TLG 0007 148 :: PLUTARCHUS :: Fragmenta

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Fragmenta

Source: FGrH #388. : 3B:264–265.

Citation: Volume-Jacoby#-F — fragment — (line)

3b,388,F

1

EUSEB. P. E. 3 prooem. 5: καὶ τί με δεῖ ταῦτα προλαμβάνειν, αὐτοῦ παρὸν ἀκοῦσαι τοῦ ἀνδρὸς (scil. τοῦ Χαιρωνέως Πλουτάρχου) ὧδέ πως ἐν οἷς ἔγραψε Περὶ τῶν ἐν Πλαταιαῖς Δαιδάλων τὰ λανθάνοντα τοὺς πολλοὺς τῆς ἀπορρήτου περὶ θεῶν φυσιολογίας ἐκφαίνοντος ......
5 (c. 1, 3) ... ἱστοροῦσι τὴν Ἥραν ἐν τῆι Εὐβοίαι τρεφομένην ἔτι παρθένον ὑπὸ τοῦ Διὸς κλαπῆναι καὶ διακομισθεῖσαν ἐνταῦθα κρύπτεσθαι, Κιθαιρῶνος αὐτοῖς ἐπίσκιόν τινα μυχὸν καὶ θάλαμον αὐτοφυῆ παρασχόντος. ἐλθούσης δὲ τῆς Μακρίδος κατὰ ζήτησιν—ἦν δὲ Ἥρας τιθήνη—καὶ βουλομένης ἐρευνᾶν, οὐκ ἐᾶν τὸν Κιθαιρῶνα πολυπραγμονεῖν, οὐδὲ τῶι χωρίωι προσάγειν, ὡς τοῦ
10Διὸς ἐκεῖ τῆι Λητοῖ συναναπαυομένου καὶ συνδιατρίβοντος. ἀπελθούσης δὲ τῆς Μακρίδος, οὕτω τότε μὲν διαλαθεῖν τὴν Ἥραν, ὕστερον δὲ τῆι Λητοῖ χάριν ἀπομνημονεύουσαν ὁμοβώμιον θέσθαι καὶ σύνναον, ὥστε καὶ Λητοῖ Μυχίαι προθύεσθαι. τινὲς δὲ νυχίαν λέγουσι· σημαίνεται δὲ ἐν ἑκατέρωι τῶν ὀνομάτων τὸ κρύφιον καὶ διαλεληθός. ἔνιοι δὲ τὴν Ἥραν αὐτὴν ἐκεῖ τῶι Διὶ λάθρα συνοῦ‐
15σαν καὶ λανθάνουσαν οὕτω Λητώ φασιν νυχίαν προσηγορεῦσθαι. φανερῶν δὲ τῶν γάμων γενομένων, καὶ περὶ τὸν Κιθαιρῶνα πρῶτον ἐνταῦθα καὶ τὰς Πλα‐ ταιὰς τῆς ὁμιλίας ἀνακαλυφθείσης, Ἥραν τελείαν καὶ γαμήλιον αὐτὴν προσα‐ γορευθῆναι ...... (6) δεῖ δὲ ἴσως καὶ τὸν εὐηθέστερον μῦθον εἰπεῖν. λέγεται γὰρ ὁ Ζεύς, τῆς Ἥρας αὐτῶι διαφερομένης καὶ μηκέτι φοιτᾶν εἰς τὸ αὐτὸ βου‐
20λομένης, ἀλλὰ κρυπτούσης ἑαυτήν, ἀμηχανῶν καὶ πλανώμενος Ἀλαλκομένει τῶι αὐτόχθονι συντυχεῖν, καὶ διδαχθῆναι ὑπὸ τούτου ὡς ἐξαπατητέον τὴν Ἥραν,
σκηψάμενον γαμεῖν ἑτέραν. συνεργοῦντος δὲ τοῦ Ἀλαλκομένους, κρύφα τεμόντας αὐτοὺς εὐκτέανον καὶ παγκάλην δρῦν μορφῶσαί τε αὐτὴν καὶ καταστεῖλαι νυμφικῶς Δαιδάλην προσαγορεύσαντας· εἶτα οὕτως ἀναμέλπεσθαι μὲν τὸν3
25ὑμέναιον, λουτρὰ δὲ κομίζειν τὰς Τριτωνίδας νύμφας, αὐλοὺς δὲ καὶ κώμους τὴν Βοιωτίαν παρασχεῖν. περαινομένων δὲ τούτων οὐκέτι τὴν Ἥραν καρτερεῖν, ἀλλὰ καταβᾶσαν ἐκ τοῦ Κιθαιρῶνος, τῶν Πλαταιίδων αὐτῆι γυναικῶν ἑπομέ‐ νων, ὑπ’ ὀργῆς καὶ ζηλοτυπίας θέουσαν ἐλθεῖν πρὸς τὸν Δία· καὶ τοῦ πλάσματος φανεροῦ γενομένου, διαλλαγεῖσαν μετὰ χαρᾶς καὶ γέλωτος αὐτὴν νυμφαγωγεῖν·
30τιμὴν δὲ τῶι ξοάνωι προσθεῖναι, καὶ Δαίδαλα τὴν ἑορτὴν προσαγορεῦσαι· κατακαῦσαι δὲ ὅμως αὐτό, καίπερ ἄψυχον ὄν, ὑπὸ ζηλοτυπίας .... ταῦτα μὲν ὁ Πλούταρχος.

