος τῶν στρατηγῶν.
25Μαίνιος δὲ Κουρίων ὁ Ῥωμαίων στρατηγὸς ἐπὶ γογγυλίσι διεβίω πάντα τὸν χρόνον· καὶ Σαβίνων αὐτῷ πολὺ χρυσίον προσπεμπόντων οὐκ ἔφη δεῖσθαι χρυσίου, ἕως ἂν τοιαῦτα δειπνῇ. τοῖς ὑπερβάλλουσι δαπάνη πρόσεστι, ἡδονὴ δ’ οὐδ’ ἡτισοῦν, φησὶν Ἄλεξις. καὶ πάλιν· ὡς ἡδὺ πᾶν τὸ μέτριον· οὔθ’ ὑπεργέμων ἀπέρχομαι νῦν οὔτε κενός, ἀλλ’ ἡδέως ἔχων
30ἐμαυτοῦ. καὶ Μνησίθεος· δεῖ φεύγειν ἁπάντων τὰς ὑπερβολὰς ἀεί. Πολέμων δὲ ὁ Ἀκαδημαικὸς παρῄνει τοῖς ἐπὶ δεῖπνον πορευομένοις φροντίζειν ὅπως ἡδὺν πότον ποιῶνται μὴ μόνον εἰς τὸ παρόν, ἀλλὰ καὶ εἰς τὴν αὔριον. Τιμόθεος δ’ ὁ Κόνωνος ἐκ τῶν πολυτελῶν καὶ στρατηγικῶν δείπνων παρα‐ ληφθεὶς ὑπὸ Πλάτωνος εἰς τὸ ἐν Ἀκαδημίᾳ συμπόσιον καὶ ἑστιαθεὶς ἀφελῶς
35καὶ μουσικῶς ἔφη ὡς οἱ παρὰ Πλάτωνι δειπνοῦντες καὶ τῇ ὑστεραίᾳ καλῶς γίνονται. καὶ Πλάτωνι δὲ τηνικαῦτα ἀπαντήσας, ὥς φησιν Ἡγήσανδρος, εἶπεν· ὑμεῖς, ὦ Πλάτων, εὖ δειπνεῖτε μᾶλλον εἰς τὴν ὑστεραίαν ἢ τὴν
παροῦσαν ἡμέραν. Πύῤῥων δ’ ὁ Ἠλεῖος τῶν γνωρίμων τινὸς αὐτὸν ὑποδε‐27 in vol. 2.2

2,2

28

ξαμένου πολυτελῶς, εἰς τὸ λοιπόν, εἶπεν, οὐχ ἥξω πρὸς σέ, ἂν οὕτως ὑποδέχῃ, ἵνα μήτε ἐγὼ σὲ ἀηδῶς ὁρῶ καταδαπανώμενον οὐκ ἀναγκαίως μήτε σὺ θλιβόμενος κακοπαθῇς. Ἀντίγονος δὲ τὴν τοῦ παρὰ Μενεδήμῳ τῷ φιλοσόφῳ συμποσίου διάταξιν διηγούμενός φησιν ὅτι ἠρίστα μὲν δεύ‐
5τερος ἢ τρίτος καθ’ αὑτὸν καὶ ἔδει καὶ τοὺς λοιποὺς παρεῖναι δεδειπνηκότας. ἦν γὰρ τὸ τοῦ Μενεδήμου τοιοῦτον ἄριστον. μετὰ ταῦτα εἰσεκάλουν τοὺς παραγενομένους· ὧν ὅτε προτερήσειαν ἔνιοι τῆς ὥρας, ἀνακάμπτοντες παρὰ τὰς θύρας ἐπυνθάνοντο τῶν ἐξιόντων παίδων, τί τὸ παρακείμενον εἴη καὶ πῶς ἔχει τῆς τοῦ χρόνου συμμετρίας τὸ ἄριστον. ὅτε μὲν οὖν ἀκούσειαν
10λάχανον ἢ τάριχος, ἀνεχώρουν, ὅτε δ’ ὅτι κρεᾴδιον, ἐσῄεσαν εἰς τὸν ἐπὶ τοῦτο παρεσκευασμένον οἶκον. ἦν δὲ τοῦ μὲν θέρους ἡτοιμασμένη ψίαθος ἐφ’ ἑκάστης κλίνης, τοῦ δὲ χειμῶνος κώδιον· προσκεφάλαιον δὲ αὐτὸν φέρειν ἕκαστον ἔδει. τὸ δὲ περιαγόμενον ποτήριον οὐ μεῖζον κοτυλιαίου, τράγημα δὲ θέρμος μὲν ἢ κύαμος συνεχῶς, ποτὲ δὲ καὶ τῶν ὡρίων εἰσε‐
15φέρετό τι, τοῦ μὲν θέρους ἄπιος ἢ ῥόα, τοῦ δὲ ἔαρος ὦχροι, κατὰ δὲ τὴν χειμερινὴν ὥραν ἰσχάδες. παρὰ γοῦν Λυκόφρονι τῷ Χαλκιδεῖ σάτυρος πρὸς τοὺς σιληνούς φησιν· παῖδες κρατίστου παιδὸς ἐξωλέστατοι, ἐγὼ μὲν ὑμῖν, ὡς ὁρᾶτε, στρηνιῶ· δεῖπνον γὰρ οὔτ’ ἐν Καρίᾳ, μὰ τοὺς θεούς, οὔτ’ ἐν Ῥόδῳ τοιοῦτον οὔτ’ ἐν Λυδίᾳ κατέχω δεδειπνηκώς. Ἄπολλον, ὡς καλόν.
20ἀλλὰ κυλίκιον ὑδαρὲς ὁ παῖς περιῆγε τοῦ πεντωβόλου, ἀτρέμα παρεξεστηκός· ὅ τ’ ἀλιτήριος Μενέδημος ἐξεχόρευε. ἑξῆς δὲ ζητήσεις, φησίν, ἦσαν παρὰ πότον· τράγημα γὰρ ὁ σωφρονιστὴς πᾶσιν ἐν μέσῳ λόγος. πολλάκις δὲ συνόντας αὐτοὺς ἐπὶ πλεῖον ὄρνις κατελάμβανε τὴν ἕω καλῶν, τοῖσι δὲ οὐδέπω κόρος. Ἀρκεσίλαος ἑστιῶν τινας, ἐλλιπόντων τῶν ἄρτων, νεύσαντος
25τοῦ παιδὸς ὡς οὐκ ἔτ’ εἰσίν, ἀνακαγχάσας καὶ τὼ χεῖρε συγκροτήσας· οἷόν τι, ἔφη, τὸ συμπόσιον ἡμῶν ἐστιν, ἄνδρες φίλοι· ἄρτους ἐπιλελήσμεθ’ ἀρκοῦντας πρίασθαι. τρέχε δή, παῖ. καὶ τοῦτο ἔλεγεν αὐτὸς γελῶν· καὶ τῶν παρόντων δ’ ἅθρους ἐξεχύθη γέλως καὶ διαγωγὴ πλείων ἐνέπεσε καὶ διατριβή, ὥστε ἥδυσμα γενέσθαι τῷ συμποσίῳ τὴν τῶν ἄρτων ἔνδειαν.
30ἄλλοτε δὲ Ἀπελλῇ τῷ γνωρίμῳ προστάξας καθυλίσαι τὸν οἶνον, ἐπεὶ διὰ τὴν ἀπειρίαν ἐκεῖνος τὰ μὲν ἐτάραττε, τὰ δ’ ἐξέχει καὶ πολὺ θολώτερος ἐφαίνετο ὁ οἶνος, ὑπομειδιάσας ἔφη· ἐγὼ δὲ καθυλίσαι προσέταξα ἀνθρώπῳ μηδὲν ἑωρακότι ἀγαθὸν ὥσπερ οὐδ’ ἐγώ. ἀνάστηθι οὖν σύ, Ἀρίδικες· σὺ δὲ ἀπελθὼν τὰ ἑκτὰ τρύπα. ταῦτα δ’ οὕτως εὔφραινε καὶ ἐξιλάρου τοὺς
35παρόντας ὡς εὐθυμίας πληροῦσθαι. οἱ δὲ νῦν συνάγοντες τὰ δεῖπνα καὶ μάλιστα οἱ ἀπὸ τῆς καλῆς Ἀλεξανδρείας βοῶσι, κεκράγασι, βλασφημοῦσι τὸν οἰνοχόον, τὸν διάκονον, τὸν μάγειρον· κλαίουσι δ’ οἱ παῖδες τυπτόμενοι
κονδύλοις ἄλλος ἄλλοθεν. καὶ οἱ κεκλημένοι μετὰ πάσης ἀηδίας δειπνοῦσιν,28 in vol. 2.2

2,2

29

ἀλλὰ κἂν τύχῃ θυσία τις οὖσα, παρακαλυψάμενος ὁ θεὸς οἰχήσεται κα‐ ταλιπὼν οὐ μόνον τὸν οἶκον, ἀλλὰ καὶ τὴν πόλιν ἅπασαν. γελοῖον γάρ ἐστιν εὐφημίαν κηρύξαντα καταρᾶσθαι τῇ γυναικὶ καὶ τοῖς τέκνοις. καὶ τοῖς δειπνοῦσι δ’ ἂν εἴποι ὁ τοιοῦτος· νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον, ἵνα ξυν‐
5άγωμεν Ἄρηα. τῷ γὰρ τοιούτῳ ὁ οἶκος ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων. ἀτελὲς δεῖπνον οὐ ποιεῖ παροινίαν, Ἄμφις φησίν. φησὶν Ἄλεξις· φιλεῖ ἡ μακρὰ συνουσία καὶ τὰ συμπόσια τὰ πολλὰ καὶ καθ’ ἡμέραν ποιεῖν σκῶψιν, ἡ σκῶψις δὲ λυπεῖ πλέον ἢ τέρπει πολύ. τοῦ κακῶς γὰρ λέγειν ἀρχὴ γίνεται· ἂν δ’ εἴπῃς ἅπαξ, εὐθὺς
10ἀντήκουσας· ἤδη λοιδορεῖσθαι λείπεται, εἶτα τύπτεσθαι. Φιλιππίδης δὲ παράγει που συμπόσιον πολέμου παρασκευὴν ἐπαγγελλόμενον διὰ τὸν ὑπερβάλλοντα κόρον· ἆρ’ οἶσθ’ ὁτιὴ πρὸς ἄνδρας ἐστί σοι μάχη, οἳ τὰ ξίφη δειπνοῦμεν ἠκονημένοι, ὄψον δὲ δᾷδας ἡμμένας καταπίνομεν; ἐντεῦθεν εὐθὺς ἐπιφέρει τραγήματα ἡμῖν ὁ παῖς μετὰ δεῖπνον ἀκίδας
15Κρητικάς, ὥσπερ ἐρεβίνθους, δορατίων τε λείψανα κατεαγότα, ἀσπίδας δὲ προσκεφάλαια καὶ θώρηκας ἔχομεν, πρὸς ποδῶν δὲ σφενδόνας καὶ τόξα, καταπέλταις δ’ ἐστεφανώμεθα. καὶ ὁ Κολοφώνιος δὲ Φοῖνίξ φησιν· Νίνου κάδοι μάχαιρα καὶ κύλιξ αἰχμή, κόμη δὲ τόξα, δήιοι δὲ κρατῆρες, ἵπποι δ’ ἄκρητος καὶ ἀλαλὴ μύρον. Ἄλεξις δὲ περὶ πολυφάγου τινός φησιν·
20καλοῦσι δ’ αὐτὸν πάντες οἱ νεώτεροι Παράσιτον ὑποκόρισμα· τῷ δ’ οὐδὲν μέλει. δειπνεῖ δ’ ἄφωνος Τήλεφος, νεύων μόνον πρὸς τοὺς ἐρωτῶντάς τι, ὥστε πολλάκις αὐτὸν ὁ κεκληκὼς τὰ Σαμοθρᾴκι’ εὔχεται λῆξαι πνέοντα καὶ γαληνίσαι ποτέ. χειμὼν ὁ μειρακίσκος ἐστὶ τοῖς φίλοις. ὅτι ὁ Βορυ‐ σθενίτης Βίων ἔλεγεν οὐδὲν ἀπὸ τῆς τραπέζης τὰς ἡδονὰς πορίζεσθαι, ἀλλ’
25ἀπὸ τοῦ φρονεῖν. Εὐριπίδης δέ φησι· φαύλῃ διαίτῃ προσβαλὼν ἥσθη στόμα. ὡς τῆς ἀπὸ τῶν προσφορῶν τέρψεως περὶ τὸ στόμα μᾶλλον γι‐ νομένης. ὁ αὐτὸς ἐν Σθενεβοίᾳ φησί· βίος δὲ πορφυροῦς θαλάσσιος, οὐκ εὐτράπεζος, ἀλλ’ ἐπάκτιοι φάτναι. ἁ γᾶ δὲ μήτηρ, οὐ πεδοστιβὴς τροφὸς θάλασσα· τὴν δ’ ἀροῦμεν, ἐκ ταύτης βίος βρόχοισι καὶ πέδαισιν οἴκαδ’
30ἔρχεται. μέγα γὰρ κακὸν ἡ γαστήρ, περὶ ἧς Ἄλεξίς φησι· μάθοις ἂν οἷον κακὸν ἀνθρώποις ἔσθ’ ἡ γαστήρ, διδάσκει δ’ οἷα ἀναγκάζει θ’ ὅσα. εἴ τις ἀφέλοι τοῦτ’ ἀφ’ ἡμῶν τὸ μέρος ἀπὸ τοῦ σώματος, οὐδ’ ἂν ἀδικοῖτ’ οὐδὲν οὐδεὶς οὔθ’ ὑβρίζοιτ’ ἂν ἑκών. νῦν δὲ διὰ ταύτην ἅπαντα γίνεται τὰ δυσχερῆ. Δίφιλος δέ φησιν· εὖγ’ ὁ κατάχρυσος εἶπε πόλλ’ Εὐριπίδης, νικᾷ
35δὲ χρεία με ἡ ταλαίπωρός τέ μου γαστήρ. ταλαιπωρότερον γὰρ οὐδέν ἐστι τῆς γαστρός· εἰς ἣν πάντ’ ἂν ἐμβαλεῖς, ἀλλ’ οὐχ ἕτερον ἀγγεῖον. ἐν πήρᾳ φέροις ἄρτους ἄν, ἀλλ’ οὐ ζωμόν, ἢ διαφθερεῖς. εἰς σπυρίδα μάζας
ἐμβαλεῖς, ἀλλ’ οὐ φακῆν· οἰνάριον εἰς λάγυνον, ἀλλ’ οὐ κάραβον. εἰς τὴν29 in vol. 2.2

2,2

30

θεοῖς ἐχθρὰν δὲ ταύτην εἰσφόρει πάντα ἑαυτοῖς μηδὲν ὁμολογούμενα. κοὐ προστίθημι τὰ ἄλλα, διότι πανταχοῦ διὰ τὴν τάλαιναν πάντα ταῦτα γίνεται. ὅτι ὁ κυνικὸς Κράτης ἐπερράπισε Δημήτριον τὸν Φαληρέα σὺν τῇ πήρᾳ τῶν ἄρτων καὶ λάγυνον πέμψαντα οἴνου· εἴθε γάρ, ἔφη, τὰς κρήνας
5καὶ ἄρτον ἦν φέρειν. Στίλπων καταφαγὼν σκόροδα καὶ κατακοιμηθεὶς ἐν τῷ τῆς Ῥέας ἱερῷ· ἀπείρητο δὲ τῷ τούτων φαγόντι μηδὲ εἰσιέναι· ἐπιστάσης αὐτῷ τῆς δαίμονος καθ’ ὕπνους καὶ εἰπούσης ὅτι φιλόσοφος ὤν, ὦ Στίλπων, παραβαίνεις τὰ νόμιμα, ἔδοξεν ἀποκρίνασθαι κατὰ τοὺς ὕπνους· σὺ δέ μοι πάρεχε ἐσθίειν καὶ σκορόδοις οὐ χρήσομαι. οὐ καταπληκτέον οὖν αὐτοῦ τὴν
10ἐγκράτειαν. ὅτι εὕρηται παρὰ Ἀλέξιδι τὸ δεδείπναμεν καὶ τὸ δειπνάναι καὶ παρ ἄλλοις δὲ συχνοῖς καὶ τὸ ἀρίσταμεν καὶ ἀριστάναι. Ἀριστοφάνης· ὑποπεπτώκαμεν καὶ καλῶς ἠρίσταμεν. Ἕρμιππος ἀριστάναι καὶ παρ‐ εστάναι τουτῳί. εὕρηται δὲ καὶ τὸ καταριστᾶν καὶ τὸ παραδειπνεῖν. ὅτι Πλάτων ἐν Φιλήβῳ φησί· καθάπερ γὰρ ἡμῖν οἰνοχόοις τισὶ παρεστὸν αἱ
15κρῆναι, καὶ μέλιτος μὲν ἂν ἀπεικάζοι τις τὴν ἡδονήν, τὴν δὲ τῆς φρονήσεως νηφαντικὴν καὶ ἄοινον αὐστηροῦ τινος καὶ ὑγιεινοῦ ὕδατος· ἃς προθυ‐ μητέον ὡς κάλλιστα συμμιγνύναι. ὅτι τὸ παρ’ Ὁμήρῳ ζωρότερον οὐκ ἄκρατον σημαίνειν τινές φασιν, ἀλλὰ θερμόν, ἀπὸ τοῦ ζωτικοῦ καὶ τῆς ζέσεως· ἑταίρων γὰρ παρόντων νέον ἐξ ὑπαρχῆς κεράννυσθαι κρατῆρα ἄτοπον. ἄλλοι
20δὲ τὸν εὔκρατον, ὡς τὸ δεξίτερον ἀντὶ τοῦ δεξιοῦ. τινὲς δέ, ἐπεὶ οἱ ἐνιαυτοὶ ὧροι λέγονται καὶ τὰ ζῷα ὅτι μέγεθος ἢ πλῆθος σημαίνει, ζωρὸν τὸν πο‐ λυέτη λέγεσθαι. Δίφιλος δὲ τὸν ἄκρατον νοεῖ· ἔγχεον πιεῖν. εὐζωρότερον. τὸ γὰρ ὑδαρὲς ἅπαν τοῦτ’ ἔστι τῇ ψυχῇ κακόν. Θεόφραστος δὲ τὸ κε‐ κραμένον, παρατιθέμενος ἐκεῖνο τοῦ Ἐμπεδοκλέους· αἶψα δὲ θνητὰ φύοντο,
25τὰ πρὶν μάθον ἀθάνατ’ εἶναι, ζωρά τε τὰ πρὶν ἄκρητα, διαλλάσσοντα κε‐ λεύθους. ὅτι παρὰ πολλοῖς κεῖται κύαθος ὁ ἀντλητήρ· τούτους δὲ καὶ ἀρυσάνας τινες καλοῦσι καὶ ἀρυστῆρας καὶ ἀρυστίχους ἀπὸ τοῦ ἀρύσασθαι. ὅθεν καὶ ἡ ἀρύταινα. παρὰ Πολυβίῳ δὲ καὶ ποταμὸς Αἰτωλίας ἐστὶ Κύαθος. φασὶ δὲ τὰ ὑπώπια κυάθοις περιθλώμενα ἀμαυροῦσθαι. Λάμπων φησί που·
30κέρασον εὐζωρέστερον. Ὑπερείδης τε· ἀκρατέστερον ἔπιεν. τούτῳ ὅμοιον καὶ τὸ ἀνιηρέστερον καὶ παρ’ Αἰσχύλῳ τὸ ἀφθονέστερον λίβα. καὶ Ἐπίχαρμος δὲ εὐωνέστερον ἔφη. καὶ Ὑπερίδης δὲ ῥαδιεστέραν πόλιν, παρ’ ᾧ κεῖται καὶ τὸ κεραννύειν καὶ τὸν κρατῆρα τὸν Πανιώνιον οἱ Ἕλληνες κεραννύουσιν. ὅτι ᾠνοχόουν παρὰ τοῖς ἀρχαίοις οἱ εὐγενέστατοι παῖδες ὡς ὁ τοῦ Μενελάου
35υἱός. Θεόφραστος δέ φησι· πυνθάνομαι δ’ ἔγωγε καὶ Εὐριπίδην τὸν ποιητὴν οἰνοχοεῖν Ἀθήνησι τοῖς ὀρχησταῖς καλουμένοις. Σαπφώ τε ἡ καλὴ πολλαχοῦ Λάριχον τὸν ἀδελφὸν ἐπαινεῖ ὡς οἰνοχοοῦντα ἐν τῷ πρυτανείῳ τοῖς Μυτι‐
ληναίοις. καὶ παρὰ Ῥωμαίοις δὲ οἱ εὐγενέστατοι τῶν παίδων τὴν λειτουργίαν30 in vol. 2.2

2,2

31

ταύτην ἐκτελοῦσιν ἐν ταῖς δημοτελέσι τῶν θυσιῶν, πάντα τοὺς Αἰολεῖς μιμούμενοι, ὡς καὶ κατὰ τοὺς τόνους τῆς φωνῆς. ὅτι καὶ οἰνόπται ἀρχὴ παρὰ Ἀθηναίοις εὐτελής. Εὔπολις· οὓς δ’ οὐκ ἂν εἵλεσθ’ οὐδ’ ἂν οἰνόπτας πρὸ τοῦ, νυνὶ στρατηγούς. ὦ πόλις, πόλις, ὡς εὐτυχὴς εἶ μᾶλλον ἢ καλῶς φρο‐
5νεῖς. οἱ δὲ οἰνόπται ἐφεώρων τὰ ἐν τοῖς δείπνοις, εἰ κατ’ ἴσον πίνουσιν οἱ συνιόντες. ἦσαν δὲ τρεῖς οἰνόπται, οἳ καὶ παρεῖχον τοῖς δειπνοῦσι λύχνους καὶ θρυαλλίδας. ἐκάλουν δέ τινες τούτους καὶ ὀφθαλμούς. παρὰ δὲ Ἐφεσίοις οἱ οἰνοχοοῦντες ἠίθεοι τῇ τοῦ Ποσειδῶνος ἑορτῇ ταῦροι ἐκαλοῦντο. Ἑλλησπόντιοι δ’ ἐπεγχύτην ὀνομάζουσι τὸν οἰνοχόον καὶ τὴν κρεανομίαν κρεωδαισίαν. τινὲς δὲ Ἁρμονίαν
10τε καὶ Ἑρμῆν οἰνοχοοῦντας τοῖς δαίμοσι παριστοροῦσι. οἱ δὲ παλαιοὶ τοὺς πρὸς ὑπηρεσίαις ταύταις κήρυκας ἐκάλουν. καὶ ζήτει τὸν Ὅμηρον. Κλείδημος δὲ τοὺς μαγείρους κήρυκάς φησι καλεῖσθαι. καὶ Ἥβην δὲ οἰνοχόον πλάττουσί τινες, ἴσως διὰ τὸ ἡβητήρια, φησί, καλεῖσθαι τὰ συμπόσια. ὅτι τῆς Κλίνης τῆς οἰνοχόου Πτολεμαίου τοῦ Φιλαδέλφου ἐν Ἀλεξανδρείᾳ ἀνδριάντες ἵστανται
15κατὰ πολλὰ μέρη τῆς πόλεως μονιχίτωνες, ῥυτὸν κρατοῦντες ἐν ταῖς χερσίν. φησί που Ἄμφις· ὁ παῖς σοβείτω τοῖς ποτηρίοις συχνούς. καί· πίμπλα σὺ μὲν ἐμοί, σοὶ δ’ ἐγὼ δώσω πιεῖν. ἀμυγδαλῆ μὲν παιζέτω παρ’ ἀμυγδαλῆν. ὅτι Ἡσίοδος παραινεῖ τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου. Ἄλεξις δέ πού φησιν· ἐγχέωμεν ἕνα καὶ τέτταρας. ὑδαρῆ λέγεις· ὅμως
20δὲ ταύτην ἐκπιὼν λέγε τι καὶ διατριβήν γε τῷ πότῳ ποιῶμεν. Διοκλῆς δέ φησι· κεκραμένον πίνειν τὸν οἶνον δεῖ μετὰ τέττερα καὶ δύο. ἡ δ’ οὖν κρᾶσις αὕτη παρὰ τὸ ἔθος οὖσα ἐπέμνησε τάχα καὶ τὴν θρυλλουμένην παροιμίαν· ἢ πέντε πίνειν ἢ τρί’ ἢ μὴ τέσσαρα. ἢ γὰρ δύο πρὸς πέντε πίνειν φασὶ δεῖν ἢ ἕνα πρὸς τρεῖς. περὶ δὲ ταύτης τῆς κράσεως Ἴων φησὶν ὅτι εὑρὼν
25μάντις Παλαμήδης ἐμαντεύσατο πλοῦν ἔσεσθαι τοῖς Ἕλλησι πίνουσι τρεῖς πρὸς ἕνα κυάθους. οἳ δ’ ἐπιτεταμένως χρώμενοι τῷ ποτῷ δύο οἴνου ἔπινον πρὸς πέντε ὕδατος. Νικοχάρης οὖν παίζων πρὸς τὸ ὄνομα τοῦ Οἰνομάου φησίν· Οἰνόμαος οὗτος, χαῖρε πέντε καὶ δύο. καὶ Ἀμειψίας· ἐγὼ δὲ Διό‐ νυσος πᾶσιν ὑμῖν εἰμι πέντε καὶ δύο. παρὰ δὲ Ἀνακρέοντι εὕρηται εἷς οἴνου
30πρὸς δύο ὕδατος, ὃς καὶ τὴν ἀκρατοποσίαν Σκυθικὴν καλεῖ πόσιν. φησὶν Ἡρόδοτος Κλεομένη τὸν Λακεδαιμονίων βασιλέα Σκύθαις ὁμιλήσαντα καὶ ἀκρατοπότην γενόμενον μανῆναι ἐκ τῆς μέθης. οἱ δὲ Λάκωνες ὅταν βούλωνται ἀκρατέστερον πίνειν, ἐπισκυθίσαι φασίν. παρ’ Ἀχαίῳ δὲ οἱ σάτυροι δυσχε‐ ραίνοντες ἐπὶ τῷ ὑδαρῆ πίνειν φασίν· μῶν Ἀχελῷος ἦν κεκραμένος πολύς;
35ὅτι τὸ σπένδειν μὲν θεοῖς ἀπεδέδοτο, ὁ δὲ κότταβος τοῖς ἐρωμένοις. Σικελικοῦ δὲ παιγνίου ὄντος, ὡς Ἀνακρέων φησίν. ὅτι τοῖς τετελευτηκόσι φίλοις ἀπένεμον τὰ ἐκ τῶν τραπεζῶν πίπτοντα· διὸ καὶ Εὐριπίδης περὶ Σθενε‐
βοίας φησίν, ἐπεὶ νομίζει Βελλεροφόντην τεθνάναι· πεσὸν δέ νιν λέληθεν31 in vol. 2.2

2,2

32

οὐδὲν ἐκ χερός, ἀλλ’ εὐθὺς αὐδᾷ· τῷ Κορινθίῳ ξένῳ. ὅτι οὐκ ἐμέθυον οἱ πάλαι, ἀλλὰ καὶ Πιττακὸς Περιάνδρῳ τῷ Κορινθίῳ παρῄνει μὴ μεθύ‐ σκεσθαι μηδὲ κωμάζειν, ἵνα μὴ γνωσθῇς, ἔφη, οἷος ὢν τυγχάνεις, ἀλλ’ οὐχ οἷος προσποιῇ. κάτοπτρον γὰρ εἴδους χαλκός ἐστι, οἶνος δὲ νοῦ. διὸ
5καλῶς ἡ παροιμία φησὶν οἶνον οὐκ ἔχειν πηδάλια. Ξενοφῶν οὖν ὁ Γρύλλου παρὰ Διονυσίῳ ποτὲ τῷ Σικελιώτῃ πίνειν ἀναγκάζοντος τοῦ οἰνοχόου προσ‐ αγορεύσας ὀνομαστὶ τὸν τύραννον· τί δή, ἔφη, ὦ Διονύσιε, οὐχὶ καὶ ὁ ὀψοποιὸς ἀγαθὸς ὢν καὶ ποικίλος ἀναγκάζει ἡμᾶς εὐωχουμένους ἐσθίειν καὶ μὴ βουλομένους, ἀλλὰ κοσμίως ἡμῖν παρατίθησι τὴν τράπεζαν σιγῶν;
10Σοφοκλῆς δέ πού φησιν ὡς ἄρα τὸ πρὸς βίαν πίνειν ἴσον κακὸν πέφυκε τῷ διψῆν βίᾳ. ὅθεν εἴρηται καὶ τὸ οἶνος ἄνωγε γέροντα καὶ οὐκ ἐθέλοντα χορεύειν. καὶ Σθένελος· οἶνος καὶ φρονέοντας εἰς ἀφροσύνας ἀναβάλλει. Φωκυλίδης δέ φησι· χρὴ δ’ ἐν συμποσίῳ κυλίκων περινισσομενάων ἡδέα κωτίλλοντα καθήμενον οἰνοποτάζειν. ἔτι δὲ καὶ νῦν τοῦτο παραμένει παρά
15τισι τῶν Ἑλλήνων. ἐπεὶ δὲ τρυφᾶν ἤρξαντο, κατερρύησαν ἀπὸ τῶν δίφρων ἐπὶ τὰς κλίνας καὶ λαβόντες σύμμαχον τὴν ἀνάπαυσιν καὶ ῥᾳστώνην ἀνειμένως ἤδη καὶ ἀτάκτως ἐχρῶντο τῇ μέθῃ, χορηγούσης οἶμαι τῆς πα‐ ρασκευῆς εἰς τὰς ἡδονάς. διὸ καὶ Ἡσίοδος ἐν ταῖς Ἠοίαις φησίν· οἷα Διώνυσος δῶκ’ ἀνδράσι χάρμα καὶ ἔχθος, ὅστις ἄδην πίνοι, οἶνος δέ οἱ
20ἔπλετο μάργος, σὺν δὲ πόδας δεῖ ὅτε δέει γλῶσσάν τε νόον τε δεσμοῖσιν ἀφράστοισι· φιλεῖ δέ ἑ μαλθακὸς ὕπνος. καὶ Θέογνις δέ φησιν· οἶνος χαριέστατος ἀνδρὶ πεπόσθαι, οὔτε τι νήφων εἰμὶ οὔτε λίαν μεθύων. ὃς δ’ ἂν ὑπερβάλοι πόσιος μέτρον, οὐκ ἔτι κεῖνος τῆς αὐτοῦ γνώμης καρτερὸς οὐδὲ νόου· μυθεῖται δ’ ἀπάλαμνα, τὰ νήφουσι γίνεται αἰσχρά· αἰδεῖταί
25θ’ ἕρδων οὐδὲν ὅταν μεθύῃ, τὸ πρὶν ἐὼν σώφρων τε καὶ ἤπιος. ἀλλὰ σὺ ταῦτα γινώσκων μὴ πῖν’ οἶνον ὑπερβολάδην, πρὶν μεθύειν ἄρξῃ δ’, ἀπαν‐ ίστασο, μή σε βιάσθω γαστήρ, ὥστε κακὸν λάτριν ἐφημέριον. Ἀνάχαρσίς τε ὁ σοφὸς ἐπιδεικνύμενος τὴν τῆς ἀμπέλου δύναμιν τῷ Σκυθῶν βασιλεῖ καὶ τὰ κλήματα αὐτῆς δεικνὺς ἔλεγεν ὡς εἰ μὴ καθ’ ἕκαστον ἔτος ἔτεμνον
30οἱ Ἕλληνες τὴν ἄμπελον, ἤδη κἂν ἐν Σκύθαις ἦν. οὐ καλῶς δὲ οἱ πλάτ‐ τοντες καὶ γράφοντες τὸν Διόνυσον, ἔτι τε οἱ ἄγοντες ἐπὶ τῆς ἁμάξης διὰ μέσης τῆς ἀγορᾶς οἰνωμένον. ἐπιδείκνυνται γὰρ τοῖς θεαταῖς ὅτι καὶ θεοῦ κρείττων ὁ οἶνος. καίτοι γ’ οὐδ’ ἄν, οἶμαι, ἄνθρωπος σπουδαῖος τοῦθ’ ὑπομείνειεν. εἰ δ’ ὅτι κατέδειξεν ἡμῖν τὸν οἶνον, ποιοῦσιν αὐτὸν οὕτω δια‐
35κείμενον, δῆλον ὅτι καὶ τὴν Δήμητρα θερίζουσαν ἢ ἐσθίουσαν ποιήσουσιν. ἐπεὶ καὶ τὸν Αἰσχύλον φαίην ἂν διαμαρτάνειν τοῦτό γε· πρῶτος γὰρ ἐκεῖνος καὶ οὐχ, ὡς ἔνιοί φασιν, Εὐριπίδης παρήγαγε τὴν τῶν μεθυόντων
ὄψιν εἰς τραγῳδίαν τοὺς περὶ Ἰάσονα εἰσάγων που μεθύοντας. ἃ δ’ αὐτὸς32 in vol. 2.2

2,2

33

ὁ τραγῳδιοποιὸς ἐποίει ταῦτα τοῖς ἥρωσι περιέθηκε· μεθύων οὖν ἔγραφε τὰς τραγωδίας. διὸ Σοφοκλῆς αὐτῷ μεμφόμενος ἔλεγεν· ὦ Αἰσχύλε, εἰ καὶ τὰ δέοντα ποιεῖς, ἀλλ’ οὖν οὐκ εἰδώς γε ποιεῖς. ἀγνοοῦσι δ’ οἱ λέγοντες πρῶτον Ἐπίχαρμον ἐπὶ σκηνὴν παραγαγεῖν μεθύοντα, μεθ’ ὃν Κράτητα.
5καὶ Ἀλκαῖος δὲ ὁ μελοποιὸς καὶ Ἀριστοφάνης ὁ κωμῳδοποιὸς μεθύοντες ἔγραφον τὰ ποιήματα, πολλοί τε μεθυσκόμενοι λαμπρότερον ἐν τῷ πο‐ λέμῳ ἠγωνίσαντο. παρὰ δὲ Λοκροῖς τοῖς Ἐπιζεφυρίοις εἴ τις ἄκρατον ἔπιε μὴ προστάξαντος ἰατροῦ θεραπείας ἕνεκα, θάνατος ἦν ἡ ζημία, Ζαλεύκου τὸν νόμον θέντος. παρὰ δὲ Μασσαλιήταις νόμος τὰς γυναῖκας ὑδροποτεῖν.
10καὶ ἐν Μιλήτῳ δὲ οὗτος ὁ νόμος ἦν, ὥς φησι Θεόφραστος. παρὰ δὲ Ῥωμαίοις οὔτε οἰκέτης οἶνον ἔπινεν οὔτε γυνὴ ἐλευθέρα οὔτε τῶν ἐλευθέρων ἔφηβος μέχρι τριάκοντα ἐτῶν. ἄτοπος δὲ Ἀνακρέων ὁ πᾶσαν αὐτοῦ τὴν ποίησιν ἐξαρτήσας μέθης. τῇ γὰρ μαλακίᾳ καὶ τῇ τρυφῇ ἐπιδοὺς ἑαυτὸν ἐν τοῖς ποιήμασι διαβέβληται, οὐκ εἰδότων τῶν πολλῶν ὅτι νήφων ἐν τῷ
15γράφειν καὶ ἀγαθὸς ὢν προσποιεῖται μεθύειν οὐκ οὔσης ἀνάγκης. οἱ δὲ ἀγνοοῦντες τὴν τοῦ οἴνου δύναμιν τὸν Διόνυσον φάσκουσιν μανιῶν εἶναι αἴτιον τοῖς ἀνθρώποις. Ἀριστοτέλης δὲ ἐν τῷ περὶ μέθης φησίν· εἰ ὁ οἶνος μετρίως ἀφεψηθείη, πινόμενος ἧττον μεθύσκει· τὴν γὰρ δύναμιν ἀσθενε‐ στέραν αὐτοῦ ἀφεψηθέντος γίνεσθαι· μεθύσκονταί τε, φησίν, οἱ γεραίτεροι
20τάχιστα δι’ ὀλιγότητα καὶ ἀσθένειαν τοῦ περὶ αὐτοὺς φύσει θερμοῦ. καὶ οἱ παντελῶς δὲ νέοι τάχιον μεθύσκονται διὰ τὸ πλῆθος τοῦ ἐνυπάρχοντος θερμοῦ· τῷ γὰρ ἐκ τοῦ οἴνου προσγινομένῳ ῥᾳδίως κρατεῖται. μεθύσκονται δὲ κἀν τοῖς ἀλόγοις ζῴοις ὕες μὲν σταφυλῆς στεμφύλων χορτασθέντες καὶ τὸ τῶν κοράκων καὶ τῶν κυνῶν γένος τὴν οἰνοῦτταν καλουμένην φαγόντα
25βοτάνην, πίθηκος δὲ καὶ ἐλέφας πιόντες οἶνον. διὸ καὶ τὰς θήρας ποιοῦνται τῶν πιθήκων καὶ τῶν κοράκων μεθυσθέντων, τῶν μὲν οἴνῳ, τῶν δ’ οἰνούττῃ. τὸ δ’ ἐνδελεχῶς μεθύειν τίν’ ἡδονὴν ἔχει, φησὶ Κρώβυλος, ἀποστεροῦντα ζῶνθ’ ἑαυτὸν τοῦ σωφρονεῖν, ὃ μέγιστον ἡμῶν ἀγαθὸν ἔσχεν ἡ φύσις; καὶ Ἄλεξις δέ φησιν· εἰ τοῦ μεθύσκεσθαι πρότερον τὸ κραιπαλᾶν προσεγίνεθ’
30ἡμῖν, οὐδ’ ἂν εἷς οἶνόν ποτε προσίετο πλείω τοῦ μετρίου. νυνὶ δὲ τὴν τιμωρίαν οὐ προσδοκῶντες τῆς μέθης ἥξειν προχείρως τοὺς ἀκράτους πίνομεν. τὸν δὲ Σαμαγόρειον οἶνον καλούμενόν φησιν Ἀριστοτέλης ἀπὸ τριῶν κοτυλῶν κερασθεισῶν μεθύσκειν ὑπὲρ τεσσαράκοντα ἄνδρας. σοὶ μὲν ταῦτα δοκοῦντ’ ἐστιν, ἐμοὶ δὲ τάδε, φησὶν Εὔηνος. ὅτι Ἀλκαῖος κατὰ πᾶσαν ὥραν καὶ
35πᾶσαν περίστασιν πίνων εὑρίσκεται· χειμῶνος μὲν οἷον· ὕει μὲν ὁ Ζεύς, ἐκ δὲ ὠρανῶ μέγας χειμών, πεπάγασι δὲ ὑδάτων ῥοαί, κάββαλε τὸν χειμῶνα, ἐπὶ μὲν τιθεὶς πῦρ, ἐν δὲ κίρνας οἶνον ἀφειδέως μελιχρόν. θέρους δέ· τέγγε
πλεύμονας οἴνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται· ἁ δ’ ὥρα χαλεπά, πάντα33 in vol. 2.2

2,2

34

δὲ διψᾷ ὑπὸ καύματος. ἔαρος δέ· εἴαρος ἀνθεμοέντος ἐπάιον ἐρχομένοιο. ἐν δὲ κιρνᾶτε τοῦ μελιηδέος ὅττι τάχιστα κρατῆρος. καθόλου δὲ συμβου‐ λεύων φησίν· μηδὲν ἄλλο φυτεύσῃς πρότερον δένδριον ἀμπέλω. καὶ πού φησιν· ἔγχεε κιρνὰς ἕνα καὶ δύο. πίνωμεν· τί τὸν λύχνον σβέννυμεν; ὁ
5δ’ Ἀνακρέων ἔτι ζωρότερον κιρνῶν φησι· καθαρῇ δ’ ἐν κελέβῃ πέντε καὶ τρεῖς ἀναχείσθω. Φιλέταιρος δὲ δύο ὕδατος πρὸς τρεῖς ἀκράτου λέγων· πεπωκέναι δοκεῖ τὸν κατὰ δύο καὶ τρεῖς ἀκράτου. Φερεκράτης δέ πού φησι· παντάπασι ὕδωρ εἰργάσω· πῶς, ὦ κατάρατε, ἐνέχεας; δύο ὕδατος, ὦ μάμμη. τί δ’ οἴνου; τέτταρας. ἔρρ’ ἐς κόρακας· βατράχοις οἰνοχοεῖν σε δεῖ. Ἔφιππος
10δέ φησι· τρεῖς πρὸς τέτταρας. οἶνον πίοις ἄν; ὑδαρῆ μὰ τὴν γῆν, ἀλλὰ τρία καὶ τέσσαρα. οὕτως ἄκρατον, εἶπέ μοι, πίῃ; τί φής; ἴσον δὲ ἴσῳ κεκραμένον ἄλλοι τέ φασι καὶ Ἄλεξις, ὅπου κἀκεῖνο κεῖται· δίκαιον τοὺς ξένους πίνειν ξενικόν, τοὺς δ’ ἐγγενεῖς ἐπιχώριον. ὃς καὶ τοῦτό φησιν· οὐ συμποσίαρχος ἦν γάρ, ἀλλὰ δήμιος ὁ Χαιρέας, κυάθους προπίνων εἴκοσιν.
15κἀκεῖνο· κομψόν γε τοῦτ’ ἔστι παρ’ ὑμῖν ἐν ταῖς Ἀθήναις δεξιῶς θ’ εὑρη‐ μένον, ὦ Σόλων. τὸ ποῖον; ἐν τοῖς συμποσίοισιν οὐ πίνετ’ ἄκρατον. οὐ γὰρ ῥᾴδιον· πωλοῦσι γὰρ ἐν ταῖς ἁμάξαις εὐθέως κεκραμένον, οὐχ ἵνα τι κερ‐ δαίνωσι, τῶν δ’ ὠνουμένων προνοούμενοι τοῦ τὰς κεφαλὰς ὑγιεῖς ἔχειν ἐκ κραιπάλης. τοῦτ’ ἐσθ’, ὁρᾷς, Ἑλληνικὸς πότος, μετρίοισι χρωμένους ποτη‐
20ρίοις λαλεῖν τι καὶ ληρεῖν πρὸς αὐτοὺς ἡδέως. τὸ μὲν γὰρ ἕτερον λουτρόν ἐστιν, οὐ πότος, ψυκτῆρι πίνειν καὶ κάδοις· θάνατος μὲν οὖν. πίνειν δὲ εἰς μέθην, φησὶν ἐν ἕκτῳ Νόμων Πλάτων, οὐδ’ ἄλλοθί που πρέπει πλὴν ἐν ταῖς τοῦ τὸν οἶνον δόντος θεοῦ ἑορταῖς οὐδ’ ἀσφαλές, οὔτ’ οὖν περὶ γά‐ μους ἐσπουδακότα, ἐν οἷς ἔμφρονας εἶναι πρέπει μάλιστα νύμφην καὶ
25νυμφίον μεταβολὴν βίου οὐ μικρὰν μεταλλάτοντας, ἅμα δὲ καὶ τὸ γι‐ νόμενον ὅπως ὅτι μάλιστα ἐξ ἐμφρόνων ἀεὶ γίγνηται. σχεδὸν γὰρ ἄδηλον ὁποία νὺξ ἢ φῶς αὐτὸ γεννήσει. ἐν δὲ ια Νόμων ὁ αὐτός φησι Λυδοὺς, Πέρσας, Καρχηδονίους, Ἴβηρας, Κελτούς, Θρᾷκας πάνυ ἀκρατοπότας, οἳ κατὰ τῶν ἱματίων καταχεόμενοι τὸν οἶνον καλὸν καὶ εὔδαιμον ἐπιτήδευμα
30ἐπιτηδεύειν νενομίκασι. ὅτι πολλοὶ ἐπαλφιτίζοντες τὸν οἶνον ἔπινον. Ἐπί‐ νικος γοῦν πού φησι· γέροντα Θάσιον τόν τε γῆς ἀπ’ Ἀτθίδος ἑσμὸν μελίσσης τῆς ἀκραχόλου γλυκὺν συγκεραννήσας ἐν σκύφῳ χυτῆς λίθου, Δήμητρος ἀκτῇ πᾶν γεφυρώσας ὑγρόν, κατησίμωκα πόμα, καύματος λύσιν. ὁ δ’ αὐτὸς ἱστορεῖ τινας ἐπιπάττοντας λέκιθον αὐταλφίτου πίνειν, καὶ λέ‐
35γεσθαι ταύτην τὴν πόσιν καλλίω τῆς ἐξ ἀλφίτων. ὅτι προπόσεις ἐν τοῖς συμποσίοις οὐκ ἐποίουν Λακεδαιμόνιοι. Κριτίας· καὶ τὸ ἔθος Σπάρτῃ με‐ λέτημά τε κείμενόν ἐστι πίνειν τὴν αὐτὴν οἰνοφόρον κύλικα, μηδ’ ἀπο‐
δωρεῖσθαι προπόσεις ὀνομαστὶ λέγοντα, ᾧ προπιεῖν ἐθέλει. εἶτ’ ἀπὸ τοι‐34 in vol. 2.2

2,2

35

ούτων πόσεων γλώσσας τε λύουσιν εἰς αἰσχροὺς μύθους σῶμά τ’ ἀμαυρότερον τεύχουσι· πρὸς δ’ ὄμμ’ ἀχλὺς ἀμβλωπὸς ἐφίζει· λῆστις δ’ ἐκτήκει μνη‐ μοσύνην πραπίδων· νοῦς δὲ παρέσφαλται· δμῶες δ’ ἀκόλαστον ἔχουσιν ἦθος· ἐπεισπίπτει δ’ οἰκοτριβὴς δαπάνη. οἱ Λακεδαιμόνιοι δὲ κόροι πίνουσι
5τοσοῦτον, ὥστε φρέν’ εἰς ἱλαρὰν ἀσπίδα πάντ’ ἀπαγαγεῖν εἴς τε φιλο‐ φροσύνην γλῶσσαν μέτριόν τε γέλωτα. τοιαύτη δὲ πόσις σώματί τ’ ὠφέλιμος γνώμῃ τε κτήσει τε· καλῶς δ’ εἰς ἔργ’ Ἀφροδίτης πρός θ’ ὕπνον ἥρμοσται, τὸν καμάτων λιμένα, πρὸς τὴν τερπνοτάτην τε θεῶν θνητοῖς Ὑγείαν, καὶ τῆς Εὐσεβείης γείτονα Σωφροσύνην. καὶ ἑξῆς δέ φησιν ὡς οὐκ ἔστιν
10αὐτοῖς ἀπότακτος ἡμέρα οἰνῶσαι σῶμ’ ἀμετρίοισι πότοις. ὅτι φίλοινος ὁ πρὸς οἶνον ἕτοιμος, φιλοπότης δὲ ὁ πρὸς πότους, κωθωνιστὴς δὲ ὁ μέχρι μέθης. πλεῖστον δ’ ἔπιε τῶν ἡρώων ὁ τριγέρων Νέστωρ καὶ αὐτοῦ Ἀγα‐ μέμνονος, ὃν ὡς πολυπότην Ἀχιλλεὺς ἐπιπλήττει. καὶ μόνου δὲ τούτου τὸ ποτήριον Ὅμηρος ἡρμήνευσεν, ὡς τὴν Ἀχιλλέως ἀσπίδα· ἐστρατεύετο
15γὰρ μετ’ αὐτοῦ, ὃς καὶ τῆς μεγίστης μάχης ἐνεστηκυίας οὐκ ἀπείχετο τοῦ πίνειν, ὥς φησιν Ὅμηρος. οὐκ ἂν ἁμάρτῃ δέ τις τὸ ποτήριον αὐτοῦ λέγων φιάλην Ἄρεος καὶ παρὰ τῷ ἐπὶ Πατρόκλῳ γοῦν ἀγῶνι φιάλην παρὰ Ἀχιλλέως λαμβάνει δῶρον. Εὔμηλος δὲ λαμβάνει θώρακα δραμὼν ἆθλον ἐπισφαλῶς καὶ ἀμυχθείς, ἀσφαλείας ὅπλον. τῆς δὲ δίψης οὐδὲν
20πολυποθητότερον. διὸ Ἄργος πολυδίψιον, τὸ πολυπόθητον διὰ τὸν χρόνον. τὸ δίψος γὰρ πᾶσιν ἰσχυρὰν ἐπιθυμίαν ἐμποιεῖ τῆς περιττῆς ἀπολαύσεως. διὸ Σοφοκλῆς φησι· διψῶντι γάρ τοι προσφέρων σοφὰ οὐκ ἂν πλέον τέρψειας μὴ πιεῖν διδούς. καὶ Ἀρχίλοχος· μάχης τε τῆς σῆς, ὥστε διψέων πιεῖν, ὣς ἐρέω. καὶ τραγικὸς δέ τίς φησι· ἴσχειν κελεύω χεῖρα
25διψῶσαν φόνου. καὶ ὁ Κῦρος παρὰ Ξενοφῶντί φησι· διψῶ ὑμῖν χαρίσασθαι. καὶ Πλάτων· ὅταν οἶμαι δημοκρατουμένη πόλις ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων προστατούντων τύχῃ καὶ πορρωτέρω τοῦ δέοντος ἀκράτου μεθυσθῇ. ἔπινε δὲ καὶ Πρωτέας ὁ Μακεδὼν πλεῖστον καὶ εὐρώστῳ τῷ σώματι διῆγεν. Ἀλέξανδρος γοῦν αἰτήσας ποτὲ ποτήριον δίχουν καὶ πιὼν προὔπιε τῷ
30Πρωτέᾳ. καὶ ὃς λαβὼν καὶ πολλὰ ὑμνήσας τὸν βασιλέα ἔπιεν, ὡς ὑπὸ πάντων κροταλισθῆναι. καὶ μετ’ ὀλίγον τὸ αὐτὸ ποτήριον αἰτήσας ὁ Πρωτέας καὶ πάλιν πιὼν προὔπιε τῷ βασιλεῖ. ὁ δὲ Ἀλέξανδρος λαβὼν ἔσπασε μὲν γενναίως, οὐ μὴν ὑπήνεγκεν, ἀλλ’ ἀπέκλινεν ἐπὶ τὸ προσκεφάλαιον ἀφεὶς τῶν χειρῶν τὸ ποτήριον, καὶ ἐκ τούτου νοσήσας ἀπέθανε τοῦ Διονυσίου,
35φησὶν Ἔφιππος, μηνίσαντος αὐτῷ, διότι τὴν πατρίδα αὐτοῦ τὰς Θήβας ἐπολιόρκησεν. ἔπινε δὲ καὶ ὁ Ἀλέξανδρος πλεῖστον, ὡς καὶ ἀπὸ τῆς μέθης συνεχῶς κοιμᾶσθαι δύο ἡμέρας καὶ δύο νύκτας. φησὶ γοῦν που Μένανδρος·
κοτύλας χωροῦν δέκα κόνδυ χρυσοῦν, Στρουθία, τρὶς ἔπιον μεστόν. Ἀλε‐35 in vol. 2.2

2,2

36

ξάνδρου πλέον πέπωκας τοῦ βασιλέως. δειπνῶν δέ ποτε παρὰ Μηδείῳ τῷ Θεσσαλῷ εἴκοσιν οὖσιν ἐν τῷ συμποσίῳ πᾶσι προὔπιε, παρὰ πάντων τὰ ἴσα λαμβάνων, καὶ ἀναστὰς τοῦ συμποσίου μετ’ οὐ πολὺ ἀνεπαύετο. Δαρεῖος δὲ ὁ τοὺς μάγους ἀνελὼν ἐπιγεγραμμένον εἶχεν ἐπὶ τοῦ μνήματος·
5ἠδυνάμην καὶ οἶνον πίνειν πολὺν καὶ τοῦτον φέρειν καλῶς. Κτησίας δὲ παρ’ Ἴνδοις φησὶν οὐκ εἶναι τῷ βασιλεῖ μεθυσθῆναι. παρὰ δὲ Πέρσαις τῷ βασιλεῖ ἐφίεται μεθύσκεσθαι, ὡς Δοῦρίς φησι, μιᾷ ἡμέρᾳ ἐν ᾗ τῷ Μίθρῃ θύουσιν, ὅτε καὶ τὸ Περσικὸν ὠρχεῖτο· τῶν δὲ λοιπῶν οὐδεὶς τηνικαῦτα. Πέρσαι δὲ ὥσπερ ἱππεύειν οὕτω καὶ ὀρχεῖσθαι μανθάνουσι καὶ νομίζουσι
10τὴν ἐκ τῆς ἐργασίας ταύτης κίνησιν ἐμμελῆ τινα λαμβάνειν γυμνασίαν τῆς τοῦ σώματος ῥώμης. εἰς τοσοῦτον δὲ Ἀλέξανδρος ἐμέθυεν, ὥς φασιν, ὡς καὶ ἐπὶ ὄνων ἅρματος κωμάζειν· ἐποίουν δὲ τοῦτο καὶ οἱ τῶν Περσῶν βασιλεῖς· μήποτ’ οὖν διὰ τοῦτο οὐδὲ πρὸς τὰ ἀφροδίσια εἶχεν ὁρμήν· ἐξυδαροῦσθαι γάρ, φησὶν Ἀριστοτέλης ἐν τοῖς φυσικοῖς προβλήμασι, τῶν
15τοιούτων τὴν γονήν. φησὶ δὲ Θεόφραστος περὶ αὐτοῦ ὅτι οὐκ εὖ διέκειτο πρὸς τὰ ἀφροδίσια. Ὀλυμπιὰς γοῦν ποτε παρανέκλινεν αὐτῷ τὴν Θετταλὴν ἑταίραν Καλλιξείναν περικαλλεστάτην οὖσαν, συνειδότος καὶ Φιλίππου (εὐλαβοῦντο γὰρ μὴ γύνις εἴη), ἣ δὲ πολλάκις ᾔτει αὐτῇ τὸν Ἀλέξανδρον συγγενέσθαι. καὶ περὶ Φιλίππου τοῦ πατρὸς αὐτοῦ Θεόπομπος λέγει
20Φίλιππος ἦν τὰ μὲν φύσει μανικὸς καὶ προπετὴς ἐπὶ τῶν κινδύνων, τὰ δὲ διὰ μέθην· ἦν γὰρ πολυπότης καὶ πολλάκις μεθύων ἐξεβοήθει. ὅτι Φίλιππος φιλοπότης ὢν καὶ τὸν τρόπον ἀκόλαστος καὶ βωμολόχος εἶχε περὶ αὐτὸν συχνοὺς καὶ τῶν περὶ μουσικὴν ὄντων, ὡς τόν τε κιθαρῳδὸν Ἀριστόνικον καὶ τὸν αὐλητὴν Δωρίωνα, καὶ τῶν τὰ γέλοια λεγόντων. πιὼν
25δέ ποτε τὴν νύκτα πᾶσαν καὶ μεθυσθεὶς πολλὰ καὶ παίξας ἀφεὶς ἅπαντας τοὺς ἄλλους ἀπαλλάττεσθαι ἤδη πρὸς ἡμέραν ἐκώμαζεν ὡς τοὺς πρέσβεις τῶν Ἀθηναίων. ὅτε δέ, φησὶ Καρύστιος, μεθύειν προῃρεῖτο, ἔλεγε· χρὴ πίνειν· Ἀντίπατρος γὰρ ἱκανός ἐστι νήφων. κυβεύοντος δέ ποτε αὐτοῦ καί τινος ἀγγείλαντος ὡς Ἀντίπατρος πάρεστι, διαπορήσας ὦσεν ὑπὸ τὴν
30κλίνην τὸν ἄβακα. φιλοπότης δὲ ἦν, ὥς φησι Θεόπομπος, καὶ Διονύσιος ὁ νεώτερος, Σικελίας τύραννος, ὃς καὶ τὰς ὄψεις ὑπὸ τοῦ οἴνου διεφθάρη. Ἀριστοτέλης δέ φησιν αὐτὸν ἔσθ’ ὅτε συνεχῶς ἐπὶ ἡμέρας ἐνενήκοντα μεθύειν· διὸ καὶ ἀμβλυωπότερον γενέσθαι τὰς ὄψεις. Θεόφραστος δέ φησι τοὺς ἑταίρους αὐτοῦ κολακεύοντας τὴν τυραννίδα προσποιεῖσθαι μὴ βλέπειν
35καὶ ὑπ’ αὐτοῦ τοῦ Διονυσίου χειραγωγεῖσθαι καὶ μήτε τὰ παρατιθέμενα τῶν ἐδεσμάτων μήτε τὰς κύλικας ὁρᾶν· διὸ κληθῆναι Διονυσιοκόλακας. ἔπινε δὲ πλεῖστον καὶ Νυσαῖος καὶ Ἀπολλοκράτης οἱ Διονυσίου τοῦ προ‐
τέρου υἱοί. φησὶ γοῦν Θεόπομπος· ὁ δὲ Νυσαῖος ὡς ἐπὶ θανάτῳ συνειλημ‐36 in vol. 2.2

2,2

37

μένος καὶ προειδὼς ὅτι μῆνας ὀλίγους ἤμελλε βιώσεσθαι γαστριζόμενος καὶ μεθύων διῆγε. τέθριππόν τε κατεσκευάσατο καὶ τὴν ἐσθῆτα τὴν ποι‐ κίλην ἀνέλαβεν, ἔτι δὲ καὶ τὴν ὀψοφαγίαν καὶ τὴν οἰνοφλυγίαν καὶ τὴν τῶν παίδων καὶ τὴν τῶν γυναικῶν ὕβριν. καὶ περὶ Τιμολάου δὲ τοῦ Θηβαίου
5φησὶν ὁ αὐτὸς ὅτι οὐκ ὀλίγων ἤδη γενομένων ἀσελγῶν περὶ τὸν βίον τὸν καθ’ ἡμέραν καὶ τοὺς πότους οὐδένα νομίζω τῶν ἐν ταῖς πολιτείαις ὄντων οὔτ’ ἀκρατέστερον οὔτε λιχνότερον οὔτε δοῦλον γεγενημένον μᾶλλον τῶν ἡδονῶν εἰ μὴ Τιμόλαον. καὶ περὶ Χαριδήμου δὲ τοῦ Ὠρείτου, ὃν πολίτην Ἀθηναῖοι ἐποίησαν, φησίν· τήν τε δίαιταν ἑωρᾶτο τὴν καθ’ ἡμέραν ἀσελγῆ
10καὶ τοιαύτην ποιούμενος ὥστε πίνειν καὶ μεθύειν ἀεί, καὶ γυναῖκας ἐλευ‐ θέρας ἐτόλμα διαφθείρειν· καὶ εἰς τοσοῦτον προῆλθεν ἀκρασίας ὥστε μειράκιόν τι παρὰ τῆς βουλῆς τῆς τῶν Ὀλυνθίων αἰτεῖν ἐπεχείρησεν, ὃ τὴν μὲν ὄψιν ἦν εὐειδὲς καὶ χάριεν, ἦν δὲ καὶ αἰχμάλωτος ἐκ Μακεδονίας. ἔπινε δὲ πλεῖστον καὶ Ἀρκαδίων, ὥς φησι Πολέμων ἐν τῷ περὶ τῶν
15κατὰ πόλεις ἐπιγραμμάτων· τοῦ πολυκώθωνος τοῦτ’ ἠρίον Ἀρκαδίωνος, ὃς θάνεν ἐκ χανδῆς ζωροποτῶν κύλικος. καὶ Ἐρασίξενον δέ τινα πολυ‐ πότην φησὶ τὸ εἰς αὐτὸν ἐπίγραμμα· οὐ βαθὺν οἰνοπότην Ἐρασίξενον ἡ δὶς ἐφεξῆς ἀκράτου φανερῶς ᾤχετ’ ἔχουσα κύλιξ. Ἀλκέτας δ’ ὁ Μακεδὼν χώνην ἀπαύστως ἔπινεν ἐπιχεομένου οἴνου. Κλεομένης δὲ ὁ Λακεδαιμόνιος
20ὅτι ἀκρατοπότης ἦν καὶ διὰ τὴν μέθην ἑαυτὸν κατέτεμε μαχαίρᾳ, ἱστό‐ ρησεν Ἡρόδοτος. καὶ Ἴων δὲ ὁ ποιητὴς καὶ Ἀλκαῖος φιλοπόται. Ἴων δὲ καὶ ἐρωτικώτατος ὁμολογῶν ἐν τοῖς ἐλεγείοις ἐρᾶν Χρυσίλλης τῆς Κορινθίας, Τελέου θυγατρός, ἧς καὶ Περικλῆς ἤρα ὁ Ὀλύμπιος. Ξέναρχος δὲ ὁ Ῥόδιος διὰ τὴν πολυποσίαν Μετρητὴς ἐπεκαλεῖτο. ὅτι Καλάνου τοῦ φιλοσόφου
25ῥίψαντος ἑαυτὸν εἰς τὴν πυρὰν διέθηκεν Ἀλέξανδρος γυμνικὸν ἀγῶνα καὶ μουσικόν. ἔθηκε δὲ καὶ διὰ τὴν Ἰνδῶν φιλοινίαν, ὥς φησι Χάρης, ἀκρα‐ τοποσίας ἀγῶνα, καὶ ἦν ἆθλον τῷ πρώτῳ τάλαντον, τῷ δευτέρῳ τριάκον‐ τα μναῖ, τῷ τρίτῳ δέκα. τῶν οὖν πιόντων παραχρῆμα μὲν ἐτελεύτησαν ὑπὸ τοῦ ψύχους τριάκοντα καὶ πέντε, μικρὸν δὲ διαλιπόντες ἐν ταῖς
30σκηναῖς ἕξ. ὁ δὲ πλεῖστον πιὼν καὶ νικήσας ἔπιε μὲν ἀκράτου χοᾶς τέσ‐ σαρας καὶ τὸ τάλαντον ἔλαβεν, ἐβίωσε δὲ ἡμέρας τέσσαρας· ἐκαλεῖτο δὲ Πρόμαχος. ὅτι Διονυσίου τοῦ τυράννου τῇ τῶν Χοῶν ἑορτῇ ἆθλον θέντος στέφανον χρυσοῦν τῷ πρώτῳ ἐκπιόντι χοᾶ πρῶτος ἐξέπιε Ξενοκράτης ὁ φιλόσοφος καὶ λαβὼν τὸν χρυσοῦν στέφανον καὶ ἀναλύων τῷ Ἑρμῇ ἐπ‐
35έθηκεν, ᾧ εἰώθει καὶ τοὺς ἀνθίνους ἐπιτιθέναι· καὶ ἐθαυμάσθη. ὅτι Δημοφῶν ὁ βασιλεὺς βουλόμενος ὑποδέξασθαι Ὀρέστην Ἀθήναζε, πρὸς δὲ τὰ ἱερὰ οὐ θέλων αὐτὸν προσιέναι οὐδ’ ὁμόσπονδον γενέσθαι μήπω δικασθέντα ἐκέλευσε
συγκλεισθῆναι τὰ ἱερὰ καὶ χοᾶ οἴνου ἑκάστῳ παρατεθῆναι, τῷ πρώτῳ ἐκ‐37 in vol. 2.2

2,2

38

πιόντι εἰπὼν ἆθλον δοθήσεσθαι πλακοῦντα. παρήγγειλέ τε τοῦ πότου παυ‐ σαμένου τοὺς στεφάνους οἷς ἐστεφανώσαντο πρὸς τὰ ἱερὰ μὴ τιθέναι διὰ τὸ ὁμωροφίους γενέσθαι Ὀρέστῃ, τῇ δὲ ἱερείᾳ ἀποφέρειν πρὸς τὸ ἐν Λίμναις τέμενος, περιθέντας ἕκαστον περὶ τὸν ἑαυτοῦ χοᾶ, ἔπειτα θύειν
5ἐν τῷ ἱερῷ. καὶ ἔκτοτε κληθῆναι τὴν ἑορτὴν Χοᾶς φησι Φανόδημος. ἐν ταύτῃ τῇ ἑορτῇ ἔθος Ἀθήνησι πέμπεσθαι δῶρα καὶ τοὺς μισθοὺς τοῖς σοφισταῖς, οἳ καὶ αὐτοὶ συνεκάλουν ἐπὶ ξένια τοὺς γνωρίμους. ἐν ταύτῃ τῇ ἑορτῇ ποτε Διονύσιος ὁ Μεταθέμενος ἐπικληθεὶς ὁ Ἡρακλεώτης τοῖς οἰκέταις συνεορτάζων καὶ μὴ δυνάμενος διὰ γῆρας χρῆσθαι ᾗ παρειλή‐
10φεσαν ἑταίρᾳ ὑποστρέψας εἶπε πρὸς τοὺς συνδειπνοῦντας· οὐ δύναμαι τανύσαι, λαβέτω δὲ καὶ ἄλλος. ἦν δὲ ἐκ νέου πρὸς τὰ ἀφροδίσια ἐκμανὴς καὶ πρὸς τὰς δημοσίας εἰσῄει παιδίσκας ἀδιαφόρως. καί ποτε πορευόμενος μετά τινων γνωρίμων ὡς ἐγένετο κατὰ τὸ παιδισκεῖον, εἰς ὃ τῇ προτεραίᾳ παρεληλυθὼς ὤφειλε χαλκοῦς, ἔχων τότε κατὰ τύχην ἐκτείνας τὴν χεῖρα
15πάντων ὁρώντων ἀπεδίδου. Ἀνάχαρσις δὲ παρὰ Περιάνδρῳ τεθέντος ἄθλου περὶ τοῦ πίνειν ᾔτησε τὸ νικητήριον πρῶτος μεθυσθεὶς τῶν συμπαρόντων, ὡς ὄντος τέλους τούτου καὶ τῆς ἐν τῷ πότῳ νίκης ὡς καὶ τῆς ἐν τῷ τρέχειν. Λακύδης δὲ καὶ Τίμων οἱ φιλόσοφοι κληθέντες πρός τινα τῶν γνωρίμων ἐπὶ δύο ἡμέρας καὶ βουλόμενοι συμπεριφέρεσθαι τοῖς παροῦσιν
20ἔπινον προθυμότερον. τῇ μὲν οὖν πρώτῃ τῶν ἡμερῶν ὁ Λακύδης ἀπῄει πρότερος ἐπιπολάσαντος αὐτῷ τοῦ πότου, καὶ ὁ Τίμων ὁρῶν αὐτὸν ἀπιόντα ἔφη· ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα δῖον. τῇ δ’ ὑστεραίᾳ προαπ‐ ιόντος τοῦ Τίμωνος διὰ τὸ μὴ δυνηθῆναι ἐκπιεῖν τὴν προποθεῖσαν αὐτῷ κύλικα Λακύδης ἰδὼν αὐτὸν ἐπανάγοντα εἶπε· δυστήνων δέ τε παῖδες
25ἐμῷ μένει ἀντιόωσιν. Μυκερῖνος ὁ Αἰγύπτιος, ὡς Ἡρόδοτος ἱστορεῖ, ἀκούσας παρὰ τῶν μάντεων ὡς ὀλιγοχρόνιός ἐστι, λύχνα ποιησάμενος πολλὰ ὅτε γένοιτο νὺξ ἔπινε καὶ εὐπάθει οὔτε ἡμέρας οὔτε νυκτὸς ἀνιείς· καὶ εἰς τὰ ἕλεα δὲ καὶ τὰ ἄλση νεμόμενος, ἔτι τε ὅπου πύθοιτο ἡβητήρια εἶναι ἐμεθύσκετο. καὶ Ἄμασιν δὲ τῶν Αἰγυπτίων βασιλέα ὁ αὐτὸς πολλὰ πε‐
30πωκέναι φησίν. φιλοπότης δὲ καὶ Νικοτέλης ὁ Κορίνθιος. καὶ Κόττας δὲ φιλοποτῶν διετέλει καὶ τὴν ἀπὸ συμποσίου ἐπάνοδον ἐποιεῖτο ἐπὶ θρόνου καθήμενος καὶ ὑπὸ τεσσάρων βασταζόμενος. καὶ Ἀντίοχος δὲ ὁ βασιλεύς, ὥς φησι Φύλαρχος, ἐμεθύσκετό τε καὶ ἐκοιμᾶτο ἐπὶ πλέον, εἶθ’ ἑσπέρας πάλιν ἀφυπνιζόμενος ἐπέπινεν. ἐχρημάτιζε δὲ νήφων μὲν βραχέα τελέως,
35μεθύων δὲ τὰ πολλά. διὸ περὶ αὐτὸν δύο ἦσαν διοικοῦντες τὰ τῆς βασι‐ λείας, Ἄριστος καὶ Θεμίσων, Κύπριοι ἀδελφοί, ἐρώμενοι. Πτολεμαῖος δὲ ὁ Εὐεργέτης ἱστορεῖ Ἀντίοχον τὸν Ἐπιφανῆ, τὸν παρὰ Ῥωμαίοις ὁμηρεύ‐
σαντα, εἰς Ἰνδικοὺς κώμους καὶ μέθας τραπέντα πολλὰ ἀναλίσκειν. καὶ τὰ38 in vol. 2.2

2,2

39

περιλειπόμενα δὲ τῶν χρημάτων, φησί, μεθ’ ἡμέραν κωμάζων ὁτὲ μὲν ἐξέχει, ἄλλοτε δ’ ἐν ταῖς δημοσίαις ὁδοῖς ἱστάμενος ἔλεγε· τίνι ἡ τύχη δίδωσι, λαβέτω. καὶ ῥίψας τὸ ἀργύριον ᾤχετο. πολλάκις δὲ καὶ πλεκτὸν στέφανον ῥόδων ἔχων ἐπὶ κεφαλῆς καὶ χρυσουφῆ τήβενναν φορῶν μόνος
5ἐρέμβετο λίθους ὑπὸ μάλης ἔχων, οἷς ἔβαλλε τῶν ἰδίων τοὺς ἀκολουθοῦντας. ἐλούετό τε καὶ εἰς τοὺς κοινοὺς λουτρῶνας μύροις ἀλειφόμενος καί ποτε συνιδών τις αὐτὸν ἰδιώτης ἔφη· μακάριος εἶ, ὦ βασιλεῦ, πολυτελὲς ὄζεις. καὶ ὃς ἡσθεὶς κατὰ τῆς κεφαλῆς αὐτοῦ ὑδρίσκην ὑπὲρ δύο χοᾶς ἔχουσαν παχέος μύρου καταχυθῆναι ἐκέλευσεν, ὡς καὶ τὸ πλῆθος τῶν ἀγοραίων εἰς
10τὸ ἐκχυθὲν συγκυλισθῆναι. ὀλίσθου δὲ γενομένου αὐτός τε ὁ Ἀντίοχος ἔπεσε καγχάζων καὶ οἱ πλεῖστοι τῶν λουομένων τὸ αὐτὸ ἔπασχον. Πολύβιος δὲ αὐτὸν Ἐπιμανῆ φησι καὶ οὐκ Ἐπιφανῆ διὰ τὰς πράξεις· οὐ μόνον γὰρ μετὰ δημοτῶν ἀνθρώπων κατέβαινεν εἰς ὁμιλίας, ἀλλὰ καὶ μετὰ τῶν παρεπιδημούντων ξένων καὶ μετὰ τῶν εὐτελεστάτων ξυνέπινεν. εἰ δὲ καὶ
15τῶν νεωτέρων ξυναίσθοιτό τινας εὐωχουμένους ὁπουδήποτε, παρῆν μετὰ κεραμείου καὶ συμφωνίας, ὥστε τοὺς πολλοὺς διὰ τὸ παράδοξον ἀνιστα‐ μένους φεύγειν. πολλάκις δὲ καὶ τὴν βασιλικὴν ἐσθῆτα ἀποβαλὼν τή‐ βενναν ἀναλαβὼν περιῄει τὴν ἀγοράν. ἀγῶνας δέ ποτε ἐν Ἀντιοχείᾳ τελῶν τοὺς παραγενομένους ἐν τοῖς γυμνασίοις πάντας ἐκ χρυσῶν ὁλκίων ἤλειφε
20κροκίνῳ μύρῳ καὶ κινναμωμίνῳ καὶ ναρδίνῳ καὶ ἀμαρακίνῳ. καὶ συγκαλῶν αὐτοὺς εἰς εὐωχίαν ποτὲ μὲν χίλια τρίκλινα, ποτὲ δὲ χίλια πεντακόσια συνεπλήρου μετὰ πολυτελεστάτης κατασκευῆς. καὶ ὁ χειρισμὸς τῆς δια‐ κονίας δι’ αὐτοῦ ἐγίνετο· κατὰ γὰρ τὰς εἰσόδους ἐφιστάμενος οὓς μὲν εἰσῆγεν, οὓς δὲ ἀνέκλινεν, καὶ περιπορευόμενος οὗ μὲν προσεκάθιζεν, οὗ δὲ
25προσανέπιπτε. καὶ ποτὲ μὲν ἀποθέμενος μεταξὺ τὸν ψωμόν, ποτὲ δὲ τὸ ποτήριον ἀνεπήδα καὶ μετανίστατο καὶ περιῄει τὸν τόπον προπόσεις λαμ‐ βάνων ὀρθὸς ἄλλοτε παρ’ ἄλλοις, ἅμα δὲ τοῖς ἀκροάμασι προσπαίζων. καὶ παρὰ τῶν μίμων εἰσεφέρετο ὅλος συγκεκαλυμμένος καὶ ἐτίθετο εἰς τὴν γῆν ὡς εἷς ὢν τῶν μίμων· καὶ τῆς συμφωνίας προκαλουμένης ὁ βασιλεὺς
30ἀναπηδήσας ὠρχεῖτο καὶ προσέπαιζε τοῖς μίμοις, ὥστε πάντας αἰσχύνεσθαι. τοιαῦτα ἀπεργάζεται τοὺς ταλαιπώρους ἡ πρὸς τῇ μέθῃ ἀπαιδευσία. φι‐ λοπότης δ’ ἦν καὶ ὁ ὁμώνυμος αὐτῷ Ἀρσάκης ὁ ἐν Μηδίᾳ πρὸς Ἀρσάκην πολεμήσας. ἀναιρεθέντος οὖν αὐτοῦ ἔλεγεν Ἀρσάκης θάπτων αὐτόν· ἔσφηλέ σε, Ἀντίοχε, θάρσος καὶ μέθη· ἤλπιζες γὰρ ἐν μεγάλοις ποτηρίοις τὴν
35Ἀρσάκου βασιλείαν ἐκπιεῖν. Ἀντίοχος δὲ ὁ μέγας, ὃν Ῥωμαῖοι καθεῖ‐ λον, παρελθὼν εἰς Χαλκίδα τῆς Εὐβοίας συνετέλει γάμους, πεντήκοντα μὲν ἔτη γεγονὼς καὶ δύο τὰ μέγιστα τῶν ἔργων ἀνειληφώς, τήν τε τῶν
Ἑλλήνων ἐλευθερίαν ὡς αὐτὸς ἐπηγγέλλετο, καὶ τὸν πρὸς Ῥωμαίους πό‐39 in vol. 2.2

2,2

40

λεμον. ἐρασθεὶς οὖν παρθένου Χαλκιδικῆς κατὰ τὸν τοῦ πολέμου καιρὸν ἐφιλοτιμήσατο γῆμαι αὐτήν, οἰνοπότης ὢν καὶ μεθύαις χαίρων· ἦν δὲ αὐτὴ Κλεοπτολέμου θυγάτηρ ἑνὸς τῶν ἐπιφανῶν, κάλλει πάσας ὑπερβάλλουσα· καὶ τοὺς γάμους συντελῶν ἐν τῇ Χαλκίδι αὐτόθι διέτριψε τὸν χειμῶνα,
5τῶν ἐνεστώτων οὐδ’ ἡντινοῦν ποιούμενος πρόνοιαν. ἔθετο δὲ καὶ τῇ παιδὶ ὄνομα Εὔβοιαν. ἡττηθεὶς οὖν τῷ πολέμῳ ἔφυγεν εἰς Ἔφεσον μετὰ τῆς νεογάμου. Ἄγρων δὲ ὁ Ἰλλυρίων βασιλεὺς ὁ τοὺς Αἰτωλοὺς νενικηκὼς πολυπότης ὢν καὶ εἰς μέθας καὶ εὐωχίας τραπεὶς πλευρίτιδι ληφθεὶς ἀπέθανε, φησὶ Πολύβιος. καὶ Δημήτριος δὲ ὁ ἐκ Ῥώμης τὴν ὁμηρείαν
10διαφυγών, πολυπότης ὤν, τὸ πλεῖστον τῆς ἡμέρας ἐμεθύσκετο. καὶ Ὁλο‐ φέρνης δὲ ὁ Καππαδοκίας βασιλεὺς τοιοῦτος ἦν, ὥς φησιν ὁ αὐτός. διὸ ὁ θειότατος Πλάτων καλῶς νομοθετεῖ παῖδας μέχρι ἐτῶν ὀκτωκαίδεκα τὸ παράπαν οἴνου μὴ γεύεσθαι· οὐ γὰρ χρὴ πῦρ ἐπὶ πῦρ ὀχετεύειν· οἴνου δὲ μετρίου γεύεσθαι μέχρι τριάκοντα ἐτῶν, μέθης δὲ καὶ πολυοινίας τὸ
15παράπαν τὸν νέον ἀπέχεσθαι· τεσσαράκοντα δὲ ἐπιβαίνοντα ἐτῶν ἐν τοῖς συσσιτίοις εὐωχηθέντα καλεῖν τούς τε ἄλλους καὶ δὴ Διόνυσον εἰς τὴν τῶν πρεσβυτέρων τελετὴν ἅμα καὶ παιδείαν, ἣν τοῖς ἀνθρώποις ἐπίκουρον τῆς τοῦ γήρως αὐστηρότητος ἐδωρήσατο τὸν οἶνον φάρμακον, ὥστε ἀνηβᾶν ἡμᾶς καὶ δυσθυμίας λήθην γίνεσθαι. καὶ ἑξῆς δέ φησι· φήμη ὑπορρεῖ, ὡς
20ὁ θεὸς οὗτος ὑπὸ τῆς μητρὸς Ἥρας διεφορήθη τῆς ψυχῆς τὴν γνώμην· διὸ τάς τε βακχείας καὶ τὴν μανικὴν πᾶσαν ἐμβάλλει χορείαν τιμωρού‐ μενος, ὅθεν καὶ τὸν οἶνον ἐπὶ τοῦτ’ αὐτὸ δεδώρηται. Φάλαικος δὲ καὶ γυ‐ ναῖκά τινα ἀναγράφει πολυπότιν Κλεὼ ὄνομα λέγων· χρυσωτὸν κροκόεντα περισώσασα χιτῶνα τόνδε Διωνύσῳ δῶρον ἔδωκε Κλεώ, οὕνεκα συμ‐
25ποσίοισι μετέπρεπε· ἶσα δὲ πίνειν οὔτις οἱ ἀνθρώπων ἤρισεν οὐδ’ ἅμα πω. ὅτι δὲ φίλοινον τὸ τῶν γυναικῶν γένος κοινόν. Ξέναρχος οὖν γυναῖκά τινα παράγει φρικτότατον ὅρκον ὀμνύουσαν τόνδε· ἐμοὶ γένοιτο σοῦ ζώσης, τέκνον, ἐλεύθερον πιοῦσαν οἶνον ἀποθανεῖν. παρὰ δὲ Ῥωμαίοις, φησὶ Πολύβιος, ἀπείρητο γυναιξὶ πίνειν οἶνον· τὸν δὲ καλούμενον πάσσον πίνουσιν. οὗτος
30δὲ ποιεῖται μὲν ἐκ τῆς ἀσταφίδος, ἔστι δὲ παραπλήσιος τῷ Κρητικῷ πινόμενος τῷ γλυκεῖ· διὸ πρὸς τὸ κατεπεῖγον τοῦ δίψους χρῶνται αὐτῷ. λαθεῖν δ’ ἐστὶν ἀδύνατον τὴν γυναῖκα πιοῦσαν οἶνον. πρῶτον μὲν γὰρ οὐδ’ ἔχει οἴνου κυρείαν ἡ γυνή· πρὸς δὲ τούτοις φιλεῖν δεῖ τοὺς συγγενεῖς τοὺς ἑαυτῆς καὶ τοὺς τοῦ ἀνδρὸς ἕως ἐξανεψιῶν καὶ τοῦτο καθ’ ἡμέραν, ὅταν
35ἴδῃ πρῶτον. λοιπὸν ἀδήλου τῆς ἐντυχίας οὔσης τίσιν ἀπαντήσει φυλάσσεται. τὸ γὰρ πρᾶγμα κἂν γεύσηται μόνον οὐ προσδεῖ διαβολῆς. Ἄλκιμος δέ φησι πάσας τὰς ἐν Ἰταλίᾳ γυναῖκας μὴ πίνειν οἶνον ἀπὸ ταύτης τῆς
αἰτίας· Ἡρακλῆς περὶ τὴν Κροτωνιάτιν γενόμενος ἐπεὶ πρός τινα40 in vol. 2.2

2,2

41

οἰκείαν οὖσαν περὶ τὴν ὁδὸν ἀφίκετο, προσελθὼν ᾔτει πιεῖν ἐντεῦθεν. ἔτυχε δ’ ἡ γυνὴ τοῦ τὴν οἰκίαν κεκτημένου πίθον οἴνου λαθραίως ὑποίξασα· καὶ πρὸς τὸν ἄνδρα δεινὸν ἔφη ποιήσειν αὐτόν, εἰ ξένου χάριν τὸν πίθον ἀνοίξειε, ὕδωρ δὲ ἐκέλευσε δοῦναι. Ἡρακλῆς δ’ ἐπὶ θύραις ἑστὼς καὶ ἀκούσας τὸν
5ἄνδρα σφόδρα ἐπῄνεσεν, ὃν καὶ ἐκέλευσε παρελθόντα εἴσω σκοπεῖν τὸν πίθον. καὶ ὃς εἰσελθὼν λίθινον εὗρε τὸν πίθον γεγονότα. τοῦτο δὲ τὸ ση‐ μεῖον ἔτι καὶ νῦν ἐστιν ἐν ταῖς ἐπιχωρίαις γυναιξὶ πάσαις ἐν αἰσχρῷ κεῖσθαι τὸ πίνειν οἶνον διὰ τὴν προκειμένην αἰτίαν. οἷαι δ’ εἰσὶν αἱ παρ’ Ἕλλησι μεθύουσαι, δηλοῖ Ἀντιφάνης λέγων· βούλῃ καὶ σύ, φίλτατε,
10πιεῖν; καλῶς ἔχει μοι, τοιγαροῦν φέρε. μέχρι γὰρ τριῶν φασι τιμᾶν τοὺς θεούς. καὶ Ἄλεξις· γυναιξὶν ἀρκεῖ πάντ’, ἐὰν οἶνος παρῇ πίνειν διαρκής. ἀλλὰ μήν, νὴ τὼ θεώ, ἔσται γ’ ὅσον ἂν βουλώμεθ’, ἔσται καὶ μάλα ἡδύς γε, ὀδόντας οὐκ ἔχων, ἤδη σαπρός, γέρων δαιμονίως. ἀσπάζομαι γραῦν σφίγγα· πρὸς ἐμὲ ὡς αἰνίγματα· λέγε καὶ τὰ λοιπά. ὁ αὐτὸς Ζωπύρας
15τινὸς μνησθεὶς λέγει· Ζωπύρα, οἰνηρὸν ἀγγεῖον. Ἀντιφάνης· κακοδαίμων σφόδρα ὃς γαμεῖ γυναῖκα, πλὴν ἐν τοῖς Σκύθαις· ἐκεῖ γὰρ μόνον οὐ φύεται ἄμπελος. Ξέναρχος· ὅρκον δ’ ἐγὼ γυναικὸς εἰς οἶνον γράφω. Ἀξιόνικος· γυναικὶ δὴ πίστευε μὴ πίνειν ὕδωρ. καὶ ὅλα δὲ ἔθνη περὶ μέθας διατρί‐ βοντα μνήμης ἠξίωται. Τάπυροι οὖν φίλοινοι οὕτως ὡς ἀλείμματι ἄλλῳ
20μηδενὶ χρῆσθαι ἢ τῷ οἴνῳ, ὥς φησι Βαίτων. Κτησίας δὲ καὶ δικαιοτάτους αὐτούς φησιν εἶναι. Ἁρμόδιος δὲ φιλοπότας λέγει γενέσθαι Φηγαλεῖς Μεσηνίοις ἀστυγείτονας ὄντας καὶ ἀποδημεῖν ἐθισθέντας. Φύλαρχος δέ φησι Βυζαντίους οἰνόφλυγας ὄντας ἐν τοῖς καπηλείοις οἰκεῖν, ἐκμισθώσαντας τοὺς ἑαυτῶν θαλάμους μετὰ τῶν γυναικῶν τοῖς ξένοις, πολεμίας σάλπιγγος
25οὐδ’ ἐν ὕπνοις ὑπομένοντας ἀκοῦσαι. διὸ καὶ πολεμουμένων ποτὲ αὐτῶν καὶ οὐ προσκαρτερούντων τοῖς τείχεσι Λεωνίδης ὁ στρατηγὸς ἐκέλευσε τὰ καπηλεῖα ἐπὶ τῶν τειχῶν σκηνοπηγεῖν, καὶ μόλις ποτὲ ἐπαύσαντο λει‐ ποτακτοῦντες. Μένανδρος δέ φησι· πάντας μεθύσους τοὺς ἐμπόρους ποιεῖ τὸ Βυζάντιον. ὅλην ἐπίνομεν τὴν νύκτα διὰ σὲ καὶ σφόδρ’ ἄκρατον, μοι
30δοκῶ· ἀνίσταμαι γοῦν τέσσαρας κεφαλὰς ἔχων. μέθυσοι δὲ καὶ Ἀργεῖοι καὶ Τιρύνθιοι. Ἔφιππος οὖν φησιν· οἳ μεθύοντες ἀεὶ τὰς μάχας πάσας μάχονται. τοιγαροῦν φεύγους’ ἀεί. Πολέμων δὲ παρατίθεται τόδε τὸ ἐπί‐ γραμμα περὶ Ἠλείων· Ἦλις καὶ μεθύει καὶ ψεύδεται· οἷος ἑκάστου οἶκος, τοίη καὶ συνάπασα πόλις. τοιοῦτοι κατὰ Θεόπομπον καὶ οἱ ἐν Θρᾴκῃ
35Χαλκιδεῖς. καὶ οἱ Θρᾷκες δὲ κατὰ Καλλίμαχον. φησὶ γοῦν· αὐτὰρ ὁ Θρηικίην μὲν ἀπέστυγε χανδὸν ἄμυστιν οἰνοποτεῖν, ὀλίγῳ δ’ ἥδετο κισσυβίῳ. τοιοῦτοι καὶ Μηθυμναῖοι, οὓς ἔπαυσεν ὁ τύραννος Κλεομένης, ὁ καὶ τὰς
μαστροποὺς τὰς εἰθισμένας προαγωγεύειν τὰς ἐλευθέρας γυναῖκας τρεῖς ἢ41 in vol. 2.2

2,2

42

τέσσαρας τὰς ἐπιφανεστάτας ἐνδήσας εἰς σάκκους κᾆτα ποντίσαι τισὶ προστάξας. Ἕρμιππος δέ φησιν ὅτι Ἰλλυριοὶ δειπνοῦσι καθήμενοι καὶ πί‐ νουσιν, ἄγουσι δὲ καὶ τὰς γυναῖκας εἰς τὰς συνουσίας· καὶ καλὸν αὐταῖς προπίνειν οἷς ἐντύχωσι τῶν παρόντων. ἐκ δὲ τῶν συμποσίων αὐταὶ τοὺς
5ἄνδρας ἀπάγουσι. κακόβιοι δὲ πάντες εἰσὶ καὶ ζώννυνται τὰς κοιλίας ζώναις πλατείαις ὅταν πίνωσιν. ἐπειδὰν δὲ σφοδρότερον πίνωσι, μᾶλλον ἀεὶ συνάγουσι τὴν ζώνην. Ἀριαῖοι δέ, φησὶν ὁ αὐτός, εἶχον προσπελατῶν ὥσπερ εἱλώτων τριάκοντα μυριάδας, ἐμέθυον δὲ ἀεὶ καὶ ἐποιοῦντο συνουσίας. διὸ Κελτοὶ πολεμοῦντες αὐτοῖς καὶ εἰδότες αὐτῶν τὰς ἀκρασίας παρήγ‐
10γειλαν ἅπασι τοῖς στρατιώταις δεῖπνον ὡς λαμπρότατον κατασκευάσαντας κατὰ σκηνὴν ἐμβαλεῖν εἰς τὰ σιτία πόαν τινὰ φαρμακώδη δυναμένην δια‐ κόπτειν τὰς κοιλίας καὶ διακαθαίρειν. γενομένου δὲ τούτου οἳ μὲν κατα‐ ληφθέντες ὑπὸ τῶν Κελτῶν ἀπώλοντο, οἳ δὲ εἰς τὸν ποταμὸν ἔρριψαν ἑαυτούς, ἀκράτορες τῶν γαστέρων γενόμενοι. μητρόπολις τῶν δεινῶν ὁ οἶνος,
15δι’ ὃν αἱ μέθαι, αἱ μανίαι, αἱ παροινίαι. οὗ τοὺς ἐκπαθῶς μεταλαμβάνοντας οὐ κακῶς ὁ Χαλκοῦς Διονύσιος κυλίκων ἐρέτας ἔφη. παρὰ δὲ Ἀλέξιδί φησί τις· ὁ μὲν οὖν ἐμὸς υἱός, οἷον ἀρτίως εἴδετε, τοιοῦτος γέγονεν, Οἰνοπίων τις ἢ Μάρων τις ἢ Κάπηλος ἤ τις Τιμοκλῆς· μεθύει γάρ· οὐδὲν ἕτερον. ὁ δ’ ἕτερος τί ἂν τύχοιμ’ ὀνομάσας; βῶλος, ἄροτρον, γηγενὴς
20ἄνθρωπος. καλῶς οὖν πρὸς τοὺς οὕτω λάπτοντας τὸν οἶνον ὁ αὐτός φησιν· οἶνον πολὺν οὐ κεκραμένον πίνεις μεστὸς ὢν κοὐκ ἐξεμεῖς; καὶ πάλιν· πολὺς γὰρ οἶνος πόλλ’ ἁμαρτάνειν ποιεῖ. Πλάτων δ’ ἐν ἕκτῳ Νόμων φησί· τὴν πόλιν εἶναι δεῖ δίκην κεκραμένην κρατῆρος, οὗ μαινόμενος μὲν ὁ οἶνος ἐκκεχυμένος ζῇ, ὑποκολαζόμενος δὲ ὑπὸ νήφοντος ἑτέρου θεοῦ καλὴν κοι‐
25νωνίαν λαβὼν ἀγαθὸν πόμα καὶ μέτριον ἀπεργάζεται. τὸ γὰρ παροινεῖν ἐκ τοῦ μεθύειν γίνεται· διὸ καὶ Ἀντιφάνης φησίν· οὔτε γὰρ νήφοντα δεῖ οὐδαμῶς, πάτερ, παροινεῖν, οὔθ’ ὅταν πίνειν δέῃ νοῦν ἔχειν. ὅστις δὲ μεῖζον ἢ κατ’ ἄνθρωπον φρονεῖ, μικρῷ πεποιθὼς ἀθλίῳ νομίσματι εἰς ἄφοδον ἐλθὼν ὅμοιον πᾶσιν αὑτὸν ὄψεται. ἐὰν σκοπῇ τὰ τῶν ἰατρῶν τοῦ βίου τεκμήρια
30τὰς φλέβας ὅποι φέρονται, τὰς ἄνω καὶ τὰς κάτω τεταγμένας, δι’ ὧν θνητὸς πᾶς κυβερνᾶται βίος. πάλιν ὁ αὐτός πού φησι· Μακαρεὺς ἔρωτι τῶν ὁμο‐ σπόρων μιᾶς πληγεὶς τέως μὲν ἐπεκράτει τῆς συμφορᾶς κατεῖχέ θ’ αὑτόν· εἶτα παραλαβών ποτε οἶνον στρατηγόν, ὃς μόνος θνητῶν ἄγει τὴν τόλμαν εἰς τὸ πρόσθε τῆς εὐβουλίας, νύκτωρ ἀναστὰς ἔτυχεν ὧν ἠβούλετο. καλῶς
35οὖν ἄρα καὶ Ἀριστοφάνης φησίν· ἡδύς τε πίνειν οἶνος Ἀφροδίτης γάλα. Ἡγήσανδρος δὲ ἐξοίνους τινὰς λέγει. Θεόπομπος δὲ περί τινων φησι Ῥοδίων· καὶ πολλὰς μὲν γυναῖκας εὐγενεῖς καὶ τῶν πρώτων ἀνθρώπων ᾔσχυναν,
οὐκ ὀλίγους δὲ παῖδας καὶ νεανίσκους διέφθειραν· εἰς τοῦτο δὲ προέβησαν42 in vol. 2.2

2,2

43

ἀσελγείας, ὥστε καὶ κυβεύειν ἠξίωσαν πρὸς ἀλλήλους περὶ τῶν γυναικῶν τῶν ἐλευθέρων καὶ διωμολογοῦντο τοὺς ἐλάττω τοῖς ἀστραγάλοις βάλλοντας ἥντινα χρὴ τῶν πολιτίδων τῷ νικῶντι εἰς συνουσίαν ἀγαγεῖν, ὅπως ἂν ἕκαστος ἦν δυνατὸς πείθων ἢ βιαζόμενος. καὶ ταύτην τὴν κυβείαν ἔπαιζον
5μὲν καὶ ἄλλοι, ἐπιφανέστατα δὲ Ἡγησίλοχος ὁ προστατεῖν τῆς πόλεως ἀξιῶν. Ἀνθέας δὲ ὁ Κλεοβούλου τοῦ σοφοῦ συγγενής, πρεσβύτερος καὶ εὐδαίμων ἄνθρωπος εὐφυής τε περὶ ποίησιν ὢν πάντα τὸν βίον ἐδιονυσίαζεν ἐσθῆτά τε Διονυσιακὴν φορῶν καὶ πολλοὺς τρέφων συμβάκχους ἐξῆγε κῶμον ἀεὶ μεθ’ ἡμέραν καὶ νύκτωρ. καὶ πρῶτος εὗρε τὴν διὰ τῶν συνθέτων
10ὀνομάτων ποίησιν, ἐποίει δὲ καὶ κωμῳδίας καὶ ἄλλα πολλὰ ἐν τούτῳ τῷ τρόπῳ τῶν ποιημάτων, ἃ ἐξῆρχε τοῖς μετ’ αὑτοῦ φαλλοφοροῦσι. ὅτι Εὐμενὴς ὁ Περγαμηνὸς ὑπὸ μέθης ἀπέθανεν. ὅτι Τίμων ἀριθμοπότας φησὶ τοὺς πολὺν σπῶντας ἄκρατον λέγων· βαρὺν βουπλῆγα τομώτερον ἢ Λυκό‐ οργος, ὅς ῥα Διωνύσου ἀριθμοπότας ἐπέκοπτε. τὸ δὲ καὶ τὰς ὄψεις πλανᾷ,
15ὡς ἔδειξεν Ἀνάχαρσις δι’ ὧν ἔδειξεν ὅτι ψευδεῖς δόξαι τοῖς μεθύουσι γίνονται. συμπότης γάρ τις ἰδὼν αὐτοῦ τὴν γυναῖκα ἐν τῷ συμποσίῳ ἔφη· ὦ Ἀνάχαρσι, γυναῖκα γεγάμηκας αἰσχράν. καὶ ὃς ἔφη· πάνυ γε κἀμοὶ δοκεῖ· ἀλλά μοι ἔγχεον, ὦ παῖ, ποτήριον ἀκρατέστερον, ὅπως αὐτὴν καλὴν ποιήσω. οἶνον δὲ ἀρκεσίγυιον Εὐριπίδης πού φησιν· ὅτι τὸ ἀπεσκοτώθης
20ἀντὶ τοῦ ἐζοφώθης τὸν νοῦν φησι. καὶ ὅτι ἐν χρήσει κεῖται παρὰ Ἀντιφάνει τὸ πίσομαι ἀντὶ τοῦ πίω. καὶ ὅτι πίομαι ἄνευ τοῦ υ λεκτέον ἐκτείνοντας τὸ ι, φησίν· οὕτω γὰρ ἔχει καὶ τὸ Ὁμηρικόν· πίομεν ἐκ βοτάνης. εὕρηται δὲ καὶ τὸ πιοῦμαι, ὡς Ἀριστοφάνης· πικρότατον οἶνον τήμερον πιῇ. ἐνίοτε δὲ καὶ συστέλλουσι τὸ ι· Ὅμηρος· τῇ πίε οἶνον. ὅτι οἱ τὸν κρίθινον πεπω‐
25κότες ὃν πῖνον καλοῦσιν εἰς τὰ νῶτα καταπίπτουσιν, ὥς φησιν Ἀριστοτέλης ἐν τῷ περὶ μέθης· καίτοι ὑπὸ τῶν λοιπῶν φησι μεθυστικῶν οἱ μεθυσθέντες ἐπὶ πάντα τὰ μέρη πίπτουσι, μόνοι δὲ οἱ τῷ πίνῳ ὕπτιοι κλίνονται. τὸν δὲ κρίθινον τοῦτον καὶ βρῦτον καλοῦσιν Σοφοκλῆς τε καὶ Ἀρχίλοχος καὶ ἄλλοι. Ἑλλάνικος δέ φησι· πίνουσι δὲ βρῦτον ἐκ τῶν ῥιζῶν καθάπερ οἱ
30Θρᾷκες ἐκ τῶν κριθῶν. Ἑκαταῖος δὲ περὶ Αἰγυπτίων εἰπὼν ὡς ἀρτοφάγοι εἰσίν, ἐπιφέρει· τὰς δὲ κριθὰς εἰς τὸ πόμα καταλέουσιν. ὅτι φησί που Ἴων ὁ Χῖος· οἶνος πρόφασις παντοδάπων λόγων· αἵ τε Πανελλήνων ἀγοραὶ θαλίαι τ’ ἀνάκτων, ἐξ οὗ βοτρυόεσς’ οἰνὰς ὑποχθόνιον πτόρθον ἀνασχομένη θαλερῷ ἐπήξατο πήχει αἰθέρος· ὀφθαλμῶν δ’ ἐξέθορον πυκινοὶ παῖδες,
35φωνήεντες ὅταν πέσῃ ἄλλος ἐπ’ ἄλλῳ, πρὶν δὲ σιωπῶσι. παυσάμενοι δὲ βοῆς νέκταρ ἀμέλγονται, μόνον ὄλβιον ἀνθρώποισι, τοῦ χαίρειν φάρμακον αὐτοφυές. τοῦ θαλίαι φίλα τέκνα φιλοφροσύναι τε χοροί τε. τῶν ἀγαθῶν
βασιλεὺς οἶνος ἔδειξε φύσιν. εἶτα ἑξῆς ἐπεύχεται πίνειν καὶ παίζειν καὶ43 in vol. 2.2

