TLG 0008 002 :: ATHENAEUS :: Fragmentum ATHENAEUS Soph., Scriptor Deipnosophistarum, fiq Athenaeus Epigr. Cf. et ATHENAEUS Epigr. (0141) Fragmentum Source: FGrH #166. : 2B:891–892. Citation: Volume-Jacoby#-F — fragment — (line) | ||
2b,166,F1 | ATHEN. V 47 p. 211 A—D: ἐπαινῶ δ’ ἐγώ, ἄνδρες φίλοι, τὸ γενόμενον παρ’ Ἀλεξάνδρωι τῶι βασιλεῖ τῆς Συρίας συμπόσιον. ὁ δ’ Ἀλέξανδρος οὗτος ἦν Ἀντιόχου τοῦ Ἐπιφανοῦς υἱὸς ὑποβληθείς, δι’ ὃ εἶχον μῖσος πάντες ἄνθρωποι εἰς Δημήτριον. περὶ οὗ ἱστόρησεν ὁ | |
5 | ἑταῖρος ἡμῶν Ἀθήναιος ἐν τοῖς Περὶ τῶν ἐν Συρίαι βασιλευσάντων. τὸ 〈μὲν〉 οὖν συμπόσιον τοῦτο τοιόνδε τι ἐγένετο. Διογένης ὁ Ἐπικούρειος, ἕξιν ἔχων ἱκανὴν ἐν οἷς μετεχειρίζετο λόγοις, τὸ μὲν γένος ἦν ἐκ Σελευκείας τῆς ἐν Βαβυλωνίαι, ἀποδοχῆς δ’ ἐτύγχανε παρὰ τοῦ βασιλέως καίτοι τοῖς ἀπὸ τῆς Στοᾶς λόγοις χαίροντι. ἐπολυώρει οὖν αὐτὸν ὁ Ἀλέξανδρος καί‐ | |
---|---|---|
10 | περ ὄντα τῶι βίωι φαῦλον, ἔτι δὲ βλάσφημον καὶ βάσκανον ἕνεκά τε τοῦ γελοίου μηδὲ τῶν βασιλέων ἀπεχόμενον· καὶ αἰτησαμένωι αὐτῶι φιλοσοφίας ἀλλοτρίαν αἴτησιν, ὅπως πορφυροῦν τε χιτωνίσκον φορήσει καὶ χρυσοῦν στέφανον ἔχοντα πρόσωπον Ἀρετῆς κατὰ μέσον, ἧς ἱερεὺς ἠξίου προσα‐ | |
γορεύεσθαι, συνεχώρησε καὶ τὸν στέφανον προσχαρισάμενος. ἅπερ ὁ | 2 | |
15 | Διογένης ἐρασθείς τινος λυσιωιδοῦ γυναικὸς ἐχαρίσατο αὐτῆι. ἀκούσας δ’ ὁ Ἀλέξανδρος καὶ συναγαγὼν φιλοσόφων καὶ ἐπισήμων ἀνδρῶν συμπόσιον ἐκάλεσε καὶ τὸν Διογένη· καὶ παραγενόμενον ἠξίου κατακλίνεσθαι ἔχοντα τὸν στέφανον καὶ τὴν ἐσθῆτα. ἄκαιρον δ’ εἶναι εἰπόντος νεύσας εἰσαγαγεῖν ἐκέλευσε τὰ ἀκούσματα, ἐν οἷς καὶ ἡ λυσιωιδὸς εἰσῆλθεν ἐστεφανωμένη τὸν | |
20 | τῆς Ἀρετῆς στέφανον, ἐνδῦσα καὶ τὴν πορφυρᾶν ἐσθῆτα. γέλωτος οὖν πολλοῦ καταραγέντος ἔμενεν ὁ φιλόσοφος καὶ τὴν λυσιωιδὸν ἐπαινῶν οὐκ ἐπαύσατο. τοῦτον τὸν Διογένη ὁ μεταλαβὼν τὴν βασιλείαν Ἀντίοχος οὐκ ἐνέγκας αὐτοῦ τὴν κακολογίαν ἀποσφαγῆναι ἐκέλευσεν. ὁ δ’ Ἀλέξανδρος | |
προσηνὴς ἦν πᾶσι καὶ φιλόλογος ἐν ταῖς ὁμιλίαις .... | 891 |