3b,388,F

2

EUSEB. P. E. 3, 8, 1: λέγει δ’ οὖν Πλούταρχος ὧδέ πη κατὰ λέξιν· «ἡ δὲ τῶν ξοάνων ποίησις ἀρχαῖον ἔοικεν εἶναί τι καὶ παλαιόν, εἴ γε ξύλινον μὲν ἦν τὸ πρῶτον εἰς Δῆλον ὑπὸ Ἐρυσίχθονος Ἀπόλλωνι ἐπὶ τῶν θεωριῶν ἄγαλμα, ξύλινον δὲ τὸ τῆς Πολιάδος ὑπὸ τῶν αὐτοχθόνων ἱδρυθέν, ὃ μέχρι νῦν
5Ἀθηναῖοι διαφυλάττουσιν. Ἥρας δὲ καὶ Σάμιοι ξύλινον εἶχον ἕδος, ὥς φησι Καλλίμαχος (F 105 Schn; 100 Pf) ‘οὔπω Σκέλμιον ἔργον ἐύξοον, ἀλλ’ ἐπὶ τεθμὸν / δηναιὸν γλυφάνων ἄξοος ἦσθα σανίς· / ὧδε γὰρ ἱδρύοντο θεοὺς τότε· καὶ γὰρ Ἀθήνης / ἐν Λίνδωι Δαναὸς † λίθον ἔθηκεν ἕδοσ‘. λέγεται δὲ Πείρας ὁ πρῶτος Ἀργολίδος Ἥρας ἱερὸν εἱσάμενος 〈καὶ〉 τὴν ἑαυτοῦ θυγατέρα Καλλί‐
10θυιαν ἱέρειαν καταστήσας, ἐκ τῶν περὶ Τίρυνθα δένδρων ὄγχνην τεμὼν εὐκτέανον Ἥρας ἄγαλμα μορφῶσαι· πέτραν μὲν γὰρ εἰς θεοῦ κόπτειν εἰκόνα σκληρὰν καὶ δύσεργον καὶ ἄψυχον οὐκ ἐβούλοντο, χρυσὸν δὲ καὶ ἄργυρον ἡγοῦντο γῆς ἀκάρπου καὶ διεφθαρμένης χρώματα νοσώδη καὶ κηλῖδας ἐξανθεῖν ὥσπερ μώ‐ λωπας ὑπὸ πυρὸς ῥαπισθείσης, ἐλέφαντι δὲ παίζοντες μὲν ἔσθ’ ὅπου προεχρῶντο
15ποικίλματι τρυφῆς». ταῦτα ὁ Πλούταρχος.264