2,2

44

τὰ δίκαια φρονεῖν. Ἄμφις δὲ παράγει φιλοπότην τινὰ λέγοντα· ἐπαινῶ μᾶλλον ἡμῶν τὸν βίον τὸν τῶν φιλοποτῶν ἤπερ ὑμῶν τῶν μόνον ἐν τῷ μετώπῳ νοῦν ἔχειν εἰωθότων. ὅτι γρῖφός ἐστι κατὰ τὸν Σολέα Κλέαρχον πρόβλημα ἐπιπαιστικόν, προστακτικὸν τοῦ διὰ ζητήσεως εὑρεῖν τῇ διανοίᾳ
5τὸ προβληθὲν τιμῆς ἢ ἐπιζημίου χάριν εἰρημένον. ἑπτὰ δὲ εἴδη γρίφων φησίν· ἐν γράμματι οἱονεὶ ἐροῦμεν ὄνομά τι ἰχθύος ἢ φυτοῦ ἀπὸ τοῦ θ ἀρχομένου ὁμοίως κἂν ἔχειν τι κελεύῃ ὁ γρῖφος τῶν γραμμάτων ἢ μὴ ἔχειν καθάπερ οἱ ἄσιγμοι καλούμενοι γρῖφοι. ἐν συλλαβῇ οἱονεὶ εἴπωμεν ἔμμετρον ὁτιδήποτε οὗ ἡγεῖται βα οἷον βασιλεύς, ἢ ὃ ἔχει τελευτὴν τὸ
10ναξ, ὡς Καλλιάναξ, ἢ ὧν ὁ λέων καθηγεῖται οἷον Λεωνίδης, ἢ ἔμπαλιν τελικόν ἐστι οἷον Θρασυλέων. ἐν ὀνόματι, οἱονεὶ εἴπωμεν ὀνόματα ἁπλᾶ ἢ σύνθετα δισύλλαβα, οἷς μορφή τις ἐμφαίνεται τραγικὴ ἢ πάλιν ταπεινή, ἢ ἄθεα ὀνόματα, οἷον Κλεώνυμος, ἢ θεοφόρα, οἷον Διονύσιος, καὶ τοῦτο ἢ ἐξ ἑνὸς θεοῦ, οἷον ἀπὸ Διὸς Διοκλῆς καὶ Ἑρμοῦ Ἐρμόδωρος, ἢ πλειόνων, οἷον Ἑρμαφρό‐
15διτος, ἢ εἰ εἰς νικος τύχοι λήγειν. ὅτι περὶ τῶν γρίφων Ἀντιφάνης φησί που· ὅτι πρότερον μὲν ἀκούων ὅτι φέρων τι μὴ φέρει, ἐγέλων νομίζων λῆρον οὐκ ἂν γενόμενον οὐδέποτέ γε, οἶμαι, πρᾶγμα παντελῶς λέγειν, ἐνέδρας δ’ ἕνεκα. νυνὶ δὲ τοῦτ’ ἔγνωχ’ ὅτι ἀληθὲς ἦν· φέρομεν γὰρ ἔρανόν τιν’ ἄνθρωποι δέκα, οὐ φέρει δὲ τούτων τὴν φορὰν οὐδὲ εἷς. σαφῶς οὖν ὅτι φέρων τις
20μὴ φέρει, τοῦτ’ ἔστιν. καὶ ἀλλαχοῦ φησι· τροχοῦ ῥύμαισι τευκτὸν κοι‐ λοσώματον κύτος, πλαστὸν ἐκ γαίης, ἐν ἄλλῃ μητρὸς ὀπτηθὲν στέγῃ, νεογενοῦς ποίμνης δ’ ἐν αὐτῇ πνικτὰ γαλακτοθρέμμονα. εἶτ’ ἐπάγει ὅτι κρεῶν χύτραν λέγω. καὶ πάλιν· ξουθῆς μελίσσης νάμασι συμμιγὴς μηκάδων αἰγῶν ἀπόρρους θρόμβος, ἐγκαθήμενος εἰς πλατὺ στέγαστρον ἁγνῆς παρθένου
25Δηοῦς κόρης. ἔστι δὲ πλακοῦς. Βρομιάδος τε ἱδρῶτα πηγῆς τὸν οἶνόν φησι καὶ λιβάδα φαίαν δροσώδη τὸ ὕδωρ. Ἄλεξις δὲ περὶ ὕπνον τοιοῦτόν τινα γρῖφον προβάλλει· οὐ θνητὸς οὐδ’ ἀθάνατος, ἀλλ’ ἔχων τινὰ σύγκρασιν, ὥστε μήτ’ ἐν ἀνθρώπου μέρει μήτ’ ἐν θεοῖς ζῆν, ἀλλὰ φύεσθαί τε ἀεὶ καινῶς φθίνειν τε τὴν παρουσίαν πάλιν, ἀόρατος ὄψιν, γνώριμος δ’ ἅπασιν
30ὢν ἀεί. τίς οὖν τοσαύτην ἔσται φύσιν ἔχων; ὕπνος βροτείων, ὦ κόρη, παυστὴρ πόνων. Εὔβουλος δὲ τοιοῦτον προβάλλει· ἔστι λαλῶν ἄγλωσσος, ὁμώνυμος ἄρρενι θῆλυς, οἰκείων ἀνέμων ταμίας, δασύς, ἄλλοτε δεῖος, ἀξύνετα ξυνετοῖσι λέγων, νόμον ἐκ νόμου ἕλκων· ἓν δ’ ἐστὶ καὶ πολλὰ καὶ ἂν τρώσῃ τις ἄτρωτος. πάλιν ὁ αὐτός· ἀτταλεβόφθλαμος, μὴ πρόστομος,
35ἀμφικέφαλος, αἰχμητής, παίδων ἀγόνων γόνον ἐξαφανίζων. ἔστι δὲ ἰχνεύμων Αἰγύπτιος. τῶν γὰρ κροκοδείλων, φησίν, οὗτος ᾠὰ λαμβάνων πρὶν θηριοῦσθαι τὸν γόνον κατάγνυσιν, ἔπειτα ἀφανίζει. διότι δὲ ἀμφίστομος, κεντεῖ κάτωθεν,
τοῖς δὲ χείλεσιν δάκνει. πάλιν· οἶδ’ ἐγὼ ὃς νέος ὤν ἐστι βαρύς, ἂν δὲ44 in vol. 2.2

2,2

45

γέρων ᾖ, ἄπτερος ὢν κοῦφον πέταται καὶ γῆν ἀφανίζει. λύσις πάππος ἀπ’ ἀκάνθης· οὗτος γὰρ νέος μὲν ὢν ἕστηκεν ἐν τῷ σπέρματι, ὅταν δὲ ἀποβάλῃ τοῦτο, πέτεται κοῦφος ὤν, δήπουθεν ὑπὸ τῶν παιδίων φυσώμενος. πάλιν· ἔστιν ἄγαλμα βεβηκὸς ἄνω, τὰ κάτω δὲ κεχηνός, εἰς πόδας ἐκ
5κεφαλῆς τετρημένον ὀξὺ διάτρωτον, ἀνθρώπους τίκτον κατὰ τὴν πυγὴν ἕν, ἕκαστον, ὧν οἳ μὲν μοίρας ἔλαχον βίου, οἳ δὲ πλανῶνται. καὶ ζήτει λύσιν. παρὰ δὲ Ἀντιφάνει κεῖται τοιοῦτος γρῖφος· ἔστι τις ὃς τὰ μὲν ὄντα διδοὺς οὐκ οἶδε δεδωκὼς οἷσι δέδωκ’ οὐδ’ αὐτὸς ἔχων ὧν ἐδεῖτο. διδοὺς δέ τις οὐκ ἔδωκεν οὐδ’ ἔχων ἔχει; οὐκ οἶδα τούτων οὐδέν. οὐκοῦν ταῦτα καὶ
10ὁ γρῖφος λέγει. ὅσα γὰρ οἶσθα οὐκ οἶσθα νῦν οὐδ’ ὅσα δέδωκας οὐδ’ ὅς’ ἀντ’ αὐτῶν ἔχεις νῦν. παρὰ τῷ αὐτῷ· ἔστι φύσις θήλεια βρέφη σῴζους’ ὑπὸ κόλποις αὐτῆς, ταῦτα δ’ ἄφωνα βοὴν ἵστησι γεγωνὸν καὶ διὰ πόντιον οἶδμα. εἰπόντος δέ τινος πόλιν εἶναι τρέφουσαν ῥήτορας, οἳ κεκραγότες τὰ διαπόντια τἀκ τῆς Ἀσίας καὶ τἀπὸ Θρᾴκης λήμματα ἕλκουσι καὶ μὴ
15καλῶς λύσαντος λέγει ἡ Σαπφώ· θήλεια μὲν οὖν ἐστι φύσις ἐπιστολή, βρέφη δ’ ἐν αὐτῇ περιφέρει τὰ γράμματα· ἄφωνα δ’ ὄντα τοῖς πόρρω λαλεῖ οἷς βούλεθ’. ἕτερος δ’ ἂν τύχῃ τις πλησίον ἑστὼς ἀναγινώσκοντος οὐκ ἀκούσεται. καὶ παρὰ Διφίλῳ δὲ τρεῖς κόραι Σάμιαι γριφεύονται παρὰ πότον τί πάντων ἰσχυρότατον; καὶ τὰν μὲν εἰπεῖν· ὁ σίδηρος καὶ φέρειν
20τοῦ λόγου τὰν ἀπόδειξιν, διότι τούτῳ πάντ’ ὀρύσσουσί τε καὶ τέμνουσι. τὰν δευτέραν δ’ ἐπάγειν τὸν χαλκέα πολὺ κρείττω φέρειν ἰσχύν. τοῦτον γὰρ κάμπτειν, μαλάσσειν ὅτι τ’ ἂν χρῄζῃ ποεῖν. τὰν δὲ τρίταν ἀποφῆναι πέος ἰσχυρότατον πάντων, διδάσκειν δ’ ὅτι καὶ τὸν χαλκέα στένοντα πυ‐ γίζουσι τούτῳ. Ἀχαιὸς δὲ γλαφυρὸς ὢν ποιητὴς περὶ τὴν σύνθεσιν ἔσθ’
25ὅτε μελαίνει τὴν φράσιν καὶ πολλὰ αἰνιγματωδῶς ἐκφέρει. λέγει γοῦν που· λιθάργυρος δ’ ὄλπη παρῃωρεῖτο χρίσματος πλεκτὸν Σπαρτιάτην γραπτὸν κύρβιν. τὸν γὰρ λευκὸν ἱμάντα ἐξ οὗ ἡ ἀργυρᾶ λήκυθος ἐξήρτητο, Σπαρτιάτην γραπτὰν ἔφη κύρβιν ἢ Σπαρτιᾶτιν σκυτάλην. ὅτι δὲ λευκῷ ἱμάντι περιει‐ λοῦντες τὴν σκυτάλην οἱ Λάκωνες ἔγραφον ἃ ἠβούλοντο, πολλοὶ εἶπον.
30καὶ Στησίχορος δὲ λιθαργύρεον ποδονιπτῆρα ἔφη. Ἴων δέ πού φησι περὶ τοῦ ἰξοῦ δρυὸς μὲν ἱδρὼς καὶ θαμνομήκης ῥάβδος. ὅτι Θεοδέκτης ὁ Φασηλίτης ἱκανώτατος ἦν ἀνευρεῖν τὸν προβληθέντα γρῖφον καὶ αὐτὸς προβαλεῖν ἐπι‐ δεξίως. ἔφη γοῦν περὶ σκιᾶς εἶναί τινα φύσιν, ἣ περὶ τὴν γένεσιν καὶ περὶ τὴν φθίσιν μάλιστά ἐστι μεγίστη, περὶ δὲ τὴν ἀκμὴν ἐλαχίστη. καὶ
35περὶ νυκτὸς δὲ καὶ ἡμέρας φησίν· εἴσι κασίγνηται διττάς, ὧν ἡ μία τίκτει τὴν ἑτέραν, αὐτὴ δὲ τεκοῦς’ ὑπὸ τῆσδε τεκνοῦται. ὅτι πολιορκουμένης Κρώμνης τῆς περὶ Μεγάλην πόλιν ὑπὸ Ἀρκάδων, Ἱππόδαμος ὁ Λάκων
εἷς ὢν τῶν πολιορκουμένων διεκελεύετο τῷ παρὰ Λακεδαιμονίων ἥκοντι45 in vol. 2.2

2,2

46

κήρυκι ἐν αἰνιγμῷ εἰπεῖν τὴν περὶ αὐτοὺς κατάστασιν λέγων λύεσθαι τὸ γύναιον δέχ’ ἡμερῶν τὸ ἐν Ἀπολλωνείῳ δεδεμένον, ὡς οὐκ ἔτι λύσιμον ἐσόμενον ἐὰν αὐταὶ παρέλθωσιν. ἦν δὲ αὕτη παρὰ τὸν τοῦ Ἀπόλλωνος θρόνον διὰ γραφῆς ἀπομεμιμημένος Λαιμὸς ἔχων γυναικὸς μορφήν. φανερὸν οὖν
5ἐγένετο πᾶσιν ὅτι δέκα ἡμέρας ἔτι καρτερῆσαι δύνανται οἱ πολιορκούμενοι διὰ τὸν λιμόν· συνέντες οὖν οἱ Λάκωνες τὸ λεχθὲν ἐβοήθησαν κατὰ τάχος. ὅτι τό· ἄνδρ’ εἶδον πυρὶ χαλκὸν ἐπ’ ἀνέρι κολλήσαντα οὕτω συγκόλλως ὥστε σύναιμα ποεῖν· σικύας σημαίνει προσβολήν. τοῦ δὲ Πανάρκους γρίφου τοῦ· ὅτι βάλοι ξύλῳ τε καὶ οὐ ξύλῳ καθημένην ὄρνιθα καὶ οὐκ ὄρνιθα ἀνήρ
10τε καὶ οὐκ ἀνὴρ λίθῳ τε καὶ οὐ λίθῳ, τὸ μέν ἐστι νάρθηξ, τὸ δὲ νυκτερίς, τὸ δ’ εὔνουχος, τὸ δὲ κισσηρής. αἰνίγματα δέ φησι Δημήτριος ὁ Βυζάντιος, καὶ ἐκεῖνα τὰ Πυθαγόρου· καρδίαν μὴ ἐσθίειν ἀντὶ τοῦ ἀλυπίαν ἀσκεῖν, πῦρ μαχαίρᾳ μὴ σκαλεύειν ἀντὶ τοῦ τεθυμωμένον ἄνδρα μὴ ἐριδαίνειν. ζυγὸν μὴ ὑπερβαίνειν ἀντὶ τοῦ πᾶσαν πλεονεξίαν φεύγειν καὶ στυγεῖν, ζητεῖν
15δὲ τὸ ἴσον. λεωφόρους ὁδοὺς μὴ στείχειν ἀντὶ τοῦ γνώμῃ πολλῶν μὴ ἀκολουθεῖν· εἰκῇ γὰρ ἕκαστος ὅ τι ἂν δόξῃ ἀποκρίνεται· τὴν δ’ εὐθεῖαν ἄγειν ἡγεμόνι χρώμενον τῷ νῷ. μὴ καθῆσθαι ἐπὶ χοίνικα ἀντὶ τοῦ μὴ σκοπεῖν τὰ ἐφ’ ἡμέραν, ἀλλὰ τὴν ἐπιοῦσαν ἀεὶ προσδέκεσθαι. ὅτι Δρομέας ὁ Κῷος καὶ Κλέων ὁ μίμαυλος, ὃς καὶ τῶν Ἰταλικῶν μίμων ἄριστος γέ‐
20γονεν αὐτοπρόσωπος ὑποκριτής, ἔπαιζον γρίφους τοιούτους. ἀγροίκου τινὸς ὑπερπλησθέντος καὶ κακῶς ἔχοντος, ὡς ἠρώτα ὁ ἰατρὸς μὴ εἰς ἔμετον ἐδείπνησεν, οὐκ ἔγωγ’, εἶπεν, ἀλλ’ εἰς τὴν κοιλίαν. καὶ πτωχῆς τινος τὴν γαστέρα πονούσης, ἐπεὶ ὁ ἰατρὸς ἐπυνθάνετο μὴ ἐν γαστρὶ ἔχει, πῶς γε, εἶπεν, τριταία μὴ βεβρωκυῖα. ὅτι Σωσιφάνης Κηφισοκλέα τὸν ὑποκριτὴν
25λοιδορῶν ὡς εὐρύστομον· ἐνέβαλον ἄν σου, φησίν, εἰς τὸ ἰσχίον λιθόν, εἰ μὴ καταρραίνειν ἔμελλον τοὺς περιεστηκότας. ἀρχαῖος δέ, φησί, λογικός ἐστι γρῖφος οὗτος· τί πάντες οὐκ ἐπιστάμενοι διδάσκομεν; καί· τί ταῦτα οὐδαμοῦ καὶ πανταχοῦ; καὶ πρὸς τούτοις· τί ταὐτὸν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς καὶ ἐν θαλάσσῃ; τοῦτο δ’ ἐστὶν ὁμωνυμία· καὶ γὰρ ἄρκτος καὶ ὄφις καὶ ἀετὸς
30καὶ κύων ἐν οὐρανῷ καὶ ἐν γῇ καὶ ἐν θαλάσσῃ. τὸ δὲ χρόνον σημαίνει· ἅμα γὰρ παρὰ πᾶσιν ὁ αὐτὸς καὶ οὐδαμοῦ διὰ τὸ μὴ ἑνὶ τόπῳ τὴν φύσιν ἔχειν. τὸ δὲ προάγον ἐστὶ ψυχὰς ἔχειν· τοῦτο γὰρ οὐδεὶς ἡμῶν ἐπιστάμενος διδάσκει τὸν πλησίον. ὅτι πρῶτος εὗρεν ἣν γραμματικὴν καλεῖ θεωρίαν ὁ Ἀθηναῖος Καλλίας, καθ’ ἣν πρῶτα μὲν λέγει ἕκαστον τῶν στοίχων
35χορὸς γυναικῶν πεποιημένος αὐτῷ ἐμμέτρως καὶ μεμελοπεποιημένως, εἶτα καταστρέφει εἰς τἄλφα τόνδε τὸν τρόπον· βῆτα ἄλφα βα, βῆτα εἶ βε, βῆτα ἦτα βη καὶ οὕτω δι’ ὅλων τῶν φωνῶν. καὶ πάλιν ἐν ἀντι‐
στρόφῳ τοῦ μέλους καὶ τοῦ μέτρου γάμμα ἄλφα, γάμμα εἶ, γάμμα46 in vol. 2.2

2,2

47

ἦτα, καὶ ἑξῆς. καὶ ἐπὶ τῶν λοιπῶν συλλαβῶν ὁμοίως ἑκάστων τό τε μέτρον καὶ τὸ μέλος ἐν ἀντιστρόφοις ἔχουσι πᾶσαι ταὐτόν. διὸ οἱ λοιποὶ τὰς ἀντιστρόφους ἀπὸ τούτου παρεδέχοντο πάντες, ὡς ἔοικεν, εἰς τὴν τραγῳδίαν. δεδήλωκε δέ, φησί, καὶ διὰ τῶν ἰαμβείων γράμμα πρῶτος
5οὗτος ἀκολαστότερον μὲν κατὰ τὴν διάνοιαν, πεφρασμένον δὲ τρόπον τοῦτον· κύω γάρ, ὦ γυναῖκες. ἀλλ’ αἰδοῖ, φίλα, ἐν γράμμασι σφῷν τοὔνομ’ ἐξερῶ βρέφους. ὀρθὴ μακρὰ γραμμή ἐστι· ἐκ δὲ ταύτης μέσης μικρὰ παρεστῶς’ ἑκατέρωθεν ὑπτία. ἔπειτα κύκλος πόδας ἔχων βραχεῖς δύο. παρ’ Εὐριπίδῃ δὲ καὶ Ἀγάθωνι καὶ Θεοδέκτῃ τὴν ἐγγράμματον ῥῆσιν ποιοῦσι. βοτήρ ἐστί
10τις ἢ ἀγροῖκος ἀγράμματος δηλῶν τοὔνομα τοῦ Θησέως ἐπιγεγραμμένον οὕτως· ἐγὼ πέφυκα γραμμάτων μὲν οὐκ ἴδρις, μορφὰς δὲ λέξω καὶ σαφῆ τεκμήρια. κύκλος τίς ἐστιν ὡς τόρνοισιν ἐκμετρούμενος· οὗτος δ’ ἔχει σημεῖον ἐν μέσῳ σαφές. τὸ δεύτερον δὲ πρῶτα μὲν γραμμαὶ δύο, ταύτας διείργει δ’ ἐν μέσαις ἄλλη μία. τρίτον δὲ βόστρυχός τις ὣς εἱλιγμένος, τὸ δ’ αὖ
15τέταρτον ἦν μὲν εἰς ὀρθὸν μία, λοξαὶ δ’ ἐπ’ αὐτῆς τρεῖς κατεστηριγμέναι εἰσί. τὸ πέμπτον δ’ οὐκ ἐν εὐμαρεῖ φράσαι· γραμμαὶ γάρ εἰσιν ἐκ διε‐ στώτων δύο, αὗται δὲ συντρέχουσιν εἰς μίαν βάσιν. τὸ λοίσθιον δὲ τῷ τρίτῳ προσεμφερές. Ἀγάθωνος· γραφῆς ὁ πρῶτος ἦν μεσόμφαλος τύπος· ὀρθοί τε κανόνες ἐζυγωμένοι δύο, Σκυθικῷ τε τόξῳ τρίτον ἦν προσεμφερές. ἔπειτα
20τριόδους πλάγιος ἦν προσκείμενος· ἐφ’ ἑνός τε κανόνος ἦσαν ἐζυγωμένοι δύο. ὅπερ δὲ τὸ τρίτον ἦν καὶ τελευταῖον πάλιν. Θεοδέκτου· γραφῆς ὁ πρῶτος ἦν μαλακόφθαλμος κύκλος. ἔπειτα δύο οἱ κανόνες ἰσόμετροι πάνυ· τούτους δὲ πλάγιος διαμέτρου συνδεῖ κανών. τρίτον δ’ ἑλικτῷ βοστρύχῳ προσεμφερές. ἔπειτα τριόδους πλάγιος ὣς ἐφαίνετο, πέμπται δ’ ἄνωθεν
25ἰσόμετροι ῥάβδοι δύο, αὗται δὲ συντείνουσιν εἰς μίαν βάσιν. ἕκτον δ’ ὅπερ καὶ πρόσθεν εἶφ’ ὁ βόστρυχος. Νεοπτόλεμος δὲ ὁ Παριανός φησιν ἐν Χαλ‐ κηδόνι ἐπὶ τοῦ Θρασυμάχου τοῦ σοφιστοῦ μνήματος ἐπιγεγράφθαι τόδε τὸ ἐπίγραμμα· θῆτα ῥῶ ἄλφα σὰν ὖ μῦ ἄλφα χῖ οὖ σάν, πατρὶς Χαλκηδών· ἡ δὲ τέχνη σοφίη. ὅτι Καστορίων ὁ Σολεὺς ἐπίγραμμα εἰς Πᾶνα
30ἐποίησε πάντας ὁμοίους τοὺς πόδας ἡγεμονικοὺς καὶ ἀκολουθητικοὺς ἔχον, ὧν ἕκαστον, ὡς ἂν τῇ τάξει θῇς, τὸ αὐτὸ μέτρον ἀποδώσει, οὕτως· σὲ τὸν βολαῖς νιφοκτύποις δυσχείμερον, νιφοκτύποις σὲ τὸν βολαῖς δυσχεί‐ μερον. οὗτος δὲ ὁ ῥήτωρ φησὶν εἶναι καὶ ἑτέρως ποιῆσαι, ὥστε πλείω πρὸς τὴν χρῆσιν ἐκ τοῦ ἑνὸς ἔχειν· οὐ βούλομαι γὰρ τῶν ποδῶν μέτρον λαβεῖν,
35λαβεῖν μέτρον γὰρ τῶν ποδῶν οὐ βούλομαι. ὅτι εὕρηται παρὰ Πινδάρῳ ἀσιγμοποιηθεῖσα ᾠδή, καὶ Ἑρμιονεὺς δὲ ἐποίησεν ἄσιγμον ᾠδήν, καὶ Λᾶσος ἄσιγμον ὕμνον εἰς Δήμητρα· ἐν Φανερᾷ γενόμην, πάτραν δέ μου ἁλμυρὸν
ὕδωρ ἀμφὶς ἔχει· μήτηρ δ’ ἔστ’ ἀριθμοῖο πάις, ἤτοι Κοίου. κοῖος γὰρ παρὰ47 in vol. 2.2

2,2

48

Μακεδόσιν ὁ ἀριθμός. καὶ ἐπὶ τῆς πισσάνης δέ, ἣ πεποίηται παρὰ τὸ πτίσσειν καὶ ἀνεῖν, ἔστι γρῖφος οὗτος· κριθῆς ἀφλοίου χυλὸν ὀργάσας πίε. καὶ ἐπὶ τοῦ κοχλίου· ζῷον ἄπουν ἀνάκανθον ἀνόστεον ὀστρακόνωτον ὄμματ’ ἐκκύπτοντα προμήκεα κεἰσκύπτοντα. Ἀντιφάνης δέ πού φησι· τροφαλίδας
5τε λινοσάρκους. μανθάνεις; τυρὸν λέγω. Τιμοκλῆς· ὡς δ’ ἦν ἠρμένη βίου τιθήνη, πολεμία λιμοῦ, φύλαξ φιλίας, ἰατρὸς ἐκλύτου βουλιμίας, τράπεζα. περιέργως, νὴ τὸν οὐρανόν· ἐξὸν φράσαι τράπεζα συντόμως. ὅτι χρησμὸς ἐδόθη Κινύρᾳ περὶ τοῦ υἱοῦ Ἀδώνιδος· ὦ Κυπρία, βασιλεῦ Κυπρίων, ἀνδρῶν δασυπρώκτων, παῖς σοι κάλλιστος μὲν ἔφυ θαυμαστότατός τοι πάντων
10ἀνθρώπων, δύο δ’ αὐτὸν δαίμον’ ἔχετον, ἣ μὲν ἐλαυνομένη λαθρίοις ἐρεθισμοῖς, ὃ δ’ ἐλαύνων. ἤρων γὰρ Ἀδωνίδος Ἀφροδίτη καὶ Διόνυσος. τὸ δὲ τῆς Σφιγγὸς αἴνιγμα Ἀσκληπιάδης τοιοῦτον εἶναί φησιν· ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνή, καὶ τρίπουν, ἀλλάσσει δὲ φύσιν μόνον ὅσς’ ἐπὶ γαῖαν ἑρπετὰ γίνονται ἀνά τ’ αἰθέρα καὶ κατὰ πόντον· ἀλλ’ ὁπόταν
15πλείοσιν ἐρειδόμενον ποσὶ βαίνῃ, ἔνθα τάχος γυίοισιν ἀφαυρότερον πέλει αὐτοῦ. παρὰ δὲ Σιμωνίδῃ γριφώδη ταῦτα· μιξονόμου τε πατὴρ ἐρίφου καὶ σχέτλιος ἰχθὺς πλησίον ἠρείσαντο καρήατα· παῖδα δὲ νυκτὸς δεξάμενοι βλεφάροισι Διωνύσοιο ἄνακτος βουφόνον οὐκ ἐθέλουσι τιθηνεῖσθαι θεράποντα. φασὶ δ’ οἳ μὲν ἐπί τινος τῶν ἐν Χαλκίδι ἀναθημάτων τοῦτο γεγράφθαι,
20πεποιῆσθαι δ’ ἐν αὐτῷ τράγον καὶ δελφῖνα, περὶ ὧν εἶναι τὸν λόγον τοῦτον. οἳ δὲ εἰς ἐπιτόνιον ψαλτήριον δελφῖνα καὶ τράγον εἰργασμένον εἰρῆσθαι, καὶ εἶναι βουφόνον καὶ Διονύσου θεράποντα τὸν διθύραμβον. οἳ δέ φασιν ἐν Ἰουλίδι τὸν Διονύσῳ θυόμενον βοῦν παίεσθαι πελέκει. πλησίον δὲ τῆς ἑορτῆς οὔσης εἰς χαλκεῖον δοθῆναι τὸν πέλεκυν· τὸν Σιμωνίδην οὖν νέον
25ὄντα βαδίσαι πρὸς τὸν χαλκέα κομιούμενον αὐτόν. ἰδόντα δὲ καὶ τὸν τεχνίτην κοιμώμενον καὶ τὸν ἀσκὸν καὶ τὸν καρκίνον εἰκῇ κείμενον καὶ ἐπαλλήλως ἔχοντα τὰ ἔμπροσθεν, οὕτως ἐλθόντα εἰπεῖν πρὸς τοὺς συνήθεις τὸ πρόβλημα. τὸν μὲν γὰρ ἐρίφου πατέρα ἀσκὸν εἶναι, σχέτλιον δὲ ἰχθὺν τὸν καρκίνον, νυκτὸς δὲ παῖδα τὸν ὕπνον, βουφόνον δὲ Διονύσου θεράποντα τὸν πέ‐
30λεκυν. τὸ δὲ ἐπίγραμμα αὐτοῦ τό· τὸν οὐκ ἐθέλοντα φέρειν τέττιγος ἄεθλον τῷ Πανοπηιάδῃ δώσειν μέγα δεῖπνον Ἐπείῳ τοιοῦτόν ἐστιν· ἐν Καρθέᾳ διατρίβων μακρὰν τῆς θαλάσσης ἐδίδασκε τοὺς χορούς. ὑδρεύοντες οὖν αὐτός τε καὶ οἱ ἄλλοι ἐκ τῆς κάτω κλίνης, ἀνακομίζοντος αὐτοῖς τὸ ὕδωρ ὄνου, ὃν ἐκάλουν Ἐπειὸν διὰ τὸ κἀκεῖνον ἀναγεγράφθαι ὑδροφορεῖν τοῖς Ἀτρείδαις, ὡς
35Στησίχορος· ᾤκτειρε δ’ αὐτὸν ὕδωρ ἀεὶ φορέοντα Διὸς κούρα βασιλεῦσιν. ὑπαρχόντων οὖν τούτων ταχθῆναί φασι τῷ μὴ παραγενομένῳ τῶν χορευτῶν εἰς τὴν ὡρισμένην ὥραν παρέχειν τῷ ὄνῳ χοίνικα κριθῶν. τοῦτ’ οὖν κἀν
τῷ ποιήματι λέγεσθαι, καὶ εἶναι τὸν μὲν οὐ φέροντα τὸ τοῦ τέττιγος48 in vol. 2.2

2,2

49

ἄεθλον τὸν οὐκ ἐθέλοντα ᾄδειν, Πανοπηιάδην δὲ τὸν ὄνον, μέγα δὲ δεῖπνον τὴν χοίνικα τῶν κριθῶν. ἔστι γρῖφος καὶ παρὰ Θεόγνιδι· ἤδη γάρ με κέκληκε θαλάσσιος οἴκαδε νεκρός, τεθνηκὼς ζῳῷ φθεγγόμενος στόματι. σημαίνει γὰρ κόχλον. τοιοῦτόν ἐστι καὶ τὸ ῥήματα λέγειν ἀνθρώπων ὀνόμασιν ὅμοια,
5οἷον· λαβὼν ἀριστόνικον ἐν μάχῃ κράτος. καὶ τὸ περιφερόμενον· πέντ’ ἄνδρες δέκα ναυσὶ κατέδραμον εἰς ἕνα χῶρον, ἐν δὲ λίθοις ἐμάχοντο, λίθους δ’ οὐκ ἦν ἀνελέσθαι. δίψει δ’ ἐξώλλυντο, ὕδωρ δ’ ὑπερεῖχε γενείου. ὅτι Ἀθήνησιν οἱ μὴ λύσαντες τὸν προτεθέντα γρῖφον ἔπινον φιάλην κεκερασ‐ μένην. ἦν δέ, φησὶ Κλέαρχος, ἡ τῶν γρίφων ζήτησις οὐκ ἀλλοτρία φι‐
10λοσοφίας, καὶ οἱ παλαιοὶ τὴν τῆς παιδείας ἀπόδειξιν ἐν τούτοις ἐποιοῦντο. προέβαλον γὰρ παρὰ τοὺς πότους οὐχ ὡς οἱ νῦν ἐρωτῶντες, ποῖος τῶν συν‐ δυασμῶν ἢ τίς ἰχθὺς ἥδιστος καὶ τίς μετ’ Ἀρκτοῦρον ἢ μετὰ Πλειάδα ἢ μετὰ Κύνα μάλιστα βρωτός. καὶ ἐπὶ τούτοις ἆθλα μὲν τοῖς νικῶσι φιλήματα μίσους ἄξια τοῖς ἐλευθέραν αἴσθησιν ἔχουσι, ζημία δὲ τοῖς
15ἡττηθεῖσιν ἄκρατον πιεῖν, ὃν ἥδιον τῆς ὑγιείας πίνουσι· κομιδῇ γάρ ἐστι ταῦτά τινος τοῖς Φιλαινίδος καὶ Ἀρχεστράτου συγγράμμασιν ἐνῳκηκότος, ἔτι δὲ περὶ τὰς λεγομένας γαστρολογίας ἐσπουδακότος. βούλεται δὲ ὁ Κλέαρχος ταῦτα λέγων τοιαῦτά τινα προβάλλειν· στίχον εἰπεῖν Ὁμηρικὸν ἀπὸ τοῦ ἄλφα ἀρχόμενον καὶ εἰς ἄλφα καταλήγοντα· ἀγχοῦ δ’ ἱσταμένη
20ἔπεα πτεροέντα προσηύδα· ἀλλ’ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγολόεντα. πάλιν ὁμοίως ἰαμβεῖα· ἀγαθὸς ἀνὴρ λέγοιτ’ ἂν ὁ φέρων τἀγαθά· ἀγαθὸς ἂν εἴη καὶ ὁ φέρων καλῶς κακά. Ὁμηρικοὶ ἀπὸ τοῦ ε ἐπὶ τὸ ε· εὗρε Λύκωνος υἱὸν ἀμύμονά τε κρατερόν τε· ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἔμελλον ἔγωγε. πάλιν ἰαμβεῖα· εὐκαταφρόνητός ἐστι πενία, Δερκύλε· ἐπὶ τοῖς παροῦσι τὸν
25βίον διάπλεκε. Ὁμήρου ἀπὸ η ἐπὶ τὸ η· ἣ μὲν ἄρ’ ὣς εἰποῦς’ ἀπέβη γλαυκῶπις Ἀθήνη· ἡ δ’ ἐν γούνασι πῖπτε Διώνης δῖ’ Ἀφροδίτη. ἴαμβος· ἡ τῶν φίλων σοι πίστις ἔστω κεκριμένη. ἀπὸ ι ἐπὶ ι· Ὁμήρου· Ἰλίου ἐξαπολοίατο ἀκήδεστοι καὶ ἄφαντοι· Ἱππόλοχος δέ μ’ ἔτικτε καὶ ἐκ τοῦ φημι γενέσθαι. ἀπὸ ς εἰς ς· συμπάντων Δαναῶν, οὐδ’ ἢν Ἀγαμέμνονα
30εἴπῃς· σοφός ἐστιν ὁ φέρων τἀπὸ τύχης καλῶς. ἀπὸ τοῦ ω ἐπὶ τὸ ω· ὡς δ’ ὅτ’ ἀπ’ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω· ὠρθωμένην πρὸς ἅπαντα τὴν ψυχὴν ἔχω. στίχος δὲ ἄσιγμος οὗτος· πάντ’ ἐθέλω δόμεναι καὶ ἔτ’ οἰκόθεν ἄλλ’ ἐπιδοῦναι. στίχοι ἀπὸ τῆς πρώτης καὶ ἐσχάτης συλλαβῆς δηλοῦντες ὄνομα· Αἴας δ’ ἐκ Σαλαμῖνος ἄγεν δύο καὶ δέκα νῆας·
35Φυλείδης ὃν τίκτε Διὶ φίλος ἱππότα Φυλεύς· ἰητροὶ μὲν Ποδαλείριος ἠδὲ Μαχάων. καὶ σκευῶν δὲ ὀνόματα ὡσαύτως· ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός· μυθεῖται κατὰ μοῖραν ἅπερ κ’ οἴοιτο καὶ ἄλλος. λυγρὸς
ἐὼν μή πού τι καὶ μεῖζον ἐπαύρῃ. καί τι ὡσαύτως ἐδώδιμον· ἀργυρόπεζα49 in vol. 2.2

2,2

50

Θέτις, θυγάτηρ ἁλίοιο γέροντος· μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα. Ἀντιφάνης δὲ περὶ τῶν μὴ λυόντων τοὺς γρίφους οὕτως φησίν· ἅλμης χρῆν περιφέρειν ποτήριον. εἶτ’ ὀπίσω τὼ χέρε ποιήσαντα δεῖ ἕλκειν ἀπνευστί. κατὰ τὸν Μεταγένους, φησί, Φιλοθύτην κατ’ ἐπεισόδιον μετα‐
5βάλλω τὸν λόγον, ὡς ἂν πολλαῖς παροψίσι καὶ καιναῖς εὐωχήσω τὸ
θέατρον.50 in vol. 2.2

2,2

51

Ἄγε δή, τίς ἀρχὴ τῶν λόγων γενήσεται; κατὰ τὸν κωμῳδιοποιὸν Κη‐ φισόδωρον. ὅτι οἱ ἀρχαῖοι καθήμενοι ἐδείπνουν. οἰνοπότης πεποίημαι, φησὶν Ἀνακρέων. ὅτι τιμᾶται ἐν Ἀχαίᾳ Δημήτηρ ποτηριοφόρος. ὅτι κυλικεῖον λέγεται ἡ τῶν ποτηρίων σκευοθήκη. Ἀριστοφάνης· ὥσπερ κυλικείου τοὐθόνιον
5προπέπταται. καὶ Κρατῖνος ὁ νεώτερος· μόλις εἰς τὸ κυλικεῖον ἐγράφην· Ζεύς ἐστί μοι ἑρκεῖος, ἔστι φρατόριος, τὰ τέλη τελῶ. ὅτι Δικαίαρχος ὁ Ἀριστοτέλους μαθητὴς μικροῖς φησι τοὺς ἀρχαίους ἐκπώμασι κεχρῆσθαι καὶ ὑδαρέστερον πεπωκέναι. Χαμαιλέων δέ φησιν· οὐδὲν καινὸν ἐὰν οἱ ταῖς ἐξουσίαις χρώμενοι προτιμῶσι τὴν μέθην. οὐκ ἔχοντες γὰρ ἑτέραν ἡδονὴν ταύτης
10καλλίω οὐδὲ μᾶλλον εὐχερῆ καταφεύγουσιν εἰκότως ἐπὶ τὸν οἶνον. ὅθεν καὶ τὰ μεγάλα τῶν ἐκπωμάτων ἐπιχώρια γέγονε τοῖς δυνάσταις. οὐδὲ γὰρ παλαιὸν οὐδὲ τοῦτό γέ ἐστι παρὰ τοῖς Ἕλλησιν, ἀλλὰ νεωστὶ εὑρέθη πεμφθὲν ἐκ τῶν βαρβάρων. ἐκεῖνοι γὰρ ἀπεστερημένοι τῆς παιδείας ὁρμῶσιν ἐπὶ τὸν πολὺν οἶνον. ἐν δὲ τοῖς περὶ τὴν Ἑλλάδα τόποις οὐχ εὑρήσομεν ποτήριον εὐμεγεθὲς
15εἰργασμένον πλὴν τῶν ἐπὶ τοῖς ἡρωικοῖς. τὸ γὰρ ῥυτὸν ὀνομαζόμενον μόνοις τοῖς ἥρωσιν ἀπεδίδοσαν. χαλεποὺς γὰρ καὶ πλήκτας τοὺς ἥρωας νομίζουσι καὶ μᾶλλον νύκτωρ ἢ μεθ’ ἡμέραν. ὅπως οὖν μὴ διὰ τὸν τρόπον, ἀλλὰ διὰ τὴν μέθην φαίνωνται τοιοῦτοι, δημιουργοῦσιν αὐτοὺς πίνοντας ἐν ἐκπώ‐ μασιν μεγάλοις, καί μοι δοκοῦσι λέγειν οὐ κακῶς οἱ λέγοντες τὸ μέγα
20ποτήριον φρέαρ ἀργυροῦν εἶναι. ἀγνοεῖ δέ, φησίν, ὁ Χαμαιλέων τὸ παρ’ Ὁμήρῳ διδόμενον τῷ Κύκλωπι ὑπ’ Ὀδυσσέως κισσύβιον. οὐ γὰρ ἂν τρὶς πιὼν οὕτω κατηνέχθη ὑπὸ μέθης τηλικοῦτος ὤν. ἦν οὖν καὶ τότε μεγάλα ποτήρια, εἰ μὴ αἰτιάσεταί τις τὴν δύναμιν τοῦ οἴνου, ἣν αὐτὸς Ὅμηρος ἐξηγήσατο, ἢ τὸ ἄηθες τῆς πόσεως τοῦ Κύκλωπος, ἐπεὶ τὰ πολλὰ ἐγαλακτο‐
25πότει. ἢ τάχα καὶ βαρβαρικὸν ἦν τὸ ἔκπωμα, εἰ μέγα ἦν, ἐκ τῆς τῶν Κικόνων λείας. τί οὖν ἔχομεν λέγειν περὶ τοῦ Νέστορος ποτηρίου, ὃ μόλις ἂν νέος βαστάσαι ἴσχυσεν, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρε. κατὰ τὸν Φλιάσιον, φησί, ποιητὴν Πρατίναν· οὐ γᾶν αὐλακισμέναν, ἀλλὰ σκύφον μαστεύων, κυλικηγορήσων ἔρχομαι, οὐ τῶν Κυλικράνων εἷς ὤν, οὓς χλευάζων
30Ἕρμιππός φησιν· εἰς τὸ Κυλικράνων βαδίζων σπληνόπεδον ἀφικόμην· εἶδον οὖν τὴν Ἡράκλειαν καὶ μάλ’ ὡραίαν πόλιν. Ἡρακλεῶται δ’ εἰσὶν οὗτοι οἱ ὑπὸ τῇ Οἴτῃ ἀπὸ Κύλικος Λυδοῦ γένος ὀνομασθέντες. μνημονεύει
δ’ αὐτῶν καὶ Σκυθῖνος ὁ Τήιος λέγων· Ἡρακλῆς Εὔρυτον καὶ τὸν υἱὸν51 in vol. 2.2

2,2

52

κτείνας φόρους πρήσσοντας παρ’ Εὐβοέων Κυλικρᾶνας ἐξεπόρθησε καὶ αὐτόθι πόλιν ἐδείματο Ἡράκλειαν τὴν Τρηχινίαν καλεομένην. Λιβύων δὲ τῶν Νομάδων τινές, ὥς φησιν Ἑλλάνικος, οὐδὲν ἄλλο κέκτηνται ἢ κύλικα καὶ μάχαιραν καὶ ὑδρίαν, οἰκίας δ’ ἔχουσιν ἐξ ἀνθερίκου πεποιημένας μικρὰς
5ὅσον σκιᾶς ἕνεκα, ἃς καὶ περιφέρουσιν ὅπου ἂν πορεύωνται. ἐν Ἰλλυρίοις δὲ τόπος διαβόητός ἐστιν ὁ καλούμενος Κύλικες. κρατὴρ ἕστηκε μεστὸς εὐφρο‐ σύνης· ἄλλος δ’ οἶνός ἐστιν ἕτοιμος, ὃς οὔποτέ φησι προδώσειν, μείλιχος ἐν κεράμοις, ἄνθεος ὀσδόμενος· ἐν δὲ μέσοις ἁγνὴν ὀσμὴν λιβανωτὸς ἵησι· ψυχρὸν δ’ ἐστὶν ὕδωρ καὶ γλυκὺ καὶ καθαρόν. πάρκεινται δ’ ἄρτοι ξανθοὶ
10γεραρή τε τράπεζα τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη· βωμὸς δ’ ἄνθεσιν ἂν τὸ μέσον πάντῃ πεπύκασται, μολπὴ δ’ ἀμφὶς ἔχει δώματα καὶ θαλίη. χρὴ δὲ πρῶτα μὲν θεὸν ὕμνεν εὔφρονας ἄνδρας εὐφήμοις μύθοις καὶ κα‐ θαροῖσι λόγοις· σπείσαντάς τε καὶ εὐξαμένους τὰ δίκαια δύνασθαι πρήσσειν, πίνειν δ’ ὁπόσον κεν ἔχων ἀφίκοιοι οἴκαδ’ ἄνευ προπόλου, μὴ πάνυ γηραλέος.
15ἀνδρῶν δ’ αἰνεῖν τοῦτον ὃς ἐσθλὰ πιὼν ἀναφαίνει, ὡς ἡ Μνημοσύνη, καὶ τὸν ὃς ἀμφ’ ἀρετῆς. οὔτι μάχας διέπει Τιτήνων οὐδὲ Γιγάντων οὐδὲ Κενταύρων, πλάσματα τῶν προτέρων, φησί που Ξενοφάνης ὁ Κολοφώνιος. καὶ ὁ χαριέστατος δὲ Ἀνακρέων φησίν· οὐ φιλέω ὃς κρητῆρι παρὰ πλέῳ οἰνοποτάζων νείκεα καὶ πόλεμον δακρυοέντα λέγει, ἀλλ’ ὅστις Μουσέων
20τε καὶ ἀγλαὰ δῶρ’ Ἀφροδίτης συμμίσγων ἐρατῆς μνήσκεται εὐφροσύνης. ὅτι ἐποιοῦντο καὶ οἱ ἑπτὰ σοφοὶ συμποτικὰς ὁμιλίας. παραμυθεῖται γὰρ ὁ οἶνος καὶ τὴν τοῦ γήρως δυσθυμίαν, φησὶ Θεόφραστος. διὸ συνιοῦσι, φησί, καὶ ἡμῖν ἐπὶ τὰς Διονυσιακὰς ταύτας λαλιὰς οὐδεὶς εὐλόγως φθονήσει, οἳ κατὰ τὸν Ἄλεξιν οὐδὲν ἀδικοῦμεν οὐδένα. ἆρ’ οἶσθ’ ὅτι τὸ καλούμενον
25ζῆν τοῦτο διατριβῆς χάριν ὄνομ’ ἐστὶν, ὑποκόρισμα τῆς ἀνθρωπίνης μοίρας; ἐγὼ γάρ, εἰ μὲν εὖ τις ἢ κακῶς φήσειέ με κρίνειν οὐκ ἔχοιμ’ ἂν φράσαι· ἔγνωκα δ’ οὖν οὕτως ἐπισκοπούμενος εἶναι μανιώδη πάντα τἀνθρώπεια ὅλως, ἀποδημίας δὲ τυγχάνειν ἡμᾶς ἀεὶ τοὺς ζῶντας, ὡς εἰς πανήγυρίν τινα ἀφειμένους ἐκ τοῦ θανάτου καὶ τοῦ σκότους εἰς τὴν διατριβὴν εἰς τὸ φῶς
30τε τοῦθ’ ὃ δὴ ὁρῶμεν. ὃς δ’ ἂν πλεῖστον γελάσῃ καὶ πίῃ καὶ τῆς Ἀφροδίτης ἀντιλάβηται τὸν χρόνον τοῦτον ὃν ἀφεῖται τύχῃ τ’ ἐράνου τινός, πανηγυρίσας ἥδιστ’ ἀπῆλθεν οἴκαδε. ὅτι τρόποι εἰσὶ πόσεων κατὰ πόλεις ἴδιοι· ὁ μὲν Χῖος καὶ Θάσιος ἐκ μεγάλων κυλίκων ἐπιδέξια, ὁ δ’ Ἀττικὸς ἐκ μικρῶν ἐπιδέξια, ὁ δὲ Θετταλικὸς ἐκπώματα προπίνει ὅτῳ ἂν βούλωνται μεγάλα.
35Λακεδαιμόνιοι δὲ τὴν παρ’ αὐτῷ ἕκαστος πίνει, ὁ δὲ παῖς ὁ οἰνοχόος ὅσον ἂν ἀποπίῃ. ὅτι παρὰ Πέρσαις ὃν ἂν βασιλεὺς ἀτιμάσῃ κεραμέοις ποτηρίοις χρῆται, φησὶ Κτησίας. Χοιρίλος δ’ ὁ ἐποποιός φησι· χερσὶν ὄλβον ἔχω κύλικος
τρύφος ἀμφὶς ἐαγός, ἀνδρῶν δαιτυμόνων ναυάγιον, οἷα πολλὰ πνεῦμα52 in vol. 2.2

2,2

53

Διονύσοιο πρὸς Ὕβρεως ἔκβαλ’ ἄνακτος. ἐγὼ εὖ οἶδα, φησίν, ὅτι ἥδιστα πολλάκις ἐστὶ τὰ κεράμεα ἐκπώματα ὡς τὰ παρ’ ἡμῖν ἐκ τῆς Κόπτου καταγόμενα· μετὰ γὰρ ἀρωμάτων συμφυραθείσης τῆς γῆς ὀπτᾶται. καὶ Ἀριστοτέλης δὲ ἐν τῷ περὶ Μέθης φησίν· αἱ Ῥοδιακαὶ προσαγορευόμεναι
5χυτρίδες διά τε τὴν ἡδονὴν εἰς τὰς μέθας παρεισφέρονται καὶ διὰ τὸ θερμαινομένας τὸν οἶνον ἧττον ποιεῖν μεθύσκειν. σμύρνης γὰρ καὶ σχίνου καὶ τοιούτων ἑτέρων εἰς ὕδωρ ἐμβληθέντων ἕψονται καὶ παραχεόντων εἰς τὸν οἶνον ἧττον μεθύσκουσιν. καὶ ἐν ἄλλῳ δὲ μέρει φησίν· αἱ Ῥοδιακαὶ χυτρίδες γίνονται σμύρνης, σχίνου, ἄνθους, κρόκου, βαλσάμου, ἀμώμου,
10κιναμώμου συνεψηθέντων· ἀφ’ ὧν τὸ πινόμενον τῷ οἴνῳ παραχυθὲν οὕτω μέθας ἵστησιν ὥστε καὶ τῶν ἀφροδισίων παραλύειν τὰ πνεύματα πέττον. τὴν μανίαν φησὶν ὁ Χρύσιππος πολλαχοῦ προσάπτεσθαι. καλεῖσθαι γοῦν τὴν μὲν γυναικομανίαν, τὴν δ’ ὀρτυγομανίαν. τινὲς δὲ καὶ δοξομανεῖς καλοῦσι τοὺς φιλοδόξους, καθάπερ τοὺς φιλογύνας γυναικομανεῖς. ὥστε καὶ τὰ
15λοιπὰ μὴ ἀλόγως καλεῖσθαι τὸν τρόπον τοῦτον. καὶ γὰρ ὁ φίλοψος οἷον ὀψομανής ἐστι καὶ ὁ φίλοινος οἰνομανὴς οὐκ ἀλλοτρίως τῆς μανίας κειμένης ἐν αὐτοῖς. ὅτι Ἀθηναῖοι, ὥς φησι Φιλόχορος, ἐν τοῖς Διονυσιακοῖς ἀγῶσι τὸ μὲν πρῶτον ἠριστηκότες καὶ πεπωκότες ἐβάδιζον εἰς τὴν θέαν καὶ ἐστε‐ φανωμένοι ἐθεώρουν, παρὰ δὲ τὸν ἀγῶνα πάντα οἶνος αὐτοῖς ᾠνοχοεῖτο
20καὶ τραγήματα παρεφέρετο, καὶ τοῖς χοροῖς εἰσιοῦσιν ἐνέχεον πίνειν καὶ διηγωνισμένοις ὅτ’ ἐξεπορεύοντο ἐνέχεον πάλιν. ὅτι Λίμναι τόπος ἐν Ἀττικῇ, ἔνθα Ἀθηναῖοι γλεῦκος φέροντες καὶ κιρνῶντες τῷ Διονύσῳ εἶτ’ αὐτοὶ προσεφέροντο. Λιμναῖος δὲ καλεῖται Διόνυσος ὅτι μιχθὲν τὸ γλεῦκος τῷ ὕδατι πίνεται κεκραμένον. διὸ ὀνομασθῆναι τὰς πηγὰς Νύμφας καὶ τιθήνας
25Διονύσου, ὅτι τὸν οἶνον αὐξάνει τὸ ὕδωρ κιρνάμενον. καὶ Θεόφραστος δ’ ἐν τῷ περὶ Μέθης φησὶν ὅτι τοῦ Διονύσου τροφοὶ αἱ Νύμφαι κατ’ ἀλήθειαν. αἱ γὰρ ἄμπελοι πλεῖστον ὑγρὸν χέουσι τεμνόμεναι καὶ κατὰ φύσιν δα‐ κρύουσιν. Εὐριπίδης πού φησιν ἕνα τῶν τοῦ Ἡλίου ἵππων εἶναι Βακχείου φιλανθέος Αἴθοπα πεπαίνοντ’ ὀρχάτους ὀπωρινούς. ἐξ οὗ βροτοὶ καλοῦσιν
30οἶνον αἴθοπα. Τιμόθεος δέ φησιν ἐν Κύκλωπι· ἓν μὲν δέπας κίσσινον με‐ λαίνας σταγόνος ἀμβρότας ἀφρῷ βρυάζον· εἴκοσιν δὲ μέτρ’ ἐνέχευεν, ἀνέ‐ μισγε δ’ ἅμα βακχεῖα νεορρύτοις δακρύοισι πηγᾶν. ἔστι δὲ παρὰ τὸ Ὁμηρικόν· ἓν δέπας ἐμπλήσας, ὕδατος ἀνὰ εἴκοσι χεῦεν· ὀδμὴ δ’ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει. ὅτι πολλοὶ μέγα ἐφρόνησαν οὐχ οὕτως ἐπὶ πλούτῳ ὡς ἐπὶ τῷ
35κεκτῆσθαι πολλὰ ἐκπώματα ἀργυρᾶ καὶ χρυσᾶ. Πυθέας οὖν ὁ Ἀρκὰς οὐκ ὤκνησεν ὑποθέσθαι τοῖς οἰκείοις ἐπιγράψαι τῷ αὐτοῦ μνήματι τάδε· Πυθέα μνῆμα τόδ’ ἔστ’, ἀγαθοῦ καὶ σώφρονος ἀνδρός, ὃς κυλίκων ἔσχε πλῆθος
ἀπειρέσιον ἀργυρέων χρυσοῦ τε καὶ ἠλέκτροιο φαεινοῦ, τῶν προτέρων πάντων53 in vol. 2.2

2,2

54

ἀσπασάμενος. Ξενοφῶν δὲ ἐν ὀγδόῳ Παιδείας περὶ Περσῶν λέγει ταῦτα· καὶ μὴν ἐκπώματα ἢν ὡς πλεῖστον ἔχωσι, τούτῳ καλλωπίζονται· κἂν ἐξ ἀδίκων φανερῶς ᾖ μεμηχανημένα, οὐδὲν αἰσχύνονται. πολὺ γὰρ ηὔξηται ἐν αὐτοῖς ἡ ἀδικία τε καὶ αἰσχροκέρδεια. ὅτι Οἰδίπους δι’ ἐκπώματα τοῖς
5υἱοῖς κατηράσατο παραθεῖσιν ἃ ἀπηγορεύκει. φησὶ γοῦν ὁ τὴν Θηβαίδα πεποιηκὼς τὴν κυκλικήν· αὐτὰρ ὁ διογενὴς ἥρως ξανθὸς Πολυνείκης πρῶτα μὲν Οἰδιπόδῃ καλὴν παρέθηκε τράπεζαν ἀργυρέην Κάδμοιο θεόφρονος· αὐτὰρ ἔπειτα χρύσεον ἔμπλησε καλὸν δέπας ἡδέος οἴνου. αὐτὰρ ὅ γ’ ὡς φράσθη παρακείμενα πατρὸς ἑοῖο τιμήεντα γέρα, μέγα οἱ κακὸν ἔμπεσε θυμῷ,
10αἶψα δὲ παισὶν ἑοῖσι μετ’ ἀμφοτέροισιν ἐπαρὰς ἀργαλέας ἠρᾶτο, θεὸν δ’ οὐ λάνθαν’ Ἐριννύν. ὅτι ὁ παρὰ Σοφοκλεῖ Ἀκρίσιος πολλὰ εἶχεν ἐκ‐ πώματα. φησὶν γοῦν· πολὺν δ’ ἀγῶνα κηρύσσεται, χαλκηλάτους λέβητας ἐκτιθεὶς φέρειν καὶ κοῖλα χρυσόκολλα καὶ πανάργυρα ἐκπώματ’, εἰς ἀριθμὸν ἑξήκοντα δίς. Ποσειδώνιος δὲ Λυσίμαχόν φησι τὸν Βαβυλώνιον, καλέσαντα
15ἐπὶ δεῖπνον τὸν Βαβυλωνίων καὶ Σελευκέων τύραννον Ἵμερον μετὰ τὸ τὰς τραπέζας ἀρθῆναι τετράμνουν ἑκάστῳ τῶν σὺν αὐτῷ τριακοσίων ὄντων ἔκ‐ πωμα δοῦναι, καὶ σπονδοποιησάμενον προπιεῖν ἅμα πᾶσι καὶ ἀποφέρεσθαι δοῦναι τὰ ποτήρια. Ἀγαθοκλῆς ὁ τύραννος, ὥς φησι Καικίλιος, ἐκπώματα χρυσᾶ ἐπιδεικνὺς τοῖς ἑταίροις ἔφασκεν, ἐξ ὧν ἐκεράμευσε κατεσκευακέναι
20ταῦτα. ὅτι τοῖς περὶ Γρᾶν ἀποικίαν εἰς Λέσβον στέλλουσι χρησμὸς ἐδόθη καταθεῖναι διαπλέοντας τῷ Ποσειδῶνι εἰς τὸ πέλαγος παρθένον, καὶ δὴ καὶ ἔῤῥιψαν. ἐρασθεὶς δέ τις αὐτῆς Ἔναλος ἐξεκολύμβησε βουληθεὶς ἀνασῶσαι τὴν παιδίσκην. τότε μὲν οὖν ἀφανεῖς ἀμφότεροι ὑπὸ τοῦ κύματος ἐγέ‐ νοντο, χρόνῳ δ’ ὕστερον ἤδη τῆς Μηθύμνης οἰκουμένης παραγενόμενος ὁ
25Ἔναλος διηγεῖτο τήν τε παρθένον παρὰ ταῖς Νηριίσι διατρίβειν, αὐτὸν δὲ τὰς τοῦ Ποσειδῶνος βόσκειν ἵππους· καί ποτε κύματος ἐπιφερομένου et quae sequuntur apud Kaibel ex EC edita. ὅτι πάντες οἱ ἀρχαῖοι τῷ ου ἀντὶ τοῦ ο στοιχείου προσεχρῶντο, παρα‐ πλησίως δὲ καὶ τῷ ει ἀντὶ τοῦ ε. σαν δὲ τὸ σίγμα Δωρικῶς. οἱ δὲ μου‐
30σικοί, ὡς Ἀριστόξενός φησι, τὸ σίγμα λέγειν παρῃτοῦντο διὰ τὸ σκλη‐ ρόστομον εἶναι καὶ ἀνεπιτήδειον αὐλῷ. τὸ δὲ ῥῶ διὰ τὸ εὔκολον πολλάκις παραλαμβάνουσι. καὶ τοὺς ἵππους τὸ ς ἐγκεχαραγμένον ἔχοντας σαμφόρας καλοῦσιν, ὡς Ἀριστοφάνης ἐν Νεφέλαις. γυάλα. ποτήρια Μεγαρικά. οἴνου πλήρη γυάλαν ἔχοντά τινα. θηρίκλειον καὶ δεινιὰς ἀπὸ τῶν κατα‐
35σκευασάντων ἔχουσι τὰ ὀνόματα. λέγεται δὲ ἡ δεινιὰς καὶ δεῖνος. Ἀρχέδικος· Νικοστράτην τινὰ ἤγαγον πρῴην σφόδρα γρυπήν, Σκοτοδίνην ἐπικα‐ λουμένην, ὅτι δεῖνόν ποτ’ ἦρεν ἀργυροῦν ἐν τῷ σκότῳ. δεῖνον, δεῖνον, ὦ θεοί·
Τελέσιλλα δὲ τὴν ἅλω καλεῖ δεῖνον, Κυριναῖοι δὲ τὸν ποδονιπτῆρα.54 in vol. 2.2

2,2

55

δακτυλωτόν· Ἴων· ἔκπωμα δακτυλωτόν, ἄχραντον πυρί, Πελίου μέγ’ ἆθλον, Κάστορος δ’ ἔργον ποδῶν. δηλοῖ δὲ κατ’ Ἐπιμένην τὸ ἄμφωτον ποτήριον εἰς ὃ οἷόν τε τοὺς δακτύλους διείρειν ἑκατέρωθεν· ἄλλοι δὲ τὸ κύκλῳ τόπους ἔχον οἷον δακτύλους ἢ τὸ ἔχον ἐξοχὰς ἢ τὸ λεῖον. ἄχραντον δὲ πυρὶ
5παρὰ τὸ Ὁμηρικόν· ἄπυρον λέβητα, τὸν ἐπιτήδειον εἰς ψυχρῶν ὑδάτων ὑποδοχὴν ἢ τὸ πρὸς ψυχροποσίαν εὔθετον. τινὲς δὲ τὸ κέρας. περὶ δὲ τὴν Μολοσσίδα οἱ βόες ἱστοροῦνται ὑπερφυῆ κέρατα ἔχειν. πλησίον δὲ τῆς Μολοσσίας ἡ Ἰωλκός, ἐν ᾗ ὁ ἐπὶ Πελίᾳ ἀγὼν ἐτέθη. ἐξ ὧν πιθανὸν καὶ αὐτὸν ἐσχηκέναι. Δίδυμος δέ φησιν ὅτι παρήκουσεν Ἴων Ὁμήρου εἰπόντος·
10πέμπτῳ δ’ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκεν. ἔδοξε γὰρ ἔκπωμα εἶναι· ἔστι δὲ χαλκεῖον ἐκπέταλον λεβητῶδες, ἐπιτηδείως ἔχον πρὸς ὑδάτων ψυχρῶν ὑποδοχάς. δακτυλωτὸν δὲ οἷον κύκλῳ τὴν φιάλην κοιλότητα ἔχουσαν ἔνδοθεν οἷον δακτύλων, ἢ ἐπεὶ περιείληπται τοῖς τῶν πινόντων δακτύλοις. τινὲς δὲ ἀπύρωτον φιάλην τὸ κέρας· οὐ γὰρ γίνεται διὰ πυρός. ἐλέφας.
15Δαμόξενος· ἐλέφας; τί δ’ ἐστὶ τοῦτο, πρὸς θεῶν; ῥυτὸν δίκρουνον ἡλίκον τι τρεῖς χωροῦν χοᾶς. ἔστι δὲ καὶ ἔφηβος ποτήριον ὃ καὶ ἐμβασικοίτας, ὥς φησι Φιλήμων. ἡδυποτίδες· ταύτας Ῥόδιοι ἀντεδημιουργήσαντο πρὸς τὰς Ἀθήνησι θηρικλείους, Ἀθηναίων μὲν πλουσίως διὰ τὰ βάρη χαλκευ‐ σαμένων τὸν ῥυθμὸν τοῦτον, Ῥοδίων δὲ διὰ τὴν ἐλαφρότητα τῶν ποτηρίων
20καὶ τοῖς πένησι τοῦ καλλωπισμοῦ τούτου μεταδιδόντων. Ἡράκλειον· δέπας ἐν ᾧ διέπλευσεν Ἡρακλῆς τὸν Ὠκεανόν, ἦν δὲ Ἡλίου. μήποτε δὲ ἐπεὶ μεγάλοις ἔχαιρε ποτηρίοις, διὰ τὸ μέγεθος παίζοντες πλεῖν αὐτὸν ἐν ποτηρίῳ ἐμυθολόγησαν. μελανίππου προφυγὼν ἱερᾶς νυκτὸς ἀμολγόν, φησί που Αἰσχύλος. ὅτι δὲ καὶ ὁ Ἥλιος ἐπὶ ποτηρίου διεκομίζετο ἐπὶ τὴν δύσιν
25Στησίχορός φησιν, ὃ ποτήριον Μίμνερμος εὐνὴν κοίλην Ἡφαίστου χερσὶν ἐληλαμένην χρυσοῦ τιμήεντος. Φερεκύδης δέ φησιν ὅτι κυμαίνοντα τὸν Ὠκεανόν, ὅτε εἰς Ἐρύθειαν διέπλει Ἡρακλῆς, μικροῦ κατετόξευσεν Ἡρακλῆς, εἰ μὴ δείσας ἐπαύσατο. ἠθάνιον ἔκπωμα παρ’ Ἑλλανίκῳ. καὶ ἡμίτομος παρ’ Ἀττικοῖς ἀπὸ τοῦ σχήματος οὕτως ὀνομασθέν. θηρίκλειος. ἡ κύλιξ
30αὕτη ἐγκάθηται περὶ τὰς λαγόνας ἱκανῶς βαθυνομένη ὦτά τε ἔχει βραχέα ὡς ἂν κύλιξ οὖσα. Θεόφραστος οὖν διηγούμενος περὶ τῆς τερμίνθου φησί· τορνεύεσθαι ἐξ αὐτῆς καὶ κύλικας θηρικλείους, ὥστε μηδένα διαγνῶναι πρὸς τὰς κεραμέας. κατασκευάσαι δὲ λέγεται τὴν κύλικα ταύτην Θηρικλῆς ὁ Κορίνθιος κεραμεύς, ἀφ’ οὗ καὶ τὸ ὄνομα ἔσχε, γεγονὼς τοῖς χρόνοις κατὰ
35τὸν κωμικὸν Ἀριστοφάνην. Θεόπομπος· χώρει σὺ δεῦρο, Θηρικλέους πιστὸν τέκνον, γενναῖον. οἱ δὲ θηρίκλειον αὐτὸ καλοῦσι διὰ τὸ δορὰς θηρίων αὐτῷ ἐντετυπῶσθαι. Πάμφιλος δ’ ἀπὸ τοῦ τὸν Διόνυσον τοὺς θῆρας κλονεῖν
σπένδοντα ταῖς κύλιξι ταύταις κατ’ αὐτῶν. μνημονεύει αὐτοῦ καὶ Ἀντιφάνης·55 in vol. 2.2

2,2

56

Θηρίκλειον ὄργανον, τῆς τρυφερᾶς ἀπὸ Λέσβου σεμνοπόνου σταγόνος πλῆρες, ἀφρίζον. πάλιν· μαλ’ ἀνδρικὴν τῶν θηρικλείων ὑπεραφρίζουσαν παρα, κω‐ θωνόχειρον, ψηφοπεριβομβήτριαν, μέλαιναν, εὐκύκλωτον, ὀξυπίνδακα, στίλ‐ βουσαν, ἀνταυγοῦσαν, ἐκνενιμμένην, κισσῷ καταβρύουσαν, ἐπικαλούμενος
5εἷλκον Διὸς σωτῆρος. καὶ Ἀραρώς· ὦ γαῖα κεραμῖτι, σε Θηρικλῆς ποτε ἔτευξε κοίλης λαγόνος εὐρύνας βάθος; ἦ που κατειδὼς τὴν γυναικείαν φύσιν, ὡς οὐχὶ μικροῖς ἥδεται ποτηρίοις; λέγει δὲ καὶ θηλυκῶς Μένανδρος τὴν θηρίκλειον καὶ ἄλλοι. παρὰ δ’ Ἀλέξιδι καὶ θηρίκλειος κεῖται κρατήρ. φαιδρὸς δὲ κρατὴρ θηρίκλειος ἐν μέσῳ ἕστηκε λευκοῦ νέκταρος παλαιγενοῦς πλήρης,
10ἀφρίζων. Ἄλεξις περὶ Ἡρακλέους φησί· γενόμενος δ’ ἔννους μόλις ᾔτησε κύλικα καὶ λαβὼν ἑξῆς πυκνὰς ἕλκει, καταντλεῖ, κατά τε τὴν παροιμίαν ἀεί ποτ’ εὖ μὲν ἀσκός, εὖ δὲ θύλακος ἄνθρωπός ἐστιν. ἴσθμιον Κύπριον ποτήριον. κάδος ποτήριον· κάδοις Χίου με καταβρέχει. ὡσαύτως καὶ κα‐ δίσκος· Ἑρμῆς, ὃν ἕλκους’ οἳ μὲν ἐκ προχοιδίου, οἳ δ’ ἐκ καδίσκου ἴσον
15ἴσῳ κεκραμένον. φησί που Διογένης· εἶτ’ εἰσχέαι ἀμβροσίαν. ἡ δ’ ἀμβροσία ὕδωρ ἀκραιφνές, ἔλαιον, παγκαρπία· ἅπερ ἔμβαλε. κάνθαρος. πλοίου ὄνομα καὶ ποτηρίου. Ἐπιγένης· ἀλλ’ οὐδὲ κεραμεύουσι νῦν τοὺς κανθάρους, ὦ τάλαν, ἐκείνους τοὺς ἁδρούς, ταπεινὰ δὲ καὶ γλαφυρὰ πάντες ὥσπερ αὐτὰ τὰ ποτήρια, οὐ τὸν οἶνον πιόμενοι. Σωσικράτης δὲ ἐπὶ πλοίου· λεπτὴ δὲ
20κυρτοῖς ἐγγελῶσα κύμασιν αὔρα, κόρη Σκείρωνος, ἡσύχῳ ποδὶ προσῆγε πρᾴως καὶ καλῶς τὸν κάνθαρον. Πολέμων· Ἀθήνησιν ἐν τῷ τοῦ Πειρίθου γάμῳ πεποίηκεν Ἵππευς τὴν μὲν οἰνοχόην καὶ τὸ κύπελλον λίθινα, χρυσῷ τὰ χείλη περιτεραμνίσας, τὰς δὲ κλισίας εἰλατίνας χαμᾶζε ποικίλοις στρώμασι κεκοσμημένας, ἐκπώματα δὲ κεραμέους κανθάρους, καὶ τὸν λύχνον
25ἐκ τῆς ὀροφῆς ἐξηρτημένον, ἀνακεχυμένας ἔχοντα τὰς φλόγας. ὅτι δὲ καὶ ἀπὸ Κανθάρου κεραμέως ὠνομάσθη τὸ ἔκπωμα, φησὶ Φιλέταιρος· Πηλεύς· ὁ Πηλεὺς δ’ ἐστὶν ὄνομα κεραμέως, ξηροῦ λυχνοποιοῦ, Κανθάρου, πενιχροῦ πάνυ. ἔστι δὲ καὶ γυναικεῖον κοσμάριον κατὰ Ἀντιφάνην. Καρχήσιον ποτήριον ἐπίμηκες συνηγμένον εἰς μέσον ἐπιεικῶς, ὦτα ἔχον
30μέχρι τοῦ πυθμένος καθήκοντα. καὶ τάχα διὰ τὸ ἀνατετάσθαι οὕτως ὠνό‐ μασται. ἔστι δὲ ἀρχαιότατον, εἴ γε ὁ Ζεὺς ὁμιλήσας Ἀλκμήνῃ δέδωκε δῶρον αὐτὸ μίξεως κατὰ Φερεκύδην. Ἀσκληπιάδης δὲ ἀπό τινος τῶν ἐν τῇ νηὶ κατασκευασμάτων κεκλῆσθαι αὐτό φησιν. τοῦ γὰρ ἱστοῦ τὸ κα‐ τωτέρω πτέρνα καλεῖται, ἣ ἐμπίπτει εἰς τὸν ληνόν, τὸ δ’ εἰς μέσον τρά‐
35χηλος, τὸ δὲ πρὸς τῷ τέλει καρχήσιον. ἔχει δὲ κεραίας ἄνω συννευούσας ἐφ’ ἑκάτερα τὰ μέρη, καὶ ἐπίκειται τὸ λεγόμενον θωράκιον, τετράγωνον πάντῃ πλὴν τῆς βάσεως καὶ τῆς κορυφῆς· αὗται δὲ προὔχουσι μικρὸν
ἐπ’ εὐθείας ἐξωτέρω. ἐπεὶ δὲ τοῦ θωρακίου ἡ εἰς ὕψος ἀνήκουσα καὶ ὀξεῖα56 in vol. 2.2

2,2

57

γινομένη ἐστὶν ἡ λεγομένη ἠλακάτη. ὠνομάσθη δὲ καρχήσιον διὰ τὸ τρα‐ χύσματα ἔχειν κεγχροειδῆ, καὶ εἴρηται κατ’ ἐναλλαγὴν τοῦ ε πρὸς τὸ α ἀντὶ τοῦ κερχήσιον. διὸ καὶ Ὅμηρος τοὺς ὑπὸ δίψους κρατουμένους καρ‐ χαλέους φησίν. κάλπιον. εἶδος ποτηρίου. κελέβη. ἴσως πᾶν ποτήριον ἀπὸ
5τοῦ χέειν εἰς αὐτὸ τὴν λοιβὴν ἢ τὸ λείβειν. ἀφ’ οὗ καὶ λέβης. Ἀνακρέων· ἄγε δή, φέρ’ ἡμῖν, ὦ παῖ, κελέβην, ὅπως ἄμυστιν προπίω, τὰ μὲν δέκ’ ἐγχέας ὕδατος, τὰ πέντε δ’ οἴνου κυάθους. Νίκανδρος δὲ ὁ Κολοφώνιος ποιμενικὸν ἀγγεῖον μελιτηρὸν τὴν κελέβην φησίν· Σιληνὸς δὲ τὸ ποτήριον Αἰολικῶς. Πάμφιλος δὲ μόνην τὴν θερμοποτίδα καλουμένην.
10 κέρας. τοὺς πρώτους λέγεται τοῖς κέρασι τῶν βοῶν πίνειν· ἀφ’ οὗ τὸν Διόνυσον κερατοφυῆ πλάττεσθαι ἔτι τε ταῦρον καλεῖσθαι. ἐν δὲ Κυζίκῳ καὶ ταυρόμορφος ἵδρυται. καὶ μέχρι δὲ νῦν τὴν τοῦ οἴνου μῖξιν τῷ ὕδατι κεράσαι φάμεν καὶ τὸ ἀγγεῖον ἐν ᾧ κιρνᾶται κρατήρ, οἱονεὶ κερατήρ, ἀπὸ τοῦ εἰς κέρας ἐγχεῖσθαι τὸ πόμα. διαμένει δὲ ἔτι καὶ νῦν ἡ τῶν κεράτων
15κατασκευὴ καὶ καλοῦνται ῥυτά. Πίνδαρος· ἐπεὶ Φῆρες δᾶεν ῥιπὰν μελιηδέος, ἀπὸ μὲν λευκὸν γάλα χερσὶ τραπεζᾶν ὤθεον, αὐτόματοι δ’ ἐξ ἀργυρέων κεράτων πίνοντες ἐπλάζοντο. Ξενοφῶν Ἀναβάσεως ζʹ· κατὰ τὸν Θρᾴκιον νόμον κέρατα οἴνου προὔτεινον. καὶ ἐν τῇ ἕκτῃ· ἔπινον κερατίνοις ποτηρίοις. Αἰσχύλος· ἀργυρηλάτοις κέρασι χρυσᾶ στόμια προβεβλημένοις. φασὶ δὲ
20Φίλιππον τὸν βασιλέα προπίνειν κέρατι οἷς ἐφιλοφρονεῖτο. Θεόπομπος δέ φησι τοὺς Παιόνων βασιλεῖς βοῶν παρ’ αὐτοῖς γινομένων μεγάλα κέρατα φυόντων, ὡς χωρεῖν τρεῖς καὶ τέσσαρας χόας, ἐκπώματα ποιεῖν ἐξ αὐτῶν, τὰ χείλη περιαργυροῦντες καὶ χρυσοῦντες. κέρνος ἀγγεῖον κεραμεοῦν, ἔχον ἐν αὐτῷ πολλοὺς κοτυλισμοὺς κεκολ‐
25λημένους, ἐν οἷς εἰσι μήκωνες, κριθαί, πισοί, λάθυροι, ὦχροι, φακοί, κύαμοι, ζειαί, βρόμος, παλάθιον, μέλι, ἔλαιον, οἶνος. ὁ δὲ βαστάσας αὐτὸ οἷον λικνοφορήσας τούτων γεύεται· ἱστορεῖ Ἀμμώνιος. κισσύβιον μόνωτον πο‐ τήριον. Νεοπτόλεμος δὲ ὁ Παριανός φησι τὸ κίσσινον εἶναι ποτήριον, ὡς Εὐριπίδης· πᾶς δὲ ποιμένων ἔρρει λαός, ὃ μὲν γάλακτος κίσσινον φέρων
30σκύφος πίνων ἀνὰ ψυκτῆρα, ὃ δ’ ἀμπέλων γάνος. Εὔμολπος δὲ γένος τι νοεῖ ποτηρίου, ἴσως, φησίν, κατ’ ἀρχὰς ἐκ κισσίνου κατασκευασθὲν ξύλου. Νίκανδρος δέ φησι· τῷ Διδυμαίῳ Διὶ κισσοῦ σπονδοποιέονται πετάλοισιν, ὅθεν τἀρχαῖ’ ἐκπώματα κισσύβια φωνέεται. Ἀσκληπιάδης· κισσυβίῳ τῶν μὲν ἐν ἄστει καὶ μετρίων οὐδεὶς ἐχρῆτο, συβῶται δὲ καὶ νομεῖς καὶ οἱ
35ἐν ἀγρῷ· ὡς Πολύφημός τε καὶ Εὔμαιος. Καλλίμαχος δὲ ἄλεισον τὸ αὐτὸ καλέσας καὶ κισσύβιον τὴν ἀκριβῆ τῶν ὀνομάτων θέσιν οὐ διαφυλάττει. εἰκάσειε δ’ ἄν τις ὑπὸ ποιμένων τὸ πρῶτον ἐργασθῆναι ἐκ κισσίνου ξύλου.
ἄλλοι δὲ ἀπὸ τοῦ χεῖσθαι ὅ ἐστι χωρεῖν· ὅθεν καὶ ἡ τοῦ ὄφεως κατάδυσις57 in vol. 2.2

2,2

58

χειή, καὶ κήθιον τὸ χήτιον τὸ χωροῦν τοὺς ἀστραγάλους. τινὲς δὲ καὶ κυμβίον τὸ αὐτὸ καλοῦσι. κιβώριον. Ἡγήσανδρος ὁ Δελφὸς Εὐφορίωνά φησι τὸν ποιητὴν δειπνοῦντά που, τοῦ κώθωνος εὖ μάλα προβεβηκότος, λαβόντα ἓν τῶν κιβωρίων ὡς ἔξοινον καὶ μεθύοντα ἐνουρῆσαι. συνῆκται
5δὲ κάτωθεν εἰς στενὸν ὡς τὰ Αἰγύπτια, φησί, κιβώρια. κόνδυ Περσικὸν ποτήριον. λέγονται δέ τινες καὶ κύλικες Κονώνιοι. κότυλος. μόνωτον ποτήριον ἐπιπολάζον Σικυωνίοις καὶ Ταραντίνοις λουτηρίῳ ἐοικὸς βαθεῖ. κοτύλη ἡ κύλιξ, οἳ δὲ τὸ λεπτὸν ποτήριον. Διόδωρος δέ φησι τὸν παρά
10τισι κότυλον κοτύλην ὠνομάσθαι, ὡς Θουκυδίδης· κοτύλην ὕδατος καὶ δύο κοτύλας σίτου. Ἀριστοφάνης· ἀλφίτων χοίνικας τρεῖς κοτύλης δεούσας. Ἀπολλόδωρος δὲ ποτηρίου τι γένος ὑψηλὸν καὶ ἔγκοιλον. πᾶν δὲ τὸ κοῖλον κοτύλην ἐκάλουν οἱ παλαιοί, ὡς καὶ τὸ τῶν χειρῶν κοῖλον· ὅθεν καὶ κοτυλή‐ ρυτον αἷμα τὸ ἀμφοτέραις ταῖς χερσὶν ἀρυσθῆναι δυνάμενον. καὶ ἐγκοτύλη
15τις παιδιὰ καλεῖται ἐν ᾗ κοιλάναντες τὰς χεῖρας δέχονται τὰ γόνατα τῶν νενικηκότων οἱ νενικημένοι καὶ βαστάζουσιν αὐτούς. Διόδωρος δὲ τὴν κοτύλην φησὶ καλεῖσθαι καὶ ἡμίναν, ὡς Ἐπίχαρμος· ὕδωρ χλιαρόν, ἡμίνας δύο. Σώφρων· κατάστρεψον, τέκνον, τὴν ἡμίναν. εἴρηται δὲ καὶ κοτυλίσκη καὶ κοτυλίσκιον. Ἀριστοφάνης· κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουμένον. κοτύλη
20δὲ καλεῖται καὶ ἡ τοῦ ἰσχίου κοιλότης, καὶ αἱ τοῦ πολύποδος ἐν ταῖς πλεκτάναις ἐπιφύσεις παραγώγως κοτυληδόνες. καὶ τὰ κύμβαλα δὲ παρ’ Αἰσχύλῳ κοτύλαι· χαλκοδέτοις κοτύλαις ὀτοβεῖ. Μαρσύας δὲ τὸ ἐν τῷ ἰσχίῳ ὀστοῦν καλεῖσθαί φησιν ἄλεισον. κοτταβίς. Ἁρμόδιος· καθαγισάντων ἐν κεραμέᾳ κοτταβίδι. Ἡγήσανδρος δὲ οὕτω φησὶ τὸν καλούμενον κότταβον
25τοῖς Σικελιώταις εἶναι περισπούδαστον, ὡς καὶ οἴκους κατασκευάζεσθαι κυκλοτερεῖς, ἵνα πάντες εἰς τὸ μέσον τοῦ κοττάβου τεθέντος ἐξ ἀποστήματος ἴσου καὶ τόπων ὁμοίων ἀγωνίζοιντο περὶ τῆς νίκης. καὶ ἦν σπούδασμα εἰς τὸν ἀριστερὸν ἀγκῶνα ἐρείσαντα καὶ τῇ δεξιᾷ κυκλώσαντα ὑγρῶς ἀφεῖναι τὴν λάταγα· οὕτω γὰρ ἐκάλουν τὸ πῖπτον ἐκ τῆς κύλικος ὑγρόν· ὥστε
30ἔνιοι μεῖζον ἐφρόνουν ἐπὶ τῷ καλῶς κοτταβίζειν τῶν ἐπὶ τῷ ἀκοντίζειν μέγα φρονούντων. κρατίνιον. μήποτε τὸ νῦν καλούμενον κράνιον ἔκπωμα. κρουνεῖον. εἶδος ποτηρίου. κυαθίς, κοτυλῶδες ἀγγεῖον. ὅτι κύλιξ λέγεται ἀπὸ τοῦ κυλίεσθαι τῷ τροχῷ. Ἀθηναῖοι δὲ καὶ
35ἰατρικὴν πυξίδα κυλικίδα καλοῦσι διὰ τὸ τῷ τόρνῳ κεκυλίσθαι. ἐγένοντο δ’ ἐπίσημοι κύλικες αἵ τε Ἀργεῖαι καὶ αἱ Ἀττικαί. φοξαὶ δὲ τὸ χεῖλος αἱ Ἀργεῖαι, ὡς Σιμωνίδης· αὐτὴ δὲ φοξίχειλος, ἡ εἰς ὀξὺ ἀνηγμένη. τὸ
δὲ φοξὸν ἐπὶ τούτου τάττουσι, καθότι Ὅμηρος ἐπὶ τοῦ Θερσίτου· φοξὸς58 in vol. 2.2

2,2

59

ἔην κεφαλήν. καὶ ἔστιν οἷον φαοξός, ὁ πρὸς τὰ φάη ὀξὺς ὁρώμενος. ὅτι ἐν Ναυκράτει πολλοὶ κεραμεῖς, ἔνθα καὶ βάπτονται εἰς τὸ δοκεῖν εἶναι ἀργυρᾶ τὰ κεράμεια. ἐπαινοῦνται δὲ καὶ αἱ Χῖαι κύλικες. Ἕρμιππος· Χία δὲ κύλιξ ὑψοῦ κρέμαται περὶ πασσαλόφιν. Ἀχαιὸς δὲ κυλιχνίδας
5εἴρηκε παραγώγως, Ἀλκαῖος δὲ κυλίχνας. Φερεκράτης δὲ παίζων φησί· τοῖς μὲν ἀνδράσι κεραμεύεσθαι ποτήρια πλατέα, τοίχους οὐκ ἔχοντ’, ἀλλ’ αὐτὸ τοὔδαφος μόνον. ταῖς δὲ γυναιξὶ βαθείας κύλικας ὥσπερ ὁλκάδας οἰναγωγούς, περιφερεῖς, λεπτάς, μεστὰς ὅπως ἀνεκλογίστως πλεῖστος οἶνος ἐκποθῇ. εἶθ’ ὅταν τὸν οἶνον αὐτὰς αἰτιώμεθ’ ἐκπιεῖν, λοιδοροῦνται κὠμνύουσι
10μὴ πιεῖν ἀλλ’ ἢ μίαν. ἣ δὲ κρείττων ἡ μί’ ἐστὶ χιλίων ποτηρίων. κυμβία. γένος ποτηρίων βαθέων, ὀρθῶν, πυθμένα μὴ ἔχοντα μηδ’ ὦτα. Δίδυμος δὲ ἐπίμηκες, στενὸν τῷ σχήματι, ὅμοιον πλοίῳ. ἔστι δὲ καὶ πλοῖον ἡ κύμβη. Σοφοκλῆς· ἵπποισιν ἢ κύμβαισι ναυστολεῖς χθόνα; ἔστι δὲ καὶ κύμβα ποτήριον.
15 κύπελλον διαλλάσσει ἀλείσου καὶ δέπας τῷ κυφὸν εἶναι. ἀπὸ γὰρ τῆς κυφότητος τὸ κύπελλον, ὡς καὶ τὸ ἀμφικύπελλον, ἢ ὅτι παραπλήσιον ἦν ταῖς πέλλαις, συνηγμένον μᾶλλον εἰς τὴν κυφότητα· ἢ ἀμφικύπελλον οἷον ἀμφίκυρτα ἀπὸ τῶν ὤτων, διὰ τὸ τοιαῦτα εἶναι τῇ κατασκευῇ. Ὅμηρος· χρύσεον ἄμφωτον. Σιμάριστος δὲ παρὰ Κυπρίοις τὸ δίωτον ποτήριον.
20 κύμβη κύλικος εἶδος ὃ Πάφιοι κύμβαν καλοῦσιν. κώθων Λακωνικὸν ποτήριον. Ἡνίοχος· πιεῖν τις ἐγχείτω λαβὼν πυριγενῆ κυκλοτερῆ βραχύωτον παχύστομον κώθωνα παῖδα φάρυγγος. Θεόπομπος· ἐγὼ γὰρ κώθωνος ἐκ στρεψαύχενος πιόμαν τὸν τράχηλον ἀνακεκλασμένη; ἐντεῦθεν ἀκρατοκώθωνες οἱ ἄκρατον σπῶντες πολύν. Μνησίθεος ὁ Ἀθηναῖος
25ἰατρὸς περὶ κωθωνισμοῦ φησι· συμβαίνει τοὺς μὲν πολὺν ἄκρατον ἐν ταῖς συνουσίαις πίνοντας μεγάλα βλάπτεσθαι καὶ τὸ σῶμα καὶ τὴν ψυχήν. τὸ μέντοι κωθωνίζεσθαι διά τινων ἡμερῶν δοκεῖ μοι ποιεῖν τινα καὶ τοῦ σώματος κάθαρσιν καὶ τῆς ψυχῆς ἄνεσιν. γίνονται γάρ τινες ἡμῖν ἐκ τῶν καθ’ ἡμέραν συμποσίων ἐπιπόλαιοι δριμύτητες· ταύταις οὖν ἐστι τῶν μὲν πόρων
30οἰκειότατος ὁ διὰ τῆς οὐρήσεως, τῶν δὲ καθάρσεων ὁ διὰ τῶν κωθωνισμῶν πρέπει μάλιστα. κατανίζεται γὰρ τὸ σῶμα τοῖς οἴνοις· ὑγρὸν γὰρ καὶ θερμὸν ὁ οἶνος· τὸ δὲ ἀφ’ ἡμῶν διηθούμενον οὖρόν ἐστι δριμύ. τὰ γοῦν ἱμάτια τούτῳ χρώμενοι ῥύμματι πλύνουσιν οἱ βαφεῖς. τρία δὲ παραφύλαττε ὅταν κωθωνίζῃ· μὴ πονηρὸν οἶνον πίνειν μηδ’ ἄκρατον μηδὲ τραγηματί‐
35ζεσθαι ἐν τοῖς κωθωνισμοῖς. ὅταν δ’ ἱκανῶς ἔχῃς ἤδη, μὴ κοιμῶ πρὶν ἂν ἐμέσῃς πλέον ἢ ἔλαττον. εἶτ’ ἐὰν μὲν ἐμέσῃς ἱκανῶς, ἀναπαύου μικρὸν περιχεάμενος· ἐὰν δὲ μὴ δυνηθῇς ἱκανῶς κενῶσαι σαυτόν, πλείονι χρῆσαι
τῷ λουτρῷ καὶ εἰς τὴν πύελον κατακλίθητι σφόδρα εἰς θερμὸν ὕδωρ.59 in vol. 2.2

2,2

60

λαβρώνια ἔκπωμα Περσικὸν παρὰ τὴν ἐν τῷ πίνειν λαβρότητα, πλατύ, μέγα, ἔχον ὦτα μεγάλα. εὕρηται δὲ καὶ ἀρσενικῶς ὁ λαβρώνιος. λάκαιναι κυλικίων εἶδος ἢ ἀπὸ τοῦ κεράμου οὕτω λεγόμενον, ὡς τὰ Ἀττικά, ἢ ἀπὸ τοῦ σχήματος ἐπιχωριάσαντος ἐκεῖ.
5 λεπαστή. οἳ μὲν ὀξυτόνως ὡς καλή, οἳ δὲ ὡς μεγάλη παροξυτόνως. ὠνομάσθη δὲ ἀπὸ τῶν εἰς τὰς μέθας πολλὰ ἀναλισκόντων, οὓς λαφύκτας καλοῦμεν. κύλικες δ’ ἦσαν μεγάλαι. Ἀριστοφάνης Εἰρήνῃ· πίοις οἴνου κύλικα λεπαστήν; ἀφ’ ἧς ἔστι λάψαι, τουτέστιν ἁθρόως πιεῖν. φησὶ γάρ που ὁ αὐτός· τὸ δέμα λέλαφας τοὐμόν, ὦναξ δέσποτα, οἷον ἅθρουν μ’
10ἐξέπιες. καὶ ἀλλαχοῦ δὲ λεπαστὴν κυανοβενθῆ φησιν. Νίκανδρος δέ φησι Δόλοπας οὕτω καλεῖν τὴν κύλικα. Ἕρμιππος· ἂν ἐγὼ πάθω τι τήνδε τὴν λεπαστὴν ἐκπιών, τῷ Διονύσῳ πάντα τἀμαυτοῦ δίδωμι χρήματα. λοιβάσιον ᾧ τὸ ἔλαιον ἐπισπένδουσι τοῖς ἱεροῖς, σπονδεῖον δὲ ᾧ τὸν οἶνον. λέσβιον ποτηρίου εἶδος καὶ λουτήριον.
15 λυκιουργεῖς. φιάλαι ἀπὸ Λύκωνος τοῦ κατεσκευασμένου, ὡς καὶ Κονώνιοι αἱ ὑπὸ Κόνωνος ποιηθεῖσαι. Δίδυμος δὲ τὰς ὑπὸ Λυκίου. ἦν δὲ οὗτος Βοιώτιος ἀνδριαντοποιός. ἀγνοεῖ δ’ ὁ γραμματικὸς οὗτος Δίδυμος ὅτι τὸν τοιοῦτον μετασχηματισμὸν ἀπὸ τῶν τοιούτων ὀνομάτων οὐκ ἄν τις εὕροι γινόμενον, ἀλλ’ ἀπὸ πόλεων καὶ
20ἐθνῶν. Ἀριστοφάνης Εἰρήνῃ· τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος. Κριτίας· κλίνη Μολοσσιουργὴς καὶ κλίνη Χιουργής. μέλη θηλυκῶς ποτήριόν τι. μετάνιπτρον ἡ μετὰ τὸ νίπτρον ἐπὰν ἀπονίψωνται διδομένη κύλιξ. ἔνιοι δὲ τὴν μετὰ τὸ νίψασθαι πόσιν.
25 μαστός. παρὰ Παφίοις τὸ ποτήριον· καὶ ἡ μασθαλὶς δὲ κύλιξ τις. νεστορίς. περὶ τῆς ἰδέας τοῦ Νέστορος ποτηρίου φησὶν ὁ ποιητής· πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγ’ ὁ γεραιός, χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δ’ αὐτοῦ τέσσαρ’ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον χρύσειαι νεμέθοντο· δύο δ’ ὑπὸ πυθμένες ἦσαν. ἄλλος μὲν μογέων ἀποκινήσασκε
30τραπέζης πλεῖον ἐόν· Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν. ἐν τούτοις ζητεῖται τί τὸ χρυσείοις ἥλοις πεπαρμένον, εἶτα τί τὸ οὔατα δ’ αὐτοῦ τέσσαρα. τὰ γὰρ ἄλλα ποτήριά φησιν ὁ Μυρλεανὸς Ἀσκληπιάδης δύο ὦτα ἔχειν. πελειάδας δὲ πῶς ἄν τις ὑπόθοιτο νεμομένας περὶ ἕκαστον τῶν ὤτων; πῶς δὲ καὶ λέγει δύο πυθμένας εἶναι τοῦ ποτηρίου; ἰδίως δὲ καὶ τοῦτο λέγεται
35ὅτι οἱ μὲν ἄλλοι μογοῦντες ἐβάσταζον τὸ ποτήριον, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν. οἳ μὲν οὖν φησιν ἔξωθεν δεῖν ἐμπείρεσθαι τοὺς χρυσοῦς ἥλους τῷ ἀργυρῷ ἐκπώματι κατὰ τὴν ἐμπαιστικὴν τέχνην, ὡς καὶ τὸ τοῦ
Ἀχιλλέως σκῆπτρον χρυσείοις ἥλοις ἦν πεπαρμένον καὶ τὸ Ἀγαμέμνονος60 in vol. 2.2

