TLG 0007 141 :: PLUTARCHUS :: De latenter vivendo (1128a–1130e) PLUTARCHUS Biogr.
Phil. De latenter vivendo (1128a–1130e) Citation: Stephanus page — section — (line) | ||
t1 | ΕΙ ΚΑΛΩΣ ΕΙΡΗΤΑΙ ΤΟ ΛΑΘΕ ΒΙΩΣΑΣ | |
1128A | Ἀλλ’ οὐδ’ ὁ τοῦτ’ εἰπὼν λαθεῖν ἠθέλησεν· αὐτὸ γὰρ τοῦτ’ εἶπεν, ἵνα μὴ λάθῃ, ὥς τι φρονῶν περιττότερον, | |
1128B | ἐκ τῆς εἰς ἀδοξίαν προτροπῆς δόξαν ἄδικον ποριζόμενος. | |
1 | ‘μισῶ σοφιστήν, ὅστις οὐχ αὑτῷ σοφόσ‘ (Eur. fr. 905). | |
---|---|---|
2 | τοὺς μὲν γὰρ περὶ Φιλόξενον τὸν Ἐρύξιδος καὶ Γνάθωνα τὸν Σικελιώτην ἐπτοημένους περὶ τὰ ὄψα λέγουσιν | |
5 | ἐναπομύττεσθαι ταῖς παροψίσιν, ὅπως τοὺς συνεσθίοντας διατρέψαντες αὐτοὶ μόνοι τῶν παρακειμένων ἐμφορηθῶ‐ σιν· οἱ δ’ ἀκράτως φιλόδοξοι καὶ κατακόρως διαβάλλουσιν ἑτέροις τὴν δόξαν ὥσπερ ἀντερασταῖς, ἵνα τυγχάνωσιν αὐτῆς ἀνανταγωνίστως, καὶ ταὐτὰ τοῖς ἐρέσσουσι ποιοῦ‐ | |
10 | σιν· ὡς γὰρ ἐκεῖνοι, πρὸς τὴν πρύμναν ἀφορῶντες τῆς | |
1128C | νεὼς τῇ κατὰ πρῷραν ὁρμῇ συνεργοῦσιν, ὡς ἂν ἐκ τῆς ἀνακοπῆς παλίρροια καταλαμβάνουσα συνεπωθῇ τὸ πορθ‐ μεῖον, οὕτως οἱ τὰ τοιαῦτα παραγγέλματα διδόντες ὥσπερ ἀπεστραμμένοι τὴν δόξαν διώκουσιν. ἐπεὶ τί λέγειν ἔδει | 216 |
5 | τοῦτο, τί δὲ γράφειν καὶ γράψαντα ἐκδιδόναι πρὸς τὸν μετὰ ταῦτα χρόνον, εἰ λαθεῖν ἐβούλετο; 〈ἢ λαθεῖν ἐβού‐ λετο〉 τοὺς ὄντας ὁ μηδὲ τοὺς ἐσομένους; Ἀλλὰ τοῦτο μὲν 〈ἐῶμεν〉· αὐτὸ 〈δὲ〉 τὸ πρᾶγμα πῶς οὐ πονηρόν; ‘λάθε βιώσασ‘—ὡς τυμβωρυχήσας; | |
10 | ἆρ’ αἰσχρόν ἐστι τὸ ζῆν, ἵν’ ἀγνοώμεθα πάντες; ἐγὼ δ’ ἂν εἴποιμι· ‘μηδὲ κακῶς βιώσας λάθε, ἀλλὰ γνώσθητι σωφρονίσθητι μετανόησον· εἴτ’ ἀρετὴν ἔχεις, μὴ γένῃ | |
1128D | ἄχρηστος, εἴτε κακίαν, μὴ μείνῃς ἀθεράπευτος.‘ μᾶλλον δὲ διελοῦ καὶ διόρισον, τίνι τοῦτο προστάττεις· εἰ μὲν ἀμαθεῖ καὶ πονηρῷ καὶ ἀγνώμονι, οὐδὲν διαφέρεις τοῦ λέγοντος ‘λάθε πυρέττων‘ καὶ ‘λάθε φρενιτίζων, μὴ γνῷ | |