2,2

61

ξίφος. κατὰ δέ τινας ἐξοχὴ ἦν ὀλίγη τοῖς κολαπτῆρσιν ἐπηρμένη καὶ οἱονεὶ κεφαλίδας ἥλων ἀποτελοῦσα. πεπάρθαι δὲ λέγει τοὺς ἥλους ὁ ποιητὴς οὐχ ὅτι ἔξωθεν πρόκεινται καὶ πεπαρμένοι εἰσίν, ἀλλ’ ὅτι ἐμπεπαρμένοις ἐοίκασιν ἔξω τε ὀλίγῳ προὔχουσι, μετέωροι τῆς ἄλλης ἐπιφανείας ὄντες. περὶ δὲ
5τῶν ὤτων οὕτω διορίζονται, ὅτι εἶχε μὲν δύο ὦτα ἄνω, καθότι καὶ τὰ ἄλλα ποτήρια, ἄλλα δὲ δύο κατὰ τὸ κύρτωμα μέσον ἐξ ἀμφοῖν τοῖν μεροῖν μικρά, παρόμοια ταῖς Κορινθιακαῖς ὑδρίαις. οἱ δὲ ἐκ μιᾶς οἱονεὶ ῥίζης, ἥτις τῷ πυθμένι προσκυρεῖ, φασὶν καθ’ ἑκάτερον τὸ οὖς διασχιδεῖς εἶναι ῥάβδους ἐπ’ ἀμφοῖν, οὐ πολὺ ἀλλήλων διεστώσας διάστημα αὗται μέχρι
10τοῦ χείλους διήκουσαι τοῦ ποτηρίου καὶ μικρὸν μετεωριζόμεναι κατὰ μὲν τὴν ἀπόστασιν τοῦ ἀγγείου φυλάττουσι τὴν διάσχισιν, κατὰ δὲ τὸ ἀπολῆγον πρὸς τὴν τοῦ χείλους ἔρεισιν πάλιν συμφύονται. καὶ γίνεται τοῦτον τὸν τρόπον τέσσαρα ὦτα. τοῦτο δὲ οὐκ ἐπὶ πάντων, ἀλλ’ ἐπ’ ἐνίων ποτηρίων, ἥκιστα δὲ τῶν λεγομένων Σελευκίδων. τὸ δὲ περὶ τῶν δύο πυθμένων λύ‐
15ουσιν οὕτως. τῶν ποτηρίων τινὰ μὲν ἕνα πυθμένα ἔχει τὸν φυσικὸν καὶ συγκεχαλκευμένον τῷ ὅλῳ ποτηρίῳ, ὡς τὰ κυμβία καὶ αἱ φιάλαι καὶ εἴ τι φιαλῶδες τὴν ἰδέαν· τινὰ δὲ δύο ὡς τὰ ᾠοσκύφια, τὰ καρχήσια, αἱ Σελευκίδες· ἕνα μὲν γὰρ εἶναι πυθμένα τὸν κατὰ τὸ κύτος συγκε‐ χαλκευμένον τῷ ὅλῳ ἀγγείῳ, ἕτερον δὲ τὸν πρόσθετον ἀπὸ ὀξέος ἀρχό‐
20μενον, καταλήγοντα δὲ εἰς πλατύτερον, ἐφ’ οὗ ἵσταται τὸ ποτήριον. καὶ τὸ τοῦ Νέστορος οὖν δέπας φασὶν εἶναι τοιοῦτον. δύναται δὲ καὶ δύο πυθμένας ὑποτίθεσθαι, τὸν μὲν οἷον τοῦ ποτηρίου φέροντα τὸν ὅλον ὄγκον καὶ κατὰ μείζονα κυκλοειδῆ περιγραφὴν ἔξαρσιν ἔχοντα τοῦ ὕψους σύμμετρον, τὸν δὲ κατ’ ἐλάττω κύκλον συνεχόμενον ἐν κύκλῳ μείζονι,
25καθ’ ὅσον συννεύειν συμβέβηκεν εἰς ὀξὺ τὸν φυσικὸν τοῦ ποτηρίου πυθ‐ μένα, ὥστε ὑπὸ δυοῖν πυθμένοιν τὸ ἔκπωμα φέρεσθαι, Διονύσιος δὲ ὁ Θρᾲξ ἐν Ῥόδῳ λέγεται τὴν Νεστορίδα κατασκευάσαι τῶν μαθητῶν αὐτῷ συν‐ ενεγκάντων τἀργύριον· ὅ φασι σκύφον εἶναι παρακειμένως ἔχοντα τὰ ὦτα, καθάπερ αἱ δίπρῳροι τῶν νεῶν, περὶ δὲ τὰ ὦτα τὰς περιστεράς· ὡσπερεὶ
30δέ τινα ῥοπάλια δύο ὑποκεῖσθαι τῷ ποτηρίῳ πλάγια διὰ μήκους· ταῦτα δ’ εἶναι τοὺς δύο πυθμένας. ὁποῖόν τι ἦν ἐν Καπύῃ πόλει τῆς Καμπανίας ἀνακείμενον τῇ Ἀρτέμιδι ποτήριον, ὅ φασιν ἐκεῖνοι Νέστορος γεγονέναι. ἐγὼ δέ, φησὶν ὁ Μυρλεανός, τάδε λέγω περὶ τοῦ ποτηρίου. οἱ παλαιοὶ καὶ τὰ περὶ τροφὴν πρῶτοι διαταξάμενοι τοῖς ἀνθρώποις, πειθόμενοι τὸν
35κόσμον εἶναι σφαιροειδῆ, λαμβάνοντες ἐκ τε τοῦ ἡλίου καὶ τῆς σελήνης σχήματος ἐναργεῖς φαντασίας, ἀφομοιοῦν εἶναι δίκαιον ἐνόμιζον. διὸ τὴν τράπεζαν κυκλοειδῆ κατεσκευάσαντο καὶ τοὺς τρίποδας τοὺς τοῖς θεοῖς
καθαγιζομένους κυκλοτερεῖς καὶ ἀστέρας ἔχοντας, οὓς καὶ καλοῦσι σελήνας.61 in vol. 2.2

2,2

62

καὶ τὸν ἄρτον δ’ ἐκάλεσαν ὅτι τῶν σχημάτων ὁ κύκλος ἀπήρτισται καὶ ἔστι τέλειος. καὶ τὸ ποτήριον οὖν τὸ δεχόμενον τὴν ὑγρὰν τροφὴν κυκλο‐ τερὲς ἐποίησαν κατὰ μίμησιν τοῦ κόσμου. τὸ δὲ τοῦ Νέστορος ποτήριον καὶ ἰδιαίτερόν ἐστιν. ἔχει γὰρ καὶ ἀστέρας, οὓς ἥλοις ὁ ποιητὴς ὀνομάζει
5διὰ τὸ τοὺς ἀστέρας περιφερεῖς εἶναι τοῖς ἥλοις ὁμοίως καὶ ἐμπεπηγέναι τῷ οὐρανῷ, ὡς Ἄρατός φησιν· οὐρανῷ αἰὲν ἄρηρεν ἀγάλματα νυκτὸς ἰούσης. περιττῶς δὲ καὶ τοῦτ’ ἔφρασεν ὁ ποιητής, τοὺς χρυσοῦς ἥλους παρατιθεὶς τῇ τοῦ ἀργυροῦ ἐκπώματος φύσει, τὴν τῶν ἀστέρων καὶ τοῦ οὐρανοῦ ἐκ‐ τυπῶν κατὰ τὴν ἰδέαν τῆς χρόας οὐσίαν. ὁ μὲν γὰρ οὐρανὸς ἀργύρῳ προσ‐
10έοικεν, οἱ δ’ ἀστέρες χρυσῷ διὰ τὸ πυρῶδες. ὑποθέμενος οὖν κατηστερισμένον τὸ τοῦ Νέστορος ποτήριον μεταβαίνει καὶ ἐπὶ τὰ κράτιστα τῶν ἀπλανῶν ἀστέρων, οἷς δὴ τεκμαίρονται τὰ περὶ ζωὴν οἱ ἄνθρωποι. λέγω δὲ τὰς πελειάδας· ὅταν γὰρ εἴπῃ· δύο δὲ πελειάδες ἀμφὶς ἕκαστον χρύσειαι νεμέθοντο, πελειάδας οὐ σημαίνει τὰς ὄρνιθας, ὥς τινες ὑπονοοῦσι περι‐
15στερὰς εἶναι, ἁμαρτάνοντες. ἕτερον γὰρ εἶναί φησιν Ἀριστοτέλης πελειάδα καὶ ἕτερον περιστεράν. πελειάδας δ’ ὁ ποιητὴς καλεῖ νῦν τὰς Πλειάδας, πρὸς ἃς σπόρος τε καὶ ἄμητος καὶ τῶν καρπῶν, ἀρχὴ γενέσεως καὶ συναι‐ ρέσεως, ὡς Ἡσίοδος· Πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων ἄρχεσθ’ ἀμήτοιο, ἀρότοιο δὲ δυσομενάων. καὶ Ἄρατος· αἳ μὲν ὁμῶς ὀλίγαι καὶ ἀφεγγέες,
20ἀλλ’ ὀνομασταὶ ἦρι καὶ ἑσπέριαι, Ζεὺς δ’ αἴτιος, εἱλίσσονται· ὃς καί σφισι καὶ θέρεος καὶ χείματος ἀρχομένοιο σημαίνειν ἐπένευσεν ἐπερχομένου τ’ ἀρότοιο. τὰς οὖν τῶν καρπῶν γενέσεως καὶ τελειώσεως προσημαντικὰς Πλειάδας οἰκείως ἐνετόρνευσε τῷ τοῦ σοφωτάτου Νέστορος ὁ ποιητὴς ποτηρίῳ· καὶ γὰρ τοῦτο τῆς ἑτέρας τροφῆς δεκτικὸν ἀγγεῖον. διὸ καὶ τῷ Διὶ τὴν
25ἀμβροσίαν τὰς πελειάδας φέρειν φησὶν ἐν Ὀδυσσείᾳ. οὐ τὰς πελειάδας τὰς ὄρνις, ὡς πολλοὶ νομίζουσιν (ἄσμενον γάρ), ἀλλὰ τὰς Πλειάδας. οἰκεῖον γὰρ τὰς προσημαινούσας τὰς ὥρας τῷ τῶν ἀνθρώπων γένει, ταύτας καὶ τὴν ἀμβροσίαν τῷ Διὶ φέρειν. διὸ ἀπὸ τῶν πτηνῶν αὐτὰς χωρίζει· τῇ μέν τ’ οὐδὲ ποτατὰ παρέρχεται οὐδὲ Πέλειαι. ὅτι δὲ τὰς Πλειάδας τῶν ἐνδο‐
30ξοτάτων καὶ ἀπλανῶν ἄστρων ὑπείληφε, δῆλον ἐκ τοῦ προτάττειν αὐτὰς κατὰ τὴν τῶν ἄλλων συναρίθμησιν· ἐν δὲ τὰ τείρεα πάντα, Πληιάδας θ’ Ὑάδας τε τό τε σθένος Ὠρίωνος ἄρκτον τε. ἐπλανήθησαν δ’ οἱ πολλοὶ νομίζοντες τὰς Πλειάδας ὄρνις εἶναι, πρῶτον μὲν ἐκ τοῦ ποιητικοῦ σχη‐ ματισμοῦ τοῦ κατὰ πρόσθεσιν γράμματος· ἔπειτα δ’ ὅτι καὶ τὸ τρήρωνες
35μόνων ἐδέξαντο ἐπίθετον εἶναι τῶν πελειάδων, ἐπεὶ διὰ τὴν ἀσθένειαν εὐλαβὴς ἡ ὄρνις αὕτη. τρεῖν δ’ ἐστὶ τὸ εὐλαβεῖσθαι. πιθανὸν δ’ ἐστὶ τὸ ἐπίθετον καὶ ἐπὶ τῶν Πλειάδων τιθέμενον· μυθεύονται γὰρ καὶ αὗται τὸν Ὠρίωνα φεύγειν,
διωκομένης τῆς μητρὸς αὐτῶν Πληιόνης ὑπὸ τῶν Ὠρίωνος. ἡ δὲ τοῦ ὀνό‐62 in vol. 2.2

2,2

63

ματος ἐκτροπή, καθ’ ἣν αἱ Πλειάδες λέγονται Πέλειαι καὶ Πελειάδες, παρὰ πολλοῖς ἐστι τῶν ποιητῶν. πρώτη γοῦν ἡ Βυζαντία Μοιρὼ φάσκει τὴν ἀμβροσίαν τῷ Διὶ τὰς Πλειάδας κομίζειν. Σιμωνίδης δὲ Πελειάδας οὐρανίας τὰς Πλειάδας φησί. καὶ Πίνδαρος δέ φησιν· ὀρίαν Πελειάδων μὴ
5τηλόθι ὁ Ἀρίων ἀνεῖσθαι. σύνεγγυς γὰρ ὁ Ὠρίων τῇ ἀστροθεσίᾳ τῶν Πλειάδων· διὸ καὶ ὁ περὶ ταύτας μῦθος, ὅτι φεύγουσι μετὰ τῆς μητρὸς Πλειόνης τὸν Ὠρίωνα· ὀρίας δὲ λέγει τὰς Πλειάδας ἐν ἴσῳ τῷ οὐρίας κατὰ παράλειψιν τοῦ υ, ἐπεὶ κεῖνται ἐπὶ τῆς οὐρᾶς τοῦ ταύρου. καὶ Αἰσχύλος δὲ ἐκφανέστερον προσπαίζων τῷ ὀνόματι κατὰ τὴν ὁμοφωνίαν φησίν·
10ἄπτεροι Πλειάδες. καὶ Μοιρὼ περὶ Διὸς λέγει· Ζεὺς δ’ ἄρ’ ἐνὶ Κρήτῃ τρέφετο. καὶ ὅτι ἔτρεφον αὐτὸν ὑπὸ ζαθέῳ ἄντρῳ τρήρωνες ἀμβροσίην φορέουσαι ἀπ’ Ὠκεανοῖο ῥοάων· νέκταρ δ’ ἐκ πέτρης μέγας αἰετὸς αἰὲν ἀφύσσων γαμφηλῇς φορέεσκε Διὶ μητιοέντι. τὸν καὶ νικήσας Κρόνον εὐρύοπα Ζεὺς ἀθάνατον ποίησε καὶ οὐρανῷ ἐγκατένασσεν. ὣς δ’ αὔτως τρήρωσι πελειάσιν
15ὤπασε τιμήν, αἳ δή τοι θέρεος καὶ χείματος ἄγγελοί εἰσι. Λαμπροκλῆς τέ φησιν· αἳ ποταναῖς ὁμώνυμοι πελειάσιν αἰθέρι κεῖνται. οὐδὲν οὖν ἄπιστον καὶ Ὅμηρον τὰς Πλειάδας ποιητικῷ νόμῳ πελειάδας ὠνομακέναι. ἀπο‐ δεδειγμένου οὖν τοῦ ὅτι Πλειάδες ἦσαν ἐντετορευμέναι τῷ ποτηρίῳ, καθ’ ἕκαστον τῶν ὤτων δύο ὑποθετέον, εἴτε βούλεταί τις ὀρνιθοφυεῖς κόρας εἴτ’
20αὖ καὶ ἀνθρωποειδεῖς, ἄστροις δὲ πεποικιλμένας. τὸ μέντοι ἀμφὶς ἕκαστον χρύσειαι νεμέθοντο οὐχ ὡς περὶ ἓν ἕκαστον ἀκουστέον. γενήσονται γὰρ οὕτως ὀκτὼ τὸν ἀριθμόν· ἀλλ’ ἐπείπερ ἔσχισται μὲν ἑκάτερον τῶν ὤτων εἰς δύο σχίσεις, τούτων δ’ αὖ συνάφεια κατὰ τὴν τελευταίαν ὑπόληξιν, ἕκαστον μὲν ἂν λέγοιτο καθὸ τέσσαρες αἱ πᾶσαι σχίσεις τῶν ὤτων. ἑκάτερον δὲ
25καθὸ συμφυῆ πάλιν ἐπὶ τέλει γίνονται τῆς ἀναστάσεως αὐτῶν. ὅταν οὖν εἴπῃ· δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον χρύσειαι νεμέθοντο, δύο δ’ ὑπὸ πυθμένες ἦσαν, καθ’ ἑκατέραν σχίσιν τῶν ὤτων ἀκουσόμεθα μίαν πελειάδα· ἃς δοιὰς εἶπε καθὸ συμφυεῖς εἰσιν ἀλλήλαις καὶ συνεζευγμέναι. τὸ γὰρ δοιοὶ καὶ δοιαὶ σημαίνει καὶ τὸ κατ’ ἀριθμὸν εἶδος, οἷον· δοιὼ θεράποντε
30καὶ δοιοὺς τρίποδας. σημαίνει δὲ καὶ τὸ συμφυὲς καὶ συνεζευγμένον κατ’ ἀριθμόν. δοιοὺς δ’ ἄρ’ ὑπήλυθε θάμνους ἐξ ὁμόθεν πεφυῶτας. ἔπειθ’ ὅταν ἐπενέγκῃ τὸ δύο δ’ ὑπὸ πυθμένες ἦσαν, ἀκουστέον οὐ πυθμένας δύο οὐδὲ κατὰ διαίρεσιν ἀναγνωστέον, ὡς ὁ Θρᾲξ Διονύσιος, ἀλλὰ κατὰ σύνθετον ὑπο‐ πυθμένες, ὅπως ἐπὶ τῶν πελειάδων ἀκούσωμεν, ὅτι τέσσαρες μὲν ἦσαν ἐπὶ
35τῶν ὤτων, δύο δὲ ὑποπυθμένες, τοῦτ’ ἔστιν ὑποπυθμένιοι, ὥστε διακρατεῖσθαι τὸ δέπας ὑπὸ δυεῖν Πελειάδων ὑποκειμένων τῷ πυθμένι, ἓξ δὲ τὰς πάσας γενέσθαι Πλειάδας, ἐπείπερ ὁρῶνται τοσαῦται, ὡς καὶ Ἄρατος· ἑπτὰ
δ’ ἐκεῖναι ἐπιρρήδην καλέονται, ἓξ οἷαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν.63 in vol. 2.2

2,2

64

τὸ ὁρώμενον οὖν ἐν τοῖς ἄστροις καὶ ἐν τῇ φαινομένῃ κατασκευῇ προση‐ κόντως ἐτόρευσεν. ἐν δὲ τῷ· τῇ μέν τ’ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι τρήρωνες αἱ τ’ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν. ἀλλὰ καὶ τῶν αἰεὶ ἀφαιρεῖται λὶς πέτρη. ἀλλ’ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι, ὑπὸ τῆς ὀξύτητος
5τῶν πλαγκτῶν πετρῶν καὶ τῆς λειότητος ἀφαιρεῖσθαι λέγει μίαν τῶν Πλειάδων, ἄλλην δὲ πρὸς τοῦ Διὸς ἐνίεσθαι χάριν τοῦ σῴζειν τὸν ἀριθμὸν αὐτῶν, ποιητικῶς αἰνιττόμενος ὅτι τῶν Πλειάδων ἓξ ὁρωμένων ὅμως ὁ ἀριθμὸς αὐτῶν οὐκ ἀπόλλυται, λέγονται δὲ καὶ τῷ ἀριθμῷ καὶ τοῖς ὀνόμασιν ἑπτά. πρὸς δὲ τοὺς λέγοντας οὐκ οἰκείως τῷ ποτηρίῳ ἐντετυπῶσθαι τὰς
10Πλειάδας, ξηρῶν τροφῶν οὔσας σημαντικάς, λεκτέον ὅτι τὸ δέπας ἀμφο‐ τέρων τῶν τροφῶν ἐστι δεκτικόν. κυκεὼν γὰρ ἐν αὐτῷ γίνεται· τοῦτο δ’ ἐστὶ πόσις ἐν τῷ κράματι τυρὸν ἔχουσα καὶ ἄλφιτον· ἄμφω δὲ ταῦτα κυκώμενα καὶ οὕτω πινόμενα λέγει ὁ ποιητὴς ἐν τῷ· τοῖσι δὲ τεῦχε κυκεῶ ἐυπλόκαμος Ἑκαμήδη καὶ τὰ ἑξῆς. τὸ δέ· ἄλλος μὲν μογέων ἀποκινήσασκε
15τραπέζης, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν, οὐκ ἀκουστέον ἐπὶ μόνων Μαχάονος καὶ Νέστορος, ὡς οἴονταί τινες λέγοντες· ἀλλ’ ὃς μὲν μογέων, ἐπὶ Μαχάονος τὸ μογέων ἡγεῖσθαι νομίζοντες. ὅτι γὰρ καθ’ Ὅμηρον ὁ Μαχάων οὐ τέτρωται ἐν ἄλλοις δειχθήσεται. ἀγνοοῦσι δ’ ὅτι ἐπὶ τούτων οὐκ ἄλλος, ἀλλ’ ἕτερος εἶπεν ἂν Ὅμηρος. δύο γὰρ οὗτοι πίνουσιν. ἐπεὶ
20δὲ δύο τὸ ἕτερος, ὡς τὸ οἴσετε δ’ ἄρν’ ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν. ἔπειτα δὲ τὸ ὃς ἀντὶ προτακτικοῦ τοῦ ὃ Ὅμηρος οὐδέποτε τίθησι· τοὔμ‐ παλιν δ’ ἀντὶ τοῦ ὃς ὑποτακτικοῦ παραλαμβάνει τὸ προτακτικὸν ὅ· Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ’ ἀνδρῶν. ἐλλείπει οὖν τὸ τίς μόριον. τὸ γὰρ πλῆρές ἐστιν· ἄλλος μέν τις μογέων ἀποκινήσασκε τραπέζης μέγα
25ὂν κατὰ τὸ κύτος καὶ βαρὺ τὴν ὁλκὴν, Νέστωρ δ’ ὁ γέρων φιλοπότης ὢν ἐκ τῆς συνεχοῦς συνηθείας ῥᾳδίως βαστάζειν ἔσθενεν. τί δὲ καὶ Διομήδους καὶ Αἴαντος καὶ Ἀχιλλέως γενναιότερον ἀείρει τὸ δέπας ὁ τῇ ἡλικίᾳ προβεβηκὼς Νέστωρ, φησὶ Σωσίβιος καὶ λύει αὐτὸς τῇ ἀναστροφῇ ἀπὸ τοῦ μέσου ἐξελὼν τὸ γέρων ὡς ἂν λέγῃ· ἄλλος μὲν γέρων μογέων ἀποκινήσασκε
30τραπέζης, ὁ δὲ Νέστωρ μόνος τῶν λοιπῶν πρεσβυτῶν φαίνεται τὸ δέπας ἀμογητὶ ἀείρων. ταῦτα ὁ θαυμάσιος λυτικὸς Σωσίβιος, ὃν οὐκ ἀχαρίτως διέπαιζεν διὰ τὰς πολυθρυλλήτους ταύτας καὶ τὰς τοιαύτας λύσεις Πτολεμαῖος ὁ Φιλάδελφος. λαμβάνοντος γὰρ αὐτοῦ σύνταξιν βασιλικήν, μεταπεμψάμενος τοὺς ταμίας, ἐκέλευσεν, ἐὰν παραγένηται ὁ Σωσίβιος ἐπὶ τὴν ἀπαίτησιν
35τῆς συντάξεως λέγειν αὐτῷ ὅτι ἀπείληφε. καὶ μετ’ οὐ πολὺ παραγενομένῳ καὶ αἰτοῦντι εἰπόντες δεδωκέναι τὰς ἡσυχίας ἦγον, ὃ δὲ τῷ βασιλεῖ προσ‐ ελθὼν κατεμέμφετο τοὺς ταμίας. ὁ δὲ βασιλεὺς ἥκειν αὐτοὺς κελεύσας
μετὰ τῶν βιβλίων, ἐν οἷς αἱ ἀναγραφαί εἰσι τῶν τὰς συντάξεις λαβόντων,64 in vol. 2.2

2,2

65

λαβὼν ταύτας εἰς χεῖρας καὶ κατιδὼν ἔφη καὶ αὐτὸς εἰληφέναι αὐτὸν ταύτας οὕτως· ἦν ὀνόματα ἐγγεγραμμένα ταῦτα, Σωτῆρος Σωσιγένους Βίωνος Ἀπόλλωνος· εἰς ἃ ἀποβλέψας ὁ βασιλεὺς εἶπεν· ὦ θαυμάσιε λυτικέ, ἐὰν ἀφέλῃς τοῦ Σωτῆρος τὸ σω, καὶ Σωσιγένους τὸ σι καὶ τοῦ Βίωνος
5τὴν πρώτην συλλαβὴν καὶ τὴν τελευταίαν τοῦ Ἀπόλλωνος, εὑρήσεις σαυτὸν ἀπειληφότα τὰς σὰς ἐπινοίας. καὶ ταῦτα οὐχ ὑπ’ ἄλλων, ἀλλὰ τοῖς σαυτοῦ πτεροῖς ἁλίσκῃ κατὰ τὸν θαυμάσιον Αἰσχύλον. ὅλμος. ποτήριον κερατίου τρόπον εἰργασμένον, ὕψος ὡς πυγονιαῖον. ὀξύβαφον. ἡ κοινὴ συνήθεια τὸ ὄξους δεκτικὸν σκεῦος· ἔστι δὲ καὶ ὄνομα
10ποτηρίου. Κρατῖνος· οὐδ’ ὀξύβαφον οἰνηρὸν ἔτι κεκτήσεται. Ἀντιφάνης δὲ εἶδος κύλικος μικρᾶς κεραμέας αὐτὸ παρίστησιν· ἐξ ὀξυβάφων κεραμέων ἐπίνομεν. καὶ τὸ τοῖς ἀποκοτταβίζουσι δὲ ὀξύβαφον τιθέμενον εἰς ὃ τὰς λάταγας ἐγχέουσιν οὐκ ἄλλο τι ἂν εἴη ἢ ἐκπέταλον ποτήριον. ποτήριον δέ τι καὶ ἡ οἰνιστηρία.
15 ὄλλιξ. ξύλινον ποτήριον. Παναθηναικόν. πρόαρον κρατὴρ ξύλινος, εἰς ὃν τὸν οἶνον κιρνῶσιν Ἀττικοί. Πάμφιλος· κοίλοις ἐν προάροις. πέλλα. ἀγγεῖον σκυφοειδές, πυθμένα ἔχον πλατύτερον, εἰς ὃ ἔμελγον τὸ γάλα. Ὅμηρος· εὐγλαγέας κατὰ πέλλας. παρ’ Ἱππώνακτι δὲ πελλίς·
20ἐκ πελλίδος πίνοντες. οὐ γὰρ ἦν αὐτοῖς κύλιξ, ὁ παῖς γὰρ ἐμπεσὼν κατ‐ ήραξε. Φοῖνιξ δ’ ὁ Κολοφώνιος πελλίδα φησὶ χρυσῆν, ἤτοι φιάλην. κατὰ δὲ Κλείταρχον παρὰ Θεσσαλοῖς καὶ Αἰολεῦσι πελλητὴρ ὁ ἀμολγεύς, πέλλα δὲ τὸ ποτήριον. Βοιωτοὶ δὲ τὴν κύλικα πενταπλόαν φασὶν ὡς Φιλητᾶς. Ἀριστόδημος δέ φησιν Ἀθήναζε ἀγῶνα ἐπιτελεῖσθαι τῶν ἐφήβων δρόμου·
25τρέχειν δ’ αὐτοὺς ἔχοντας ἀμπέλου κλάδον κατάκαρπον τὸν καλούμενον ὦσχον. τρέχουσι δ’ ἐκ τοῦ ἱεροῦ τοῦ Διονύσου ἄχρι τοῦ τῆς Σκιράδος Ἀθηνᾶς, καὶ ὁ νικήσας λαμβάνει κύλικα τὴν λεγομένην πενταπλόαν οὕτω λεγομένην καθ’ ὅσον οἶνον ἔχει καὶ μέλι καὶ τυρὸν καὶ ἄλφιτα καὶ ἐλαίου βραχύ. πένταχνον. ποτήριον ἐκπέταλον. Ἀριστοφάνης· πάντες δ’ ἔνδον πε‐
30ταχνευταί. πλημοχόη. σκεῦος κεραμοῦν βεμβικῶδες ἑδραῖον ἡσυχῇ, ᾧ ἐχρῶντο ἐν Ἐλευσῖνι τῇ τελευταίᾳ τῶν μυστηρίων ἡμέρᾳ, ἣν καὶ ἀπ’ αὐτοῦ Πλημοχόας καλοῦσι· ἐν ᾗ δύο πλημοχόας πλήσαντες τὴν μὲν πρὸς ἀνατολήν, τὴν δὲ πρὸς δύσιν ἀνιστάμενοι ἀνατρέπουσιν ἐπιλέγοντες ῥῆσιν μυστικήν.
35 πρίστις ποτηρίου εἶδος. προχύτη. εἶδος ἐκπώματος. Ἴων· ἡμῖν δὲ κρητῆρι οἰνοχόοι θεράποντες κιρνάντων προχύταισιν ἐν ἀργυρέοις. Φιλητᾶς δὲ ξύλινον ἀγγεῖον, ἀφ’ οὗ
τοὺς ἀγροίκους πίνειν. Ξενοφῶν δ’ ἐν ὀγδόῳ Παιδείας προχοίδας τινὰς λέγει.65 in vol. 2.2

2,2

66

ἦν δέ, φησίν, τοῖς Πέρσαις νόμιμον μὴ προχοίδας εἰσφέρεσθαι εἰς τὰ συμπόσια· νῦν δὲ τὸ μὲν μὴ εἰσφέρεσθαι ἔτι αὖ καταμένει· τοσοῦτον δὲ πίνουσιν ὥστε ἀντὶ τοῦ εἰσφέρειν αὐτοὶ ἐκφέρονται, ἐπειδὰν μηκέτι δύνωνται ὀρθούμενοι ἐξιέναι.
5 προυσίας. ἔξορθον ποτήριον τὴν προσηγορίαν σχὸν ἀπὸ Προυσίου τοῦ Βιθυνίας βασιλεύσαντος καὶ ἐπὶ τρυφῇ καὶ μαλακίᾳ διαβοήτου. ῥέοντα. ποτήριά τινα. Ἀστυδάμας· ῥέοντα δώδεκα, τόσα ἀργυρᾶ, δύο δὲ χρυσᾶ, γρυψί, τὸ δ’ ἕτερον Πήγασος. ῥυσίς. φιάλη χρυσῆ. τῶν ᾀδομένων δὲ καὶ ἡ ῥοδιάς.
10 ῥυτόν. βραχύνεται καὶ ὀξύνεται. Δίφιλος· τῶν Ῥοδιακῶν ἢ τῶν ῥυτῶν. καὶ πάλιν· ῥυτὸν χωροῦντα δύο χόας, ὃν οὐδ’ ἂν ἐλέφας ἐκπίῃ. ἐγὼ τοῦ‐ το πέπωκα πολλάκις. ἐκαλεῖτο δὲ πρότερον κέρας. δοκεῖ σκευοποιηθῆναι ὑπὸ πρώτου τοῦ Φιλαδέλφου φόρημα γενέσθαι τῶν Ἀρσινόης εἰκόνων. τῇ γὰρ εὐωνύμῳ χειρὶ ἐκείνη τοιοῦτον φέρει δημιούργημα πάντων τῶν ὡραίων
15πλῆρες, ἐμφαινόντων τῶν δημιουργῶν ὡς καὶ τοῦ τῆς Ἀμαλθείας ἐστὶν ὀλβιώτερον τὸ κέρας τοῦτο. Θεοκλῆς· ἐθύσαμεν σήμερον Σωτήρια πάντες οἱ τεχνῖται· μεθ’ ὧν πιὼν τοδὶ κέρας ὡς τὸν φίλτατον βασιλέα πάρειμι. Θεόφραστος δ’ ἐν τῷ περὶ Μέθης τὸ ῥυτόν φησι ποτήριον τοῖς ἥρωσιν ἀποδίδοσθαι. Δωρόθεος δὲ τὰ ῥυτὰ κέρασιν ὅμοια εἶναι, διατετρημένα δ’ εἶναι,
20ἐξ ὧν κρουνιζόντων λεπτῶς κάτωθεν πίνουσιν, ὠνομάσθαι δὲ ἀπὸ τῆς ῥύσεως. σαννάκρα. ὡς Κράτης φησὶν ἔκπωμα Περσικόν. Φιλήμων· σαννάκρα ἱπποτραγέλαφοι, βατιάκια, σαννάκια, προσπαίζων τῇ γελοιότητι τοῦ ὀνό‐ ματος. σελευκίς. ἀπὸ Σελεύκου βασιλέως. φησὶ δὲ Πολέμων· ποτήρια παραπλήσια Σελευκίς, Ῥοδιάς, Ἀντιγονίς. σκύφος ὡς λύχνος, ἔστι δὲ καὶ
25οὐδέτερον ὡς τεῖχος. Ἡσίοδος δ’ ἐν τῷ δευτέρῳ Μελαμποδίας μετὰ τοῦ π σκύπφον φησί· πλήσας δ’ ἀργύρεον σκύπφον φέρε, δῶκε δ’ ἄνακτι. καὶ Ἀνακρέων δὲ μετὰ τοῦ π φησίν. ὅτι κυρίως προπίνειν τὸ πρὸ ἑαυτοῦ διδόναι τινί, ὡς Ὀδυσσεὺς παρ’ Ὁμήρῳ τῇ Ἀρήτῃ καὶ ἐν Ἰλιάδι Ὀδυσσεὺς δείδεκτ’ Ἀχιλλῆα. πληροῦντες γὰρ προέπινον ἀλλήλοις μετὰ προσαγορεύσεως.
30Εὐριπίδης· σκύφος τε μακρός, ἀρσενικῶς. καὶ Σιμωνίδης οὐατόεντα σκύφον. Ἴων δὲ οὐδετέρως· οἶνος οὐκ ἔνι ἐν τῷ σκύφει. καὶ Ἐπίχαρμος· φέρ’ ἐγχέας εἰς τὸ σκύφος. καὶ Φαίδιμος· δουράτεόν τε σκύφος εὐρὺ μελιζώροιο ποτοῖο. τὸ δὲ παρ’ Ὁμήρῳ Ἀριστοφάνης μὲν γράφει· πλησάμενος δ’ ἄρα οἱ δῶκε σκύφος, ᾧπερ ἔπινεν. Ἀρίσταρχος δὲ σκύφον, ᾧπερ ἔπινεν. ἔστι δὲ
35κατ’ Ἀσκληπιάδην ποιμενικώτερον ἀγγεῖον. Αἰσχύλος δέ φησί που· ποῦ μοι τὰ πολλὰ δῶρα κἀκροθίνια; ποῦ χρυσότευκτα κἀργυρᾶ σκυφώματα; Στησίχορος δὲ περὶ Ἡρακλέους· σκύφιον λαβὼν δέπας ἔμμετρον ὡς τρι‐
λάγυνον πί’ ἐπισχόμενος, τό ῥά οἱ παρέθηκε Λόφος κεράσας. λάγυνον δὲ66 in vol. 2.2

2,2

67

μέτρου ὄνομα παρ’ Ἕλλησιν, ὡς χοὸς καὶ κοτύλης, χωροῦν κοτύλας Ἀττικὰς δώδεκα. ἔστι δὲ καὶ ἐν Πάτραις ἡ λάγυνος. εἴρηται δὲ καὶ ἀρσενικῶς. Νικόστρατος· λάγυνος τρίχους, καί· τὸν μεστὸν ἡμῖν φέρε λάγυνον, καί· δυσχερὴς λάγυνος οὗτος πλησίον ὄξους. καὶ Δίφιλος· λάγυνον ἔχω κενόν,
5ὦ γραῦ, θύλακον δὲ μεστόν. Ἀριστοτέλης δὲ ἐν τῇ Θετταλῶν Πολιτείᾳ θηλυκῶς λέγει τὴν λάγυνον. ἀλλαχοῦ δὲ Δίφιλος οὐδετέρως λαγύνιον. τὸ δὲ παρὰ Στησιχόρῳ ἔμμετρον ὡς τριλάγυνον τὴν τῶν τριῶν γενῶν ἀμφι‐ βολίαν ἔχει. σκύφος δ’ ὠνομάσθη ἀπὸ τῆς σκαφίδος, ἥ ἐστιν ἀγγεῖον ξύ‐ λινον στρογγύλον γάλα καὶ ὀρρὸν δεχόμενον. Ὅμηρος· γαυλοί τε σκαφίδες
10τε τοῖς ἐνάμελγεν. εἰ μή που σκύφος εἴη οἷον σκύθος τις διὰ τὸ τοὺς Σκύθας περαιτέρω τοῦ δέοντος μεθύσκεσθαι. Ἱερώνυμος δὲ καὶ τὸ μεθύσαι σκυθίσαι φησί· συγγενὲς γὰρ εἶναι τὸ φ τῷ θ. ὕστερον δὲ κατὰ μίμησιν εἰργάσαντο κεραμέους καὶ ἀργυροῦς σκύφους. ὧν πρῶτοι ἐγένοντο καὶ κλέος ἔλαβον οἱ Βοιώτιοι, χρησαμένου διὰ τὰς στρατείας πρώτου Ἡρακλέους τῷ
15γένει· διὸ καὶ Ἡρακλεωτικοὶ καλοῦνται. ἔχουσι δὲ καὶ διαφορὰν πρὸς τοὺς ἄλλους, ἔπεστι γὰρ ἐπὶ τῶν ὤτων αὐτοῖς ὁ λεγόμενος Ἡράκλειος δεσμός. μετὰ δὲ τούτους διήνεγκαν οἱ Ῥοδιακοί. τρίτοι δ’ εἰσὶν οἱ Συρακόσιοι. καλεῖται δ’ ὑπὸ Ἠπειρωτῶν λυρτός, ὑπὸ δὲ Μεθυμναίων σκύθος. ἐκαλεῖτο δὲ καὶ Δερκυλλίδας ὁ Λακεδαιμόνιος σκύθος. Ἔφορος· Λακεδαιμόνιοι Δερ‐
20κυλλίδαν ἔπεμψαν εἰς τοὺς ἐν Ἀσίᾳ πάντα μετὰ δόλου πράττοντας βαρβάρους ἥκιστα νομίζοντες ἐξαπατηθήσεσθαι· ἦν γὰρ οὐδὲν ἐν τῷ τρόπῳ Λακωνικὸν οὐδ’ ἁπλοῦν ἔχων, ἀλλὰ πολὺ τὸ πανοῦργον καὶ τὸ θηριῶδες. διὸ καὶ Σκύθον αὐτὸν οἱ Λακεδαιμόνιοι προσηγόρευον. ταβαίτη. ξύλινον ποτήριον καὶ τραγέλαφος δὲ καὶ τριήρης καὶ ὑαστικόν.
25 φιάλη. ἀμφίθετος παρ’ Ὁμήρῳ οὐ τὸ ποτήριον, ἀλλὰ χάλκεόν τι ἐκπέ‐ ταλον λεβητῶδες. ἴσως δύο ὦτα ἔχον ἐξ ἀμφοτέρων τῶν μερῶν. Παρθένιος δὲ φιάλην ἀκούει ἀπύθμενον. Ἀπολλόδωρος δ’ ὁ Ἀθηναῖος τὴν κατὰ τὸν πυθμένα μὴ δυνάμενον τίθεσθαι καὶ ἐρείδεσθαι, ἀλλὰ κατὰ στόμα. τινὲς δέ φασιν, ὃν τρόπον ἀμφιφορεὺς λέγεται ὁ ἀμφοτέρωθεν κατὰ τὰ ὦτα
30δυνάμενος φέρεσθαι, οὕτω καὶ ἀμφίθετος φιάλη. Ἀρίσταρχος δὲ τὴν δυ‐ ναμένην ἐξ ἀμφοτέρων τῶν μερῶν τίθεσθαι, κατὰ τὸν πυθμένα καὶ κατὰ τὸ στόμα. Διονύσιος δ’ ὁ Θρᾲξ τὴν στρογγύλην, τὴν ἀμφιθέουσαν κυκλο‐ τερεῖ τῷ σχήματι. Ἀσκληπιάδης δὲ ὁ Μυρλεανός· ἡ μὲν φιάλη, φησί, κατ’ ἀντιστοιχίαν ἐστὶ πιάλη, ἡ τὸ πιεῖν ἅλις ἔχουσα· μείζων γὰρ τοῦ
35ποτηρίου. ἡ δὲ ἀμφίθετος καὶ ἀπύρωτος ἢ ψυχρήλατος ἢ ἐπὶ πῦρ οὐκ ἐπιτιθεμένη, καθότι καὶ λέβητα καλεῖ ὁ ποιητὴς τὸν μὲν ἐμπυριβήτην, τὸν δὲ ἄπυρον· τὸν δὲ δεχόμενον ἴσως ψυχρόν, ὥστε καὶ τὴν φιάλην εἶναι
χαλκείῳ προσεοικυῖαν ἐκπετάλῳ, δεχομένην ψυχρὸν ὕδωρ. τὴν δ’ ἀμφίθετον67 in vol. 2.2

2,2

68

πότερα δύο βάσεις ἔχειν δεῖ νομίζειν ἐξ ἑκατέρου μέρους, ἢ τὸ μὲν ἀμφὶ σημαίνει τὸ περί, τοῦτο δ’ αὖ τὸ περιττόν; ὥστε λέγεσθαι τὸ περιττῶς πεποιημένον ἀμφίθετον, ἐπεὶ τὸ ποιῆσαι θεῖναι πρὸς τῶν ἀρχαίων ἐλέγετο. δύναται δὲ καὶ ἡ ἐπὶ πυθμένα καὶ στόμα τιθεμένη· ἡ δὲ τοιαύτη θέσις
5τῶν φιαλῶν Ἰωνική ἐστι καὶ ἀρχαία. καὶ Μασσαλιῶται ἔτι τιθέασι τὰς φιάλας ἐπὶ πρόσωπον. Κρατῖνος δὲ φιάλας βαλανειομφάλους καὶ ἕτεροί τινές φασιν. ὅτι, ὡς ὁ αὐτὸς Ἀσκληπιάδης φησίν, οἱ ὀμφαλοὶ αὐτῶν καὶ τῶν βαλανείων οἱ θόλοι ὅμοιοί εἰσιν. Λυκόφρων δέ· ἀπὸ τῶν ὀμφαλῶν τῶν ἐν ταῖς γυναικείαις πυέλοις. Τίμαρχος δέ φησι διότι τὰ πλεῖστα τῶν
10Ἀθήνησι βαλανείων κυκλοειδῆ ταῖς κατασκευαῖς ὄντα τοὺς ἐξαγωγοὺς ἔχει κατὰ μέσον, ἀφ’ οὗ χαλκοῦς ὀμφαλὸς ἔπεστιν. Ἴων ἐν Ὀμφάλῃ· ἴτ’ ἐκφορεῖτε, παρθένοι, κύπελλα καὶ μεσομφάλους. οὕτω δ’ εἶπε τὰς βα‐ λανειομφάλους. Ἀθηναῖοι δὲ τὰς ἀργυρᾶς φιάλας ἀργυρίδας φασί, τὰς δὲ χρυσᾶς χρυσίδας. Ἕρμιππος· χρυσίδ’ οἴνου πανσέληνον πιὼν ὑφείλετο.
15 χυτρίδες. Ἄλεξις· ἐγὼ Πτολεμαίου τοῦ βασιλέως τέτταρα χυτρίδι’ ἀκράτου προσλαβὼν δύο, νῦν μὴ κωμάσω ἄνευ λύχνου πρὸς τὸ τηλικοῦτον φῶς; Ἡρόδοτος ἐν τῇ εʹ φησὶ νόμον θέσθαι Ἀργείους καὶ Αἰγινήτας Ἀττικὸν μηδὲν προσφέρειν εἰς τὰς θυσίας μηδὲ κέραμον, ἀλλ’ ἐκ χυτρίδων ἐπι‐ χωρίων τὸ λοιπὸν αὐτόθι εἶναι πίνειν.
20 ψυγεὺς ἢ ψυκτήρ. Πλάτων ἐν Συμποσίῳ· ἀλλὰ φέρε, παῖ, φάναι τὸν ψυκτῆρα ἐκεῖνον, ἰδόντα αὐτὸν πλέον ἢ ὀκτὼ κοτύλας χωροῦντα. Ἄλεξις· τρικότυλον ψυγέα. ἐν ἄλλοις δὲ καὶ ψυκτήριον αὐτὸ καλεῖ. ψυκτηρίδιόν τε δύ’ ὀβολοὺς ἄγων. Ἡρακλέων δ’ ὁ Ἐφέσιός φησιν· ὃν ἡμεῖς ψυγέα καλοῦμεν, ψυκτηρίαν τινὲς ὀνομάζουσιν. τοὺς δ’ Ἀττικοὺς καὶ
25κωμῳδεῖν τὸν ψυγέα ὡς ξενικὸν ὄνομα, ὡς Εὐφορίων· ἐπὰν δὲ καλέσῃ ψυγέα τὴν ψυκτηρίαν, τὸ σευτλίον δὲ τεῦτλα, φακέαν δὲ τὴν φακῆν, τί δεῖ ποιεῖν; Διονύσιος δὲ ὁ τοῦ Τρύφωνός φησιν· τὸν ψυγέα ἐκάλουν οἱ ἀρχαῖοι δῖνον. ὁ Θυατειρηνὸς δὲ Νίκανδρος καλεῖσθαί φησι ψυκτῆρας καὶ τοὺς ἀλσώδεις καὶ συσκίους τόπους, ἐν οἷς ἔστιν ἀναψῦξαι. Αἰσχύλος· σαύρας ὑποσκίοισιν
30ἐν ψυκτηρίοις. ᾠδός. εἶδος ποτηρίου. ὠοσκύφιον. διπύθμενον ποτήριον, ὡς ἐν τῷ περὶ Νεστορίδος ἐρρέθη ἕνα μὲν πυθμένα ἔχειν τὸν κατὰ τὸ κύτος αὐτῷ συγκεχαλκευμένον, ἕτερον δὲ τὸν πρόσθετον ἀπὸ ὀξέος ἀρχόμενον, καταλήγοντα δὲ εἰς πλατύτερον, ἐφ’
35οὗ ἵσταται τὸ ποτήριον. ᾠόν. οἶνος κεκραμένος ἐν ᾠῷ χρυσῷ. φιάλαν ὡς εἴ τις ἀφνεᾶς ἀπὸ χειρὸς ἑλὼν ἔνδον ἀμπέλου καχλάζοισαν δωρήσεται, οὐ μόνον νεανίᾳ γαμβρῷ
προπίνων, ἀλλὰ καὶ πᾶσι τοῖς φιλτάτοις. ὅτι τὸ περισοβῶ ἐν κύκλῳ τὸ68 in vol. 2.2

2,2

69

κύκλῳ πίνειν δηλοῖ. Μένανδρος· πίνει τὴν κύκλῳ. καὶ πάλιν· τὸ πρῶτον περισοβεῖ ποτήριον αὐτοῖς ἀκράτου. Εὐριπίδης· τὰ δ’ ἄλλα χαῖρε κύλικος ἑρπούσης κύκλῳ. κρατηρίζωμέν φησιν ἀντὶ τοῦ συμπίνωμεν. ὅτι ὁ ἥδιστος καὶ χαριέστατος Ξενοφῶν ἐν τῷ Συμποσίῳ φησίν· ὁ δ’ αὖ
5Σωκράτης εἶπεν· ἀλλὰ πίνειν μέν, ὦ ἄνδρες, καὶ ἐμοὶ πάνυ δοκεῖ. τῷ γὰρ ὄντι ὁ οἶνος ἄρδων τὰς ψυχὰς τὰς μὲν λύπας ὥσπερ ὁ μανδραγόρας ἀνθρώπους κοιμίζει, τὰς δὲ φλόγας ἐγείρει. δοκεῖ μέντοι μοι καὶ τὰ τῶν ἀνθρώπων σώματα τὰ αὐτὰ πάσχειν ἅπερ καὶ τὰ τῶν ἐν γῆ φυομένων. καὶ γὰρ ἐκεῖνα, ὅταν μὲν αὐτὰ ὁ θεὸς ἄγαν ἀθρόως ποτίζῃ, οὐ δύνανται
10ὀρθοῦσθαι οὐδὲ ταῖς ὥραις διαπλοῦσθαι· ὅταν δὲ ὅσῳ ἥδεται τοσούτῳ πίνῃ, καὶ μάλα ὀρθά τε αὔξεται καὶ θάλλοντα ἀφικνεῖται εἰς καρπογονίαν. οὕτω δὴ καὶ ἡμεῖς, ἢν μὲν ἀθρόον τὸ πότον ἐγχεώμεθα, ταχὺ ἡμῶν καὶ τὰ σώματα καὶ αἱ γνῶμαι σφαλοῦνται, καὶ οὐδ’ ἀναπνεῖν μὴ ὅτι λέγειν δυνησόμεθα· ἢν δὲ ἡμῖν οἱ παῖδες μικραῖς κύλιξι μικρὰ ἐπιψηκάζωσιν, ἵνα
15καὶ ἐγὼ Γοργείοις ῥήμασιν εἴπω, οὕτως οὐ βιαζόμενοι μεθύειν ὑπὸ τοῦ οἴνου, ἀλλ’ ἀναπειθόμενοι πρὸς τὸ παιγνιωδέστερον ἀφιξόμεθα. εἰς ταῦτά τις ἀποβλέπων τὰ τοῦ καλοῦ Ξενοφῶντος εἴσεται ἣν εἶχε πρὸς αὐτὸν ὁ λαμ‐ πρότατος Πλάτων ζηλοτυπίαν, ἢ τάχα φιλονείκως εἶχον ἀρχῆθεν οἱ ἄνδρες πρὸς ἑαυτούς, αἰσθόμενοι τῆς ἰδίας ἑκάτερος ἀρετῆς, καὶ ἴσως καὶ περὶ
20πρωτείων διεφέροντο, οὐ μόνον ἐξ ὧν περὶ Κύρου εἰρήκασι τεκμαιρομένοις ἡμῖν, ἀλλὰ κἀκ τῶν αὐτῶν ὑποθέσεων. Συμπόσια γὰρ γεγράφασιν ἄμφω. καὶ ἐν αὐτοῖς τὰς αὐλητρίδας ὃ μὲν ἐκβάλλει, ὃ δ’ εἰσάγει· καὶ ὃ μὲν παραιτεῖται πίνειν μεγάλοις ποτηρίοις, ὃ δὲ τὸν Σωκράτη παράγει τῷ ψυκτῆρι πίνοντα μέχρι τῆς ἕω. κἀν τῷ περὶ Ψυχῆς δὲ ὁ Πλάτων καταλεγόμενος
25ἕκαστον τῶν παρατυχόντων οὐδὲ κατὰ μικρὸν τοῦ Ξενοφῶντος μέμνηται. καὶ περὶ τοῦ Κύρου οὖν ὃ μὲν λέγει ὡς ἐκ πρώτης ἡλικίας ἐπεπαίδευτο πάντα τὰ πάτρια, ὁ δὲ Πλάτων ἐν τρίτῳ Νόμων στρατηγὸν μὲν αὐτὸν ἀγαθὸν οἴεσθαί φησι καὶ φιλόπονον, παιδείας δὲ ὀρθῆς οὐδὲ ἧφθαι τὸ παράπαν. πάλιν ὁ μὲν Ξενοφῶν συναναβὰς Κύρῳ ὡς Πέρσας μετὰ τῶν μυρίων Ἑλλήνων
30καὶ ἀκριβῶς εἰδὼς τὴν προδοσίαν τοῦ Θεσσαλοῦ Μένωνος, καὶ οἷός τις ἦν τὸν τρόπον, ὡς χαλεπός, ὡς ἀσελγὴς διηγησάμενος φαίνεται. ὁ δὲ καλὸς Πλάτων μονονουχὶ εἰπών· οὐκ ἔστ’ ἔτυμος ὁ λόγος οὗτος, ἐγκώμια αὐτοῦ διεξέρχεται, ὁ τοὺς ἄλλους ἁπαξαπλῶς κακολογήσας, καὶ ἐν μὲν τῇ Πολιτείᾳ Ὅμηρον ἐκβάλλων καὶ τὴν μιμητικὴν ποίησιν, αὐτὸς δὲ τοὺς διαλόγους
35μιμητικῶς γράψας, ὧν τῆς ἰδέας οὐδ’ αὐτὸς εὑρετής ἐστιν, ἀλλ’ ὁ Τήιος Ἀλεξαμενός, ὡς Ἀριστοτέλης ἐν τῷ περὶ ποιητῶν φησιν. διαβάλλει δὲ Πλάτων καὶ Θρασύμαχον τὸν Χαλκηδόνιον σοφιστὴν ὅμοιον εἶναι λέγων
τῷ ὀνόματι, ἔτι δ’ Ἱππίαν, Γοργίαν, Παρμενίδην καὶ ἐν Πρωταγόρᾳ δὲ69 in vol. 2.2

2,2

70

πολλούς. λέγεται δὲ ὅτι Γοργίας αὐτὸς ἀναγνοὺς τὸν ὁμώνυμον αὐτῷ διάλογον πρὸς συνήθεις ἔφη· ὡς καλῶς οἶδε Πλάτων ἰαμβίζειν. Ἕρμιππος δέ φησιν· ὡς ἐπεδήμησε ταῖς Ἀθήναις Γοργίας μετὰ τὴν τῆς ἑαυτοῦ χρυσῆς εἰκόνος ἐν Δελφοῖς ἀνάθεσιν, εἰπόντος τοῦ Πλάτωνος, ὅτε εἶδεν
5αὐτόν· ἥκει ἡμῖν ὁ καλός τε καὶ χρυσοῦς Γοργίας, ἔφη ὁ Γοργίας· ἦ καλόν γε αἱ Ἀθῆναι καὶ νέον τοῦτον Ἀρχίλοχον ἐνηνόχασιν. ἄλλοι δέ φασιν ὅτι ἀναγνοὺς τὸν Πλάτωνος διάλογον πρὸς τοὺς παρόντας ἔφη ὅτι οὐδὲν τούτων οὔτ’ εἶπεν οὔτ’ ἤκουσε παρὰ Πλάτωνος. ταὐτά φασιν καὶ Φαίδωνα εἰπεῖν ἀναγνόντα τὸν περὶ Ψυχῆς. διὸ καλῶς ὁ Τίμων περὶ αὐτοῦ ἔφη·
10ὡς ἀνέπλαττε Πλάτων. Παρμενίδῃ μὲν γὰρ καὶ ἐλθεῖν εἰς λόγους τὸν τοῦ Πλάτωνος Σωκράτην μόλις ἡ ἡλικία συγχωρεῖ. ἀδύνατον δὲ καὶ Φαῖδρον κατὰ Σωκράτην εἶναι. ἀλλὰ μὴν οὐ δύνανται οὐδὲ Πάραλος καὶ Ξάνθιππος οἱ Περικλέους υἱοὶ τελευτήσαντες τῷ λοιμῷ τῷ Πρωταγόρᾳ διαλέγεσθαι. ἐκ πολλῶν δὲ καὶ ἄλλων ἔστι δεῖξαι ὡς ἔπλαττε τοὺς διαλόγους. ὅτι δὲ
15καὶ δυσμενὴς ἦν πρὸς ἅπαντας, δῆλον ἐξ ὧν πάντας κακολογεῖ πανταχοῦ καὶ τοὺς μεγίστους παρ’ Ἀθηναίοις γενομένους, Ἀριστείδην δὲ καὶ Θεμι‐ στοκλῆς, Μένωνα δ’ ἐπαινεῖ τὸν τοὺς Ἕλληνας προδόντα. ἃ δὲ περὶ Ἀλκι‐ βιάδου εἴρηκεν ἐν τῷ Συμποσίῳ οὐδ’ εἰς φῶς λέγεσθαί ἐστιν ἄξιον, Λακεδαιμονίους δὲ ἐπαινεῖ. ἐπαινεῖ δὲ καὶ τοὺς πάντων Ἑλλήνων ἐχθροὺς
20Πέρσας καὶ τὸν ἀδελφὸν Ἀλκιβιάδου καὶ Νικίαν μαινόμενόν τε ἀποκαλεῖ καὶ τοὺς υἱοὺς αὐτοῦ ἠλιθίους Μειδίαν τε ὀρτυγοκόπον καὶ τὸν τῶν Ἀθηναίων δῆμον εὐπρόσωπον μὲν εἶναι, δεῖν δ’ αὐτὸν ἀποδύσαντας θεωρεῖν· ὀφθήσεται γάρ, φησί, περίβλεπτον ἀξίωμα περικείμενος κάλλους οὐκ ἀληθινοῦ. ἐν δὲ τῷ Κίμωνι οὐδὲ τῆς Περικλέους φείδεται κατηγορίας οὐδὲ τῆς Ἀλκιβιάδου
25καὶ Μυρωνίδου, ἀλλ’ οὐδ’ αὐτοῦ Κίμωνος. καὶ ὁ Κρίτων δ’ αὐτοῦ Σοφοκλέους ἔχει καταδρομήν, ὁ δὲ Γοργίας οὐ μόνον ἀφ’ οὗ τὸ ἐπίγραμμα, ἀλλὰ καὶ Ἀρχελάου τοῦ Μακεδονίας βασιλέως, ὃν οὐ μόνον ἐπονείδιστον ἔχειν γένος, ἀλλ’ ὅτι καὶ ἀπέκτεινε τὸν δεσπότην. οὗτος δ’ ἐστὶ Πλάτων, ὃν Σπεύσιππός φησι φίλτατον ὄντα Ἀρχελάῳ Φιλίππῳ τῆς βασιλείας αἴτιον
30γενέσθαι. Εὐφραῖον γάρ, φησίν, ἀπέστειλε τὸν Ὠρείτην πρὸς τὸν Περδίκκαν Πλάτων, ὃς ἔπεισεν ἀπομερίσαι τινὰ χώραν Φιλίππῳ. διατρέφων δ’ ἐν‐ ταῦθα δύναμιν, ὡς ἀπέθανε Περδίκκας, ἐξ ἑτοίμου δυνάμεως ὑπαρχούσης ἐπέπεσε τοῖς πράγμασι. τοῦτο δ’ εἴπερ ἀληθείας οὕτως ἔχει, θεὸς ἂν εἰδείη. καὶ ἐν Μενεξένῳ δὲ πολλοὺς διαβάλλει. ἐπιλίπῃ δ’ ἄν με ἡ ἡμέρα, εἰ
35πάντας ἐθελήσαιμι λέγειν τοὺς κακῶς ἀκούσαντας ὑπὸ τοῦ σοφοῦ. ἀλλὰ μὴν οὐδ’ Ἀντισθένη ἐπαινῶ· καὶ γὰρ καὶ οὗτος πολλοὺς εἰπὼν κακῶς οὐδ’ αὐτοῦ τοῦ Πλάτωνος ἀπέσχετο, ἀλλὰ καλέσας αὐτὸν Σάθωνα τὸν
ταύτην ἔχοντα τὴν ἐπιγραφὴν διάλογον ἐξέδωκεν. ὅτι μετὰ τὴν Σωκράτους70 in vol. 2.2

2,2

71

τελευτὴν ἐπὶ πλεῖον τῶν συνήθων ἀθυμούντων, ὥς φησιν Ἡγήσανδρος, ἔν τινι συνουσίᾳ Πλάτων συμπαρὼν λαβὼν τὸ ποτήριον παρεκάλει μὴ ἀθυμεῖν αὐτούς, ὡς ἱκανὸς αὐτὸς εἴη ἡγεῖσθαι τῆς σχολῆς, καὶ προέπιεν Ἀπολ‐ λοδώρῳ. καὶ ὃς εἶπεν· ἥδιον ἂν παρὰ Σωκράτους τὴν τοῦ φαρμάκου κύλικα
5εἰλήφειν ἢ παρὰ σοῦ τὴν τοῦ οἴνου πρόποσιν. ἐδόκει γὰρ Πλάτων φθονερὸς εἶναι καὶ κατὰ τὸ ἦθος οὐδαμῶς εὐδοκιμεῖν. καὶ γὰρ Ἀρίστιππον πρὸς Διονύσιον ἀποδημήσαντα ἔσκωπτεν, αὐτὸς τρὶς εἰς Σικελίαν ἐκπλεύσας· ἅπαξ μὲν τῶν ῥυάκων χάριν, ὅτε καὶ τῷ πρεσβυτέρῳ Διονυσίῳ συγγενό‐ μενος ἐκινδύνευσε, δὶς δὲ πρὸς τὸν νεώτερον Διονύσιον. Αἰσχίνου τε πένητος
10ὄντος καὶ μαθητὴν ἕνα ἔχοντος Ξενοκράτην, τοῦτον περιέσπασεν. καὶ Φαίδωνι δὲ τὴν τῆς δουλείας δίκην ἐφωράθη· καὶ τὸ καθόλου πᾶσι τοῖς Σωκράτους μαθηταῖς ἐπεφύκει μητρυιᾶς ἔχων διάθεσιν. διὸ Σωκράτης οὐκ ἀηδῶς περὶ αὐτοῦ στοχαζόμενος ἐνύπνιον ἔφησεν ἑωρακέναι πλειόνων παρόντων. δοκεῖν γὰρ ἔφη τὸν Πλάτωνα κορώνην γενόμενον ἐπὶ τὴν κεφαλήν μου ἀναπη‐
15δήσαντα τὸ φαλακρόν μου κατασκαριφᾶν καὶ κρατεῖν περιβλέπουσαν. δοκῶ οὖν σε, ὦ Πλάτων, πολλὰ κατὰ τῆς ἐμῆς ψεύσασθαι κεφαλῆς. ἦν δὲ πρὸς τῇ κακοηθείᾳ καὶ φιλόδοξος, ὃς ἔφησεν· ἔσχατον τὸν τῆς δόξης χιτῶνα ἐν τῷ θανάτῳ αὐτῷ ἀποδυόμεθα, ἐν διαθήκαις, ἐν ἐκκομιδαῖς, ἐν τάφοις. καὶ τὸ πόλιν δὲ θελῆσαι κτίσαι καὶ τὸ νομοθετῆσαι τίς οὐ φήσει πάθος
20εἶναι φιλοδοξίας. λέγει γοῦν ἐν τῷ Τιμαίῳ· πέπονθά τι πάθος πρὸς τὴν πολιτείαν, ὥσπερ ἂν εἰ ζωγράφος ἐβούλετο τὰ ἑαυτοῦ ἔργα κινούμενα καὶ ἐνεργὰ ἰδεῖν, οὕτω κἀγὼ τοὺς πολίτας οὓς διαγράφω. περὶ δὲ τῶν ἐν τοῖς διαλόγοις αὐτοῦ τί ἂν καὶ λέγοι τις; ἡ μὲν γὰρ ψυχὴ ἡ διαπλαττομένη ἀθάνατος ὑπ’ αὐτοῦ παρὰ πρώτῳ εἴρηται Ὁμήρῳ. ψυχὴ δέ, φησίν, ἡ τοῦ
25Πατρόκλου Ἄιδόσδε κατῆλθε. εἰ δ’ οὖν καὶ Πλάτωνός φησί τις εἶναι τὸν λόγον, οὐχ ὁρῶ τίν’ ἐσχήκαμεν ἀπ’ αὐτοῦ ὠφελίαν. εἰ γὰρ καὶ συγχω‐ ρήσει τις μεθίστασθαι τὰς τῶν τετελευτηκότων ψυχὰς εἰς ἄλλας φύσεις καὶ πρὸς τὸν μετεωρότερον καὶ καθαρώτερον ἀνέρχεσθαι τόπον, ἅτε κου‐ φότητος μετεχούσας, τί πλέον ἡμῖν; ὧν γὰρ μήτ’ ἀνάμνησίς ἐστιν οὗ
30ποτε ἦμεν μήτ’ αἴσθησις, εἰ τὸ σύνολον ἦμεν, τίς χάρις ταύτης τῆς ἀθα‐ νασίας; οἱ δὲ συντεθέντες ὑπ’ αὐτοῦ Νόμοι καὶ ἔτι πρότερον ἡ Πολιτεία τί πεποιήκασιν; καίτοι ἔδει καθάπερ τὸν Λυκοῦργον τοὺς Λακεδαιμονίους καὶ τὸν Σόλωνα τοὺς Ἀθηναίους καὶ τὸν Ζάλευκον τοὺς Θουρίους, καὶ αὐτόν, εἴπερ ἦσαν χρήσιμοι, πεῖσαί τινας τῶν Ἑλλήνων αὐτοῖς χρήσασθαι.
35νόμος γάρ ἐστιν, ὥς φησιν Ἀριστοτέλης, λόγος ὡρισμένος καθ’ ὁμολογίαν κοινὴν πόλεως, μηνύων πῶς δεῖ πράττειν ἕκαστα. ὁ δὲ Πλάτων πῶς οὐκ ἄτοπος τριῶν Ἀθηναίων γενομένων νομοθετῶν τῶν γε δὴ γνωριζομένων,
Δράκοντος καὶ αὐτοῦ Πλάτωνος καὶ Σόλωνος, τῶν μὲν τοῖς νόμοις ἐμμένειν71 in vol. 2.2

2,2

72

τοὺς πολίτας, τῶν δὲ Πλάτωνος καὶ προσκαταγελᾶν; ὁ δὲ αὐτὸς λόγος καὶ περὶ τῆς Πολιτείας· εἰ καὶ πασῶν ἐστιν αὕτη βελτίων, μὴ πείθοι δ’ ἡμᾶς, τί πλέον· ἔοικεν οὖν ὁ Πλάτων οὐ τοῖς οὖσιν ἀνθρώποις γράψαι τοὺς νόμους, ἀλλὰ τοῖς ὑπ’ αὐτοῦ διαπλαττομένοις, ὥστε καὶ ζητεῖσθαι τοὺς χρησομένους. ἐχρῆν οὖν οὗ
5εἰσι λέγειν ταῦτα καὶ γράφειν καὶ μὴ ταὐτὰ ποιεῖν τοῖς εὐχομένοις, ἀλλὰ τοῖς τῶν ἐνδεχομένων ἀντεχομένοις. ἐν οἷς δὲ περὶ τῶν ἐν μαθήμασι διεξέρχεται καὶ περὶ τῶν κατὰ φύσιν καὶ πλειόνων ἄλλων, οὐδὲ διὰ ταῦτα θαυμαστέος ἐστίν. ἔχει γάρ τις καὶ παρ’ ἑτέρων ταῦτα λαβεῖν ἢ βέλτιον λεχθέντα ἢ μὴ χεῖρον. Θεόπομπος οὖν φησι· τοὺς πολλοὺς τῶν διαλόγων
10αὐτοῦ ἀχρείους καὶ ψευδεῖς ἄν τις εὕροι· ἀλλοτρίους τε τοὺς πλείους, ὄν‐ τας ἐκ τῶν Ἀριστίππου διατριβῶν, ἐνίους δὲ κἀκ τῶν Ἀντισθένους, πολλοὺς δὲ κἀκ τῶν Βρύσωνος τοῦ Ἡρακλεώτου. καὶ οἱ πολλοὶ δὲ τῶν μαθητῶν αὐτοῦ τυραννικοί τινες καὶ διάβολοι γεγόνασιν. Εὔφρατος μὲν γὰρ παρὰ Περδίκκᾳ τῷ βασιλεῖ διατρίβων ἐν Μακεδονίᾳ οὐχ ἧττον αὐτοῦ ἐβασίλευε
15φαῦλος ὢν καὶ διάβολος, ὃς οὕτω ψυχρῶς συνέταξε τὴν ἑταιρίαν τοῦ βασιλέως, ὥστε οὐκ ἐξῆν τοῦ συσσιτίου μετασχεῖν, εἰ μή τις ἐπίσταιτο γεωμετρεῖν ἢ φιλοσοφεῖν. ὅθεν Φιλίππου τὴν ἀρχὴν παραλαβόντος Παρμενίδης αὐτὸν ἐν Ὠρεῷ λαβὼν ἀπέκτεινεν. Κάλλιππος δ’ ὁ Ἀθηναῖος μαθητὴς καὶ αὐτὸς ἑταῖρος Δίωνος καὶ συμμαθητὴς γενόμενος καὶ συναποδημήσας αὐτῷ
20εἰς Συρακούσας ὁρῶν ἤδη τὸν Δίωνα ἐξιδιοποιούμενον τὴν μοναρχίαν ἀπο‐ κτείνας αὐτὸν καὶ αὐτὸς τυραννεῖν ἐπιχειρήσας ἀπεσφάγη. Εὐάγων δ’ ὁ Λαμψακηνὸς δανείσας τῇ πατρίδι ἀργύριον ἐπὶ ἐνεχύρῳ τῇ ἀκροπόλει καὶ ἀφυστερήσας τυραννεῖν ἐβούλετο, ἕως συνδραμόντες ἐπ’ αὐτὸν οἱ Λαμψακηνοὶ καὶ τὰ χρήματα ἀποδόντες ἐξέβαλον. Τίμαιος δ’ ὁ Κυζικηνὸς χρήματα
25καὶ σῖτον ἐπιδοὺς τοῖς πολίταις καὶ πιστευθεὶς εἶναι χρηστός, μικρὸν ἐπισχὼν χρόνον ἐπέθετο τῇ πατρίδι δι’ Ἀριδαίου. κριθεὶς δὲ καὶ ἁλοὺς καὶ ἀδοξήσας ἐν μὲν τῇ πόλει ἐπέμενε παλαιὸς καὶ γεγηρακώς, ἀτίμως δὲ διαζῶν. τοιοῦτοι δ’ εἰσὶ καὶ νῦν τῶν Ἀκαδημαικῶν τινες, ἀνοσίως καὶ ἀδόξως βιοῦντες. χρημάτων γὰρ ἐξ ἀσεβείας καὶ παρὰ φύσιν κυριεύσαντες διὰ γοητείαν νῦν
30εἰσιν περίβλεπτοι. καὶ Ξενοκράτης δὲ τῆς πατρίδος πικρῶς τυραννήσας οὐ μόνον τοὺς ἀρίστους τῶν πολιτῶν ἐξήλασεν, ἀλλὰ καὶ τοῖς τούτων δούλοις τὰ κτήματα τῶν δεσποτῶν χαρισάμενος καὶ τὰς ἐκείνων γυναῖκας συνῴ‐ κισεν πρὸς γάμου κοινωνίαν, ταῦτ’ ὠφεληθεὶς ἐκ τῆς καλῆς Πολιτείας καὶ
τῶν παρανόμων Νόμων.72 in vol. 2.2

2,2

73

ἄνθρωπος εἶναί μοι, φησί, Κυρηναῖος δοκεῖς· κἀκεῖ γάρ τις, κατὰ τὸν Ἄλεξιν, ἂν ἐπὶ δεῖπνον ἕνα καλῇ, πάρεισιν ὀκτωκαίδεκ’ ἄλλοι καὶ δέκα ἅρματα καὶ συνωρίδες πεντεκαίδεκα· τούτοις δὲ δεῖ σε τὰ ἐπιτήδει’ ἐμ‐ βαλεῖν, ὡς ἦν κράτιστον μηδὲ καλέσαι μηδένα.
5 ὅτι ἡ ἀπόλαυσις μετ’ ἐπιθυμίας πρῶτον, εἶτα μεθ’ ἡδονῆς. καίτοι Σοφοκλῆς γε ὁ ποιητής, τῶν ἀπολαυστικῶν εἷς ὤν, ἵνα μὴ κατηγορῇ τοῦ γήρως, εἰς σωφροσύνην ἔθετο τὴν ἀσθένειαν αὐτοῦ τὴν περὶ τὰς τῶν ἀφροδισίων ἀπο‐ λαύσεις, φήσας ἀσμένως ἀπηλλάχθαι αὐτῶν ὥσπερ τινὸς δεσπότου. ἐγὼ δέ φημι καὶ τὴν τοῦ Πάριδος κρίσιν ὑπὸ τῶν παλαιοτέρων πεποιῆσθαι ἡδονῆς
10πρὸς ἀρετὴν οὖσαν σύγκρισιν· προκριθείσης οὖν τῆς Ἀφροδίτης, αὕτη δ’ ἐστὶν ἡ ἡδονή, πάντα συνεταράχθη. καί μοι δοκεῖ καὶ ὁ καλὸς Ξενοφῶν τὸν περὶ τὸν Ἡρακλέα καὶ τὴν Ἀρετὴν μῦθον ἐντεῦθεν πεπλακέναι. κατὰ γὰρ τὸν Ἐμπεδοκλέα· οὐδέ τις ἦν κείνοισιν Ἄρης θεὸς οὐδὲ Κυδοιμὸς οὐδὲ Ζεὺς βασιλεὺς οὐδὲ Κρόνος οὐδὲ Ποσειδῶν, ἀλλὰ Κύπρις βασίλεια.
15καίτοι τινές φασι κατὰ φύσιν εἶναι τὴν ἡδονὴν ἐκ τοῦ πάντα ζῷα δε‐ δουλῶσθαι ταύτῃ, ὥσπερ οὐχὶ καὶ δειλίας καὶ φόβου καὶ τῶν ἄλλων παθη‐ μάτων κοινῶς μὲν ἐν ἅπασιν ὄντων, παρὰ δὲ τοῖς λογισμῷ χρωμένοις ἀποδοκιμαζομένων. τὸ οὖν ἡδονὰς διώκειν προπετῶς λύπας ἐστὶ θηρεύειν. Ζεὺς οὖν ὅσα ἐφρόντιζεν ὑπὲρ Τρώων ἀγρυπνῶν, ταῦτ’ ἀπώλεσε μεθ’ ἡμέραν
20ὑφ’ ἡδονῆς κρατηθείς. καὶ Ἄρης ἀλκιμώτατος ὢν ὑπὸ τοῦ ἀσθενεστάτου Ἡφαίστου συνεποδίσθη καὶ ὦφλεν αἰσχύνην καὶ ζημίαν ἐκδοὺς ἑαυτὸν ἔρωσιν ἀλογίστοις. οὐδεὶς δὲ λέγει τὸν Ἀριστείδου βίον ἡδύν, ἀλλὰ τὸν Σμινδυρίδου τοῦ Συβαρίτου καὶ τὸν Σαρδαναπάλου. καίτοι κατὰ τὴν δόξαν, φησὶ Θεόφραστος, οὐχ ὁμοίως λαμπρός ἐστιν· ἀλλ’ οὐκ ἐτρύφησεν ὡς
25ἐκεῖνοι. οὐδὲ τὸν Ἀγησιλάου τοῦ Λακεδαιμονίων βασιλέως, ἀλλὰ μᾶλλον, εἰ ἔτυχε, τὸν Ἀνάνιος οὕτως ἀοράτου κατὰ τὴν δόξαν ὄντος, οὐδὲ τὸν τῶν ἡμιθέων τῶν ἐπὶ τῆς Τροίας, ἀλλὰ πολλῷ μᾶλλον τῶν νῦν. Πλάτων φιλήβῳ· ἡδονὴν γὰρ ἁπάντων ἀλαζονίστατον. ὡς δὲ λόγος, καὶ ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τὰ ἀφροδίσια, ἃ δὴ μέγιστα δοκοῦσιν εἶναι, καὶ τὸ
30ἐπιορκεῖν συγγνώμην εἴληφεν παρὰ θεῶν, ὥσπερ καθάπερ παίδων τῶν ἡδομένων οὐδὲ τὸν λογισμὸν κεκτημένων. καὶ ὀγδόῳ τῆς Πολιτείας βούλεται τῶν ἐπιθυμιῶν τὰς μὲν εἶναι φυσικὰς μέν, οὐκ ἀναγκαίας δέ, τὰς δὲ οὔτε
φυσικὰς οὔτ’ ἀναγκαίας.73 in vol. 2.2

2,2

74

Ἡρακλείδης ὁ Ποντικός φησιν· οἱ τύραννοι καὶ οἱ βασιλεῖς τῶν ἀγαθῶν ὄντες κύριοι καὶ πάντων εἰληφότες πεῖραν τὴν ἡδονὴν προκρίνουσι, μεγαλο‐ ψυχοτέρας ποιοῦσαν τὰς τῶν ἀνθρώπων φύσεις. ἅπαντες οὖν οἱ τὴν ἡδονὴν τιμῶντες καὶ τρυφᾶν προῃρημένοι μεγαλόψυχοι καὶ μεγαλοπρεπεῖς εἰσιν,
5ὡς Πέρσαι καὶ Μῆδοι. μάλιστα γὰρ πάντων ἀνθρώπων τὴν ἡδονὴν προ‐ κρίνουσιν οὗτοι καὶ τὴν τρυφὴν τιμῶσιν, ἀνδρειότατοι καὶ μεγαλοψυχότατοι τῶν ἀνθρώπων ὄντες. ἔστι γὰρ τὸ μὲν ἥδεσθαι καὶ τὸ τρυφᾶν ἐλευθέρων· ἀνίησι γὰρ τὰς ψυχὰς καὶ αὔξει· τὸ δὲ πονεῖν δούλων καὶ ταπεινῶν· διὸ καὶ συστέλλονται οὗτοι. καὶ ἡ Ἀθηναίων πόλις, ἕως μὲν ἐτρύφα, μεγίστη
10τε ἦν καὶ μεγαλοψυχοτάτους ἔτρεφεν ἄνδρας. ἁλουργῆ μὲν γὰρ ἠμπίσχοντο ἱμάτια, ποικίλους δ’ ὑπέδυνον χιτῶνας, κορύμβους δ’ ἀναδούμενοι τῶν τριχῶν χρυσοῦς τέττιγας περὶ τὸ μέτωπον καὶ τὰς κόμας ἐφόρουν· ὀκλαδίας τε αὐτοῖς δίφρους ἔφερον οἱ παῖδες, ἵνα μὴ καθίζοιεν ὡς ἔτυχεν. καὶ οὗτοι ἦσαν οἱ τοιοῦτοι οἱ τὴν ἐν Μαραθῶνι νικήσαντες μάχην καὶ μόνοι τὴν τῆς
15Ἀσίας ἁπάσης δύναμιν χειρωσάμενοι. Σιμωνίδης· τίς ἁδονᾶς ἄτερ θνητῶν βίος ποθεινὸς ἢ ποία τυραννίς; τᾶς δ’ ἄτερ οὐδὲ θεῶν ζηλωτὸς αἰών. Πίνδαρος πρὸς Ἱέρωνα· μηδ’ ἀμαύρου τέρψιν ἐν βίῳ· πολύ τι φέριστον ἐν βίῳ τερπνὸς αἰών. τοὺς δὲ θεούς φασι ῥεῖα ζώοντας· τὸ δὲ ῥεῖα ἐστὶν ἀπόνως. διὸ καὶ Μεγακλείδης ἐπιτιμᾷ τοῖς μεθ’ Ὅμηρον καὶ Ἡσίοδον ὅσοι περὶ
20Ἡρακλέους εἰρήκασιν ὡς στρατοπέδων ἡγεῖτο καὶ πόλεις ᾕρει· ὃς μεθ’ ἡδονῆς πλείστης τὸν βίον διετέλει, πλείστας μὲν γυναῖκας γήμας, ἐκ πλεί‐ στων δὲ λάθρᾳ παρθένων παιδοποιησάμενος. εἴποι γὰρ ἄν τις πρὸς τοὺς οὐ ταῦτα παραδεχομένους· πόθεν, ὦ οὗτοι, τὴν περὶ τὰς ἐδωδὰς αὐτῷ σπουδὴν ἀνατίθετε, ἢ πόθεν παρῆλθεν εἰς τοὺς ἀνθρώπους τὸ τῆς λοιβαίας κύλικος
25μηδὲν ὑπολείπεσθαι, εἰ μὴ τὰ περὶ τὰς ἡδονὰς ἐδοκίμαζεν, ἢ διὰ τὰ θερμὰ λουτρὰ τὰ φαινόμενα ἐκ τῆς γῆς πάντες Ἡρακλέους φασὶν εἶναι ἱερά, ἢ διὰ τὰς μαλακὰς στρωμνὰς Ἡρακλέους κοίτας εἰώθασι καλεῖν, εἰ κατ‐ εφρόνει τῶν ἡδέως ζώντων. τούτου οὖν οἱ νεώτεροι κατασκευάζουσιν ἐν λῃστοῦ σχήματι μόνον περιπορευόμενον, ξύλον ἔχοντα καὶ λεοντῆν καὶ τόξα· καὶ
30τοῦτο ἔπλασε πρῶτος Στησίχορος ὁ Ἱμεραῖος. Ἀντισθένης τὴν ἡδονὴν ἀγαθὸν εἶναι φάσκων προσέθηκε τὴν ἀμεταμέλητον. ὁ δὲ παρ’ Ὁμήρῳ Ὀδυσσεὺς ἡγεμὼν δοκεῖ γενέσθαι Ἐπικούρῳ τῆς πολυθρυλλήτου ἡδονῆς, ὅς φησιν· οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι καὶ τὰ ἑξῆς. Μεγα‐ κλείδης δέ φησι τὸν Ὀδυσσέα καθομιλοῦντα τοὺς καιροὺς ὑπὲρ τοῦ δοκεῖν
35ὁμοήθη τοῖς Φαίαξιν εἶναι τὸ ἁβροδίαιτον αὐτῶν ἀσπάζεσθαι, προπυθόμενον τοῦ Ἀλκίνου· ἀεὶ δ’ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε καὶ τὰ ἑξῆς. τοιοῦτόν τι καὶ ἕτερός τίς φησιν· ὦ τέκνον, ποντίου θηρὸς πετραίου χρωτὶ
μάλιστα νόον προσφέρων πάσαις πολίεσσιν ὁμίλει· τὸ παρεὸν δ’ ἐπαινήσας74 in vol. 2.2

2,2

75

ἑκὼν ἄλλοτ’ ἀλλοῖα φρόνει. καὶ Θέογνις· πολύπου ὀργὴν ἴσχε πολυπλόκου. εἰσὶ δ’ οἵ φασι ταύτης τῆς γνώμης εἶναι τὸν Ὅμηρον προτάττοντα τοῦ σπουδαίου βίου τὸν καθ’ ἡδονήν, λέγοντα· οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο, μετὰ δέ σφισι πότνια Ἥβη καὶ τὰ ἑξῆς. καί· οὐδέ κεν ἡμέας
5ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε. καί· ἥμεθα δαινύμενοι κρέα τ’ ἄσπετα καὶ μέθυ ἡδύ. διὸ καὶ Ὀδυσσεὺς τρυφὴν καὶ λαγνείαν τέλος βίου παρὰ Ἀλκίνῳ τίθεται. διαβόητοι δὲ ἐπὶ τρυφῇ πρῶτοι ἀνθρώπων Πέρσαι, ὧν καὶ οἱ βασιλεῖς ἐχείμαζον μὲν ἐν Σούσοις οὕτω κληθεῖσιν, ὡς Ἀριστόβουλός φησι καὶ Χάρης, διὰ τὴν ὡραιότητα τοῦ τόπου· σοῦσον
10γὰρ τῇ Ἑλλήνων φωνῇ τὸ κρίνον. ἐθέριζον δὲ ἐν Ἐκβατάνοις. ἐν Περσεπόλει δὲ διατρίβουσι φθινοπώρου καὶ ἐν Βαβυλῶνι τὸ λεῖπον τοῦ ἐνιαυτοῦ μέρος. καὶ οἱ Πάρθων βασιλεῖς ἐαρίζουσι μὲν ἐν Ῥάγαις, χειμάζουσι δ’ ἐν Βαβυλῶνι τὸ λοιπὸν τοῦ ἐνιαυτοῦ· καὶ τὸ παράσημον δὲ ὃ ἐπετίθεντο τῇ κεφαλῇ οἱ τῶν Περσῶν βασιλεῖς οὐδ’ αὐτὸ ἠρνεῖτο τὴν τῆς ἡδυπαθείας ἀπόλαυσιν.
15κατεσκευάζετο γὰρ ἐκ σμύρνης καὶ λαβύζου, ἥ ἐστιν εὐώδης, πολυτιμοτέρα σμύρνης. ὁπότε δὲ καὶ ἀπὸ τοῦ ἅρματος κατίοι ὁ βασιλεύς, οὔτε καθήλλετο ὀλίγου ὄντος ἐπὶ γῆν τοῦ ὕψους οὔτε διὰ χειρῶν ἐρειδόμενος, ἀλλ’ ἀεὶ αὐτῷ χρυσοῦς δίφρος ἐτίθετο καὶ οὕτω ἐπιβαίνων κατῄει· καὶ ὁ βασιλέως διφροφόρος εἰς τοῦτο εἵπετο. φυλάττουσί τε αὐτὸν καὶ τριακόσιαι γυναῖκες.
20αἳ τὰς μὲν ἡμέρας κοιμῶνται, ἵνα νυκτὸς ἐγρηγορῶσι, τῆς δὲ νυκτὸς ᾄδουσαι καὶ ψάλλουσαι διατελοῦσι λύχνων καιομένων· χρῆται δ’ αὐταῖς καὶ πολλάκις ὁ βασιλεὺς διὰ τῆς τῶν μηλοφόρων αὐλῆς. ἦσαν δὲ οὗτοι δορυ‐ φόροι πάντες Πέρσαι ἐπὶ τῶν στυράκων μῆλα χρυσᾶ ἔχοντες, χίλιοι τὸν ἀριθμόν, ἀριστίνδην ἐκλεγόμενοι ἐκ τῶν μυρίων Περσῶν τῶν Ἀθανάτων
25καλουμένων. καὶ διῄει διὰ τῆς τούτων αὐλῆς πεζὸς ὑποτιθεμένων ψιλοταπίδων Σαρδιανῶν, ἐφ’ ὧν οὐδεὶς ἄλλος ἐπέβαινεν ἢ βασιλεύς. ὅτε δὲ εἰς τὴν ἐσχάτην αὐλὴν ἔλθοι, ἀνέβαινεν ἐπὶ ἅρμα, ἐνίοτε δὲ καὶ ἐφ’ ἵππον· πεζὸς δὲ οὐδέποτε ἑωράθη ἔξω τῶν βασιλείων. εἰ δὲ ἐπὶ θήραν ἐξίοι, καὶ αἱ παλλακίδες αὐτῷ συνεξῄεσαν. ὁ δὲ θρόνος ἐφ’ ᾧ ἐχρημάτιζε καθήμενος
30χρυσοῦς ἦν, ὃν περιειστήκεσαν τέσσαρες κιονίσκοι λιθοκόλλητοι χρυσοῖ, ἐφ’ ὧν διετέτατο ἱμάτιον ποικίλον πορφυροῦν. Κλέαρχος δέ φησι τοῖς πορίσασί τι τῷ βασιλεῖ ἡδὺ βρῶμα δίδοσθαι ἆθλον τοῦ πορισθέντος. Χάρης δὲ ὁ Μιτυληναῖός φησιν· εἰς τοῦθ’ ἧκον τρυφῆς οἱ τῶν Περσῶν βασιλεῖς ὥστε ἔχεσθαι τῆς βασιλικῆς κλίνης ὑπὲρ κεφαλῆς οἴκημά τι πεντάκλινον, ἐν ᾧ
35χρυσίου πεντακισχίλια διὰ παντὸς ἔκειντο τάλαντα, καὶ τοῦτο ἐκαλεῖτο προσκεφάλαιον βασιλικόν, καὶ πρὸ ποδῶν ἕτερον οἴκημα τρίκλινον, οὗ τάλαντα τρισχίλια ἔκειντο ἀργυρίου, καὶ προσηγορεύετο βασιλικὸν ὑποπόδιον. ἦν
δ’ ἐν τῷ κοιτῶνι καὶ λιθοκόλλητος ἄμπελος χρυσῆ ὑπὲρ τῆς κλίνης, ἥν75 in vol. 2.2

2,2

76

φασιν καὶ βότρυας ἔχειν ἐκ τῶν πολυτελεστάτων ψήφων συντεθειμένους, οὐ μακράν τε ταύτης ἀνακεῖσθαι κρατῆρα χρυσοῦν Θεοδώρου Σαμίου ποίημα. Ἀγαθοκλῆς οὖν δέ φησιν εἶναι παρὰ Πέρσαις καὶ χρυσοῦν καλούμενον ὕδωρ. εἶναι δὲ τοῦτο λιβάδας ἑβδομήκοντα, καὶ μηδένα πίνειν ἀπ’ αὐτοῦ
5βασιλέα καὶ τὸν πρεσβύτατον αὐτοῦ τῶν παίδων· τῶν δ’ ἄλλων ἐάν τις πίῃ, θάνατος ἡ ζημία. ἐν δὲ ὀγδόῳ Παιδείας Ξενοφῶν πολλὴν αὐτῷ ὑπο‐ γράφει ἁβρότητα καὶ ζήτει τὸ βιβλίον. Ξάνθος ὁ Λυδὸς ἱστορεῖ Λυδοὺς εἰς τοσοῦτον τρυφῆς ἐλάσαι ὡς πρώτους γυναῖκας εὐνουχίσαι, πρώτου Ἀνδραμύτου τοῦ Λυδῶν βασιλέως γυ‐
10ναῖκας εὐνουχίσαντος ἐφ’ ᾧ χρῆσθαι αὐταῖς ἀντὶ ἀνδρῶν εὐνούχων. Κλέαρχος δέ φησι· Λυδοὶ διὰ τρυφὴν παραδείσους κατασκευασάμενοι καὶ κηπαίους αὐτοὺς ποιήσαντες ἐσκιατροφοῦντο, ἡγησάμενοι τρυφερώτερον τὸ μὴ αὐτοῖς ὅλως ἐμπίπτειν τὰς τοῦ ἡλίου αὐγάς. καὶ τέλος πόρρω προάγοντες ὕβρεως τὰς τῶν ἄλλων γυναῖκας καὶ παρθένους εἰς τὸν τόπον τὸν διὰ τὴν πρᾶξιν
15Ἁγνεῶνα κληθέντα συνάγοντες ὕβριζον. καὶ τέλος τὰς ψυχὰς ἀποθηλυν‐ θέντες ἠλλάξαντο τὸν τῶν γυναικῶν βίον, διὸ καὶ γυναῖκα τύραννον ὁ βίος εὕρατο αὐτοῖς μίαν τῶν ὑβρισθεισῶν Ὀμφάλην· ἥτις πρώτη κατῆρξε τῆς εἰς Λυδοὺς πρεπούσης τιμωρίας. τὸ γὰρ ὑπὸ γυναικὸς ἄρχεσθαι ὑβριζομένους σημεῖόν ἐστι βίας. οὖσα οὖν καὶ αὐτὴ ἀκόλαστος καὶ ἀμυνομένη τὰς γε‐
20νομένας αὐτῇ πρότερον ὕβρεις τοῖς ἐν τῇ πόλει δούλοις τὰς τῶν δεσποτῶν παρθένους ἐξέδωκεν ἐν ᾧ τόπῳ πρὸς ἐκείνων ὑβρίσθη· εἰς τοῦτον οὖν συνα‐ θροίσασα μετ’ ἀνάγκης συγκατέκλεισε τοῖς δούλοις τὰς δεσποίνας. ὅθεν οἱ Λυδοὶ τὸ πικρὸν τῆς πράξεως ὑποκοριζόμενοι τὸν τόπον καλοῦσι γυναικῶν ἀγῶνα Γλυκὺν Ἀγκῶνα. οὐ μόνον δὲ Λυδῶν γυναῖκες ἄφετοι οὖσαι τοῖς
25ἐντυχοῦσιν, ἀλλὰ καὶ Λοκρῶν τῶν Ἐπιζεφυρίων, ἔτι δὲ τῶν περὶ Κύπρον καὶ πάντων ἁπλῶς τῶν ἑταιρισμῷ τὰς ἑαυτῶν κόρας ἀφοσιούντων, παλαιᾶς τινος ὕβρεως ἐοίκασιν εἶναι πρὸς ἀλήθειαν ὑπόμνημα καὶ τιμωρία. πρὸς ἣν εἷς τῶν Λυδῶν εὐγενὴς ἀνὴρ ὁρμήσας καὶ τῇ παρ’ αὐτοῖς Μίδου βασιλείᾳ βαρυνθείς, τοῦ μὲν Μίδου ὑπ’ ἀνανδρίας καὶ τρυφῆς ἐν πορφύρᾳ κειμένου
30καὶ ταῖς γυναιξὶν ἐν ἱστοῖς συνταλασιουργοῦντος, Ὀμφάλης δὲ πάντας τοὺς συγκατακλιθέντας αὑτῇ ξενοκτονούσης, ἀμφοτέρους ἐκόλασε, τὸν μὲν ὑπὸ ἀπαιδευσίας κεκωφημένον τῶν ὤτων ἐξελκύσας, ὃς διὰ τὴν τοῦ φρονεῖν ἔνδειαν τοῦ πάντων ἀναισθητοτάτου ζῴου τὴν ἐπωνυμίαν ἔσχε, τὴν δέ .... πρῶτοι δὲ Λυδοὶ καὶ τὴν καρύκην ἐξεῦρον, περὶ ἧς τῆς σκευασίας οἱ τὰ
35Ὀψαρτυτικὰ συνθέντες εἰρήκασιν, Γλαῦκος ὁ Λοκρός, Μίθαικος, Διονύσιος, Ἆγις, Ἐπαίνετος, Ἡγήσιππος, Ἐρασίστρατος, Εὐθύδημος, Κρίτων, Στέφανος, Ἀρχύτας καὶ ἄλλοι. καὶ κάνδαυλον δέ τινα ἔλεγον οἱ Λυδοί. γίνεσθαι δ’
αὐτὸν Ἡγήσιππός φησιν ὁ Ταραντῖνος ἐξ ἑφθοῦ κρέως, κνηστοῦ ἄρτου,76 in vol. 2.2

2,2

77

Φρυγίου τυροῦ ἀνήθου τε καὶ ζωμοῦ πίονος. Ἄλεξις· κάνδαυλον ἐὰν παραθῶ σοι, προσκατεδεῖ τοὺς δακτύλους. Νικόστρατος· ὃς μέλανα ποιεῖν ζωμὸν οὐκ ἠπίστατο, θρῖον δὲ καὶ κάνδαυλον. Μένανδρος· Ἰωνικὸς πλούταξ ποιῶν κάνδαυλον. εἰς τοὺς πολέμους δὲ ἐξιόντες οἱ Λυδοὶ παρα‐
5τάττονται μετὰ συρίγγων καὶ αὐλῶν, ὥς φησιν Ἡρόδοτος. καὶ Λακεδαι‐ μόνιοι δὲ μετ’ αὐλῶν ἐξορμῶσιν εἰς τὸν πόλεμον, καθάπερ Κρῆτες μετὰ λύρας. Ἡρακλείδης ὁ Κυμαῖός φησιν· ὁ ἐν τῇ λιβανοφόρῳ χώρᾳ βασιλεὺς αὐτόνομός τέ ἐστι καὶ οὐδενὸς ὑπήκοος· οὗτος ὑπερβάλλει τρυφῇ καὶ ῥᾳ‐ θυμίᾳ. διατρίβει γὰρ ἀεὶ ἐν βαλανείοις ἐν τρυφῇ καὶ δαπάνῃ τὸν βίον
10διάγων καὶ πράττει οὐδὲν πρᾶγμα οὐδὲ πολλοῖς πλησιάζει, ἀλλὰ δικαστὰς αὐτὸς ἀποδεικνύει· καὶ ἐάν τις ἡγῆται μὴ δικαίως δεδικάσθαι, ἔστι θυρὶς ἐν τῷ ὑψηλοτάτῳ τῶν βασιλείων καὶ αὕτη ἁλύσει δέδεται. ὁ οὖν ἡγούμενος ἀδίκως δεδικάσθαι ἐπιλαμβάνεται τῆς ἁλύσεως καὶ ἕλκει τὴν θυρίδα, καὶ ὁ βασιλεὺς εἰσκαλεῖ καὶ αὐτὸς δικάζει. καὶ ἐὰν φαίνωνται οἱ δικασταὶ
15ἀδίκως δικάσαντες, ἀποθνῄσκουσιν· ἂν δὲ δικαίως, ὁ κινήσας τὴν θυρίδα ἀπόλλυται. ἀναλώματα δὲ τῆς ἡμέρας εἰς τὸν βασιλέα καὶ τὰς περὶ αὐτὸν γυναῖκας καὶ φίλους γίνεται τάλαντα πεντεκαίδεκα Βαβυλώνια. παρὰ δὲ Τυῤῥηνοῖς ἐκτόπως τρυφήσασιν αἱ θεράπαιναι γυμναὶ τοῖς ἀν‐ δράσι διακονοῦνται, ὡς ἱστορεῖ Τίμαιος. καὶ νόμος αὐτοῖς, ὥς φησι Θεόπομπος,
20κοινὰς ὑπάρχειν τὰς γυναῖκας· ταύτας δ’ ἐπιμελεῖσθαι σφόδρα τῶν σωμάτων καὶ γυμνάζεσθαι πρὸς ἑαυτάς τε καὶ μετ’ ἀνδρῶν (οὐ γὰρ αἰσχρὸν αὐταῖς γυμναῖς φαίνεσθαι)· δειπνεῖν τε αὐτὰς παρ’ οἷς ἐὰν τύχωσι τῶν παρόντων, καὶ προπίνουσιν οἷς ἐὰν βουληθῶσιν. εἶναι δὲ καὶ πιεῖν δεινὰς καὶ τὰς ὄψεις πάνυ καλάς. τρέφειν τε τοὺς Τυῤῥηνοὺς πάντα τὰ γινόμενα παιδία,
25οὐκ εἰδότας ὅτου πατρός ἐστιν ἕκαστον. ζῶσι δὲ καὶ οὗτοι τὸν τρόπον ταῖς θρεψαμέναις, πότους τὰ πολλὰ ποιούμενοι καὶ πλησιάζοντες ταῖς γυναιξὶν ἁπάσαις. οὐδὲν δ’ αἰσχρὸν Τυῤῥηνοῖς οὐ μόνον ἐν τῷ μέσῳ τι ποιοῦσι ἀλλ’ οὐδὲ πάσχουσιν. ἐπιχώριον γὰρ καὶ τοῦτο παρ’ αὐτοῖς. καὶ τοσούτου δέ‐ ουσιν αἰσχρὸν ὑπολαμβάνειν ὥστε καὶ ὁμολογοῦσιν. πάντες δὲ οἱ πρὸς
30ἑσπέραν οἰκοῦντες βάρβαροι πιττοῦνται καὶ ξυροῦνται τὰ σώματα· καὶ παρά γε τοῖς Τυῤῥηνοῖς ἐργαστήρια κατεσκεύασται πολλὰ καὶ τεχνῖται τούτου τοῦ πράγματός εἰσιν, ὥσπερ παρ’ ἡμῖν οἱ κουρεῖς. παρ’ οὓς ὅταν εἰσέλθωσιν, παρέχουσιν ἑαυτοὺς οὐδὲν αἰσχυνόμενοι τοὺς ὁρῶντας ἢ παριόντας. χρῶνται δὲ τούτῳ τῷ νόμῳ πολλοὶ καὶ τῶν Ἑλλήνων καὶ τῶν Ἰταλῶν
35μαθόντες ὑπὸ Σαυνιτῶν καὶ Μεσαππίων. ὑπὸ δὲ τρυφῆς οἱ Τυῤῥηνοὶ πρὸς αὐλὸν καὶ μάττουσι καὶ πυκτεύουσι καὶ μαστιγοῦσιν. διαβόητοι δ’ ἐπὶ τρυφῇ καὶ αἱ τῶν Σικελῶν τράπεζαι, οἳ καὶ τὴν παρ’ αὐτοῖς θάλασσάν
φασιν εἶναι γλυκεῖαν, χαίροντες τοῖς παρ’ αὐτοῖς γινομένοις ἐδέσμασιν.77 in vol. 2.2

2,2

78

περὶ δὲ Συβαριτῶν τί δεῖ λέγειν; οἳ πρῶτοι εἰσήγαγον εἰς τὴν βαβυλῶνα λουτροχόους περιχύτας πεπεδημένους, τοῦ μὴ θᾶττον ἰέναι καὶ ὅπως μὴ σπεύδοντες κατακαίωσι τοὺς λουομένους. πρῶτοι δὲ Συβαρῖται καὶ τὰς ψοφούσας τέχνας ἐξώρισαν τῆς πόλεως, οἷον χαλκέων καὶ τεκτόνων καὶ τῶν
5ὁμοίων, ὅπως αὐτοῖς πανταχόθεν ἀθόρυβοι ὦσιν οἱ ὕπνοι· οὐκ ἐξῆν δ’ οὐδ’ ἀλεκτρυόνα ἐν τῇ πόλει τρέφεσθαι. ἱστορεῖ δὲ Τίμαιος ὅτι ἀνὴρ Συβαρίτης εἰς ἀγρόν ποτε πορευόμενος ἔφη ἰδὼν τοὺς ἐργάτας σκάπτοντας αὐτὸς ῥῆγμα λαβεῖν· πρὸς ὃν ἀποκρίνασθαί τινα τῶν ἀκουσάντων· αὐτὸς δὲ σοῦ διηγουμένου ἀκούων πεπονεκέναι τὴν πλευράν. ἐν Κρότωνι δὲ σκάπτοντί τινι
10τὴν τῶν ἀθλούντων κόνιν ἐπιστάντες Συβαρῖται ἐθαύμαζον, εἰ τηλικαύτην ἔχοντες πόλιν οἰκέτας μὴ κέκτηνται τοὺς σκάψοντας ἑαυτοῖς τὴν παλαίστραν. ἄλλος δὲ παραγενόμενος εἰς Λακεδαίμονα καὶ κληθεὶς εἰς φειδίτιον, ἐπὶ ξύλου κατακείμενος καὶ δειπνῶν, πρότερον μὲν ἔφη καταπεπλῆχθαι τὴν τῶν Λακεδαιμονίων ἀνδρίαν ἀκούων, νῦν δὲ ἰδὼν νομίζειν μηδὲν τῶν ἄλλων
15αὐτοὺς διαφέρειν. καὶ γὰρ τὸν ἀνανδρότατον μᾶλλον ἂν ἑλέσθαι ἀποθανεῖν ἢ τοιοῦτον βίον ζῶντα καρτερεῖν. ἔθος δὲ παρ’ αὐτοῖς καὶ τοὺς παῖδας μέχρι ἐφήβων ἁλουργίδας φορεῖν καὶ πλοκαμῖδας ἀναδεδεμένους χρυσοφορεῖν. ἐπιχωριάζειν δὲ παρ’ αὐτοῖς ἀνθρωπάρια μικρὰ καὶ τοὺς σκωπαίους, ὥς φησι Τίμων, τοὺς καλουμένους παρά τισι στίλπωνας καὶ κυνάρια Μελιταῖα.
20καίτοι Εὔβουλος ὁ κωμικός φησι· πόσῳ κάλλιόν ἐστι τρέφειν ἄνθρωπον ἢ χῆνα πλατυγίζοντα καὶ κεχηνότα ἢ στρουθὸν ἢ πίθηκον, ἐπίβουλον κακόν. πρὸς οὓς Μασανάσσης ὁ Μαυρουσίων βασιλεὺς εἶπε· ζητοῦσι συνωνεῖσθαι πιθήκους· παρ’ ὑμῖν, ὦ οὗτοι, αἱ γυναῖκες οὐ τίκτουσι παιδία; παιδίοις γὰρ ἔχαιρεν ὁ Μαυρούσιος καὶ εἶχε παρ’ ἑαυτῷ τρεφόμενα τῶν υἱῶν (πολλοὶ
25δ’ ἦσαν) τὰ τέκνα καὶ τῶν θυγατέρων μέχρι τριῶν ἐτῶν· μεθ’ ἃ ἀπέπεμπε πρὸς τοὺς γεγενηκότας, παραγινομένων ἄλλων. καὶ Ἀρχύτας δὲ ὁ Ταραν‐ τῖνος πλείστους οἰκέτας ἔχων, πολιτικὸς ἅμα καὶ φιλόσοφος γενόμενος, ἀεὶ τούτοις παρὰ τὴν δίαιταν ἀφικνουμένοις ἥδετο. ἀλλ’ οἱ Συβαρῖται ἔχαιρον τοῖς Μελιταίοις κυνιδίοις καὶ ἀνθρώποις οὐκ ἀνθρώποις. ἐφόρουν δὲ καὶ
30ἱμάτια Μιλησίων ἐρίων πεποιημένα. ἠγάπων δὲ τῶν μὲν ἐξ Ἰταλίας Τυῤῥηνούς, τῶν δ’ ἔξωθεν Ἴωνας, ὅτι τρυφῇ προσεῖχον. οἱ δ’ ἱππεῖς τούτων ὑπὲρ τοὺς πεντακισχιλίους ὄντες ἐπόμπευον ἔχοντες κροκωτοὺς ἐπὶ τοῖς θώραξιν. οἱ δ’ εὔποροι ὅτ’ εἰς ἀγρὸν παραβάλοιεν, καίπερ ἐπὶ ζευγῶν πορευόμενοι τὴν ἡμερησίαν πορείαν ἐν τρίσιν ἡμέραις διήνυον. ἦσαν δέ τινες αὐτοῖς καὶ
35τῶν εἰς τοὺς ἀγροὺς φερουσῶν ὁδῶν κατάστεγοι. τοῖς δὲ πλείστοις ἦσαν οἰνῶνες ἐγγὺς τῆς θαλάσσης, εἰς οὓς δι’ ὀχετῶν τῶν οἴνων ἐκ τῶν ἀγρῶν ἀφειμένων, τὸν μὲν ἔξω τῆς χώρας πιπράσκεσθαι, τὸν δ’ εἰς τὴν πόλιν
τοῖς πλοίοις διακομίζεσθαι. ἐποιοῦντο δὲ καὶ δημοσίᾳ πυκνὰς ἑστιάσεις καὶ78 in vol. 2.2

2,2

79

τοὺς λαμπρῶς φιλοτιμηθέντας χρυσοῖς στεφάνοις ἐτίμων καὶ δημοσίᾳ ἀν‐ εκήρυττον. ἐστεφάνουν δὲ καὶ τῶν μαγείρων τοὺς ἄριστα τὰ παρατεθέντα διασκευάσαντας. ὅτι παρὰ Συβαρίταις εὑρέθησαν πύελοι ἐν αἷς κατακείμενοι ἐπυριῶντο.
5πρῶτοι δὲ καὶ ἀμίδας ἐξεῦρον, ἃς εἰσέφερον εἰς τὰ συμπόσια. καταγελῶντες δὲ τῶν ἀποδημούντων ἐκ τῶν πατρίδων αὐτοὶ ἐσεμνύνοντο ἐπὶ τῷ γεγη‐ ρακέναι ἐπὶ ταῖς τῶν ποταμῶν γεφύραις. ἡ δὲ πόλις αὐτῶν ἐν κοίλῳ κειμένη τοῦ μὲν θέρους ἕωθεν καὶ πρὸς ἑσπέραν ψῦχος ὑπερβάλλον ἔχει, τὸ δὲ μέσον τῆς ἡμέρας καῦμα ἀνύποιστον· ὥστε τοὺς πλείστους αὐτῶν αὐτῶν
10ὑπειληφέναι πρὸς ὑγείαν διαφέρειν τοὺς ποταμούς· ὅθεν καὶ ῥηθῆναι· τὸν βουλόμενον ἐν Συβάρει μὴ πρὸ μοίρας θανεῖν οὔτε δυόμενον οὔτ’ ἀνίσχοντα τὸν ἥλιον ὁρᾶν δεῖ. πυνθανομένοις δὲ Πυθῶδε μέχρι τίνος εὐδαιμονήσουσιν ἡ Πυθία ἔφη· εὐδαιμονεῖν ἔστ’, ἂν πρότερον θνητὸν θεοῦ ἄνδρα σεβιῶσι. καὶ οἳ μὲν ἐδόκουν οὐδέποτε παύσεσθαι τρυφῶντες· οὐδὲ γὰρ τιμήσειν
15ποτὲ ἄνθρωπον μᾶλλον θεοῦ. ἐγένετο δ’ αὐτοῖς ἡ τῆς τύχης μεταβολή, ἐπεί τις οἰκέτην μαστιγῶν καταφυγόντα εἰς τὰ ἱερὰ πάλιν ἐμαστίγου· ὡς δὲ τέλος κατέφυγεν ἐπὶ τὰ τοῦ πατρὸς αὐτοῦ μνήματα, ἀφῆκεν αἰδεσθείς. ἐξαναλώθησαν δὲ τρυφαῖς εῖν φιλοτιμούμενοι πρὸς ἑαυτούς τε καὶ πρὸς τὰς ἄλλας ἁπάσας πόλεις. εἰς τηλικοῦτον δὲ τρυφῆς ἤλασαν, ὡς καὶ τοὺς
20ἵππους ἐθίσαι πρὸς αὐλὸν ὀρχεῖσθαι. ὃ εἰδότες οἱ Κροτωνιᾶται ὅτε αὐτοῖς ἐπολέμουν, ὡς Ἀριστοτέλης ἱστορεῖ, ἐνέδοσαν τοῖς ἵπποις τὸ ὀρχηστικὸν μέλος· συμπαρῆσαν γὰρ αὐτοῖς καὶ αὐληταὶ ἐν στρατιωτικῇ σκευῇ· καὶ ἅμα αὐλούντων ἀκούοντες οἱ ἵπποι οὐ μόνον ἐξωρχήσαντο, ἀλλὰ καὶ τοὺς ἀναβάτας ἔχοντες ηὐτομόλησαν πρὸς τοὺς Κροτωνιάτας. τὰ ὅμοια ἱστορεῖ
25καὶ περὶ Καρδιανῶν ὁ Λαμψακηνὸς Χάρων οὓς καὶ αὐτοὺς οἱ Βισάλται εἷλον τῷ αὐτῷ τρόπῳ κτησάμενοι πρῶτον αὐλητρίδα ἀφικομένην εἰς αὐτοὺς καὶ διδάξασαν πολλοὺς αὐλητὰς μεθ’ ὧν στρατευσάμενοι ἐπὶ τὴν Καρδίην. καὶ ἐπεὶ ἡ μάχη συνεστήκοι, αὐλήσαντες τὰ αὐλήματα ὅσα οἱ ἵπποι τῶν Καρδιηνῶν ἐξεπίσταιντο ἐνίκησαν τοὺς Καρδιηνούς, τῶν ἵππων ἐπὶ
30τῶν ὀπισθίων στάντων ποδῶν καὶ πρὸς ὀρχησμὸν τραπομένων συνήθως τοῖς προσθίοις ποσὶ καὶ ἀποσεισαμένων τοὺς ἐπιβάτας. ὅτι παρὰ Συρακουσίοις νόμος ἦν τὰς γυναῖκας μὴ κοσμεῖσθαι χρυσῷ μηδ’ ἀνθινὰ φορεῖν, ὥς φησι Φύλαρχος, μηδ’ ἐσθῆτας ἔχειν πορφυρᾶς ἐχούσας παρυφάς, εἰ μή τις αὐτῶν συγχωροίη ἑταίρα εἶναι κοινή, καὶ
35τὸν ἄνδρα μὴ καλλωπίζεσθαι μηδ’ ἐσθῆτι περιέργῳ χρῆσθαι καὶ διαλλατ‐ τούσῃ, εἰ μὴ ὁμολογῶν μοιχεύειν ἢ κίναιδος εἶναι, καὶ τὴν ἐλευθέραν μὴ ἐκπορεύεσθαι ἡλίου δεδυκότος, ἐὰν μὴ μοιχευθησομένην· ἐκωλύετο δὲ καὶ
ἡμέρας ἐξιέναι ἄνευ τῶν γυναικονόμων ἀκολουθούσης αὐτῇ μιᾶς θεραπαινίδος.79 in vol. 2.2

2,2

80

Συβαρῖται δὲ νόμον ἔγραψαν τὰς γυναῖκας εἰς τὰς ἑορτὰς καλεῖν καὶ τοὺς καλοῦντας πρὸ ἐνιαυτοῦ τὴν παρασκευὴν ποιεῖσθαι. εἰ δέ τις τῶν ὀψοποιῶν ἢ μαγείρων ἴδιον εὕροι βρῶμα καὶ περιττόν, ἐξουσίαν μὴ εἶναι χρήσασθαι τούτῳ ἕτερον πρὸ ἐνιαυτοῦ, ἀλλ’ αὐτῷ τῷ εὑρόντι, τὸν χρόνον
5τοῦτον, ὅπως ὁ πρῶτος εὑρὼν καὶ τὴν ἐργασίαν ἔχῃ, πρὸς τὸ τοὺς ἄλλους φιλοπονοῦντας αὑτοὺς ὑπερβάλλεσθαι τοῖς τοιούτοις. ὡσαύτως ἐνομοθέτησαν μηδὲ τοὺς τὰς ἐγχέλεις πωλοῦντας τέλος αὐτοὺς ἀποτίνειν μηδὲ τοὺς θηρεύοντας. καὶ τοὺς τὴν θαλασσίαν δὲ πορφύραν βάπτοντας καὶ τοὺς εἰσάγοντας ἀτελεῖς ἐποίησαν. τελευταῖον δὲ παρὰ Κροτωνιατῶν τριάκοντα
10πρεσβευτῶν ἡκόντων, ἅπαντας ἀπέκτειναν καὶ πρὸ τοῦ τείχους ῥίψαντες ὑπὸ θηρίων εἴασαν διαφθαρῆναι. αὕτη δ’ αὐτοῖς καὶ τῶν κακῶν ἀρχὴ ἐγένετο, μηνίσαντος τοῦ δαιμονίου. ἔδοξαν γοῦν οἱ ἄρχοντες αὐτῶν μετ’ ὀλίγον ἰδεῖν τὴν Ἥραν ἐλθοῦσαν εἰς μέσην τὴν ἀγορὰν καὶ ἐμοῦσαν χολήν· ἀνέβλυσε δὲ καὶ αἵματος πηγὴ ἔν τινι τῶν βωμῶν, ὥστε τὸν σύνεγγυς
15ἅπαντα τόπον κατεχάλκωσαν θυρίσι βουλόμενοι στῆσαι τὴν τοῦ αἵματος ἀναφοράν. διὸ καὶ ἀνάστατοι πάντες ἐγένοντο, οἱ καὶ τὸν τῶν Ὀλυμπίων τὸν πάνυ ἀγῶνα ἀμαυρῶσαι θελήσαντες. καθ’ ὃν γὰρ ἄγεται καιρὸν ἐπι‐ τηρήσαντες ἄθλων ὑπερβολῇ ὡς αὐτοὺς καλεῖν ἐπεχείρουν τοὺς ἀθλητάς. ὅτι Συβαρίτης ἀνὴρ ἀκούσας τινὸς πορθμευομένου ὡς παρὰ τὴν γῆν
20πλευσεῖται ἀπεκρίνατο ἀστείως ὅτι μόλις ἄν σου ὑπήκουσα, εἰ παρὰ τὴν θάλασσαν ἔμελλες πεζεύειν καὶ μὴ παρὰ τὴν γῆν πλεῖν. ὅτι καὶ Κροτωνιᾶται ἐξελόντες Συβαρίτας ἐξώκειλαν εἰς τρυφήν· ὥστε καὶ τὸν ἄρχοντα αὐτῶν περιιέναι κατὰ τὴν πόλιν ἁλουργίδα ἠμφιεσμένον καὶ ἐστεφανωμένον χρυσῷ στεφάνῳ καὶ λευκὰς ὑποδεδεμένον κρηπῖδας.
25ἐπεχείρησαν δὲ καὶ αὐτοὶ ὕστερον τὴν Ὀλυμπικὴν πανήγυριν καταλῦσαι, τῷ αὐτῷ χρόνῳ προθέντες ἀργυρικὸν σφόδρα πλούσιον ἀγῶνα, ὥς φησι Τίμαιος. Ταραντίνους δέ φησι Κλέαρχος ἀλκὴν καὶ δύναμιν κτησαμένους εἰς τοσοῦτον τρυφῆς προελθεῖν, ὥστε τὸν ὅλον χρῶτα παραλεαίνεσθαι καὶ τῆς ψιλώσεως ταύτης τοῖς λοιποῖς προκατάρξαι. ἐφόρουν δὲ καὶ παρυφὴν δια‐
30φανῆ πάντες, οἷς νῦν ὁ τῶν γυναικῶν ἁβρύνεται βίος. ὕστερον δὲ ἀνάστατον μίαν πόλιν Ἰαπύγων ἐποίησαν, ἐξ ἧς τὰς ἐν ἀκμῇ γυναῖκας ἁθροίσαντες καὶ σκηνοποιησάμενοι γυμνὰ πᾶσι τῆς ἡμέρας τὰ σώματα παρεῖχον θεωρεῖν· καὶ ὁ βουλόμενος, καθάπερ εἰς ἀτυχῆ παραπηδῶν ἀγέλην, ἐθοινᾶτο ταῖς ἐπιθυμίαις τὴν τῶν ἁθροισθέντων ὥραν, πάντων μὲν ὁρώντων, μάλιστα
35δὲ ὧν ἥκιστα ἐκεῖνοι προσεδόκων θεῶν. ἐκεραυνώθησαν οὖν πάντες. ὅτι τὸ τῶν Ἰαπύγων γένος ἐκ Κρήτης ὂν τῶν κατὰ Γλαύκου ζήτησιν ἀφικομένων καὶ κατοικησάντων, λήθην λαβὸν τῆς Κρητῶν περὶ τὸν βίον
εὐκοσμίας εἰς τοσοῦτο τρυφῆς, εἶθ’ ὕστερον ὕβρεως ἦλθον, ὥστε πρῶτοι τὸ80 in vol. 2.2

2,2

81

πρόσωπον ἐντριψάμενοι καὶ προκόμια περιθετὰ λαβόντες στολὰς ἀνθινὰς φορῆσαι, τὸ δ’ ἐργάσασθαι καὶ πονεῖν αἴσχιον νομίσαι. καὶ τοὺς πολλοὺς αὐτῶν καλλίονας οἰκίας ποιῆσαι τῶν ἱερῶν καὶ ἐφυβρίζειν τὸ θεῖον καὶ πορθεῖν τὰ ἀγάλματα, προειπόντας μεθίστασθαι τοῖς κρείττοσιν. διόπερ ἀπ’
5οὐρανοῦ ἐβλήθησαν πυρί. καὶ πάντες οἱ ἀπ’ ἐκείνων μέχρι τήμερον ἐν χρῷ κεκαρμένοι καὶ στολὴν πένθιμον ἀμπεχόμενοι ζῶσιν. Ἴβηρες δέ, καίτοι ἐν στρατηγικαῖς στολαῖς καὶ ποικίλαις προιόντες καὶ χιτῶσι ποδήρεσι χρώ‐ μενοι, οὐδὲν ἐμποδίζονται τῆς πρὸς τοὺς πολέμους ῥώμης. Μασσαλιῶται δὲ Ἰβηρικῶς μέν εἰσιν ἐσταλμένοι, ἐθηλύνθησαν δὲ καὶ ἀσχημονοῦσι διὰ τὴν
10ἐν ψυχαῖς μαλακίαν, διὰ τρυφὴν γυναικοπαθοῦντες. ὅθεν καὶ ἡ παροιμία· πλεύσειας εἰς Μασσαλίαν. καὶ οἱ τὴν Σῖριν δὲ κατοικοῦντες οὕτως ὀνο‐ μασθεῖσαν ἢ ἀπὸ γυναικός τινος κατ’ Εὐριπίδην ἢ ἀπὸ τοῦ ποταμοῦ κατ’ Ἀρχίλοχον, ἣν πρῶτοι κατέσχον οἱ ἀπὸ Τροίας ἐλθόντες, ὕστερον δὲ Κολοφώνιοι, εἰς τρυφὴν ἐξώκειλαν οὐχ ἧσσον Συβαριτῶν. καὶ γὰρ ἰδίως
15ἐπεχωρίασεν αὐτοῖς φορεῖν ἀνθινοὺς χιτῶνας, οὓς ἐζώννυντο μίτραις πολυ‐ τελέσι, καὶ ἐκαλοῦντο διὰ τοῦτο ὑπὸ τῶν περιοίκων μιτροχίτωνες, ἐπεὶ Ὅμηρος τοὺς ἀζώστους ἀμιτροχίτωνας καλεῖ. ὅτι Μεγάλη Ἑλλὰς ἐκλήθη πᾶσα σχεδὸν ἡ κατὰ τὴν Ἰταλίαν κατοίκησις. ὅτι Μιλήσιοι ἕως μὲν οὐκ ἐτρύφων, ἐνίκων Σκύθας καὶ τὰς ἐφ’ Ἑλλησ‐
20πόντῳ πόλεις ἔκτισαν καὶ τὸν Εὔξεινον Πόντον κατῴκισαν πόλεσι λαμπραῖς, καὶ πάντες ὑπὸ τὴν Μίλητον ἔθεον. ὡς δ’ ὑπήχθησαν ἡδονῇ καὶ τρυφῇ, κατεῤῥύη τὸ τῆς πόλεως ἀνδρεῖον, φησὶν Ἀριστοτέλης, καὶ παροιμία τις ἐγεννήθη ἐπ’ αὐτῶν· πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι. οὐ μόνον δὲ διὰ τρυφήν, φησὶν Ἡρακλείδης, ἀλλὰ καὶ διὰ πολιτικῆς ἔχθρας ἠτύχησαν·
25πρῶτον μὲν γὰρ ὁ δῆμος τοὺς πλουσίους ἐκβαλὼν καὶ τὰ τέκνα τῶν φυγόντων εἰς ἁλωνίας συναγαγών, βουσὶ συνηλοίησαν καὶ παρανόμῳ θανάτῳ διέφθειραν. τοιγαροῦν πάλιν οἱ πλούσιοι τοὺς δημότας κρατήσαντες, οὓς αὐτοὶ Γέργηθας ἐκάλουν, μετὰ τῶν τέκνων κατεπίττωσαν. ὧν καιομένων ἄλλα τε γέγονε τέρατα καὶ ἐλαία ἱερὰ αὐτομάτη ἀνήφθη. διὸ πολὺν
30χρόνον ἀπηλαύνοντο τοῦ μαντείου, ὡς δ’ ἠρώτων τὴν αἰτίαν ἤκουσαν· καί μοι Γεργήθων τε φόνος μέλει ἀπτολεμίστων πισσηρός τε μόρος καὶ δένδρεον ἀειθαλές. διαδιδόντες δέ, φησὶ Κλέαρχος, τὴν τρυφὴν καὶ τοῖς πλησιοχώροις, ἔπειτ’ ὀνειδιζόμενοι ἔλεγον ἑαυτοῖς· οἴκοι τὰ Μιλήσια κἀπιχώρια καὶ μὴ ἐν τῷ μέσῳ.
35 ὁ αὐτός φησιν πρῶτον ἔθνος τὸ Σκυθῶν νόμοις κοινοῖς χρήσασθαι, εἶτα γενέσθαι πάντων ἀθλιωτάτους διὰ τὴν ὕβριν. ἐτρύφησαν μὲν γὰρ ὡς οὐδένες καὶ ὕβρεως εἰς τοῦτο προῆλθον ὥστε πάντων εἰς οὓς ἀφίκοντο ἠκρωτηρίαζον
τὰς ῥῖνας· ἀφ’ ὧν οἱ ἀπόγονοι μεταστάντες ἔτι καὶ νῦν ἀπὸ τοῦ πάθους81 in vol. 2.2

2,2

82

ἔχουσι τὴν ἐπωνυμίαν. αἱ δὲ γυναῖκες αὐτῶν τὰς πρὸς ἑσπέραν καὶ ἄρκτον Θρᾳκικὰς γυναῖκας ἐποίκιλλον τὰ σώματα, περόναις γραφὴν ἐνεῖσαι. ὅθεν ὕστερον αἱ ὑβρισθεῖσαι τῶν Θρᾳκῶν γυναῖκες ἐξηλείψαντο τὴν συμφοράν, προσαναγραψάμεναι τὰ λοιπὰ τοῦ χρώματος, ἵν’ ὁ τῆς ὕβρεως χαρακτὴρ
5εἰς ποικιλίαν καταριθμηθεὶς κόσμου προσηγορίᾳ τοὔνειδος ἐξαλείψῃ. οὕτω δ’ ὑπερηφάνως προίσταντο, ὥστε οὐδένων ἄδακρυς ἡ τῆς δουλείας ὑπουργία γινομένη, διήγγειλαν εἰς τοὺς ἐπιγινομένους τὴν ἀπὸ Σκυθῶν ῥῆσιν οἵα τις ἦν. οἳ καὶ τὰς κόμας ὑπὸ τῶν Σκυθῶν περισπώμενοι διὰ τὸ πένθος τὴν ἐφ’ ὕβρει κουρὰν ἀπεσκυθίσθαι προσηγόρευσαν. Καλλίας δὲ τοὺς σύμπαντας
10Ἴωνας ἐπισκώπτων φησίν· τί γὰρ ἡ τρυφερὰ καὶ καλλιτράπεζος Ἰωνία; καὶ Ἀβυδηνοὶ δὲ (Μιλησίων δ’ εἰσὶν ἄποικοι) ἀνειμένοι τὴν δίαιτάν εἰσι καὶ κατεαγότες. ἀπώλοντο δὲ καὶ Μάγνητες οἱ πρὸς τῷ Μαιάνδρῳ διὰ τὸ πλέον ἀνεθῆναι. ἑάλωσαν γὰρ ὑπὸ Ἐφεσίων. καὶ αὐτοὶ δὲ Ἐφέσιοι ἐτρύφων ἱμάτια φοροῦντες, ὥς φησιν ὁ Ἐφέσιος Δημόκριτος, πορφυρᾶ καὶ κρόκινα
15ῥόμβοις ὑφαντὰ καὶ σαράπεις μηλίνους καὶ λευκοὺς καὶ καλασίρεις κοριν‐ θιουργεῖς πορφυρᾶς τε καὶ ἰοβαφεῖς καὶ ὑακινθίνας καὶ φλογίνας καὶ θαλασσοειδεῖς. εἶσι δὲ καὶ Περσικαί, αἵπερ εἰσὶ κάλλισται πασῶν. φοροῦντες δὲ καὶ ἀκταίας. ἔστι δὲ τοῦτο σπαθητὸν ἰσχύος καὶ κουφότητος χάριν· καταπέπλασται δὲ χρυσοῖς κέγχροις· οἱ δὲ κέγχροι νήματι πορφυρῷ πάντες
20εἰς τὴν εἴσω μοῖραν ἅμματ’ ἔχουσιν ἀνὰ μέσον. ἐν δὲ τῷ σχολίῳ τοῦ βιβλίου ὅθεν αἱ παρεκβολαὶ τάδε ἦσαν περὶ τοῦ ἄνω γεγραμμένου ῥόμβου· ῥόμβος ἐστὶ τροχίσκος, ὃν τύπτοντες ἱμᾶσι καὶ στρέφοντες ποιοῦσι περι‐ δινεῖσθαι καὶ ψόφον ἀποτελεῖν· ῥύμβον δὲ αὐτὸν Εὔπολις εἶπε· καλεῖται δὲ καὶ βρυτήρ. ὅτι καὶ Σάμιοι ἐτρύφων βαδίζοντες κατεκτενισμένοι τὰς
25τρίχας ἐπὶ τὸ μετάφρενον καὶ τοὺς ὤμους. Κολοφώνιοι δὲ τὴν ἀρχὴν ὄντες σκληροὶ ἐν ταῖς ἀγωγαῖς, ἐπεὶ εἰς τρυφὴν ἐξώκειλαν, πρὸς Λυδοὺς φιλίαν ποιησάμενοι προῄεσαν διησκημένοι τὰς κόμας χρυσῷ κόσμῳ παναλουργέα φάρε’ ἔχοντες κατὰ Ξενοφάνην. οὕτω δ’ ἐξε‐ λύθησαν ὥστε τινὲς αὐτῶν οὔτε ἀνατέλλοντα τὸν ἥλιον οὔτε δυόμενον
30ἑωράκασιν. Θεόπομπος δὲ χιλίους φησὶν αὐτῶν ἄνδρας ἁλουργεῖς φοροῦντας στολὰς ἀστυπολεῖν· ὅθεν καὶ βασιλεῦσι σπάνιον ἦν τότε καὶ περισπούδαστον. ἰσοστάσιος γὰρ ἦν ἡ πορφύρα πρὸς ἄργυρον ἐξεταζομένη. ὅθεν ἐν τυραννίδι γενόμενοι αὐτῇ πατρίδι διεφθάρησαν. κοινῶς δὲ περὶ πάντων Ἰώνων Ἀντιφάνης φησίν· πόθεν οἰκήτωρ εἶ τις Ἰώνων τρυφεραμπεχόνων ἁβρὸς ἡδυπαθὴς
35ὄχλος ὥρμηται. περὶ δὲ Βυζαντίων φησὶ Θεόπομπος ὅτι διὰ τὸ δημοκρα‐ τεῖσθαι πολὺν χρόνον καὶ τὴν πόλιν ἐπ’ ἐμπορίου κειμένην ἔχειν καὶ τὸν δῆμον περὶ τὴν ἀγορὰν καὶ τὸν λιμένα διατρίβειν ἀκόλαστοι ἦσαν καὶ
συνουσιάζειν καὶ πίνειν εἰθισμένοι ἐπὶ τῶν καπηλείων. καὶ Καλχηδόνιοι δέ,82 in vol. 2.2

2,2

83

φησίν, ἐν ἐπιτηδεύμασι καὶ βίῳ βελτίονι διατελοῦντες πρίν, ἐπεὶ τῆς Βυζαντίων δημοκρατίας ἐγεύσαντο, διεφθάρησαν εἰς τρυφὴν ἐκ σωφρονεστάτων καὶ μετριωτάτων φιλοπόται καὶ πολυτελεῖς γενόμενοι. καὶ Θετταλοὺς δέ φησι ζῆν σὺν ὀρχηστρίσι καὶ αὐλητρίσι διατρίβοντας καὶ ἐν κύβοις καὶ πότοις
5διημερεύοντας, πολυτελεστάτους γενομένους περὶ δίαιταν καὶ ἐσθῆτας, ὅπερ αὐτοῖς αἴτιον ἐγένετο καθ’ Ἑλλάδος ἐπαγαγεῖν τοὺς Πέρσας, ζηλώσαντας τὴν τούτων τρυφὴν καὶ πολυτέλειαν. Φαρσάλιοι δέ, φησίν, ἀνθρώπων ἀργό‐ τατοι καὶ πολυτελέστατοι, Αἰτωλοὶ δέ, ὥς φησι Πολύβιος, διὰ τὴν τῶν πολέμων συνέχειαν καὶ τὴν τῶν βίων πολυτέλειαν κατάχρεοι ἐγένοντο, οἳ
10τοσούτῳ τῶν λοιπῶν ἑτοιμότερον ἔχουσι πρὸς θάνατον ὅσῳπερ καὶ ζῆν πολυτελῶς καὶ ἐκτενέστερον ζητοῦσι τῶν ἄλλων. διαβόητοι δὲ περὶ τρυφὴν Σικελιῶται καὶ Συρακούσιοι. Ἀριστοφάνης γοῦν φησι· Συρακουσίους τράπεζαν Συβαρίτιδάς τ’ εὐωχίας. καὶ Πλάτων δέ φησιν ἐν Ἐπιστολαῖς· ἐλθόντα με εἰς Σικελίαν ὁ ταύτῃ βίος οὐδαμῇ οὐδαμῶς ἤρεσε, δίς τε τῆς ἡμέρας
15ἐμπιμπλάμενον ζῆν καὶ μηδέποτε κοιμώμενον μόνον νύκτωρ καὶ ὅσα τούτων ἐπιτηδεύματα συνέπεται τῷ βίῳ. ἐκ γὰρ τούτων τῶν ἐθῶν οὔτ’ ἂν φρόνιμος οὐδείς ποτε γενέσθαι τῶν ὑπὸ τὸν οὐρανὸν ἀνθρώπων ἐκ νέου ἐπιτηδεύων δύναιτο, σώφρων δ’ οὐδ’ ἂν μελλήσαι ποτὲ γενέσθαι. Ποσειδώνιος δὲ τὰς κατὰ Συρίαν πόλεις τρυφώσας παριστῶν φησι τοὺς ἐν αὐταῖς συνεχῶς
20εὐωχουμένους τοῖς μὲν γυμνασίοις ὡς βαλανείοις χρᾶσθαι, ἀλείφεσθαι δ’ ἐλαίῳ πολυτελεῖ καὶ μύροις· τοῖς δὲ γραμματείοις—οὕτω δ’ ἐκάλουν τὰ κοινὰ τῶν συνδείπνων—ὡς ἐν οἰκητηρίοις διαιτᾶσθαι, καὶ τὸ πλεῖον τῆς ἡμέρας γαστρίζεσθαι. Ζακυνθίους δέ φασιν ἀπείρους εἶναι πολέμου διὰ τὸ ἐν εὐπορίᾳ καὶ πλούτῳ τρυφῶντας ἐθίζεσθαι. Πολύβιος δέ φησι Καπυησίους
25τοὺς ἐν Καμπανίᾳ διὰ τὴν ἀρετὴν τῆς γῆς πλουτήσαντας καὶ εἰς τρυφὴν καὶ πολυτέλειαν† ὑπερβαλλομένους τὴν περὶ Κρότωνα καὶ Σύβαριν φήμην καὶ μὴ δυναμένους φέρειν τὴν παροῦσαν εὐδαιμονίαν καλεῖν τὸν Ἀννίβαν· διὸ ὑπὸ Ῥωμαίων ἀνήκεστα ἔπαθον· οἱ τε Πετηλῖνοι τηρήσαντες τὴν πρὸς Ῥωμαίους πίστιν ἐς τοσοῦτον ἐκαρτέρησαν πολιορκούμενοι ὑπ’ Ἀννίβα, ὥστε
30μετὰ τὸ πάντα τὰ κατὰ τὴν πόλιν δέρματα καταφαγεῖν, ἁπάντων δὲ τῶν κατὰ τὴν πόλιν δένδρων τοὺς φλοιοὺς καὶ τοὺς ἁπαλοὺς πτόρθους ἀναλῶσαι ἕνδεκα μῆνας ὑπομείναντες τὴν πολιορκίαν οὐδενὸς βοηθοῦντος οὐδὲ συνευδοκοῦντος Ῥωμαίων παρέδοσαν ἑαυτούς. τοὺς δὲ Κουρῆτάς φησι Φύλαρχος διὰ τὴν τρυφὴν σχεῖν τὴν προση‐
35γορίαν λέγων· χλιδῶν τε πλόκαμος ὥστε παρθένου ἁβρᾶς· ὅθεν καλεῖν Κουρῆτα λοιπὸν ᾔνεσαν. Ἀγάθων δὲ περὶ τῶν αὐτῶν φησι· τοὺς τὴν Πρώνακτος θυγατέρα μνηστεύοντας τοῖς τε λοιποῖς πᾶσιν ἐξησκημένους
ἐλθεῖν καὶ κομῶντας τὰς κεφαλάς, ἐπεὶ δ’ ἀπέτυχον τοῦ γάμου, κόμας83 in vol. 2.2

2,2

84

ἐκειράμεθα, φησί, μάρτυρας τρυφῆς, ἦ που ποθεινὸν χρῆμα παιζούσῃ φρενί. ἐπώνυμον γοῦν εὐθὺς ἔσχομεν κλέος Κουρῆτες εἶναι, κουρίμου χάριν τριχός. καὶ ἐν Ἰταλίᾳ δὲ Κυμαῖοι ἐτρύφων χρυσοφοροῦντες καὶ ἀνθινὰ φοροῦντες καὶ μετὰ γυναικῶν εἰς τοὺς ἀγροὺς ἐξιόντες ἐπὶ ζευγῶν ὀχούμενοι.
5 ὅτι Νινύας ὁ Νίνου καὶ Σεμιράμιδος ἔνδον μένων καὶ τρυφῶν ὑπ’ οὐδενὸς ἑωρᾶτο, εἰ μὴ ὑπὸ τῶν εὐνούχων καὶ τῶν ἰδίων γυναικῶν. τοιοῦτος καὶ Σαρδανάπαλος ὁ Ἀνακυνδαράξεω ἢ Ἀναβαραξάρου. ὅτε δὴ Ἀρβάκης ὁ Μῆδος εἷς τῶν ὑπ’ αὐτὸν στρατηγῶν διεπράξατο δι’ εὐνούχου θεάσασθαι Σαρδανάπαλον καὶ μόλις αὐτῷ ἐπετράπη ἐκείνου θελήσαντος, ὡς εἰσελθὼν
10εἶδεν αὐτὸν ἐψιμυθιωμένον καὶ κεκοσμημένον γυναικιστὶ καὶ μετὰ τῶν παλλακίδων ξαίνοντα πορφύραν ἀναβάδην τε μετ’ αὐτῶν καθήμενον γυ‐ ναικείαν τε στολὴν ἔχοντα κατεξυρημένον τὸν πώγωνα καὶ κατακεκισσηρισ‐ μένον—ἦν δὲ καὶ γάλακτος λευκότερος καὶ ὑπεγέγραπτο τοὺς ὀφθαλμούς, Δοῦρις μέν φησιν—ἀγανακτήσας εἰ τοιοῦτος αὐτῶν βασιλεύει συγκεντήσας
15αὐτὸν ἀνεῖλεν. Κτησίας δέ φησιν εἰς πόλεμον καταστῆναι τῷ Ἀβράκῃ ἁθροίσαντα πολλὴν στρατιὰν καὶ καταλυθέντα ἑαυτὸν ἐμπρῆσαι ἐν τοῖς βασιλείοις πυρὰν νήσαντα ὕψος τεσσάρων πλέθρων, ἐφ’ ἧς ἐπέθηκε χρυσᾶς κλίνας ἑκατὸν καὶ πεντήκοντα καὶ ἴσας τραπέζας καὶ ταύτας χρυσᾶς. ἐποίησε δὲ ἐν τῇ πυρᾷ καὶ οἴκημα ἑκατόμποδον ἐκ ξύλων κἀνταῦθα κλίνας
20ὑπεστόρεσεν αἷς κατεκλίθη αὐτὸς καὶ ἡ γυνὴ καὶ αἱ παλλακίδες. τοὺς γὰρ τρεῖς υἱοὺς καὶ δύο θυγατέρας ὁρῶν τὰ πράγματα κακούμενα πεπόμφει εἰς Νίνον, δοὺς αὐτοῖς τρισχίλια χρυσίου τάλαντα· ἐπεστέγασε δὲ τὸ οἴκημα δοκοῖς μεγάλαις καὶ παχείαις, ἔπειτα ἐν κύκλῳ περιέθηκε πολλὰ ξύλα καὶ παχέα, ὡς μὴ εἶναι ἔξοδον. ἐνταῦθα ἐπέθηκε χρυσίου μυριάδας
25χιλίας, αδας ἀργυρίου ταλάντων μυρίας, ἱμάτια, πορφύρας καὶ στολὰς παντοδαπάς. ἔπειτα ὑφάψαι ἐκέλευσε τὴν πυράν, καὶ ἐκαίετο ιεʹ ἡμέρας. οἳ δὲ ἐθαύμαζον ὁρῶντες τὸν καπνὸν καὶ ἐδόκουν θυσίας ἐπιτελεῖν· ταῦτα δὲ μόνοι ᾔδεσαν οἱ εὐνοῦχοι. καὶ οὕτως ἐκτόπως ἡδυπαθήσας ὡς ἐνῆν γεν‐ ναίως ἐτελεύτησεν.
30 οὗτος τοῖς πορίσασιν αὐτῷ ἡδύ τι βρῶμα ἆθλα ἐτίθει νοῦν οὐκ ἔχων. οὗ καὶ ἐπιγέγραπται τῷ μνήματι· Σαρδανάπαλος Ἀνακυνδαράξεω Ἀγχιάλην ἔδειμε καὶ Ταρσὸν μιῇ ἡμέρῃ, ἀλλὰ νῦν τέθνηκεν. ἐπιγέγραπται δὲ καὶ ἐν λιθίνῃ στήλῃ Χαλδαικοῖς γράμμασιν ὃ μετενεγκὼν Χοιρίλος ἔμμετρον ἐποίησεν· ἐγὼ δ’ ἐβασίλευσα καὶ ἄχρι ἑώρων τοῦ ἡλίου φῶς, ἔπιον, ἔφαγον,
35ἠφροδισίασα, εἰδὼς τόν τε χρόνον ὄντα βραχὺν ὃν ζῶσιν οἱ ἄνθρωποι καὶ τοῦτον πολλὰς ἔχοντα μεταβολάς, καὶ ὅτι ὧν ἂν καταλίπω ἀγαθῶν ἄλλοι ἕξουσι τὰς ἀπολαύσεις. διὸ κἀγὼ ἡμέραν οὐδεμίαν παρέλιπον τοῦτο ποιῶν.
Κλείταρχος δὲ ἀποπεσόντα τῆς τῶν Σύρων ἀρχῆς αὐτόν φησι γήρᾳ τελευτῆσαι.84 in vol. 2.2

2,2

85

Ἀριστόβουλος δὲ ἐν Ἀγχιάλῃ φησὶν ἑστάναι τύπον Σαρδαναπάλου λίθινον συμβεβληκότα τῆς δεξιᾶς χειρὸς τοὺς δακτύλους ὡς ἂν ἐπικροτοῦντα, ἐπιγεγράφθαι δ’ αὐτῷ Ἀσσυρίοις γράμμασι· Σαρδανάπαλος Ἀνακυν‐ δαράξου παῖς Ἀγχιάλην καὶ Τάρσον ἔδειμεν ἡμέρῃ μιᾷ. ἔσθιε, πῖνε,
5παῖζε· ὡς τἆλλα τούτου οὐκ ἄξια, ἔοικε δὲ λέγειν τοῦ ἀποκροτή‐ ματος. καὶ δεικνύει ἐνταῦθα οἵου καταγέλωτος ἄξια τὰ τῶν ἀνθρώπων πράγματα οὐκ ἄξια ὄντα ψόφου δακτύλων ὃν χορεύων πεποίηται. διετέθρυπτο δὲ καὶ ὁ Φρὺξ Ἀνδρόκοτος, ὃς ἀνθινὴν ἐνεδέδυτο ἐσθῆτα καὶ γυναικὸς ἐκοσμεῖτο εὐπρεπέστερον. Σάγαρις δὲ ὁ Μαρυανδηνὸς ὑπὸ
10τρυφῆς ἐσιτεῖτο μέχρι μὲν γήρως ἐκ τοῦ τῆς τιτθῆς στόματος, ἵνα μὴ μασώμενος πονέσειεν. οὐ πώποτε δὲ τὴν χεῖρα κατωτέρω τοῦ ὀμφαλοῦ προσηνέγκατο, φησὶ Κλέαρχος. Ἀριστοτέλης δὲ Ξενοκράτην τὸν Χαλκηδόνιον σκώπτων, ὅτι οὐρῶν οὐ προσῆγε τὴν χεῖρα τῷ αἰδοίῳ, ἔλεγε· χεῖρες μὲν ἁγναί, φρὴν δ’ ἔχει μίασμά τι. Ἀννάρῳ δὲ τῷ Βαβυλωνίῳ στολὴ καὶ
15κόσμος ἦν γυναικεῖος καὶ βασιλέως ὄντι δούλῳ εἰσῄεσαν εἰς τὸ δεῖπνον πεντήκοντα καὶ ἑκατὸν ψάλλουσαι καὶ ᾄδουσαι γυναῖκες· ἱστορεῖ Κτησίας. ἐτρύφα δὲ καὶ Νίνος ὁ Ἀσσύριος, ὃς κατὰ τὸν Κολοφώνιον Φοίνικα χρυσίου τάλαντα εἶχε πολλῷ πλείονα Κασπίης ψάμμου, ὃς οὐκ ἴδ’ ἀστέρα, φησίν, οὐ μυήθη, οὐ δικασπόλος ἦν, οὐ λεωλογεῖν ἐμάνθανεν, οὐκ ἀμιθρῆσαι, ἀλλ’
20ἦν ἄριστος ἐσθίειν τε καὶ πίνειν κἠρᾶν, τὰ δ’ ἄλλα πάντα κατὰ πετρῶν ὤθει. ὡς δ’ ἀπέθαν’ ὡνήρ, πᾶσιν κατέλιπε ῥῆσιν· ἐγὼ Νίνος πάλαι ποτ’ ἐγενόμην πνεῦμα, νῦν δ’ οὐκ ἔτ’ οὐδέν, ἀλλὰ γῆ πεποίημαι. ἔχω δ’ ὁκόσον ἔδεσα χὠκόσς’ ἐράσθην. τὰ δ’ ὄλβι’ ἡμῶν δήιοι συνελθόντες φέρουσιν, ὠμὸν ἔριφον αἱ Βάκχαι. ἐγὼ δ’ ἐς Ἅιδην οὔτε χρυσὸν οὔθ’ ἵππον οὔτ’ ἀργυρῆν
25ἅμαξαν ᾠχόμην ἕλκων. Στράτων δὲ ὁ Σιδώνιος βασιλεύς, ὥς φησι Θεόπομπος, ἡδυπαθείᾳ πάντας ὑπερέβαλεν οὐδὲν τῆς Φαιάκων τρυφῆς ἀποδέων, πλὴν ὅσον οἳ μὲν μετὰ τῶν οἰκείων γυναικῶν καὶ θυγατέρων ἐποιοῦντο τοὺς πότους, ὃ δὲ μετ’ αὐλητρίδων καὶ ψαλτριῶν καὶ κιθαριστριῶν, ὧν αἱ μὲν ἐκ Πελοποννήσου
30μετάπεμπτοι ἦσαν, αἳ δ’ ἐξ Ἰωνίας, αἳ δ’ ἐκ πάσης τῆς Ἑλλάδος. ἦν μὲν οὖν οὗτος καὶ φύσει δοῦλος τῶν ἡδονῶν, ἐφιλοτιμεῖτο δὲ καὶ ἡμιλλᾶτο καὶ πρὸς Νικοκλέα τὸν τῆς ἐν Κύπρῳ Σαλαμῖνος βασιλέα ἀσελγῆ καὶ αὐτὸν ὄντα καὶ τρυφῶντα. ἀπέθανον οὖν ἀμφότεροι βιαίως. καὶ Κότυς δὲ πάντων βασιλέων τῶν ἐν Θρᾴκῃ μάλιστα, φησὶν ὁ αὐτός, πρὸς ἡδυπαθείας καὶ
35τρυφὰς ὥρμησε, καὶ περιὼν τὴν χώραν ὅπου κατίδοι τόπους δένδρεσι συσκίους καὶ καταρρύτους ὕδασι, τούτους κατεσκεύασεν ἑστιατόρια· καὶ φοιτῶν εἰς ἑκάστους ὅτε τύχοι ἔθυε καὶ ἦν μακαριστὸς ἕως εἰς Ἀθηνᾶν
πλημμελεῖν ἐπεχείρησεν. δεῖπνον οὖν ποτε κατεσκεύασεν ὡς γαμουμένης85 in vol. 2.2

2,2

86

αὐτῷ τῆς Ἀθηνᾶς, καὶ θάλαμον κατασκευάσας ἀνέμενεν αὐτὴν μεθύων. ἤδη δ’ ἔκφρων γενόμενος ἔπεμπε δορυφόρον ὀψόμενον εἰ παραγέγονεν εἰς τὸν θάλαμον. ὡς δ’ ἐκεῖνος εἶπε μηδένα εἶναι ἐν τῷ θαλάμῳ τοξεύσας τοῦτον ἀπέθανεν. καὶ ἄλλον δεύτερον ἐπὶ τοῖς αὐτοῖς, ἕως ὁ τρίτος συνεὶς
5παραγενόμενος ἔφη πάλαι τὴν θεὸν αὐτὸν ἀναμένειν. οὗτός ποτε καὶ τὴν ἑαυτοῦ γυναῖκα ζηλοτυπήσας ἀνέτεμε τὴν ἄνθρωπον ἀπὸ τῶν αἰδοίων ἀρξάμενος. ὅτι Χαβρίας ὁ Ἀθηναῖος μὴ δυνάμενος ἐν τῇ πόλει ζῆν ἀπεδήμησε τὰ μὲν διὰ τὴν ἀσέλγειαν αὐτοῦ τὴν περὶ τὸν βίον, τὰ δὲ διὰ τοὺς Ἀθηναίους·
10πᾶσι γάρ εἰσι χαλεποί· διὸ καὶ εἵλοντο αὐτῶν οἱ ἔνδοξοι ἔξω τῆς πόλεως καταβιοῦν, Ἰφικράτης μὲν ἐν Θρᾴκῃ, Κόνων δ’ ἐν Κύπρῳ, Τιμόθεος ἐν Λέσβῳ, αὐτὸς δ’ ὁ Χαβρίας ἐν Αἰγύπτῳ, Χάρης δὲ ἐν Σιγείῳ. ὃν Χάρητα νωθρόν τε ὄντα καὶ βραδὺν καὶ πρὸς τρυφὴν ἤδη ζῶντα, ὃς καὶ στρατευόμενος αὐλητρίδας περιήγετο καὶ ψαλτρίας καὶ πεζὰς ἑταίρας, καὶ τῶν εἰσφερο‐
15μένων εἰς τὸν πόλεμον τὰ μὲν εἰς ταύτην τὴν ὕβριν ἀνήλισκε, τὰ δ’ Ἀθήνησι κατέλειπε τοῖς τε λέγουσιν καὶ τὰ ψηφίσματα γράφουσιν. ἠγάπων οἱ πολῖται, καὶ δικαίως· καὶ γὰρ αὐτοὶ τοῦτον τὸν τρόπον ἔζων, ὡς τοὺς μὲν νέους ἐν τοῖς αὐλητριδίοις παρὰ ταῖς ἑταίραις διατρίβειν, τοὺς δὲ μικρῷ ἐκείνων πρεσβυτέρους ἐν κύβοις, τὸν δὲ δῆμον ἅπαντα πλείω καταναλίσκειν
20εἰς τὰς κοινὰς ἑστιάσεις καὶ κρεανομίας ἤπερ εἰς τὴν τῆς πόλεως διοίκησιν. οὗτος ὁ Χάρης ποτὲ πολυτελῶς Ἀθηναίους ἐδείπνισεν ἐν τῇ ἀγορᾷ θύσας τὰ ἐπινίκια τῆς πρὸς τοὺς Φιλίππου ξένους μάχης ὧν ἡγεῖτο Ἀδαῖος ὁ Ἀλεκτρυὼν ἐπικαλούμενος· περὶ οὗ Ἡρακλείδης ὁ κωμικὸς λέγει· Ἀλεκ‐ τρυόνα τὸν τοῦ Φιλίππου λαβὼν κοκκύζοντα καὶ πλανώμενον ἀωρὶ κατέκοψεν·
25οὐ γὰρ εἶχεν οὐδέπω λόφον. κᾆτα κόψας μάλα συχνοὺς ἐδείπνισε Χάρης Ἀθηναίους τόθ’, ὡς γενναῖος ἦν. ὅτι Ἱππίας καὶ Ἵππαρχος κωμασταὶ ἦσαν, ὅθεν βαρεῖα αὐτῶν ἐγένετο ἡ ἀρχή. καίτοι ὁ πατὴρ αὐτῶν Πεισίστρατος μετρίως ἐχρῆτο ταῖς ἡδοναῖς, ὥστ’ οὐδ’ ἐν τοῖς χωρίοις ἢ τοῖς κήποις φύλακας ἐφίστα, ὥς φησι Θεόπομπος,
30ἀλλ’ εἴα τὸν βουλόμενον εἰσιόντα ὀπωρίζεσθαι καὶ λαμβάνειν εἴ τινος δέοιτο τῶν ἐν τοῖς χωρίοις. εἶτα τὴν οἰκίαν παρεῖχε κοινὴν ἅπασι· καὶ δεῖπνον ἀεὶ εὐτελὲς παρεσκευάζετο πολλοῖς ἀνθρώποις. ἐθεράπευε δὲ καὶ τοὺς αὐτοῦ τι δεομένους, καί φασιν ὡς περιήγετο ἀεὶ νεανίσκους δύο ἢ τρεῖς ἔχοντας κέρματα τούτοις τε διδόναι προσέταττεν, ὁπότε τις προσέλθοι αὐτῷ δεόμενος.
35καί φασι μὲν αὐτὸν καὶ εἰς ταφὴν εἰσφέρειν. ποιεῖν δὲ τοῦτο καὶ ὅτε τῶν πολιτῶν τινα ἴδοι κακῶς ἠμφιεσμένον. ἐκ δὴ τούτων πάντων ηὐδοκίμει καὶ πρῶτος ἦν τῶν πολιτῶν. ἐγένετο δὲ καὶ βαρὺς ἐν πολλοῖς, ὅπου καὶ τὸ
Ἀθήνησι Διονυσίου πρόσωπον ἐκείνου φασί τινες εἰκόνα.86 in vol. 2.2

2,2

87

ὅτι ὁ Ὀλύμπιος Περικλῆς ἀπαλλάξας ἐκ τῆς οἰκίας τὴν γυναῖκα ᾤκει μετ’ Ἀσπασίας τῆς ἐκ Μεγάρων ἑταίρας καὶ τὸ πολὺ τῆς οὐσίας εἰς ταύτην κατανάλωσε. Θεμιστοκλῆς δὲ οὔπω Ἀθηναίων μεθυσκομένων οὐδ’ ἑταίραις χρωμένων ἐκφανῶς τέθριππον ζεύξας ἑταιρίδων διὰ τοῦ Κεραμείκου
5πληθύοντος ἑωθινὸς ἤλαυνεν· ἀμφιβόλως δ’ αὐτὸ εἴρηκεν Ἰδομενεύς, εἴτε ἑταίρας τέσσαρας συνυπέζευξεν ὡς ἵππους εἴτ’ ἀνεβίβασεν αὐτὰς ἐπὶ τὸ τέθριππον. οὗτος τρίκλινον οἰκοδομησάμενος περικαλλέστατον ἀγαπᾶν ἔφη, εἰ τοῦτον φίλων πληρώσειεν, φησὶ Κλέαρχος. ὅτι ὁ παρὰ τῇ παροιμίᾳ περιφόρητος Ἀρτέμων οὕτως ἐκλήθη διὰ τὸ
10τρυφερῶς βιῶν· καίτοι πρῴην, ὡς Ἀνακρέων φησὶ, πένης ἦν ψιλὸν μὲν ἔχων περὶ πλευρῇσι βοὸς νεόπλυτον εἴλυμα κακῆς ἀσπίδος, ἀρτοπώλησι καὶ ἐθελοπόρνοισιν ὁμιλέων, κίβδηλον εὑρίσκων βίον, πολλὰ μὲν ἐν δουρὶ τιθεὶς αὐχένα, πολλὰ δ’ ἐν τροχῷ, πολλάκις δὲ κόμην πώγωνά τ’ ἐκτετιλμένος. μέμνηται δ’ αὐτοῦ Χαμαιλέων ὁ Ποντικός· ξανθῇ δ’ Εὐρυπύλῃ μέλει ὁ
15περιφόρητος Ἀρτέμων. περὶ δὲ τοῦ καλοῦ Ἀλκιβιάδου Σάτυρος ἱστορῶν φησι· λέγεται ὅτι ἐν Ἰωνίᾳ μὲν ὢν ἐφαίνετο τρυφερώτερος, ἐν Θήβαις δὲ σωμασκῶν καὶ γυμ‐ ναζόμενος τῶν Θηβαίων αὐτῶν μᾶλλον Βοιώτιος, ἐν Θετταλίᾳ δὲ ἱπποτροφῶν καὶ ἡνιοχῶν τῶν Ἀλευαδῶν ἱππικώτερος, ἐν Σπάρτῃ δὲ καρτερίαν καὶ
20ἀσφάλειαν ἐπιτηδεύων ἐνίκα τοὺς Λάκωνας, ὑπερῆρε δὲ καὶ τὴν τῶν Θρᾳκῶν ἀκρατοποσίαν. τὴν δὲ αὐτοῦ γυναῖκα πειρῶν ὡς ἕτερος ἔπεμψε αὐτῇ χιλίους δαρεικούς. κάλλιστος δὲ ὢν τὴν μορφὴν κόμην τε ἔτρεφεν ἐπὶ πολὺ τῆς ἡλικίας καὶ ὑποδήματα παρηλλαγμένα ἐφόρει, ἃ ἀπ’ αὐτοῦ ἀλκιβιάδης καλεῖται. ὅτε δὲ χορηγοίη πομπεύων ἐν πορφυρίδι εἰσιὼν εἰς τὸ θέατρον
25ἐθαυμάζετο οὐ μόνον ὑπὸ τῶν ἀνδρῶν ἀλλὰ καὶ ὑπὸ τῶν γυναικῶν. Ἀντισθένης δὲ ὁ Σωκρατικὸς ὡς ἂν αὐτόπτης αὐτοῦ γεγονὼς ἰσχυρὸν αὐτὸν καὶ ἀν‐ δρώδη καὶ ἀπαίδευτον καὶ τολμηρὸν καὶ ὡραῖον ἐφ’ ἡλικίας γενέσθαι φησίν. ὅτε δὲ εἰς ἀποδημίας στέλλοιτο, τέσσαρσι τῶν συμμαχίδων πόλεων ὡς θεραπαίναις ἐχρῆτο. σκηνὴν μὲν γὰρ αὐτῷ Περσικὴν ἔπησσον Ἐφέσιοι,
30τροφὴν δὲ τοῖς ἵπποις αὐτοῦ Κῖοι παρεῖχον, ἱερεῖα δὲ παρίστασαν εἰς θυσίας καὶ κρεανομίας Κυζικηνοί, Λέσβιοι δὲ οἶνον παρεῖχον καὶ τἆλλα τὰ πρὸς τὴν καθ’ ἡμέραν δίαιταν. ἀφικόμενος δ’ ἐν Ὀλυμπίᾳ δύο πίνακας ἀνέθηκεν, Ἀγλαοφῶντος γραφήν· ὧν ὃ μὲν εἶχεν Ὀλυμπιάδα καὶ Πυθιάδα στε‐ φανούσας αὐτόν, ἐν δὲ θατέρῳ Νεμέα ἦν καθημένη καὶ ἐπὶ τῶν γονάτων
35αὐτῆς Ἀλκιβιάδης, καλλίων φαινόμενος τῶν γυναικείων προσώπων. καὶ στρατηγῶν δὲ ἔτι καλὸς εἶναι ἤθελεν· ἀσπίδα γοῦν εἶχε χρυσοῦ καὶ ἐλέ‐ φαντος πεποιημένην, ἐφ’ ἧς ἦν ἐπίσημον Ἔρως κεραυνὸν ἠσκυλημένος.
ἐπικωμάσας δέ ποτε εἰς Ἄνυτον ἐραστὴν ὄντα καὶ πλούσιον, συνεπικωμάζοντος87 in vol. 2.2

2,2

88

καὶ Θρασύλλου, προπιὼν τῷ Θρασύλλῳ τὰ ἡμίση τῶν ποτηρίων ἐκέλευσε τοὺς ἀκολούθους ἀποφέρειν πρὸς τὸν Θράσυλλον πένητα ὄντα. λεγόντων δέ τινων ἀγνώμονα εἴη πεποιηκὼς Ἀλκιβιάδης, ὁ Ἄνυτος ἐλευθερίως καὶ ἐρωτικῶς· οὐ μὰ Δί’, ἔφη, ἀλλ’ εὐγνωμονέστατα. ἔχων γὰρ ἐξουσίαν πάντα
5λαβεῖν τὰ ἡμίση κατέλιπεν. ὅτι Ἀξίοχος καὶ Ἀλκιβιάδης εἰς Ἑλλήσποντον ἐκπλεύσαντες ἔγημαν ἐν Ἀβύδῳ δύ’ ὄντε Μεδοντιάδα τὴν Ἀβυδηνὴν καὶ ξυνῳκείτην. καὶ γίνεται αὐτοῖν θυγάτηρ, ἣν οὐκ ἔφαντο δύνασθαι γνῶναι ὁποτέρου εἴη. ἐπεὶ δὲ ἦν ἀνδρὸς ὡραία, ξυνεκοιμῶντο καὶ ταύτῃ, καὶ εἰ μὲν χρῷτο καὶ ἔχοι Ἀλκιβιάδης,
10Ἀξιόχου ἔφασκε εἶναι θυγατέρα· εἰ δὲ Ἀξίοχος, Ἀλκιβιάδου. περὶ τούτου Φερεκράτης φησίν· οὐκ ὢν ἀνὴρ γὰρ Ἀλκιβιάδης, ὡς δοκεῖν, ἀνὴρ ἁπασῶν τῶν γυναικῶν ἐστι νῦν. ἐν Σπάρτῃ δ’ ὢν ἔφθειρε τὴν Ἄγιδος τοῦ βασιλέως γυναῖκα Τιμαίαν οὐκ ἀκρασίας ἕνεκα φάσκων συνελθεῖν, ἀλλ’ ἵν’ ὁ γε‐ νόμενος ἐξ αὐτοῦ βασιλεύσῃ Σπάρτης καὶ οὐκέτι λέγωνται οἱ βασιλεῖς ἀφ’
15Ἡρακλέους ἀλλ’ ἀπ’ Ἀλκιβιάδου. στρατηγῶν δὲ συμπεριήγετο Τιμάνδραν τε τὴν Λαίδος τῆς Κορινθίας μητέρα καὶ Θεοδότην τὴν Ἀττικὴν ἑταίραν. μετὰ δὲ τὴν φυγὴν κυρίους Ἀθηναίους ποιήσας τοῦ Ἑλλησπόντου καὶ πλείους τῶν πεντακισχιλίων Πελοποννησίους λαβὼν ἀνέπεμψεν εἰς Ἀθήνας. κατιών τε μετὰ ταῦτα εἰς τὴν πατρίδα ἐστεφάνωσε τὰς Ἀττικὰς τριήρεις
20θαλλῷ καὶ μίτραις καὶ ταινίαις ναῦς ἄγων αἰχμαλώτους ἠκρωτηριασμένας εἰς διακοσίας ἱππαγωγούς τε ἄγων σκύλων καὶ ὅπλων Λακωνικῶν τε καὶ Πελοποννησιακῶν μεστὰς εἰσέπλει. ἡ δὲ τριήρης ἐφ’ ἧς αὐτὸς κατέπλει μέχρι μὲν τῶν κλείθρων τοῦ Πειραιέως προέτρεχεν ἁλουργοῖς ἱστίοις· ὡς δ’ ἐντὸς ἦν καὶ τὰς κώπας ἔλαβον οἱ ἐρέται, Χρυσόγονος μὲν ηὔλει τὸ
25τριηρικὸν ἐνδεδυκὼς τὴν Πυθικὴν στολήν, Καλλιππίδης δὲ ὁ τραγῳδὸς ἐκέλευε τὴν ἐπὶ τῆς σκηνῆς στολὴν ἠμφιεσμένος. διὸ καὶ χαριέντως εἶπέ τις· οὔτ’ ἂν δύο Λυσάνδρους ὑπήνεγκεν ἡ Σπάρτη οὔτ’ ἂν δύο Ἀλκιβιάδας Ἀθῆναι. ἐμιμεῖτο δὲ τὸν Παυσανίου μηδισμὸν καὶ καθομιλῶν Φαρνάβαζον τὴν Περσικὴν ἐνεδύσατο στολὴν καὶ τὴν Περσικὴν ἔμαθε φωνὴν καθὰ καὶ
30Θεμιστοκλῆς. φασὶ δ’ ὅτι καὶ Παυσανίας ὁ Σπαρτιάτης βασιλεὺς κατα‐ θέμενος τὸν πάτριον τρίβωνα Περσικὴν στολὴν ἐνεδύετο. καὶ Ἀλέξανδρος δὲ ὡς τῆς Ἀσίας ἐκυρίευσεν. Δημήτριος δὲ πάντας ὑπερέβαλλεν· τὴν μὲν γὰρ ὑπόδεσιν ἣν εἶχε κατεσκεύαζεν ἐκ πολλοῦ δαπανήματος ἔκ τε χρυσοῦ καὶ πολυτελεστάτης πορφύρας καὶ πόλου ἀστέρας ἔχοντος καὶ τὰ δώδεκα
35ζῴδια. μίτραν δὲ χρυσόπαστον καυσίας ἁλουργῆ οὖσαν ἔσφιγγε ἐπὶ τῶν νώτων. γινομένων δὲ τῶν Δημητρίων Ἀθήνησιν ἐγράφετο ἐπὶ τοῦ προ‐ σκηνίου ἐπὶ τῆς Οἰκουμένης ὀχούμενος.
ὅτι Παυσανίας περὶ Πλαταιὰς νικήσας Μαρδόνιον, τὰ τῆς Σπάρτης88 in vol. 2.2

2,2

89

ἐξελθὼν νόμιμα καὶ εἰς ὑπερηφανίαν ἐπιδούς, περὶ Βυζάντιον διατρίβων τὸν χαλκοῦν Ποσειδῶνος κρατῆρα ἐτόλμησε ἐπιγράψαι ὡς αὐτὸς ἀναθείς. καὶ Φάραξ δὲ ὁ Λάκων οὕτως ἀσελγῶς καὶ χύδην ἐχρήσατο ταῖς ἡδοναῖς ὡς μᾶλλον αὐτὸν ὑπολαμβάνεσθαι Σικελιώτην διὰ ταύτην ἢ Σπαρτιάτην.
5καὶ Ἀρχίδαμος δὲ ὁ Λάκων ἀποστὰς τῆς πατρίου διαίτης συνειθίσθη ξενικῶς καὶ μαλακῶς. διὸ οὐκ ἠδύνατο τὸν οἴκοι βίον ὑπομένειν, ἀλλ’ ἐσπούδαζεν ἀεὶ δι’ ἀκρασίαν ἔξω διατρίβειν. καὶ Ταραντίνοις πρεσβευσα‐ μένοις περὶ συμμαχίας συνεξῆλθε βοηθός· κἀκεῖ ἐν πολέμῳ ἀποθανὼν οὐδὲ ταφῆς κατηξιώθη, καίτοι Ταραντίνων πολλὰ ὑποσχομένων τοῖς πολεμίοις
10ὑπὲρ τοῦ ἀνελέσθαι τὸ σῶμα. Πτολεμαῖος δὲ ὁ δεύτερος Αἰγύπτου βασιλεύσας, ὥς φησι Φύλαρχος, πάντων σεμνότατος γενόμενος καὶ παιδείας ἐπιμεληθεὶς οὕτω διεφθάρη ὑπὸ τρυφῆς ὡς τὸν πάντα χρόνον ὑπολαβεῖν βιώσεσθαι καὶ λέγειν ὅτι μόνος εὕροι τὴν ἀθανασίαν. κατατεινόμενος οὖν ὑπὸ ποδάγρας ὥς ποτ’ ἐρράισε καὶ
15κατεῖδε τοὺς Αἰγυπτίους περὶ τὸν ποταμὸν ἀριστοποιουμένους καὶ τὰ τυχόντα προσφερομένους ἐπὶ τῆς ἄμμου χύδην ἐῤῥιμμένους, εἶπεν· ὦ τάλας ἐγώ, τὸ μηδὲ τούτων ἕνα γενέσθαι. ὅτι Ἱππόνικος ὁ Διομνήστου τοσοῦτον ἦν πλούσιος ἀπὸ χρημάτων Ἐρετριέως τινὸς στρατηγοῦ, ἃ διέλαθεν ἔχων ὁ Διόμνηστος μετὰ τελευτὴν
20αὐτοῦ, ὥστε Ἀθηναίους αἰτῆσαι ἐν ἀκροπόλει τόπον, ἵν’ οἰκοδομήσηται τοῖς χρήμασιν ὅπου κείσεται, λέγων ὡς οὐκ ἀσφαλὲς ἐν ἰδιωτικῇ οἰκίᾳ πολλὰ χρήματα εἶναι. καὶ ἔδοσαν Ἀθηναῖοι· νουθετηθεὶς δ’ ὑπὸ τῶν φίλων μετενόησεν. τούτων οὖν τῶν χρημάτων Καλλίας κύριος γενόμενος καὶ πρὸς ἡδονὴν βιώσας—ποῖοι γὰρ οὐ κόλακες περὶ αὐτὸν ἦσαν—τέλος μετὰ γρᾳδίου
25βαρβάρου διατελῶν καὶ τῶν ἀναγκαίων ἐνδεὴς ὢν τὸν βίον ἐτελεύτησεν. τὸν δὲ Νικίου τοῦ Περγασῆθεν πλοῦτον καὶ τὸν Ἰσχομάχου Ἀτοκλέης καὶ Ἐπικλέης ἀπώλεσαν, οἳ μετ’ ἀλλήλων ζῆν προελόμενοι καὶ πάντ’ ἐν ἐλάττονι ποιούμενοι τῆς ἡδονῆς. οἳ, ἐπεὶ πάντα κατανάλωσαν, κώνειον πιόντες ἀπέθανον.
30 ὅτι Ἀλεξάνδρῳ χρυσοῦς ἔκειτο θρόνος ἐν παραδείσῳ καὶ κλῖναι ἀργυρό‐ ποδες, ἐφ’ ὧν καθεζόμενος ἐχρημάτιζε μετὰ τῶν ἑταίρων. ἐφόρει δ’ ἐν τοῖς δείπνοις, ὅτε μὲν τὴν τοῦ Ἄμμωνος πορφυρίδα καὶ περισχιδῆ καὶ κέρατα καθάπερ ἐκεῖνος, ὅτε δὲ τὴν τῆς Ἀρτέμιδος, ἣν καὶ ἐπὶ τοῦ ἅρματος ἐφόρει πολλάκις, ὑποφαίνων ἄνωθεν τῶν ὤμων τό τε τόξον καὶ τὴν σιβύνην, ἐνίοτε
35δὲ καὶ τὴν τοῦ Ἑρμοῦ τά τε πέδιλα καὶ τὸν πέτασον ἐπὶ τῇ κεφαλῇ καὶ τὸ κηρύκειον ἐν τῇ χειρί, πολλάκις δὲ καὶ λεοντῆν καὶ ῥόπαλον ὡς Ἡρακλῆς. τί οὖν θαυμαστόν, εἰ καὶ Κόμοδος ὁ αὐτοκράτωρ ἐπὶ τῶν ὀχημάτων
παρακείμενον εἶχε τὸ Ἡράκλειον ῥόπαλον ὑπεστρωμένης αὐτῷ λεοντῆς καὶ89 in vol. 2.2

2,2

90

Ἡρακλῆς καλεῖσθαι ἤθελεν, Ἀλεξάνδρου τοῦ Ἀριστοτελικοῦ τοσούτοις αὐτὸν ἀφομοιοῦντος θεοῖς, ἀτὰρ καὶ τῇ Ἀρτέμιδι; ἔρρανε δὲ Ἀλέξανδρος καὶ μύρῳ σπουδαίῳ καὶ οἴνῳ εὐώδει τὸ δάκρυον. ἐθυμιᾶτο δὲ αὐτῷ σμύρνα καὶ τἆλλα θυμιάματα· εὐφημία δὲ καὶ σιγὴ κατεῖχε πάντας ὑπὸ δέους τοὺς παρόντας.
5ἀφόρητος γὰρ ἦν καὶ φονικός· ἐδόκει γὰρ εἶναι μελαγχολικός. ὅτε δ’ εἷλε Δαρεῖον, γάμους συνετέλεσεν ἑαυτοῦ τε καὶ ἄλλων φίλων ἐνενήκοντα ἐν οἴκῳ ἑκατοντακλίνῳ. ἦν δ’ ἑκάστη κλίνη κεκοσμημένη στολῇ γαμικῇ εἴκοσι μνῶν ἀργυρᾶ· ἡ δὲ αὐτοῦ χρυσόπους ἦν. συμπαρέλαβεν δὲ εἰς τὸ συμπόσιον καὶ τοὺς ἰδιοξένους ἅπαντας καὶ κατέκλινεν ἀντιπροσώπους ἑαυτῷ καὶ τοῖς
10ἄλλοις νυμφίοις τήν τε πεζὴν καὶ ναυτικὴν δύναμιν καὶ τὰς πρεσβείας καὶ τοὺς παρεπιδημοῦντας ἐν τῇ αὐλῇ. κατεσκεύαστο δὲ ὁ οἶκος μεγαλο‐ πρεπῶς καὶ πολυτελῶς ἱματίοις καὶ ὀθονίοις πολυτελέσι καὶ πορφυροῖς καὶ φοινικοῖς χρυσουφέσιν. τοῦ δὲ μένειν τὴν σκηνὴν ὑπέκειντο κίονες εἰκοσα‐ πήχεις περίχρυσοι καὶ διάλιθοι καὶ διάργυροι. περιεβέβληντο δὲ ἐν τῷ
15περιβόλῳ πολυτελεῖς αὐλαῖαι ζῳωτοὶ καὶ διάχρυσοι, κανόνας ἔχουσαι περι‐ χρύσους καὶ περιαργύρους. τῆς δ’ αὐλῆς ἦν τὸ περίμετρον στάδιοι τέσσαρες. ἐπὶ πέντε δὲ ἡμέρας ἐπετελέσθησαν οἱ γάμοι, καὶ ἐλειτούργησαν πάνυ πολλοὶ καὶ βαρβάρων καὶ Ἑλλήνων, καὶ οἱ ἀπὸ τῆς Ἰνδικῆς θαυματοποιοὶ ἦσαν διαπρέποντες καὶ ψιλοκιθαρισταὶ καὶ αὐλῳδοὶ καὶ ποιηταὶ τραγικοί
20τε καὶ κωμικοί, ὧν ἐκτίθεται ὁ ῥήτωρ οὗτος Ἀθήναιος καὶ τὰ ὀνόματα. παρῆλθον δὲ καὶ οἱ πρότερον μὲν καλούμενοι Διονυσιοκόλακες, τότε δὲ Ἀλεξανδροκόλακες διὰ τὰς τῶν δώρων ὑπερβολάς, ἐφ’ οἷς καὶ ἥσθη Ἀλέ‐ ξανδρος. οἱ δὲ πεμφθέντες στέφανοι τηνικαῦτα ὑπὸ τῶν πρεσβευτῶν καὶ τῶν λοιπῶν ταλάντων ἦσαν μυρίων πεντακισχιλίων. ἄλλοι δέ φασι καὶ
25ἐπὶ χρυσῆς κλίνης κοιμᾶσθαι τὸν Ἀλέξανδρον καὶ αὐλητρίδας καὶ αὐλητὰς αὐτῷ ἀεὶ ἕπεσθαι καὶ πίνειν ἄχρι τῆς ἕω. δειπνεῖν δὲ καὶ πρὸς σάλπιγγα ὥστε πᾶν εἰδέναι τὸ στρατόπεδον. τούτου καὶ οἱ ἑταῖροι ὑπερβαλλούσῃ τροφῇ ἐχρήσαντο. ὧν εἷς ὢν ὁ Ἅγνων χρυσοῦς ἥλους ἐν ταῖς κρηπῖσι καὶ τοῖς ὑποδήμασιν ἐφόρει. Κλεῖτος δὲ χρηματίζων ἐπὶ πορφυρῶν ἱματίων
30διαπεριπατῶν τοῖς ἐντυγχάνουσι διελέγετο. Περδίκκᾳ δὲ καὶ Κρατερῷ φιλογυμναστοῦσιν ἠκολούθουν διφθέραι σταδιαῖαι τοῖς μεγέθεσιν, ὑφ’ αἷς καταλαμβάνοντες τόπον ἐν ταῖς καταστροπεδείαις ἐγυμνάζοντο· ἠκολούθει δὲ αὐτοῖς καὶ ὑποζύγια πολλὰ κόνιν κομίζοντα πρὸς τὴν ἐν παλαίστραις χρείαν. Λεοννάτῳ δὲ καὶ Μενελάῳ φιλοκυνήγοις οὖσιν αὐλαῖαι σταδίων
35ἑκατὸν ἠκολούθουν, αἷς περιιστάντες τὰς θήρας ἐκυνήγουν. τὰς δὲ χρυσᾶς πλατάνους καὶ τὴν χρυσῆν ἄμπελον, ὑφ’ ἣν οἱ Περσῶν βασιλεῖς ἐχρημάτιζον πολλάκις καθήμενοι, σμαραγδίνους βότρυς ἐχούσας καὶ τῶν Ἰνδικῶν ἀνθράκων
ἐλάττους φησὶν ὁ Φύλαρχος φαίνεσθαι κατὰ πολλὰ τῆς καθ’ ἡμέραν παρ’90 in vol. 2.2

2,2

91

Ἀλεξάνδρῳ γινομένης δαπάνης. ἦν γὰρ αὐτῷ ἡ σκηνὴ κλινῶν ἑκατόν, χρυσοῖ δὲ κίονες πεντήκοντα κατεῖχον αὐτήν, οἱ δὲ ὑπερτείνοντες οὐρανίσκοι διάχρυσοι ἦσαν. καὶ πρῶτοι μὲν Πέρσαι φʹ μηλοφόροι περὶ αὐτὴν ἐντὸς εἱστήκεσαν πορφυραῖς καὶ μηλίναις ἐσθῆσιν ἐξησκημένοι· μετὰ δὲ τοξόται χίλιοι φλόγινα
5καὶ ὑσγινοβαφῆ. καὶ κυάνεα ἔχοντες περιβόλαια. προειστήκεσαν δὲ τούτων ἀργυράσπιδες Μακεδόνες φʹ. ἐν μέσῃ δὲ τῇ σκηνῇ χρυσοῦς δίφρος, ἐφ’ οὗ καθήμενος Ἀλέξανδρος ἐχρημάτιζε τῶν σωματοφυλάκων πανταχόθεν ἑστη‐ κότων. ἔξωθεν δὲ κύκλῳ τῆς σκηνῆς τὸ τῶν ἐλεφάντων ἄγημα διεσκευασμένον ἐφειστήκει καὶ Μακεδόνες χίλιοι, εἶτα μύριοι Πέρσαι, τό τε τὴν πορφύραν
10ἔχον πλῆθος εἰς πεντακοσίους ἦν, οἷς Ἀλέξανδρος ἔδωκε φορεῖν τὴν στολὴν ταύτην. οὐδεὶς δὲ τῶν τοσούτων ἐτόλμα προσπορεύεσθαι Ἀλεξάνδρῳ· τοιοῦτον ἐγεγόνει τὸ περὶ αὐτὸν ἀξίωμα. ὅτι γράψαντος Ἀλεξάνδρου ταῖς ἐν Ἰωνίᾳ πόλεσι καὶ πρώτοις Χίοις ὅπως αὐτῷ πορφύραν ἀποστείλωσιν, ἀναγνωσθείσης τῆς ἐπιστολῆς Χίοις παρὼν Θεόκριτος ὁ σοφὸς νῦν ἐγνωκέναι
15ἔφη τὸ παρ’ Ὁμήρῳ εἰρημένον· ἔλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. φησὶ Κλέαρχος περὶ Δαρείου ὡς ἀθλοθετῶν τοῖς τὰς ἡδονὰς αὐτῷ γνωρίζουσιν ὑπὸ πάντων τῶν ἡδέων ἡττωμένην ἀπέδειξε τὴν βασιλείαν, καὶ καταγωνιζόμενος ἑαυτὸν οὐκ ᾔσθετο πρότερον ἢ τὸ σκῆπτρον ἕτεροι λαβόντες ἀνεκηρύχθησαν. ὅτι Ἀντίοχος ὁ Γρυπὸς ἐπικαλούμενος τὰς ἐπὶ Δάφνῃ πανηγύρεις
20ἐπιτελῶν τὸ μὲν πρῶτον ἀναδόσεις ὁλομελῶν ἐποιεῖτο βρωμάτων, εἶτ’ ἤδη καὶ ζώντων χηνῶν καὶ λαγωῶν καὶ δορκάδων. ἀνεδίδου δὲ καὶ χρυσοῦς στεφάνους τοῖς δειπνοῦσι καὶ ἀργυρωμάτα καὶ θεράποντας καὶ ἵππους καὶ καμήλους. ἔδει τε ἀναβάντα ἐπὶ τὴν κάμηλον ἕκαστον πιεῖν καὶ λαβεῖν τε τὴν κάμηλον καὶ τὰ ἐπὶ τὴν κάμηλον καὶ τὸν παρεστῶτα παῖδα. καὶ
25Ἀντίοχος δὲ ὁ ἐπὶ Ἀρσάκην στρατεύσας ὑποδοχὰς ἐποιεῖτο καθ’ ἡμέραν ὀχλικάς, ἐν αἷς χωρὶς τῶν ἀναλισκομένων καὶ ἐκφατνιζομένων σωρευμάτων, φησὶ Ποσειδώνιος, ἕκαστος ἀπέφερε τῶν ἑστιατόρων ὁλομελῆ κρέα καὶ χερσαίων καὶ πτηνῶν καὶ θαλαττίων ζῴων ἀδιαίρετα ἐσκευασμένα, ἅμαξαν πληρῶσαι δυνάμενα. Πολυκράτης δὲ ὁ Σαμίων τύραννος ὑπὸ τρυφῆς τὰ
30πάντα συνῆγε, κύνας μὲν ἐξ Ἠπείρου, Μολοττικὰς καὶ Λακαίνας, αἶγας δὲ ἐκ Σκύρου καὶ Νάξου, ἐκ δὲ Μιλήτου καὶ Ἀττικῆς πρόβατα, ὗς δ’ ἐκ Σικελίας. μετεστέλλετο δὲ καὶ τεχνίτας ἐπὶ μεγάλοις μισθοῖς. πρὸ δὲ τοῦ τυραννῆσαι κατασκευασάμενος στρωμνὰς πολυτελεῖς καὶ ποτήρια ἐπέτρεπε χρῆσθαι τοῖς ἢ γάμον ἢ μείζους ὑποδοχὰς ποιουμένοις. καίπερ δὲ ὢν τύραννος
35καὶ περὶ φαύλας ὁμιλίας ἐπτοημένος, ὡς καὶ ἀντερᾶν Ἀνακρέοντι τῷ ποιητῇ, ὅτε καὶ δι’ ὀργὴν ἀπέκειρε τὸν ἐρώμενον, οὐδαμόθεν ἀναγέγραπται γυναῖκας ἢ παῖδας μεταπεμψάμενος. πρῶτος δὲ οὗτος ναῦς τινας πήξας ἀπὸ τῆς
πατρίδος Σαμίας ἐκάλεσεν. ἀπώλετο δὲ ζηλώσας, ὥς φησι Κλέαρχος, τὰ91 in vol. 2.2

2,2

92

Λυδῶν μαλακά. ὃς τῷ Σαρδέων Ἀγκῶνι Γλυκεῖ προσαγορευομένῳ τὴν παρὰ Σαμίους λαύραν ἀντεσκεύαζε στενήν τινα οὖσαν καὶ γυναικῶν δημιουργῶν πληθύουσαν καὶ τῶν πρὸς ἀπόλαυσιν. ὅτι Ἀλκισθένης ὁ Συβαρίτης τοιοῦτον ἱμάτιον πολυτελέστατον κατε‐
5σκεύασεν ὡς ἐν πανηγύρεσι προτίθεσθαι καὶ δεικνύμενον πρὸς πάντων θαυμάζεσθαι, οὗ κυριεύσας Διονύσιος ὁ πρεσβύτερος ἀπέδοτο Καρχηδονίοις ἑκατὸν καὶ εἴκοσι ταλάντων· ἱστορεῖ Ἀριστοτέλης ἐν τῷ περὶ τρυφῆς. Σμινδυρίδῃ δὲ τῷ Συβαρίτῃ ἐπὶ πλεῖστον χλιδῆς ἀφικομένῳ χίλιοι μάγειροι καὶ ὀρνιθευταὶ εἵποντο. ἐτρύφα δὲ πάνυ καὶ Διονύσιος ὁ νεώτερος
10Σικελίας τύραννος, περὶ οὗ Κλέαρχος γράφει· Διονύσιος ὁ Διονυσίου πάσης γενόμενος Σικελίας ἀλάστωρ εἰς τὴν Λοκρῶν παρελθὼν οὖσαν αὐτοῦ μητρό‐ πολιν (Δωρὶς γὰρ αὐτῷ ἡ μήτηρ τὸ γένος Λοκρίς) στρώσας οἶκον μέγιστον ἑρπύλλοις καὶ ῥόδοις μετεπέμπετο τὰς Λοκρῶν παρθένους καὶ γυμνὸς μετὰ γυμνῶν οὐδὲν αἰσχύνης παρέλιπεν ἐπὶ τοῦ στρώματος κυλινδούμενος. οἱ
15γοῦν ὑβρισθέντες μετ’ οὐ πολὺ γυναῖκα καὶ τέκνα ἐκείνου λαβόντες ὑποχείρια ἐπὶ τῆς ὁδοῦ στήσαντες μεθ’ ὕβρεως ἐνεκολάσταινον αὐτοῖς. καὶ ἐπεὶ τῆς ὕβρεως πλήρεις ἐγένοντο, κεντοῦντες ὑπὸ τοὺς τῶν χειρῶν ὄνυχας βελόναις ἀνεῖλον αὐτούς. εἶτα τὰ μὲν ὀστᾶ ἐν ὅλμοις κατέκοψαν, τὰ δὲ λοιπὰ κρεανεμησάμενοι ἐπηράσαντο τοῖς μὴ γευσαμένοις αὐτῶν. ὅθεν κατήλεσαν
20αὐτῶν τὰς σάρκας, ἵν’ ἡ τροφὴ σιτοποιουμένων κατεδεσθῇ· τὰ δὲ λείψανα κατεπόντωσαν. αὐτὸς δὲ Διονύσιος τέλος μητραγυρτῶν καὶ τυμπανοφορού‐ μενος οἰκτρῶς τὸν βίον κατέστρεψεν. εὐλαβητέον οὖν τὴν καλουμένην τρυφὴν οὖσαν τῶν βίων ἀνατροπήν. Γέλωνι δὲ Ἀκραγαντῖνοι κολυμβήθραν πολυτελῆ κατεσκεύασαν περίμετρον
25ἔχουσαν σταδίων ἑπτά, βάθος δὲ πηχῶν κʹ, εἰς ἣν ἐπαγομένων ποταμίων καὶ κρηναίων ὑδάτων ἰχθυοτροφεῖον εἶναι τῷ Γέλωνι· καθίπτασθαι δὲ καὶ κύκνων πλῆθος εἰς αὐτήν. καὶ ἦν ἐπιτερπὴς ἡ θέα, κατεχώσθη δὲ ὕστερον. ἐν δὲ Συρακούσαις κῆπος ἦν πολυτελής, ὃς ἐκαλεῖτο Μῦθος, ἐν ᾧ Ἱέρων ἐχρημάτιζεν, ἡ δὲ Πανορμῖτις τῆς Σικελίας πᾶσα κῆπος προσαγορεύεται
30διὰ τὸ πᾶσα εἶναι πλήρης δένδρων ἡμέρων. Δαμόφιλος δὲ ὁ Σικελιώτης, ὥς φησι Ποσειδώνιος, τρυφῆς δοῦλος ἦν καὶ κακουργίας τετρακύκλους ἀπήνας διὰ τῆς χώρας περιαγόμενος καὶ ἵππους καὶ θεράποντας ὡραίους καὶ παρα‐ δρομὴν κολάκων ἀνάγωγον. ὕστερον δὲ πανοικίᾳ κατέστρεψε τὸν βίον ὑπὸ τῶν οἰκετῶν περιυβρισθείς. Δημήτριος δὲ ὁ Φαληρεὺς χιλίων διακοσίων
35ταλάντων κατ’ ἐνιαυτὸν κύριος γενόμενος καὶ βραχέα δαπανῶν εἰς τὴν τῆς πόλεως διοίκησιν τὰ λοιπὰ πάντα διὰ τὴν ἔμφυτον ἀκρασίαν ἠφάνιζεν. ταῖς μὲν εἰς τὰ δεῖπνα δαπάναις, φησὶ Δοῦρις, τοὺς Μακεδόνας ὑπερβαλών,
τῇ δὲ καθαρειότητι Κυπρίους καὶ Φοίνικας ῥάσματά τε μύρων πίπτειν ποιῶν92 in vol. 2.2

2,2

93

ἐπὶ γῆν. ἦσαν δὲ καὶ πρὸς γυναῖκας αὐτῷ ὁμιλίαι σιωπώμεναι καὶ νεανίσκων ἔρωτες νυκτερινοί, καὶ ὁ τοῖς ἄλλοις τιθέμενος θεσμοὺς καὶ βίους τάττων ἀνομοθέτητον ἑαυτῷ τὸν βίον κατεσκεύαζεν. ἐπεμελεῖτο δὲ καὶ τῆς ὄψεως τήν τε τρίχα ξανθιζόμενος καὶ παιδέρωτι τὸ πρόσωπον ὑπαλειφόμενος καὶ
5τοῖς ἄλλοις ἀλείμμασι ἐγχρίων ἑαυτόν· ἠβούλετο γὰρ καὶ τὴν ὄψιν ἱλαρὸς καὶ ἡδὺς φαίνεσθαι. ἄγοντι δὲ τὴν τῶν Διονυσίων πομπὴν ᾖδεν ὁ χορὸς ποιήματα, ἐν οἷς ἡλιόμορφος προσηγορεύετο· ἐξόχως τε εὐγενέτας ἠπιό‐ μορφος. τοσαῦτα δὲ ἦν αὐτῷ τὰ ἐν δείπνοις παρασκευαζόμενα καθ’ ἡμέραν ὥστε χαρισαμένου τῷ Μοσχίωνι τὰ λείψανα Μοσχίων ἐν ἔτεσι δύο τρεῖς
10συνοικίας ἐωνήσατο. ἐζηλοτύπουν δὲ οἱ παῖδες τὸν ἐρώμενον αὐτοῦ Δίογνιν· καὶ τοσοῦτον ἦν τῷ Δημητρίῳ προσελθεῖν ὥστε περιπατοῦντος αὐτοῦ οἱ παῖδες συνήρχοντο, ἵν’ ὀφθεῖεν αὐτῷ. ὅτι τρυφῆς ἡγεμὼν Ῥωμαίοις Λεύκολλος ἐγένετο δυεῖν βασιλέων καρ‐ πωσάμενος πλοῦτον Μιθριδάτου καὶ Τιγράνου καὶ ἀφικόμενος εἰς Ῥώμην
15καὶ θριαμβεύσας. καὶ Παυσανίας δὲ καὶ Λύσανδρος ἐπὶ τρυφῇ διαβόητοι· καίτοι Θεόπομπος περὶ Λυσάνδρου φησὶν ὅτι φιλόπονός τε ἦν καὶ ἡδονῶν ἁπασῶν κρείττων. γενομένης οὖν τῆς Ἑλλάδος σχεδὸν ἁπάσης ὑπ’ αὐτὸν κύριον ἐν οὐδεμιᾷ φανήσεται τῶν πόλεων πρὸς ἡδονὰς ὁρμήσας ἢ πότοις ἀκαίροις χρησάμενος.
20 ὅτι Παῤῥάσιος ὁ Ἐφέσιος ζωγράφος πορφύραν ἀμπεχόμενος καὶ χρυσοῦν στέφανον ἐπὶ κεφαλῆς ἔχων καὶ παρὰ μέλος ὑπὲρ τὴν γραφικὴν τρυφῶν, λόγῳ δὲ τῆς ἀρετῆς ἀντιλαμβανόμενος ἐπέγραψε τοῖς αὐτοῦ ἔργοις· ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδε ἔγραψεν. καί τις ὑπεραλγήσας παρέγραψεν· ῥαβδοδίαιτος ἀνήρ. ηὔχει δὲ οὗτος τὰ τῆς τέχνης εὑρῆσθαι
25αὐτῷ τέρματα ἐπάγων καὶ ὅτι ἂν ὑπέρβλητος αὐτῷ πέπηγεν οὖρος. ἀμώ‐ μητον δ’ οὐδὲν ἐγένετο βροτοῖς. ἀγωνιζόμενος δέ ποτε πρὸς καταδεέστερον ἐν Σάμῳ τὸν Αἴαντα καὶ ἡττηθείς, συναχθομένων αὐτῷ τῶν φίλων, ἔφη ὡς αὐτὸς μὲν ὀλίγον φροντίζει, Αἴαντι δὲ συνάχθοιτο δεύτερον ἡττηθέντι. ἐφόρει δὲ ὑπὸ τρυφῆς πορφυρίδα καὶ στρόφιον λευκὸν περὶ τὴν κεφαλὴν
30εἶχε σκίπωνί τε ἐπεστηρίζετο χρυσᾶς ἕλικας ἐμπεπαιγμένῳ, χρυσοῖς τε ἀνασπαστοῖς ἐπέσφιγγε τῶν βλαυτῶν τοὺς ἀναγωγέας. ἀλλ’ οὐδὲ τὰ κατὰ τὴν τέχνην ἀηδῶς ἐποιεῖτο, ἀλλὰ ῥᾳδίως, ὡς καὶ ᾄδειν γράφοντα. τερα‐ τευόμενος δὲ ἔλεγεν, ὅτε τὸν ἐν Λίνδῳ Ἡρακλέα ἔγραφεν, ὡς ὄναρ αὐτῷ ἐπιφαινόμενος ὁ θεὸς σχηματίζοι αὐτὸν πρὸς τὴν τῆς γραφῆς ἐπιτηδειότητα.
35ἐπέγραψεν οὖν τῷ πίνακι· οἷος δ’ ἐννύχιον φαντάζετο πολλάκι φοιτῶν Παῤῥασίῳ δι’ ὕπνου, τοῖος ὁδ’ ἐστὶν ὁρᾶν. καὶ φιλοσόφων δ’ αἱρέσεις ὅλαι τῆς περὶ τρυφὴν αἱρέσεως ἀντεποιήσαντο, ὡς ἡ Κυρηναικὴ καλουμένη ἀπ’
Ἀριστίππου τοῦ Σωκρατικοῦ τὴν ἀρχὴν λαβοῦσα, ὃς ἀποδεξάμενος τὴν93 in vol. 2.2

2,2

94

ἡδυπάθειαν ταύτην τέλος εἶναι ἔφη καὶ ἐν αὐτῇ τὴν εὐδαιμονίαν βεβλῆσθαι· καὶ μονόχρονον αὐτὴν εἶναι, παραπλησίως τοῖς ἀσώτοις ἑνὶ μόνῳ τὸ ἀγαθὸν κρίνων τῷ παρόντι, τὸ δὲ ἀπολελαυκέναι καὶ ἀπολαύσειν οὐδὲν νομίζων πρὸς αὐτόν, τὸ μὲν ὡς οὐκέτ’ ὄν, τὸ δὲ οὔπω καὶ ἄδηλον. ὡμολόγησε
5δ’ αὐτοῦ τῷ δόγματι καὶ ὁ βίος, ὃν ἐν πάσῃ τρυφῇ ἐβίωσε καὶ πολυτελείᾳ μύρων καὶ ἐσθήτων καὶ γυναικῶν. Λαίδα γοῦν ἀναφανδὸν εἶχε τὴν ἑταίραν καὶ ταῖς Διονυσίου πολυτελείαις ἔχαιρε, καίτοι πολλάκις ἐνυβριζόμενος. ἀδόξου γοῦν ποτε κλισίας παρ’ αὐτῷ τυχὼν ἤνεγκεν, ἐρωτηθεὶς δὲ τί φαί‐ νεται ἡ κατάκλισις πρὸς τὴν χθὲς ἔφη παραπλησίαν εἶναι. ἐκείνη τε γὰρ
10ἀδοξεῖ τήμερον χωρισθεῖσα ἐμοῦ, χθὲς δὲ πασῶν ἦν ἐνδοξοτέρα δι’ ἡμᾶς, αὕτη τε τήμερον ἔνδοξος γέγονε διὰ τὴν ἡμετέραν παρουσίαν, χθὲς δὲ †οὐ δόξει μὲν παρόντος ἐμοῦ. διέτριβε δὲ τὰ πολλὰ ἐν Αἰγίνῃ τρυφῶν. πολλάκις δὲ ἐνουθέτει αὐτὸν ὁ Σωκράτης καὶ τὴν ἠθοποιίαν πλάσας τῆς Ἡδονῆς καὶ τῆς Ἀρετῆς εἰσῆγεν. ὁ δ’ Ἀρίστιππος ἐπὶ τῆς Λαίδος ἔλεγεν·
15ἔχω καὶ οὐκ ἔχομαι. καὶ παρὰ Διονυσίῳ δὲ διηνέχθη τισὶ περὶ ἐκλογῆς τριῶν γυναικῶν. καὶ μύροις ἐλούετο καὶ ἔφασκεν ὅτι ἐν βακχεύμασιν οὖσα ἥ γε σώφρων οὐ διαφθαρήσεται. τοῦτον κωμῳδῶν Ἄλεξις παράγει οἰκέτην μαθητοῦ αὐτοῦ λέγοντα ὡς ἄρα φοιτήσας σοφιστῇ εὐφυεῖ, μᾶλλον δὲ πάντων πρωτεύοντι ἀκολασίᾳ τὴν τέχνην μὲν οὐ πάνυ ἐξέμαθε, τὴν δ’ ἀρ‐
20τηρίαν συνήρπασεν. Ἀντιφάνης δὲ περὶ τῆς τῶν φιλοσόφων τρυφερότητος διαλεγόμενός φησιν· ὦ ’τάν, κατανοεῖς τίς ποτ’ ἐστὶν οὑτοσὶν ὁ γέρων; ἀπὸ τῆς μὲν ὄψεως Ἑλληνικός· λευκὴ χλανίς, φαιὸς χιτωνίσκος καλός, πιλίδιον ἁπαλόν, εὔρυθμος βακτηρία, βαιὰ τράπεζα—τί μακρὰ δεῖ λέγειν; ὅλως αὐτὴν ὁρᾶν τὴν Ἀκαδημίαν δοκῶ.
25 ὅτι Πολύαρχος ὁ ἡδυπαθὴς ἐπικαλούμενος, ἐμπεσούσης ποτὲ ἀπορίας καὶ σκέψεως περί τε τῶν ἐπιθυμιῶν καὶ τὸ σύνολον περὶ τῶν σωματικῶν ἡδονῶν, ἔφη· ἐμοὶ μέν, ὦ ἄνδρες, πολλάκις ἤδη πέφηνε ἐπισκοποῦντι κομιδῇ τὸ τῶν ἀρετῶν τούτων κατασκεύασμα καὶ πολὺ τῆς φύσεως ἀφεστηκὸς εἶναι. ἡ γὰρ φύσις ὅταν φθέγγηται τὴν ἑαυτῆς φωνήν, ἀκολουθεῖν κελεύει ταῖς
30ἡδοναῖς καὶ τοῦτό φησιν εἶναι νοῦν ἔχοντος. τεκμήριον δὲ τὸ πάντας ἀν‐ θρώπους, ὅταν ἐξουσίας ἐπιλάβωνται μέγεθος ἀξιόχρεων ἐχούσης, ἐπὶ τὰς σωματικὰς ἡδονὰς καταφέρεσθαι, τὰ δ’ ἄλλα ἐν παρέργῳ τίθεσθαι χώρᾳ. εἶτα προφέρει τοὺς Περσῶν καὶ Λυδῶν καὶ Μήδων καὶ Σύρων βασιλεῖς, οἷς οὐδὲν γένος ἡδονῆς ἀζήτητον γέγονεν, ἀλλὰ καὶ δῶρα παρὰ τοῖς Πέρσαις
35προὔκειτο τοῖς δυναμένοις ἐξευρίσκειν καινὴν ἡδονήν. ἡ γὰρ καινότης με‐ γάλην ἔχει δύναμιν πρὸς τὸ μείζω φανῆναι τὴν ἡδονήν. τῶν δὲ χρονι‐ ζουσῶν ἡδονῶν κἂν ὦσι σφόδρα διηκριβωμέναι ταχὺ ἡ ἀνθρωπίνη φύσις
ἐμπίμπλαται. ἐντεῦθεν πολλὰ βρωμάτων εἴδη, πολλὰ δὲ καὶ πεμμάτων,94 in vol. 2.2