5 | σε ὁ ἰατρός· ἴθι ῥίψας ποι κατὰ σκότους σεαυτόν, ἀγνοού‐ μενος σὺν τοῖς πάθεσιν‘. 〈φῂς γὰρ〉 καὶ σύ· ‘ἴθι τῇ κακίᾳ νόσον ἀνήκεστον νοσῶν καὶ ὀλέθριον, ἀποκρύπτων τοὺς φθόνους, τὰς δεισιδαιμονίας ὥσπερ τινὰς σφυγμούς, δεδιὼς παρασχεῖν τοῖς νουθετεῖν καὶ ἰᾶσθαι δυναμένοις.‘ οἱ δὲ | |
10 | σφόδρα παλαιοὶ καὶ τοὺς νοσοῦντας φανερῶς † προσεῖχον· | |
1128E | τούτων δ’ ἕκαστος εἴ τι πρόσφορον ἔχοι, παθὼν αὐτὸς ἢ | |
παθόντα θεραπεύσας, ἔφραζε τῷ δεομένῳ· καὶ τέχνην οὕτω φασὶν ἐκ πείρας συνερανιζομένην μεγάλην γενέ‐ σθαι. ἔδει δὴ καὶ τοὺς νοσώδεις βίους καὶ τὰ τῆς ψυχῆς | 217 | |
5 | παθήματα πᾶσιν ἀπογυμνοῦν, καὶ ἅπτεσθαι καὶ λέγειν ἕκαστον ἐπισκοποῦντα τὰς διαθέσεις· ‘ὀργίζῃ; τοῦτο φύλαξαι· ζηλοτυπεῖς; ἐκεῖνο ποίησον· ἐρᾷς; κἀγώ ποτ’ ἠράσθην ἀλλὰ μετενόησα.‘ νῦν δ’ ἀρνούμενοι ἀποκρυπτό‐ μενοι περιστέλλοντες ἐμβαθύνουσι τὴν κακίαν ἑαυτοῖς. | |
10 | καὶ μὴν εἴ γε τοῖς χρηστοῖς λανθάνειν καὶ ἀγνο‐ εῖσθαι παραινεῖς, Ἐπαμεινώνδᾳ λέγεις ‘μὴ στρατήγει‘ | |
1128F | καὶ Λυκούργῳ ‘μὴ νομοθέτει‘ καὶ Θρασυβούλῳ ‘μὴ τυ‐ ραννοκτόνει‘ καὶ Πυθαγόρᾳ ‘μὴ παίδευε‘ καὶ Σωκράτει ‘μὴ διαλέγου‘, καὶ σεαυτῷ πρῶτον, Ἐπίκουρε ‘μὴ γράφε τοῖς ἐν Ἀσίᾳ φίλοις μηδὲ τοὺς ἀπ’ Αἰγύπτου ξενολόγει | |
1129A | μηδὲ τοὺς Λαμψακηνῶν ἐφήβους δορυφόρει· | μηδὲ διά‐ πεμπε βίβλους, πᾶσι καὶ πάσαις ἐπιδεικνύμενος τὴν σο‐ φίαν, μηδὲ διατάσσου περὶ ταφῆς.‘ τί γὰρ αἱ κοιναὶ τρά‐ πεζαι; τί δ’ αἱ τῶν ἐπιτηδείων καὶ καλῶν σύνοδοι; τί δ’ | |
5 | αἱ τοσαῦται μυριάδες στίχων ἐπὶ Μητρόδωρον, ἐπ’ Ἀρι‐ στόβουλον, ἐπὶ Χαιρέδημον γραφόμεναι καὶ συντασσό‐ μεναι φιλοπόνως, ἵνα μηδ’ ἀποθανόντες λάθωσιν, ἂν ἀμνηστίαν νομοθετῇς ἀρετῇ καὶ ἀπραξίαν τέχνῃ καὶ σιω‐ πὴν φιλοσοφίᾳ καὶ λήθην εὐπραγίᾳ; | |
10 | Εἰ δ’ ἐκ τοῦ βίου καθάπερ ἐκ συμποσίου φῶς ἀναι‐ | |
ρεῖς τὴν γνῶσιν, ὡς πάντα ποιεῖν πρὸς ἡδονὴν ἐξῇ λαν‐ | 218 | |
1129B | θάνουσιν, 〈λέγε μοι〉 ‘λάθε βιώσασ‘. πάνυ μὲν οὖν, ἂν μεθ’ Ἡδείας βιοῦν μέλλω τῆς ἑταίρας καὶ Λεοντίῳ συγ‐ καταζῆν καί ‘τῷ καλῷ προσπτύειν‘ καὶ τἀγαθόν ‘ἐν σαρκὶ καὶ γαργαλισμοῖσ‘ τίθεσθαι· ταῦτα δεῖται σκότους τὰ | |