2,2

95

πολλὰ δὲ θυμιαμάτων καὶ μύρων, πολλὰ δὲ ἱματίων καὶ στρωμάτων καὶ ποτηρίων καὶ τῶν ἄλλων σκευῶν· πάντα γὰρ δὴ ταῦτα συμβάλλεσθαί τινας ἡδονάς, ὅταν ᾖ ὑποκειμένη ὕλη τῶν θαυμαζομένων· ὃ δὴ πεπονθέναι δοκεῖ χρυσὸς καὶ ἄργυρος καὶ τὰ πολλὰ τῶν εὐοφθάλμων τε καὶ σπανίων.
5εἶτα μέμνηται καὶ τῆς περὶ τὸν χρῶτα τοῦ Περσῶν βασιλέως ὀδμῆς καὶ τῆς εὐμορφίας καὶ τῆς ὁμιλίας καὶ τῶν θεωρημάτων καὶ ἀκροαμάτων καὶ κρίνει τοῦτον εὐδαιμονέστατον. πλεῖσται γὰρ αὐτῷ, φησί, καὶ τελειόταται παρεσκευασμέναι εἰσὶν ἡδοναί. μετὰ δ’ ἐκεῖνον τάττει τὸν νεώτερον Διονύσιον, καίπερ πολὺ λειπόμενον. ἐκείνῳ μὲν γὰρ ἡ Ἀσία ὅλη χορηγεῖ, τὸ δὲ
10Διονυσίου χορηγεῖον, φησί, παντελῶς εὐτελὲς πρὸς ἐκεῖνο συγκρινόμενον. οἱ δὲ νομοθέται ὁμαλίζειν βουληθέντες τὸ τῶν ἀνθρώπων γένος καὶ μηδένα τῶν πολιτῶν τρυφᾶν, ἀνακῦψαι πεποιήκασι τὸ τῶν ἀρετῶν εἶδος· καὶ ἔγραψαν νόμους περὶ συναλλαγμάτων καὶ τῶν ἄλλων καὶ δὴ καὶ περὶ ἐσθῆτος καὶ τῆς λοιπῆς διαίτης, ὅπως ᾖ ὁμαλής. πολεμούντων οὖν τῶν νομοθετῶν τῷ
15τῆς πλεονεξίας γένει, πρῶτον μὲν ὁ περὶ τὴν δικαιοσύνην ἔπαινος ηὐξήθη, καί πού τις ποιητὴς εἶπε· δικαιοσύνας τὸ χρύσεον πρόσωπον. καὶ πάλιν· τὸ χρύσεον ὄμμα τὸ τᾶς Δίκας. ἀπεθεώθη δὲ καὶ αὐτὸ τὸ τῆς δίκης ὄνομα· ὥστε παρ’ ἐνίοις καὶ βωμοὺς καὶ θυσίας γίνεσθαι Δίκῃ. μετὰ ταύτην δὲ σωφροσύνην καὶ ἐγκράτειαν ἐπεισεκώμασαν, καὶ πλεονεξίαν
20ἐκάλεσαν τὴν ἐν ἀπολαύσεσιν ὑπεροχήν. ὥστε τὸν πειθαρχοῦντα τοῖς νόμοις καὶ τῇ τῶν πολλῶν φήμῃ μετριάζειν περὶ τὰς σωματικὰς ἡδονάς. ὅτι τὸ παλαιὸν τοῖς δυνάσταις ἐπιθυμία ἦν μέθης, ὥς φησι Δοῦρις. διὸ ποιεῖν τὸν Ὅμηρον τῷ Ἀγαμέμνονι λοιδορούμενον τὸν Ἀχιλλέα καὶ λέγοντα· οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων. καὶ τὸν θάνατον δ’ ἀποσημαίνων
25τοῦ βασιλέως φησίν· ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας κείμεθα. φιλήδονος δ’ ἦν καὶ Σπεύσιππος ὁ Πλάτωνος συγγενὴς καὶ διάδοχος τῆς σχολῆς. Διονύσιος γοῦν ἐπιστείλας αὐτῷ φιληδονίας καὶ φιλαργυρίας ὀνειδίζει καὶ τὸν Λασθενίας τῆς Ἀρκαδικῆς ἔρωτα, ἣ καὶ Πλάτωνος ἠκηκόει.
30 καὶ Ἐπίκουρος δὲ καὶ οἱ ἀπὸ τούτου τὴν κατὰ κίνησιν ἡδονὴν ἠσπάζοντο, ἵνα μὴ τοὺς κατοιγισμοὺς λέγω καὶ τὰ ἐπεντρώματα, ἃ πολλάκις προ‐ φέρεται ὁ Ἐπίκουρος, καὶ τοὺς γαργαλισμοὺς καὶ τὰ νύγματα, ὃς καί φησί που· οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφαιρῶν μὲν τὰς διὰ χυλῶν ἡδονάς, ἀφαιρῶν δὲ τὰς δι’ ἀκροαμάτων, ἀφαιρῶν δὲ καὶ τὰς διὰ
35μορφῆς κατ’ ὄψιν ἡδείας κινήσεις. καὶ πάλιν· ἀρχὴ καὶ ῥίζα παντὸς ἀγαθοῦ ἡ τῆς γαστρὸς ἡδονή· καὶ τὰ σοφὰ τὰ περισσὰ ἐπὶ ταύτην ἔχει τὴν ἀνα‐ φοράν. πάλιν· τιμητέον τὸ καλὸν καὶ τὰς ἀρετὰς καὶ τὰ τοιουτότροπα,
ἐὰν ἡδονὴν παρασκευάζῃ· σαφῶς ὑπουργὸν ἐν τούτοις ποιῶν τὴν ἀρετὴν95 in vol. 2.2

2,2

96

τῆς ἡδονῆς. πάλιν· προσπτύω τῷ καλῷ καὶ τοῖς κενῶς αὐτὸ θαυμάζουσιν, ὅταν μηδεμίαν ἡδονὴν ποιῇ. καλῶς ἄρα ποιοῦντες Ῥωμαῖοι οἱ πάντ’ ἄριστοι Ἄλιον καὶ Φιλίσκον τοὺς Ἐπικουρείους ἐξέβαλον τῆς πόλεως δι’ ἃς εἰσ‐ ηγοῦντο ἡδονάς. ἀλλὰ καὶ Μεσσήνιοι κατὰ ψήφισμα ἐξέωσαν τοὺς Ἐπικου‐
5ρείους, Ἀντίοχος δὲ ὁ βασιλεὺς καὶ πάντας τοὺς φιλοσόφους τῆς αὐτοῦ βασιλείας, γράψας τάδε· βασιλεὺς Ἀντίοχος Φανίᾳ. ἐγράψαμεν ὑμῖν καὶ πρότερον ὅπως μηδεὶς ᾖ φιλόσοφος ἐν τῇ πόλει μηδ’ ἐν τῇ χώρᾳ. πυν‐ θανόμεθα δὲ οὐκ ὀλίγους εἶναι καὶ τοὺς νέους λυμαίνεσθαι διὰ τὸ μηθὲν πεποιηκέναι ὑμᾶς ὧν ἐγράψαμεν περὶ τούτων. ὡς ἂν οὖν λάβῃς τὴν ἐπι‐
10στολήν, σύνταξον κήρυγμα ποιήσασθαι, ὅπως οἱ μὲν φιλόσοφοι πάντες ἀπαλ‐ λάσσωνται ἐκ τῶν τόπων ἤδη, τῶν δὲ νεανίσκων ὅσοι ἐὰν ἁλίσκωνται πρὸς τούτοις γινόμενοι, διότι κρεμήσονται καὶ οἱ πατέρες αὐτῶν ἐν αἰτίαις ἔσονται ταῖς μεγίσταις· καὶ μὴ ἄλλως γίνηται. εἰσηγεῖτο δὲ τὴν ἡδονὴν καὶ Σοφοκλῆς εἰπὼν ἐν Ἀντιγόνῃ· τὰς γὰρ ἡδονὰς ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ’
15ἐγὼ ζῆν τοῦτον, ἀλλ’ ἔμψυχον ἡγοῦμαι νεκρόν. πλούτει τε γὰρ κατ’ οἶκον καὶ τὰ ἑξῆς. Λύκων δὲ ὁ περιπατητικὸς κατ’ ἀρχὰς ἐπιδημήσας παιδείας ἕνεκα ταῖς Ἀθήναις περὶ συμβολικοῦ κώθωνος καὶ πόσον ἑκάστη τῶν ἑται‐ ρουσῶν ἐπράττετο μίσθωμα ἀκριβῶς ἠπίστατο. ὕστερον δὲ καὶ τοῦ περιπάτου προστὰς ἐδείπνιζε τοὺς φίλους ἀλαζονείᾳ πολλῇ χρώμενος. πολλοὶ γοῦν
20βουλόμενοι προσιέναι πρὸς τὴν διατριβὴν ἀνεκόπτοντο. καίτοι οἱ περὶ Πλάτωνα, φησίν, φασί, καὶ Σπεύσιππον οὐ χάριν ἐξοινίας τὰς συνόδους ταύτας ἐποιή‐ σαντο, ἀλλ’ ἵνα φαίνωνται καὶ τὸ θεῖον τιμῶντες καὶ φυσικῶς ἀλλήλοις συμπεριφερόμενοι, καὶ τὸ πλεῖστον ἕνεκα ἀνέσεως καὶ φιλολογίας. ὁ δὲ Λύκων καὶ σφαιριστὴς ἀγαθὸς ἦν καὶ εἰκοσίκλινον εἶχεν οἶκον ἐπιτήδειον
25πρὸς τὰς ὑποδοχάς. ὅτι Ἀναξάρχῳ περιπεσούσης ἐξουσίας γυνὴ μὲν οἰνοχόει παιδίσκη πρόσ‐ ηβος, ἀνασύρουσα πρὸς ἀλήθειαν τὴν τῶν οὕτως αὐτῇ χρωμένων ἀκρασίαν. ὁ δὲ σιτοποιὸς χειρῖδας ἔχων καὶ περὶ τῷ στόματι κημὸν ἔτριβε τὸ σταῖς, ἵνα μήτε ἱδρὼς ἐπιῤῥέοι μήτε τοῖς φυράμασιν ὁ τρίβων ἐμπνέοι. διὸ ἐκεῖνά
30τις ἂν εἴποι τῷ σοφῷ τούτῳ φιλοσόφῳ· ξανθοῖς μύροις χρῶτα λιπαίνων, χλανίδας θ’ ἕλκων, βλαύτας σύρων, βολβοὺς τρώγων, τυροὺς κάπτων, ᾠὰ κο‐ λάπτων, κήρυκας ἔχων, Χῖον πίνων, κἀν σκυταρίοις ῥαπτοῖς φορῶν Ἐφεσήια γράμματα καλά. Γοργίας γε μὴν ὁ Λεοντῖνος διὰ τὸ σωφρόνως ζῆν σχεδὸν ὀγδοήκοντα ἔτη τῷ φρονεῖν συνεβίωσεν. καὶ ἐπεί τις αὐτὸν ἤρετο τίνι διαίτῃ
35χρώμενος οὕτως ἐμμελῶς καὶ μετὰ αἰσθήσεως τοσοῦτον χρόνον ζήσειεν, οὐδὲν πώποτ’, εἶπεν, ἡδονῆς ἕνεκα πράξας. οἳ δέ φασιν ὅτι ἐρωτηθείς τί αὐτῷ γέγονεν αἴτιον τοῦ βιῶσαι πλεῖον τῶν ἑκατὸν ἐτῶν, ἔφη τὸ μηθὲν πώποτ’
ἑτέρου ἕνεκα πεποιηκέναι. Ὦχος δὲ ὡς τελευτῶντα ἠρώτησεν ὁ πρεσβύ‐96 in vol. 2.2

2,2

97

τατος τῶν υἱῶν τί πράσσων τοσαῦτ’ ἔτη διαφυλάξειε τὴν βασιλείαν, ἵνα καὶ αὐτὸς τοῦτον μιμοῖτο· τὰ δίκαια πράττων, εἶπεν. ὅτι Τιθωνὸς ἀπὸ τῆς ἕω μέχρι δυσμῶν κοιμώμενος μόλις πρὸς ἑσπέραν τῇ ἐπιθυμίᾳ ἐπηγείρετο· ὅθεν Ἠοῖ συγκοιμᾶσθαι λεχθεὶς διὰ τὸ ταῖς
5ἐπιθυμίαις ἐμπεπλέχθαι ἐπὶ τῷ γήρᾳ καθεῖρκται, κρεμαστὸς ὢν πρὸς ἀλή‐ θειαν ἐκ τούτων. καὶ Μελάνθιος δὲ τὸν αὐτοῦ τράχηλον κατατείνων ἀπήγχετο ἐκ τῶν ἀπολαύσεων, κνισσότερος ὢν τοῦ Ὀδυσσέως Μελανθίου. Διονύσιος δὲ ὁ Ἡρακλείας τύραννος ὑπὸ τῆς καθ’ ἡμέραν ἀδηφαγίας ἔλαθεν ὑπερ‐ σαρκήσας, ὥστε διὰ τὸ πάχος ἐν δυσπνοίᾳ αὐτὸν συσχεθῆναι καὶ πνιγμῷ.
10διὸ συνέταξαν οἱ ἰατροὶ κατασκευάσαι βελόνας λεπτὰς τῷ μήκει διαφε‐ ρούσας, αἷς διὰ τῶν πλευρῶν καὶ τῆς κοιλίας διωθεῖν, ὅταν εἰς ὕπνον τύχῃ βαθύτερον ἐμπεσών. μέχρι μὲν οὖν τινος ὑπὸ τῆς πεπρωμένης ἐκ τοῦ στέατος σαρκὸς οὐκ ἐνεποίει τὴν αἴσθησιν· εἰ δὲ πρὸς τὸν καθαρὸν τόπον ἡ βελόνη διελθοῦσα ἔθιγεν, τότε διηγείρετο. ἐχρημάτιζε δὲ τοῖς βουλομένοις
15προτιθέμενος κιβωτὸν τοῦ σώματος, ἵνα τὰ μὲν λοιπὰ μέρη κρύπτῃ, τὸ δὲ πρόσωπον μόνον ὑπερέχων διαλέγοιτο τοῖς ἀπαντῶσιν, περὶ οὗ φησι Μένανδρος· παχὺς γὰρ ὗς ἔκειτ’ ἐπὶ στόμα. καὶ πάλιν· ἐτρύφησεν, ὥστε μὴ πολὺν τρυφᾶν χρόνον. καὶ πάλιν· μόνος μοι θάνατος οὗτος φαίνεται εὐθάνατος, ἔχοντα πολλὰς χολάδας κεῖσθαι παχὺν ὕπτιον, μόλις λαλοῦντα
20καὶ τὸ πνεῦμ’ ἔχοντ’ ἄνω, ἐσθίοντα καὶ λέγοντα· σήπομ’ ὑπὸ τῆς ἡδονῆς. ἦν δὲ τῶν πρὸ αὐτοῦ τυράννων ἐπιεικέστατος. ὅτι Πτολεμαῖος ὁ ἕβδομος Αἰγύπτου βασιλεύς, ὁ αὐτὸν μὲν Εὐεργέτην ἀνακηρύττων, ὑπὸ δὲ Ἀλεξανδρέων Κακεργέτης ὀνομαζόμενος διέφθαρτο τὸ σῶμα ὑπὸ παχύτητος καὶ γαστρὸς δυσπεριλήπτου τὸ μέγεθος, ὃς οὐδέποτε
25προῄει πεζός. ὅτι δὲ τρυφῆς ἦν οὐκ ἀλλότριος, καὶ αὐτὸς περὶ ἑαυτοῦ μαρτυρεῖ φάσκων· Ἀρτεμίσια μεγίστη ἑορτὴ ἐν Κυρήνῃ, ἐν ᾗ ὁ ἱερεύς (ἐνιαύσιος δ’ ἐστί) δειπνίζει τοὺς πρὸ ἑαυτοῦ ἱερευσαμένους· τοῦτο δ’ ἐστὶ κεραμεοῦν ἄγγος ἐπιδεχόμενον ὡς εἴκοσιν ἀρτάβας, ἐν ᾧ πολλὰ μὲν τῶν ἀγριμαίων ἔγκειται πεπονημένα, πολλὰ δὲ σῖτα καὶ τῶν ἡμέρων ὀρνίθων
30καὶ ἄλλα τοιαῦτα. ἡμεῖς δέ (ἐγένετο δὲ καὶ οὗτος ἱερεὺς τοῦ Κυρηναίου Ἀπόλλωνος, περιειλόμεθα), φησί, τὰ τοιαῦτα· φιάλας δ’ ὁλαργύρους ἵππον τε κατεσκευασμένον σὺν ἱπποκόμῳ καὶ φαλάροις διαχρύσοις ἐδώκαμεν. εἰς πάχος δὲ ἐκδεδώκει καὶ ὁ υἱὸς αὐτοῦ Ἀλέξανδρος, ὁ τὴν μητέρα ἀποκτείνας συμβασιλεύουσαν αὐτῷ. ὃς οὐδὲ πατεῖν οἷός τ’ ἦν, εἰ μὴ δυσὶν ἐπαπερειδόμενος
35ἐπορεύετο, εἰς δὲ τὰς ἐν τοῖς συμποσίοις ὀρχήσεις ἀπὸ μετεώρων κλινῶν καθαλλόμενος ἀνυπόδητος συντονωτέρας αὐτὰς τῶν ἠσκηκότων ἐποιεῖτο. Μάγης δὲ ὁ Κυρήνης βασιλεὺς ἔτη πεντήκοντα ἀπολέμητος γενόμενος καὶ
δι’ ἀργίαν σώματος καὶ πλῆθος τροφῆς κατάσαρκος γενόμενος ὑπὸ τοῦ97 in vol. 2.2

2,2

98

πάχους ἀπεπνίγη. παρὰ δὲ Λακεδαιμονίοις οὐ τῆς τυχούσης ἀδοξίας ἐνομίζετο. εἴ τις ἦν ἢ τὸ σχῆμα ἀνανδρότερον ἔχων ἢ τὸν ὄγκον τοῦ σώματος προπετῆ, γυμνῶν κατὰ δέκα ἡμέρας παρισταμένων τοῖς ἐφόροις τῶν νέων. οἱ ἔφοροι καὶ τὰ περὶ τὴν ἔνδυσιν καὶ στρωμνὴν τῶν νέων καθ’ ἑκάστην καθεώρων.
5ἦσαν δὲ καὶ ὀψοποιοὶ Λακεδαιμονίοις κρέως σκευασίας, ἄλλου δ’ οὐδενός. Ναυκλείδην γοῦν ὑπερσαρκοῦντα τῷ σώματι καταβιβάσαντες εἰς μέσην τὴν ἐκκλησίαν παρ’ ὀλίγον ἐξέβαλον ἐκ τῆς πόλεως, ἀπειλήσαντες τοῦτο ποιήσειν, εἰ μὴ τὸν βίον ἐπανορθώσαιτο, πολλὰ καὶ Λυσάνδρου ὀνειδίσαντος ἐν τῷ κοινῷ ὡς τρυφῶντι καὶ εἰπόντος ὅτι καὶ Ἀγησίλαος, ὅτε διέτριβε
10περὶ τὸν Ἑλλήσποντον πολεμῶν τοῖς βαρβάροις, ὁρῶν τοὺς Ἀσιαγενεῖς στολαῖς μὲν πολυτελῶς ἠσκημένους, τοῖς σώμασι δ’ ἀχρείους, γυμνοὺς ἐκέλευσε τοὺς ἁλισκομένους ἐπὶ τὸν κήρυκα ἄγειν καὶ χωρὶς πωλεῖν τῶν τούτων ἱματισμῶν, ὅπως οἱ σύμμαχοι εἰδότες διότι πρὸς μὲν ἆθλα μεγάλα, πρὸς δ’ ἄνδρας εὐτελεῖς ὁ ἀγὼν συνέστηκε, προθυμότερον ὁρμῶσιν ἐπὶ τοὺς
15ἐναντίους. Λέων δ’ ὁ Βυζάντιος πάνυ παχὺς ὢν τὸ σῶμα, τοῖς πολίταις ποτὲ στασιάζουσι πρὸς ἀλλήλους παρακαλῶν εἰς φιλίαν ἔλεγε· ὁρᾶτε μέν, ἄνδρες πολῖται, οἷός εἰμι τὸ σῶμα· ἀλλὰ καὶ γυναῖκα ἔχω πολλῷ ἐμοῦ παχύτεραν. ὅταν οὖν ὁμονοῶμεν, καὶ τὸ τυχὸν ἡμᾶς σκιμπόδιον δέχεται· ἐὰν δὲ στασιάσωμεν, οὐδ’ ἡ συμπᾶσα οἰκία. κάλλιον οὖν πενομένους εἶναι
20λεπτοτέρους Λεωτροφίδου καὶ Θυμάντιδος ὧν καταλέγει Ἕρμιππος (οἱ γὰρ πενόμενοι ἀνάπηρά σοι θύουσιν ἤδη βοίδια Λεωτροφίδου λεπτότερα καὶ Θουμάντιδος) ἢ ὑπερπλουτοῦντα τῷ Ταναγραίῳ κήτει ἐοικέναι. καὶ Ἀριστο‐ φάνης δὲ λεπτοὺς καταλέγει Σαννυρίωνα τραγῳδὸν καὶ Μέλιτον καὶ Κινησίαν, οὓς καὶ πρέσβεις ὑπὸ τῶν ποιητῶν φησιν εἰς Ἅιδου πέμπεσθαι πρὸς τοὺς
25ἐκεῖ ποιητὰς καὶ ᾁδοφοίτας τούτους καλεῖ. οὕς φησι καὶ ἐπὶ λεπτῶν ἐλπίδων ὀχεῖσθαι. εἰς δὲ τὸν Κινησίαν καὶ ὅλον δρᾶμα γέγραφε Στράττις Φθιώτην Ἀχιλλέα αὐτὸν καλῶν διὰ τὸ ἐν τῇ αὐτοῦ ποιήσει συνεχῶς τὸ Φθιῶτα λέγειν. παίζων οὖν εἰς τὴν ἰδέαν αὐτοῦ ἔφη· Φθιῶτ’ Ἀχιλλεῦ. Ἀριστοφάνης δὲ φιλύρινον ἐκάλει διὰ τὸ φιλύρας τοῦ ξύλου λαμβάνοντα
30σανίδα συμπεριζώννυσθαι, ἵνα μὴ κάμπτηται διά τε τὸ μῆκος καὶ τὴν ἰσχνότητα. ἦν δὲ καὶ ἀσεβὴς καὶ παράνομος, ὡς Λυσίας ὁ ῥήτωρ φησίν, ὃν καὶ οὕτω φησὶν ὑπὸ τῶν θεῶν διατεθεῖσθαι ὥστε τοὺς ἐχθροὺς βούλεσθαι αὐτὸν ζῆν μᾶλλον ἢ τεθνάναι παράδειγμα τοῖς ἄλλοις, ἵν’ ἴδωσιν ὅτι τοῖς λίαν ὑβριστικῶς πρὸς τὰ θεῖα διακειμένοις οὐκ εἰς τοὺς παῖδας ἀποτίθενται
35τὰς τιμωρίας, ἀλλ’ αὐτοὺς κακῶς ἀπολλύουσι. τὸ μὲν γὰρ ἀποθανεῖν ἢ καμεῖν νομίμως κοινὸν ἡμῖν ἅπασιν, τὸ δ’ οὕτως ἔχοντα διατελεῖν καὶ καθ’ ἑκάστην ἀποθνῄσκοντα μὴ δύνασθαι τελευτῆσαι τὸν βίον τούτοις μόνοις
προσήκει τοῖς τοιαῦτα ἅπερ οὗτος ἐξημαρτήκει. λεπτότερος δ’ ἦν Φιλήτας98 in vol. 2.2

2,2

99

ὁ Κῷος ποιητής, ὃς διὰ τὴν τοῦ σώματος ἰσχνότητα σφαίρας ἐκ μολίβου πεποιημένας εἶχε περὶ τὼ πόδε, ὡς μὴ ὑπὸ ἀνέμου ἀνατραπείη. Ἀρχέστρατον δέ φησι τὸν μάντιν Πολέμων ἁλόντα ὑπὸ πολεμίων καὶ ἐπὶ ζυγὸν ἀνα‐ βληθέντα ὀβολοῦ ὁλκὴν εὑρεθῆναι ἔχοντα· οὕτως ἦν ἰσχνός. ὁ αὐτὸς ἱστορεῖ
5καὶ ὅτι Πανάρετος ἰατρῷ μὲν οὐδενὶ ὡμίλησεν, ἦν δὲ ἰσχνότατος ἄνοσος διατελέσας, Ἀρκεσιλάου δ’ ἠκροᾶτο τοῦ φιλοσόφου, καὶ ὅτι συνεγένετο Πτολεμαίῳ τῷ Εὐεργέτῃ τάλαντα δώδεκα τὸν ἐνιαυτὸν λαμβάνων. Ἱππώναξ δ’ ὁ ποιητὴς οὐ μόνον λεπτός, ἀλλὰ καὶ μικρὸς ἦν τὸ σῶμα, ἁβρότονος δ’ οὕτως ὡς πρὸς τοῖς ἄλλοις καὶ καινὴν λήκυθον βάλλειν μέγιστόν τι
10διάστημα, τῶν ἐλαφρῶν σωμάτων οὐκ ἐχόντων βιαίαν τὴν φορὰν διὰ τὸ μὴ δύνασθαι τὸν ἀέρα τέμνειν. εὐτελὴς δ’ ἦν τὸ σῶμα διὰ λεπτότητα καὶ Φιλιππίδης, ὡς Ἀριστοφῶν· ἐν ἡμέραις αὐτὸν τρισὶν ἰσχνότερον ἀποφανῶ Φιλιππίδου. οὕτως ἐν ἡμέραις ὀλίγαις νεκροὺς ποιεῖς; ἀπὸ τούτου δὲ καὶ Ἄλεξις πεφιλιππῶσθαι εἶπε τὸ λελεπτύνθαι· πολλῷ οὖν κάλλιον τοιοῦτον
15εἶναι τὴν ἰδέαν ἢ ὡς Ἀντιφάνης φησίν. τοῦτον οὖν δι’ οἰνοφλυγίαν καὶ πάχος τοῦ σώματος ἀσκὸν καλοῦσι πάντες οἱ ἐπιχώριοι. ὅτι Δεινίας ὁ μυ‐ ροπώλης διὰ τρυφὴν εἰς ἔρωτα ἐμπεσὼν καὶ πολλὰ ἀναλώσας, ὡς ἔξω τῶν ἐπιθυμιῶν ἐγένετο, ὑπὸ λύπης ἐκταραχθεὶς ἐξέτεμεν αὐτοῦ τὰ αἰδοῖα. ἔθος δ’ ἦν Ἀθήνησι καὶ τοὺς πόδας τῶν τρυφώντων ἐναλείφειν μύροις,
20ἰρίνῳ ἢ ῥοδίνῳ ἢ ἀμαρακίνῳ ἢ μεγαλλίῳ ἢ ἄλλοις τοιούτοις. ὅτι οὕτως ἐξήρτηντο τῶν ἡδυπαθειῶν οἱ τότε ὡς καὶ Καλλιπύγου Ἀφροδίτης ἱερὸν ἱδρύσασθαι, δυεῖν θυγατέρων ἀνδρὸς ἀγροίκου ταύτην ἱδρυσαμένων. ἐπείπερ οὐσίας λαμπρᾶς ἐπελάβοντο πλουσίου τινὸς υἱοῖς συζευγθεῖσαι οἳ ἠράσθησαν αὐτῶν ὅτε φιλονεικήσασαι πρὸς ἑαυτὰς προῆλθον ἐπὶ τὴν λεωφόρον διακρινό‐
25μεναι ποτέρα εἴη καλλιπυγωτέρα καὶ εἵλοντο αὐτοὺς κριτάς. ὅτι καὶ τὸν Θεμιστοκλέους βίον ἁβρόν τινες παραδιδόασιν. φυσικὸν δή τί φησι Κλέαρχος τοὺς οἰομένους εἶναι καλοὺς καὶ ὡραίους ἀνθολογεῖν. ὅτι Θρασύλαος διετέθη ποτὲ ὑπὸ μανίας τοιαύτης ὡς πάντα τὰ πλοῖα τὰ εἰς τὸν Πειραιᾶ καταγόμενα ὑπολαμβάνειν ἑαυτοῦ εἶναι, καὶ ἀπεγράφετο
30αὐτὰ καὶ διῴκει καὶ καταπλέοντα ἀπεδέχετο μετὰ χαρᾶς τοσαύτης ὅσησπερ ἄν τις τοσούτων χρημάτων κύριος ὤν. καὶ τῶν μὲν ἀπολλυμένων οὐδὲν ἐπεζήτησεν, τοῖς δὲ σῳζομένοις ἔχαιρεν. ἐπεὶ δὲ ὁ ἀδελφὸς αὐτοῦ Κρίτων συλλαβὼν αὐτὸν παρέδωκεν ἰατρῷ καὶ τῆς μανίας ἐπαύσατο, διηγεῖτο οὐδέποτε κατὰ τὸν βίον ἡσθῆναι πλέονα· λύπην μὲν γὰρ οὐδ’ ἡντινοῦν
35αὐτῷ παραγίνεσθαι, τὸ δὲ τῶν ἡδονῶν πλῆθος ὑπερβάλλειν.99 in vol. 2.2

2,2

100

Ἀντιφάνης ὁ κωμῳδιοποιὸς ὡς ἀνεγίνωσκέ τινα τῷ Ἀλεξάνδρῳ τῶν ἑαυτοῦ κωμῳδιῶν, ὃ δὲ δῆλος ἦν οὐ πάνυ τι ἀποδεχόμενος· δεῖ γάρ, ἔφησεν, ὦ βασιλεῦ, τὸν ταῦτα ἀποδεχόμενον ἀπὸ συμβόλων τε πολλάκις δεδειπ‐ νηκέναι καὶ περὶ ἑταίρας πολλάκις καὶ εἰληφέναι καὶ δεδωκέναι πληγάς.
5ὅτι ἐν Λακεδαίμονι εἰς οἴκημα σκοτεινὸν πᾶσαι συνεκλείοντο αἱ κόραι καὶ οἱ ἄγαμοι νεανίσκοι· καὶ ἕκαστος ἧς ἐπιλάβοιτο, ταύτην ἀπῆγεν ἄπροικον, φησὶν Ἕρμιππος. διὸ καὶ Λύσανδρον ἐζημίωσαν, ὅτι καταλιπὼν τὴν προ‐ τέραν, ἑταίραν ἐβουλεύετο περικαλλεστέραν ἀγαγέσθαι. Κλέαρχος δέ φησιν ὅτι ἐν Λακεδαίμονι τοὺς ἀγάμους αἱ γυναῖκες ἐν ἑορτῇ τινι εἵλκουσαι
10περὶ τὸν βωμὸν ῥαπίζουσιν, ἵνα τὴν ἐκ τοῦ πράγματος ὕβριν φεύγοντες φιλοστοργῶσι καὶ ἐν ὥρᾳ προσίωσι τοῖς γάμοις. Κέρκοψ δὲ πρῶτος Ἀθήνησι μίαν ἑνὶ ἔζευξεν, ἀνέδην τὸ πρότερον οὐσῶν τῶν γυναικῶν καὶ κοινογαμίων ὄντων. διὸ καὶ ἔδοξέ τισι διφυὴς νομισθῆναι, οὐκ εἰδότων τῶν πρότερον διὰ τὸ πλῆθος τὸν πατέρα.
15 ἐκ τούτων οὖν τις ὁρμώμενος μέμψαιτ’ ἂν τοὺς περιτιθέντας Σωκράτει δύο γαμετάς, Ξανθίππην τε καὶ Μυρτώ, εἰ μὴ ἄρα τότε τοῦτο ἐψήφιστο διὰ σπάνιν ἀνθρώπων, ὡς ἐξεῖναι καὶ δύο ἔχειν γυναῖκας τὸν βουλόμενον, ὅθεν καὶ κωμῳδιοποιοὶ ἀπεσιώπησαν τοῦτο, πολλάκις Σωκράτους μνημο‐ νεύσαντες. παρὰ δὲ Πέρσαις ἀνέχεται ἡ βασίλεια τοῦ πλήθους τῶν παλ‐
20λακίδων διὰ τὸ ὡς δεσπότην ἄρχειν τῆς γαμετοῦ τὸν βασιλέα καὶ διὰ τὸ τὴν βασιλίδα ὑπὸ τῶν παλλακίδων θρησκεύεσθαι· προσκυνοῦσι γοῦν αὐτήν. καὶ ὁ Πρίαμος δέ, ὥς φησιν Ὅμηρος, πολλαῖς χρῆται γυναιξὶ καὶ ἡ Ἑκάβη οὐ δυσχεραίνει. παρὰ δὲ Ἕλλησιν οὐκ ἀνέχεται ἡ τοῦ Φοίνικος μήτηρ τὴν τοῦ Ἀμύντορος παλλακίδα. Μήδεια δὲ καίπερ εἰδυῖα τὸ ἔθος
25ὅτι ἐστὶ βαρβαρικὸν οὐ φέρει τὸν Γλαύκης γάμον, ἤδη εἰς τὰ ἀμείνα καὶ Ἑλληνικὰ ἐκδεδιῃτημένα. καὶ Κλυταιμνήστρα δὲ διὰ Κασάνδραν Ἀγα‐ μέμνονα κτείνει, ἣν εἰς τὴν Ἑλλάδα ὁ κρείων ἐπήγετο, ἐν ἔθει γενόμενος βαρβαρικῶν νόμων. θαυμάσαι δ’ ἄν τις, φησὶν Ἀριστοτέλης, ὅτι οὐδαμοῦ τῆς Ἰλιάδος Ὅμηρος ἐποίησε Μενελάῳ συγκοιμωμένην παλλακίδα, πᾶσι
30δοὺς γυναῖκας. κοιμῶνται οὖν παρ’ αὐτῷ καὶ οἱ γέροντες μετὰ γυναικῶν, Νέστωρ καὶ Φοῖνιξ. οὐ γὰρ ἦσαν ἐκλελυμένοι τοῖς σώμασιν ἐν νεότητι διὰ μέθης ἢ ἀφροδισίων ἢ τῆς ἀδδηφαγίας ἀπεψίας. εἰκότως οὖν ἔρρωντο τῷ
γήρᾳ. ἔοικεν οὖν ὁ Σπαρτιάτης αἰδεῖσθαι γαμετὴν οὖσαν τὴν Ἑλένην, ὑπὲρ100 in vol. 2.2

2,2

101

ἧς καὶ τὴν στρατείαν ἤθροισεν. διὸ φυλάττεται τὴν πρὸς ἄλλην κοινωνίαν. ὁ δ’ Ἀγαμέμνων ὡς πολυγύναιος ὑπὸ Θερσίτου λοιδορεῖται. ἀλλ’ οὐκ εἰκός, φησὶν Ἀριστοτέλης, εἰς χρῆσιν εἶναι τὸ πλῆθος τῶν γυναικῶν, ἀλλ’ εἰς γέρας· ἐπεὶ οὐδὲ τὸν πολὺν οἶνον εἰς τὸ μεθύειν παρεσκευάσατο. ὁ δ’ Ἡρακλῆς
5πλείστας δόξας ἐσχηκέναι γυναῖκας (ἦν γὰρ φιλογύνης) ἀνὰ μέρος αὐτὰς εἶχεν, ὡς ἂν στρεφόμενος καὶ κατὰ διάφορα γινόμενος χωρία· ἐξ ὧν καὶ τὸ τῶν τέκνων πλῆθος αὐτῷ ἐγένετο. ἐν ἑπτὰ μέντοι γε ἡμέραις πεντή‐ κοντα διεπαρθένευσε Θεστίου θυγατέρας, ὡς Ἡρόδωρος ἱστορεῖ. πολυ‐ γύναιος δὲ καὶ Αἰγεύς· πρώτην γήμας τὴν Ὅπλητος θυγατέρα, εἶτα τὴν
10Χαλκώδοντος. παραδοὺς δ’ ἀμφοτέρας φίλοις συνῆν πολλαῖς χωρὶς γάμων. εἶτα ἔλαβεν Αἴθραν, μεθ’ ἣν Μήδειαν. Θησεῖ δὲ Ἴστρος φησὶ γυναῖκας γενέσθαι τὰς μὲν ἐξ ἔρωτος, τὰς δ’ ἐξ ἁρπαγῆς, ὡς Ἑλένην, Ἀριάδνην, Ἱππολύτην, μεθ’ ἣν καὶ Φαίδραν ἔσχεν, ἄλλοις δ’ ἐκ νομίμων γάμων. Φίλιππος δὲ οἰκειώσασθαι θέλων τὸ Θετταλῶν ἔθνος τῇ Ἰλλυρίδι Αὐδάτᾳ
15ἐπέγημε δύο Θετταλίδας γυναῖκας, ὧν ἡ μὲν Φεραία Νικησίπολις, ἥτις αὐτῷ ἐγέννησε Θετταλονίκην, ἡ δὲ Λαρισσαία Φίλιννα, ἐξ ἧς Ἀριδαῖον ἐτέκνωσε. προσεκτήσατο δὲ καὶ τὴν Μολοττῶν βασιλείαν γήμας Ὀλυμπιάδα, ἐξ ἧς ἔσχεν Ἀλέξανδρον καὶ Κλεοπάτραν. καὶ τὴν Θρᾴκην δ’ ἑλὼν Μήδαν γήμας τὴν τοῦ Θρᾳκῶν βασιλέως ἐπεισήγαγε καὶ ταύτην τῇ Ὀλυμπιάδι,
20ἐπὶ πάσαις δὲ Κλεοπάτραν τὴν Ἀττάλου ἀδελφιδῆν ἐπεισάγων τῇ Ὀλυμπιάδι πάντα τὸν ἑαυτοῦ βίον συνέχεεν. εὐθέως γὰρ ἐν αὐτοῖς τοῖς γάμοις ὁ μὲν Ἄτταλος· νῦν μέντοι, ἔφη, γνήσιοι καὶ οὐ νόθοι βασιλεῖς γεννήσονται. καὶ Ἀλέξανδρος ἀκούσας ἔβαλεν ᾗ μετὰ χεῖρας εἶχε κύλικι τὸν Ἄτταλον, ἔπειτα κἀκεῖνος αὐτὸν τῷ ποτηρίῳ. καὶ μετὰ ταῦτα Ὀλυμπιὰς μὲν εἰς
25Μολοττοὺς φεύγει, Ἀλέξανδρος δὲ εἰς Ἰλλυριούς. εἰς τοὺς πολέμους μέντοι γε οὐκ ἐπήγετο γυναῖκας ὁ Φίλιππος, ὥσπερ Δαρεῖος ὁ ὑπ’ Ἀλεξάνδρου καταλυθείς, ὃς περὶ τῶν ὅλων πολεμῶν τριακοσίας ἑξήκοντα περιήγετο παλλακάς. ὅτι εἰπόντος Σοφοκλεῖ τινος ὅτι μισογύνης ἐστὶν Εὐριπίδης· ἐν γε ταῖς
30τραγῳδίαις, ἔφη Σοφοκλῆς· ἐπεὶ ἔν γε τῇ κλίνῃ φιλογύνης. φησὶν Εὔβουλος περί τινων γυναικῶν· οὐ περιπεπλασμέναι ψιμμυθίῳ οὐδ’ ὥσπερ ὑμεῖς συκαμίνῳ τὰς γνάθους κεχρισμέναι. κἂν ἐξίητε τοῦ θέρους, ἀπὸ μὲν τῶν ὀφθαλμῶν ὑδροῤῥόαι δύο ῥέουσι μέλανος, ἐκ δὲ τῶν γνάθων ἰδρὼς ἐπὶ τὸν τράχηλον ἄλοκα μιλτώδη ποιεῖ, ἐπὶ τῷ προσώπῳ δ’ αἱ τρίχες φορού‐
35μεναι εἴξασι πολιαῖς, ἀνάπλεῳ ψιμμυθίου. Ἀναξίλας δὲ καὶ αὐτός φησιν· ὅστις ἀνθρώπων ἑταίραν ἠγάπησεν, οὐ γένος ἂν δύναιτο παρανομώτατον φράσαι· τί γὰρ ἢ δράκαιν’ ἄμικτος ἢ Χίμαιρα πυρπνόος ἢ Χάρυβδις ἢ
τρίκρανος Σκύλλα, ποντία κύων, Σφίγξ, Ὕδρα, λέαιν’, ἔχιδνα, πτηνά θ’101 in vol. 2.2

2,2

102

Ἁρπυιῶν γένη, εἰς ὑπερβολὴν ἀφῖκται τοῦ καταπτύστου γένους; ἔστι δὲ σκοπεῖν ἀπ’ ἀρχῆς πρῶτον μὲν τὴν Πλαγγόνα, ἥτις ὥσπερ ἡ ἔχιδνα πυρ‐ πολεῖ τοὺς βαρβάρους· εἷς μόνος δ’ ἱππεύς τις αὐτῆς τὸν βίον παρείλετο· πάντα γὰρ τὰ σκεύη γὰρ ἕλκων ᾤχετ’ ἐκ τῆς οἰκίας. οἱ Σινώπῃ δ’ αὖ
5συνόντες οὐχ’ Ὕδρᾳ σύνεισι νῦν; ἡ δὲ Νάννιον τί διαφέρειν Σκύλλης δοκεῖ; οὐ δύ’ ἀποπνίξας’ ἑταίρους τὸν τρίτον θηρεύεται ἔτι λαβεῖν; ἀλλ’ ἐξέπεσε πορθμὶς ἐλατίνῳ πλάτῃ· ἡ δὲ Φρύνη τὴν Χάρυβδιν οὐχὶ πόῤῥω που ποιεῖ τόν τε ναύκληρον λαβοῦσα καταπέπωκ’ αὐτῷ σκάφει; ἡ Θεανὼ δ’ οὐχὶ Σειρήν ἐστιν ἀποτετιλμένη; βλέμμα καὶ φωνὴ γυναικός, τὰ σκέλη
10δὲ κοψίχου. Σφίγγα Θηβαίαν δὲ πάσας ἔστι τὰς πόρνας καλεῖν, αἳ λα‐ βοῦσαι ἁπλῶς μὲν οὐδέν, ἀλλ’ ἐν αἰνιγμοῖς τισιν, ἐρῶσι καὶ φιλοῦσι καὶ σύνεισιν ἡδέως. εἶτα τετράπους μοι, φησί, γένοιτο σκίμπους ἢ θρόνος, εἶτα δὴ τρίπους τις, εἶτα, φησί, παιδίσκη δίπους. εἶθ’ ὃ μὲν γνοὺς ταῦτ’ ἀπῆλθεν εὐθὺς ὥσπερ γ’ οὐδ’ ἰδεῖν δόξας ἐκείνην, σῴζεται δ’ ἄκων μόνος. οἳ δ’ ἐρᾶσθαι
15προσδοκῶντες εὐθύς εἰσιν ἠρμένοι καὶ φέρονθ’ ὑψοῦ πρὸς αἴθραν. Ἄλεξίς φησί που· ὦ δυστυχεῖς ἡμεῖς πεπρακότες τὴν τοῦ βίου παῤῥησίαν καὶ τὴν τρυφήν· γυναιξὶ δοῦλοι ζῶμεν ἀντ’ ἐλευθέρων. Ξέναρχος δέ φησιν· εἶτ’ εἰσὶν οἱ τέττιγες οὐκ εὐδαίμονες, ὧν ταῖς γυναιξὶν οὐδ’ ὁτιοῦν φωνῆς ἔνι; Φιλέταιρος· ὡς τακερόν, ὦ Ζεῦ, καὶ μαλακὸν τὸ βλέμμ’ ἔχει. οὐκ
20ἐτὸς Ἑταίρας ἱερόν ἐστι πανταχοῦ, ἀλλ’ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος. Ἄμφις· εἶτ’ οὐ γυναικός ἐστιν εὐνοικωτέρα γαμετῆς ἑταίρα; ἡ μὲν νόμῳ γὰρ καταφρονοῦς’ ἔνδον μένει, ἣ δ’ οἶδεν ὅτι ἢ τοῖς τρόποις ὠνητέος ἄν‐ θρωπός ἐστιν ἢ πρὸς ἄλλον ἀπιτέον. Εὔβουλος· κακὸν κακῶς ἀπόλοιτο ὅστις γυναῖκα δευτέραν ἔγημε· τὸν
25γὰρ πρῶτον οὐκ ἐρῶ κακῶς. ὁ μὲν γὰρ ἦν ἄπειρος, οἶμαι, τοῦ κακοῦ, ὃ δ’ οἷον ἦν γυνὴ κακὸν πεπεισμένος. καὶ προελθών φησιν· ὦ Ζεῦ πολυτίμητε, εἶτ’ ἐγώ ποτε κακῶς ἐρῶ γυναῖκας; νὴ Δι’ ἀπολοίμην ἄρα· εἰ δ’ ἐγένετο κακὴ γυνὴ Μήδεια, Πηνελόπη δὲ μέγα πρᾶγμα. ἐρεῖ τις ὡς Κλυταιμήστρα κακή· Ἄλκηστιν ἀντέθηκα χρηστήν. ἀλλ’ ἴσως Φαίδραν ἐρεῖ κακῶς τις·
30ἀλλὰ νὴ Δία χρηστή τις ἦν μέντοι τίς; οἴμοι δείλαιος, ταχέως γε μ’ αἱ χρησταὶ γυναῖκες ἐπέλιπον, τῶν δ’ αὖ πονηρῶν ἔτι λέγειν πολλὰς ἔχω. Ἀντιφάνης· γεγάμηκε δήπου. τί λέγεις; ἀληθινῶς γεγάμηκεν, ὃν ἐγὼ ζῶντα περιπατοῦντα κατέλιπον. Μένανδρος· οὐ γαμεῖς, ἂν νοῦν ἔχῃς. γεγάμηκα γὰρ αὐτός. διὰ τοῦτό σοι παραινῶ μὴ γαμεῖν. πάλιν· ἐξώλης
35ἀπόλοιθ’ ὅστις ποτὲ ὁ πρῶτος ἦν ὁ γήμας, ἔπειθ’ ὁ δεύτερος, εἶθ’ ὁ τρίτος, εἶθ’ ὁ τέταρτος, εἶθ’ ὁ Μεταγένης. Καρκῖνος· ὦ νύκτες, ὦ Ζεῦ, τί χρὴ γυναῖκας ἐξειπεῖν κακόν; ἀρκοῦν ἂν εἴη, κἂν γυναῖκ’ εἴπῃς μόνον. ὁ δὲ
Μεγαρικὸς ποιητὴς Θέογνίς φησιν· οὔτοι σύμφορόν ἐστιν ἀνδρὶ γεραιῷ·102 in vol. 2.2

2,2

103

οὐ γὰρ πηδαλίῳ πείθεται ὡς ἄκατος, οὐδ’ ἄγκυραν ἔχουσιν, ἀποῤῥήξασα δὲ δεσμὰ πολλάκις ἐκ νυκτῶν ἄλλον ἔχει λιμένα. ὅτι οἱ μέγιστοι πόλεμοι διὰ γυναῖκας ἐγένοντο, ὁ Ἰλιακὸς δι’ Ἑλένην, ὁ λοιμὸς διὰ Χρυσηίδα, Ἀχιλλέως μῆνις διὰ Βρισηίδα. ὁ Φιλίππου δὲ οἶκος ἀνετράπη διὰ τὸν
5Κλεοπάτρας γάμον, ὁ Ἡρακλέους διὰ τὸν Ἰόλης, ὁ Θησέως διὰ τὸν Φαίδρας τῆς Μίνωος, ὁ Ἀθάμαντος διὰ τὸν Θεμιστοῦς τῆς Ὑψέως, ὁ Ἰάσονος διὰ τὸν Γλαύκης, ὁ Ἀγαμέμνονος διὰ Κασάνδραν καὶ ἡ ἐπ’ Αἴγυπτον δὲ Καμβύσου στρατεία διὰ γυναῖκα ἐγένετο. πυθόμενος γὰρ τὰς Αἰγυπτίας ἐν ταῖς συνουσίαις διαφέρειν τῶν ἄλλων ἔπεμψε πρὸς Ἄμασιν αἰτῶν θυγατέρα
10πρὸς γάμον. ὃ δὲ τῶν μὲν ἑαυτοῦ οὐκ ἔδωκεν, ὑπονοήσας παλλακίδος ἕξειν αὐτὴν τιμήν· ἔπεμψε δὲ τὴν Ἀπρίου θυγατέρα, ὃς ἦν ὑπ’ αὐτοῦ τῆς τῶν Αἰγυπτίων βασιλείας ἐκπεπτωκώς. ἡσθεὶς οὖν ὁ Καμβύσης τῇ παιδὶ ἐκ‐ μανθάνει παρ’ αὐτῆς πάντα καὶ δεηθείσης ἐκδικῆσαι τὸν Ἀπρίου φόνον πείθει πολεμῆσαι Αἰγυπτίοις· Νιτῖτις δὲ ἐκαλεῖτο ἡ παῖς. Δείνων δέ φησι
15τὴν παῖδα ταύτην Κύρῳ πεμφθῆναι ὑπὸ Ἀμάσιδος, ἐξ ἧς γεννηθῆναι Καμβύσην, ὃν ἐκδικοῦντα τῇ μητρὶ ἐπ’ Αἴγυπτον στρατεῦσαι. καὶ ὁ ἱερὸς δὲ καλούμενος πόλεμος διὰ Θεανὼ τὴν Θηβαίαν, ὥς φησι Δοῦρις, ἐγένετο ἁρπασθεῖσαν ὑπὸ Φωκέως τινός. δεκατὴς δὲ γενόμενος ἔτει δεκάτῳ Φιλίππου συμμαχήσαντος πέρας ἔσχεν. τότε γὰρ εἷλον Θηβαῖοι Φωκίδα. καὶ ὁ
20Κρισαικὸς δὲ πόλεμος, ὃν Κιῤῥαῖοι πρὸς Φωκεῖς ἐπολέμησαν, δεκατὴς ἦν, ἁρπασάντων Κιῤῥαίων τὴν Πελάγοντος τοῦ Φωκέως Μεγιστώ. δεκάτῳ δὲ ἔτει ἑάλω καὶ ἡ Κίῤῥα. Δοῦρις δέ φησι πρῶτον γενέσθαι πόλεμον δύο γυναικῶν Ὀλυμπιάδος καὶ Εὐριδίκης· ἐν ᾧ τὴν μὲν βακχικώτερον μετὰ τυμπάνων προελθεῖν, τὴν δ’ Εὐριδίκην Μακεδονικῶς ὡπλισμένην προησκη‐
25μένην τὰ πολεμικά. εἴη καὶ ἐρᾶν καὶ Ἔρωτι χαρίζεσθαι κατὰ καιρόν, φησὶ Πίνδαρος. Ζήνων δὲ ὁ Κιττιεὺς ᾤετο τὸν Ἔρωτα θεὸν φιλίας καὶ ὁμονοίας καὶ ἐλευθερίας παρασκευαστικόν, ἄλλου δ’ οὐδενός. διὸ καὶ συνεργόν που τοῦτόν φησι πρὸς πόλεως σωτηρίαν. καὶ οἱ ἄλλοι δὲ σοφοὶ σεμνὸν τὸν ἔρωτα καὶ παντὸς αἰσχροῦ κεχωρισμένον ᾔδεσαν. καὶ κατὰ τὰ γυμνάσια Ἑρμῇ
30καὶ Ἡρακλεῖ συνίδρυον, τῷ μὲν λόγου, τῷ δ’ ἀλκῆς προεστῶτι· ὧν ἑνωθέντων φιλία καὶ ὁμόνοια γεννᾶται. Ἀθηναῖοι δὲ τῆς Ἀκαδημίας Ἀθηνᾷ καθιερω‐ μένης αὐτόθι τὸν Ἔρωτα ἱδρυσάμενοι συνθύουσιν αὐτῷ. Θεσπιεῖς τε τὰ Ἐρωτίδια τιμῶσι καθάπερ Ἀθήναια ἢ Ὀλύμπια. Λακεδαιμόνιοι δὲ πρὸ τῶν παρὰ τάξεως Ἔρωτι προθύονται, ὡς ἐν τῇ τῶν παραταττομένων φιλίᾳ
35κειμένης τῆς νίκης. Κρῆτες δ’ ἐν ταῖς παρατάξεσι τοὺς καλλίστους τῶν πολιτῶν κοσμήσαντες διὰ τούτων θύουσι τῷ Ἔρωτι. ὁ δὲ παρὰ Θηβαίοις ἱερὸς λόχος καλούμενος συνέστηκεν ἐξ ἐραστῶν καὶ ἐρωμένων. φησί που
Ἄλεξις· καί μοι δοκοῦσιν ἀγνοεῖν οἱ ζωγράφοι τὸν Ἔρωτα, συντομώτερον103 in vol. 2.2

2,2

104

δ’ εἰπεῖν, ὅσοι τοῦ δαίμονος τούτου ποιοῦσιν εἰκόνας. ἔστι γὰρ οὔτε θῆλυς οὔτ’ ἄρσην, πάλιν οὔτε θεὸς οὔτ’ ἄνθρωπος, οὔτ’ ἀβέλτερος οὔτ’ αὖθις ἔμφρων, ἀλλὰ συνηνεγμένος πανταχόθεν ἑνὶ τύπῳ πόλλ’ εἴδη φέρων. ἡ τόλμα μὲν γὰρ ἀνδρός, ἡ δειλία δὲ γυναικός, ἡ δ’ ἄνοια μανίας, ὁ δὲ λόγος
5φρονοῦντος, ἡ δὲ σφοδρότης δὲ θηρός, ὁ δὲ πόνος ἀδάμαντος, ἡ φιλοτιμία δὲ δαίμονος. Εὔβουλος δέ φησι· τίς ἦν ὁ γράψας πρῶτος ἀνθρώπων ἄρα ἢ κηροπλαστήσας Ἔρωτα ὑπόπτερον; ὡς οὐδὲν ᾔδει πλὴν χελιδόνας γράφειν, ἀλλ’ ἦν ἄπειρος τῶν τρόπων τῶν τοῦ θεοῦ. ἐστὶ γὰρ οὔτε κοῦφος οὔτε ῥᾴδιος ἀπαλλαγῆναι
10τῷ φέροντι τὴν νόσον, βαρὺς δὲ κομιδῇ. πῶς ἂν οὖν ἔχοι πτερὰ τοιοῦτο πρᾶγμα; Ἄλεξις· λέγεται λόγος ὑπὸ τῶν σοφιστῶν μὴ πέτεσθαι τὸν Ἔρωτα, τοὺς δ’ ἐρῶντας· αἰτίαν δ’ ἔχειν ἐκείνην ἄλλως, ἠγνοηκότας δὲ τοὺς γραφεῖς πτερωτὸν αὐτὸν ζωγραφεῖν. Χαιρήμων δὲ ὁ τραγικός φησιν ὡς τὸν οἶνον τῶν χρωμένων κεράννυσθαι, οὕτω καὶ τὸν Ἔρωτα· ὃς μετριάζων
15μέν ἐστιν εὔχαρις, ἐπιτεινόμενος δὲ καὶ διαταραττόμενος χαλεπώτατος. φησὶ δ’ αὐτὸν καὶ δίδυμα τόξα ἐντύνεσθαι, τὸ μὲν ἐπ’ εὐαίωνι τύχᾳ, τὸ δ’ ἐπὶ συγχύσει βιοτᾶς. Θεόφιλος δέ φησι· τίς φησι τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν; ἦ πού τίς ἐστι τοὺς τρόπους ἀβέλτερος· εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς.
20καταλείπετ’ οὐδὲν ἄλλο πλὴν τεθνηκέναι. ἐγὼ μὲν οὖν καὐτὸς κιθαριστρίας ἐρῶ, παιδὸς κόρης, οὐ νοῦν ἔχω πρὸς τῶν θεῶν; κάλλει καλῆς, μεγέθει μεγάλης, τέχνῃ σοφῆς. Ἀριστοφῶν δέ φησιν· ἀπεψηφισμένος ἐστὶν ὑπὸ τῶν θεῶν τῶν δώδεκ’ εἰκότως Ἔρως. ἐτάραττε κἀκείνους γὰρ ἐμβάλλων στάσεις, ὅτ’ ἦν μετ’
25αὐτῶν. ὡς δὲ λίαν ἦν θρασὺς καὶ σοβαρός, ἀποκόψαντες αὐτοῦ τὰ πτερά, ἵνα μὴ πέτηται πρὸς τὸν οὐρανὸν πάλιν, δεῦρ’ αὐτὸν ἐφυγάδευσαν ὡς ἡμᾶς κάτω, τὰς δὲ πτέρυγας ἃς εἶχε τῇ Νίκῃ φορεῖν ἔδοσαν, περιφανὲς σκῦλον ἀπὸ τῶν πολεμίων. περὶ δὲ τοῦ ἐρᾶν Ἄμφις φησίν· τί φῄς; σὺ ταυτὶ προσδοκᾷς πείσειν ἐμέ, ὡς ἔστ’ ἐραστὴς ὅστις ὡραίων φίλων τρόπων ἐραστής
30ἐστι, τὴν ὄψιν παρείς; οὔτε τούτῳ πείθομαι οὔθ’ ὡς πένης ἄνθρωπος ἐνοχλῶν πολλάκις τοῖς εὐποροῦσιν οὐ λαβεῖν τι βούλεται. Ἄλεξις· ὡς ὅστις αὖθις ἀκμῆς τῶν σωμάτων ἐρᾷ, τῆς ἡδονῆς ἐστιν, οὐχὶ τῶν φίλων φίλος. ὅτι Ἑρμείας ὁ Κουριεὺς τοὺς στωικοὺς στώακας καλεῖ, ἐμπόρους λήρου, λόγων καὶ παιδοπίπας, καὶ τοῦτο μόνον ἐζηλωκότας τὸν τῆς σοφίας σφῶν ἀρχηγὸν
35Ζήνωνα τὸν Φοίνικα. ὅτι Ἀρίστων ὁ Κεῖος πρός τινα Ἀττικὸν ἐπιδεικνύντα τινὰ μέγαν τὴν ἡλικίαν ὡς καλόν, ᾧ Δῶρος ἦν τοὔνομα, τὸ Ὀδυσσέως ἔφη πρὸς Δόλωνα· ἦ ῥά νύ τοι μεγάλων Δώρων ἐπεμαίετο θυμός.
φησὶν Ἡγήσανδρος τῶν ἡδυσμάτων ἐρᾶν πάντως, οὐ τῶν κρεῶν οὐδὲ τῶν104 in vol. 2.2

2,2

105

ἰχθύων· ἀπογενομένων οὖν τούτων οὐδεὶς ἡδέως ἔτι προσφέρεται τὸ κρέας οὐδὲ τὸν ἰχθὺν οὐδ’ ἐπιθυμεῖ τῶν ὠμῶν καὶ ἀνηδύντων. Ἀριστοτέλης ἔφη τοὺς ἐραστὰς εἰς οὐδὲν ἄλλο τοῦ σώματος ἀποβλέπειν ἢ τοὺς ὀφθαλμούς, ἐν οἷς τὴν αἰδῶ κατοικεῖν.
5 Σοφοκλῆς δὲ περὶ τοῦ Πέλοπος κάλλους παράγει λέγουσαν Ἱπποδάμειαν· τοιάνδ’ ἐν ὄψει λύγκα θηρατηρίαν ἔρωτος, ἀστραπήν τιν’ ὀμμάτων ἔχει. Λικύμνιος δὲ τὸν Ὕπνον φήσας ἐρᾶν τοῦ Ἐνδυμίωνος οὐδὲ καθεύδοντος αὐτοῦ κατακαλύπτει τοὺς ὀφθαλμούς. φησὶ γοῦν· Ὕπνος δὲ χαίρων ὀμ‐ μάτων αὐγαῖς ἀναπεπταμένοις ὄσσοις ἐκοίμιζε κοῦρον. καὶ ἡ Σαπφὼ δὲ
10πρὸς τὸν πάνυ καλὸν τὴν μορφήν φησι· στᾶθι κἄντα, φίλος, καὶ τὰν ἐπ’ ὄσσοις ἀμπέτασον χάριν. ὁ δ’ Ἀνακρέων τί φησιν; παρθένιον βλέπουσαν δίζημαί σε, σὺ δ’ οὐκ ἀίεις· οὐ γὰρ οἶδας ὅτι τῆς ἐμῆς ψυχῆς ἡνιοχεύεις. ὁ δὲ τοῦ Κυθηρίου Φιλοξένου Κύκλωψ ἐρῶν τῆς Γαλατείας καὶ ἐπαινῶν αὐτῆς τὸ κάλλος, προμαντευόμενος τὴν τύφλωσιν πάντα μᾶλλον αὐτῆς
15ἐπαινεῖ ἢ τῶν ὀφθαλμῶν μνημονεύει, λέγων ὧδε· ὦ καλλιπρόσωπε, χρυ‐ σεοβόστρυχε Γαλάτεια, χαριτόφωνε, κάλλος Ἐρώτων. τυφλὸς ὁ ἔπαινος καὶ κατ’ οὐδὲν ὅμοιος τῷ Ἰβυκείῳ ἐκείνῳ· Εὐρύαλε, γλαυκέων Χαρίτων θάλος, καλλικόμων μελέδημα, σὲ μὲν Κύπρις ἅ τ’ ἀγανοβλέφαρος Πειθὼ ῥοδέοισιν ἄνθεσι θρέψαν. Φρύνιχός τε ἐπὶ τοῦ Τρωίλου ἔφη· λάμπειν ἐπὶ πορφυραῖς
20παρηίσι φῶς ἔρωτος. ὅτι τὸ ξύρεσθαι τὸν πώγωνα κατ’ Ἀλέξανδρον εὕρηται, ὥς φησι Χρύσιππος, τῶν πρώτων οὐ χρωμένων αὐτῷ. καὶ γὰρ Τιμόθεος ὁ αὐλητὴς πώγωνα μέγαν ἔχων ηὔλει, καὶ ἐν Ἀθήναις διατηροῦσιν οὐ σφόδρα ἀρχαῖον τὸν πρῶτον προκειραμένων παρωνύμιον ἔχειν Κόρσην. διὸ καὶ Ἄλεξις ἔφη· πιττοκοπούμενόν τιν’ ἢ ξυρόμενον ὁρᾷς, τούτων ἔχει τι
25θάτερον· ἢ γὰρ στρατεύειν ἐπινοεῖν μοι φαίνεται καὶ πάντα τῷ πώγωνι δρᾶν ἐναντία, ἢ πλουσιακὸν τούτῳ προσπίπτει κακόν. τί γὰρ αἱ τρίχες λυποῦσιν ὑμᾶς πρὸς θεῶν; δι’ ἃς ἀνὴρ ἕκαστος ἡμῶν φαίνεται, εἰ μή τι ταύταις ἀντιπράττεσθ’ ὑπονοεῖς; Διογένης δὲ ἰδών τινα οὕτως ἔχοντα τὸ γένειον ἔφη· μή τι ἔχεις ἐγκαλεῖν τῇ φύσει, ὅτι ἄνδρα σε ἐποίησε καὶ οὐ γυναῖκα; ἕτερον
30δέ τινα ἐπὶ ἵππου ἰδὼν παραπλησίως ἔχοντα καὶ μεμυρισμένον καὶ τούτοις ἀκολούθως ἠμφιεσμένον, πρότερον μὲν ἔφη ζητεῖν τί ἐστιν ὁ ἱππόπορνος, νῦν δ’ εὑρηκέναι. ἐν Ῥόδῳ δὲ νόμου ὄντος μὴ ξύρεσθαι οὐδ’ ὁ ἐπιληψόμενος οὐδείς ἐστι διὰ τὸ πάντας ξύρεσθαι. ἐν Βυζαντίῳ δὲ ζημίας ἐπικειμένης τῷ ἔχοντι κουρεῖ ξυρὸν οὐδὲν ἧττον πάντες χρῶνται αὐτῷ. ξυρομένους τὴν ὑπήνην φησὶ καὶ
35τὸν ὄῤῥον. συνεσπασμένοι καὶ κακοπινεῖς οὐ μόνον τοῖς ἤθεσιν ἀλλὰ καὶ ἕξει. ὅτι ἐν Ἤλιδι κρίσις γίνεται κάλλους, κατὰ τὴν Σπάρτην τε θαυμάζεται μᾶλλον ὁ κάλλιστος καὶ γυνὴ ἡ καλλίστη, καλλίστας γεννώσης τῆς Σπάρτης
γυναῖκας. διὸ καὶ Ἀρχιδάμου τοῦ βασιλέως, γυναικὸς αὐτῷ καλῆς φαινομένης,105 in vol. 2.2

2,2

106

ἑτέρας δὲ αἰσχρᾶς καὶ πλουσίας, ὡς ἀπέκλινεν ἐπὶ τὴν πλουσίαν, ζημιῶσαί φασι τοὺς ἐφόρους αὐτόν, ἐπιλέγοντας ὅτι βασιλίσκους ἀντὶ βασιλέων ταῖς Σπάρταις γεννᾶν προαιρεῖται. Εὐριπίδης τε ἔφη· πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος. καὶ οἱ παρ’ Ὁμήρῳ δὲ δημογέροντες θαυμάζοντες τῆς Ἑλένης
5τὸ κάλλος φασίν· οὐ νέμεσις Τρῶας καὶ ἐυκνήμιδας Ἀχαιοὺς καὶ τὰ ἑξῆς. ἐκπέπληκται γοῦν καὶ αὐτὸς ὁ Πρίαμος ἐπὶ τῷ κάλλει τῆς γυναικὸς καίτοι ἐν δεινοῖς ὤν. θαυμάζει γοῦν ἐπὶ κάλλει τὸν Ἀγαμέμνονα τοιαῦτα ἐκ‐ φωνῶν· καλὸν δ’ οὕτω ἐγὼν οὔπω ἴδον. καθίστων δὲ καὶ πολλοὶ τοὺς καλ‐ λίστους βασιλέας, ὡς μέχρι νῦν οἱ Ἀθάνατοι καλούμενοι Αἰθίοπες, ὥς φησι
10Βίων. ὡς ἔοικε γάρ, τὸ κάλλος βασιλείας οἰκεῖόν ἐστιν. θεαὶ περὶ κάλλους ἤρισαν πρὸς ἀλλήλας, διὰ τοῦτο Γαννυμήδης ἡρπάγη. θεαὶ δὲ τίνας ἁρπά‐ ζουσιν; οὐ τοὺς καλλίστους; οἷς καὶ σύνεισιν· Ἠὼς μὲν Κεφάλῳ καὶ Κλείτῳ καὶ Τιθανῷ, Δημήτηρ Ἰασίονι, Ἀφροδίτη Ἀγχίσῃ καὶ Ἀδώνιδι. διὰ κάλλος καὶ Ζεὺς διὰ κεράμων χρυσὸς ἔρχεται, ταῦρος γίνεται, ἀετὸς
15πετροῦται πολλάκις, ὥσπερ καὶ ἐπ’ Αἰγίνῃ. Σωκράτης δὲ ὁ πάντων κατα‐ φρονῶν οὐ τοῦ Ἀλκιβιάδου κάλλους ἥττων ἐστίν; ὡς καὶ ὁ σεμνότατος Ἀριστοτέλης τοῦ Φασηλίτου μαθητοῦ. ἡμεῖς δ’ οὐχὶ καὶ τῶν ἀψύχων τὰ κάλλιστα προκρίνομεν; ἐπαινεῖται δὲ καὶ τῶν Σπαρτιατῶν τὸ ἔθος τὸ γυμνοῦν τὰς παρθένους τοῖς ξένοις. ἐν Χίῳ δὲ καὶ βαδίζειν τοῖς πολλοῖς
20ἡδὺ πρὸς τὰ γυμνάσια καὶ ὁρᾶν προσπαλαίοντας τοὺς νέους ταῖς κόραις. ὅτι οἱ Ἀρεοπαγῖται ἀριστήσαντά τινα ἐν καπηλείῳ ἐκώλυον ἀνιέναι εἰς τὸν Ἄρειον πάγον. ὅτι Ἀριστοφάνης, Ἀπολλόδωρος, Ἀμμώνιος, Ἀντιφάνης καὶ Γοργίας ὁ Ἀθηναῖος περὶ τῶν Ἀθήνησιν ἑταιρίδων συγγεγράφασιν. ὅτι Θεόμανδρος ὁ Κυρηναῖος περιιὼν ἐπηγγέλλετο διδάξειν εὐτυχίαν.
25ὅτι Ἀριστείδης καὶ Παυσανίας καὶ Νικοφάνης οἱ ζωγράφοι πορνογράφοι ἦσαν ἐπιτυχεῖς. Ὤκιμος Κορινθία ἑταίρα περὶ ἧς Εὔβουλός φησι· Κόρινθον ἦλθον. ἡδέως ἐνταῦθά πως λάχανον τρώγων Ὤκιμον διεφθάρην· κἀνταῦθα κατελήρησα τὴν ἐξωμίδα. ὀνόματα δ’ ἑταιρῶν ἀφ’ ὧν καὶ δράματα ἐπεγράφη ἄλλα τε
30καὶ τάδε· Θάλαττα, Κοριαννώ, Ἄντεια, Θαίς, Φάνιον, Ὀπώρα, Κλεψύδρα, οὕτω κληθεῖσα, ἐπεὶ πρὸς κλεψύδραν συνουσίαζεν ἕως κενωθῇ, ὄνομα δὲ αὐτῇ κύριον Μητίχη. Νάννιον, Πλαγγών, Λύκα, Γνάθαινα, Φρύνη, Μυῤῥίνη. ἔστι δ’ ἑταίρα, ὡς Ἀντιφάνης φησί, τῷ τρέφοντι συμφορά· εὐφραίνεται γὰρ κακὸν ἔχων οἴκοι μέγα. Ἄμφις δέ πού φησι· τυφλὸς ὁ πλοῦτος
35εἶναί μοι δοκεῖ, ὅστις παρὰ Σινώπῃ καὶ Λύκᾳ καὶ Ναννίῳ ἑταίραις τε τοιαύταισι παγίσι βίου ἔνδον κάθητ’ ἀπόπληκτος οὐδ’ ἐξέρχεται. Ἄλεξις δὲ τοιαῦτα περὶ τῶν ἑταιρῶν φησιν ὅτι ῥάπτουσι πᾶσαι ἐπι‐
βουλάς. τυγχάνει μικρά τις οὖσα· φελλὸς ἐν ταῖς βαυκίσιν ἐγκεκάττυται.106 in vol. 2.2

2,2

107

μακρά τις· διάβαθρον λεπτὸν φορεῖ τήν τε κεφαλὴν ἐπὶ τὸ νῶτον κατα‐ βαλοῦς’ ἐξέρχεται· τοῦτο τοῦ μήκους ἀφεῖλεν. οὐκ ἔχει τις ἰσχία· ὑπε‐ νέδυς’ ἐῤῥαμμένα αὐτήν, ὥστε τὴν εὐπυγίαν ἀναβοᾶν τοὺς ἰδόντας. τὰς ὀφρῦς πυῤῥὰς ἔχει τις· ζωγραφοῦσιν ἀσβόλῳ. συμβέβηκ’ εἶναι μέλαιναν·
5κατέπλασε ψιμυθίῳ. λευκόχρως λίαν τίς ἐστι· παιδέρωτ’ ἐντρίβεται. καλὸν ἔχει τοῦ σώματός τι; τοῦτ’ αὐτὸ γυμνὸν δείκνυται. εὐφυεῖς ὀδόντας ἔσχεν; ἐξ ἀνάγκης δεῖ γελᾶν, ἵνα θεωροῖεν τὸ στόμ’ ὡς κομψὸν φορεῖ. ἂν δὲ μὴ χαίρῃ γελῶσα διὰ τέλους τὴν ἡμέραν ἔνδον, ὥσπερ τοῖς μα‐ γείροις παράκειθ’ ἑκάστοτε, ἡνίκ’ ἂν πωλῶσιν αἰγῶν κρανία, ξυλήφιον
10μυῤῥίνης ἔχουσι λεπτὸν ὀρθὸν ἐν τοῖς χείλεσιν· ὥστε τῷ χρόνῳ σεσηρέναι, ἄν τε βούλητ’ ἄν τε μή. φησί που Εὔβουλος· τὰς φειδωλοὺς κερμάτων παλευτρίας, πώλους Κύπριδος ἐξησκημένας γυμνὰς ἐφεξῆς ἐπικαίρους τε‐ ταμένας ἐν λεπτοπήνοις ὕμεσιν ἑστώσας, οἵας Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας· παρ’ ὧν βεβαίως ἀσφαλῶς τ’ ἔξεστί σοι μικροῦ πρίασθαι
15κέρματος τὴν ἡδονήν. ἐπιτιμῶν δὲ καὶ Ξέναρχος τοῖς περὶ τοὺς μεγάλους μισθοὺς ἐσπουδακόσι τῶν ἑταιρῶν φησι· δεινὰ πράττουσιν οἱ νεώτεροι. ὅπου γὰρ οὐσῶν μειρακίων μάλ’ εὐπρεπῶν ἐπὶ τοῖσι πορνείοισιν, ἃς ἔξεσθ’ ὁρᾶν εἰληθερούσας στέρνα τ’ ἠμφιεσμένας, γυμνὰς ἐφεξῆς τ’ ἐπικαίρους τεταγ‐ μένας· ὧν ἔστιν ἐκλεξάμενον ᾗ τις ἥδεται, λεπτῇ, παχείᾳ, στρογγύλῃ,
20μακρᾷ, ῥικνῇ, νέᾳ, παλαιᾷ, μεσοκόπῳ, πεπαιτέρᾳ· καὶ μὴ λάθρα εἰσδῦναι μηδὲ δι’ ὀπῆς κάτωθεν ἐκδῦναι στέγης μηδ’ ἐν ἀχύροισιν εἰσενεχθῆναι. αὗται βιάζονται γὰρ εἰσέλκουσαι τοὺς μὲν γέροντας ὄντας ἐπικαλούμεναι πατρίδια, τοὺς δ’ ἀπφάρια, τοὺς νεωτέρους. ὅτι πρῶτος Σόλων διὰ τὴν τῶν νέων ἀκμὴν ἔστησεν ἐπὶ οἰκημάτων γύναια πριάμενος· ἱστορεῖ Νίκανδρος
25ὁ Κολοφώνιος φάσκων αὐτὸν καὶ πανδήμου Ἀφροδίτης ἱερὸν πρῶτον ἱδρύσασθαι· ἀφ’ ὧν ἠργυρίσαντο αἱ προστᾶσαι τῶν οἰκημάτων. καὶ Ἀσπασία δὲ ἡ Σωκρατικὴ ἐνεπορεύετο πλήθη καλῶν γυναικῶν καὶ ἐπλήθυνεν ἀπὸ τῶν ταύτης ἑταιρίδων ἡ Ἑλλάς, ὡς Ἀριστοφάνης ὁ χαρίεις ἐν Ἀχαρνεῦσι παραδηλοῖ. αἱ μὲν ἄλλαι αὐλητρίδες Ἀπόλλωνος νόμον αὐλοῦσιν, αἱ δὲ
30μεγαλόμισθοι ἑταῖραι Ἱέρακος νόμον, Ἐπικράτης φησίν. ὃς καὶ περὶ Λαίδος φησίν· ἀργός ἐστι καὶ πότις, τὸ καθ’ ἡμέραν ὁρῶσα πίνειν κἀσθίειν μόνον, πεπονθέναι δὲ ταὐτά μοι δοκεῖ τοῖς ἀετοῖς· οὗτοι γὰρ ὅταν ὦσι νέοι ἐκ τῶν ὀρῶν πρόβατ’ ἐσθίουσι καὶ λαγὼς μετέωρ’ ἀναρπάσαντες ἀπὸ τῆς ἰσχύος. ὅταν δὲ γηράσκωσιν ἤδη, τότ’ ἐπὶ τοὺς νέους ἵζουσι πεινῶντες κακῶς·
35κἄπειτα τοῦτ’ εἶναι νομίζεται τέρας. καὶ Λαὶς ὀρθῶς νομίζοιτ’ ἂν τέρας· αὕτη γὰρ οὖν ὁπότ’ ἦν νεοττὸς καὶ νέα, ὑπὸ τῶν στατήρων ἦν ἀπηγριωμένη, εἶδες δ’ ἂν αὐτῆς Φαρνάβαζον θᾶττον ἄν· ἐπεὶ καὶ δολιχὸν τοῖς ἔτεσιν
ἤδη τρέχει τὰς ἁρμονίας τε διαχαλᾷ τοῦ σώματος, ἰδεῖν μὲν αὐτὴν ῥᾷόν107 in vol. 2.2

2,2

108

ἐστι καὶ πτύσαι· ἐξέρχεταί τε πανταχός’ ἤδη πιομένη, δέχεται δὲ καὶ στατῆρα καὶ τριώβολον, προσίεται δὲ καὶ γέροντα καὶ νέον· οὕτω δὲ τι‐ θασὸς γέγονεν ὥστ’, ὦ φίλτατε, τἀργύριον ἐκ τῆς χειρὸς ἤδη λαμβάνει. συνήκμαζον δὲ Λαίδι Λαγίσκη, Νεαλύτη καὶ Ὤκιμον, φησὶν Ἀναξανδρίδης.
5οὔκ ἐσθ’ ἥδιστον ἀποθανεῖν, φησὶ Φιλέταιρος, βινοῦνθ’ ἅμα, ὥσπερ λέγουσιν ἀποθανεῖν Φοριμίσιον. οὐχ ὧδ’ ἐμόγησαν ἐλπίδες ὥστ’ ἐχθρῶν συμμαχίαν καλέσαι, φησὶ Καλλίμαχος. οὓς ἐδίδαξαν ἀριστερὰ γράμματα Μοῦσαι, ὥς τις ἔφη τῶν παρῳδῶν. ὅτι παρὰ Ἀθηναίοις Ἑταίρα Ἀφροδίτη ἐκαλεῖτο ἡ τοὺς ἑταίρους καὶ τὰς ἑταίρας συνάγουσα· ὅ ἐστι φίλας. καλοῦσι γοῦν
10καὶ αἱ ἐλεύθεραι γυναῖκες τὰς συνήθεις καὶ φίλας ἑταίρας, ὡς Σαπφώ· Λητὼ καὶ Νιόβα μάλα μὲν φίλαι ἦσαν ἑταῖραι. καλοῦσι δὲ καὶ μισθαρ‐ νούσας ἑταίρας καὶ τὸ ἐπὶ συνουσίᾳ μισθαρνεῖν ἑταιρεῖν, οὐ πρὸς τὸ ἔτυμον ἀναφέροντες, ἀλλὰ πρὸς τὸ εὐσχημονέστερον. Ἀναξίλας· ἐὰν δέ τις μέτρια λέγουσι τοῖς δεομένοις ὑπουργῇ πρὸς χάριν, ἐκ τῆς ἑταιρίας ἑταίρα τοὔνομα
15προσηγορεύθη. ὅταν νέος ἀλλότριον εἰσελθὼν ὄψον ἐσθίειν μάθῃ ἀσύμβολόν τε χεῖρα προσβάλῃ βορᾷ, διδόναι νόμιζ’ αὐτόν σοι τῆς νυκτὸς λόγον, φησὶν Ἀντιφάνης. ὅτι ἑορτὴ ἄγεται ἐν Μαγνησίᾳ Ἑταιρίδια. συντελοῦσι δ’ αὐτὴν Μάγνητες, ὥς φησιν Ἡγήσανδρος, πρώτου Ἰάσονος συναγαγόντος τοὺς Ἀργοναύτας καὶ Ἑταιρείῳ Διὶ θύσαντος καὶ τὴν ἑορτὴν Ἑταιρείδια
20προσαγορεύσαντος. θύουσι δὲ ταύτην καὶ οἱ Μακεδόνων βασιλεῖς. Πόρνης δ’ Ἀφροδίτης ἱερόν ἐστιν ἐν Ἀβύδῳ· κατεχομένης γὰρ τῆς πόλεως δουλείᾳ οἱ φρουροὶ θύσαντες καὶ μεθυσθέντες ἑταίρας πλείους προσελάβοντο, ὧν μία κοιμωμένους αὐτοὺς ἰδοῦσα ἀνελομένη τὰς κλεῖς καὶ τὸ τεῖχος ὑπερ‐ βᾶσα ἀπήγγειλεν τοῖς Ἀβυδηνοῖς. οἳ δὲ μεθ’ ὅπλων ἀφικόμενοι ἀνεῖλον
25τοὺς φύλακας καὶ ἐλευθερωθέντες Ἀφροδίτης Πόρνης ναὸν ἱδρύσαντο χα‐ ριστήρια ἀποδιδόντες τῇ πόρνῃ. τὴν δ’ ἐν Σάμῳ Ἀφροδίτην ἑταῖραι ἱδρύσαντο οἱ συνακολουθήσασαι Περικλεῖ ὅτε ἐπολιόρκει τὴν Σάμον, ἐργασάμεναι ἱκανῶς ἀπὸ τῆς ὥρας. καὶ ἐν Ἐφέσῳ δὲ ἱερὸν ἵδρυτο Ἑταίρᾳ Ἀφροδίτῃ. Γύγης δ’ ὁ Λυδῶν βασιλεύς, ὥς φησι Κλέαρχος, οὐ μόνον περὶ ζῶσαν τὴν ἐρω‐
30μένην περιβόητος γέγονεν, ἐγχειρίσας αὑτόν τε καὶ τὴν ἀρχὴν ἐκείνῃ πᾶσαν, ἀλλὰ καὶ τελευτησάσης συναγαγὼν πάντας Λυδοὺς ἔχωσε τὸ νῦν ἔτι καλούμενον τῆς Ἑταίρας μνῆμα, εἰς ὕψος ἄρας ὥστε περιοδεύοντος αὐτοῦ τὴν ἐντὸς τοῦ Τμώλου χώραν, οὗ ἂν ἐπιστραφεὶς τύχῃ, καθορᾶν τὸ μνῆμα καὶ πᾶσι τοῖς Λυδίαν οἰκουμένοις ἄποπτον εἶναι. Δημοσθένης ἐν τῷ κατὰ
35Νεαίρας φησί· τὰς μὲν ἑταίρας ἡδονῆς ἕνεκα ἔχομεν, τὰς δὲ παλλακὰς τῆς καθ’ ἡμέραν παλλακείας, τὰς δὲ γυναῖκας τοῦ παιδοποιεῖσθαι γνησίως καὶ τῶν ἔνδον φύλακα πιστὴν ἔχειν.
ὅτι ἔθος Κορινθίοις ὅταν ἡ πόλις εὔχηται περὶ μεγάλων τῇ Ἀφροδίτῃ,108 in vol. 2.2

2,2

109

συμπαραλαμβάνεσθαι πρὸς τὴν ἱκετείαν ἑταίρας ὡς πλείστας, καὶ ταύτας προσεύχεσθαι καὶ τοῖς ἱεροῖς παρεῖναι. καὶ ὅτε δὴ ἐπὶ τὴν Ἑλλάδα τὴν στρατείαν ἦγεν ὁ Πέρσης, ὥς φησι Θεόπομπος, αἱ Κορίνθιαι ἑταῖραι εὔξαντο Ἀφροδίτῃ ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας. καὶ οἱ ἰδιῶται δὲ κατεύχονται
5τῇ Ἀφροδίτῃ τελεσθέντων περὶ ὧν ἂν ποιῶνται τὴν δέησιν ἀπάξειν αὐτῇ καὶ ταῖς ἑταίραις. ἄγουσι δὲ καὶ Ἀφροδίσια αὐτόθι αἱ ἑταῖραι. ἐν δὲ Λακε‐ δαίμονι, ὥς φησι Πολέμων ὁ περιηγητής, εἰκών ἐστι τῆς διαβοήτου ἑταίρας Κοττίνας, ἣ καὶ βοῦν ἀνέθηκε χαλκῆν. ὅτι Ἀλκιβιάδης, ἐφ’ οὗ τις τῶν κωμικῶν ἔφη· Ἀλκιβιάδην τὸν ἁβρόν, ὦ γῆ καὶ θεοί, ὃν ἡ Λακεδαίμων
10μοιχὸν ἐπιθυμεῖ λαβεῖν, ὑπὸ τῆς Ἄγιδος ἀγαπώμενος γυναικὸς ἐπὶ τὰς τῶν ἑταιρίδων θύρας ἐκώμαζεν, ἀπολιπὼν τὰς Λακαίνας καὶ τὰς Ἀττικάς. Μεδοντίδος γοῦν τῆς Ἀβυδηνῆς ἐξ ἀκοῆς ἐρασθεὶς ἔστερξε καὶ πλεύσας εἰς Ἑλλήσποντον σὺν Ἀξιόχῳ, ὃς ἦν αὐτοῦ τῆς ὥρας ἐραστής, ὥς φησι Λυσίας ἐν τῷ κατ’ αὐτοῦ λόγῳ, καὶ ταύτης ἐκοινώνησεν αὐτῷ. καὶ ἑταίρας
15δὲ δύο ἐπήγετο ἀεί, Δαμασάνδραν τὴν Λαίδος τῆς νεωτέρας γυναῖκα καὶ Θεοδότην· ὑφ’ ἧς καὶ θανὼν ἐκηδεύθη ἐν Μελίσσῃ κώμῃ Φρυγίας, ἐπι‐ βουλευθεὶς ὑπὸ Φαρναβάζου. ἐν ᾧ καὶ κατ’ ἔτος ἐθύετο βοῦς, διακελευσαμένου τοῦτο τοῦ πάντα ἀρίστου Ἀδριανοῦ βασιλέως, ὃς καὶ ἀνέστησεν ἐπὶ τοῦ μνήματος Παρίου λίθου εἰκόνα τὸν Ἀλκιβιάδην. καὶ οὐδὲν θαυμαστὸν εἰ
20ἐξ ἀκοῆς ἠράσθη τῆς Ἀβυδηνῆς ἑταίρας Ἀλκιβιάδης, ὁπότε, ὥς φησι Χάρης, πολλοὶ ὀνείρατι θεασάμενοι, οὓς μὴ πρότερον εἶδον, ἠράσθησαν. Ὑστάσπη γοῦν, φησί, νεώτερος ἦν ἀδελφὸς Ζαριάδρης ἄμφω καλοί· Ἀφροδίτης οὖν καὶ Ἀδώνιδος αὐτούς φασιν οἱ ἐπιχώριοι. ἐκυρίευσε δὲ ὁ μὲν Ὑστάσπης Μηδίας καὶ τῆς ὑποκάτω χώρας, ὁ δὲ Ζαριάδρης τῶν ὑποκάτω Κασπίων
25πυλῶν μέχρι Τανάιδος. τῶν δὲ ἐπέκεινα τοῦ Τανάιδος Ὁμάρτῃ βασιλεῖ θυγάτηρ ἦν ὄνομα Ὀδάτις. αὕτη κατὰ τὸν ὕπνον ἰδοῦσα τὸν Ζαριάδρην ἠράσθη, τὸ δ’ αὐτὸ τοῦτο κἀκείνῳ πάθος συνέπεσε πρὸς αὐτήν. καὶ ἐπε‐ θύμουν ἀλλήλων διὰ τὴν κατὰ τὸν ὕπνον φαντασίαν. ἦν δὲ καὶ ἡ Ὀδάτις καλλίστη τῶν κατὰ Ἀσίαν γυναικῶν, καὶ ὁ Ζαριάδρης δὲ ἦν καλός. πέμ‐
30ποντος οὖν τοῦ Ζαριάδρου πρὸς τὸν Ὁμάρτην καὶ φιλοτιμουμένου γῆμαι τὸν ἄνθρωπον, οὐ συνετίθετο ὁ Ὁμάρτης. ἤθελε γὰρ αὐτὴν δοῦναι ἑνὶ τῶν περὶ αὐτὸν οἰκείων. συναγαγὼν οὖν τοὺς δυνάστας καὶ φίλους μετ’ οὐ πολὺ ἐποιεῖτο τοὺς γάμους, οὐ προειπὼν ὅτῳ μέλλοι διδόναι τὴν παῖδα. ἀκμαζούσης οὖν τῆς μέθης εἰσκαλέσας ὁ πατὴρ τὴν Ὀδάτιν εἶπεν· ἡμεῖς,
35ὦ θύγατερ, νῦν ποιούμεθα τοὺς σοὺς γάμους. περιβλέψασα οὖν καὶ θεω‐ ρήσασα πάντας λαβοῦσα χρυσῆν φιάλην καὶ πληρώσασα δὸς ᾧ θέλεις γαμηθῆναι· τούτου γὰρ κεκλήσῃ γυνή. κἀκείνη περιβλέψασα πάντας
ἀπῄει δακρύουσα, ποθοῦσα τὸν Ζαριάδρην ἰδεῖν· ἐπεστάλκει γὰρ αὐτῷ109 in vol. 2.2

2,2

110

ὅτι μέλλουσιν οἱ γάμοι συντελεῖσθαι. ὃ δὲ στρατοπεδεύων ἐπὶ τοῦ Τανάιδος διαλαθὼν τὴν στρατοπεδείαν διῆλθε μετὰ μόνου τοῦ ἁρματηλάτου διὰ τῆς πόλεως, διώξας ὀκτακοσίους σταδίους. πλησίον δὲ τῆς κώμης γενόμενος ἐν ᾗ τοὺς γάμους ἐτέλουν, καταλιπὼν ἔν τινι τόπῳ αὐτῷ ἅρματι τὸν ἁρμα‐
5τηλάτην προῆγεν ἐνδεδυκὼς στολὴν Σκυθικήν. καὶ παρελθὼν εἰς τὴν αὐλὴν καὶ ἰδὼν τὴν Ὀδάτιν ἑστηκυῖαν πρὸ τοῦ κυλικείου καὶ δακρύουσαν κιρνῶσάν τε βραδέως τὴν φιάλην ἔφη· ὦ Ὀδάτι, πάρειμι δή σοι καθάπερ ἠξίωσας, ἐγὼ Ζαράδρης. ἣ δὲ κατανοήσασα ξένον ἄνδρα καὶ καλὸν καὶ ὅμοιον τῷ κατὰ τὸν ὕπνον ἑωραμένῳ περιχαρὴς γενομένη δίδωσιν αὐτῷ τὴν φιάλην·
10καὶ ὃς ἁρπάσας αὐτὴν ἀπήγαγεν ἐπὶ τὸ ἅρμα καὶ ἔφυγεν ἔχων τὴν Ὀδάτιν. οἱ δὲ παῖδες καὶ αἱ θεράπαιναι συνειδυῖαι τὸν ἔρωτα κατεσιώπησαν καὶ οὐκ ἔφασαν εἰδέναι ὅπου πεπόρευται ἐρωτώμενοι. μνημονεύεται δ’ ὁ ἔρως οὗτος τοῖς τὴν Ἀσίαν οἰκοῦσι βαρβάροις καὶ περισσῶς ἐστι ζηλωτός, καὶ τὸν μῦθον τοῦτον ζωγραφοῦσι καὶ ταῖς θυγατράσιν οἱ πολλοὶ τῶν
15δυναστῶν ὄνομα τίθενται Ὀδάτιν. καὶ Ἀριστοτέλης δὲ ἐν τῇ Μασσαλιωτῶν Πολιτείᾳ φησὶν Εὔξενον τὸν Φωκαέα Νάννῳ τῷ βασιλεῖ ἐπιδημήσαντα ξένον κατὰ τὸν ἄνω ῥηθέντα τρόπον γάμους τελοῦντι τῆς θυγατρὸς Πέττας λαβεῖν παρ’ αὐτῆς τὴν φιάλην εἴτε τύχῃ, εἴτ’ ἄλλῃ τινὶ αἰτίᾳ καὶ ὡς κατὰ θεὸν γενομένης τῆς
20δόσεως σχεῖν αὐτὴν γυναῖκα καὶ γεννῶσαι υἱὸν Πρῶτιν. καὶ ἔστι γένος ἀπὸ τῆς ἀνθρώπου ἐν Μασσαλίᾳ οἱ Πρωτιάδαι καλούμενον. ὅτι Θεμιστοκλῆς ἅρμα ζευξάμενος ἑταιρῶν, ὥς φησιν Ἰδομενεύς, πληθούσης ἀγορᾶς εἰσήλασεν εἰς τὸ ἄστυ. ἦσαν δ’ αὗται Λαμία, Σκιώνη, Σατύρα, Νάννιον. ἦν δὲ καὶ αὐτὸς ἐξ ἑταίρας ὄνομα Ἁβροτόνου, ὡς Ἀμφικτύων φησίν· Ἀβρότονον
25Θρήισσα γυνὴ γένος· ἀλλὰ τεκέσθαι τὸν μέγαν Ἕλλησί φασι Θεμιστοκλέα. Νεάνθης δὲ Εὐτέρπης αὐτόν φησιν υἱόν. Κύρῳ δὲ ἐπὶ τὸν ἀδελφὸν στρα‐ τεύσαντι Ἀσπασία ἡ σοφωτάτη Φωκαὶς ἑταίρα οὖσα συνεστρατεύετο, Μιλτὼ πρότερον καλουμένη. συνηκολούθει δὲ αὐτῷ καὶ ἡ Μιλησία παλλακίς. ὁ δὲ μέγας Ἀλέξανδρος Θαίδα εἶχε μεθ’ ἑαυτοῦ τὴν Ἀττικὴν ἑταίραν, ἣ μετὰ
30τὸν Ἀλεξάνδρου θάνατον καὶ Πτολεμαίῳ ἐγαμήθη τῷ πρώτῳ βασιλεύσαντι Αἰγύπτου καὶ ἐγέννησεν αὐτῷ Λεοντίσκον καὶ Λάγον, θυγατέρα δὲ Εἰρήνην, ἣν ἔγημεν Εὔνοστος ὁ Σόλων τῶν ἐν Κύπρῳ βασιλεύς. καὶ ὁ δεύτερος δὲ τῆς Αἰγύπτου βασιλεὺς ὁ Φιλάδελφος, ὡς ὁ Εὐεργέτης Πτολεμαῖος ἱστορεῖ, πλείστας ἔσχεν ἐρωμένας, Διδύμην ἐπιχωρίαν εὐπρεπεστάτην, Βιλιστύχην,
35Ἀγαθόκλειαν, Στρατονίκην, ἧς τὸ μέγα μνημεῖον ἐπὶ τῇ πρὸς Ἐλευσῖνι θαλάσσῃ, Μύρτιον καὶ ἄλλας. Κλεινοῦς δὲ τῆς οἰνοχοούσης αὐτῷ εἰκόνες πολλαὶ ἀνάκεινται κατὰ Ἀλεξάνδρειαν μονοχίτωνες ῥυτὸν ἔχουσαι ἐν ταῖς
χερσίν. αἱ δὲ κάλλισται τῶν οἰκιῶν, φησὶ Πολύβιος, Μυρτίου καὶ Ποθεινῆς110 in vol. 2.2

2,2

111

καὶ Μνησίδος τῆς αὐλητρίδος προσαγορεύονται· ἦν δὲ καὶ ἡ Ποθεινὴ αὐλητρίς. τοῦ δὲ Φιλοπάτορος Πτολεμαίου Ἀγαθόκλεια ἡ ἑταίρα ἐκράτει, ἡ καὶ πᾶσαν ἀνατρέψασα τὴν βασιλίαν. Ἱέρων δὲ τυραννήσας Συρακουσίοις ἠγάγετο γυναῖκα τῶν ἐπ’ οἰκήματος προεστηκυιῶν Πειθὼ ὄνομα καὶ ἀπέ‐
5δειξε βασιλίδα. Τιμόθεος δὲ ὁ στρατηγήσας Ἀθηναίων ἐπιφανῶς ἑταίρας ἦν υἱὸς Θρᾴττης τὸ γένος, σεμνῆς δ’ ἄλλως τοὺς τρόπους. μεταβαλοῦσαι γὰρ αὗται εἰς τὸ σῶφρον τῶν ἐπὶ τούτων σεμνυνομένων εἰσὶ βελτίους. ὁ δὲ Τιμόθεος καὶ σκωπτόμενός ποτε ὅτι τοιαύτης εἴη μητρός· καὶ χάριν γε αὐτῇ, φησίν, οἶδ’ ὅτι δι’ αὐτῆς Κόνωνός εἰμι υἱός. Ἀριστοφῶν δ’ ὁ
10ῥήτωρ νόμον εἰσενεγκὼν ἐπ’ Εὐκλείδου ἄρχοντος, ὃς ἂν μὴ ἐξ ἀστῆς γένηται νόθον εἶναι, αὐτὸς ἀπεδείχθη ὑπὸ Καλλιάδου τοῦ κωμικοῦ ἐκ Χορηγίδος τῆς ἑταίρας παιδοποιησάμενος· ἱστορεῖ Καρύστιος. Δημήτριος δὲ ὁ Πολιορκητὴς δαιμονίως ἤρα τῆς αὐλητρίδος Λαμίας, ἐξ ἧς ἔσχε θυγατέρα Φίλαν. ἦν δὲ Λαμία θυγάτηρ Κλεάνορος, κατεσκεύασε δὲ τὴν ἐν Σικυῶνι Ποικίλην
15Στοάν. ἤρα δὲ καὶ Λεαίνης τῆς Ἀττικῆς. ἦν δὲ ἡ Λαμία σφόδρα εὔθικτος καὶ Ἀττικὴ πρὸς τὰς ἀποκρίσεις. περὶ ἧς Μάχων φησὶν ὅτι, ἐπεί ποτε ἡδέως ταύτῃ ὁμιλήσοι, ὁ Δημήτριος κελητίσας εἶπε· πρὸς ταῦτα καὶ Λέαινα, εἰ βούλει, κράτει. πάλιν ὁ αὐτός φησιν ὅτι Δημήτριός ποθ’ ὁ βασιλεὺς γένη μύρων Λαμίᾳ παρὰ πότον παντοδαπῶν ἐπεδείκνυτο. ἀποδοκιμαζούσης
20δὲ πάντα καὶ πάνυ κατεγχλιδώσης τῷ βασιλεῖ, νάρδον τινὰ διένευς’ ἐνε‐ γκεῖν τῇ χειρὶ ταἰδοῖον ἀποτρίψας καὶ θιγὼν τοῖς δακτύλοις· τουτί γε, Λαμία, φησίν, ὀσφράνθητι καὶ εἴσῃ παρὰ τἆλλα διαφορὰν ὅσην ἔχει. ἐκείνη δὲ γελάσασα· ἀλλὰ τοῦτ’, ἔφη, τάλαν, δοκεῖ μοι σαπρότατον πάντων πολύ. ὁ δ’ εἶπεν· ἀλλὰ μὴν ἀπὸ βαλάνου τοῦτ’ ἐστίν, ὦ Λαμία, βασιλικῆς. Φίλιππος
25δὲ ὁ Μακεδὼν ηὔξησε Φίλινναν τὴν ὀρχηστρίδα, ἐξ ἧς Ἀριδαῖος ὁ μετ’ Ἀλέξανδρον βασιλεύσας, Δημήτριος δὲ ὁ Πολιορκητὴς μετὰ τὰς προειρημένας Μανίαν, Ἀντίγονος δὲ Δημώ. περὶ δὲ τῆς Μανίας ὁ Μάχων τάδε φησίν· ἴσως ἂν ἀπορήσῃ τις εὐλόγως τῶν ἀκροατῶν, εἴ τις Ἀττικὴ γυνὴ προση‐ γορεύετο ἢ ἐνομίσθη Μανία. αἰσχρὸν γὰρ ὄνομα Φρυγιακὴν γυναῖκ’ ἔχειν,
30καὶ ταῦθ’ ἑταίραν ἐκ μέσης τῆς Ἑλλάδος, ἢ τὴν Ἀθηναίων μὴ κωλῦσαι πόλιν, ὑφ’ ἧς ἅπαντές εἰσιν ἐπηνωρθωμένοι. τὸ μὲν οὖν ὑπάρχον εὐθὺς ἐκ παιδίου αὐτῇ Μέλισσα ἦν ὄνομα. τῷ μεγέθει τῶν τότε γυναικῶν βραχύ τι κατα‐ δεεστέρα· φωνῇ δ’ ὁμιλίᾳ τε κεχορηγημένη καὶ τὰ ἑξῆς. τοῦτό ἐστιν ὃ ἀλλαχοῦ φησι προπετεστέραν ἔχειν κοιλίαν. εἶτ’ ἐπιφέρει· ἐδόκει δὲ λιθιᾶν,
35ὡς ἔοιχ’, ἡ Μανία, Γνάθαινα τ’ εἰς τὰ στρώμαθ’ ὅτι προίεται. ἐπεὶ δέ ποθ’ ἡ Γνάθαινα πρὸς τὴν Μανίαν ἐλοιδορεῖτο καὶ λέγει· τί τοῦτο, παῖ, εἰ καὶ λίθον εἶχες; ὑπολαβοῦσα ἡ Μανία· ἔδωκ’ ἄν, ἵν’ ἔχῃς, φής’, ἀπο‐
ψᾶσθαι, τάλαν. φησὶ δὲ καὶ ὅτι Μανίας ἤρα Λεοντίσκος ὁ παγκρατιαστὴς111 in vol. 2.2

2,2

112

καὶ συνεῖχ’ αὐτὴν μόνος γαμετῆς τρόπον γυναικός. ὑπὸ δ’ Ἀντήνορος μοι‐ χευομένην αἰσθόμενος ἠγανάκτησεν. ἣ δέ· μή σοι μελέτω, φησί, μαθεῖν γὰρ αἰσθέσθαι θ’ ἅμα Ὀλυμπιονικῶν νυκτὸς ἀθλητῶν δυεῖν πληγὴν τί δύναταί ποτ’ ἤθελον. αἰτοῦντος δὲ Δημητρίου μιγῆναι αὐτῇ ἀντηξίωσε
5δοῦναι καὶ αὐτὸν δωρεάν τινα. δόντος δ’ ἐπιστρέψασα λέγει· Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν’ ἔξεστί σοι. αὐτόμολος δὲ ξένος παρεπιδημήσας Ἀθήνησι καὶ μισθωσάμενος αὐτὴν ὅσον ᾔτησεν† ἀνισταμένης πολλάκις καὶ παι‐ ζούσης ὡς δασύποδ’ ἐπικροῦσαι βουλόμενος· τί, ἔφη, μειράκια δοκεῖ τῶν ἀγρῶν ὑμῖν ποτ’ ἐν τοῖς ὄρεσι τάχιστα θηρίων τρέχειν; ἡ Μανία δ’· αὐτό‐
10μολος, ὦ βέλτιστ’, ἔφη· τοῦτον ῥίψασπίν ποτ’ ἔφη γεγονέναι προσβολῆς οὔσης. ὁ δὲ στρατιώτης ὑπό τι σκυθρωπάσας ἀπέπεμψε ταύτην· διαλι‐ ποῦσα δ’ ἡ ἑταίρα· παρὰ τοῦτο λυποῦ, ἔφη, φίλτατε· οὐ γὰρ σὺ φεύγων ἀπέβαλες τὴν ἀσπίδα, ἀλλ’ ὁ σοὶ χρήσας τότε. Διφίλου δὲ παρὰ Γναθαίνη πίνοντός ποτε καὶ εἰπόντος· ψυχρόν τ’ ἀγγεῖον, ὦ Γνάθαιν’, ἔχεις· τῶν
15σῶν γάρ, εἶπεν, ἐπιμελῶς, ὦ Δίφιλε, εἰς αὐτό γ’ ἀεὶ δραμάτων ἐμβάλλομεν. κληθεὶς δέ ποτε πρὸς τὴν Γνάθαιναν Δίφιλος ἐπὶ δεῖπνον Ἀφροδισίοις, τιμώμενος μάλιστα τῶν ἐρωμένων παρῆν ἔχων δύο Χῖα, Θάσια τέσσαρα καὶ ἄλλα καὶ μάγειρον. Συριακοῦ δέ τινος ξένου πέμψαντος αὐτῇ χιόνα σαπέρδην θ’ ἕνα αἰσχυνομένη τὰ δῶρα μή τις καταμάθῃ φυλαττομένη τε
20πολὺ μάλιστα Δίφιλον, μὴ δώσει δίκην μετὰ ταῦτα κωμῳδουμένη, τὸ μὲν τάριχος εἶπε ταχέως ἀποφέρειν πρὸς τοὺς σπανίζειν ὡμολογημένους ἁλῶν, τὴν χιόνα δ’ εἰς τὸν ἄκρατον ἐνσείσασα προσήνεγκε Διφίλῳ. ὑπερηδέως δὲ τὴν κύλικ’ ἐκπιὼν ἄφνω καὶ τὸ παράδοξον καταπλαγεὶς ὁ Δίφιλος· ψυχρόν γ’, ἔφη, Γνάθαιν’, ἔχεις τὸν λάκκον ὁμολογουμένως· ἣ δ’ εἶπε· τῶν σῶν
25δραμάτων γὰρ εἰς αὐτὸν ἀεὶ τοὺς προλόγους ἐμβάλλομεν. συνδειπνοῦσα δέ ποτε Δεξιθέᾳ τῇ ἑταίρᾳ τοὖψον ἀποτιθείσης πᾶν τῆς Δεξιθέας τῇ μητρί, εἰ, φησίν, ᾔδειν τοῦτ’ ἐγώ, τῇ μητρὶ συνεδείπνουν ἄν, οὐχὶ σοί, γύναι. γηράσασα δὲ καὶ ἤδη οὖσα σορός, εἰς τὴν ἀγορὰν ἐξῄει καὶ τοὖψον ἐφορᾷ καὶ ἐπολυπραγμόνει πόσου πωλεῖθ’ ἕκαστον. Στρατοκλέους δὲ ἐρίφους δι‐
30δόντος τοῖς γνωρίμοις λοπάδας τε συνάλμους ἀφ’ ὧν συνέβαινε διψᾶν τε καὶ μακρὰς πράττειν εἰς τὰ λοιπὰ συμβολάς, Γνάθαινα ἔφη· Στρατοκλῆς ἐπὶ ἐρίφοις χειμῶνα ποιεῖ. καὶ Γναθαίνιον δέ, φησὶ Μάχων, ἡ θυγατριδῆ Γναθαίνης, σατράπῃ πάνυ γέροντι ἰδοντ’ αὐτῆς τὸ εἶδος καὶ τοὺς ῥυθμοὺς καὶ πυθομένῳ πόσον μίσθωμα πράττεται δραχμὰς χιλίας ἔταξεν. εἶτα
35πέντε ἐπράξατο. καὶ πολλὰ τοιαῦτα ληρεῖ περί τε τῆς Γναθαίνης καὶ ἑτέρων. ἀνάγωγος ὤν, φησί, καὶ βάναυσος. ὅτι ἡ Γναθαίνιον, φησὶ Μάχων, εἰς Πειραιᾶ ποτε κατέβαινε πρὸς ξένον τινὰ ἔμπορον ἐραστὴν ἐπ’ ἀστράβης,
ἔχους’ ὀνάρια μετ’ αὐτῆς τρία καὶ θεραπαίνας. ἐπεὶ δ’ ἐπὶ στενῆς ὁδοῦ112 in vol. 2.2

2,2

113

κακὸς αὐταῖς παλαιστὴς συνήντησε τῶν ἀεὶ ἐπιμελῶς ἡττωμένων. καὶ μὴ δυνάμενος διελθεῖν ἠπειλήσατο τῷ ὀνηλατῇ τὰ γύναια καταβαλεῖν σὺν τοῖς ὀναρίοις καὶ ταῖς ἀστράβαις. Γναθαίνιον εἶπε· μὴ δῆτ’, ἄνερ, οὐδέποτε γὰρ τοῦτ’ ἐστί σοι πεπραγμένον. φησὶ δὲ Μάχων καὶ ὅτι Λαὶς ἡ Κορινθία
5ποτὲ Εὐριπίδην ἰδοῦς’ ἐν κήπῳ πινακίδα καὶ γραφεῖον ἐξηρτημένον ἔχοντα· ἀπόκριναι, φησίν, ὦ ποιητά, μοί, τί βουλόμενος ἔγραψας ἐν τραγῳδίᾳ· ἔρρ’ αἰσχροποιέ; καταπλαγεὶς δ’ ὁ Εὐριπίδης τὴν τόλμαν αὐτῆς· σὺ γάρ, ἔφη, τίς εἶ; αἰσχροποιός; ἣ δὲ γελάσασα ἀπεκρίθη· τί δ’ αἰσχρόν, εἰ μὴ τοῖσι χρωμένοις δοκεῖ; ἡ Γλυκέριον δὲ λαβοῦσα παρὰ ἐραστοῦ τινος Κορίνθιον
10καινὸν λῄδιον ἔδωκεν εἰς γναφεῖον· εἶτ’ ἐπεὶ τέλος ἔδοξ’ ἔχειν, πέμψασα τὴν θεραπαινίδα τὸ μισθάριον ἔχουσαν ἐκέλευ’ ἀποφέρειν θοἰμάτιον. ὁ γναφεὺς δ’· ἄν γ’ ἐλᾳδίου τεταρτημόριά μοι, φησί, προσενέγκῃς τρίας, κόμισαι. ὡς δ’ ἀπήγγειλε· τάλαιν’, εἶπεν ἡ Γλυκέριον, μέλλει γὰρ ὥσπερ μαινίδας ἀπο‐ τηγανίζειν, φησί, μοῦ τὸ λῄδιον.
15 ὁ τοῦ Σοφοκλέους Δημοφῶν ἐρώμενος τὴν Αἶγα Νικὼ πρεσβυτέραν οὖσαν νέος ὢν ἔτ’ αὐτὸς εἶχεν. ἐπεκαλεῖτο δ’ Αἴξ, ὅτι τὸν μέγαν ἐραστήν ποτε κατέφαγε Θαλλὸν τὸν κάπηλον. ἐπεὶ δ’ ἠξίου ποτὲ τῆς πυγῆς αὐτῆς λαβέσθαι ὁ Δημοφῶν, εἶπε γελάσασα· ἵνα Σοφοκλεῖ δῷς παρ’ ἐμοῦ λαβών, φίλτατε. Πύθωνος δὲ αὐτὴν ἀπολιπόντος, Εὔαρδιν δὲ τὴν παχεῖαν ἀνα‐
20λαβόντος, εἶθ’ ὡς ὕστερον μεταπεμπομένου αὐτήν· Πύθων ἔφη, ἐπεὶ ἤδη τῶν ὑῶν ἐγένετο διάμεστος, ἐπὶ τὴν αἶγ’ οἷός ἐστιν ἀνακάμπτειν πάλιν. Ἵππη δὲ Θεόδοτον σχοῦσα ἐραστὴν τὸν ἐπὶ τοῦ χόρτου ποτὲ γενόμενον ὀψὲ τῆς ὥρας εἰσῆλθέ ποτε ἐπὶ κώθωνα πρὸς Πτολεμαῖον· ἐπεί, Πτολεμαῖε, ἔφη, διψῶ σφόδρα, ἐγχεέτω μοί τις τέσσαρας κοτύλας ἔπειτ’ εἰς τὴν με‐
25γάλην. ὁ βασιλεὺς λέγει· εἰς τὴν λεκάνην μὲν οὖν· δοκεῖς γάρ μοι πολύν, Ἵππη, πάνυ χόρτον καταβεβρωκέναι. ὅτι αἱ καλαὶ Ἀθῆναι τοσοῦτον πλῆθος ἤνεγκαν ἑταιρῶν ὅσον ὄχλον εὐανδροῦσα πόλις οὐκ ἔσχεν. ἀναγέγραφεν οὖν Ἀριστοφάνης μὲν ὁ Βυζάντιος ῥλεʹ, Ἀπολλόδωρος δὲ πλείους καὶ ἄλλοι. εἶσι δὲ καὶ ἄγραφοι ἄλλαι τε καὶ Ἀγαλλίς, Θαυμάριον, Σιγή, Συνωρίς,
30ἣ καὶ Λύχνος, Θρυαλλίς, Χίμαιρα, Λαμπάς. ὅτι Δίφιλος ἐν ἀγῶνι ἀσχη‐ μονήσας ἤρθη ἐκ τοῦ θεάτρου καὶ οὐδὲν ἧττον ἐλθὼν εἰς τὴν Γνάθαιναν ἐκέλευεν ὑπονίψαι τοὺς πόδας. ἣ δέ· τί γάρ, εἶπεν, οὐκ ἠρμένος ἥκεις; σφόδρα δ’ ἦν ἡ Γνάθαινα εὔθικτος πρὸς τὰς ἀποκρίσεις. καὶ ἄλλαι δ’ ἑταῖραι μέγα ἐφρόνουν ἐφ’ ἑαυταῖς, παιδείας ἀντεχόμεναι καὶ τοῖς μαθήμασι
35χρόνον ἀπομερίζουσαι· διὸ καὶ εὔθικτοι πρὸς τὰς ἀπαντήσεις ἦσαν. κατη‐ γοροῦντος οὖν ποτε Στίλπωνος Γλυκέρας παρὰ πότον ὡς διαφθειρούσης τοὺς νέους, ὑποτυχοῦσα ἡ Γλυκέρα· τὴν αὐτὴν ἔχομεν αἰτίαν, εἶπεν, ὦ Στίλπων·
ὡς μηδὲν διαφέρειν ἐπιτριβομένοις καὶ κακῶς πάσχουσιν ἢ μετὰ φιλοσόφου113 in vol. 2.2

2,2

114

ζῆν ἢ ἑταίρας. Φρύνην δ’ ἐπείρα Μοίριχος τὴν Θεσπικήν· κἄπειτεν αἰτή‐ σασαν αὐτὸν μνᾶν μίαν ὁ Μοίριχος, μέγ’· εἶπεν, οὐ πρῴην δύο χρυσοῦς λαβοῦσα παραγένου ξένῳ τινί; ἣ δέ· περίμενε τοίνυν καὶ σύ, φησίν, ἕως οὗ βινητιάσω, καὶ τοσοῦτον λήψομαι.
5 παρασίτου δέ τινος ὑπὸ γραὸς τρεφομένου καὶ τὸ σῶμα εὖ ἔχοντος Γνάθαινα ἔφη· χαριέντως, ὦ νεανίσκε, τὸ σῶμα διάκεισαι. τί οὖν οἴει εἰ μὴ ἐδευτεροκοίτουν; τῷ λιμῷ ἄν, ἔφη, ἀπέθανες· φησὶ Λυγγεύς. Παυσανίου δὲ τοῦ Λάκκου ὀρχουμένου καὶ εἰς κάδδον τινα ἐμπεσούσης· ὁ λάκκος, ἔφη, εἰς τὸν κάδδον ἐμπέπτωκεν. ἐπιδόντος δέ τινος οἶνον ἐν ψυκτηρίῳ
10μικρῷ καὶ εἰπόντος ὅτι ἑκδεκαέτης· μικρός γε, ἔφη, ὃς τοσούτων ἐτῶν. οἱ δὲ Φρύνης τοῦτό φασιν. νεανίσκων δέ τινων παρὰ πότον ὑπὲρ αὐτῆς τυπ‐ τόντων ἑαυτοὺς ἔφη πρὸς τὸν ἡττώμενον; θάρρει, παιδίον· οὐ γὰρ στεφανίτης ὁ ἀγών ἐστιν, ἀλλ’ ἀργυρίτης. ὡς δ’ ὁ τὴν μνᾶν τῇ θυγατρὶ δοὺς αὐτῆς οὐδὲν ἔτι ἔφερεν, ἀλλ’ ἐφοίτα μόνον· παιδίον, ἔφη, ὥσπερ πρὸς Ἱππόμαχον
15τὸν παιδοτρίβην μνᾶν δοὺς οἴει ἀεὶ φοιτήσειν; τῶν δὲ πινόντων παρ’ αὐτῇ βαλλομένων εἰς βολβοφακῆν καὶ τῆς παιδίσκης εἰς τὸν κόλπον ἐμβαλ‐ λομένης τῶν φακῶν, ἡ Γνάθαινα ἔφη· κολποφακῆν διανοεῖται ποιεῖν. πρὸς δὲ ἀδολέσχην διηγούμενον ὅτι παραγέγονεν ἀφ’ Ἑλλησπόντου· πῶς οὖν, φησίν, εἰς τὴν πρώτην πόλιν οὐχ ἧκες τῶν ἐκεῖ; τοῦ δ’ εἰπόντος· εἰς ποίαν;
20εἰς Σίγειον, εἶπεν. εἰσελθόντος δέ τινος ὡς αὐτὴν καὶ ἰδόντος ἐπί τινος ἀγ‐ γείου ᾠὰ καὶ εἰπόντος· ὠμὰ ταῦτα, Γνάθαινα, ἢ ἑφθά; ἐγχάλκεα, ἔφη, παιδίον. Χαιρεφῶντος δ’ ἀκλήτου ἐπὶ δεῖπνον ἐλθόντος, προπιοῦσα ποτήριον αὐτῷ· λαβέ, ἔφησεν, ὑπερήφανε. καὶ ὅς· ἐγὼ ὑπερήφανος; τίς δὲ μᾶλλον, εἶπεν ἡ Γνάθαινα, ὃς οὐδὲ καλούμενος ἔρχῃ. ταῦτα ὁ Λυγκεύς.
25 Μετάνειρα δὲ ἡ ἑταίρα Δημοκλέους τοῦ παρασίτου Λαγυνίωνος ἐπίκλην διαπηδῶντος ἐπὶ τὴν πλησίον κλίνην ἔφη· πρόσεχε, μὴ ἀνατραπῇς· φησὶν Ἡγήσανδρος. Ἀριστόδημος δέ φησι· Γνάθαιναν δύο ἐμισθώσαντο, στρατιώτης καὶ μαστιγίας. ἀναγωγότερον οὖν τοῦ στρατιώτου λάκκον αὐτὴν εἰπόντος· πῶς; ἔφη, ἢ ὅτι δύο ποταμὼ ἐμβάλλετόν μοι, ὁ Λύκος καὶ ὁ Μα‐
30στιγίας; ἐπὶ δὲ τὴν τῆς Γναθαίνης θυγατέρα πτωχῶν ἐραστῶν κωμαζόντων καὶ ἀπειλούντων κατασκάψειν τὴν οἰκίαν, ἐνηνοχέναι γὰρ δικέλλας ἄμας· εἰ ταῦτ’ εἴχεθ’ ὑμεῖς, εἶπεν ἡ Γνάθαινα, ἐνέχυρα ἂν θέντες τὸ μίσθωμα ἀπεστείλατε. ἐμμελὴς δ’ ἦν πάνυ ἡ Γνάθαινα καὶ οὐκ ἀνάστειος φθέ‐ γξασθαι· ἣ καὶ νόμον συσσιτικὸν συνέγραψε κατὰ ζῆλον τῶν ταῦτα συντα‐
35ξαμένων φιλοσόφων. Καλλίστιον δὲ τὴν Πτωχελένην μαστιγίας ἐμισθώσατο. θέρους δὲ ὄντος ἐπεὶ γυμνὸς κατέκειτο, τοὺς τύπους τῶν πληγῶν ἰδοῦσα· πόθεν οὗτοι, τάλαν; εἶπε. καὶ ὅς· παιδὸς ὄντος μου ζωμὸς κατεχύθη. ἣ δέ·
δηλαδὴ μόσχειος. Μενάνδρῳ δὲ τῷ ποιητῇ δυσημερήσαντι εἰσελθόντι εἰς114 in vol. 2.2

2,2

115

τὴν οἰκίαν Γλυκέρα προσενέγκασα γάλα παρεκάλει ῥοφῆσαι. ὃ δ’· οὐ θέλω, εἶπεν· ἦν γὰρ ἐφεστηκυῖα γραῦς αὐτῷ. ἣ δὲ ἀποφυσήσασα εἶπε· τῷ κά‐ τω χρῶ. Θαὶς δὲ ἐραστοῦ τινος αὐτῆς ἀλαζόνος παρὰ πολλῶν ποτήρια χρησαμένου καὶ λέγοντος θέλειν ταῦτα συγκόψαι, ἄλλα δὲ κατασκευάσαι·
5ἀπολεῖς, ἔφη, ἑκάστου τὸ ἴδιον. Λεόντιον δὲ κατακειμένη μετ’ ἐραστοῦ, ἐπεισελθούσης εἰς τὸ συμπόσιον Γλυκέρας καὶ τοῦ ἐραστοῦ αὐτῆς ταύτῃ μᾶλλον προσέχοντος, κατάστυγνος ἦν. ὡς δ’ ἐπιστρέψας ὁ γνώριμος αὐτὴν ἠρώτησε, τί λυπεῖται· ἡ ὑστέρα με λυπεῖ, ἔφη. πρὸς Λαίδα τὴν Κορινθίαν ἐραστὴς ἀποσφράγισμα πέμψας ἐκέλευε παραγίνεσθαι. ἣ δ’· οὐ δύναμαι, εἶπε·
10πηλός ἐστι. Θαὶς πρὸς γράσωνα πορευομένη ἐραστήν, ἐπεί τις αὐτὴν ἤρετο ποῦ πορεύεται ἔφη· Αἰγεῖ συνοικήσουσα τῷ Πανδίονος. Φρύνη δέ ποτε συν‐ δειπνοῦσα γράσωνι ἄρασα φορίνην· λαβέ, εἶπε, καὶ κατάτραγε. ζητουμένου δὲ ἔν τινι συμποσίῳ διὰ τί οἱ στέφανοι κρήμανται, εἶπεν· ὅτι ψυχα‐ γωγοῦσιν. μαστιγίου δέ τινος μειρακιευομένου πρὸς αὐτὴν καὶ φαμένου
15πολλαῖς συμπεπλέχθαι, καθ’ ὑπόκρισιν ἐσκυθρώπασεν. ἐρομένου δὲ τὴν αἰτίαν· ὀργίζομαί σοι, εἶπεν, ὅτι πολλὰς ἔχεις. φιλάργυρος δέ τις ὑποκοριζόμενος αὐτὴν εἶπεν· Ἀφροδίσιον εἶ Πραξιτέλους· ἣ δέ· σὺ δ’ Ἔρως Φειδίου. ὅτι Σινώπη ἧς Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος μέμνηται Ἄβυδος ἐλέγετο διὰ τὸ γραῦς εἶναι, φησὶν Ἡρόδικος. Φανοστράτη δέ, ἧς καὶ αὐτῆς
20ἐν τῷ αὐτῷ λόγῳ Δημοσθένης μέμνηται, Φθειροπύλη ἐκαλεῖτο, ἐπεὶ ἐπὶ τῆς πύλης ἑστῶσα ἐφθειρίζετο. ἡ δὲ Σταγόνιον καὶ Ἄνθις, ὡς Ὑπερίδης φησίν, Ἀφύαι ἐκαλοῦντο, ὅτι λευκαὶ καὶ λεπταὶ οὖσαι τοὺς ὀφθαλμοὺς μεγάλους εἶχον. καὶ ἡ Νικοστρατὶς δὲ διὰ τὴν αὐτὴν αἰτίαν Ἀφύη ἐπεκλήθη. ὅτι Ἅρπαλος τὴν Ἀθήνηθεν
25Γλυκέραν, ὥς φησι Θεόπομπος, μετεπέμψατο, ἣ καὶ ἐλθοῦσα ᾤκει ἐν τοῖς βασιλείοις τοῖς ἐν Ταρσῷ καὶ προσεκυνεῖτο ὑπὸ τοῦ πλήθους ὡς βασίλισσα· ἀπείρητό τε πᾶσι μὴ στεφανοῦν Ἅρπαλον, ἐὰν μὴ Γλυκέραν. ἐν Ῥωσῷ δὲ καὶ εἰκόνα χαλκῆν αὐτῆς στῆσαι ἐτόλμησε. Λυσίας δὲ ἐν τῷ πρὸς Λαίδα φησί· Φίλυρα δέ τοι ἐπαύσατο πορνευομένη νέα ἔτι οὖσα καὶ
30Σκιώνη καὶ Ἱππάφεσις καὶ Θεόκλεια καὶ ἄλλαι. ὅτι Ναίδι τῇ ἑταίρᾳ ὁ ἰατρὸς Νικόστρατος ὁ ταύτην ἀναλαβὼν ἀποθνῄσκων κατέλιπε πολὺν ἐλέ‐ βορον, ἄλλο δ’ οὐδέν. μέμνηται δὲ καὶ Λυκοῦργος Εἰρηνίδος ἑταίρας καὶ Ὑπερίδης Ναννίου τῆς καὶ Αἰγός, ἣ καὶ Προσκήνιον ἐπεκαλεῖτο ὅτι πρόσ‐ ωπον ἀστεῖον εἶχε καὶ ἐχρῆτο χρυσίοις ἱματίοις πολυτελέσι, ἐκδῦσα
35δὲ ἦν αἰσχροτάτη. μέμνηται δὲ Ὑπερίδης καὶ Νεμεάδος αὐλητρίδος περὶ ἧς ἄξιον θαυ‐ μάζειν πῶς περιεῖδον Ἀθηναῖοι οὕτως προσαγορευομένην τὴν πόρνην, πανη‐
γύρεως ἐνδοξοτάτης ὀνόματι κεχρημένη. κεκώλυτο γὰρ τὰ τοιαῦτα τίθεσθαι115 in vol. 2.2

2,2

116

ὀνόματα οὐ μόνον ταῖς ἑταιρούσαις, ἀλλὰ καὶ ταῖς ἄλλαις δούλαις, ὥς φησι Πολέμων. Φιλέταιρος δέ φησί που· οὐχὶ Κερκώπη μὲν ἤδη γέγονεν ἔτη τρισχίλια, ἡ δὲ Διοπείθους ἀηδὴς Τελέσιλλα ἕτερα μύρια; Θεολύτην δ’ οἶδεν οὐδεὶς ὅτε τὸ πρῶτον ἐγένετο. οὐχὶ Λαὶς μὲν τελευτῶς’ ἀπέθανε
5κινουμένη, Ἰσθμιὰς δὲ καὶ Νέαιρα κατεσέσηπε; περὶ δὲ Ναίδος σιωπῶ· γομφίους γὰρ οὐκ ἔχει. τὸν τῆς ἡδονῆς τοῖχον ὑποσκάπτοντες, Ἐρατοσθένης ἔφη. ὅτι Ἐπίκουρος τῆς ἐγκυκλίου παιδείας ἀμύητος ὢν ἐμακάριζε τοὺς ὁμοίως αὐτῷ ἐπὶ φιλοσοφίαν παρερχομένους λέγων· μακαρίζω σε, ὦ οὗτος, ὅτι καθαρὸς πάσης
10αἰτίας ἐπὶ φιλοσοφίαν ἔρχῃ. οὗτος Λεόντιον τὴν ἑταίραν ἐρωμένην εἶχεν, ἣ καὶ πᾶσι μὲν τοῖς Ἐπικουρείοις συνῆν ἐν τοῖς κήποις, Ἐπικούρῳ δὲ καὶ ἀναφανδόν. ὅτι Λαὶς ἐξ Ὑκκάρων πόλεως Σικελικῆς αἰχμάλωτος γενομένη ἧκεν εἰς Κόρινθον, φησὶ Πολέμων, ἧς καὶ Ἀρίστιππος ἤρα καὶ Δημοσθένης ὁ ῥήτωρ Διογένης τε ὁ κύων· ᾗ καὶ Ἀφροδίτη ἡ ἐν Κορίνθῳ ἡ Μελαινὶς
15νυκτὸς ἐπιφαινομένη ἐμήνυεν ἐραστῶν ἔφοδον πολυταλάντων. Ἀπελλῆς δὲ ὁ ζωγράφος παρθένον ἔτι οὖσαν ταύτην ἰδὼν ἀπὸ Πειρήνης ὑδροφοροῦσαν θαυμάσας τὸ κάλλος ἤγαγεν εἰς συμπόσιον. χλευασάντων δ’ αὐτὸν τῶν ἑταίρων ὅτι ἀνθ’ ἑταίρας παρθένον εἰς τὸ συμπόσιον ἀγάγοι· μὴ θαυμάσητε, ἔφη· ἐγὼ γὰρ αὐτὴν εἰς μέλλουσαν ἀπόλαυσιν μετ’ οὐδ’ ὅλην τριετίαν
20καλὴν δείξω. τὸ δ’ αὐτὸ καὶ Σωκράτης ἐμαντεύσατο περὶ τῆς Ἀθηναίας Θεοδότης. οὕτω δ’ ἦν ἡ Λαὶς καλὴ ὡς καὶ τοὺς ζωγράφους ἐρχομένους πρὸς αὐτὴν ἀπομιμεῖσθαι τοὺς μαστοὺς καὶ τὰ στέρνα. διαζηλοτυπουμένη δέ ποτε τῇ Φρύνῃ ἡ Λαὶς πολὺν ἐραστῶν ἔσχηκεν ὅμιλον, οὐ διακρίνουσα πλούσιον ἢ πένητα. Ἀρίστιππος δὲ δύο τοῦ ἔτους μῆνας συδιημέρευεν
25αὐτῇ ἐν Αἰγίνῃ. ὀνειδιζόμενος δὲ ὑπὸ τοῦ οἰκέτου, ὅτι ὁ μὲν αὐτῇ τοσοῦτον ἀργύριον δίδωσιν, ἣ δὲ προῖκα Διογένει τῷ κυνὶ συγκυλίεται, ἔφη· ἐγὼ Λαίδι χορηγῶ ἵν’ αὐτῆς ἀπολαύω, οὐχ ἵνα μὴ ἄλλο. Διογένους δ’ εἰπόντος αὐτῷ· Ἀρίστιππε, κοινῇ συνοικεῖς πόρνῃ· ἢ κύνιζε γοῦν, ὡς ἐγώ, ἢ πέ‐ παυσο, Ἀρίστιππος ἔφη· ἆρά γε μή τί σοι ἄτοπον δοκεῖ εἶναι, Διόγενες,
30οἰκίαν οἰκεῖν ἐν ᾗ πρότερον ᾤκησαν ἄλλοι; οὐ γάρ, ἔφη. τί δὲ ναῦν ἐν ᾗ πολλοὶ πεπλεύκασιν; οὐδὲ τοῦτο, ἔφη· οὕτως οὖν οὐδὲ γυναικὶ συνεῖναι ἄτοπον ᾗ πολλοὶ κέχρηνται. Στράττις δὲ οὐ Σικελήν, ἀλλὰ Κορινθίαν εἶναι ἔφη αὐτήν. ἀνῃρέθη δὲ ὑπὸ γυναικῶν ἐν Θετταλίᾳ ἐρασθεῖσα Παυσανίου Θετταλοῦ, κατὰ φθόνον καὶ δυσζηλίαν ξυλίναις χελώναις τυπτομένη ἐν
35Ἀφροδίτης ἱερῷ. διὸ καὶ τὸ τέμενος ἐκλήθη ἀνοσίας Ἀφροδίτης. καὶ ἦν τάφος αὐτῆς παρὰ τῷ Πηνειῷ σημεῖον ἔχων ὑδρίαν λιθίνην καὶ ἐπίγραμμα τόδε· τῆσδέ ποθ’ ἡ μεγάλαυχος ἀνίκητός τε πρὸς ἀλκὴν Ἑλλὰς ἐδουλώθη
κάλλεος ἰσοθέου, Λαίδος· ἣν ἐτέκνωσεν Ἔρως, θρέψε δὲ Κόρινθος· κεῖται116 in vol. 2.2

2,2

117

δ’ ἐν κλεινοῖς Θετταλικοῖς πεδίοις. αὐτοσχεδιάζουσιν οὖν οἱ λέγοντες αὐτὴν ἐν Κορίνθῳ τεθάφθαι. Ἀριστοτέλης δ’ ὁ Σατυριστὴς ἐξ Ἑρπυλλίδος ἑταίρας ἐπαιδοποίησε Νικόμαχον καὶ συνῆν ταύτῃ μέχρι θανάτου, φησὶν Ἕρμιππος. Πλάτων δὲ τὴν Κολοφωνίαν ἑταίραν Ἀρχαιάνασσαν ἠγάπα. καὶ ᾖδεν
5εἰς αὐτὴν τάδε· Ἀρχαιάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταίραν, ἧς κἀπὶ ῥυτίδων πικρὸς ἔπεστιν ἔρως. ἆ δειλοὶ νεότητος ἀπαντήσαντες ἐκείνης πρωτο‐ πόρου, δι’ ὅσης ἤλθετε πυρκαιῆς. Περικλῆς δ’ ὁ Ὀλύμπιος δι’ Ἀσπασίαν τὴν νεωτέραν, οὐ τὴν Σωκράτει συγγενομένην, συνετάραξε πᾶσαν τὴν Ἑλλάδα. ἦν δὲ πρὸς ἀφροδίσια πάνυ καταφερής· ὃς καὶ τῇ τοῦ υἱοῦ γυναικὶ
10συνῆν, ὃς καὶ φευγούσης ποτὲ Ἀσπασίας γραφὴν ἀσεβείας λέγων ὑπὲρ αὐτῆς πλείω ἐδάκρυσεν ἢ ὅτε ὑπὲρ τοῦ βίου καὶ τῆς οὐσίας ἐκινδύνευεν. καὶ Κίμωνος δὲ Ἐλπινίκῃ τῇ ἀδελφῇ παρανόμως συνόντος καὶ φυγαδευ‐ θέντος μισθὸν ἔλαβε τῆς καθόδου ὁ Περικλῆς τὸ τῇ Ἐλπινίκῃ μιγῆναι καίτοι τῷ Καλλίᾳ ἐκδοθείσῃ. Περίανδρος δὲ ὁ ἐξ Ἐπιδαύρου Μέλισσαν ἰδὼν Πελο‐
15ποννησιακῶς ἠσθημένην (ἀναμπέχονος γὰρ καὶ μονοχίτων ἦν καὶ ᾠνοχόει τοῖς ἐργαζομένοις) ἐρασθεὶς ἔγημεν. Πύῤῥου δὲ τοῦ Ἠπειρώτου ἐρωμένη ἦν ἡ Λευκαδία Τίγρις, ἣν Ὀλυμπιάς, ἡ τοῦ νεανίσκου μήτηρ, φαρμάκοις ἔκτεινεν. ὅτι εὕρηται παρὰ τοῖς ἀρχαίοις καὶ ὁ τίγρις τὸ ζῷον ἀρσενικῶς. ὅτι Ὑπερίδης ὁ ῥήτωρ ἐκ τῆς πατρῴας οἰκίας τὸν υἱὸν ἀποβαλὼν Γλαύκιππον
20Μύῤῥιναν τὴν πολυτελεστάτην ἀνέλαβε, καὶ ταύτην μὲν ἐν ἄστει εἶχεν, ἐν Πειραιεῖ δὲ Ἀρισταγόραν, Φίλαν δ’ ἐν Ἐλευσῖνι πολλῶν χρημάτων ὠνησάμενος. ἐν δὲ τῷ ὑπὲρ Φρύνης λόγῳ Ὑπερίδης ὁμολογεῖ ἐρᾶν τῆς γυναικὸς καὶ οὐδέπω τοῦ ἔρωτος ἀπηλλάχθαι. ἦν δ’ ἡ Φρύνη ἐκ Θεσπιέων. κρινομένη
25δ’ ὑπὸ Εὐθίου τὴν ἐπὶ θανάτῳ ἀπέφυγεν· διὸ ὀργισθεὶς ὁ Εὐθίας οὐκέτι εἶπεν ἄλλην δίκην, ὁ δὲ Ὑπερίδης συναγορεύων τῇ Φρύνῃ, ὡς οὐδὲν ἤνυε λέγων ἐπίδοξοί τε ἦσαν οἱ δικασταὶ καταψηφιούμενοι, παραγαγὼν αὐτὴν εἰς τοὐμφανὲς καὶ περιῤῥήξας τοὺς χιτωνίσκους γυμνά τε τὰ στέρνα ποιήσας τοὺς ἐπιλογικοὺς οἴκτους ἐκ τῆς ὄψεως αὐτῆς ἐπεῤῥητόρευσε δεισιδαι‐
30μονῆσαί τε ἐποίησε τοὺς δικαστὰς τὴν ὑποφῆτιν καὶ ζάκορον Ἀφροδίτης ἐλέῳ χαρισαμένους μὴ ἀποκτεῖναι. καὶ ἀφεθείσης ἐγράφη ψήφισμα μηδένα οἰκτίζεσθαι τῶν λεγόντων ὑπέρ τινος μηδὲ βλεπομένους τὸν κατήγορον ἢ τὴν κατηγορουμένην κρίνεσθαι. ἦν δὲ ἡ Φρύνη μᾶλλον καλὴ ἐν τοῖς μὴ βλεπομένοις, διὸ οὐδὲ ῥᾳδίως ἦν ἰδεῖν αὐτὴν γυμνήν· ἐχέσαρκον γὰρ χιτώνιον
35ἠμπίσχετο καὶ τοῖς δημοσίοις οὐκ ἐχρῆτο βαλανείοις, τῇ δὲ τῶν Ἐλευσινίων πανηγύρει ἐν ὄψει τῶν Πανελλήνων ἀποθεμένη θοἰμάτιον καὶ λύσασα τὰς κώμας ἐνέβαινε τῇ θαλάσσῃ καὶ ἀπ’ αὐτῆς Ἀπελλῆς τὴν Ἀναδυομένην
Ἀφροδίτην ἀνεγράψατο. καὶ Πραξιτέλης δὲ ὁ ἀγαλματοποιὸς ἐρῶν αὐτῆς117 in vol. 2.2

2,2

118

τὴν Κνιδίαν Ἀφροδίτην ἀπ’ αὐτῆς ἐπλάσατο καὶ ἐν τῇ τοῦ Ἔρωτος βάσει, ὃν αὐτὸς ἔπλασεν, ἐπέγραψε· Πραξιτέλης ὃν ἔπασχε διηκρίβωσεν Ἔρωτα, ἐξ ἰδίης ἕλκων ἀρχέτυπον κραδίης, Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ. ἐκλογήν τε αὐτῇ τῶν ἀγαλμάτων ἔδωκεν. ἣ δὲ ἑλομένη τὸν Ἔρωτα ἀνέθηκεν ἐν
5Θεσπιαῖς. αὐτῆς δὲ Φρύνης οἱ περικτίονες ἀνδριάντα ποιήσαντες ἀνέθηκαν ἐν Δελφοῖς χρύσεον ἐπὶ κίονος Πεντελικοῦ· κατεσκεύασε δ’ αὐτὸν Πραξιτέλης. ὃν ἰδὼν Κράτης ὁ κυνικὸς ἔφη τῆς τῶν Ἑλλήνων ἀκρασίας ἀνάθημα. ἕστηκε δ’ ἡ εἰκὼν αὕτη μέση Ἀρχιδάμου καὶ Φιλίππου ἔχουσα ἐπιγραφήν· Φρύνη Ἐπικλέους Θεσπική. Ἀπολλόδωρος δὲ δύο ἀναγράφει Φρύνας, ὧν τὴν μὲν
10ἐπικαλεῖσθαι Κλαυσιγέλωτα, τὴν δὲ Σαπέρδιον. Ἡρόδικος δὲ τὴν μέν φησι καλεῖσθαι Σηστὸν διὰ τὸ ἀποσήθειν καὶ ἀποδύειν τοὺς συνόντας αὐτῇ, τὴν δὲ Θεσπικήν. ἐπλούτει δὲ σφόδρα ἡ Φρύνη καὶ ὑπισχνεῖτο τειχιεῖν Θήβας, εἰ ἐπιγράψειαν Θηβαῖοι ὅτι Ἀλέξανδρος μὲν κατέσκαψε, ἀνέστησε δὲ Φρύνη ἡ ἑταίρα. παρεσίτει δὲ ταύτῃ Γρυλλίων εἷς τῶν Ἀρεοπαγιτῶν. τὸ δὲ κύριον
15αὐτῆς ὄνομα Μνησαρέτα, φησὶν Ἀριστογείτων. Δημάδης δὲ ὁ ῥήτωρ ἐξ αὐλη‐ τρίδος ἐπαιδοποιήσατο Δημέαν, ὃν φρυαττόμενον ἐπὶ τοῦ βήματος ἐπεστό‐ μισεν Ὑπερίδης εἰπών· οὐ σιωπήσῃ μεῖζον τῆς μητρὸς ἔχων τὸ φύσημα; Βίων δὲ ὁ Βορυσθενίτης φιλόσοφος ἑταίρας ἦν υἱὸς Ὀλυμπίας Λακαίνης. Σοφοκλῆς δ’ ἤδη γέρων ὢν ἠράσθη Θεωρίδος ἑταίρας. ἱκετεύων οὖν τὴν
20Ἀφροδίτην φησὶν ἐκεῖνα τὰ εἰς Ὅμηρον ἀναφερόμενα· κλύε μευ εὐχομένου, Κουροτρόφε· δὸς δὲ γυναῖκα τήνδε νέων μὲν ἀναίνεσθαι φιλότητα καὶ εὐνήν, ἣ δ’ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν. ἐπὶ δὲ δυσμαῖς ὢν τοῦ βίου Ἀρχίππην ἠγάπησε τὴν ἑταίραν καὶ τοῦ βίου κληρονόμον κατέλιπεν. περὶ ἧς ἐρωτώμενος ὁ πρότερος αὐτῆς ἐραστὴς Σμικρίνης τί ποιεῖ Ἀρχίππη
25χαριέντως ἔφη· ὥσπερ αἱ γλαῦκες ἐπὶ τάφον κάθηται. ἀλλὰ μὴν καὶ Ἰσοκράτης Μετάνειραν εἶχεν ἐρωμένην, τὴν αὐτὴν δὲ καὶ Λυσίας, ὥς φησι Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας. ἥττητο δ’ ὁ Λυσίας καὶ Λαγίδος, ἧς ἔγραψεν ἐγκώμιον ὁ ῥήτωρ Κέφαλος· καθὰ καὶ Ἀλκιδάμας ὁ Γοργίου μαθητὴς Ναίδος. ταύτης δὲ καὶ Φιλωνίδης ἤρα. μήποτε οὖν καὶ ἐν τῷ
30Ἀριστοφάνους Πλούτῳ ἐν ᾧ λέγει· ἐρᾷ δὲ Λαὶς οὐ διὰ σὲ Φιλωνίδου; γραπτέον Ναὶς καὶ οὐ Λαίς. Ἰσοκράτης δὲ καὶ Λαγίσκαν τὴν ἑταίραν ἀνελάβετο εἰς τὴν οἰκίαν. Δημοσθένη δὲ τὸν ῥήτορα καὶ τεκνοποιήσασθαι ἐξ ἑταίρας ἔχει λόγος· αὐτὸς γοῦν ἐν τῷ περὶ Χρυσίου λόγῳ προαγήοχε τὰ τέκνα ἐπὶ τὸ δικαστήριον ὡς δι’ ἐκείνων ἔλαιον ἕξων χωρὶς τῆς μητρός,
35καίτοι ἔδει καὶ ταύτην ἐπάγεσθαι κατὰ τὸ ἔθος· ἀλλ’ αἰδοῖ τοῦτ’ ἐποίησεν, φεύγων τὴν διαβολήν. ἀκόλαστος δὲ ἦν περὶ τὰ ἀφροδίσια, ὥς φησιν Ἰδομενεύς. τοιγαροῦν καὶ ὁ γραμματεύς ποτ’ αὐτοῦ εἶπε· τί ἄν τις περὶ
Δημοσθένους λέγειν δύναιτο; τὰ γὰρ ἐνιαυτῷ μελετηθέντα ἐκείνῳ μία γυνὴ118 in vol. 2.2

2,2

119

μιᾷ νυκτὶ συνέχεεν. ἀνελάβετο δὲ εἰς τὴν οἰκίαν καί τινα Κνωσίωνα μειρακίσκον, καίτοι γυναῖκα ἔχων, ὡς καὶ αὐτὴν ἀγανακτήσασαν συγκοιμᾶσθαι τῷ Κνωσίωνι. καὶ δι’ Ἀρίσταρχον δέ ποτε τὸ μειράκιον παρανοήσας εἰς Νικό‐ δημον ἐξέκοψεν αὐτοῦ τοὺς ὀφθαλμούς.
5 ὅτι Μύστα ἡ Σελεύκου ἐρωμένη ἡττηθέντος ὑπὸ Γαλατῶν τοῦ βασιλέως καὶ μόλις διασωθέντος μεταμφιεσαμένη τὰ βασιλικὰ συλληφθεῖσα ἀνήχθη μετὰ τῶν αἰχμαλώτων καὶ πραθεῖσα ὡς θεραπαινὶς ἦλθεν εἰς Ῥόδον, ἔνθα ἐκφήνασα ἑαυτὴν ἥτις ἦν περισπουδάστως τῷ Σελεύκῳ διεπέμφθη. ὅτι Λαμπιτὼ ἡ Δημητρίου τοῦ Φαληρέως ἑταίρα Χαριτοβλέφαρος ἐκαλεῖτο.
10 ὅτι Πλαγγὼν ἡ Μιλησία Πασιφίλα ἐπεκαλεῖτο. Ἀρχίλοχος· συκῆ πετραίη πολλὰς βόσκουσα κορώνας, εὐήθης ξείνων δέκτρια Πασιφίλη. Φιλήμονος δὲ ἑταίρας ἐρασθέντος καὶ χρηστὴν ταύτην ὀνομάσαντος ἐν γράμματι, ἀντέγραψε Μένανδρος ὡς οὐδεμιᾶς οὔσης χρηστῆς.
15 Ἅρπαλος δὲ ὁ Μακεδὼν ὁ τῶν Ἀλεξάνδρου πολλὰ χρήματα συλήσας καὶ καταφυγὼν εἰς Ἀθήνας πολλὰ χρήματα εἰς Πυθιονίκην κατηνάλωσε καὶ θανούσῃ πολυτάλαντον μνημεῖον κατεσκεύασε περὶ οὗ Δικαίαρχός φησιν, ὡς ἰδών τις Μιλτιάδου φήσειεν ἢ Περικλέους ἢ Κίμωνος εἶναι. περὶ δὲ τῆς Πυθιονίκης Θεόπομπός φησιν ὡς Βακχίδος ἦν δούλη τῆς αὐλητρίδος, ἐκείνη
20δὲ Σινώπης τῆς Θρᾴττης τῆς ἐξ Αἰγίνης Ἀθήναζε μετενεγκαμένης τὴν πορνείαν· ὥστε γίνεσθαι μὴ μόνον τρίδουλον, ἀλλὰ καὶ τρίπορνον αὐτήν. ταύτης δύο μνήματα, φησίν, κατασκευάσας Ἅρπαλος, ὃ μηδὲ τοῖς ἐν Κιλικίᾳ τελευτήσασιν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας γέγονεν. ὅτι φιλεῖ καὶ ἡ Ναύκρατις ἐπαφροδίτους ἔχειν ἑταίρας. Δωρίχαν
25γοῦν ἡ καλὴ Σαπφὼ ἐρωμένην γενομένην Χαράξου τοῦ ἀδελφοῦ αὐτῆς κατ’ ἐμπορίαν εἰς Ναύκρατιν ἀπαίροντος διὰ τῆς ποιήσεως διαβάλλει ὡς πολλὰ τοῦ Χαράξου νοσφισαμένην. Ἡρόδοτος δ’ αὐτὴν Ῥοδῶπιν καλεῖ ἀγνοῶν ὡς ἑτέρα τῆς Δωρίχης ἐστὶν αὕτη, ἡ καὶ τοὺς περιβοήτους ὀβελίσκους ἀναθεῖσα ἐν Δελφοῖς. ὅτι Στίλπωνος τοῦ φιλοσόφου ἠκροᾶτο Νικαρέτη
30ἡ Μεγαρὶς ἑταίρα. Λέαινα δὲ ἡ Ἁρμοδίου ἑταίρα τοῦ τυραννοκτήσαντος αἰκιζομένη ὑπὸ τῶν περὶ Ἱππίαν τὸν τύραννον οὐδὲν ἐξειποῦσα ἐναπέθανε ταῖς βασάνοις. ἑταίρα δέ τις ἐπεκαλεῖτο Λήμη καὶ Παρόραμα διὰ τὸ καὶ δύο δραχμῶν φοιτᾶν πρὸς τὸν βουλόμενον, φησὶ Γοργίας. ὅτι οὐ συνεχρόνισε Σαπφὼ καὶ Ἀνακρέων, ὥς τινες οἴονται· ὁ μὲν γὰρ κατὰ Κῦρον καὶ
35Πολυκράτην ἐγένετο, ἡ δὲ κατ’ Ἀλυάτην τὸν Κροίσου πατέρα. Δίφιλος δὲ ὁ κωμικὸς ἔν τινι δράματι αὐτοῦ Σαπφοῦς ἐραστὰς πε‐ ποίηκεν Ἀρχίλοχον καὶ Ἱππώνακτα. ἐρωτικὸς μὲν εἶναι ὁμολογῶ, ἐρωτομανὴς
δὲ οὔ. φησὶν Εὐριπίδης· Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός; ἣν οὐδ’ ἂν εἴποις119 in vol. 2.2

2,2

120

οὐδὲ μετρήσειας ὅση πέφυκε καὶ ἔφ’ ὅσον διέρχεται. αὐτὴ τρέφει σε κἀμὲ καὶ πάντας βροτούς. τεκμήριον δέ, μὴ λόγῳ μόνον μάθῃς· ἔργῳ δὲ δεῖξον τὸ σθένος τὸ τῆς θεοῦ. ἐρᾷ μὲν ὄμβρου γαῖα, ὅτε ξηρὸν πέδον ἄκαρπον αὐχμῷ νοτίδος ἐνδεῶς ἔχει. ἐρᾷ δ’ ὁ σεμνὸς οὐρανὸς πληρούμενος ὄμβρου
5πεσεῖν εἰς γαῖαν Ἀφροδίτης ὕπο. ὅταν δὲ συμμιχθῆτον ἐς ταὐτὸν δύο, φύουσιν ἡμῖν πάντα καὶ τρέφους’ ἅμα, δι’ ὧν βρότειον ζῇ τε καὶ θάλλει γένος. καὶ παρ’ Αἰσχύλῳ δὲ τῷ Ἀλεξανδρεῖ ἀνδρὶ εὐπαιδεύτῳ Ἀφροδίτη φησίν· ἐρᾷ μὲν ἁγνὸς οὐρανὸς τρῶσαι χθόνα, ἔρως δὲ γαῖαν λαμβάνει γάμου τυχεῖν· ὄμβρος δ’ ἀπ’ εὐνάοντος οὐρανοῦ πεσὼν ἔκυσε γαῖαν·
10ἣ δὲ τίκτεται βροτοῖς μήλων τε βοσκὰς καὶ βίον Δημήτρειον. καὶ Κριτίας δέ φησιν· οὔποτε φιλότης γηράσκεται οὐδὲ θανεῖται, ἔστ’ ἂν ὕδωρ οἴνῳ συμμιγνύμενον κυλίκεσσι παῖς διαπομπεύῃ, πρόποσιν ἐπιδέξια νωμῶν, παννυχίδας θ’ ἱερὰς θήλεις χοροὶ ἀμφιέπωσι, πλάστιγξ δ’ ἡ χαλκοῦ θυγάτηρ ἐπ’ ἄκραισι καθίζει κοττάβου ὑψηλαῖς κορυφαῖς Βρομίου ψακά‐
15δεσσιν. ἡγεμὼν δὲ μελῶν ἐρωτικῶν Ἀλκμὰν γέγονε καὶ ἐξέδωκε πρῶτος μέλος ἀκόλαστον, ὃς καί φησί που τῶν μελῶν· Ἔρως δ’ αὖ με Κύπριδος ἕκατι γλυκὺς κατείβων καρδίαν ἰαίνει. καὶ Στησίχορος οὐ μετρίως ἐρωτικὸς ἐγένετο καὶ ᾄσματα συνέστησε, ἃ παιδιὰ καὶ παιδικὰ ἐκαλεῖτο. οὕτω δ’ ἐναγώνιος ἦν ἡ περὶ τὰ ἐρωτικὰ πραγματεία ὥστε καὶ Αἰσχύλος μέγας
20ὢν ποιητὴς ... αρτικοὺς διὰ τῶν τραγῳδιῶν ἦγεν εἰς τὰ θέατρα ἔρωτας καὶ ἐδέχοντο οἱ θεαταί. καὶ Πίνδαρος δὲ ὢν ἐρωτικός φησί που· εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν. καὶ Τίμων δὲ ἐν τοῖς Σίλλοις ἔφη· ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι. καὶ μὴ ἀναμένειν ἔστ’ ἂν ἐκεῖνό τις φθέγξηται· ἡνίκ’ ἐχρῆν δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι. Χαλκιδεῖς
25δὲ ληροῦντες δεικνύουσι παρ’ αὐτοῖς τόπον ὃν Ἁρπάγιον καλοῦσιν, ἐν ᾧ μυῤῥίναι διάφοροι πεφύκασιν. ὅθεν τὸ Τρωικὸν μειράκιον ἡρπάγη παρὰ Διός. ὅτι Χαρίτων καὶ τὰ αὐτοῦ παιδικὰ Μελάνιππος φανέντες ἐπιβουλεύοντες Φαλάριδι καὶ βασανιζόμενοι ἐφ’ ᾧ εἰπεῖν τοὺς συνειδότας οὐ μόνον οὐ κατεῖπον, ἀλλὰ καὶ τὸν Φάλαριν εἰς ἔλεον τῶν βασάνων ἤγαγον, ὡς ἀπολῦσαι
30αὐτοὺς πολλὰ ἐπαινέσαντα. διὸ καὶ Ἀπόλλων ἡσθεὶς ἐπὶ τούτοις ἀναβολὴν θανάτου τῷ Φαλάριδι ἐχαρίσατο. ὅτι φιλόπαις ἦν ἐκμανῶς Ἀλέξανδρος. Βαγώου γοῦν τοῦ εὐνούχου οὕτως ἥττητο ὡς ἐν ὄψει θεάτρου ὅλου καταφιλεῖν αὐτὸν ἀνακλάσαντα τῶν θεατῶν ἐπιφωνούντων μετὰ κρότου.
35 ὅτι τῇ περὶ τὴν Πειρήνην χαλκῇ βοὶ βοῦς ἐπανέστη ἀπατηθεὶς τῇ ὁμοιώσει. ἤδη δέ που καὶ γεγραμμένῃ κυνὶ καὶ περιστερᾷ καὶ χηνί, τῇ μὲν κύων, τῇ δὲ περιστερά, τῇ δὲ χὴν προσῆλθον καὶ ἐπεπήδησαν, φανέντων
δὲ πᾶσι τούτοις ἀδυνάτων ἀπέστησαν. Κλείσοφος δὲ ὁ Σηλυβριανὸς τοῦ120 in vol. 2.2

2,2

121

ἐν Σάμῳ Παρίου ἀγάλματος ἐρασθεὶς κατέκλεισε αὐτὸν τῷ ναῷ, ὡς πλη‐ σιάσαι δυνάμενος· καὶ ὡς ἠδυνάτει διά τε τὴν ψυχρότητα καὶ τὸ ἀντίτυπον τοῦ λίθου, τῆς ἐπιθυμίας ἀπέστη. Κτησικλέους δ’ ἦν τὸ ἄγαλμα. καὶ ἄλογα δὲ ζῷα ἀνθρώπων ἠράσθη. Σεκούνδου μὲν οἰκέτου οἰνοχόου Νικομήδους Βιθυνῶν
5βασιλέως, ὃς ἐκαλεῖτο Κένταυρος, Ἀμφιλόχου δὲ παιδὸς Ὠλενίου χήν. ἐν δὲ Λευκαδίᾳ ταὼς οὕτως ἠράσθη παρθένου ὡς καὶ τὸν βίον ἐκλιπούσῃ συναποθανεῖν. ὁ δὲ τοῦ δελφῖνος ἔρως κεῖται παρ’ Ὀππιανῷ. ἔστι δὲ συνετώτατον ζῷον ὁ δελφὶς καὶ φιλανθρωπότατον καὶ χάριν ἀποδοῦναι ἐπιστάμενον. Φύλαρχος οὖν φησι Κοίρανον τὸν Μιλήσιον ἰδόντα ἁλιέας
10δελφῖνα λαβόντας καὶ μέλλοντας κατακόπτειν ἀργύριον δοῦναι καὶ ἀφεῖναι εἰς τὸ πέλαγος· εἶτα ναυαγίᾳ χρησάμενον καὶ μετὰ πολλῶν περὶ Μύκονον μόνον ὑπὸ δελφῖνος σωθῆναι. τελευτήσαντος δὲ γηραιοῦ καὶ τῆς ἐκφορᾶς παρὰ τὴν θάλασσαν γενομένης πλῆθος δελφίνων ἐφάνη μικρὸν ἀπωτέρω τῶν συνεκκομιζόντων τὸν Κοίρανον, ὡσεὶ συνεκφέρον καὶ συγκηδεῦον τὸν
15ἄνθρωπον. ὁ αὐτὸς ἱστορεῖ ὅτι ἐλέφαντι Ἰνδικῷ συνετρέφετο θήλεια ἐλέφας, ἣν Νίκαιαν ἐκάλουν, ᾧ τελευτῶσα ἡ τοῦ τρέφοντος Ἰνδοῦ γυνὴ παιδίον αὐτῆς τριακοστέον παρέθετο. καὶ γέγονε δεινὴ φιλοστοργία τοῦ θηρίου πρὸς τὸ παιδίον· οὔτε γὰρ ἀπ’ αὐτοῦ χωριζόμενον τὸ βρέφος ὑπέμενεν, ὁ δὲ εἰ μὴ βλέποι τὸ παιδίον ἤσχαλλεν. ὅτ’ οὖν ἡ τροφὸς ἐμπλήσῃ αὐτὸ
20γάλακτος, ἀνὰ μέσον τῶν ποδῶν τοῦ θηρίου ἐτίθει αὐτὸ ἐν σκάφῃ· εἰ δὲ μὴ τοῦτο πεποιήκοι, τροφὴν οὐκ ἐλάμβανεν ἡ ἐλέφας. εἶτα τοὺς καλάμους λαμβάνων τῶν παρατιθεμένων χορτασμάτων καθεύδοντος τοῦ βρέφους τὰς μυίας ἀπεσόβει· ὅτε δὲ κλαίοι τῇ προσβοσκίδι τὴν σκάφην ἐκίνει καὶ κατεκοίμιζεν αὐτό. τὸ δ’ αὐτὸ ἐποίει καὶ ὁ ἄῤῥην ἐλέφας πολλάκις. ὅτι
25εἰ διαλεκτικοὶ συνελθόντες εἰς πότον περὶ συλλογισμῶν διαλέγοιντο, ἀλλο‐ τρίως ποιοῦσι τοῦ παρόντος καιροῦ. καὶ ὁ καλὸς γὰρ κἀγαθὸς ἀνὴρ μεθυ‐ σθείη ἄν. οἱ δὲ βουλόμενοι σωφρονικοὶ εἶναι σφόδρα μέχρι τινὸς διατηροῦσιν ἐν τοῖς πότοις τὸ τοιοῦτον· εἶθ’ ὅταν παραδυῇ τὸ οἰνάριον, πᾶσαν ἀσχη‐ μοσύνην ἐπιδείκνυνται.
30 ὅτι Χαιρήμων ἔαρος τέκνα προσαγορεύει τὰ ἄνθη, τὸν δὲ κισσὸν χορῶν ἐραστὴν καὶ ἐνιαυτοῦ παῖδα, τὰ ῥόδα δὲ ἔαρος τιθήνημα. καὶ ἀλλαχοῦ ῥόδα ὀξυφεγγῆ. ὅτι διαβόητοι γυναῖκες ἐγένοντο Θαργηλία ἡ Μιλησία σοφή, ἣ καὶ τεσ‐ σαρεσκαίδεκα ἀνδράσιν ἐγαμήθη. καὶ Ἀνοῦτις δὲ ἡ Ξέρξου ὁμοπάτριος
35καλλίστη ἦν τῶν ἐν Ἀσίᾳ. καὶ Παντίκα ἡ Κυπρία, ἣν παρὰ Ὀλυμπιάδι τῇ Ἀλεξάνδρου μητρὶ οὖσαν ᾔτει Μόνιμος, καὶ ἐπεὶ ἦν ἀκόλαστος ἡ γυνή, ἔφη Ὀλυμπιάς· ὦ πόνηρε, τοῖς ὀφθαλμοῖς γαμεῖς καὶ οὐ τῷ νῷ. καλὴ δὲ
ἐγένετο καὶ ἡ κατάγουσα Πεισίστρατον ἐπὶ τὴν τυραννίδα, ὡς Ἀθηνᾶ121 in vol. 2.2

2,2

122

δῆθεν ἡ στεφανόπωλις, ἣν καὶ ἐξέδωκε πρὸς γάμον Πεισίστρατος Ἱππάρχῳ τῷ υἱῷ. Ἡσίοδος δέ που τὴν ἐν Εὐβοίᾳ Χαλκίδα καλλιγύναικα εἶπεν. Νυμφόδωρος δὲ τοιαῦτα ἱστορεῖ τὴν Τρωικὴν νῆσον Τένεδον. διετέθη δὲ καὶ περὶ
5κάλλους γυναικῶν ἀγὼν ἐν τῷ περὶ Ἀλφειὸν πεδίῳ παρὰ Κυψέλλῳ καὶ ἐνίκησεν ἡ αὐτοῦ γυνὴ Ἡροδίκη. καὶ ἐκράτησεν ὁ ἀγὼν παρ’ Ἠλείοις, φησὶ Θεόφραστος, καὶ αἱ ἀγωνιζόμεναι γυναῖκες χρυσοφόροι ὠνομάζοντο. ἀνδράσι δὲ τοῖς νικήσασιν ἆθλα δίδονται ὅπλα καὶ στέφανος μυῤῥίνης. ἐνιαχοῦ δέ φησι Θεόφραστος κρίσεις γυναικῶν περὶ σωφροσύνης γίνεσθαι
10καὶ οἰκονομίας, ὡς ἐν τοῖς βαρβάροις· ἑτέρωθι δὲ κάλλους, ὡς δὲ καὶ τοῦτο τιμᾶσθαι, καθὰ καὶ παρὰ Τενεδίοις καὶ Λεσβίοις. ὅτι Σοφοκλῆς τις ψηφίσματι ἐξήλασε πάντας φιλοσόφους τῆς Ἀττικῆς, καθ’ οὗ λόγον ἔγραψε Φίλων ὁ Ἀριστοτέλους γνώριμος. ἀπελογήσατο δ’ αὖθις ὑπὲρ Σοφοκλέους Δημοχάρης ὁ Δημοσθένους ἀνεψιός. καὶ Ῥωμαῖοι
15δ’ οἱ πάντα ἄριστοι ἐξέβαλον τοὺς σοφιστὰς τῆς Ῥώμης ὡς διαφθείροντας τοὺς νέους, ἔπειτ’ οὐκ οἶδ’ ὅπως κατεδέξαντο. Ἀνάξιππος ὁ κωμικός φησιν· οἴμοι, φιλοσοφεῖς. ἀλλὰ τοὺς φιλοσόφους ἐν τοῖς λόγοις φρονοῦντας εὑρίσκω μόνον, ἐν τοῖσι δ’ ἔργοις ἀνοήτους ὄντας ὁρῶ. εἰκότως οὖν οἱ Λακεδαιμόνιοι οὐ προσίενται, ὥς φησι Χαμαιλέων, τὴν ῥητορικὴν διὰ τὰς ἐν τοῖς λόγοις
20ὑμῶν φιλοτιμίας καὶ ἔριδας καὶ τοὺς ἀκαίρους ἐλέγχους· δι’ οὓς Σωκράτης μὲν ἀπέθανε καὶ Θεόδωρος ὁ ἄθεος, Διαγόρας δ’ ἐφυγαδεύθη, ὅτε καὶ πλέων ναυαγίᾳ ἐχρήσατο· Θεότιμος δ’ ὁ γράψας κατ’ Ἐπικούρου ὑπὸ Ζήνωνος τοῦ Ἐπικουρείου ἐξαιτηθεὶς ἀνῃρέθη. ὅτι τοῦ κυνὸς τὴν φύσιν περιττὴν ἔχοντος αἰσθήσει τε τῇ πρὸς ὄσφρανσιν
25καὶ πρὸς τὸ οἰκεῖον καὶ ἀλλότριον καὶ τῷ συνανθρωπίζον καὶ οἰκουρὸν εἶναι ζῷον καὶ φυλακτικὸν τοῦ τῶν εὖ δρώντων βίου. οὐδὲν τούτων πρόσ‐ εστι τοῖς κυνικοῖς· οὔτε γὰρ συνανθρωπίζουσιν οὔτε διαγινώσκουσιν οὐδένα τῶν ὁμιλούντων αἰσθήσει τε πολλῶν ὑστεροῦντες ἀργῶς καὶ ἀφυλάκτως ζῶσιν, λοιδόρου δὲ καὶ παμφάγου τοῦ ζῴου πεφυκότος, ἔτι δὲ ταλαιπώρου
30καὶ γυμνοῦ τὸν βίον ταῦτα μελετῶσι κακολόγοι καὶ βοροὶ καὶ ἄνοικοι καὶ ἀνέστιοι βιοῦντες. διὰ τὸν βρένθον ὑμῶν τὸν πολύν. ὅτι διάλογοί τινες φέρονται Λυσίου θαυμαζόμενοι μέν, ὑποπτευόμενοι δὲ Σωκράτους εἶναι, συγγράμματα χαρισθέντα αὐτῷ ὑπὸ Ξανθίππης τῆς
35Σωκράτους γυναικὸς μετὰ τὸν ἐκείνου θάνατον. ὅτι Σόλων οὐκ ἐπέτρεπεν ἀνδρὶ μυρεψικῆς τέχνης προίστασθαι. Λυσίας ἐν τῷ πρὸς Αἰσχίνην κατὰ Σωκράτους τάδε φησίν· τοσοῦτοι
ἐπὶ τὴν οἰκίαν ἅμα ἡμέρᾳ ἀπαιτήσοντες τὰ ὀφειλόμενα ἔρχονται ὥστε122 in vol. 2.2

2,2

123

οἴεσθαι τοὺς παριόντας ἐπ’ ἐκφορὰν αὐτοὺς ἥκειν τοῦ τεθνεῶτος. οὕτω δ’ οἱ ἐν τῷ Πειραιεῖ διάκεινται ὥστε πολὺ ἀσφαλέστερον εἶναι εἰς τὸν Ἀδρίαν πλεῖν ἢ τούτῳ συμβαλεῖν. πολὺ γὰρ μᾶλλον ἃ ἂν δανείσηται αὐτοῦ νομίζει ἢ ἃ ὁ πατὴρ αὐτῷ κατέλιπεν. καὶ περὶ τῆς ἐρωμένης δὲ
5αὐτὴν ἐπάγει ῥᾷον εἶναι τοὺς ὀδόντας ἀριθμῆσαι ὅσου ἐλάττους ἦσαν ἢ τῆς χειρὸς τοὺς δακτύλους.
6 Sub finem libri XIII in C, in fine codicis E haec leguntur: φησὶ Πίνδαρος· ὃς τὰς τοῦ προσώπου τῆσδ’ ἀκτῖνας μαρμαριζοίσας δρακὼν μὴ πόθῳ κυμαίνεται, ἐξ ἀδάμαντος ἠὲ σιδήρου κεχάλκευται μέλαναν
10καρδίαν ψυχρᾷ φλογί. τῶν δὲ φαύλων ἐρώτων, ὧν πολὺς ἀριθμὸς ἐν τῷ λόγῳ τούτῳ τῷ ῥήτορι, Λάιόν τινές φασιν ἄρξασθαι ξενισθέντα Πέλοπι καὶ ἁρπάξαντα κατ’ ἔρωτα τὸν υἱὸν Χρύσιππον. ὅτι ἦν μὲν ἐρωτικὸς Ἀλέξανδρος, ἦν δὲ καὶ περὶ τὸ καθῆκον ἐγκρατής. αἰχμαλώτους γοῦν λαβὼν τὰς Δαρείου παῖδας καὶ τὴν γυναῖκα οὐ μόνον ἀπέσχετο, ἀλλ’ οὐδὲ μαθεῖν
15ἐκείνας ἐποίησεν ὅτι εἰσὶν αἰχμάλωτοι, ἀλλ’ ὡς ἔτι Δαρείου ἐν τῇ βασιλείᾳ ὄντος πάντα αὐταῖς χορηγεῖσθαι ἐκέλευσεν. καὶ τοῦτο μαθὼν Δαρεῖος ηὔξατο ἡλίῳ τὰς χεῖρας ἀνατείνας ἢ αὐτὸν βασιλεύειν ἢ Ἀλέξανδρον. οἱ παῖδές εἰσι καλοί, Γλυγέρα ἡ ἑταίρα ἔφη, ὅσον ἐοίκασι γυναικὶ χρόνον. ὅτι Σοφοκλῆς ποτε κατ’ ἔρωτα γυμνὸς συνών τινι, ἀπώλεσε τὴν χλανίδα
20ὑπεστρωμένην οὖσαν καὶ ἁρπασθεῖσαν. Εὐριπίδου δὲ τὸ γεγονὸς διατωθά‐ ζοντος Σοφοκλῆς τῷ περὶ Ἡλίου καὶ Βορέου λόγῳ χρησάμενος εἶπεν, ὡς ἐμὲ μὲν ἥλιος χλιαίνων γυμνὸν ἐποίησεν· σοὶ δὲ φιλοῦντι ἑταίραν Βοῤῥᾶς ὡμίλησεν. σὺ δ’ οὐ σοφός, ὃς τὸν Ἔρωτα ἀλλοτρίαν σπείρων λωποδύτην ἀπάγεις. ὅτι οὐ καλῶς ὁ Φρύνιχος εἶπε· λάμπει δ’ ἐπὶ πορφυρεαῖς παρειαῖσι
25φῶς ἔρωτος. εἰ γὰρ ὁ ζώγραφος χρώματι πορφυρέῳ ἄλειψε γνάθους, οὐκ ἂν ἔτι καλαὶ φαίνοιντο· οὐ γὰρ δεῖ τὸ καλὸν τῷ μὴ καλῷ εἰκάζειν. οὐδ’ ἐκεῖνο δέ με ἀρέσκει τὸ Σιμωνίδειον κάρτα δοκέον τοῖς Ἕλλησιν εὖ εἰρῆσθαι· πορφυρέου ἀπὸ στόματος ἱεῖσα φωνήν· οὐδ’ ὁ ποιήσας χρυσοκόμην Ἀπόλλωνα. χρυσέαν γὰρ εἰ ἐποίησε ζώγραφος τὰς τοῦ θεοῦ κόμας καὶ μὴ μελαίνας,
30χεῖρον ἂν ἦν τὸ ζωγράφημα. οὐδ’ ὁ φὰς ῥοδοδάκτυλον· εἰ γάρ τις εἰς ῥόδεον χρῶμα βάψει τοὺς δακτύλους, πορφυροβάφους χεῖρας καὶ οὐ γυναικὸς
καλῆς ποιήσει. Περικλῆς φησι· ποιεῖν μὲν ἔφη, στρατηγεῖν δ’ οὐκ ἐπίστασθαι.123 in vol. 2.2

2,2

124

Τὸν Διόνυσον μαινόμενον οἱ πολλοὶ λέγουσιν ἀπὸ τοῦ τοὺς πλείονας ἀκράτου σπῶντας θορυβώδεις γίνεσθαι. τοῦ οἴνου ἐς τὸ σῶμα, ὥς φησιν Ἡρόδοτος, κατιόντος ἐπαναπλέει κακὰ ἔπεα καὶ μαινόμενα. Ξενοφῶν φησι μέθης ἀπέχεσθαι ὁμοίως χρῆναι καὶ μανίας, σίτων τε ὑπερκαίρων ὁμοίως
5καὶ ἀργίας. ὅτι Ἀνάχαρσις ὁ Σκύθης ἐν συμποσίῳ γελωτοποιῶν εἰσαχθέντων ἀγέλαστος διέμεινεν, πιθήκου δ’ ἐπεισαχθέντος γελάσας ἔφη· οὗτος μὲν φύσει γελοῖός ἐστιν, ὁ δ’ ἄνθρωπος ἐπιτηδεύει. Εὐριπίδης δέ πού φησιν· ἀνδρῶν δὲ πολλοὶ τοῦ γέλωτος εἵνεκα ἀσκοῦσι χάριτας κερτόμους. ἐγὼ δέ πως μισῶ γελοίους, οἵτινες ἀχάλινα ἔχουσι στόματα καὶ εἰς ἀνδρῶν
10μὲν οὐ τελοῦσιν ἀριθμόν, ἐν γέλωτι δ’ εὐπρεπεῖς, οἰκοῦσι δ’ οἴκους καὶ τὰ ναυστολούμενα ἔσω δόμων κομίζουσιν. Παρμενίσκος δ’ εἰς Τροφωνίου καταβὰς καὶ ἀνελθὼν οὐκ ἔτι γελᾶν ἠδύνατο καὶ χρηστηριαζομένῳ ἡ Πυθία ἔφη· εἴρῃ μ’ ἀμφὶ γέλωτος, ἀμείλιχε, μειλιχίοιο· δώσει σοι μήτηρ οἴκῳ· τὴν ἔξοχα τῖε. ἐλπίζων δ’ ἂν ἐπανέλθῃ εἰς τὴν πατρίδα γελάσειν, ὡς
15οὐδὲν ἦν πλέον, οἰόμενος ἐξηπατῆσθαι ἔρχεται κατὰ τύχην εἰς Δῆλον· καὶ θαυμάζων τὰ κατὰ τὴν νῆσον ἦλθε καὶ εἰς τὸ Λητῷον, νομίζων ἰδεῖν ἄγαλμά τι ἀξιόλογον· ἰδὼν δ’ αὐτὸ ξύλινον ἄμορφον παραδόξως ἐγέλασεν. καὶ τὸν χρησμὸν συμβαλὼν καὶ τῆς ἀῤῥωστίας ἀπαλλαγεὶς μεγάλως τι τὴν Λητὼ ἐτίμησεν. εὑρετὰς δὲ γελοίων Ἀναξανδρίδης Ῥαδάμανθυν καὶ
20Παλαμήδην φησίν. γελωτοποιοῦ δὲ Ξενοφῶν μέμνηται Φιλίππου λέγων ἐν τῷ Συμποσίῳ· Φίλιππος ὁ γελωτοποιὸς κρούσας τὴν θύραν εἶπε τῷ ὑπακούσαντι εἰσαγγεῖλαι ὅστις εἴη καὶ ὅτι συνεσκευασμένος ἥκει πάντα τὰ ἐπιτήδεια ὥστε δειπνεῖν τὰ ἀλλότρια. καὶ τὸν παῖδα δ’ ἔφη πάνυ πιέ‐ ζεσθαι διά τε τὸ φέρειν μηδὲν καὶ διὰ τὸ ἀνάριστον εἶναι. Ἱππόλοχος
25δὲ γελωτοποιῶν μέμνηται Μανδρογένους καὶ Στράτωνος τοῦ Ἀττικοῦ. πλῆθος δ’ ἦν Ἀθήνησι τῆς σοφιστείας ταύτης. ἐν γοῦν τῷ Διομέων Ἡρακλείῳ συνελέγοντο ἑξήκοντα ὄντες τὸν ἀριθμὸν καὶ ἐν τῇ πόλει δὲ ἐλέγετο, ὡς οἱ ἑξήκοντα τοῦτ’ εἶπον, καὶ ἀπὸ τῶν ἑξήκοντα ἔρχομαι. ἐν δὲ τούτοις ἦσαν Καλλιμέδων ὁ Κάραβος καὶ Δεινίας καὶ Μνασιγείτων
30καὶ Μέναιχμος. τοσαύτη δ’ αὐτῶν δόξα τῆς ῥᾳθυμίας ἐγένετο ὥστε καὶ Φίλιππον ἀκούσαντα τὸν Μακεδόνα πέμψαι αὐτοῖς τάλαντον ἵν’ ἐγγρα‐ φόμενοι τὰ γελοῖα πέμποιεν αὐτῷ· ἦν γὰρ φιλογελοιαστὴς Φίλιππος,
ὡς μαρτυρεῖ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς. φιλογέλως δ’ ἦν καὶ Δημήτριος124 in vol. 2.2

2,2

125

ὁ Πολιορκητής, ὥς φησι Φύλαρχος, ὃς Δημητρίου καὶ τὴν Λυσιμάχου αὐλὴν κωμικῆς σκηνῆς οὐδὲν διαφέρειν εἶπεν· ἐξιέναι γὰρ ἀπ’ αὐτῆς πάντας δισυλλά‐ βους· τὸν Βῖθυν χλευάζων καὶ τὸν Πάριν, ὄντας παρὰ Λυσιμάχῳ μεγίστους, καί τινας τοιούτους. παρ’ αὐτοῦ δὲ Πευκέστας καὶ Μενελάους, ἔτι δὲ Ὀξυθέμι‐
5δας. ταῦτα δ’ ἀκούων ὁ Λυσίμαχος· ἐγὼ τοίνυν, ἔφη, πόρνην ἐκ τραγικῆς σκηνῆς οὐχ ἑώρακα ἐξιοῦσαν, τὴν αὐλητρίδα Λαμίαν λέγων. ἀπαγγελθέντος δὲ τούτου ὑπολαβὼν ὁ Δημήτριος εἶπεν· ἀλλ’ ἡ παρ’ ἐμοὶ πόρνη σωφρονέστερον τῆς παρ’ ἐκείνῳ Πηνελόπης ζῇ. καὶ Σύλας δὲ ὁ Ῥωμαίων στρατηγὸς φιλογέλως ἦν. Λεύκιος δὲ Ἀννίκιος Ῥωμαίων στρατηγήσας Ἰλλυριοὺς καταπολεμήσας
10καὶ αἰχμάλωτον ἀγαγὼν Γένιον τὸν αὐτῶν βασιλέα ἀγῶνας ἐπιτελῶν τοὺς ἐπινικίους ἐν τῇ Ῥώμῃ παντὸς γέλωτος ἄξια πράγματα ἐποίησεν, ὥς φησι Πολύβιος. μεταπεμψάμενος γὰρ τοὺς ἐκ τῆς Ἑλλάδος ἐπιφανεστάτους τεχνί‐ τας καὶ σκηνὴν ποιήσας μεγίστην πρώτους εἰσήγαγεν αὐλητάς, Θεόδωρον τὸν Βοιώτιον, Θεόπομπον, Ἕρμιππον, καὶ τούτους στήσας ἐπὶ τὸ προσκήνιον μετὰ
15τοῦ χοροῦ αὐλεῖν ἐκέλευσεν ἅμα πάντας. τῶν δὲ διαπορευομένων τὰς κρούσεις ἁρμοζούσῃ κινήσει προσπέμψας οὐκ ἔφη καλῶς αὐτοὺς αὐλεῖν, ἀλλ’ ἀγω‐ νίζεσθαι μᾶλλον ἐκέλευσεν. τῶν δὲ διαπορούντων ἐκέλευσέ τις τῶν ῥαβδούχων ἐπιστρέψαντας ἀπαγαγεῖν ἑαυτοὺς καὶ ποιεῖν ὡσανεὶ μάχην. ταχὺ δὲ συννοήσαντες οἱ αὐληταὶ ταῖς ἑαυτῶν ἀσελγείαις μεγάλην ἐποίησαν σύγ‐
20χυσιν· συνεπιστρέφοντες τοὺς μέσους χοροὺς πρὸς τοὺς ἄκρους οἱ μὲν αὐληταὶ φυσῶντες ἀδιανόητα καὶ διαφέροντες τοὺς αὐλοὺς ἀπῆγον ἀνὰ μέρος ἐπ’ ἀλλήλους, ἅμα δὲ τούτοις ἐπικτυποῦντες οἱ χοροὶ καὶ συν‐ επεισιόντες τὴν σκηνὴν ἐπιφέροντες τοῖς ἐναντίοις καὶ πάλιν ἀνεχώρουν ἐκ μεταβολῆς. ὡς δὲ καὶ περιζωσάμενός τις τῶν χορευτῶν στραφεὶς ἦρε
25τὰς χεῖρας ἀπὸ πυγμῆς πρὸς τὸν ἐπιφερόμενον αὐλητήν, τότ’ ἤδη κρότος ἐξαίσιος ἐγένετο καὶ κραυγὴ τῶν θεωμένων. ἔτι δὲ τούτων ἐκ παρατάξεως ἀγωνιζομένων ὀρχησταὶ δύο εἰσήγοντο μετὰ συμφωνίας εἰς τὴν ὀρχήστραν, καὶ πύκται τέσσαρες ἀνέβησαν ἐπὶ τὴν σκηνὴν μετὰ σαλπιγκτῶν καὶ βυκανιστῶν. ὁμοῦ δὲ τούτων πάντων ἀγωνιζομένων ἄλεκτον ἦν τὸ συμβαῖνον.
30 ὅτι τῶν καλουμένων πλάνων ἑτέρων ὄντων παρὰ τοὺς θαυματοποιοὺς πολλοὶ μέμνηνται. Κηφισόδωρον οὖν τινά φασι εἰς τοῦτο τὸ μέρος τοῦ βίου καταχρώμενον. Χρύσιππος δέ φησιν· ὁ πλάνος Πανταλέων τελευτᾶν μέλλων ἑκάτερον τῶν υἱῶν κατ’ ἰδίαν ἐξηπάτησε, φήσας μόνῳ αὐτῷ λέξειν ὅποι κατωρύχοι τὸ χρυσίον· ὥστε μάτην ὕστερον κοινῇ σκάπτοντας αἰ‐
35σθέσθαι ἐξηπατημένους. ὁ αὐτός φησιν ὅτι φιλοσκώπτης τις ὑπὸ Δημητρίου μέλλων ἀναιρεθῆναι εἶπε θέλειν ὥσπερ τὸ κύκνειον ᾄσας ἀποθανεῖν. ἐπιτρέ‐ ψαντος δ’ ἐκείνου ἔσκωψεν.
Λυσίμαχος δὲ ὁ βασιλεὺς Τελέσφορον ἕνα τῶν ὑπάρχων αὐτοῦ ἐπεὶ125 in vol. 2.2

2,2

126

ἔσκωπτέ ποτε ἐν συμποσίῳ Ἀρσινόην τὴν Λυσιμάχου γυναῖκα ὡς ἐμετικὴν εἰπών· κατάρχεις τήνδ’ ἐμοῦσαν εἰσάγων, ἐμβληθῆναι ἐκέλευσεν εἰς γα‐ λεάγραν καὶ δίκην θηρίου περιφερόμενον καὶ τρεφόμενον, κολαζόμενον οὕτως ἐποίησεν ἀποθανεῖν.
5 Ταχὼς δ’ ὁ Αἰγυπτίων βασιλεὺς Ἀγησίλαον σκώψας τὸν Λακεδαιμονίων βασιλέα, ὅτ’ ἦλθεν αὐτῷ συμμαχήσων, ἦν γὰρ βραχὺς τὸ σῶμα, καὶ εἰπών· ὤδινεν ὄρος, Ζεὺς δ’ ἐφοβεῖτο, τὸ δ’ ἔτεκε μῦν, ἤκουσεν ὡς φανή‐ σομαί σοί ποτε καὶ λέων. ὕστερον οὖν ἀφισταμένων Αἰγυπτίων οὐδὲν αὐτῷ συμπράξας ἐκπεσόντα τῆς ἀρχῆς ἐποίησε φυγεῖν εἰς Πέρσας. ὅτι Μελανιπ‐
10πίδης διασύρει τὴν αὐλητικὴν λέγων ὅτι Ἀθάνα ὄργανα ἔῤῥιψεν ἱερᾶς ἀπὸ χειρὸς εἶπέ τε· ἔῤῥετε αἴσχεα, σώματι λύμα, ἐμὲ δ’ ἐγὼ κακότατι δίδωμι. ᾧ ἀντικορυσσόμενος οἷον ὁ Σελινούντιος Τελέστης φησὶ ψεῦδος εἶναι τὸ τὴν Ἀθήναν δυσόφθαλμον αἶσχος ἐκφοβηθεῖσαν ἐκ χερῶν βαλεῖν, νυμφαγενεῖ χειροκτύπῳ φηρὶ Μαρσύᾳ κλέος. οὐ γάρ νιν εὐηράτοιο κάλλους ὀξὺς ἔρως
15ἤγειρεν, ὡς οὐκ ἂν εὐλαβηθείσης τὴν αἰσχρότητα τοῦ εἴδους διὰ τὴν παρ‐ θενίαν. ἑξῆς τέ φησιν· ἀλλὰ μάταν ἀναχόρευτος ἅδε ματαιολόγων φήμα προσέπτατο Ἑλλάδα μουσοπόλου σοφᾶς ἐπίφθονον βροτοῖς τέχνας ὄνειδος. ὅτι πάτριον ἦν τοὺς αὐλητὰς συναυλεῖν τοῖς χοροῖς καὶ οὐχὶ ἀνάπαλιν. Πρατίνας οὖν φησιν ὁ Φλιάσιος ἔν τινι ὑπορχήματι· τί τάδε τὰ χορεύματα;
20τίς ὕβρις ἔμολεν ἐπὶ Διονυσιάδα πολυπάταγα θυμέλαν; ἐμὸς ἐμὸς ὁ Βρόμιος· ἐμὲ δεῖ παταγεῖν ἀν’ ὄρεα σύμενον μετὰ Ναίδων οἷά τε κύκνον ἄγοντα ποικιλόπτερον μέλος. ὁ δ’ αὐλὸς ὕστερον χορευέτω, καὶ γάρ ἐσθ’ ὑπηρέτης. κώμων μόνων θηρομάχοις τε πυγμαχίαισι νέων θέα. φλέγε τὸν ὀλεσιαλοκάλαμον, λαλοβαρυ παρὰ μέλος ῥυθμοβάταν τρυπάνῳ δέμας
25πεπλασμένον. περὶ δὲ τῆς αὐλῶν πρὸς λύραν κοινωνίας Ἔφιππός φησιν ὡς ὅταν εὖ συνορμόσῃ τις, τόθ’ ἡ μεγίστη τέρψις ἐξευρίσκεται. συναυλία δέ ἐστιν, ὥς φησι Σῆμος, ἀγὼν συμφωνίας ἀμοιβαῖος αὐλοῦ καὶ ῥυθμοῦ χωρὶς λόγου τοῦ προσμελῳδοῦντος. Λίβυν δὲ τὸν αὐλὸν καλοῦσιν οἱ ποιηταί, ἐπεὶ Λίβυς τις νομὰς τὴν αὐλητικὴν πρῶτος εὗρεν. αὐλήσεων δ’ ὀνομασίαι
30αἵδε· κῶμος, βουκολισμός, γίγγρας, τετράκωμος, ἐπίφαλλος, χορεῖος, καλ‐ λίνικος, πολεμικόν, ἡδύκωμος, σικιννοτύρβη, θυροκοπικόν (τὸ καὶ κρουσίθυρον), κνισμός, μόθων. ταῦτα δὲ πάντα μετ’ ὀρχήσεως ηὐλεῖτο, φησὶ Τρύφων, ὃς καὶ ᾠδῆς ὀνομασίας καταλέγει τάσδε· ἱμαῖος ἡ ἐπιμύλιος καλουμένη, ἣν παρὰ τοὺς ἀλετοὺς ᾖδον, ἴσως ἀπὸ τῆς ἱμαλίδος. ἱμαλὶς δὲ παρὰ
35Δωριεῦσιν ὁ νόστος καὶ τὰ ἐπίμετρα τῶν ἀλέτων. ἡ δὲ τῶν ἱστουργούντων ᾠδὴ αἴλινος, ὥς φησιν Ἐπίχαρμος, ἡ δὲ τῶν ταλασιουργῶν ἴουλος. Σῆμος δ’ ὁ Δήλιός φησιν ὅτι τὰ δράγματα τῶν κριθῶν αὐτὰ καθ’ αὑτὰ προσηγο‐
ρεύοντο ἀμάλαι. συναθροισθέντα δὲ καὶ εἰς μίαν γενόμενα δέσμην ἴουλος,126 in vol. 2.2

2,2

127

ὅθεν καὶ ἴουλοι εἰς τὴν Δήμητραν ὕμνοι καὶ Δημητρίουλοι καὶ καλλίουλοι. καὶ πλεῖστον οὖλον οὖλον ἵειπ, ἴουλον ἵειη. ἄλλοι δὲ ἐριουργῶν φασιν ᾠδὴν τὸν ἴουλον, αἱ δὲ τῶν τιτθῶν ᾠδαὶ καταβλυκαλήσεις καλοῦνται, ἡ δὲ τῶν θεριστῶν ᾠδὴ Λιτυέρσης καλεῖται, καὶ τῶν μισθωτῶν δέ τις ἦν ᾠδὴ
5τῶν ἐς τοὺς ἀγροὺς φοιτώντων. καὶ βαλανείων ἄλλαι καὶ τῶν πτισσουσῶν ἄλλη. ἦν δὲ καὶ τοῖς ἡγουμένοις τῶν βοσκημάτων ὁ βουκολισμός, ὃν εὗρε Δίομος βουκόλος ὁ Σικελιώτης, ἡ δ’ ἐπὶ θανάτοις καὶ λύπαις ᾠδὴ ὀλοφυρμὸς καλεῖται. ἴουλοι δὲ ᾠδαὶ Δημητρικαὶ Περσεφόνῃ πρέπουσιν. οὔπιγγοι δὲ αἱ εἰς Ἄρτεμιν. ᾔδοντο δὲ Ἀθήνησι καὶ οἱ Χαρώνδου νόμοι παρ’ οἶνον,
10ὥς φησιν Ἕρμιππος. Ἀριστοφάνης δὲ ἐν Ἀττικαῖς λέξεσί φησιν· ἱμαῖος ᾠδὴ μυλωθρός, ἐν δὲ γάμοις ὑμεναῖος, ἐν δὲ πένθεσιν ἰάλεμος. λίνος δὲ καὶ αἴλινος οὐ μόνον ἐν πένθεσιν, ἀλλὰ καὶ ἐπ’ εὐτυχεῖ μολπῇ κατ’ Εὐριπίδην. Κλέαρχος δέ πού φησιν· Ἠριφάνης ἡ μελοποιὸς Μενάλκου κυνηγοῦντος ἐρῶσα ἐθήρευε μεταθέουσα ταῖς ἐπιθυμίαις· φοιτῶσα γὰρ καὶ πλανωμένη
15πάντας τοὺς ὀρείους ἐπεξῄει δρυμούς, ὡς μῦθον εἶναι τοὺς λεγομένους Ἰνοῦς δρόμους· ὡς μὴ μόνον τῶν ἀνθρώπων τοὺς ἀστοργίᾳ διαφέροντας, ἀλλὰ καὶ τῶν θηρῶν τοὺς ἀνημερωτάτους δακρῦσαι τῷ πάθει, λαβόντας αἴσθησιν ἐρωτικῆς. ὅθεν ἐποίησέ τε καὶ ποιήσασα περιῄει κατὰ τὴν ἐρημίαν ἀνα‐ βοῶσα καὶ ᾄδουσα τὸ καλούμενον νόμιον, ἐν ᾧ ἐστι· μακραὶ δρύες, ὦ
20Μενάλκα. Ἀριστόξενος δέ φησιν· ᾖδον αἱ ἀρχαῖαι καλύκην τινὰ ᾠδήν. Στησιχόρου δ’ ἦν ποίημα, ἐν ᾧ Καλύκη τις ἐρῶσα Εὐάθλου νεανίσκου σω‐ φρόνως εὔχεται τῇ Ἀφροδίτῃ γαμηθῆναι αὐτῷ, εἰ μὴ τοῦτο, ἀπαλλαγῆναι τοῦ βίου. ἐπεὶ γοῦν ὑπερεῖδεν ὁ νεανίσκος, κατεκρήμνισεν ἑαυτόν. καὶ Ἴφικλος δὲ Ἁρπαλύκην ἐρασθεῖσαν ὑπερεῖδεν, ἣ δὲ ἀπέθανεν καὶ γίνεται ἐπ’ αὐτῇ
25παρθένοις ἀγὼν ᾠδῆς, ἣ Ἁρπαλύκη καλεῖται. Νύμφις δέ φησι Μαρυανδηνοὺς ἀνακαλεῖσθαί τινα τῶν ἀρχαίων Βόρβον. τοῦτον δέ φασιν υἱὸν γενέσθαι ἀνδρὸς ἐπιφανοῦς ὡραῖον, ὃν ἐφεστῶτα ἰδίοις ἔργοις καὶ βουλόμενον τοῖς θερίζουσι δοῦναι πιεῖν βαδίζοντα ἐφ’ ὕδωρ ἀφανισθῆναι. ζητεῖν οὖν αὐτὸν τοὺς ἀπὸ τῆς χώρας μετά τινος μεμελῳδημένου θρήνου καὶ ἀνακλήσεως.
30τοιοῦτος δὲ καὶ ὁ παρ’ Αἰγυπτίοις καλούμενος Μανέρως. ὅτι Κάσανδρος ὁ Μακεδόνων βασιλεὺς οὕτως ἦν φιλόμηρος, ὥς φησι Καρύστιος, ὡς διὰ στόματος ἔχειν τῶν ἐπῶν τὰ πολλά. ἐκαλοῦντο δ’ οἱ ῥαψῳδοὶ καὶ Ὁμηρισταί. τοὺς Ὁμηριστὰς πρῶτος εἰς τὰ θέατρα παρήγαγε Δημήτριος ὁ Φαληρεύς. οὐ μόνον δὲ τὰ Ὁμήρου μελῳδηθῆναί φησι Χαμαιλέων,
35ἀλλὰ καὶ τὰ Ἡσιόδου καὶ Ἀρχιλόχου καὶ Μιμνέρμου καὶ Φωκυλίδου. τὰ δ’ Ἀρχιλόχου Σιμωνίδης ὁ Ζακύνθιος ἐν τοῖς θεάτροις ἐπὶ δίφρου καθε‐ ζόμενος ἐῤῥαψῴδει, τοὺς δ’ Ἐμπεδοκλέους Καθαρμοὺς ἐῤῥαψῴδησεν Ὀλυμπίασι
Κλεομένης ὁ ῥαψῳδός. ἐν Ἀλεξανδρείᾳ δὲ ἐν τῷ μεγάλῳ θεάτρῳ ὑπε‐127 in vol. 2.2

2,2

128

κρίνατο Ἡγησίας ὁ κωμῳδὸς τὰ Ἡροδότου, Ἰάσων φησίν, Ἑρμόφαντος δὲ τὰ Ὁμήρου. ἐκαλοῦντο δέ τινες καὶ ἱλαρῳδοί, οἳ καὶ σημῳδοὶ διὰ τὸ τὸν Μάγνητα Σῆμον ἐν τοῖς τοιούτοις διαπρέψαι. Ἀριστόξενος δέ φησι τὸν μὲν ἀνδρεῖα καὶ γυναικεῖα πρόσωπα ὑποκρινόμενον μαγῳδὸν καλεῖσθαι,
5τὸν δὲ γυναικεῖα ἀνδρείοις λυσιῳδόν. ἐν δὲ τῷ Ἰωνικῷ λόγῳ τῷ καὶ κιναι‐ δολόγῳ καλουμένῳ ἤκμασε Σωτάδης ὁ Μαρωνείτης καὶ ὁ υἱὸς αὐτοῦ Ἀπολλώνιος, ὃς Σωτάδης ἀκαίρως παῤῥησιασάμενος καὶ κακῶς εἰπὼν Λυσίμαχον μὲν τὸν βασιλέα ἐν Ἀλεξανδρείᾳ, Πτολεμαῖον δὲ τὸν Φιλά‐ δελφον παρὰ Λυσιμάχῳ, καὶ ἄλλους τῶν βασιλέων ἐν ἄλλαις τῶν πόλεων
10τῆς δεούσης ἔτυχε τιμωρίας. ἐκπλεύσαντα γὰρ τῆς Ἀλεξανδρείας καὶ διαπεφευγέναι δοκοῦντα τὸν κίνδυνον—εἰρήκει γὰρ εἰς τὸν βασιλέα Πτο‐ λεμαῖον πολλὰ δεινά, ἀτὰρ καὶ τόδε, ὅτε τὴν ἀδελφὴν Ἀρσινόην γεγαμήκει· εἰς οὐχ ὁσίην τρυμαλιὴν τὸ κέντρον ὤθει—Πάτροκλος ὁ τοῦ βασιλέως στρατηγὸς ἐν Καύνῳ τῇ νήσῳ λαβὼν αὐτὸν καὶ εἰς μολιβῆν κεραμίδα
15ἐμβαλὼν καὶ ἀπαγαγὼν εἰς τὸ πέλαγος κατεπόντωσε. τοιαύτη δ’ ἦν αὐτοῦ ἡ ποίησις· ὁ δ’ ἀποστεγάσας τὸ τρῆμα τῆς ὄπισθε λαύρας διὰ δενδροφόρου φάραγγος ἐξέωσε βροντὴν ἠλέματον, ὁκοίην ἀροτὴρ γέρων χαλᾷ βοῦς. ἔγραψε δὲ ταῦτα εἰς Φιλῖνον, τὸν τοῦ αὐλητοῦ Θεοδώρου πατέρα. σεμνότερος δὲ τῶν τοιούτων ποιητῶν ὁ ἱλαρῳδός· οὐδὲν γὰρ σχινίζεται. χρῆται δ’ ἐσθῆτι
20λευκῇ ἀνδρείᾳ καὶ στεφανοῦται χρυσοῦν στέφανον, καὶ πάλαι μὲν ὑπο‐ δήμασιν ἐχρῆτο, νῦν δὲ κρηπῖσιν, ψάλλει δ’ αὐτῷ ἢ ἄρρην ἢ θήλεια, ὡς καὶ τῷ αὐλῳδῷ. ὁ δὲ μαγῳδὸς τύμπανα ἔχει καὶ κύμβαλα καὶ πάντα τὰ περὶ αὐτὸν ἐνδύματα γυναικεῖα· σχινίζεταί τε καὶ πάντα ποιεῖ τὰ ἔξω κόσμου, ὑποκρινόμενός ποτε μὲν γυναῖκας καὶ μοιχοὺς καὶ μαστροπούς,
25ποτὲ δὲ ἄνδρα μεθύοντα καὶ ἐπὶ κῶμον παραγενόμενον εἰς τὴν ἐρωμένην. ἔστι δὲ ἡ μὲν ἱλαρῳδία περὶ τὴν τραγῳδίαν σεμνὴ οὖσα, ἡ δὲ μαγῳδία περὶ τὴν κωμῳδίαν, φησὶν Ἀριστόξενος. ὠνόμασται δὲ ἀπὸ τοῦ οἱονεὶ μαγικά τινα προφέρεσθαι καὶ φαρμάκων ἐμφανίζειν δυνάμεις. παρὰ δὲ Λακεδαιμονίοις κωμικῆς παιδιᾶς ἦν τρόπος παλαιὸς λιτὸς καὶ οὗτος αὐτοῖς ὡς τἆλλα·
30ἐμιμεῖτο γάρ τις ἐν εὐτελεῖ τῇ λέξει κλέπτοντάς τινας ὀπώρας ἢ ξενικὸν ἰατρὸν τοιαυτὶ λέγοντα, ὡς Ἄλεξις· ἐὰν ἐπιχώριος ἰατρὸς εἴπῃ· τρυβλίον τούτῳ δότε πτισάνης, καταφρονοῦμεν εὐθέως· ἐὰν δὲ πτισάνας, θαυμάζομεν. καὶ εἰ μὲν σευτλίον, παρείδομεν, εἰ δὲ τευτλίον, ἀσμένως ἠκούσαμεν, ὡς οὐ τὸ σεῦτλον ταὐτὸν ὂν τῷ τευτλίῳ. ἐκαλοῦντο δὲ οἱ ταύτην τὴν τέχνην
35μετιόντες παρὰ Λάκωσι δεικηλισταί, ὡς ἄν τις σκευοποιοὺς εἴπῃ καὶ μι‐ μητάς. Σικυώνιοι δὲ φαλλοφόρους αὐτοὺς καλοῦσιν, ἄλλοι αὐτοκαβδάλους, Ἰταλοὶ δὲ φλύακας, Θηβαῖοι δὲ ἐθελοντάς, οἳ τὰ πολλὰ ἰδίως ὀνομάζοντες
καινουργοῦσι κατὰ τὰς φωνάς. Στράττις οὖν φησι· συνίετ’ οὐδέν, πᾶσα128 in vol. 2.2

2,2

129

Θηβαίων πόλις, οἳ πρῶτα μὲν τὴν σηπίαν ὀπιτθοτίλαν ὀνομάζετε, τὸν ἀλεκτρυόνα δὲ ὀρτάλιχον. τὸν ἰατρὸν δὲ σάκταν, βλέφυραν δὲ τὴν γέφυραν, τῦκα δὲ τὰ σῦκα, κωτιλίδας δὲ τὰς χελιδόνας, τὴν ἔνθεσιν δ’ ἄκολον. Σῆμος δέ φησι τοὺς αὐτοκαβδάλους ἐστεφανωμένους κιττῷ πε‐
5ραίνειν ῥήσεις, ὕστερον δὲ ἰάμβους ὀνομασθῆναι αὐτοὺς καὶ τὰ ποιήματα αὐτῶν. οἱ δὲ ἰθύφαλλοι προσωπεῖον μεθυόντων ἔχουσι καὶ ἐστεφάνωνται, χειρῖδας ἀνθινὰς ἔχοντες χιτῶσί τε χρῶνται μεσολεύκοις περιέζωνταί τε ταραντῖνον καλύπτον αὐτοὺς μέχρι σφυρῶν. σιγῇ δὲ διὰ τοῦ πυλῶνος εἰσελθόντες, ὅταν κατὰ μέσην τὴν ὀρχήστραν γένωνται, ἐπιστρέφουσιν εἰς
10τὸ θέατρον λέγοντες· ἀνάγετ’, εὐρυχωρίαν ποιεῖτε· ἐθέλει γὰρ ὁ θεὸς ἐσφυρωμένος διὰ μέσου βαδίζειν. οἱ δὲ φαλλοφόροι προσωπεῖον μὲν οὐ λαμ‐ βάνουσι, προπόλιον δ’ ἐξ ἑρπύλου περιτίθενται καὶ παιδέρωτας ἐπάνω τούτου ἐπιτίθενται στέφανόν τε δασὺν ἴων καὶ κιττοῦ. καὶ πρῶτα μὲν ᾄδουσί τι ἐν ῥυθμῷ, εἶτα προτρέχοντες τωθάζουσι στάδην οὓς ἂν προέλοιντο.
15 φησί που Εὔβουλος· τί, ὦ πόνηρ’, ἕστηκας ἐν πύλαις ἔτι, ἀλλ’ οὐ βαδίζεις; τοῖς δὲ γενναίως πάλιν διεσπάρακται θερμὰ χηνίσκων μέλη, διεῤῥάχισται σεμνὰ δελφάκων κρέα, κατηλόηται γαστρὸς ἐν μέσῳ κύκλῳ, κατησίμωται πάντα τἀκροκώλια, ἐνωγάλισται σεμνὸς ἀλλᾶντος τόμος, παρεντέτρωκται τευθὶς ἐξωπτημένη, ὥστ’ ἐπεὶ βούλει τῶν λελειμμένων φαγεῖν, ἔπειγ’
20ἔπειγε, μή ποθ’ ὡς λύκος χανὼν καὶ τῶνδ’ ἁμάρτῃς. Ἀντιφάνης δέ φησιν· ἥ τε γὰρ συνώνυμος τῆς ἔνδον οὔσης ἔγχελυς Βοιωτία τμηθεῖσα κοίλοις ἐν βυθοῖσι κακκάβης χλιαίνεται, ἐξαίρεται, παφλάζεται, προσκάεθ’· ὥστε μηδ’ ἂν εἰ χαλκεὺς ἔχων μυκτῆρας εἰσέλθῃ τις, ἐξέλθοι πάλιν εἰκῇ· τοσαύ‐ την ἐξακοντίζει πνοήν. πλησίον δὲ ταύτης ἄσιτος ἡμέραν καὶ νύχθ’ ὅλην
25κεστρεὺς λεπισθείς, πασθείς, στραφείς, χρωσθείς, ὁμοῦ τι πρὸς τέλος δρόμου περῶν, σίζει κεκραγώς, παῖς δ’ ἐφέστηκε ῥαίνων ὄξει, Λίβυς τε καυλὸς ἐξηραμμένος ἀκτῖσι θείαις σιλφίου παραστατεῖ. εἶτ’ οὐκ ἐπῳδούς φησιν ἰσχύειν τινάς. ἐγὼ γὰρ ἤδη τρεῖς ὁρῶ μασωμένους, σοῦ ταῦτα συστρέφοντος. ἥ τε σύννομος τῆς κουφονώτου σῶμ’ ἔχουσα σηπίας, ξιφηφόροισι χερσὶν
30ἐξωπλισμένοι τευθίς, μεταλλάξασα λευκαυγῆ φύσιν σαρκὸς πυρωτοῖς ἀν‐ θράκων ῥαπίσμασι, ξανθαῖσιν αὔραις σῶμα πᾶν ἀγάλλεται, δείπνου προφήτην λιμὸν ἐκκαλουμένη. ὥστ’ εἴσιθι· μὴ μέλλε, χώρει. δεῖ γὰρ ἠριστηκότας πάσχειν, ἐάν τι καὶ παθεῖν ἡμᾶς δέῃ. ὅτι Ἀμοιβεὺς ὁ Ἀθηναῖος κιθαρῳδὸς πλησίον τοῦ θεάτρου οἰκῶν, εἰ ἐξέλθοι
35ᾀσόμενος, τάλαντον Ἀττικὸν ἐλάμβανε. ἡ μουσικὴ πρᾶγμ’ ἐστὶ βαθύ τι καὶ καμπύλον, φησὶν Εὔπολις, ἀεί τε καινὸν ἐξευρίσκει τοῖς ἐπινοεῖν δυναμένοις. ἡ μουσική, φησὶν Ἀναξίλας,
ὥσπερ Λιβύη, ἀεί τι καινὸν κατ’ ἐνιαυτὸν τίκτει θηρίον.129 in vol. 2.2

2,2

130

κατὰ δὲ τὸν Θεοφίλου Κιθαρῳδὸν μέγας θησαυρός ἐστι καὶ βέβαιος ἡ μουσικὴ πᾶσι τοῖς μαθοῦσι παιδευθεῖσί τε. καὶ γὰρ τὰ ἤθη παιδεύει καὶ τοὺς θυμοειδεῖς καὶ τὰς γνώμας διαφόρους καταπραύνει. Κλεινίας γοῦν ὁ Πυθαγόρειος καὶ τῇ γνώμῃ καὶ τοῖς ἤθεσι διαφορῶν, ὥς φησι Χαμαιλέων,
5ὅτ’ ἐχαλέπαινεν, ἀναλαμβάνων τὴν λύραν ἐκιθάριζεν. πρὸς δὲ τοὺς ἐπι‐ ζητοῦντας τὴν αἰτίαν ἔλεγε· πραύνομαι. καὶ ὁ Ὁμηρικὸς Ἀχιλλεὺς μόνος τῶν ἐν Τροίᾳ Ἑλλήνων τῇ Ἠετίωνος κιθάρᾳ κατεπραύνετο. Θεόφραστος δὲ ἱστορεῖ ἐν τῷ περὶ Ἐνθουσιασμοῦ, ἰσχιακοὺς ἀνόσους διατελεῖν, εἰ καταυ‐ λήσει τις τοῦ τόπου τῇ Φρυγιστὶ ἁρμονίᾳ, ἣν Φρύγες πρῶτοι, καὶ παρὰ
10Φρυξὶ δὲ Ὕαγνις, εὗρον καὶ μετεχειρίσαντο. διὸ καὶ τοὺς παρ’ Ἕλλησιν αὐλητὰς Φρυγίους καὶ δουλοπρεπεῖς κλήσεις ἔχειν, οἷος ὁ παρὰ Ἀλκμᾶνι Σάμβας καὶ Ἄδων καὶ Τῆλος, καὶ παρ’ Ἱππώνακτι Κίων, Κώδαλος καὶ Βάβυς, ἐφ’ ᾧ καὶ ἡ παροιμία ἐπὶ τῶν ἀεὶ πρὸς τὸ χεῖρον αὐλούντων· καὶ Κίων ἢ Βάβυς αὐλεῖ. Ἡρακλείδης δ’ οὐδ’ ἁρμονίαν φησὶ δεῖν καλεῖσθαι
15τὴν Φρύγιον, ὡς οὐδὲ τὴν Λύδιον· ἁρμονίας γὰρ εἶναι τρεῖς· τρία γὰρ καὶ γενέσθαι Ἑλλήνων γένη, Δωριεῖς, Αἰολεῖς, Ἴωνας· οὐ μικρᾶς οὖν οὔσης διαφορᾶς ἐν τοῖς τούτων ἤθεσιν, Λακεδαιμόνιοι μὲν μάλιστα τῶν ἄλλων Δωριέων τὰ πάτρια διαφυλάττουσι, Θεσσαλοὶ δέ, οὗτοι γὰρ ἀρχὴν τοῦ γένους Αἰολεῦσι μετέδωκαν, παραπλήσιον ἀεὶ ποιοῦνται τοῦ βίου τὴν
20ἀγωγήν· Ἰώνων δὲ τὸ πολὺ πλῆθος ἠλλοίωται διὰ τὸ συμπεριφέρεσθαι τοῖς ἀεὶ δυναστεύουσι τῶν βαρβάρων. τὴν οὖν ἀγωγὴν τῆς μελῳδίας ἣν οἱ Δωριεῖς ἐποιοῦντο Δώριον ἐκάλουν ἁρμονίαν, Αἰολίδα δὲ ἣν Αἰολεῖς ᾖδον, Ἰαστὶ δὲ τὴν τρίτην ἣν ἤκουον ᾀδόντων Ἰώνων. ἡ μὲν οὖν Δώριος τὸ ἀνδρῶδες ἐμφαίνει καὶ μεγαλοπρεπὲς καὶ οὐ διακεχυμένον οὐδ’ ἱλαρόν,
25ἀλλὰ σκυθρωπὸν καὶ σφοδρόν, οὔτε δὲ ποικίλον οὔτε πολύτροπον. τὸ δὲ τῶν Αἰολέων ἦθος ἔχει τὸ γαῦρον καὶ ὀγκῶδες, ἔτι δὲ ὑπόχαυνον. ὁμολογεῖ δὲ ταῦτα ταῖς ἱπποτροφίαις αὐτῶν καὶ ξενοδοχίαις· οὐ πανοῦργον δέ, ἀλλ’ ἐξηρημένον καὶ τεθαῤῥηκός. διὸ καὶ οἰκεῖον αὐτοῖς ἡ φιλοποσία καὶ τὰ ἐρωτικὰ καὶ πᾶσα ἡ περὶ δίαιταν ἄνεσις, διὸ περιέχουσι τὸ τῆς ὑποδωρίου καλου‐
30μένης ἁρμονίας ἦθος. αὕτη γάρ ἐστιν ἡ Αἰολίς, ὡς Ἡρακλείδης καὶ Λᾶσός φησιν. καὶ Πρατίνας δέ φησι· μήτε σύντονον δίωκε μήτε τὰν ἀνειμέναν Ἰαστὶ οὖσαν, ἀλλὰ τὰν μέσαν νεῶν ἄρουραν αἰόλιζε τῷ μέλει. πρότερον μὲν οὖν Αἰολίδα ταύτην ἐκάλουν, ὕστερον δὲ ὑποδώριον· ὁρῶντες γὰρ τὸν ὄγκον καὶ τὸ προσποίημα τῆς καλοκἀγαθίας ἐν τοῖς τῆς ἁρμονίας ἤθεσιν
35Δώριον μὲν αὐτὴν ὀνομάζουσι, προσεμφερῆ δέ πως ἐκείνῃ· διὸ ὑποδώριον ἐκάλεσαν, ὡς ὑπόλευκον καὶ ὑπόγλυκυ τὸ λευκῷ καὶ γλυκεῖ προσεμφερές. Ἴωνες δὲ τὸ Μιλησίων ἦθος διαφαίνουσιν ἐπὶ ταῖς τῶν σωμάτων εὐεξίαις
βρενθυόμενοι καὶ θυμοῦ πλήρεις, δυσκατάλλακτοι, φιλόνεικοι, οὐδὲν130 in vol. 2.2

2,2

131

φιλάνθρωπον οὐδ’ ἱλαρὸν ἐνδιδόντες, ἀστοργίαν καὶ σκληρότητα ἐν τοῖς ἤθεσιν ἐμφανίζοντες. διὸ οὐδὲ τὸ τῆς Ἰαστὶ γένος ἁρμονίας οὔτ’ ἀνθηρὸν οὔτε ἱλαρόν ἐστιν, ἀλλ’ αὐστηρὸν καὶ σκληρὸν καὶ ὄγκον ἔχον οὐκ ἀγεννῆ· διὸ τῇ τραγῳδίᾳ προσφιλὴς ἡ ἁρμονία. τὰ δὲ τῶν νῦν Ἰώνων ἤθη τρυ‐
5φερώτερα καὶ πολὺ παραλλάτον τὸ τῆς ἁρμονίας ἦθος. φασὶ δὲ Πύθερμον τὸν Τήιον ἐν τῷ γένει τῆς ἁρμονίας τούτῳ ἁρμόττοντα τοῖς ἤθεσι τῶν Ἰώνων ποιῆσαι σκαιὰ μέλη, καὶ διὰ τὸ εἶναι τὸν ποιητὴν Ἰωνικὸν Ἰαστὶ κληθῆναι τὴν ἁρμονίαν. διόπερ οὐχ ἁρμονία ἡ Ἰαστί, τρόπος δέ τις θαυ‐ μαστὸς σχήματος ἁρμονίας. καταφρονητέον οὖν τῶν τὰς κατ’ εἶδος δια‐
10φορὰς οὐ θεωρούντων, ἐπακολουθούντων δὲ τῇ τῶν φθόγγων ὀξύτητι καὶ βαρύτητι καὶ τιθεμένων ὑπερμιξολύδιον ἁρμονίαν καὶ ὑπὲρ ταύτης ἄλλην. οὐχ ὁρῶ γὰρ οὐδὲ τὴν ὑπερφρύγιον ἔχουσαν ἦθος, ἣν οἴονταί τινες ἐξευ‐ ρηκέναι. δεῖ δὲ τὴν ἁρμονίαν εἶδος ἔχειν εἴδους ἢ πάθους, καθάπερ ἡ Λοκριστί· ταύτῃ γὰρ ἔνιοι τῶν γενομένων κατὰ Σιμωνίδην καὶ Πίνδαρον
15ἐχρήσαντό ποτε, καὶ πάλιν κατεφρονήθη. τρεῖς οὖν αὗται ἁρμονίαι, ὡς εἴπομεν ἐξ ἀρχῆς, ὅσα καὶ τὰ ἔθνη. τὴν δὲ Φρυγιστὶ καὶ Λυδιστὶ παρὰ τῶν βαρβάρων οὖσαν ἔγνων Ἕλληνες ἀπὸ τῶν σὺν Πέλοπι κατελθόντων εἰς Πελοπόννησον Φρυγῶν καὶ Λυδῶν, Λυδῶν μὲν συνακολουθησάντων διὰ τὸ τὸν Σίπυλον εἶναι Λυδίας, Φρυγῶν δὲ οὐχ ὅτι ὁμοτέρμονες Λυδοῖς,
20ἀλλ’ ὅτι καὶ αὐτῶν ἦρχεν ὁ Τάνταλος. ἔστι δὲ καὶ ἐν Λακεδαίμονι μά‐ λιστα χώματα μεγάλα, ἃ καλοῦσι τάφους τῶν μετὰ Πέλοπος Φρυγῶν. οὐ παραληπτέον δὲ ἐπὶ ἀπάτῃ καὶ γοητείᾳ τὴν μουσικὴν παρεισῆχθαι τοῖς ἀνθρώποις, οὐδὲ Κρῆτας καὶ Λακεδαιμονίους αὐλὸν καὶ ῥυθμὸν ἀντὶ σάλπιγγος εἰκῇ νομιστέον εἰσαγαγεῖν, οὐδὲ τοὺς πρώτους Ἀρκάδας εἰς τὴν
25ὅλην πολιτείαν τὴν μουσικὴν παραλαβεῖν, παρ’ οἷς μόνοις τἆλλα αὐστη‐ ροτάτοις οὖσι τῷ βίῳ οἱ παῖδες ἐκ νηπίων ᾄδειν ἐθίζονται κατὰ νόμον τοὺς πατρίους ὕμνους καὶ παιᾶνας. μετὰ δὲ ταῦτα τοὺς Τιμοθέου καὶ Φιλοξένου νόμους μανθάνοντες χορεύουσι κατ’ ἐνιαυτὸν τοῖς Διονυσιακοῖς αὐληταῖς ἐν τοῖς θεάτροις οἱ παῖδες τοὺς παιδικοὺς ἀγῶνας, οἱ δ’ ὡς λʹ
30ἐτῶν νεανίσκοι τοὺς τῶν ἀνδρῶν. καὶ τῶν μὲν ἄλλων αὐτοῖς μαθημάτων ἀρνηθῆναί τι μὴ εἰδέναι οὐδὲν αἰσχρόν, τὸ δ’ ᾄδειν ἀποτρίβεσθαι αἰσχρὸν παρ’ αὐτοῖς νομίζεται. καὶ μὴν ἐμβατήρια μετ’ αὐλοῦ καὶ τάξεως ἀσ‐ κοῦντες μετὰ κοινῆς ἐπιστροφῆς καὶ δαπάνης κατ’ ἐνιαυτὸν ἐν τοῖς θεά‐ τροις ἐπιδείκνυνται. τοῦτ’ οὖν αὐτοὺς εἴθισαν οἱ παλαιοὶ καὶ τρυφῆς οὐ
35περιουσίας χάριν, ἀλλὰ θεωροῦντες τὴν ἑκάστου κατὰ τὸν βίον σκληρότητα καὶ τὴν τῶν ἠθῶν αὐστηρίαν, ἥτις αὐτοῖς παρέπεται διὰ τὴν τοῦ περι‐ έχοντος ψυχρότητα καὶ στυγνότητα τὴν κατὰ πλεῖστον ἐν τοῖς τόποις
οὖσαν, οἷς καὶ συνεξομοιούμεθα ἄνθρωποι· διὸ καὶ κατὰ τὰς ἐθνικὰς δια‐131 in vol. 2.2

2,2

132

στάσεις πλεῖστον ἀλλήλων διαφέρομεν ἤθει καὶ μορφαῖς καὶ χρώμασιν. πρὸς δὲ τούτοις συνόδους κοινὰς ἀνδράσι καὶ γυναιξὶ κατείθισαν καὶ χοροὺς κοινούς, τὸ τῆς φύσεως ἀτέραμνον διὰ τῶν ἐθισμῶν ἐξημεροῦντες καὶ πραύνοντες. ὧν Κυναιθεῖς ὀλιγωρήσαντες τέλος, καίτοι σκληρότατοι πολὺ
5τῆς Ἀρκαδίας ὁμοῦ τῷ τόπῳ καὶ τὸν ἀέρα ἔχοντες, οὕτως ἀπεθηριώθη‐ σαν ὡς μέγιστα ἀσεβήματα παρὰ μόνοις αὐτοῖς γίνεσθαι. καθ’ οὓς δὲ καιροὺς τὴν μεγάλην σφαγὴν ἐποιήσαντο, εἰς ἅς τε πόλεις Ἀρκαδικὰς κατὰ τὴν δίοδον εἰσῆλθον, οἱ μὲν ἄλλοι πάντες αὐτοὺς ἐξεκήρυξαν, Μαντινεῖς δὲ μετὰ τὴν ἀπαλλαγὴν αὐτῶν καθαρμὸν τῆς πόλεως ἐποιήσαντο σφάγια
10περιαγαγόντες κύκλῳ τῆς χώρας ἁπάσης. ὅτι στύραξ ἐν ταῖς ὀρχήστραις ἐθυμιᾶτο τοῖς Διονυσίοις. ὅτι τὸ ἀρχαῖον ἡ μουσικὴ προτροπὴ ἦν ἐπ’ ἀν‐ δρίαν. Ἀλκαῖος οὖν ὁ ποιητὴς μουσικώτατος γενόμενος πρότερα τῶν κατὰ ποιητικὴν τὰ κατὰ τὴν ἀνδρίαν τίθεται, μᾶλλον τοῦ δέοντος πολεμικὸς γενόμενος. διὸ σεμνυνόμενός φησιν· μαρμαίρει δὲ μέγας δόμος χαλκῷ καὶ
15ἄλλα τοιαῦτα. καίτοι ἥρμοττεν ἴσως τὴν οἰκίαν πλήρη εἶναι μουσικῶν ὀρ‐ γάνων. ἀλλ’ οἱ παλαιοὶ τὴν ἀνδρίαν ὑπελάμβανον εἶναι μεγίστην τῶν πολιτικῶν ἀρετῶν, καὶ ταύτῃ τὰ πολιτικὰ προσνέμειν. Ἀρχίλοχος οὖν ἀγαθὸς ὢν ποιητὴς πρῶτον ἐκαυχήσατο δύνασθαι μετέχειν τῶν πολιτικῶν ἀγώνων, εἶτα ἐπὶ ποιητικῇ εἰπών· εἰμὶ δ’ ἐγὼ θεράπων μὲν Ἐνυαλίοιο
20ἄνακτος, καὶ Μουσάων ἐρατὸν δῶρον ἐπιστάμενος. καὶ Αἰσχύλος δὲ τη‐ λικαύτην δόξαν ἔχων διὰ τὴν ποιητικὴν οὐδὲν ἧττον ἐπὶ τοῦ τάφρου ἐπι‐ γραφῆναι ἠξίωσε μᾶλλον τὴν ἀνδρίαν. διὸ καὶ ἀνδρειότατοι Λακεδαιμόνιοι μετ’ αὐλῶν στρατεύονται, Κρῆτες μετὰ λύρας, μετὰ δὲ συρίγγων καὶ αὐλῶν Λυδοί, ὥς φησιν Ἡρόδοτος, Γέται δὲ κιθάρας ἔχοντες τὰς ἐπικη‐
25ρυκείας ποιοῦνται καταπραύνοντες τῶν ἐναντίων τὰς ψυχάς, φησὶ Θεόπομπος. ἔστι δὲ ἡ φόρμιγξ καὶ δαιτὶ ἑταίρη καθ’ Ὅμηρον, ἰατρεύει γὰρ τὴν ὕβριν καὶ τὴν ἀκοσμίαν ἡ μουσικὴ καὶ αὐθάδειαν παύει· περιαιρουμένη γὰρ τὴν στυγνότητα ποιεῖ πρᾳότητα καὶ χαρὰν ἐλευθέριον. ἀποδέδοται οὖν ταῖς συνουσίαις ἐπανορθώσεως χάριν καὶ ὠφελείας. φησὶ δὲ Φιλόχορος ὅτι οἱ
30παλαιοὶ ἔσπενδον Διόνυσον μὲν ἐν οἴνῳ καὶ μέθῃ διθυραμβοῦντες, Ἀπόλλωνα δὲ μεθ’ ἡσυχίας καὶ τάξεως μέλποντες. οἴνῳ συγκεραυνωθεὶς φρένας, φησὶν Ἀρχίλοχος. Λακεδαιμόνιοι εἰ μὲν ἐμάνθανον τὴν μουσικὴν οὐδὲν λέγουσιν. ὅτι δὲ κρίνειν δύνανται καλῶς τὴν τέχνην ὁμολογεῖται παρ’ αὐτῶν, καί φασιν τρὶς ἤδη σεσωκέναι διαφθειρομένην αὐτήν.
35 ὅτι καὶ πρὸς γυμνασίαν καὶ ὀξύτητα διανοίας συμβάλλεται ἡ μουσική· οὐ κακῶς δέ φασιν οἱ περὶ Δάμωνα τὸν Ἀθηναῖον ὅτι τὰς ᾠδὰς καὶ τὰς ὀρχήσεις ἀνάγκη γίνεσθαι κινουμένης πως τῆς ψυχῆς· καὶ αἱ μὲν ἐλευ‐
θέριοι καὶ καλαὶ ποιοῦσι τοιαύτας, αἱ δ’ ἐναντίαι τὰς ἐναντίας. Κλεοσθένης132 in vol. 2.2

2,2

133

οὖν ὁ Σικυώνιος τύραννος ἰδὼν φορτικῶς ὀρχησάμενον ἕνα τῶν τῆς θυγατρὸς μνηστήρων (Ἱπποκλείδης δ’ ἦν ὁ Ἀθηναῖος) ἀπωρχῆσθαι τὸν γάμον αὐτὸν ἔφη, νομίζων, ὡς ἔοικε, καὶ τὴν ψυχὴν τἀνδρὸς εἶναι τοιαύτην. καὶ γὰρ ἐν ὀρχήσει καὶ πορείᾳ καλὸν μὲν εὐσχημοσύνη καὶ κόσμος, αἰσχρὸν δὲ
5ἀταξία καὶ τὸ φορτικόν· διὸ ἐξ ἀρχῆς συνέταττον οἱ ποιηταὶ τοῖς ἐλευ‐ θέροις τὰς ὀρχήσεις καὶ ἐχρῶντο τοῖς σχήμασι σημείοις μόνον τῶν ᾀδο‐ μένων, τηροῦντες ἀεὶ τὸ εὐγενὲς καὶ ἀνδρῶδες ἐπ’ αὐτῶν, ὅθεν καὶ ὑπορ‐ χήματα τὰ τοιαῦτα προσηγόρευον. Ἀριστοφάνης οὖν φησι· νῦν δὲ δρῶσιν οὐδὲν οἱ ὀρχούμενοι, ἀλλ’ ὥσπερ
10ἀπόπληκτοι στάδην ἑστῶτες ὠρύονται. ἦν γὰρ τὸ τῆς ὀρχήσεως γένος τοῖς ἐν τοῖς χοροῖς εὔσχημον καὶ μεγαλοπρεπὲς καὶ τὰς ἐν τοῖς ὅπλοις κινή‐ σεις ἀπομιμούμενον. Σωκράτης οὖν φησιν· οἳ δὲ χοροῖς κάλλιστα θεοὺς τιμῶσιν, ἄριστοι ἐν πολέμῳ. σχεδὸν γὰρ ὥσπερ ἐξοπλισία τις ἦν ἡ χορεία καὶ ἐπίδειξις τῆς τε λοιπῆς εὐταξίας καὶ τῆς τῶν σωμάτων ἐπιμελείας.
15Ἀμφίων δὲ παίδων φησὶν ὀρχήσεις ἐν τῷ Ἑλικῶνος Μουσείῳ ἄγεσθαι κατὰ σπουδὴν καὶ ἐπίγραμμα παρατίθεται λέγον· ἀμφότερ’, ὠρχεύμηνσι τε καὶ ἐν Μώσαις ἐδίδασκον ἄνδρας. Καφησίας ὁ αὐλητὴς ἐπιβαλλομένου τινὸς τῶν μαθητῶν αὐλεῖν μέγα καὶ τοῦτο μελετῶντος, ἐπάταξεν εἰπὼν οὐκ ἐν τῷ μεγάλῳ τὸ εὖ κείμενον εἶναι, ἀλλ’ ἐν τῷ εὖ τὸ μέγα. οὐ μάτην
20δὲ οὐδὲ τὰ κατὰ τὴν χειρονομίαν συνέστη ἐπιμελεστέρως. ἐζήτουν γὰρ κἀν ταύτῃ κινήσεις καλὰς καὶ ἐλευθερίους, ἐν τῷ εὖ τὸ μέγα παραλαμ‐ βάνοντες καὶ τὰ σχήματα μετέφερον ἐντεῦθεν εἰς τοὺς χορούς, ἐκ δὲ τῶν χορῶν εἰς τὰς παλαίστρας. καὶ γὰρ ἐν τῇ μουσικῇ καὶ τῇ τῶν σωμάτων ἐπιμελείᾳ περιεποιοῦντο τὴν ἀνδρίαν καὶ πρὸς τὰς ἐν τοῖς ὅπλοις κινήσεις
25ἐγυμνάζοντο μετὰ ᾠδῆς· ὅθεν ἐκινήθησαν αἱ καλούμεναι πυῤῥίχαι καὶ πᾶς ὁ τοιοῦτος τρόπος τῆς ὀρχήσεως, τὴν δ’ ἀπόκινον καλουμένην ὄρχησιν ὕστερον μακτρισμὸν ὠνόμασαν. τὰ δὲ στασιμώτερα καὶ ποικιλώτερα καὶ τὴν ὄρχησιν ἁπλουστέραν ἔχοντα καλεῖται δάκτυλοι, ἰαμβική, Μολοσσική, ἐμμέλεια, κόρδαξ, σίκιννις, Περσική, Φρύγιος νιατισμός, Θρᾴκιος καλα‐
30βρισμός, τελεσιὰς ἀπὸ Τελεσίου πρώτου μετὰ ὅπλων ταύτην ὀρχησαμένου. ἔστι δὲ Μακεδονικὴ ὄρχησις ᾗ χρησάμενοι οἱ περὶ Πτολεμαῖον ἀνεῖλον Ἀλέξανδρον τὸν Φιλίππου ἀδελφόν. εἶσι δὲ καὶ μανιώδεις ὀρχήσεις κερ‐ νοφόρος, μιγγάς, θερμαυστρίς. ἦν δὲ καὶ παρὰ τοῖς ἰδιώταις ἡ καλουμένη ἄνθεμα λέγουσα· ποῦ μοι τὰ ῥόδα, ποῦ μοι τὰ ἴα, ποῦ μοι τὰ καλὰ
35σέλινα; ποῦ μοι ταδὶ τὰ ῥόδα, ταδὶ τὰ ἴα, ταδὶ τὰ σέλινα; ἦν δέ τις καὶ Ἰωνικὴ παροίνιος ὄρχησις, ἐκαλεῖτο δὲ καί τις ὄρχησις κόσμου ἐκ‐ πύρωσις, ἦσαν δὲ καὶ γελοῖαι ὀρχήσεις ἴγδις, μακτρισμός, ἀπόκινος, σοβάς,
μορφασμός, γλαύξ, χρεῶν ἀποκοπή, ἐλαίων, ἀλφίτων ἐκχύσεις. σχήματα133 in vol. 2.2

2,2

134

δ’ ὀρχήσεων ξιφισμός, καλαθισμός, κολλαβίδες, σκώψ, σκωπασμός· ἦν δὲ ὁ σκὼψ τῶν ἀποσκοπούντων τι σχῆμα ἄκραν τὴν χεῖρα ὑπὲρ τοῦ μετώπου κεκυρτωκότων. διποδισμός, ἐπαγκωνισμός. καλεῖται δ’ ἡ σατυρικὴ ὄρχησις σίκιννις καὶ οἱ σάτυροι σικιννισταί. οἳ δέ φασι Σίκιννον εὑρετὴν
5αὐτῆς γενέσθαι βάρβαρον, κατὰ δέ τινας Κρῆτα. ὀρχησταὶ δ’ οἱ Κρῆτες. Σκάμων δὲ ἀπὸ τοῦ σείεσθαι λέγει εἰρῆσθαι σίκιννιν καὶ πρῶτον Θέρσιππον ταύτην ὀρχήσασθαι. πρώτη δ’ εὕρηται ἡ περὶ τοὺς πόδας κίνησις τῆς διὰ τῶν χειρῶν. οἱ γὰρ παλαιοὶ τοὺς πόδας μᾶλλον ἐγυμνάζοντο ἐν τοῖς ἀγῶσι καὶ τοῖς κυνη‐
10γεσίοις. οἱ δὲ Κρῆτες κυνηγετικοί, διὸ καὶ ποδώκεις. οἳ δὲ τὴν σίκιννιν ἀπὸ τῆς κινήσεως φασὶ λέγεσθαι· ἦν δὲ ταχυτάτη. οὐ γὰρ ἔχει πάθος, διὸ οὐδὲ βραδύνει. συνέστηκε δὲ καὶ ἡ σατυρικὴ ποίησις ἐκ χορῶν, ὡς καὶ ἡ τότε τραγῳδία· διόπερ οὐδὲ ὑποκριτὰς εἶχον. τρεῖς δ’ εἰσὶ τῆς σκηνικῆς ποιήσεως ὀρχήσεις, τραγική, κωμική, σατυρική. τρεῖς δὲ καὶ τῆς λυρικῆς
15ποιήσεως, πυῤῥίχη, γυμνοπαιδική, ὑπορχηματική. καί ἔστιν ὁμοία ἡ μὲν πυῤῥίχη τῇ σατυρικῇ· ἀμφότεραι γὰρ διὰ τάχους. πολεμικὴ δὲ δοκεῖ εἶναι ἡ πυῤῥίχη· ἔνοπλοι γὰρ αὐτὴν παῖδες ὀρχοῦνται. τάχους δὲ δεῖ τῷ πολέμῳ εἰς τὸ διώκειν ἤ· φεύγειν μηδὲ μένειν μηδ’ αἰδεῖσθαι κακὸς εἶναι. ἡ δὲ γυμνοπαιδικὴ παρεμφερὴς τῇ τραγικῇ, ἣ ἐμμέλεια καλεῖται· ἐν
20ἑκατέρᾳ δὲ ὁρᾶται τὸ βραχὺ καὶ σεμνόν. ἡ δ’ ὑπορχηματικὴ τῇ κωμικῇ οἰκειοῦται, ἣ καλεῖται κόρδαξ. παιγνιώδεις δ’ εἰσὶν ἀμφότεραι. πυῤῥίχη δὲ καλεῖται ἀπό τινος Πυῤῥίχου Λάκωνος, φησὶν Ἀριστόξενος, καί ἔστι Λακωνικὸν ὄνομα ὁ Πύῤῥιχος. ἐμφανίζει δὲ ἡ ὄρχησις πολεμικὴ οὖσα ὅτι Λακεδαι‐ μονίων τὸ εὕρημα. πολεμικοὶ δ’ οἱ Λάκωνες ὧν καὶ οἱ υἱοὶ τὰ ἐμβατήρια
25μέλη ἀναλαμβάνουσιν, ἃ καὶ ἐνόπλια καλεῖται. καὶ αὐτοὶ δ’ οἱ Λάκωνες ἐν τοῖς πολέμοις τὰ Τυρταίου ποιήματα ἀπομνημονεύοντες εὔρυθμον κίνησιν ποιοῦνται. Φιλόχορος δέ φησι Λακεδαιμονίοις κρατήσασι Μεσηνίων διὰ τὴν Τυρταίου στρατηγίαν ἔθος δειπνοποιουμένοις καὶ παιανίζουσι καθ’ ἕνα ᾄδειν Τυρταίου· κρίνειν δὲ τὸν πολέμαρχον καὶ ἆθλον διδόναι τῷ νικῶντι
30κρέας. ἡ δὲ πυῤῥίχη παρὰ μὲν τοῖς ἄλλοις Ἕλλησιν οὐκέτι μένει, παρ’ ὃ καὶ οἱ πόλεμοι κατελύθησαν, παρὰ μόνοις δὲ τοῖς Λακεδαιμονίοις διαμένει οὖσα τοῦ πολέμου προγύμνασμα· ἐκμανθάνουσί τε πάντες ἐν Σπάρτῃ ἀπὸ πέντε ἐτῶν πυῤῥιχίζειν. ἡ δὲ καθ’ ἡμᾶς πυῤῥίχη Διονυσιακή τις δοκεῖ ἐπιεικεστέρα οὖσα τῆς ἀρχαίας. ἔχουσι γὰρ οἱ ὀρχούμενοι θύρσους ἀντὶ
35δοράτων, προίενται δὲ ἐπ’ ἀλλήλους καὶ νάρθηκας καὶ λαμπάδας φέρουσιν· ὀρχοῦνταί τε τὰ περὶ τὸν Διόνυσον καὶ Ἰνδοὺς καὶ Πενθέα. ἡ δὲ γυμνο‐ παιδικὴ ἔοικε τῇ πάλαι καλουμένῃ ἀναπάλῃ· γυμνοὶ γὰρ ὀρχοῦνται οἱ
παῖδες πάντες, εὐρύθμους φοράς τινας ἀποτέμνοντες καὶ σχήματα134 in vol. 2.2

2,2

135

χειρῶν κατὰ τὸ ἁπαλόν, ὥστ’ ἐμφαίνειν θεωρήματα πάλης καὶ παγκρατίου κινοῦντες εὐρύθμως τοὺς πόδας. Διονυσιακὴ γοῦν καὶ αὕτη, τρόποι δ’ αὐτῆς οἱ ὠσχοφόροι καὶ οἱ βακχικοί. γυμναζόμενοι δ’ ἐν τῇ γυμνοπαιδικῇ οἱ παλαιοὶ εἰς τὴν πυῤῥίχην ἐχώρουν· ἡ δὲ χειρονομία καλεῖται, ὑπορχημα‐
5τικὴ δέ ἐστιν, ἐν ᾗ ᾄδων ὁ χορὸς ὀρχεῖται ἐξ ἀνδρῶν καὶ γυναικῶν, ὀρ‐ χοῦνται δὲ ταύτην παρὰ Πινδάρῳ Λάκωνες. βέλτιστοι δέ εἰσι τῶν τρόπων οἳ καὶ ὀρχοῦνται. εἶσι δὲ οἵδε· προσωδιακοί, ἀποστολικοὶ οἱ καὶ παρθένιοι, εἶσι δὲ καὶ παρὰ βαρβάροις σπουδαῖαι καὶ φαῦλαι ὀρχήσεις, ὡς καὶ παρ’ Ἕλλησιν· κόρδαξ μὲν γὰρ Ἕλλησιν φορτικός, ἡ δ’ ἐμμέλεια σπουδαία,
10ὡς Ἀρκάσι κίδαρις, Σικυωνίοις δ’ ὁ ἀλητὴρ καὶ Ἰθακησίοις. ἴδιοι δ’ ἦσαν τὸ παλαιὸν καθ’ ἑκάστην ἁρμονίαν αὐλοὶ καὶ ἑκάστῃ ἁρμονίᾳ πρόσφοροι. Πρόνομος δ’ ὁ Θηβαῖος πρῶτος ηὔλησεν ἀπὸ τῶν αὐλῶν τὰς ἁρμονίας· νῦν δ’ εἰκῇ καὶ ἀλόγως ἅπτονται τῆς μουσικῆς. ὅτι Ἀσωπόδωρος ὁ Φλιάσιος κροταλιζομένου ποτέ τινος αὐλητοῦ αὐτὸς
15ἔτι ὢν ἐν τῷ ὑποσκηνίῳ· τί τοῦτ’; εἶπε, δῆλον ὅτι μέγα κακὸν γέγονεν, ὡς σημεῖον ὂν κακοτεχνίας τὸ παρὰ τοῖς ὄχλοις εὐδοκιμεῖν. καίτοι οἱ πλείους τέλος ποιοῦνται τῆς τέχνης τὴν παρὰ τοῖς θεάτροις εὐημερίαν. ὅτι Ποσειδωνιᾶται οἱ ἐν τῷ Τυῤῥηνικῷ κόλπῳ τὰ ἐξ ἀρχῆς Ἕλληνες ὄντες καὶ ἐκβαρβαρωθέντες καὶ τὴν φωνὴν μεταβεβλημένοι καὶ τὰ λοιπὰ
20ἐπιτηδεύματα ἄγουσι μίαν τῶν Ἑλληνικῶν ἑορτῶν, ἐν ᾗ συνιόντες ἀνα‐ μιμνῄσκονται τῶν ἀρχαίων ἐκείνων ὀνομάτων καὶ νόμων καὶ ἀπολοφυράμενοι πρὸς ἀλλήλους καὶ ἀποδακρύσαντες ἀπέρχονται. ὅτι Πυθαγόρας οὐ παρέργως μουσικῆς ἥψατο· ὅς γε καὶ τὴν τοῦ παντὸς οὐσίαν διὰ μουσικῆς ἀπο‐ φαίνει συγκειμένην. τὸ δ’ ὅλον ἔοικεν ἡ παλαιὰ σοφία τῇ μουσικῇ δεδόσθαι.
25διὰ τοῦτο θεῶν μὲν Ἀπόλλων, ἡμιθέων δ’ Ὀρφεὺς σοφώτατοι ὅτι μουσι‐ κώτατοι καὶ πάντας τοὺς ταύτῃ χρωμένους σοφιστὰς ἀπεκάλουν, ὡς Αἰσχύλος· εἴτ’ οὖν σοφιστὴς καλὰ παραπαίων χέλυν. καὶ Ὅμηρος δὲ διὰ τὸ μεμελοποιηκέναι πᾶσαν αὐτοῦ τὴν ποίησιν ἀφροντιστὶ τοὺς πολλοὺς ἀκεφάλους ποιεῖ στίχους καὶ λαγαρούς, ἔτι δὲ μειούρους. οἱ δὲ μὴ προσ‐
30άγοντες πρὸς τὰ ποιήματα μελῳδίαν ἐκπονοῦσι τοὺς στίχους ἀριθμοῖς καὶ τῇ τάξει μέτρων, ὡς ἂν μηδεὶς αὐτῶν τοιοῦτος ἔσται ὡς Σόλων, Θέογνις, Φωκυλίδης καὶ ἄλλοι. εἶσι δὲ ἀκέφαλοι οἱ ἐπὶ τῆς ἀρχῆς τὴν χωλότητα ἔχοντες, λαγαροὶ δὲ οἱ ἐν μέσῳ, μείουροι δὲ οἱ ἐπὶ τῆς ἐκβολῆς. συχνοὶ δὲ μελῶν ποιηταὶ παρὰ Λάκωσιν ἐγένοντο πλείστῃ τῇ μουσικῇ χρώμενοι
35καὶ διατηροῦντες αὐτήν. φησὶ γοῦν Πρατίνας· Λάκων ὁ τέττιξ εὔτυκος εἰς χορόν. ἀπὸ γὰρ τῆς τοῦ βίου σωφροσύνης καὶ αὐστηρίας μετέβαινον ἀσμένως ἐπὶ τὴν μουσικὴν κηλητικὴν οὖσαν. οἳ καὶ τοὺς καθηγουμένους
αὐτοῖς τοῦ χοροῦ χορηγοὺς ἐκάλουν καὶ οὐχ ὡς νῦν τοὺς χορούς, ἦν δὲ135 in vol. 2.2

2,2

136

αὐτοῖς καὶ τὸ χρηστομουσεῖν καὶ μὴ παραβαίνειν τοὺς ἀρχαίους τῆς μου‐ σικῆς νόμους. ὕστερον δὲ γηρασάντων τῶν ἀρχαίων νομίμων ἡ προαίρεσις αὕτη καταλέλυται καὶ τρόποι μουσικῆς φαῦλοι κατεδείχθησαν περιποιού‐ μενοι ἀντὶ μὲν πρᾳότητος μαλακίαν, ἀντὶ δὲ σωφροσύνης ἀκολασίαν καὶ
5ἄνεσιν. ἔσται δ’ ἴσως τοῦτο μᾶλλον καὶ ἐπὶ πλέον προαχθήσεται, εἰ μή τις ἀγάγῃ πάλιν εἰς τὸ συμφανὲς τὴν πάτριον μουσικήν· τὸ παλαιὸν γὰρ καὶ τῶν ἡρώων τὰς πράξεις δι’ ᾠδῆς ἐποιοῦντο, ὡς ὁ παρ’ Ὁμήρῳ Ἀχιλλεύς. τὸ δ’ ἔθος τοῦτο καὶ παρὰ βαρβάροις ἦν. ὅτε γοῦν Κῦρος ὁ πρῶτος εἰς Πέρσας ἀπεδήμησεν, εὐωχουμένου Ἀστυάγους μετὰ φίλων Ἀγγάρης ὁ
10ᾠδὸς εἰσκληθεὶς ἄλλα τε ᾖδε καὶ τὸ ἔσχατον εἶπεν ὡς ἀφεῖται εἰς τοὺς Ἕλληνας θηρίον μέγα, θρασύτερον ὑὸς ἀγρίου, ὃ ἐὰν κυριεύσῃ τῶν καθ’ ἑαυτὸν τόπων, πολλοῖς μετ’ ὀλίγον ῥᾳδίως μαχεῖται. ἐρομένου δ’ Ἀστυάγους· ποῖον θηρίον; ἔφη· Κῦρον τὸν Πέρσην. νομίσας οὖν ὀρθῶς αὐτὸν ὑπωπτευκέναι ὅμως οὐδὲν ὤνησεν. οἱ τοὺς τρόπους ῥυπαροὺς ἔχοντες μουσικῆς ἀπειρίᾳ
15εἰς τὸν πίθον φέρουσι τὸν τετρημένον, φησὶ Φιλέταιρος. ὅτι σαμβύκη ὀξύ‐ φθογγος μουσικὸν ὄργανον, χρῶνται δ’ αὐτῷ Πάρθοι καὶ Τρωγλοδύται τε‐ τραχόρδῳ ὄντι. καλεῖται δέ τι καὶ πολιορκητικὸν ὄργανον σαμβύκη· καλεῖται δὲ σαμβύκη, ἐπεὶ ὅταν ἐξαρθῇ προσαγόμενον τοῖς τείχεσι, γίνεται σχῆμα νεὼς καὶ κλίμακος ἑνοποιουμένων, ὅμοιον δέ τί ἐστι καὶ τὸ τῆς σαμβύκης·
20Ῥωμαικὸν δ’ ἐστὶ τὸ μηχάνημα. ὅτι ἡ μάγαδις παρὰ μὲν Ἀνακρέοντι κιθάρα ἐστί. φησὶ γάρ· ψάλλω δ’ εἴκοσι χορδαῖσι μάγαδιν ἔχων. Ἴων δ’ ὁ Χῖος ὡς περὶ αὐλῶν λέγει· Λυδός τε μάγαδις αὐλὸς ἡγείσθω βοῆς. καὶ Ἀρίσταρχος δὲ ὁ γραμματικός, ὃν μάντιν ἐκάλει Παναίτιος ὁ Ῥόδιος, φι‐ λόσοφος διὰ τὸ ῥᾳδίως καταμαντεύεσθαι τῆς τῶν ποιημάτων διανοίας,
25γένος αὐλοῦ φησι τὸν μάγαδιν. καὶ Τρύφων δέ φησιν· ὁ μάγαδις ἐν ταὐτῷ ὀξὺν καὶ βαρὺν φθόγγον ἐπιδείκνυται. ὅτι πέντε γένη αὐλῶν· παρθένιοι, παιδικοί, κιθαριστήριοι, τέλειοι, ὑπερτέλειοι. ὅτι μαγὰς ὄργανόν ἐστι ψαλτικὸν καὶ τὸ τῇ μαγάδι διαψάλλειν μαγα‐ δίζειν ἐλέγετο. Εὐφορίων δὲ τὴν μάγαδιν φησιν ὀψέ ποτε σαμβύκην
30μετονομασθῆναι, πλεῖστον δ’ εἶναι τοῦτο τὸ ὄργανον ἐν Μιτυλήνῃ. τὴν δὲ πηκτίδα, ἣν τὴν αὐτὴν εἶναι τῇ μαγάδι Μέναιχμος λέγει, Σαπφὼ εὗρεν. Ἀριστόξενος δὲ τὴν μάγαδιν καὶ τὴν πηκτίδα φησὶ χωρὶς πλήκτρου διὰ ψαλμοῦ παρέχεσθαι τὴν χρείαν. εἶπε δὲ Πίνδαρος τὴν μάγαδιν ψαλμὸν ἀντίφθογγον, διὰ τὸ διὰ δύο γενῶν καὶ διὰ πασῶν ἔχειν τὴν συνῳδίαν
35ἀνδρῶν καὶ γυναικῶν. ὅτι Κρέων Φρυγίῳ καὶ Λυδίῳ ἁρμονίᾳ ἐκέχρητο, ὧν ἑκατέρα ἑπτὰ χορδαῖς ἐπεραίνετο, Διογένης δὲ ὁ τραγικὸς διαφέρειν οἴεται πηκτίδα μαγάδιδος
λέγων· ψαλμοῖς τριγώνων πηκτίδων ἀντιζύγοις ὁλκοῖς κερκούσῃ μάγαδιν,136 in vol. 2.2

2,2

137

ἔνθα Περσικῷ νόμῳ ξενωθεὶς αὐλὸς ὁμονοεῖ χοροῖς. Φίλλις δὲ ὁ Δήλιος μουσικὰ ὄργανα καταλέγει ταῦτα· φοίνικες, πηκτίδες, μαγάδιδες, σαμ‐ βῦκαι, ἴαμβοι, τρίγωνα, κλεψίαμβοι, σκινδαψοί, ἐννεάχορδα· ἐν οἷς μὲν οὖν, φησί, τοὺς ἰάμβους ᾖδον ἰαμβύκας ἐκάλουν· ἐν οἷς δὲ παρελογίζοντο
5τὰ τοῦ μέτρου κλεψιάμβους, μαγάδιδας δὲ τὰ διὰ πασῶν καὶ πρὸς ἴσα τὰ μέρη τῶν ᾀδόντων ἡρμοσμένα. ἦν δὲ καὶ βάρβιτος καὶ ἄλλα πλείω τὰ μὲν ἔγχορδα, τὰ δὲ ἔνηχα. ἦν γὰρ δή τινα καὶ χωρὶς τῶν ἐμφυσωμένων καὶ χορδαῖς διειλημμένων ψόφου μόνον ποιητικά, ὡς τὰ κρέμβαλα. ὧν ὅτε τις ἅπτοιτο τοῖς δακτύλοις ποιεῖν λιγυρὸν ψόφον. καὶ τὸ τούτοις
10κρούειν κρεμβαλίζειν Ἕρμιππός φησι. Δίδυμος δέ φησιν εἰωθέναι τινὰς ἀντὶ λύρας κογχύλια καὶ ὄστρακα συγκρούοντας εὔρυθμον ἦχον ἀποτελεῖν τοῖς ὀρχουμένοις, ὡς Ἀριστοφάνης ἐν Βατράχοις φησίν. Τιμόθεος δὲ ὁ Μιλήσιος δόξας πολυχορδοτέρῳ χρήσασθαι συστήματι τῇ μαγάδι καὶ παρὰ Λάκωσιν εὐθυνόμενος ὡς παραφθείροι τὴν ἀρχαίαν μουσικήν, καὶ μέλ‐
15λοντός τινος ἐκτέμνειν αὐτοῦ τὰς περιττὰς τῶν χορδῶν, ἔδειξε παρ’ αὐτοῖς Ἀπολλωνίσκον πρὸς τὴν αὐτὴν σύνταξιν ἰσόχορδον λύραν ἔχοντα καὶ ἀφείθη. ὠνομάσθη δὲ μάγαδις ἀπὸ Μάγδιος Θρᾳκός, φησὶ Δοῦρις. Ἀπολλόδωρος δέ· ὃ νῦν, φησίν, ἡμεῖς λέγομεν ψαλτήριον, τοῦτ’ εἶναι μάγαδιν, ὁ δὲ κλεψίαμβος, ἔτι δ’ ὁ τρίγωνος καὶ ὁ ἔλυμος καὶ τὸ ἐννεάχορδον ἀμαυρότερα
20τῇ χρείᾳ, ὡς Ἀλκμάν· μάγαδιν δ’ ἀποθέσθαι. Σοφοκλῆς· πηκταὶ δὲ λύραι καὶ μαγάδιδες τά τ’ ἐν Ἕλλησι ξόαν’ ἡδυμελῆ. Τελέστης δὲ πεντάχορδον τὴν μάγαδιν ἐμφαίνει· φησὶ γάρ· ἄλλος δ’ ἄλλαν κλαγγὰν ἱεὶς κερατό‐ φωνον ἐρέθιζε μάγαδιν, ἐν πενταράδῳ χορδᾶν ἀριθμῷ χεῖρα καμψίδαυλον ἀναστρωφῶν τάχος. σαμβύκῃ δὲ πρώτη Σίβυλλα ἐχρήσατο, φησὶ Σῆμος,
25ἣ ὠνομάσθη ἀπὸ Σάμβυκος. Ἀρτέμων δὲ τρίποδος καλουμένου ὀργάνου μέμνηται Πυθαγόρᾳ Ζακυνθίῳ ποιηθέντος, ὃ καί, φησίν, ὀλιγοχρόνιον σχεῖν τὴν ἀκμὴν διὰ τὸ κατὰ τὴν χειροθεσίαν ἐργῶδες καταλυθέν. ἦν δ’ ὅμοιος Δελφικῷ τρίποδι καὶ χρῆσιν τριπλῆν κιθάρας παρείχετο, οὗ οὕτω τὴν χειροθεσίαν εἴθιστο κατοξύνειν Πυθαγόρας ὥστ’ εἴ τις ἀκοῇ μόνον κρίνοι μὴ
30συνορῶν, νομίζειν τριῶν κιθαριστῶν ἀκούειν διαφόρως ἡρμοσμένων. τριῶν γὰρ οὐσῶν τῷ ὀργάνῳ χωρῶν ἑκάστη χώρα διένειμε τὰς τρεῖς ἁρμονίας. καὶ τοῦτο τὸ ὄργανον θαυμασθὲν ἰσχυρῶς μετὰ τὸν ἐκείνου βίον ἐξέλιπεν εὐθέως, φαντασίαν τε ἔχον ἀστείαν καὶ τὸν ἦχον προσβάλλον ἁδρότερον, ψιλὴν δὲ κιθάρισιν πρῶτος Ἀριστόνικος ὁ Ἀργεῖος εἰσήγαγεν, μετέστησεν
35δὲ ταύτην πρῶτος Λύσανδρος ὁ Σικυώνιος μακροὺς τόνους ἐντείνας καὶ τὴν φωνὴν εὔογκον ποιήσας καὶ περιελὼν τὴν συντομίαν τὴν ἐν τοῖς ψιλοῖς κιθαρισταῖς χρώματά τε εὔχροα πρῶτος ἐκιθάρισε καὶ τὸ πρᾶγμα αὐξήσας
χορὸν περιεστήσατο πρῶτος, φησὶ Φιλόχορος. Τιμόμαχος δέ φησι τὸν Σάμιον137 in vol. 2.2

2,2

138

Στήσανδρον ἐπὶ πλεῖον αὐξῆσαι τὴν τέχνην, ὃς πρῶτος ἐν Δελφοῖς ἐκι‐ θαρῴδησε τὰς καθ’ Ὅμηρον μάχας ἀρξάμενος ἀπὸ Ὀδυσσείας. ὥσπερ τῶν ἑξαμέτρων τινὲς ἐπὶ τὸ γελοῖον παρῳδὰς ἐξεῦρον, οὕτω καὶ τῆς κιθαρῳδίας πρῶτος Οἰνώπας, ὃν ἐζήλωσαν καὶ ἄλλοι. καὶ μοχθηρῶν δὲ
5ᾀσμάτων γεγόνασι ποιηταί, οἳ πρὸς μὲν τὸν ἴδιον χαρακτῆρα εὐπόρουν, τῶν δὲ Τερπάνδρου καὶ Φρύνιδος νόμων οὐδὲ μικρὸν ἐπέψαυον, ὧν εἷς Ἀργᾶς, περὶ οὗ Ἄλεξίς φησιν· Χορόνικος ποιητὴς ᾀσμάτων σεμνῶν πάνυ. τί πρὸς τὸν Ἀργᾶν; ἡμέρας δρόμῳ κρείττων. καὶ Γνήσιππος δὲ παιγνιαγράφος ἦν τῆς ἱλαρᾶς μούσης, περὶ οὗ τίς φησι· Γνήσιππος ἀκούειν νυκτερινὰ εὗρε
10μοιχοῖς ἀείσματ’ ἐκκαλεῖσθαι γυναῖκας ἔχοντας ἰαμβύκην τε καὶ τρίγωνα. ὅτι Ῥωμαίων παισὶν ἔθος ἦν ἐν ταῖς τῶν Κρονίων ἡμέραις ἑστιᾶν τοὺς οἰκέτας, αὐτοὺς τὰς τῶν οἰκετῶν ἀναδεχομένους λειτουργίας. Ἑλληνικὸν δὲ τοῦτο τὸ ἔθος· γίνεται δὲ καὶ ἐν Κρήτῃ τῇ τῶν Ἑρμαίων ἑορτῇ. καὶ ἐν Τροιζῆνι δὲ Γεραιστίῳ μηνί. Λώῳ δὲ μηνὶ ἑκκαιδεκάτῃ ἐν Βαβυλῶνι
15ἑορτὴ ἄγεται Σακέα καλουμένη ἐφ’ ἡμέρας πέντε, ἐν αἷς ἄρχονται οἱ δεσπόται ὑπὸ τῶν οἰκετῶν ἀφηγουμένου τῆς οἰκίας ἑνὸς αὐτῶν ἐνδεδυ‐ κότος στολὴν βασιλικήν, ὃς καλεῖται ζογάνης. Κῷοι δὲ τοὐναντίον· ὅτε Ἥρᾳ θύουσιν, δούλους οὐκ ἐῶσι παραγίνεσθαι ἐπὶ τὰς εὐωχίας. θυσίας δέ ποτε Πελασγοῖς γινομένης ἀνήγγειλέ τις τῷ Πελασγῷ ἀνήρ, ᾧ ὄνομα
20Πέλωρος, διότι ἐν τῇ Αἱμονίᾳ σεισμῶν γενομένων ῥαγείη τὰ Τέμπη ὄρη ὀνομαζόμενα καὶ διότι διὰ τοῦ διαστήματος ὁρμῆσαν τὸ τῆς λίμνης ὕδωρ ἐμβάλλοι εἰς τὸ τοῦ Πηνειοῦ ῥεῖθρον, καὶ τὴν πρότερον λιμνάζουσαν χώραν πᾶσαν γεγυμνῶσθαι καὶ ἀναξηραινομένων τῶν ὑδάτων πεδία θαυμαστὰ τῷ μεγέθει καὶ τῷ κάλλει ἀναφαίνεσθαι. ἀκούσας οὖν ὁ Πελασγὸς τὴν τρά‐
25πεζαν ἀφθόνως κεκοσμημένην τῷ Πελώρῳ παρέθετο. καὶ οἱ ἄλλοι δὲ ἕκαστος ὅ τι ἔχοι παρετίθει τῷ ἀπαγγείλαντι, καὶ ὁ Πελασγὸς δὲ καὶ οἱ ἐν ἀξιώματι ὑπηρέτουν, καθότι ἑκάστῳ ὁ καιρὸς παρέπιπτεν. ἐπεὶ δὲ τὴν χώραν κατέσχον, μίμημα τῆς τότε ἑορτῆς θύουσι Διὶ Πελωρίῳ τραπέζας τε κοσμοῦντες προτίθενται καὶ οὕτω φιλάνθρωπον πανήγυριν συντελοῦσιν, ὥστε καὶ τοὺς
30ξένους ἐπὶ τὴν θοίνην παραλαμβάνειν καὶ τοὺς δεσμώτας λύειν καὶ τοὺς οἰκέτας κατακλίναντας ἑστιᾶν μετὰ παῤῥησίας, διακονούντων αὐτῶν τῶν δεσποτῶν. καὶ τὸ σύνολον ἔτι καὶ νῦν Θεσσαλοὶ μεγίστην ἑορτὴν ἄγοντες προσαγορεύουσι Πελωρίαν. γράφει ταῦτα Βάτων ὁ Σινωπεὺς καί φησι τὴν Πελωρίαν τὴν Θεσσαλικὴν τὴν αὐτὴν εἶναι τῇ τῶν Σατουρναλίων.
35 αἱ δεύτεραί πως φροντίδες σοφώτεραι. τί γὰρ ποθεῖ τράπεζα; τῷ δ’ οὐ βρίθεται; πλήρης μὲν ὄψων ποντίων, πάρεισι δὲ μόσχων τέρειναι σάρκες χηνεία τε δαὶς καὶ πεπτὰ τοῦ ξανθοπτέρου πελάνῳ μελίσσης ἀφθόνως
δεδευμένα. ὅτι τὰ τραγήματα ἐπιδορπίσματά τινές φασιν. Δίφιλος· τρά‐138 in vol. 2.2

2,2

139

γημα, μυρτίδες, πλακοῦς, ἀμυγδάλαι. ἐγὼ δὲ ταῦθ’ ἥδιστά γ’ ἐπιδορπίζομαι. ἐπιφορήματα δὲ ἐκάλουν τὰ μετὰ τὰς μοίρας ἕκαστον τῶν δαιτυμόνων. Ἡρόδοτος· σιτίοις ὀλίγοισι χρέονται, ἐπιφορήμασι δὲ πολλοῖς. τὰ δὲ ἐπι‐ φορήματα Πλάτων ὁ κωμικὸς ἐπιτραπεζώματα καλεῖ, ἐλέγοντο δὲ καὶ
5τρωγάλια τὰ τραγήματα. Πίνδαρος· δείπνου δὲ λήγοντος γλυκὺ τρωγάλιον. δευτέρας δὲ τραπέζας ἐκάλουν τὰς τῶν τραγημάτων. ὄντως γὰρ ὁ τραγημα‐ τισμὸς ἐπιδορπισμός τίς ἐστι καὶ δεῖπνον ἕτερον. καὶ ἦσαν παρὰ τοῖς ἀρ‐ χαίοις αἱ δεύτεραι τράπεζαι πολυτελῶς πάνυ μεμεριμνημέναι, ἐν αἷς λαγῷα καὶ κίχλαι καὶ μελίπηκτα καὶ ᾠὰ προσεφέρετο. Ἀντιφάνης οὖν φησιν·
10οἶνον Θάσιον πίνοις ἄν; εἴ τις ἐγχέαι. πρὸς ἀμυγδάλας δὲ πῶς ἔχεις; εἰρηνικῶς μᾶλλον δι’ ἃς μέλιτι προσπαίζειν δέει. μελίπηκτα δ’ εἴ σοι προσφέρει; τρώγοιμ’ ἄν. ᾠὸν δέ; καταπίνοιμ’ ἄν. Ἄμφις· ἤδη ποτ’ ἤκουσας βίον ἀληλεμένον; τοῦτ’ ἐκεῖν’ ἔστι σαφῶς· ἄμητες, οἶνος ἡδύς, ᾠά, σησαμαῖ, μύρον, στέφανος. ὀνόματα τῶν δώδεκα θεῶν διελήλυθας.
15 οὐ φιλοτραγήμων εἰμί πως ἑκάστοτε, φησὶν Εὔβουλος. Ἄλεξις δὲ τοῦ συμ‐ ποσίου διατριβήν φησι τὰ τραγήματα, ὥστε ἀργοὺς ἔχειν μηδέποτε τὰς σιαγόνας. Ἀπίων δὲ ἐπαίκλιά φησι καλεῖσθαι τὰ μετὰ τὸ δεῖπνον βρώματα. Ἔφιππος δὲ τραγήματα ἀπαριθμούμενός φησι· κόκκος, ἐρέβινθος, κύαμος, χόνδρος, τυρός, μέλι, σησαμίδες, βρυγμός, μνοῦς, μῆλον, κάρυον, γάλα,
20κανναβίδες, Διὸς ἐγκέφαλος. Φιλόξενος δ’ ὁ Κυθήριός φησι· λιπαραυγεῖς πορθμίδας πολλῶν ἀγαθῶν εἰσέφερον γεμούσας, τὰς ἐφημέριοι καλέοντι νῦν τραπέζας, ἀθάνατοι δέ τε Ἀμαλθείας κέρας. ταῖσι δ’ ἐν μέσαις ἐγκαθιδρύθη μέγα χάρμα βροτοῖς, λευκὸς μυελός.
25 τοῦτον δ’ ἐπαινῶν Ἀντιφάνης φησὶ πολὺ διάφορον εἶναι τῶν ποιητῶν ἰδίοις καὶ κοινοῖς ὀνόμασι πανταχοῦ χρώμενον καὶ μεταβολαῖς καὶ χρώ‐ μασιν εὖ κεχρωσμένον. οἱ δὲ νῦν, φησίν, κισσόπληκτα καὶ κρηναῖα καὶ ἀνθεσιπότατα μέλεα μελέοις ὀνόμασι ποιοῦσιν. ἄγευστος. ἄσπλαγχνος, ἀπλάκουντος, ἀλιβάνωτος, φησὶ Πλάτων ὁ κωμῳδιοποιός.
30 ὅτι κωμικός τις τῶν Ὑποπλακίων Θηβῶν ἀπέχουσα σταδίους ἓξ Πλακοῦς ἐκαλεῖτο, ὥς φησιν ὁ Σκήψιος Δημήτριος. ὅτι τὸ πλακοῦς ἐκ τοῦ πλακόεις περισπᾶται ὡς τυρόεις τυροῦς, σησαμόεις σησαμοῦς. εἴρηται δὲ κατ’ ἔλλειψιν τοῦ ἄρτος. ὅτι καλοὺς πλακοῦντας ἐν Παρείῳ τοῦ Ἑλλησπόντου φαγεῖν ἔστιν.
35Ἄλεξις δὲ ἀπατᾶται τοὺς ἐν Πάρῳ πλακοῦντας νοῶν λέγων· Πάρος δύο τῶν συναπασῶν κάλλιστα φέρει, κόσμον μὲν μακάρεσσι λίθον, θνητοῖς δὲ πλακοῦντας. Σώπατρος δὲ καὶ τὴν Σάμον πλακουντοποιὸν καλεῖ. Μένανδρος
δέ φησί τινας εὐχύτους πλακοῦντας ὀπτούς.139 in vol. 2.2

2,2

140

ἄμης πλακοῦντος εἶδος, καὶ τὸ διακόνιον δὲ καὶ ὁ ἀμφιφῶν, ὡς φερεκράτης· διακόνιον ἔπησθεν, ἀμφιφῶντ’ ἔχων. ἐφέρετο δ’ ὁ ἀμφιφῶν εἰς τὸ τῆς Ἀρτέμιδος ἱερὸν καὶ εἰς τὰς τριόδους. οὕτω δὲ καλεῖται, ἐπεὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐπικαταλαμβάνεται ἡ σελήνη ἐπὶ ταῖς δυσμαῖς ὑπὸ τῆς τοῦ
5ἡλίου ἀνατολῆς καὶ ὁ οὐρανὸς ἀμφιφῶς γίνεται. βασυνίας. ἑφθὸν πύρινον, σταῖς σὺν μέλιτι, ἰσχάσι καὶ καρύοις. ἔθυον δὲ τοῦτον Δήλιοι Ἴριδι. ἀττανίτϛης ὃν Ἀργεῖοι παρὰ τῆς νύμφης πρὸς τὸν νυμφίον φέρουσιν. ὀπτᾶται δ’ ἐν ἄνθραξι, παρατίθεται δὲ μετὰ μέλιτος.
10 γλυκίνας. ὁ διὰ γλυκέος καὶ ἐλαίου παρὰ Κρησίν. ἐμπεμπτάς. πύρινος ἄρτος κοῖλος σύμμετρος, ὅμοιος κρηπῖσιν, εἰς ἃς ἐντίθενται τὰ διὰ κηροῦ πλακούντια. ἐγκρίδες. πεμμάτιον ἑψόμενον ἐν ἐλαίῳ, εἶτα μελιτούμενον. ἐπικύκλιος. πλακοῦς Συρακούσιος.
15 γῦρος. οὗτος τῷ σχήματι μαστοειδής ἐστιν, ὥς φησιν Ἀλκμάν, χρῶνται δ’ αὐτῷ Λάκωνες πρὸς τὰς τῶν γυναικῶν ἑστιάσεις. κριμνίτης. ὁ ἀπὸ κρίμνων. σταιτίτης. ὁ ἐκ σταιτὸς καὶ μέλιτος. χαρίσιος. πλακοῦς καὶ οὗτος.
20 νᾶνος. ἄρτος πλακουντώδης διὰ τυροῦ καὶ ἐλαίου σκευαζόμενος. ψωθία. τὰ ψαθύρια. Ἀπολλόδωρος δὲ τοῦ ἄρτου τὰ ἀποψαυόμενα, ἅ τινες καλοῦσιν ἀτταράγους. ἴτριον. πέμμα λεπτὸν διὰ σησάμου καὶ μέλιτος γινόμενον. ἀμόραι. τὰ μελιτώματα τὰ πεπεμμένα.
25 ταγηνίτης. πλακοῦς ἐλαίῳ τετηγανισμένος ὁ καὶ ταγηνίας. ἔλαφος. ὁ τοῖς Ἐλαφηβολίοις ἀναπλασσόμενος διὰ σταιτὸς καὶ μέλιτος καὶ σησάμου. νάστος. ὁ ἔχων ἔνδον καρυκκείας. χόρια. βρώματα διὰ μέλιτος καὶ γάλακτος γινόμενα.
30 ἀμορβίτης. Σικελὸς πλακοῦς. σησαμίδες. ἐκ μέλιτος καὶ σησάμων πεφρυγμένων καὶ ἐλαίου σφαιροειδῆ πέμματα. Εὔπολις· σησαμίδας ὄζει, μῆλα δὲ χρέμπτεται. ἐχῖνος. Ἀττικὸς καὶ οὗτος πλακοῦς. κοτυλίσκοι. πλακοῦντες ἐκ τρίτου μέρους τῆς χοίνικος γινόμενοι.
35 χορῖναι. αὗται ἆθλα τίθενται ταῖς παννυχίσι τῷ διαγρυπνήσαντι. Χρύσιππος δὲ ὁ Τυανεὺς μυρία εἴδη πλακούντων ἐν τῷ Ἀρτοκοπικῷ καταλέγει βάρβαρα τὰ πλείω.
ἔστι δέ τις καὶ ὀρυζίτης πλακοῦς. ὁ δὲ φθοῖς οὕτω γίνεται· τυρὸν140 in vol. 2.2

2,2

141

ἐκπιέσας τρῖβε· καὶ ἐμβαλὼν εἰς κόσκινον χάλκεον διήθει, εἶτ’ ἐπίβαλε μέλι καὶ σιλίγνεως ἡμίναν καὶ συμμάλαξον εἰς ἕν. φλαβιλλίοις, φησί, καινοῖς† ἐν οἷς τὸ πῦρ ῥιπίζεται· ταῦτα τὴν αὐτὴν τῷ κοσ‐ κίνῳ φησὶ χρείαν, ὅτε κόσκινον μὴ πάρεστιν ἐν τῇ τοῦ τυροκοσκίνου κατασκευῇ.
5 ὅτι χίδρον οἱ ἑφθοὶ πυροὶ παρὰ Ἀλκμᾶνι καὶ κηρίνη ὀπώρα παρὰ τῷ αὐτῷ τὸ μέλι. φιλῶ πλακοῦντα θερμόν, ἀχράδας οὐ φιλῶ, χαίρω λαγώοις ἐπ’ ἀμύλῳ καθημένοις. ὅτι ἀπεσθίειν τὸ μὴ ἐσθίειν ὁ κωμικός που Θεόπομπός φησιν. τοῖς βλιτ διαχρῶ τὴν κοιλίαν σκληρὰν ἔχεις· τὰ πετραῖα τῶν ἰχθύων
10ἀπέσθιε· σημαίνει δὲ καὶ τὸ ἀπό τινος ἐσθίειν· οἴμοι τάλας, δάκνει, δάκνει, ἀπεσθίει μου τὴν ἀκοήν. φιττάκι’ ἀκρεμόνεσσιν ἀμυγδαλέοισιν ὅμοια. γράφεται δὲ καὶ βιστάκια. Ποσειδώνιος δὲ ὁ στωικὸς γράφει· φέρει δὲ καὶ τὸ πέρσειον ἡ Ἀραβία καὶ ἡ Συρία καὶ τὸ καλούμενον βιστάκιον· ὃ βοτρυώδη τὸν καρπὸν ἀφίησι
15λευκοφαῆ ὄντα καὶ μακρόν, παρεμφερῆ τοῖς δακρύοις, ἃ δὴ ῥαγῶν τρόπον ἀλλήλοις ἐπιβάλλει, τὰ δ’ ἔνδον ἐστὶ χλωρὸν καὶ τοῦ κωνίου τῶν στροβίλων ἧττον μὲν εὔχυμον, εὐώδη δὲ μᾶλλον. οἱ δὲ τὰ Γεωργικὰ συγγράψαντες γράφουσιν οὕτως· τὴν μελίαν καὶ τὴν τέρμινθον, ἃ δὴ νῦν πιστάκια οἱ Σύροι καλοῦσιν. καὶ οὗτοι μὲν διὰ τοῦ π πιστάκια ταῦτα ὠνόμασαν,
20Νίκανδρος δὲ δασέως φιττάκια, Ποσειδώνιος δὲ βιστάκια. Ἀγαθοκλῆς ὁ Κυζικηνὸς μέμνηται φυτοῦ κοννάρου μεγέθει ἴσου πτελέῃ καὶ πεύκῃ, ὃ καρποφορεῖ δὶς τοῦ ἔτους, ἦρος καὶ φθινοπώρου. γλυκὺς δὲ πάνυ ὁ καρπὸς αὐτοῦ, μέγεθος κατὰ φαυλίαν ἐλάαν καὶ τὴν σάρκα καὶ τὸ ὀστέον ταύτῃ προσείκελον, διαλλάσσον δὲ τῇ τοῦ χυμοῦ ἡδονῇ. καὶ τρώγεται ἔτι χλωρὸς
25ὁ καρπὸς καὶ ἐπὴν αὐανθῇ, ποιοῦσιν ἐξ αὐτοῦ ἄλευρα, καὶ προσφέρονται ταῦτα οὐ μάξαντες οὐδ’ ὕδατι δεύσαντες, ἀλλὰ φαύλως ὁκοῖά περ πέφυκεν. ὅτι ἡ Πελοπόννησος ἀπὸ τῶν ἀπίων Ἀπία ἐκλήθη διὰ τὸ ἐπιδαψιλεύειν ἐν αὐτῇ τὸ φυτόν, φησὶν Ἴστρος. Πάμφιλος δέ φησιν· ἐπιμηλὶς ἀπίου γένος, ἃς Ἀέθλιος ὁμομηλίδας φησίν, οἱ δ’ ἄλλοι ἀκαμηλίδας. Αἰσχυλίδης· ἡ Κέως
30φέρει κρατίστας κατὰ τὰς ἐν Ἰωνίᾳ καλουμένας ἁμαμηλίδας· εἶσι γὰρ ἀπύρηνοί τε καὶ ἡδεῖαι καὶ γλυκεῖαι. εἶσι δὲ καὶ φωκίδες εἶδος ἀπίων. λέγονται δέ τινες ῥόαι ἀπύρηνοι καὶ ἕτεραι σκληρόκοκκοι. ὧν τὸ ὑποκορι‐ στικὸν ῥοίδιον ὡς βοίδιον. σίδας δὲ τὰς ῥοιὰς καλοῦσι Βοιωτοί. φησὶ γοῦν Ἀγαθαρχίδης· ἀμφισβητούντων Ἀθηναίων πρὸς Βοιωτοὺς περὶ τῆς χώρας,
35ἣν καλοῦσι Σίδας, Ἐπαμινώνδας δικαιολογούμενος ἐξαίφνης ἐκ τῆς ἀρι‐ στερᾶς μεταλαβὼν κεκρυμμένην ῥόαν καὶ δείξας ἤρετο τί καλοῦσι τοῦτο. τῶν δ’ εἰπόντων· ῥόαν· ἀλλ’ ἡμεῖς, εἶπε, σίδαν (ὁ δὲ τόπος τοῦτ’ ἔχει τὸ
φυτὸν ἐν αὐτῷ πλεῖστον, ἀφ’ οὗ ἐξ ἀρχῆς ἐκλήθη) καὶ ἐνίκησεν.141 in vol. 2.2

2,2

142

ἔστι δέ τι καὶ φυτὸν σίδη ὅμοιον ῥοιᾷ ἐν τῇ περὶ Ὀρχομενὸν λίμνῃ ἐν αὐτῷ τῷ ὕδατι, οὗ τὰ μὲν φύλλα τὰ πρόβατα ἐσθίει, τὸν δὲ βλαστὸν αἱ ὕες· ἱστορεῖ Θεόφραστος. περὶ δὲ φοινίκων Ξενοφῶν λέγει ἐν δευτέρῳ Ἀναβάσεως ὡς εἰς οἶνόν τε
5συντελοῦσιν καὶ ὅτι κεφαλαλγεῖς εἰσι. λέγει δὲ περὶ αὐτῶν καὶ Ἡρόδοτος ἐν τῷ δευτέρῳ. περὶ δὲ λωτοῦ ὁ Μεγαλοπολίτης Πολύβιος ἱστορεῖ, αὐτόπτης γενόμενος, εἶναι δένδρον οὐ μέγα, τραχὺ καὶ ἀκανθῶδες, φύλλα ἔχον χλωρὰ ὅμοια ῥάμνῳ, ὁ δὲ καρπὸς αὐτοῦ τὰς μὲν ἀρχὰς ὅμοιός ἐστι καὶ τῇ χρόᾳ καὶ τῷ μεγέθει ταῖς λευκαῖς μυρτίσιν, αὐξόμενος δὲ τῷ μὲν χρώματι
10γίνεται φοινικοῦς, τῷ δὲ μεγέθει γογγύλαις ἐλαίαις ὅμοιος, πυρῆνα δὲ ἔχει τελέως μικρόν. ἐπὰν δὲ πεπανθῇ, τὸν μὲν τοῖς οἰκέταις μετὰ χόνδρου κό‐ ψαντες σάττουσιν εἰς ἀγγεῖα, τὸν δὲ τοῖς ἐλευθέροις ἐξελόντες τὸν πυρῆνα συντιθέασιν. ἔστι δὲ τὸ χρῶμα παραπλήσιον σύκῳ καὶ φοινικοβαλάνῳ, τῇ δὲ εὐωδίᾳ βέλτιον. γίνεται δὲ καὶ οἶνος ἐξ αὐτοῦ βρεχομένου καὶ τριβομένου
15δι’ ὕδατος τὴν γεῦσιν ἡδὺς καὶ ἀπολαυστικός, ᾧ χρῶνται χωρὶς ὕδατος. οὐ δύναται δὲ πλέον μένειν δέκα ἡμερῶν, διὸ καὶ ποιοῦσι κατὰ βραχὺ πρὸς τὴν χρείαν. ποιοῦσι δὲ καὶ ὄξος ἐξ αὐτῶν. ὅτι Ἀριστοτέλης ἐν τῷ περὶ φυτῶν καὶ τὸν καρπὸν τῶν φοινίκων φοί‐ νικά φησι λέγων· φοινίκων ἐνόρχων, οὕς τινες εὐνούχους καλοῦσιν, οἳ δ’
20ἀπυρήνους. οἱ δὲ Νικόλαοι φοίνικες οἱ ἀπὸ Συρίας καταγόμενοι ταύτης τῆς προσηγορίας ἔτυχον ὑπὸ τοῦ Σεβαστοῦ αὐτοκράτορος σφόδρα χαίροντος τῷ βρώματι, Νικολάου τοῦ Δαμασκηνοῦ ἑταίρου ὄντος αὐτῷ καὶ πέμποντος φοίνικας συνεχῶς. ἦν δὲ τῶν ἀπὸ περιπάτου Νικόλαος. ὅτι ἰσχάδες ἐθαυμάζοντο αἱ Ἀττικαί. ἐπὶ γοῦν τῆς βασιλέως τραπέζης
25πάντων παρατιθεμένων ὅσα γῆ βρώματα φέρει ἧς βασιλεὺς ἄρχει, ξενικοῦ δ’ οὐδενός, εὐνοῦχός τις ἐν τοῖς λοιποῖς τραγήμασιν εἰσήγαγεν ἰσχάδας Ἀττικάς. ὡς δὲ ἐρωτήσας ὁ βασιλεὺς ἐπύθετο ὅτι Ἀττικαὶ εἶεν, ἐκέλευσε τοῖς ἀγορασταῖς, ὡς Δείνων φησίν, ὠνεῖσθαι, ὡς ἂν ἐξουσία γένηται αὐτῶν λαμβάνειν ὅταν θέλῃ καὶ μὴ ἀγοράζῃ. λέγεται δὲ τὸν εὐνοῦχον ἐπίτηδες
30τοῦτο ποιῆσαι, ἵν’ αὐτὸν ὑπομνήσῃ τῆς ἐπὶ Ἀθήνας στρατείας. εἰσέβαινον ἰσχάδες, τὸ παράσημον τῶν Ἀττικῶν, καὶ θύμου δέσμαι τινές, φησὶν Ἄλεξις. Λυγγεὺς δ’· ἐν τοῖς τραγικοῖς πάθεσιν Εὐριπίδην νομίζω Σοφοκλέους οὐδὲν διαφέρειν· ἐν δὲ ταῖς ἰσχάσι τὰς Ἀττικὰς τῶν ἄλλων πολὺ προέχειν. φησὶ δὲ καὶ ταῖς χελιδονίοις ἰσχάσιν ἀντιπαραθεῖναι τὴν γῆν τὰς Βριγιν‐
35δαρίδας, τῷ μὲν ὀνόματι βαρβαριζούσας, ταῖς δὲ ἡδοναῖς οὐδὲν ἧττον ἐκείνων ἀττικιζούσας. Φιλήμω δὲ Αἰγιλίδας φησὶν εἶναι τὰς καλλίστας ἰσχάδας· Αἴγιλα δ’ εἶναι δῆμον Ἀττικῆς ἀπὸ Αἰγίλου ἥρωος· χελιδονίας δὲ καλεῖσθαι
τὰς ἐρυθρομελαίνας ἰσχάδας. Θεόπομπος δὲ τὰς Τιθρασίας ἰσχάδας ἐπαινεῖ.142 in vol. 2.2

2,2

143

οὕτω δὲ ἦσαν αἱ ἰσχάδες περισπούδαστοι ὡς Ἀμιτροχάτην τὸν Ἰνδῶν βασιλέα γράψαι Ἀντιόχῳ ἀξιοῦντα πέμψαι αὐτῷ γλυκὺν καὶ ἰσχάδας καὶ σοφιστὴν ἀγοράσαντα. καὶ τὸν Ἀντίοχον ἀντιγράψαι· ἰσχάδας καὶ γλυκὺν ἀποστελοῦμέν σοι, σοφιστὴν δ’ ἐν Ἕλλησιν οὐ νόμιμον πωλεῖσθαι,
5φησὶν Ἡγήσανδρος. οὐδὲν γλυκύτερον τῶν ἰσχάδων Ἀριστοφάνης φησίν. ἤσθιον δὲ καὶ πεφωσμένας ἰσχάδας. ὅτι Ἀσιαγενὲς ὄνομα ἡ σταφυλή. γενναῖα σῦκα Πλάτων ἐν ὀγδόῳ Νόμων τὰ εὐγενῆ φησιν ἢ τὰ ἐπι‐
10γεννημένα οἷον τὰ ἐπεμβεβλημένα. ὁ γὰρ Ἀριστοτέλης καὶ ἐπεμβολάδας ἀπίους ὀνομάζει τὰς ἐγκεκεντρισμένας. τοιαύτη δὲ καὶ ἡ παρὰ τῷ αὐτῷ γενναία σταφυλή. ζημιοῖ δὲ ἐν τούτῳ τῷ λόγῳ Πλάτων τὸν βοτρύων ἢ σύκων γευσάμενον πρὶν ἐλθεῖν τὴν ὥραν τοῦ τρυγᾶν ἀρκτούρῳ σύνδρομον. ὅτι ἐν Ἀθήναις διηνεγκεῖς ἦσαν αἱ ὀπῶραι, μαρτυρεῖ Ἀριστοφάνης ἐν
15Εἰρήνῃ. τί οὖν παράδοξον ἱστορεῖ Ἀέθλιος ὁ Σάμιος λέγων· ἐν Σάμῳ σῦκον, σταφυλή, ὁμομηλίς, μῆλα καὶ ῥόδα δὶς τοῦ ἐνιαυτοῦ ἐγένετό ποτε. Λυγκεὺς τῷ καλουμένῳ, φησίν, Νικοστρατείῳ Ἀττικῷ βότρυι τὸν Ἱππώνειον οἱ Ῥόδιοι ἀντεκφέρουσι βότρυν, ὃς ἀπὸ Ἑκατομβαιῶνος μηνὸς ὥσπερ ἀγαθὸς οἰκέτης διαμένει τὴν αὐτὴν ἔχων εὔνοιαν. ἡ πολυαναγνωσία,
20φησίν. ὅτι τὸ περιστέριον παρὰ πολλοῖς τῶν ἀρχαίων κεῖται. ὅτι Πτολεμαῖος ὁ βασιλεὺς μὴ γεύσασθαι φασιανικοῦ ὄρνιθος ὡμολόγησεν· ἐχρῶντο γὰρ οἱ παλαιοὶ αὐτοῖς ὡς ἀγάλμασιν. ἔστι δέ, ὡς Ἀριστοτέλης φησίν, τῶν ἀῤ‐ ῥένων φασιανῶν οὐ κατὰ λόγον ὑπεροχή, ἀλλὰ πολὺ μείζων. ὅτι πολὺ πλῆθος ταώνων ἐν τῇ Ῥώμῃ, ὡς δοκεῖν προμεμαντευμένον τὸν Ἀντιφάνην
25εἰπεῖν τόδε· τὸν ταὼν ὡς ἅπαξ τις ζεῦγος ἤγαγεν μόνον, σπάνιον ὂν χρῆμα, πλείους εἰσὶ νῦν τῶν ὀρτύγων. χρηστὸν δὲ ἄνθρωπον ἐάν τις ἕνα μόνον ζητῶν ἴδῃ, ὄψετ’ ἐκ τούτου πονηροὺς πέντε παῖδας γενονότας. καταφαγεῖν τοσοῦτ’ ἀργύριον; οὐδ’ εἰ γάλα εἶχον λαγοῦ, μὰ τὴν γῆν, καὶ ταὼς κατήσθιον. οὐχὶ μανικόν ἐστιν ἐν οἰκίᾳ τρέφειν ταώς, ἐξὸν τουτοισὶ δύ’ ἀγάλματ’
30ἀγοράσαι, φησὶν Ἀναξανδρίδης. Ἀντιφάνης δέ φησιν ἐν Ἁλίαις γίνεσθαι πόλει φοίνικας, ἐν Ἀθήναις γλαῦκας. ἡ Κύπρος ἔχει πελείας διφόρους, ἡ δ’ ἐν Σάμῳ Ἥρα τὸ χρυσοῦν ὀρνίθων γένος, τοὺς καλλιμόρφους καὶ περι‐ βλέπτους ταώς. ταύτης γὰρ ἦσαν ἱεροὶ καὶ μήποτε πρώτιστοι ἐγένοντο καὶ ἐτράφησαν ἐν Σάμῳ καὶ ἐντεῦθεν εἰς τοὺς ἔξω τόπους διεδόθησαν, ὡς
35καὶ οἱ ἀλεκτρυόνες ἐν Περσίδι καὶ αἱ καλούμεναι μελεαγρίδες ἐν Αἰτωλίᾳ. διὸ καὶ ἐπὶ τοῦ νομίσματος τῶν Σαμίων ταῶς ἐστιν. ὁ δὲ τόπος ἐν ᾧ αἱ μελεαγρίδες τρέφονταί ἐστιν ἑλώδης. ἔστι δὲ ἄστοργον τὸ ζῷον πρὸς τὰ
ἔκγονα, ἔχει δὲ μέγεθος ὄρνιθος γενναίου, τὴν δὲ κεφαλὴν μικρὰν πρὸς τὸ143 in vol. 2.2

2,2

144

σῶμα καὶ ψιλήν, ἐπ’ αὐτῆς δὲ λόφον σάρκινον, σκληρόν, στρογγύλον, ἐξέ‐ χοντα τῆς κεφαλῆς ὡς πάτταλον, καὶ τὸ χρῶμα ξυλοειδές, πρὸς δὲ ταῖς γνάθοις ἀπὸ τοῦ στόματος ἀρξαμένην ἀντὶ πώγωνος μακρὰν σάρκα καὶ ἐρυθροτέραν τῶν ὀρνίθων. τὴν δὲ τοῖς ὄρνισιν ἐπὶ τῷ ῥύγχει κειμένην, ἣν
5ἔνιοι πώγωνα καλοῦσιν, οὐκ ἔχει· διὸ καὶ ταύτῃ κολοβόν ἐστιν. ῥύγχος δὲ ὀξύτερον ἢ ὄρνις ἔχει. σῶμα ποικίλον, μέλανος ὄντος τοῦ χρώματος ὅλου, πτίλοις λευκοῖς καὶ πυκνοῖς διειλημμένου μείζοσι φακῶν. οὗτοι δ’ εἰσὶν ἐν ῥόμβοις οἱ κυλίσκοι μελαντέροις τοῦ ὅλου χρώματος· διὸ καὶ ποικιλίαν οἱ ῥόμβοι παρέχονται, τοῦ μέλανος ἔχοντος λευκότερον τὸ
10χρῶμα, τοῦ δὲ λευκοῦ πολὺ μελάντερον. τὰ δὲ πτέρυγας πεποίκιλται πριονώδεσι σχήμασι πυρώδεσι πρὸς ἄλληλα κειμένοις. σκέλη δὲ ἄκεντρα ὅμοια τοῖς ὀρνιθείοις. παραπλήσιαι δέ εἰσιν αἱ θήλειαι τοῖς ἄῤῥεσι· διὸ καὶ δυσδιάκριτον αὐτῶν τὸ γένος. Ἀθηναῖοι ταῖς Ὥραις θύοντες, φησὶ Φιλόχορος, οὐκ ὀπτῶσιν, ἀλλ’ ἕψουσι
15τὰ κρέα, παραιτούμενοι ταύτας ἀπείργειν τὰ περισκελῆ καύματα καὶ τοὺς αὐχμούς, μετὰ δὲ τῆς συμμέτρου θερμασίας καὶ ὑδάτων ὡραίων ἐκτελεῖν τὰ φυόμενα. τὴν μὲν γὰρ ὄπτησιν ἐλάττους παρέχεσθαι ὠφελείας, τὴν δὲ ἕψησιν οὐ μόνον τὴν ὠμότητα περιαιρεῖν, ἀλλὰ καὶ τὰ σκληρὰ μα‐ λάττειν δύνασθαι καὶ τὰ λοιπὰ πεπαίνειν. ἔτι δὲ εὐμενέστερον καὶ ἀκιν‐
20δυνότερον πεπαίνει τὴν τροφήν. διόπερ ἑφθὸν ἐποπτᾶν οὐ δεῖ, φασίν, οὐδ’ ἐφέψειν. ἀνάλυσιν γὰρ ἔχειν δοκεῖ τοῦ βελτίονος. τὰ δὲ ὀπτὰ κρέα καλεῖται φλογίδες. ὅτι Σάμιοι, φησὶν Ἡγήσανδρος, πλεύσαντες εἰς Σύβαριν καὶ κατασχόντες τὴν Σιρῖτιν χώραν περδίκων ἀναπτάντων καὶ ποιησάντων ψόφον ἐκπλαγέντες ἔφυγον καὶ ἐμβάντες εἰς τὰς ναῦς ἀνέπλευσαν.
25 ὅτι Σιμωνίδης δειπνῶν παρ’ Ἱέρωνι, οὐ παραθέντος αὐτῷ καθάπερ καὶ τοῖς ἄλλοις ἐπὶ τὴν τράπεζαν λαγωοῦ, ἀλλ’ ὕστερον μεταδιδόντος τοῦ Ἱέρωνος, ἀπεσχεδίασεν· οὐδὲ γὰρ εὐρύς περ ἐὼν ἐξίκετο δεῦρο, Χαμαιλέων φησίν. ἦν δὲ κίμβιξ ὁ Σιμωνίδης καὶ αἰσχροκέρδης. ἐν Συρακούσαις γοῦν τοῦ Ἱέρωνος ἀποστέλλοντος αὐτῷ τὰ καθ’ ἡμέραν λαμπρῶς πωλῶν τὰ
30πλείω τῶν πεμπομένων ἐάν τῳ μικρὸν μέρος ἀπετίθετο. ἐρομένου δὲ τὴν αἰτίαν· ὅπως, εἶπεν, ἥ τε Ἱέρωνος μεγαλοπρέπεια καταφανὴς ᾖ καὶ ἡ ἐμὴ κοσμιότης. ὅτι τὸ οὖθαρ καὶ ὑπογάστριον καλεῖται. ὅτι σιτιστῶν ὀρνίθων καὶ δελφάκων πολλοὶ μέμνηνται. Σώπατρος· εἴ
35που κλίβανος ἦν, πολὺ δέλφαξ σιτευτὸς ἔτρυξεν. δέλφαξ τε εὕρηται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. Θεόπομπός φησιν ὅτι Θάσιοι ἔπεμψαν Ἀγησιλάῳ προσιόντι πρόβατα παντοδαπὰ καὶ βοῦς εὖ τεθραμμένους καὶ πέμματα καὶ
τραγήματα. ὁ δ’ Ἀγησίλαος τὰ μὲν πρόβατα καὶ τὰς βοῦς ἔλαβε, τὰ144 in vol. 2.2

2,2

145

δὲ πέμματα καὶ τὰ τραγήματα πρῶτον μὲν οὐδ’ ἔγνω· κατεκεκάλυπτο γάρ· ὡς δὲ κατεῖδεν, ἀποφέρειν αὐτοὺς ἐκέλευεν, εἰπὼν οὐ νόμιμον εἶναι Λακεδαιμονίοις χρᾶσθαι τοιούτοις ἐδέσμασιν. λιπαρούντων δὲ τῶν Θασίων· δότε, φησί, φέροντες ἐκείνοις, δείξας τοὺς ἕλωτας, εἰπὼν ὅτι τούτους δὲ
5οἶδα φθείρεσθαι τρώγοντας αὐτὰ πολὺ μᾶλλον ἢ αὐτὸν καὶ τοὺς παρόντας Λακεδαιμονίους. ὑβριστικῶς δὲ πάνυ Λακεδαιμόνιοι τοῖς εἵλωσιν ἐχρῶντο, ὡς Μύρων φησὶν ὁ Πριηνεύς, καὶ πᾶν ὑβριστικὸν ἔργον ἐπιτάττουσι. κυνῆν τε γὰρ ἕκαστον φορεῖν ἐπάναγκες ὥρισαν καὶ διφθέραν περιβεβλῆσθαι πληγάς τε τεταγμένας λαμβάνειν κατ’ ἐνιαυτὸν ἀδικήματος χωρίς, ἵνα
10μήποτε δουλεύειν ἀπομάθωσι. πρὸς δὲ τούτοις εἴ τινες ἀκμάζοιεν τὴν οἰκετικὴν ἐπιφάνειαν, ἐπέθηκαν ζημίαν θάνατον καὶ τοῖς κεκτημένοις ἐπι‐ τίμιον, εἰ μὴ ἐπικόπτοιεν τοὺς ἀνδρουμένους. καὶ παραδόντες αὐτοῖς τὴν χώραν ἔταξαν μοῖραν ἣν αὐτοῖς ἀνοίσουσιν ἀεί. ὅτι χηνίζειν εἴρηκε Δίφιλος ἐπὶ τῶν αὐλούντων.
15 ὅτι εὕρηται τὸ ἀλίπαστον κρέας ἐν χρήσει. ὅτι Σικελίας αὔχημα τροφαλίς· καλοὺς γὰρ ποιεῖ τυρούς. ἔνδοξος δὲ καὶ ὁ στρομιλικός. φησὶ δὲ Δημήτριος ὁ Σκήψιος ὅτι πόλις Ἀχαίας Στρο‐ μίλεια, περὶ ἣν γίνεται τυρὸς αἴγειος ἥδιστος, οὐκ ἔχων σύγκρισιν πρὸς ἕτερον, ὁ προσαγορευόμενος Στρομιλικός. Εὐριπίδης δ’ ὀπίαν καλεῖ τυρὸν
20τὸν δριμύν, τὸν πηγνύμενον τῷ τῆς συκῆς ὀπῷ. φησὶ γοῦν· καὶ τυρὸς ὀπίας ἐστὶ καὶ Διὸς γάλα. ὅτι λείψανον τῶν τραγημάτων ἀποτράγημα λέγεται. Εὔπολις οὖν σκώπτων Διδυμίαν τινὰ ἀποτράγημα αὐτὸν εἶπεν ἀλώπεκος ἤτοι ὡς μικρὸν τὸ σῶμα ἢ ὡς κακοήθη καὶ πανοῦργον.
25 ὅτι τοὺς λεπτοὺς τῶν τυρῶν καὶ πλατεῖς Κρῆτες θηλείας καλοῦσι, φησὶ Σέλευκος· οὓς καὶ ἐν θυσίαις τισὶν ἐναγίζουσιν. πυριέφθα δὲ καλεῖται παρὰ Φιλιππίδῃ τὸ πρῶτον γάλα. πάντα δὲ ταῦτα ἐπιδειπνιάδας ἔλεγον Μακεδόνες. κώθωνος γὰρ ἡδύσματα ταῦτα. ὅτι δοῦλοι ὀψοποιοὶ παρῆλθον ὑπὸ πρώτων Μακεδόνων τοῦτ’ ἐπιτηδευσάντων
30ἢ δι’ ὕβριν ἢ δι’ ἀτυχίαν τῶν αἰχμαλισθεισῶν πόλεων. ἐκάλουν δ’ οἱ πα‐ λαιοὶ τὸν μὲν πολιτικὸν μάγειρον μαίσωνα, τὸν δ’ ἐκτόπιον τέττιγα. Χρύσιππος δὲ τὸν μαίσωνα ἀπὸ τοῦ μασᾶσθαι οἴεται κεκλῆσθαι, οἷον τὸν ἀμαθῆ καὶ πρὸς γαστέρα νενευκότα, ἀγνοῶν ὅτι Μαίσων γέγονε κωμῳδίας ὑποκριτὴς Μεγαρεὺς τὸ γένος, ὃς καὶ τὸ προσωπεῖον εὗρε τὸ ἀπ’ αὐτοῦ καλούμενον
35Μαίσωνα. καλοῦνται δὲ καὶ σκώμματα μαισωνικά. μάλιστα γὰρ εἰσάγονται οἱ μάγειροι σκωπτικοί. Φιλήμων οὖν πού φησιν· σφίγγα ἄῤῥενα, οὐ μά‐ γειρον εἰς τὴν οἰκίαν εἴληφα· ἁπλῶς γὰρ οὐδὲ ἕν, μὰ τοὺς θεούς, ὧν λέγει
συνίημι· καινὰ ῥήματα πεπορισμένος γάρ ἐστιν. ὅτι οἱ παλαιοὶ τὸ θύειν δρᾶν145 in vol. 2.2

2,2

146

ὠνόμαζον. οὕτω δὲ μέγιστον ἦν τὸ τῆς μαγειρικῆς ἀξίωμα ὥστε καὶ Ἀγαμέμνων παρ’ Ὁμήρῳ θύει καὶ Θρασυμήδης ὁ Νέστορος υἱὸς ἀναλαβὼν πέλεκυν κόπτει τὸν βοῦν· οὐ γὰρ ἠδύνατο Νέστωρ διὰ τὸ γῆρας. συνεπόνουν δ’ αὐτῷ καὶ ἄλλοι ἀδελφοί. καὶ παρὰ Ῥωμαίοις οἱ τιμηταί—μεγίστη δὲ
5αὕτη ἀρχή—τὴν περιπόρφυρον ἐνδεδυκότες καὶ ἐστεφανωμένοι πελέκει τὰ ἱερεῖα κατέβαλλον. Ἰόβας δὲ μάγειρον εἰσάγει φυσιολογοῦντα καὶ λέγοντα ὅτι ἡ μαγειρικὴ τῆς δυσχεροῦς ἀλληλοφαγίας ἡμᾶς ἀπολύσασα ἤγαγ’ εἰς τάξιν τινὰ καὶ τουτονὶ περιῆψεν ὃν νῦν βίον ζῶμεν. ἀλληλοφαγίας γὰρ καὶ κακῶν ὄντων συχνῶν γενόμενος ἄνθρωπός τις οὐκ ἀβέλτερος ἔθυς’
10ἱερεῖον πρῶτος, ὤπτησε κρέας. ἴσως δ’ ἦν τὸ κρέας ἥδιον ἀνθρώπου κρεῶν, εἶθ αὑτοὺς μὲν οὐκ ἐμασῶντο, τὰ δὲ βοσκήματα ὤπτων θύοντες. ὡς δ’ ἅπαξ τῆς ἡδονῆς ἐμπειρίαν τιν’ ἔλαβον, ἀρχῆς γενομένης ἐπὶ πλεῖόν τινες ηὖξον τὴν μαγειρικὴν τέχνην. ὅθεν ἔτι καὶ νῦν τῶν πρότερον με‐ μνημένοι τὰ σπλάγχνα τοῖς θεοῖς ὀπτῶσι φλογὶ ἅλας οὐ προσάγοντες·
15οὐδὲ γὰρ ἦσαν ἔτι εἰς τὴν τοιαύτην χρῆσιν ἐξηυρημένοι. ὡς δ’ ἤρεσεν αὐτοῖς ὕστερον, καὶ τοὺς ἅλας προσάγουσιν. οἷς ἐπάγει· καινός ἐστιν οὑτοσὶ Παλαίφατος. οἱ δὲ Ὀψαρτυτικὰ γράψαντες Ἡρακλείδης καὶ Γλαῦκος ὁ Λοκρὸς οὐχ ἁρμόττειν φασὶ τὴν μαγειρικήν, ἀλλ’ οὐδὲ τοῖς τυχοῦσι τῶν ἐλευθέρων. ὁ δὲ νεώτερός που Κρατῖνός φησι· τῆς γῆς ὡς γλυκὺ ὄζει
20καπνός τ’ ἐξέρχεται εὐωδέστερος; οἰκεῖ τις, ὡς ἔοικε, τῷ χάσματι λιβανω‐ τοπόλης ἢ μάγειρος Σικελικός. παραπλησίαν ὀσμὴν λέγεις ἀμφοῖν; ὅτι τὸ μῦμα σκευάζεται ἐκ κρεῶν καὶ αἵματος πολλῶν ἀρτυμάτων συνεμ‐ βαλλομένων. ἡ δὲ ματτύη Θετταλῶν εὕρεμα, ἐπεχωρίασε δὲ καὶ ἐν Ἀθήναις κατὰ τὴν τῶν Μακεδόνων ἐπικράτειαν. ὁμολογοῦνται δὲ οἱ Θετταλοὶ πο‐
25λυτελέστατοι Ἑλλήνων γεγενῆσθαι περί τε τὰς ἐσθῆτας καὶ τὴν δίαιταν· ὃ αὐτοῖς αἴτιον ἐγένετο τοῦ κατὰ τῆς Ἑλλάδος ἐπαγαγεῖν τοὺς Πέρσας. ὠνόμασται δὲ ματτύη ἀπὸ τοῦ μασᾶσθαι, ὥς φησιν ὁ Ἀθηναῖος Ἀπολλό‐ δωρος, ὥσπερ καὶ ἡ μαστίχη. ἡμεῖς δέ φαμεν ἀπὸ τοῦ μάττειν, ἀφ’ οὗ ἡ μᾶζα αὐτὴ καὶ ἡ παρὰ Κυπρίοις καλουμένη μαγίς, καὶ τὸ ἄγαν τρυφᾶν
30ὑπερμαζᾶν. κατ’ ἀρχὰς μὲν οὖν τὴν κοινὴν καὶ δημοτικὴν ταύτην τροφὴν τὴν ἐκ τῶν ἀλφίτων μᾶζαν ἐκάλουν καὶ μάττειν τὸ παρασκευάζειν αὐτήν. ὕστερον δὲ ποικίλαντες τὴν ἀναγκαίαν τροφὴν ἀκολάστως καὶ περιέργως μικρὸν παραγαγόντες τοὔνομα τῆς μάζης ματτύην ὠνόμαζον πᾶν τὸ πο‐ λυτελὲς ἔδεσμα, καὶ ματτυάζειν τὸ παρασκευάζειν αὐτό, εἴτε ἰχθὺς εἴη
35εἴτε ὄρνις εἴτε λάχανον εἴτε ἱερεῖον εἴτε σπερμάτιον. ἐν γοῦν τῷ Ἀλέξιδος μαρτυρίῳ πρόσκειται τῷ ματτυάζειν τὸ λέπεσθαι εἰς δήλωσιν τῆς ἀκολάστου παρασκευῆς. φησὶ γάρ· προπόσεις πίνετε, λέπεσθε, ματτυάζετε. τῷ δὲ
λέπεσθαι χρῶνται Ἀθηναῖοι ἐπ’ ἀσελγοῦς καὶ φορτικῆς δι’ ἀφροδισίων146 in vol. 2.2

2,2

147

ἡδονῆς. κοινὸν δὲ ὄνομα πάντων τῶν πολυτελῶν ἡδυσμάτων τὴν ματτύην ἀποφαίνει Ἀρτεμίδωρος. Μάχων δὲ ὁ Σικυώνιος κωμικὸς οὐκ ἐδίδαξεν Ἀθήνησι τὰς κωμῳδίας αὐτοῦ, ἀλλ’ ἐν Ἀλεξανδρείᾳ. ἦν δ’ ἀγαθὸς ποιητὴς εἴ τις ἄλλος τῶν μετὰ
5τοὺς ἑπτά· διὸ ὁ γραμματικὸς Ἀριστοφάνης συνεσχόλασεν αὐτῷ νέος ὤν. οὗτός φησιν· ἥδιον οὐδέν ἐστί μοι τῆς ματτύης, τοῦτ’ εἴτε πρῶτοι Μακεδόνες τοῖς Ἀττικοῖς κατεδίδαξαν ἡμῖν εἴτε πάντες οἱ θεοί· οὐκ οἶδα πλήν ἐστί γε μουσικωτάτου τινός. ὕστατον δὲ καὶ ἐπὶ πᾶσιν εἰσεφέρετο, Νικόστρατός φησιν. Μόλπις δ’ ὁ Λάκων τὰ παρὰ τοῖς Σπαρτιάταις ἐπαίκλια, ὅ ἐστι τὰς
10ἐπιδειπνίδας, ματτύας φησὶ παρὰ τοῖς ἄλλοις λέγεσθαι. ὁ δὲ κυνικὸς Μένιππός φησι· πότος ἦν ἐπικωμασάντων τινῶν καὶ ματτύην ἐκέλευσεν εἰσφέρειν Λάκαινά τις· καὶ εὐθέως περιεφέρετο περδίκια ὀλίγα καὶ χήνεια ὀπτὰ καὶ τρύφη πλακούντων. τὸ δὲ τοιοῦτον δεῖπνον οἱ μὲν Ἀττικοὶ προσηγόρευον ἐπιδόρπισμα, οἱ δὲ Δωριεῖς ἐπαίκλιον, τῶν δ’ ἄλλων Ἑλλήνων
15οἱ πλεῖστοι ἐπίδειπνα.147 in vol. 2.2

2,2

148

Εἴ μοι τὸ Νεστόρειον εὔγλωττον μέλος Ἀντήνορός τε τοῦ Φρυγὸς δοίη θεός, κατὰ τὸν Εὐριπίδην. τὸ ἀπὸ βαλανείου καθάρσεως ἕνεκεν τοῦ στομάχου πίνοντες ἄμυστιν ἀποβλύζειν ὁ Ἰουλιήτης Ἐρασίστρατος ἀποτρέπεται ἐπιτι‐ μῶν τοῖς τοῦτο ποιοῦσιν, βλαπτικὸν ὀφθαλμῶν τὸ ἐπιχείρημα δεικνύων
5καὶ τῆς κάτω κοιλίας ἐπισχετικόν. εἰ μὴ ἰατροί, φησίν, ἦσαν, οὐδὲν ἂν ἦν τῶν γραμματικῶν μωρότερον. ὅτι ἡ τῶν κοττάβων εὕρεσις Σικελική ἐστι παιδιά, ταύτην πρώτων εὑρόντων Σικελῶν. καὶ ἡ λατάγη δὲ Σικελικόν ἐστιν ὄνομα. λατάγη δ’ ἐστὶ τὸ ὑπολειπόμενον ἀπὸ τοῦ ποθέντος ποτηρίου ὑγρόν, ὃ συνεστραμμένῃ τῇ χειρὶ ἄνωθεν ἐῤῥίπτουν οἱ παίζοντες εἰς τὸ
10κοττάβιον. Θεσσαλοὶ δὲ καὶ Ῥόδιοι λατάγην τὸν ἀπὸ τῶν ποτηρίων κότ‐ ταβον λέγουσι. κότταβος δ’ ἐκαλεῖτο καὶ τὸ τιθέμενον ἆθλον τοῖς νικῶσιν ἐν τῷ πότῳ. Εὐριπίδης· οἱονεὶ πυκνοῖς δ’ ἔβαλλον Βακχείου τοξεύμασιν κάρα γέροντος· τὸν βαλόντα δὲ στέφειν ἐγὼ ’τετάγμην, ἆθλα κοττάβων διδούς. ἐκαλεῖτο δὲ κότταβος καὶ τὸ ἄγγος εἰς ὃ ἔβαλλον τὰς λατάγας.
15ἐκαλοῦντο δὲ καὶ κατακτοί τινες κότταβοι. ἔστι δὲ λυχνία ἀναγόμενα πάλιν τε συμπίπτοντα. Εὔβουλος· τίς ἂν λάβοιτο τοῦ Σικελοῦ κάτω θέμενος· ἄνω γὰρ ὥσπερ κοττάβιον αἴρομαι. Ἀντιφάνης· κότταβος τὸ λυχνίον ἐστί· πρόσεχε τὸν νοῦν· ᾠὰ μὲν πέντε νικητήριον. κοτταβίῃ τίνα τρόπον; ἐγὼ διδάξω καθ’ ὅσον ἄν· τὸν κότταβον ἀφεὶς ἐπὶ τὴν πλάστιγγα—ποίαν; τοῦτο
20τοὐπικείμενον ἄνω τὸ μικρόν· τὸ πινακίσκιον λέγεις; τοῦτ’ ἔστι πλάστιγξ— οὗτος ὁ κρατῶν γίνεται. πῶς δ’ εἴσεταί τις τοῦτο; ἂν τύχῃ μόνον αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος ἐστὶ πάνυ πολύς. πρὸς θεῶν, τῷ κοτ‐ τάβῳ πρόσεστι καὶ Μάνης τις ὥσπερ οἰκέτης; καὶ μετ’ ὀλίγα φησίν· δεῖ καρκινοῦν τοὺς δακτύλους οἶνόν τι μικρὸν ἐγχέαι καὶ μὴ πολύν· ἔπειτ’
25ἀφήσεις. τίνα τρόπον; βλέπε τοιοῦτον. Πόσειδον, ὡς ὑψοῦ σφόδρα. οὕτω ποιήσεις. ἀλλ’ ἐγὼ μὲν σφενδόνῃ οὐκ ἂν ἐφικοίμην αὐτό γε. ἀλλὰ μάνθανε. ἀγκυλοῦντα γὰρ δεῖ σφόδρα τὴν χεῖρα εὐρύθμως πέμπειν τὸν κότταβον. καὶ παρὰ Πλάτωνι παρακελεύεται τῷ Ἡρακλεῖ μὴ σκληρὰν ἔχειν τὴν χεῖρα μέλλοντα κοτταβίζειν. ἐκάλουν δ’ ἀπ’ ἀγκύλης τὴν τοῦ κοττάβου
30πρόεσιν διὰ τὸ ἀπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τοῖς ἀποκοτταβισμοῖς. οἳ δὲ ποτηρίου εἶδος τὴν ἀγκύλην φασί. καὶ λέγονται δέ τινες κότταβοι ἀγκυλητοί. ἆθλον δὲ τῷ προεμένῳ τὸν κότταβον ᾠὰ καὶ πεμμάτια καὶ
τραγήματα. ἕτερον δ’ ἐστὶν εἶδος παιδιᾶς τῆς ἐν λεκάνῃ. αὕτη δι’ ὕδατος148 in vol. 2.2

2,2

149

πληροῦται ἐπινεῖ τε ἐπ’ αὐτῆς ὀξύβαφα κενά, ἐφ’ ἃ βάλλοντες τὰς λατάγας ἐκ καρχησίων ἐπειρῶντο καταδύειν· ἀνῃρεῖτο δὲ τὰ κοττάβια ὁ πλείω καταδύσας. λέγονται δὲ καὶ κότταβοι. Εὐριπίδης· πολὺς δὲ κοσσάβων ἀραγμός.
5 ὁ δὲ πυραμοῦς ἐδίδοτο τοῖς διαγρυπνήσασι καὶ πεμμάτιά τινα ἐν ταῖς παννυχίσιν, ἐν αἷς πλεῖστον ὅσον χρόνον διηγρύπνουν χορεύοντες. διωνομάζοντο δὲ ταῦτα χαρίσια ἀναιρουμένων αὐτὰ χαρᾶς. Εὔβουλος· εἶτ’ εὐθὺς ἐξεπήδησα πέττουσα τὸν χαρίσιον. ἐκ τῶν ἀποθετῶν τοῖς Ὁμηρίδαις ἀνασπάσας, φησίν, τὰ κοττάβια. ὅτι Διονύσιος ὁ ῥήτωρ καὶ ποιητὴς Χαλκοῦς ἐκλήθη διὰ τὸ
10συμβουλεῦσαι Ἀθηναίοις χαλκῷ νομισμάτων χρήσασθαι. ὅτι τῶν ἐρωμένων, ἐὰν ἐλύθη ὁ στέφανος, ἐρᾶν ἐλέγετο· καὶ ἦν σημεῖον τοῦ καὶ τὸν τοῦ ἤθους κόσμον περιηρῆσθαι τοὺς τοιούτους. ὁ δ’ ἐκ τοῦ στεφάνου κόσμος οὐδὲν ἔχων μόνιμον σημεῖόν ἐστι πάθους ἀβεβαίου μὲν κεκαλλωπισμένου δέ. τοιοῦτος δ’ ὁ ἔρως· οὐδένες γὰρ μᾶλλον τῶν ἐν τῷ
15ἐρᾶν ὄντων καλλωπίζονται. εἰ μὴ ἄρα ἡ φύσις οἱονεί τι δαιμόνιον δικαίως βραβεύουσα τῶν πραγμάτων ἕκαστον οἴεται δεῖν τοὺς ἐρῶντας μὴ στεφα‐ νοῦσθαι πρὶν κρατήσουσι τοῦ ἔρωτος· τοῦτο δ’ ἐστὶν ὅταν κατεργασάμενοι τὸν ἐρώμενον ἀπαλλαγῶσι τῆς ἐπιθυμίας. τὴν ἀφαίρεσιν οὖν τοῦ στεφάνου σημεῖον τοῦ ἔτι ἐν τῷ διαγωνίζεσθαι εἶναι ποιούμεθα. ἢ ὁ Ἔρως αὐτὸς
20οὐκ ἐῶν καθ’ αὑτοῦ στεφανοῦσθαι καὶ ἀνακηρύττεσθαι τῶν μὲν τὸν στέφανον περιαιρεῖ, τοῖς δὲ λοιποῖς ἐνδίδωσιν αἴσθησιν μηνύων ὡς ἡττῶνται ὑπ’ αὐτοῦ· διὸ ἐρᾶν οἱ λοιποὶ τοὺς τοιούτους φασίν. ἢ ὅτι λύεται μὲν πᾶν τὸ δεδε‐ μένον, ὁ δὲ ἔρως στεφανουμένων τινῶν δεσμός ἐστιν (οὐθένες γὰρ ἄλλοι τῶν δεδεμένων περὶ τὸ στεφανοῦσθαι σπουδάζουσι πλὴν οἱ ἐρῶντες) τὴν τοῦ
25στεφάνου δήλωσιν, σημεῖον τοῦ περὶ τὸν ἔρωτα δεσμοῦ νομίζοντες ἐρᾶν φασι τοὺς τοιούτους; ἢ διὰ τὸ πολλάκις τοὺς ἐρῶντας διὰ τὴν πτοίησιν, ὡς ἔοικε, στεφανουμένους περιῤῥεῖν αὐτῶν τὸν στέφανον ἀντιστρέφει ὁμοίως τῇ ὑπονοίᾳ τὸ πάθος, ὡς οὐκ ἄν ποτε τοῦ στεφάνου ἀνάλυσιν καταδεδεμένων τινῶν εἶναι νομίζοντες ἐρᾶν φασι τοὺς τοιούτους· καταδέδενται γὰρ οἱ
30ἐρῶντες. εἰ μὴ ἄρα διὰ τὸ κατεστέφθαι τῷ ἔρωτι τοὺς ἐρῶντας οὐκ ἐπίμονος αὐτῶν ὁ στέφανος γίνεται· χαλεπὸν γὰρ ἐπὶ μεγάλῳ καὶ θείῳ στεφάνῳ μικρὸν καὶ τὸν τυχόντα θεῖναι. ὅτι Πλάτων ἐν ζʹ Νόμων πρόβλημα προβάλλει στεφανωτικὸν λέγων· μήλων τινῶν καὶ στεφάνων διανομαὶ πλείοσιν ἅμα καὶ ἐλάττοσιν ἁρμοττόντων τῶν ἀριθμῶν τῶν αὐτῶν. ἔστι
35δ’ ὃ λέγει τοιοῦτον· ἕνα βούλεσθαι ἀριθμὸν εὑρεῖν, ᾧ ἕως τοῦ τελευταίου εἰσελθόντος πάντες ἕξουσιν ἤτοι μῆλα ἢ στεφάνους. φημὶ οὖν τὸν τῶν ἑξήκοντα ἀριθμὸν εἰς ἓξ συμπότας δύνασθαι τὴν ἰσότητα πληροῦν. οἶδα γὰρ
ὅτι οὐκ ἐξῆν συνδειπνεῖν τῶν πέντε γε πλείους. ὁ γοῦν ἑξήκοντα ἀριθμὸς149 in vol. 2.2

2,2

150

εἰς ἓξ συμπληρωθέντος τοῦ συμποσίου ἄρξεται οὕτως. εἰσῆλθεν εἰς τὸ συμ‐ πόσιον ὁ πρῶτος καὶ ἔλαβε στεφάνους ἑξήκοντα· ἐπεισελθόντι τῷ δευτέρῳ δίδωσι τοὺς ἡμίσεις καὶ ἑκατέρῳ γίνεται τριάκοντα. τῷ τρίτῳ ἐπεισελθόντι συνδιαιρούμενοι τοὺς πάντας ἀνὰ εἴκοσι ἔχουσι. τετάρτῳ πάλιν ὁμοίως
5κοινωνήσασιν ἐκ δεκαπέντε γίνονται. πέμπτῳ δὲ ἐκ δωδέκα καὶ τῷ ἕκτῳ ἐκ δέκα. καὶ οὕτως ἰσότης ἀναπληροῦται τῶν στεφάνων. οὐκ ἐγὼ τὰς ἐκ τῶν βίων ἀκάνθας ὥσπερ σὺ ἀναγινώσκων ἐκλέγω, ἀλλὰ τὰ χρησιμώτατα καὶ ἀκοῆς ἄξια. ὅτι καὶ λύγοις ἐστεφανοῦντο οἱ ἀρχαῖοι. ἀγροίκων δ’ ἐστὶ στεφάνωμα ὁ
10λύγος. ἔστι δ’ ἐπ’ αὐτῷ ἀπεραντολογία τις μυθική, ἣν οὐκ ἀνάγκη ἐκθεῖναι, πλὴν ὅτι Κᾶρες τούτῳ ἐστεφανώθησαν πρῶτοι· ἁρπασάντων γὰρ ἐκ Σάμου Τυῤῥηνῶν εἴδωλον Ἥρας καὶ παρὰ τὴν ἠιόνα καταγαγόντων καὶ διὰ δέος ἐασάντων ἐκεῖ καὶ φυγόντων, οἱ περὶ Σάμον Κᾶρες ἅτε βάρβαροι ὑπονοή‐ σαντες αὐτομάτως ἀποδεδρακέναι πρός τι λύγου θωράκιον ἀπερεισάμενοι
15καὶ τοὺς εὐμηκεστάτους κλάδους ἐπισπασάμενοι περιείλησαν αὐτὸ παντόθεν· διὸ παρεκελεύσατο αὐτοῖς Ἀπόλλων κατὰ τὸ παραπλήσιον ἔθος στεφανώματι χρῆσθαι τῇ λύγῳ, ἀτόπῳ καὶ εἰς πλέγματα ἐπιτηδείῳ δεσμῷ, καὶ καταδεῖν τὴν ἑαυτῶν κεφαλὴν τοῖς κλάδοις, οἷς αὐτοὶ κατέλαβον τὴν θεόν. καταλῦσαι δὲ καὶ τἆλλα γένη τῶν στεφάνων ἐπέταξε χωρὶς τῆς δάφνης· ταύτην δὲ
20αὐτὸς ἔφη τοῖς τὴν Ἥραν θεραπεύουσι μόνοις ἀπονέμειν δῶρον. τοῖς δὲ χρησθεῖσιν ἐκ τῆς μαντείας ... ὅτι Λακεδαιμόνιοι καλάμῳ στεφανοῦνται ἐν τῇ τῶν Προμαχίων ἑορτῇ. Ἀρίσταρχος δὲ ὁ Κῖός φησιν ὅτι οἱ ἀρχαῖοι διὰ τοὺς περὶ τὸν οἶνον πόνους τῶν κεφαλαλγιῶν δεσμοὺς εὕρισκον τοὺς τυχόντας, τῆς τῶν κροτάφων
25συνδέσεως ὠφελεῖν δοκούσης· οἱ δ’ ὕστερον ἅμα τῷ κροτάφῳ προσέβαλόν τινα καὶ κόσμον οἰκεῖον τῇ περὶ τὸν οἶνον διαγωγῇ, μηχανησάμενοι τὸν στέφανον. βέλτιον δὲ διὰ τὸ πάσας τὰς αἰσθήσεις ἐν τῇ κεφαλῇ εἶναι ταύτην στεφανοῦσθαι ἢ διὰ τὸ συμφέρειν ἐσκεπάσθαι καὶ συνδεδέσθαι τοὺς κροτάφους πρὸς τὸν οἶνον. ἐστεφανοῦντο δὲ καὶ τὸ μέτωπον ὡς ὁ καλὸς
30Ἀνακρέων ἔφη· ἐπὶ δ’ ὀφρύσι σιλίνων στεφανίσκους θέμενοι θάλειαν ἑορτὴν ἀγάγωμεν Διονύσῳ. ἐστεφανοῦντο δὲ καὶ τὰ στήθη καὶ ἐμύρουν ταῦτα, ἐπεὶ αὐτόθι ἡ καρδία. ἐκάλουν δὲ καὶ οἷς περιεδέοντο τὸν τράχηλον στεφάνους ὑποθυμιάδας. Ἀνακρέων· πλεκτὰς δ’ ὑποθυμιάδας περὶ στήθεσι λωτίνας ἔθεντο. Αἰσχύλος δέ φησιν ὅτι ἐπὶ τιμῇ τοῦ Προμηθέως τὸν στέφανον
35περιτίθεμεν τῇ κεφαλῇ, ἀντίποινα τοῦ ἐκείνου δεσμοῦ. Ἀριστοτέλης δὲ ἐν τῷ Συμποσίῳ φησὶ διὰ τοῦτο ἐν θυσίαις στεφανοῦσθαι ὅτι οὐδὲν κολοβὸν προσφέρομεν θεοῖς, ἀλλὰ τέλεια καὶ ὅλα. τὸ δὲ πλῆρες τέλειον. τὸ δὲ
στέφειν πλήρωσίν τινα σημαίνει. Ὅμηρος· κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο150 in vol. 2.2

2,2

151

ποτοῖο. καί· θεὸς μορφὴν ἔπεσι στέφει. τοὺς γὰρ τὴν ὄψιν ἀμόρφους ἀναπληροῖ ἡ τοῦ λέγειν πιθανότης· ἔοικεν οὖν ὁ στέφανος τοῦτο ποιεῖν βούλεσθαι. διὸ καὶ περὶ τὰ πένθη τοὐναντίον παρασκευάζομεν. ὁμοπαθείᾳ γὰρ τοῦ κεκμηκότος κολοβοῦμεν ἡμᾶς κουρᾷ τε τριχῶν καὶ στεφάνων ἀφαιρέσει. Φιλωνίδης δέ φησιν
5ἐκ τῆς Ἐρυθρᾶς θαλάσσης ὑπὸ Διονύσου μετενεχθείσης εἰς τὴν Ἑλλάδα τῆς ἀμπέλου καὶ πρὸς ἄμετρον ἀπόλαυσιν τῶν πολλῶν ἐκτρεπομένων ἄκρατόν τε προσφερομένων αὐτόν, οἳ μὲν μανιωδῶς παρέπαιον, οἳ δὲ νεκροῖς ἐῴκεσαν ἀπὸ τῆς καρώσεως. ἐπ’ ἀκτῆς δέ τινων πινόντων ἐπιπεσὼν ὄμβρος τὸ μὲν συμπόσιον διέλυσεν, τὸν δὲ κρατῆρα, ὃς εἶχεν ὀλίγον οἶνον ὑπολελειμένον,
10ἐπλήρωσεν ὕδατος. γενομένης δ’ αἰθρίας εἰς τὸν αὐτὸν ὑποστρέψαντες τόπον, γευσάμενοι τοῦ μίγματος προσηνῆ καὶ ἄλυπον ἔσχον ἀπόλαυσιν. διὸ Ἕλληνες τῷ μὲν παρὰ δεῖπνον ἀκράτῳ προσδιδομένῳ τὸν Ἀγαθὸν ἐπι‐ φωνοῦσι Δαίμονα, τιμῶντες τὸν εὑρόντα Διόνυσον. τῷ δὲ μετὰ δεῖπνον πρώτῳ κεκραμένῳ προσδιδομένῳ ποτηρίῳ Δία Σωτῆρα ἐπιλέγουσι τῆς ἐκ τοῦ
15μίγματος ἀλύπου κράσεως τὸν καὶ τῶν ὄμβρων ἀρχηγὸν αἴτιον ὑπολαβόντες. ἐδέησαν οὖν βοηθημάτων τοῖς ἐν τῷ πότῳ κεφαλὴν ἐπιθλιβῶσιν, ἦν δὲ δεσμὸς ἐξ αὐτῶν προχειρότατος καὶ τῆς φύσεως ἐπὶ τοῦτο ὁδηγούσης. ἀλγήσας γάρ τις κεφαλήν, ὥς φησιν Ἀνδρέας, εἶτα πιέσας καὶ κουφισθεὶς εὗρε κεφαλαλγίας δεσμὸν φάρμακον. τούτῳ οὖν βοηθήματι πρὸς τοὺς
20πότους χρώμενοι τοῖς παραπίπτουσι τὴν κεφαλὴν ἐδέσμευον· καὶ ἐπὶ τὸν κίσσινον στέφανον ἦλθον αὐτόματόν τε καὶ πολὺν ὄντα, ἔχοντα καὶ πρόσ‐ οψιν οὐκ ἀτερπῆ, χλωροῖς πετάλοις καὶ κορύμβοις σκιάζοντα τὸ μέτωπον καὶ τοὺς ἐν τῷ σφίγγειν τόνους ὑπομένοντα, προσέτι δὲ ψύχοντα χωρὶς ὀδμῆς καρούσης. καὶ ταύτῃ μοι δοκεῖ Διονύσῳ ὁ βίος ἀνεῖναι τὸ στέφος,
25τῷ εὑρέτῃ τοῦ πόματος καὶ τῶν δι’ αὐτὸ ἐλασσωμάτων ἀλεξητῆρι βουλο‐ μένῳ εἶναι. ἐντεῦθεν δ’ εἰς ἡδονὴν τραπέντες τὸ μὲν τοῖς ἐκ μέθης παρα‐ βοηθοῦν ἐλαττώμασιν ἀφῆκαν, τοῦ δὲ πρὸς ὄψιν ἢ πρὸς ὀσμὴν ἐπιτερποῦς ἐφρόντισαν. διὸ μυρσίνης στέφανον στύφοντα καὶ τὴν οἴνων ἀναθυμίασιν ἀποκρουόμενον, ἔτι δὲ ῥόδινον ἔχοντά τι καὶ κεφαλαλγίας παραγορητικὸν
30σὺν τῷ καὶ κατὰ ποσὸν ψύχειν, πρὸς δὲ τοῖς δάφνινον οὐκ ἀλλότρια πότου ἡγητέον. λευκόιον δὲ κινητικὸν ὄντα κεφαλῆς καὶ ἀμαράκινον καὶ ἅπαντας τοὺς καροῦν δυναμένους ἢ βαρύνειν ἄλλως κεφαλὴν παραιτητέον. ὅτι ὁ Ναυκρατίτης στέφανος ἐκ μυῤῥίνης ἐκ μύθου σχὼν τὴν ἀρχήν. οἱ γὰρ πρῶτοι τοῦτον στεφανωσάμενοι ἐκ μυῤῥίνης αὐτὸν περιέθεντο ἐκ ξηρᾶς
35ἀναθηλασάσης καινῶς ἐν Ναυκράτει πόλει Ἀφροδίτης τάχα βουλῇ· προσ‐ φιλὴς δὲ αὕτη τοῖς Ναυκρατίταις. γελοῖοι οὖν οἱ λέγοντες Ναυκρατίτην στέφανον τὸν ἐκ τῆς βύβλου τῆς στεφανωτρίδος καλουμένης παρ’ Αἰγυπτίοις
καὶ ἐκ ῥόδων. τίνα γὰρ ὠφέλειαν ἢ ἡδονὴν ἔχει τὸ βύβλῳ στεφανοῦσθαι151 in vol. 2.2

2,2

152

μετὰ ῥόδων πλὴν εἰ μή τι οἱ τούτοις χαίροντες στέφονται ὁμοῦ σκορόδοις καὶ ῥόδα. παμπόλλους δὲ οἶδα λέγοντας τὸν ἐκ τῆς σαμψύχου στέφανον εἶναι τὸν Ναυκρατίτην· πολὺ δὲ τὸ ἄνθος τοῦτο κατὰ τὴν Αἴγυπτον. διάφορος δὲ γίνεται κατὰ τὴν ὀδμὴν ἡ ἐν Αἰγύπτῳ μυῤῥίνη παρὰ τὰς ἐν
5ἄλλαις χώραις, ὡς Θεόφραστος ἱστορεῖ. στεφάνους τεμόντες ἀγγέλους εὐφημίας, φησὶ Χαιρήμων. ὅτι πρῶτος παρ’ Ἕλλησι στέφανος ὠνομάσθη, ὥς φησι Σῆμος, τὸ παρὰ μὲν ἡμῖν στέφανος, παρὰ δέ τισι στέμμα προσ‐ αγορευόμενον. ὅτι στεφάνων γένος ἡ ὑπογλωττίς. ἐκ παντὸς ἄν τις πράγ‐ ματος δισσῶν λόγων ἀγῶνα θεῖτ’ ἄν, εἰ λέγειν εἴη σοφός, Εὐριπίδης φησίν.
10 ὅτι ἐν Ἀλεξανδρείᾳ καλεῖταί τις στέφανος Ἀντινόειος γινόμενος ἐκ τοῦ αὐτόθι λωτοῦ· φύεται δ’ οὗτος ἐν λίμναις θέρους ὥρᾳ, καί εἰσιν αὐτοῦ χροιαὶ δύο, ἣ μὲν τῷ ῥόδῳ ἐοικυῖα, ἐξ οὗ πλεκόμενος στέφανος κυρίως Ἀντινόειος καλεῖται· ὁ δ’ ἕτερος λώτινος καλεῖται, κυανέαν ἔχων τὴν χροιάν. Παγκράτης δέ τις ποιητὴς ἐπιχώριος Ἀδριανῷ τῷ αὐτοκράτορι ἐπιδημήσαντι
15τῇ Ἀλεξανδρείᾳ μετὰ πολλῆς τερατείας ἐπέδειξε τὸν ῥοδίζοντα λωτόν, φάσκων αὐτὸν δεῖν καλεῖν Ἀντινόειον, ἀναπεμφθέντα ὑπὸ τῆς γῆς ὅτε τὸ αἷμα ἐδέξατο τοῦ Μαυρουσίου λέοντος, ὃν κατὰ τὴν πλησίον τῇ Ἀλεξανδρείᾳ Λιβύην ἐν κυνηγίῳ καταβεβλήκει ὁ Ἀδριανός, μέγα χρῆμα ὄντα καὶ πολλῷ χρόνῳ κατανεμηθέντα πᾶσαν Λιβύην, ἧς καὶ πολλὰ ἀοίκητα ἐπε‐
20ποιήκει οὗτος ὁ λέων. ἡσθεὶς οὖν ἐπὶ τῇ τῆς εὐνοίας εὑρέσει καὶ κανότητι τὴν ἐν Μουσῶν αὐτῷ σίτησιν ἔχειν ἐχαρίσατο. ὅτι τὰ φυλλώδη πάντα ὑπὸ τῶν Ἀθηναίων στεφανώματα λέγονται. ὁ ἄνω ῥηθεὶς Παγκράτης οὐκ ἀγλαφύρως που εἴρηκεν· οὔλην ἕρπυλλον, λευκὸν κρίνον ἠδ’ ὑάκινθον πορφυρέην λευκοῦ τε χελιδονίοιο πέτηλα καὶ
25ῥόδον εἰαρινοῖσιν ἀνοιγόμενον ζεφύροισιν· οὔπω γὰρ φύεν ἄνθος ἐπώνυμον Ἀντινόοιο. πυλεών. οὕτω καλεῖται στέφανος ὃν τῇ Ἥρᾳ περιτιθέασιν Λάκωνες. Σέλευκος δὲ ἑλλωτίδα φησὶ τὸν ἐκ μυῤῥίνης πλεκόμενον στέφανον, ὄντα τὴν περίμετρον πηχῶν εἴκοσι, πομπεύειν τε ἐν τῇ ἑορτῇ τῶν Ἑλλωτίων
30Κορινθόθι ἐπὶ Εὐρώπῃ, ἣν ἐκάλουν Ἑλλωτίδα. στέφανοι δέ τινες καλοῦνται Θυρεατικοὶ παρὰ Λακεδαιμονίοις ὑπόμνημα τῆς ἐν Θυρέᾳ νίκης. μελιλωτίνων δὲ στεφάνων μνημονεύει Ἄλεξις. Φιλήτας δέ φησι ὑποθυ‐ μίδας Λεσβίους καλεῖν μυρσίνης κλῶνα περὶ ὃν πλέκειν ἴα καὶ ἄνθη.
35 ἦν δέ τις καὶ κυλιστὸς καλούμενος στέφανος. Εὔβουλος· κυκλούμενος ὥσπερ τις κυλιστὸς στέφανος. Νίκανδρος δ’ ὁ Θυατειρηνός· ἐκκυλίσιοι, φησί, στέφανοι καὶ μάλιστα οἱ ἐκ ῥόδων· εἶεν δ’ ἂν οἱ ἁδροί. ὁ τὰ ἐν τοῖς βιβλίοις
οὐ μόνον ἀπόῤῥητα ἐκλέγων, φησί, ἀλλὰ καὶ διορύττων.152 in vol. 2.2

2,2

153

ὅτι Πλάτων τοὺς γαστριμαργίας καὶ ὕβρεις καὶ φιλοποσίας μεμελετηκότας καὶ μὴ διευλαβουμένους εἰς τὰ τῶν ὄνων γένη καὶ τῶν τοιούτων θηρίων θανόντας οἴεται ἐνδύεσθαι. ὅτι Ἀσκληπιάδης στέφανόν τινα στρούθιόν φησιν ἀετροφόρητον, λεπτό‐
5τατον, ἀπὸ τοῦ στρουθίου ἄνθους, ὃ τῇ μὲν ὄψει ἐστὶ καλόν, ἄοσμον δέ. ὅτι πόθου ἄνθους μέμνηται Θεόφραστος λέγων· θερινὰ δὲ ἥ τε λυχνὶς καὶ τὸ κρίνον καὶ ἴφυον καὶ ἀμάρακος ὁ Φρύγιος. ἔστι δὲ ὁ πόθος καλού‐ μενος. οὗτος δέ ἐστι διττός, ὃ μὲν ἔχων ἄνθος ὅμοιον ὑακίνθῳ, ὁ δ’ ἕτερος ἄχρως, εὔλευκος, ᾧ χρῶνται πρὸς τοὺς τάφους. εἶσι δὲ παρ’ Ἀλεξανδρεῦσιν
10ἑλικτοὶ στέφανοι. Χαιρήμων· κισσῷ τε ναρκίσσῳ τε τριέλικας κύκλῳ στεφάνων ἑλικτῶν. ὅτι Ἄμασις ἰδιώτης ὢν καὶ τῶν τυχόντων τὸν πρῶτον βίον, διὰ στεφάνου δωρεάν, ὃν ἔπεμψεν ἀνθέων περικαλῶν πλεξάμενος Πατάρμιδι Αἰγύπτου βασιλεῖ ἐπὶ δεῖπνον ἐκλήθη. εἶτα τῶν φίλων εἷς γεγονὼς καὶ στρατηγὸς
15Αἰγυπτίων ἐκπεμφθεὶς ἐβασίλευσε, διὰ τὸ τοῦ Πατάρμιδος μῖσος ἀπο‐ φανθεὶς βασιλεύς. συνθηματιαίων δὲ στεφάνων ἠργολαβημένων καὶ ἐκδοσιμαίων μέμνηται Ἀριστοφάνης. Ἀπίων δέ φησι τὸν στέφανον πάλαι χορωνὸν καλεῖσθαι ἀπὸ τοῦ τοὺς
20χορευτὰς ἐν τοῖς θεάτροις αὐτῷ χρῆσθαι. στεφανωματικὰ δὲ ἄνθη καταλέγει Θεόφραστος ἄλλα τε καὶ δὴ τάδε· ἴον, Διὸς ἄνθος, ἴφυον, φλόγα, ἡμεροκαλλές. πρῶτόν τε ἀνθέων ἐκφαίνεσθαί φησι τὸ λευκόιον, εἶτα νάρκισσον, τὸ δὲ ῥόδον ὑστερεῖ τούτων καὶ ὕστερον μὲν φαίνεται, πρῶτον δὲ παύεται.
25 ὅτι ἑλίχρυσον τὸ ἄνθος ἀπὸ τῆς πρώτης δρεψαμένης Ἑλιχρύσης νύμφης ἔσχε τὸ ὄνομα. κρίνα δέ φησι Θεόφραστος εἶναι καὶ πορφυρανθῆ. Φιλῖνος δὲ τὸ κρίνον ὑφ’ ὧν μὲν λείριον, ὑφ’ ὧν δὲ ἴον καλεῖσθαί φησιν. Κορίνθιοι δὲ αὐτὸ ἀμβροσίαν καλοῦσιν, φησὶ Νίκανδρος ἐν Γλώσσαις. ἀμάρακον δέ τινες τὸν σάμψιχον καλοῦσιν, ἱστορεῖ Διοκλῆς.
30 Ἱκέσιος δὲ τὸ λευκόιόν φησι μεσότητά τινα ἔχειν ἐν τῷ στύφειν, ἀρίστην δ’ εὐωδίαν ἔχειν καὶ δυναμένην τέρπειν, ἀλλὰ πρὸς ὀλίγιστον. τὸ δὲ μέλαν τὴν μὲν αὐτὴν θεωρίαν ἔχει, εὐῶδες δ’ ἐστὶ πολὺ μᾶλλον. Ἴων δέ φησιν ὅτι τὸ ἴον Ἰάδες τινὲς νύμφαι Ἴωνι ἐχαρίσαντο πρώτῳ· ὅθεν καὶ ἐκλήθη. τὸν δὲ νάρκισσον Θεόφραστος καλεῖσθαί φησι καὶ λείριον.
35καὶ ἀκακαλλὶς δὲ ὁ νάρκισσος καλεῖται καὶ κρόταλον. τὸ δὲ ἡμεροκαλλὲς ἄνθος τὴν μὲν νύκτα μαραίνεται, ἅμα δ’ ἡλίῳ ἀνιόντι θάλλει. ἕρπυλλον δὲ τὴν ἀγρίαν, φησὶ Θεόφραστος, μετακομίζοντες φυτεύουσι καὶ Ἀθηναῖοι ἐξ
Ὑμηττοῦ, ἐν Θρᾴκῃ δὲ ὄρη πλήρη ἐστί, καλεῖται δὲ καὶ ζυγίς, ὥς φησι Φιλῖνος.153 in vol. 2.2

2,2

154

ἡ λυχνὶς ἐκ τῶν Ἀφροδίτης λουτρῶν φύεται, ὅτε Ἡφαίστῳ συγκοιμηθεῖσα λούεται, Ἀμερίας φησίν. ἡ δὲ ἶρις ἀνθεῖ θέρους μόνη τε τῶν Εὐρωπαίων ἀνθῶν εὔοσμός ἐστιν. ἀρίστη δέ ἐστιν ἐν Ἰλλυριοῖς τοῖς ἀνῳκισμένοις τῆς θαλάσσης. τὰ δὲ ἄνθη ταύτης λύκοι λέγονται διὰ τὸ ἐμφερῆ εἶναι λύκου
5χείλεσιν. περὶ δὲ Ἄλπεις λίμνην τινά φησιν εἶναι Νικόλαος πολλῶν σταδίων, ἧς περὶ τὸν κύκλον πεφυκέναι δι’ ἔτους ἄνθη ἥδιστα καὶ εὐχρούστατα ὅμοια ταῖς καλουμέναις κάλχαις, ὧν Ἀλκμὰν μέμνηται· ῥαδινᾶν πετάλοισι καλχᾶν. τῶν δὲ ῥόδων κατὰ Θεόφραστον διαφοραὶ πολλαί· τὰ μὲν γὰρ πεντάφυλλα, τὰ δὲ δωδεκάφυλλα, περὶ δὲ Φιλίππους ἔνια ἑκατοντάφυλλα.
10λαμβάνοντες δὲ ἐκ τοῦ Παγγαίου φυτεύουσιν· ἐκεῖ γὰρ γίνονται πολλά. εὐώδη δὲ μᾶλλον τὰ πεντάφυλλα, εὐοσμότατα δὲ τὰ ἐν Κυρήνῃ, διὸ καὶ τὸ μύρον ἥδιστον. καὶ τῶν ἴων δὲ καὶ τῶν ἄλλων ἀνθέων ἄκρατοι καὶ θεῖαι αἱ ὀσμαί, διαφερόντως δὲ ἡ τοῦ κρόκου. Ἀρκάδες δὲ τὸ ῥόδον εὐόμφαλον καλοῦσιν ἀντὶ τοῦ εὔοσμον. Ἀπολλόδωρος δὲ ἄνθος τι ἀναγράφει φιλάδελφον
15καλούμενον κατὰ τὴν Παρθενικὴν χώραν προσφόρως οὕτω κληθεῖσαν· ἐπειδὰν γὰρ ἐκ διαστήματος αὐτομάτως κράδαι συμπέσωσιν, ἐμψύχῳ περιπλοκῇ μένουσιν ἡνωμέναι καθάπερ ἀπὸ ῥίζης μιᾶς καὶ τὸ λοιπὸν ἀνατρέχουσι καὶ ζωοφυτοῦσιν. Νίκανδρος ἀκανθοβόλον που τὸ ῥόδον φησί, τὸ δὲ σισύμβριον ὀσμηρόν,
20τὰς δ’ ἀνεμωνίδας τηλόθεν ἀστραπτούσας ὀξυτέρῃσιν ἐφελκομένας χροιῇσιν. χωρίζει δὲ καὶ τὸ χελιδόνιον τῆς ἀνεμώνης, οἰομένων τινῶν ταὐτὰ εἶναι. Θεόφραστος δέ φησι τὸ ἡλιοτρόπιον διανθήσεις λαμβάνειν, συνακολουθοῦν τοῖς ἄστροις, τὸ χελιδόνιον δὲ ἅμα τῇ χελιδόνι ἀνθεῖν. καὶ θήσειον δέ τι ἄνθος Τιμαχίδας ἀναγράφει, ἀφ’ οὗ καὶ τὸν Ἀριάδνης καλούμενον στέφανον
25πεπλέχθαι. ὦ μαλάχας μὲν ἐξερῶν, ἀναπνέων δ’ ὑάκινθον, καὶ μελιλώτινον λαλῶν καὶ ῥόδα προσσεσηρώς· ὦ φιλῶν μὲν ἀμάρακον, προσκυνῶν δὲ σέλινα, γελῶν δ’ ἱπποσέλινα καὶ κοσμοσάνδαλα βαίνων, ἔγχει κἀπιβόα παίων, ὡς νόμος ἐστίν, Φερεκράτης φησίν.
30 μᾶζαν χαριτοβλέφαρον Εὔβουλός πού φησιν. ὅτι ἔξοινον Ἄλεξις τὸν μέθυσόν φησιν. φορεῖτε, μασσέτω τις, ἐγχείτω βαθὺν κρητῆρα· ὁδ’ ἀνὴρ οὐ πρὶν ἂν φάγοι καλῶς ὅμοια καὶ βοῦς ἐργάζεται, φησὶ Σοφοκλῆς. σύνδειπνος ἢ ’πίκωπος ἢ μαζαγρέτας αἰδοῖ τραπεζεύς, ἀκρατέα νηδὺν ἔχων, φησὶν Ἀριστίας. ὅτι Ἄλεξις μέμνηται χυδαίων στεφάνων ἤτοι χύδην
35πεπλεγμένων. ὅτι Ξενοφῶν ἐν τῷ Συμποσίῳ μύρου εἰσενεχθέντος παράγει Σωκράτην λέγοντα· μηδαμῶς· ὡς γάρ τοι ἐσθὴς ἄλλη μὲν γυναικεία, ἄλλη δ’ ἀνδρεία,
οὕτω καὶ ὀσμὴ ἄλλη μὲν γυναικί, ἄλλη δὲ ἀνδρὶ πρέπει. καὶ γὰρ ἀνδρὸς154 in vol. 2.2

2,2

155

μὲν δήπου ἕνεκα ἀνδρῶν οὐδεὶς μύρῳ χρίσεται, αἵ γε μὴν γυναῖκες ἄλλως τε ἂν νύμφαι τύχωσιν οὖσαι. εἶτα προιὼν ἐπάγει· καὶ ὁ θαυμασιώ‐ τατος δέ φησι Χρύσιππος τὴν ὀνομασίαν λαβεῖν τὰ μύρα ἀπὸ τοῦ μετὰ πολλοῦ μόρου καὶ πόνου ματαίου γίνεσθαι. Λακεδαιμόνιοί τε ἐξελαύνουσι
5Σπάρτης τοὺς τὰ μύρα κατασκευάζοντας ὡς διαφθείροντας τοὔλαιον· καὶ τοὺς τὰ ἔρια δὲ βάπτοντας ὡς ἀφανίζοντας τὴν λευκότητα τῶν ἐρίων. Σόλων δὲ ὁ σοφὸς κεκώλυκε διὰ τῶν Νόμων τοὺς ἄνδρας μυροπωλεῖν· νῦν δὲ τῶν ἀνθρώπων, φησὶ Κλέαρχος, οὐχ αἱ ὀσμαὶ μόνον, ἀλλὰ καὶ αἱ χροιαὶ τρυφερὸν ἔχουσαί τι συνεκθηλύνουσιν τοὺς μεταχειριζομένους. ὑμεῖς δὲ
10οἴεσθε τὴν ἁβρότητα χωρὶς ἀρετῆς ἔχειν τι τρυφερόν; καίτοι Σαπφώ, γυνὴ πρὸς ἀλήθειαν οὖσα καὶ ποιήτρια, ὅμως ᾐδέσθη τὸ καλὸν τῆς ἁβρότητος ἀφελεῖν. Κλέαρχος δὲ Ἀφροδίτην Ἡδονήν τινα οὖσαν δαίμονα μύρῳ ἀλειφομένην παράγει καὶ κατοπτριζομένην, τὴν δὲ Ἀθηνᾶν Φρόνησιν οὖσαν καὶ Νοῦν
15καὶ Ἀρετὴν ἐλαίῳ χρωμένην καὶ γυμναζομένην. ὅτι αἱ ἐν τῷ ἐγκεφάλῳ ἡμῶν αἰσθήσεις ὀδμαῖς ἡδείαις παρηγοροῦνται ἔτι τε θεραπεύονται. Ἄλεξις οὖν· ὑγείας μέρος μέγιστον, φησίν, ὀσμὰς ἐγκεφάλῳ χρηστὰς ποιεῖν. καὶ ὁ ἀνδρειότατος δὲ καὶ πολεμικὸς Ἀλκαῖος ἔφη· κὰδ δὲ χεύατο μύρον ἁδὺ κὰτ τῶ στήθεος ἄμμι. καὶ Ἀνακρέων·
20συρίγγων κοιλότερα στήθεα χρισάμενος μύρῳ. τὰ στήθεα παρακελευόμενος μυροῦν, ἐν οἷς ἐστιν ἡ καρδία, ὡς καὶ ταύτης παρηγορουμένης δηλονότι τοῖς εὐώδεσι. τοῦτο δ’ ἔπρασσον οὐ μόνον τῆς εὐωδίας κατὰ φύσιν ἀπὸ τοῦ στήθους ἀναφερομένης ἐπὶ τὴν ὄσφρησιν, ἀλλὰ καὶ διὰ τὸ νομίζειν ἐν τῇ καρδίᾳ τὴν ψυχὴν καθιδρῦσθαι, ὡς Πραξαγόρας καὶ Φυλότιμος οἱ ἰατροὶ
25παραδεδώκασιν. καὶ Ὁμήρῳ δὲ ἐν πολλοῖς τόποις ἔοικεν ἡ τοιαύτη δόξα ἀρέσκειν. θυμῷ δ’ οὔ τις φαιδρὰ χορεύει τάρβους θυγάτηρ, φησὶ Σοφοκλῆς. Πλάτων φησὶ τὸν τῶν ὅλων δημιουργὸν τὴν τοῦ πλευμόνος φύσιν τῇ καρδίᾳ παραθεῖναι, πρῶτον μὲν μαλακὴν καὶ ἄναιμον, εἶτα σήραγγας ἔχουσαν οἷον σπόγγου κατατετρημένας, ἵν’ ἐν τῇ τῶν δεινῶν προσδοκίᾳ πολλάκις
30ἁλλομένη τὸν παλμὸν εἰς ὑπεῖκον καὶ μαλακὸν ποιῆται. στέφανοι οἱ περικείμενοι τῷ στήθει ὑποθυμιάδες καλοῦνται, οὐκ ἀπὸ τοῦ τὴν ψυχὴν θυμὸν καλεῖσθαι, ὥς τινες ἀξιοῦσιν, ἀλλ’ ἀπὸ τῆς τῶν ἀνθῶν ἀναθυμιάσεως. ὅτι τῷ τοῦ μύρου ὀνόματι πρῶτος Ἀρχίλοχος κέχρηται.
35 μύῤῥα δὲ ἡ σμύρνα παρ’ Αἰολεῦσιν, ἀφ’ ἧς τὰ πολλὰ τῶν μύρων ἐσκευάζετο καὶ ἥ γε στακτὴ καλουμένη διὰ μόνης ταύτης. Ὅμηρος δὲ μύρων μὲν χρῆσιν οἶδεν, ἔλαια δ’ αὐτὰ καλεῖ μετ’ ἐπιθέτου· δροσόεντι δ’ ἔχριεν
ἐλαίῳ. λέγει δέ τι καὶ τεθυωμένον. καὶ Ἀφροδίτη δὲ Ἕκτορα ῥοδόεντι155 in vol. 2.2

2,2

156

ἔχριεν ἐλαίῳ. γίνεται δὲ ἶρις μὲν Ἤλιδι καὶ Κυζίκῳ χρηστοτάτη, ῥόδινον δὲ μύρον κράτιστον ἐν Φασήλιδι καὶ Νεαπόλει καὶ Καπύῃ, κρόκινον δὲ ἐν Σόλοις τοῖς Κιλικίοις καὶ Ῥόδῳ, νάρδινον δὲ ἐν Ταρσῷ, οἰνάνθη δὲ ἀρίστη ἡ Κυπρία καὶ Ἀδραμυτηνή, ἀμαράκινον δὲ Κῷον καὶ μήλινον. κύπρινον
5δὲ προκέκριται τὸ ἐν Αἰγύπτῳ. μετώπιον δὲ καὶ Μενδήσιον κάλλιστον ἐν Αἰγύπτῳ· σκευάζεται δὲ τὸ μετώπιον ἐξ ἐλαίου τοῦ ἀπὸ τῶν πικρῶν κα‐ ρύων. οἱ δὲ χορηγοῦντες, φησὶν Ἡρόφιλος, καὶ ἡ ὕλη καὶ οἱ τεχνῖται τὸ χρηστότατον ποιοῦσι μύρον, οὐχ οἱ τόποι. Ἔφεσός τοι πρότερον τοῖς μύροις διέφερε, καὶ μάλιστα ἐν τῷ μεγαλλίῳ, νῦν δ’ οὔ. ἤκμασε δὲ καὶ
10τὰ ἐν Ἀλεξανδρείᾳ διὰ πλοῦτον καὶ τὴν Βερενίκης καὶ Ἀρσινόης σπουδήν. οἰνάνθινον δὲ ἐν Ἀδραμυττίῳ πάλαι μὲν ἐγίνετο μέτριον, ὕστερον δὲ πρῶτον διὰ Στρατονίκην τὴν Εὐμενοῦς. ἡ δὲ Συρία τὸ πρῶτον χρηστὰ πάντα παρείχετο, καὶ μάλιστα τὸ τήλινον, νῦν δ’ οὔ. ἐν Περγάμῳ πάλαι μέν, νῦν δ’ οὔ, μυρεψοῦ τινος ἐκπονήσαντος ἐσκευάσθη τὸ παρ’ οὐδενί πω γεγονὸς
15λιβανώτινον μύρον. μύρον δὲ χρηστὸν μύρῳ εὐτελεῖ ἐπιχεόμενον ἐπιπολῆς μένει. χείρονι δὲ μέλιτι μέλι χρηστὸν ἐπιχεόμενον εἰς τὸ κάτω βιάζεται. Ἱκέσιός φησι· τῶν μύρων ἃ μέν ἐστι χρίσματα, ἃ δὲ ἀλείμματα. καὶ ὅτι τὸ μήλινον εὐστόμαχόν ἐστι καὶ ληθαργικοῖς χρήσιμον. τὸ δὲ οἰνάνθινον εὐστόμαχον ὂν καὶ τὴν διάνοιαν ἀπαραπόδιστον φυλάσσει. σαμψύχινον δὲ
20καὶ ἑρπύλλινον ἐπιτήδεια πρὸς πότον, τὸ δὲ τήλινον γλυκύ ἐστι καὶ ἁπαλόν. τὸ δὲ λευκόινον εὐῶδες καὶ σφόδρα πεπτικόν. Θεόφραστος δέ φησι μύρα ἀπ’ ἀνθέων μὲν ῥόδινον, λευκόινον, σούσινον (καὶ γὰρ τοῦτ’ ἐκ τῶν κρίνων), ἀπὸ φύλλων δὲ τὸ μύῤῥινον καὶ οἰνάνθινον· αὕτη δ’ ἐν Κύπρῳ φύεται ὀρεινὴ καὶ πολύγονος, ἐν δὲ Ἑλλάδι γίνεται διὰ τὸ ἄοσμον· διὰ δὲ ῥιζῶν τὸ
25ἴρινον, νάρδινον, ἀμαράκινον ἐκ τοῦ κόστου. οὕτω δ’ ἦν τοῖς πάλαι ἡ τῶν μύρων χρῆσις περισπούδαστος ὡς ἐπίστασθαι ποῖόν τι ἑκάστῳ τῶν μελῶν ἡμῶν ἐστιν ἐπιτήδειον, οἷον τὸ Αἰγύπτιον μὲν κατ’ Ἀντιφάνην τοῖς ποσὶν ἡμῶν καὶ τοῖς σκέλεσι, φοινίκινον γνάθοις καὶ τιτθίοις, σισύμβρινον βρα‐ χίοσιν, ἀμαράκινον ὀφρύσι καὶ κόμῃ.
30 παρὰ πολλοῖς δὲ τῶν κωμῳδιοποιῶν ὀνομάζεταί τι μύρον βάκκαρις. Ἱππῶναξ· βακκάρει τὰς ῥῖνας ἤλειφον· ἔστι δ’ οἵη περ κρόκος. Ἴων δὲ Σαρδιανὸν κόσμον εἴρηκε τὸ μύρον· ἡδυπαθεῖς γὰρ οἱ Λυδοί. λυδοπαθῆ γοῦν Ἀνακρέων τὸν ἡδυπαθῆ καλεῖ. Αἰσχύλος δὲ καὶ Ἀριστοφάνης ἔοικε δια‐ στέλλειν τὴν βάκκαριν τοῦ μύρου, λέγοντες Αἰσχύλος μέν· ἠλειφόμην
35μύροισι καὶ βακκάρι, Ἀριστοφάνης δέ· λουόμενός μοι μύρου καὶ βακκά‐ ριδος. βρενθείου δὲ μύρου μνημονεύει Φερεκράτης, βασιλείου δὲ Σαπφώ, ἅμα δὲ καὶ βρενθείου· φησὶ γάρ· βρενθείῳ βασιληίῳ. Πολέμων δὲ πλαγγόνιόν
τι μύρον καλεῖ παρ’ Ἠλείοις ἀπὸ Πλαγγόνος. Σωσίβιος δὲ τὸ μεγάλλιον156 in vol. 2.2

2,2

157

ἀπὸ Μεγάλλου τοῦ Σικελιώτου ἢ Ἀθηναίου. τὸ χρίσασθαι δὲ τοιούτῳ ἀλείμματι μυρίσασθαι εἴρηκεν Ἀλκαῖος· μυρώμασι μέντοι, οὐ μυρίσμασιν ἔλεγον. μύρον δὲ καὶ ἡ σάγδα. Εὔπολις· σάγδαν ἐῤῥυγγάνοντα· εἴρηται δὲ ἐπὶ ἄγαν χλιδῶντος. Θεόδωρος δὲ θυμίαμά τί φησιν αὐτὸ εἶναι. παμ‐
5πόλλου δ’ ἐπιπράσκετο Ἀθήνησιν ἡ τοῦ μύρου κοτύλη. οὐ μόνον δὲ οἱ Σαρδιανοὶ φιλόμυροι, ὡς Ἄλεξις· ἀεὶ φιλόμυρον πᾶν τὸ Σάρδεων γένος, ἀλλὰ καὶ αὐτοὶ Ἀθηναῖοι οἱ πάντων τῶν καλλίστων εἰσηγηταὶ τῷ τῶν ἀνθρώπων βίῳ γενόμενοι οὐκ ἀπείχοντο τῆς τούτων χρήσεως. Ἄλεξις οὖν παίζων φησίν· οὐ γὰρ ἐμυρίζετ’ ἐξ ἀλαβάστου, πρᾶγμά τι γινόμενον ἀεί,
10κρονικόν, ἀλλὰ τέσσαρας περιστερὰς ἀφῆκεν βεβαμμένας εἰς οὐχὶ ταὐτὸν μύρον, ἰδίᾳ δ’ ἑκάστην. πετόμεναι δ’ αὗται κύκλῳ ἔῤῥαινον ἡμῶν θαἰμάτια, τὰ στρώματα. φησὶ Μυρωνίδης τὴν ἀφορμὴν τοῦ τὴν κεφαλὴν ἐν τοῖς πότοις λιπαίνειν ἐντεῦθεν γενέσθαι· τοῖς αὐχμῶσι γὰρ τὰς κεφαλὰς εἰς τὸ μετέωρον ἕλκεσθαι τὸ λαμβανόμενον. διὸ τῶν πυρετῶν διακαιόντων τὰ
15σώματα τέγγουσι τὴν κεφαλὴν ἐπιβρέγμασιν, ἵνα μὴ πρὸς τὸ ξηρόν, ταύτῃ δὲ καὶ πολύκενον, τὰ παρακείμενα ὁρμὴν λαμβάνει. τοῦτο δὴ λογισάμενοι καὶ ἐπὶ τῶν πότων τὴν εἰς τὸ μετέωρον τῶν οἴνων φορὰν ὑποπτεύσαντες ἐπεσπάσθησαν κεφαλὰς λιπαίνειν, ὡς ἐλάσσονος βίας γενησομένης, εἰ ταύτην προτέγξαιεν. προστιθεὶς δ’ ὁ βίος ἀεὶ τοῖς χρειώδεσι τὰ εἰς ἀπόλαυσιν ἄγοντα
20ἐπὶ τὴν τῶν μύρων χρῆσιν ὥρμησαν. χρηστέον οὖν παρὰ πότον μύροις τοῖς ἐλάχιστα καροῦν δυναμένοις, τοῖς στύφουσιν δὲ καὶ ψύχουσιν ἐπ’ ὀλίγον. ζητεῖ δ’ ὁ πολυμαθέστατος Ἀριστοτέλης ἐν τοῖς Φυσικοῖς Προβλήμασι· διὰ τί οἱ μυριζόμενοι πολιώτεροι; ἢ ὅτι τὸ μύρον διὰ τὰ ἀρώματα ξηραντικόν ἐστι, διὸ καὶ αὐχμηροὶ οἱ μυριζόμενοι· ὁ δὲ αὐχμὸς πολιωτέρους ποιεῖ.
25εἴτε γὰρ αὔανσις τριχὸς ἡ πολιὰ εἴτ’ ἔνδεια θερμοῦ, ἡ ξηρότης μαραίνει. διὸ καὶ τὰ πιλία θᾶττον ποιεῖ πολιούς· ἐκπίνεται γὰρ ἡ οἰκεία τῆς τριχὸς ὑγρότης. Ποσειδώνιος δέ φησιν· ἐν Συρίᾳ ἐν τοῖς βασιλικοῖς συμποσίοις ὅταν τοῖς εὐωχουμένοις δοθῶσιν οἱ στέφανοι, εἰσίασί τινες μύρων Βαβυλωνίων ἔχοντες
30ἀσκίδια καὶ πόῤῥωθεν ἐκ τούτων περιπορευόμενοι τοὺς στεφάνους τῶν κατα‐ κειμένων δροσίζουσι μύροις, ἄλλο μηδὲν ἔξωθεν παραῤῥαίνοντες. Δράκων ὁ Κερκυραῖος ἱστορεῖ· Ἴανον λόγος διπρόσωπον γεγονέναι, τὸ μὲν ὀπίσω, τὸ δ’ ἔμπροσθεν ἔχοντα πρόσωπον. οὗτος εὗρε πρῶτος, φησί, στέφανον καὶ σχεδίας καὶ πλοῖα καὶ νόμισμα χαλκοῦν πρῶτος ἐχάραξεν. διὸ τῶν κατὰ
35Ἑλλάδα καὶ Ἰταλίαν καὶ Σικελίαν πολλαὶ πόλεις ἐπὶ τοῦ νομίσματος ἐνεχάραττον πρόσωπον δικέφαλον καὶ ἐκ θἀτέρου μέρους ἢ σχεδίαν ἢ στέφανον ἢ πλοῖον. διέπλευσε δὲ οὗτος εἰς Ἰταλίαν μειζόνων ὀρεγόμενος καὶ ᾤκησε
τὸ πλησίον Ῥώμης ὄρος τὸ ἀπ’ αὐτοῦ Ἰανοῦκλον ὀνομασθέν. Θεόφραστος157 in vol. 2.2

2,2

158

δέ φησι τὸν ἄκρατον τὸν ἐπὶ τῷ δείπνῳ διδόμενον, ὃν λέγουσιν Ἀθηναῖοι † Δαίμονος εἶναι πρόποσιν, ὀλίγον τε προσφέρουσιν, ὥσπερ ἀναμιμνήσκοντες τῇ γεύσει τὴν τοῦ Διονύσου δωρεάν, καὶ τὴν ἰσχὺν αὐτοῦ καὶ μετὰ τὴν πλήρωσιν διδόασιν, ὅπως ἐλάχιστον ᾖ τὸ πινόμενον· καὶ τρίτον προσκυνή‐
5σαντες λαμβάνουσιν ἀπὸ τῆς τραπέζης, ὥσπερ ἱκετείαν ποιούμενοι μηδὲν ἀσχημονεῖν. Φιλόχορος δέ φησι καὶ θέσμιον τεθῆναι προσφέρεσθαι μετὰ τὰ σιτία πᾶσιν ἀκράτου μέρος, γεῦμα δὲ δεῖγμα τῆς ἀγαθοῦ θεοῦ δυνάμεως, τὸν δὲ λοιπὸν ἤδη κεκραμένον. διὸ καὶ τροφοὺς τοῦ Διονύσου τὰς Νύμφας ὀνομασθῆναι. ὅτι δὲ δοθείσης τῆς τοῦ Ἀγαθοῦ Δαίμονος κράσεως ἔθος ἦν
10βαστάζεσθαι τὰς τραπέζας ὁ Σικελιώτης Διονύσιος ἔδειξε διὰ τῆς αὐτοῦ ἀσεβείας. τῷ γὰρ ἐν Συρακούσαις Ἀσκληπιῷ ἀνακειμένης χρυσῆς τραπέζης προπιὼν αὐτῷ ἄκρατον Ἀγαθοῦ Δαίμονος ἐκέλευσε βασταχθῆναι τὴν τράπεζαν. ὅτι Ἕλληνες θύοντες Ἡλίῳ, ὥς φησι Φύλαρχος, μέλι σπένδουσιν, οἶνον
15οὐ φέροντες τοῖς βωμοῖς, δεῖν λέγοντες τὸν πάντα περιπολοῦντα καὶ συνέ‐ χοντα ἀλλότριον εἶναι μέθης. ὅτι Ἀλκαῖος καὶ Ἀνακρέων ἐπαινοῦνται ἐπὶ τῇ τῶν σκολίων ποιήσει καὶ Πράξιλλα ἡ Σικυωνία. τριῶν δὲ γενῶν ὄντων, ὥς φησιν Ἀρτέμων, ἐν οἷς τὰ περὶ τὰς συνουσίας ἦν ᾀδόμενα, ὧν τὸ μὲν πρῶτον ἦν ὃ πάντας ᾄδειν νόμος ἦν, τὸ δὲ δεύτερον ὃ πάντες μὲν ᾖδον,
20οὐ μὴν ἀλλὰ κατά τινα περίοδον ἐξ ὑποδοχῆς, τρίτον δὲ οὗ μετεῖχον οὐ πάντες, ἀλλ’ οἱ συνετοὶ δοκοῦντες καὶ κατὰ τόπον τινὰ εἰ τύχοιεν ὄντες. ὡς ἀταξίαν τινὰ μόνον παρὰ τἆλλα ἔχον τὸ μηδ’ ἅμα μηδ’ ἑξῆς γινό‐ μενον, ἀλλ’ ὅπῃ ἔτυχον εἶναι σκόλιον ἐκλήθη. ᾔδετο δὲ ὅτε τὰ κοινὰ καὶ πᾶσιν ἀναγκαῖα τέλος λάβοιεν· τηνικαῦτα γὰρ τῶν σοφῶν ἕκαστον
25ᾠδήν τινα καλὴν εἰς μέσον εἰσφέρειν ἠξίουν. καλὴν δὲ ταύτην ἔλεγον ὡς παραίνεσιν καὶ γνώμην ἔχουσαν τῷ βίῳ χρησίμην· ἦσαν δὲ τὰ σκόλια τοιαῦτά τινα· Παλλὰς Τριτογένεια, ἄνασς’ Ἀθηνᾶ, ὄρθου τήνδε πόλιν τε καὶ πολίτας, ἄτερ ἀλγέων τε καὶ στάσεων καὶ θανάτων εὐώρων. ἐν Δήλῳ ποτ’ ἔτικτε παῖδα Λατώ, Φοῖβον χρυσοκόμαν, ἄνακτ’ Ἀπόλλωνα,
30ἐλαφηβόλον τ’ ἀγροτέραν Ἄρτεμιν, ἃ γυναικῶν μέγ’ ἔχει κράτος. ἰὼ Πάν, Ἀρκαδίας μεδέων κλεεννᾶς, ὀρχηστὰ Βρόμιε, ἰὼ Πάν, ἐπ’ ἐμαῖς εὐφροσύναις ταῖσδ’ ἀοιδαῖς ἄειδε κεχαρημένος. ἐνικήσαμεν ὡς ἐβουλόμεθα, καὶ νίκην ἔδοσαν θεοὶ φέροντες. εἴθ’ ἐξῆν ὁποῖός τις ἦν ἕκαστος τὸ στῆθος διελόντ’, ἔπειτα τὸν νοῦν ἰδόντα κλείσαντα πάλιν, ἄνδρα φίλον νομίζειν ἀδόλῳ
35φρενί. ὑγιαίνειν μὲν ἄριστον ἀνδρὶ θνητῷ, δεύτερον δὲ καλὸν φυὰν γενέσθαι, τὸ τρίτον δὲ πλουτεῖν ἀδόλως καὶ τὸ τέταρτον συνηβᾶν μετὰ τῶν φίλων. τινὲς δὲ σκόλιόν φασι λεχθῆναι κατὰ τὸν τῆς μελοποιίας τρόπον ὃς ἦν
σκολιός, τὸ δὲ προεκτεθὲν σκόλιον διαχλευάζων ὁ κωμικὸς Ἀναξανδρίδης158 in vol. 2.2

2,2

159

φησίν· ὁ τὸ σκόλιον εὑρὼν ἐκεῖνος, ὅστις ἦν, τὸ μὲν ὑγιαίνειν πρῶτον ὡς ἄριστον ἦν, ὠνόμασεν ὀρθῶς. τρίτον δὲ πλουτεῖν, τοῦτ’, ὁρᾷς, ἐμαίνετο· μετὰ τὴν ὑγείαν γὰρ τὸ πλουτεῖν διαφέρει· καλὸς δὲ πίνων ἐστὶν αἰσχρὸν θηρίον.
5 ἀρχαῖον σκόλιον κἀκεῖνο· ἐκ γῆς χρὴ κατιδεῖν πλόον, εἴ τις δύναιτο καὶ παλάμην ἔχοι. ἐπεὶ καὶ ἐν πόντῳ γένηται, τῷ παρεόντι τρέχειν ἀνάγκη. ὁ δὲ καρκίνος ὧδ’ ἔφη, χαλᾷ τὸν ὄφιν λαβών· εὐθέα χρὴ τὸν ἑταῖρον ἔμεν καὶ μὴ σκολιὰ φρονεῖν. ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω, ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων, ὅτε τὸν τύραννον κτανέτην ἰσονόμους τ’ Ἀθήνας
10ἐποιησάτην. φίλταθ’ Ἁρμόδι’, οὔπω τέθνηκας· νήσοις δ’ ἐν μακάρων σέ φασιν εἶναι, ἵνα περ ποδώκης Ἀχιλλεύς. Ἀδμήτου λόγον, ὦ ἑταῖρε, μαθὼν τοὺς ἀγαθοὺς φίλους σέβου, τῶν δειλῶν δ’ ἀπέχου, γνοὺς ὅτι δειλοῖς ὀλίγη χάρις. παῖ Τελαμῶνος, Αἶαν αἰχμητά, λέγουσί ς’ ἐς Τροίαν ἄριστον ἐλθεῖν Δαναῶν καὶ Ἀχιλλέα. εἴθε
15λύρα καλὴ γενοίμην ἐλεφαντίνα καί με καλοὶ παῖδες φέροιεν Διονύσιον ἐς χορόν. εἴθ’ ἄπυρον καλὸν γενοίμαν μέγα χρύσιον καί με καλὴ γυνὴ φοροίη καθαρὸν θεμένη νόον. σύν μοι πῖνε, συνήβα, συνέρα, συστεφανηφόρει, σύν μοι μαινομένῳ μαίνεο, συσσωφρόνει σώφρονι. ὑπὸ παντὶ λίθῳ σκορπίος, ὦ ἑταῖρε, ὑποδύεται. φράζευ μή σε βάλῃ· τῷ δ’ ἀφανεῖ πᾶς ἕπεται δόλος.
20πόρνη καὶ βαλανεὺς τὸ αὐτὸ ἔχουσι ἔθος· ἐν ταὐτᾷ πυέλῳ τόν τ’ ἀγαθὸν τόν τε κακὸν λόει. σκόλιον δέ φασιν εἶναι καὶ τὸ ὑπὸ Ὑβρίου τοῦ Κρητὸς ποιηθέν. ἔστι μοι πλοῦτος μέγα δόρυ καὶ ξίφος καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός. τούτῳ γὰρ ἀρῶ, τούτῳ θερίζω, τούτῳ πατέω τὸν ἁδὺν οἶνον ἀπ’ ἀμπέλων, τούτῳ δεσπότας κέκλημαι. τοὶ δὲ μὴ τολμῶντες ἔχειν
25δόρυ καὶ ξίφος καὶ τὸ καλὸν λαισήιον, πρόβλημά τε χρωτός, πάντες γόνυ πεπτηότες ἐμὸν κυνέοντι, δεσπόταν καὶ μέγαν βασιλέα φωνέοντες. ὅτι τὸ ὑπ’ Ἀριστοτέλους εἰς Ἑρμείαν τὸν Ἀταρνέα γραφὲν οὐ παιάν ἐστιν, ὡς ὁ τὴν τῆς ἀσεβείας κατὰ τοῦ φιλοσόφου γραφὴν ἀπενεγκάμενος εἶπε Δημόφιλος, ὡς ἀσεβοῦντος καὶ ᾄδοντος ἐν τοῖς συσσιτίοις ὁσημέραι εἰς τὸν
30Ἑρμείαν παιᾶνα. οὐδεμίαν γὰρ παιᾶνος ἔμφασιν ἔχει, ἀλλὰ τῶν σκολίων ἕν τι καὶ αὐτό. ἔχει δὲ ὧδε· Ἀρετὰ πολύμοχθε γένει βροτείῳ, θήραμα κάλλιστον βίῳ, σᾶς τε πέρι, παρθένε, μορφᾶς καὶ θανεῖν ζηλωτὸς ἐν Ἑλλάδι πότμος καὶ πόνους τλῆναι μαλεροὺς ἀκαμάτους· τοῖον ἐπὶ φρένα βάλλεις καρπόν.
35εἶτα μετ’ ὀλίγα· σεῦ δ’ ἕνεχ’ ὁ Διὸς Ἡρακλῆς Λήδας τε κοῦροι πόλλ’ ἀνέτλασαν ἔργοις σὰν ἀγρεύοντες δύναμιν. σοῖς δὲ πόθοις Ἀχιλλεὺς Αἴας τε Ἀίδαο δόμους ἦλθον. σᾶς δ’ ἕνεκα φιλίου μορφᾶς καὶ Ἀταρνέως ἔν‐
τροφος ἠελίου χήρωσεν αὐγάς. τοιγὰρ ἀοίδιμον ἔργοις ἀθάνατόν τέ μιν159 in vol. 2.2

2,2

160

αὐξήσουσιν Μοῦσαι. ἐγὼ μὲν οὐκ οἶδ’ εἴ τίς τι κατιδεῖν ἐν τούτοις δύναται παιανικὸν ἰδίωμα, σαφῶς ὁμολογοῦντος τοῦ πεποιηκότος τετελευτηκέναι τὸν Ἑρμείαν. ἀλλ’ οὐδὲ τὸ παιανικὸν ἐπίῤῥημα ἔχει τὸ ἰὴ παιάν, καθάπερ ὁ εἰς Λύσανδρον τὸν Σπαρτιάτην ἐν Σάμῳ ᾀδόμενος καὶ ὁ εἰς Κρατερὸν
5τὸν Μακεδόνα γραφεὶς Ἀλεξίνῳ τῷ διαλεκτικῷ, ὃς ᾄδεται ἐν Δελφοῖς, λυρίζοντός τινος παιδός. καὶ ὁ εἰς Ἀγήμονα τὸν Κορίνθιον καὶ ὁ εἰς Πτολεμαῖον τὸν πρῶτον Αἰγύπτου βασιλεύσαντα, ὃν ᾄδουσι Ῥόδιοι. ᾖδον δὲ καὶ Ἀθηναῖοι ἐπ’ Ἀντιγόνῳ καὶ Δημητρίῳ παιᾶνας πεποιημένους ὑπὸ Ἑρμίππου τοῦ Κυζικηνοῦ. καὶ αὐτὸς δὲ Ἀριστοτέλης ἐν τῇ Ἀπολογίᾳ τῆς
10ἀσεβείας, εἰ μὴ κατέψευσται ὁ λόγος, φησίν· οὐκ ἄν ποτε Ἑρμείᾳ θύειν ὡς ἀθανάτῳ προαιρούμενος ὡς θνητῷ μνῆμα κατεσκεύαζον καὶ ἀθανατίζειν τὴν φύσιν βουλόμενος ἐπιταφίοις ἐκόσμουν τιμαῖς. τί μ’ ἀνέμνασας κείνων κυλίκων; φησὶ Φίλων. τὰς καπυρωτέρας ᾠδὰς ἀσπάζεται μᾶλλον τῶν ἐσπουδασμένων· οἷαι αἱ Λοκρικαὶ καὶ μοιχικαί
15τινες τὴν φύσιν οὖσαι. φησί που ὁ παρῳδὸς Μάτρων· οἱ μὲν γὰρ δὴ πάντες ὅσοι πάρος ἦσαν ἄριστοι, Εὔβοιός τε καὶ Ἑρμογένης δῖοί τε Φίλιπποι, οἳ μὲν δὴ τεθνᾶσι καὶ εἰν Ἀίδαο δόμοισιν· ἔστι δέ τις Κλεόνικος, ὃν ἀθάνατον λάχε γῆρας, οὔτε ποιητάων ἀδαήμων οὔτε θεάτρων, ᾧ καὶ τεθνειῶτι λαλεῖν πόρε Περσεφόνεια. πολλοὶ δὲ παρῳδῶν ποιηταὶ γεγόνασιν·
20ἐνδοξότατος δ’ ἦν Εὔβοιος ὁ Πάριος, γενόμενος τοῖς χρόνοις κατὰ Φίλιππον. οὗτός ἐστιν ὁ καὶ Ἀθηναίοις λοιδορησάμενος, καὶ σῴζεται αὐτοῦ τῶν παρῳδῶν βιβλία τέσσαρα. περὶ δὲ παρῳδῶν Πολέμων φησί· καὶ τὸν Βοιωτὸν δὲ καὶ τὸν Εὔβοιον τοὺς τὰς παρῳδίας γράψαντας λογίους ἂν φήσαιμι διὰ τὸ παίζειν ἀμφιδεξίως. εὑρετὴς δὲ τοῦ γένους Ἱππῶναξ ὁ ἰαμβοποιὸς λέγων·
25Μοῦσά μοι Εὐρυμεδοντία δῖα τὴν παντοχάρυβδιν, τὴν ἐν γαστρὶ μά‐ χαιραν, ὃς ἐσθίει οὐ κατὰ κόσμον, ἔννεφ’, ὅπως ψηφῖδι κακὸν οἶτον ὄληται βουλῇ δημοσίᾳ παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο. χρῆται δὲ καὶ Ἐπίχαρμος ἔν τισι δράμασιν ἐπ’ ὀλίγον καὶ Ἡγήμων ὁ Θάσιος, ὃν ἐκάλουν Φακῆν. λέγει γοῦν· εἰς Θάσον μ’ ἐλθόντα μετεωρίζοντες ἔβαλλον πολλοῖσι λίθοισι,
30καὶ ὧδέ τις εἴπεσκε παραστάς· ὦ πάντων ἀνδρῶν βδελυρώτατε, τίς ς’ ἀνέπεισε καλὴν κρηπῖδα ποσὶ τοῖσινδ’ ἀναβῆναι; τοῖσι δ’ ἐγὼ πᾶσι μικρὸν μετὰ τοῦτ’ ἔπος εἶπον· μνῆμ’ ἀνέπεισε γέροντα καὶ οὐκ ἐθέλοντ’ ἀνα‐ βῆναι καὶ σπάνις, ἣ πολλοὺς Θασίων εἰς ὁλκάδα βάλλει εὐκούρων βδελυρῶν, ὀλλύντων τ’ ὀλλυμένων τε. εἶτα μετὰ πολλὰ ἐπάγει· ταῦτά μοι ὁρμαί‐
35νοντι παρίστατο Παλλὰς Ἀθήνη, χρυσῆν ῥάβδον ἔχουσα καὶ ἤλασεν εἶπέ τε φωνῇ· δεινὰ παθοῦσα Φακῆ βδελυρά, χώρει ’ς τὸν ἀγῶνα. καὶ τότε δὴ θάρσησα καὶ ἄειδον πολὺ μᾶλλον. πεποίηκε παρῳδίας καὶ Ἕρμιππος ὁ
κωμικός. τούτων δὲ πρῶτος εἰσῆλθεν εἰς τοὺς θυμελικοὺς ἀγῶνας Ἡγήμων160 in vol. 2.2

2,2

161

καὶ παρ’ Ἀθηναίοις ἐνίκησεν. Εὔβοιος δὲ πολλὰ εἴρηκεν ἐν τοῖς ποιήμασι χαρίεντα, περὶ μὲν τῆς τῶν βαλανείων μάχης· βάλλον δ’ ἀλλήλους χαλ‐ κήρεσιν ἐγχείῃσιν. περὶ δὲ τοῦ λοιδορουμένου κουρέως τῷ κεραμεῖ τῆς γυναικὸς χάριν· μήτε σὺ τόνδ’ ἀγαθός περ ἐὼν ἀποαίρεο, κουρεῦ, μήτε σύ,
5Πηλείδη. ὅτι λοφνία ἡ ἐκ φλοιοῦ λαμπάς. δίμυξόν φησι λύχνον Φιλύλλιος. ὅτι ἑλάνας τὰς λαμπάδας Νεάνθης λέγει παρὰ τὴν ἕλην. Ἀθηναῖοι δὲ τὰς λαμπάδας φανούς φασιν, ὥς φησιν ὁ γλωσσογράφος Σιληνός. Τιμαχίδας δὲ δέλετρόν φησι καλεῖσθαι τὸν φανόν, οἷον οἱ νυκ‐
10τερευόμενοι τῶν νέων ἔχουσιν, ὁ αὐτὸς δὲ καὶ ἑλάνη. Σέλευκος δὲ γράβιόν φησι λέγεσθαι τὸ πρίνινον ἢ δρύινον ξύλον, ὃ ἐθλασμένον καὶ κατεσχισ‐ μένον ἐξάπτεσθαι καὶ φαίνειν τοῖς ὁδοιποροῦσιν. Θεοδωρίδας οὖν φησιν ὁ Συρακούσιος· πίσσα δ’ ὑπὸ γραβίων ἔσταζεν. λυχνοῦχον δὲ τὸν φανὸν ἐν πολλοῖς εὑρήσει τις ἄν. Ἄλεξις· ὁ πρῶτος εὑρὼν μετὰ λυχνούχου περι‐
15πατεῖν τῆς νυκτὸς ἦν τις κηδεμὼν τῶν δακτύλων. ὃς ἐν ἄλλοις φησιν· οἶμαι ἐπιτιμᾶν τινας ὅτι μεθύων τηνικάδε περιπατῶ. ποῖος γάρ ἐστι φανὸς τοιοῦτος οἷος ὁ γλυκύτατος ἥλιος; Φερεκράτης· τὸν λυχνοῦχον ἔκφερ’ ἐνθεὶς τὸν λύχνον. φανὸν δέ τινές φασι τὴν ἐκ ξύλων τετμημένων δέσμην. Φιλιππίδης· ὁ φανὸς ἡμῖν οὐκ ἔφαινεν οὐδέν. ἔπειτα φυσᾶν δυστυχὴς
20οὐκ ἠδύνω; Φερεκράτης δὲ τὴν νῦν λυχνίαν λύχνιον καλεῖ. Ἀριστοφάνης τε Ἱππεῦσί φησι· τῶν ἀκοντίων συνδοῦντες ὀρθὰ τρία λυχνίῳ χρώμεθα. Εὐφορίων δέ φησι Διονύσιον τὸν νέον Ταραντίνοις εἰς τὸ πρυτανεῖον ἀνα‐ θεῖναι λυχνεῖον δυνάμενον καίειν τοσούτους λύχνους ὅσος ὁ τῶν ἡμερῶν ἐστιν ἀριθμὸς εἰς τὸν ἐνιαυτόν. πανὸς δὲ ὠνομάζετο τὸ διακεκομμένον ξύλον
25καὶ συνδεδεμένον. Δίφιλος· ἀλλ’ ὁ πανὸς ὕδατός ἐστι μεστός. μέμνηται δὲ καὶ Αἰσχύλος ἐν Ἀγαμέμνονι τοῦ πανοῦ· ἐχρῶντο δ’ αὐτῷ ὡς λαμπάδι. ξυλολύχνου δὲ μέμνηται Ἄλεξις. καὶ τάχα τούτῳ ὅμοιόν ἐστι τὸ παρὰ Θεοπόμπῳ ὀβελισκόλυχνον. Φιλύλλιος δὲ τὰς λαμπάδας δᾷδας καλεῖ. οὐ παλαιὸν δὲ εὕρημα λύχνος· φλογὶ δ’ οἱ παλαιοὶ τῆς τε δᾳδὸς καὶ τῶν
30ἄλλων ξύλων ἐχρῶντο. κοιμίσαι λύχνον, Φρύνιχός φησι. Νίκανδρος δ’ ὁ Κολοφώνιος ἑλάνην φησὶ τὴν τῶν καλάμων δέσμην. λύχνα δ’ οὐδετέρως εἶπεν Ἡρόδοτος. λυχνοκαυτίαν δὲ Κηφισόδωρος ἣν οἱ πολλοὶ λυχναψίαν. ἀσσαρίου κανδήλας πρίω, φησὶν ὁ παρὰ τῷ ῥήτορι τούτῳ Κύνουλκος. Κλέαρχος ὁ Σολεὺς τὴν Λητώ φησιν ἐκ Χαλκίδος τῆς Εὐβοίας ἀνα‐
35κομίζουσαν εἰς Δελφοὺς Ἀπόλλωνα καὶ Ἄρτεμιν γενέσθαι περὶ τὸ τοῦ κληθέντος Πύθωνος σπήλαιον. καὶ φερομένου τοῦ Πύθωνος ἐπ’ αὐτοὺς ἡ Λητὼ τῶν παίδων τὸν ἕτερον ἐν ἀγκάλαις ἔχουσα, προβᾶσα λίθῳ ὃς ἀνά‐
κειται παρὰ τὴν ἐν Δελφοῖς πλάτανον, τῆς τότε πράξεως μίμησις γενό‐161 in vol. 2.2

2,2

162

μενος, εἶπεν· ἵε παῖ. τυχεῖν δὲ τόξα μετὰ χεῖρας ἔχοντα τὸν Ἀπόλλωνα. τοῦτο δ’ ἐστὶν ὡς ἂν εἴπῃ τις· ἄφιε παῖ, βάλλε παῖ. διὸ ἀπὸ τούτου φασὶ λεχθῆναι τὸ ἵε παῖ καὶ ἵε παιών. ἔνιοι δὲ παρεγκλίνοντες τὴν λέξιν καὶ ἐπὶ τοῖς δεινοῖς ἀλεξητήριόν τινα παροιμίαν φασίν· ἰὴ παιών, καὶ οὐχί· ἵε
5παῖ. πολλοὶ δὲ καὶ ἐπὶ τοῖς τέλος ἔχουσιν ἐπιφθεγγόμενοι ἐν παροιμίαις δὲ ὡς οὐχ ἁπλῶς ἐφύμνιόν φασι τοῦτο δὴ τὸ λεγόμενον· ἰὴ παιών, διὰ δὲ τὸ λίαν ἡμῖν εἶναι σύνηθες λανθάνον ὂν ἐν παροιμίᾳ. τὸ δ’ ὑφ’ Ἡρακλείδου τοῦ Ποντικοῦ λεχθὲν φανερῶς πέπλασται, ἐπὶ σπονδαῖς πρῶτον εἰπεῖν τὸν θεόν· ἵη παίαν ἵε παίων. ἐκ ταύτης γὰρ τῆς πίστεως τὸ τρίμετρον καλού‐
10μενον ἀνατίθησιν αὐτῷ φάσκων τοῦ θεοῦ τοῦθ’ ἑκάτερον εἶναι τῶν μέτρων, ὅτι μακρῶν μὲν τῶν πρώτων δύο συλλαβῶν γενομένων ἰὴ παιάν ἡρῷον γίνεται, βραχέως δὲ λεχθεισῶν ἰαμβεῖον· δῆλον οὖν ὅτι καὶ τὸν ἴαμβον ἀναθετέον αὐτῷ. βραχειῶν γοῦν γινομένων εἰ δύο τὰς ἁπασῶν τελευταίας συλλαβὰς εἰς μακρὰν ποιήσει τις, ὁ Ἱππώνακτος ἴαμβος ἔσται.
15 ὅτι ἐν τῷ βυρσηναίων καλουμένῳ χορῷ ἕκαστον τὸ δοκοῦν ἑαυτῷ κατᾷσαι δεῖ, προσέχοντα οὐδὲν τῷ προκαθημένῳ καὶ διδάσκοντι τὸν χορόν. ὅτι ἔθος ἦν ἀναστᾶσι τοῦ δείπνου καὶ σπείσασι τὸ λοιπὸν τοῦ ἀκράτου τῷ διδόντι παιδὶ ἐκπιεῖν διδόναι. ὅτι παιᾶνα εἰς Ὑγείαν ἐποίησε τόνδε Ἀρίφρων ὁ Σικυώνιος· Ὑγίεια,
20πρεσβίστα μακάρων, μετὰ σοῦ ναίοιμι τὸ λειπόμενον βιοτᾶς, σὺ δέ μοι πρόφρων σύνοικος εἴης. εἰ γάρ τις ἢ πλούτου χάρις ἢ τεκέων τᾶς ἰσο‐ δαίμονος ἀνθρώποις βασιληίδος τ’ ἀρχᾶς ἢ πόθων, οὓς κρυφίοις Ἀφροδίτας ἄρκυσιν θηρεύομεν, ἢ εἴ τις ἄλλα θεόθεν ἀνθρώποισι τέρψις ἢ πόνων ἀμπνοὰ πέφανται, μετὰ σεῖο, μάκαιρα Ὑγίεια, τέθαλε πάντα καὶ λάμπει Χαρίτων
25ὄαρι· σέθεν δὲ χωρὶς οὔτις εὐδαίμων. τί κάλλιον ἀρχομένοις ἢ κατα‐
παυομένοις ἢ τὸ ποθεινότατον;162 in vol. 2.2