5 | τέλη, ταῦτα νυκτός, ἐπὶ ταῦτα τὴν λήθην καὶ τὴν ἄγνοιαν. ἐὰν δέ τις ἐν μὲν φυσικοῖς θεὸν ὑμνῇ καὶ δίκην καὶ πρό‐ νοιαν, ἐν δ’ ἠθικοῖς νόμον καὶ κοινωνίαν καὶ πολιτείαν, ἐν δὲ πολιτείᾳ τὸ καλὸν ἀλλὰ μὴ τὴν χρείαν, διὰ τί λάθῃ βιώσας; ἵνα μηδένα παιδεύσῃ, μηδενὶ ζηλωτὸς ἀρετῆς | |
10 | μηδὲ παράδειγμα καλὸν γένηται; εἰ Θεμιστοκλῆς | |
1129C | Ἀθηναίους ἐλάνθανεν, οὐκ ἂν ἡ Ἑλλὰς ἀπεώσατο Ξέρξην· εἰ Ῥωμαίους Κάμιλλος, οὐκ ἂν ἡ Ῥώμη πόλις ἔμεινεν· εἰ Δίωνα Πλάτων, οὐκ ἂν ἠλευθερώθη ἡ Σικελία. ὡς γὰρ οἶμαι τὸ φῶς οὐ μόνον φανεροὺς ἀλλὰ καὶ χρησίμους καθ‐ | |
5 | ίστησιν ἡμᾶς ἀλλήλοις, οὕτως ἡ γνῶσις οὐ μόνον δόξαν ἀλλὰ καὶ πρᾶξιν ταῖς ἀρεταῖς δίδωσιν. Ἐπαμεινώνδας γοῦν εἰς τεσσαρακοστὸν ἔτος ἀγνοηθεὶς οὐδὲν ὤνησε Θηβαίους· ὕστερον δὲ πιστευθεὶς καὶ ἄρξας τὴν μὲν πόλιν ἀπολλυ‐ μένην ἔσωσε, τὴν δ’ Ἑλλάδα δουλεύουσαν ἠλευθέρωσε, | |
10 | καθάπερ ἐν φωτὶ τῇ δόξῃ τὴν ἀρετὴν ἐνεργὸν ἐπὶ καιροῦ παρασχόμενος. | |
11 | ||
1129D | ‘λάμπει γὰρ ἐν χρείαισιν ὥσπερ εὐγενὴς | |
χαλκός, χρόνῳ δ’ ἀργῆσαν ἤμυσεν‘ οὐ μόνον ‘στέγοσ‘ ὥς φησι Σοφοκλῆς (fr. 780), ἀλλὰ καὶ ἦθος ἀνδρός, οἷον εὐρῶτα καὶ γῆρας ἐν ἀπραξίᾳ δι’ ἀγνοίας | 219 | |
5 | ἐφελκόμενον. ἡσυχία δὲ κωφὴ καὶ βίος ἑδραῖος ἐπὶ σχολῆς ἀποκείμενος οὐ μόνον σώματα ἀλλὰ καὶ ψυχὰς μαραίνει· καὶ καθάπερ τὰ λανθάνοντα τῶν ὑδάτων τῷ περισκιάζε‐ σθαι καὶ καθῆσθαι μὴ ἀπορρέοντα σήπεται, οὕτω τῶν ἀκινήτων βίων, ὡς ἔοικεν, ἄν τι χρήσιμον ἔχωσι, [μὴ | |
10 | ἀπορρεόντων μηδὲ πινομένων] φθείρονται καὶ ἀπογηρά‐ σκουσιν αἱ σύμφυτοι δυνάμεις. Οὐχ ὁρᾷς, ὅτι νυκτὸς μὲν ἐπιούσης τά τε σώματα | |
1129E | δυσεργεῖς βαρύτητες ἴσχουσι καὶ τὰς ψυχὰς ὄκνοι κατα‐ λαμβάνουσιν ἀδρανεῖς, καὶ συσταλεὶς ὁ λογισμὸς εἰς αὑτὸν ὥσπερ πῦρ ἀμαυρὸν ὑπ’ ἀργίας καὶ κατηφείας μικρὰ διεσπασμέναις πάλλεται φαντασίαις, ὅσον αὐτὸ τὸ ζῆν τὸν | |
5 | ἄνθρωπον ὑποσημαίνων, ‘ἦμος δ’ ἠπεροπῆας ἀπεπτοίησεν ὀνείρουσ‘ ὁ ἥλιος ἀνασχὼν καὶ καθάπερ εἰς ταὐτὸ συμ‐ μίξας ἐπέστρεψε καὶ συνώρμησε τῷ φωτὶ τὰς πράξεις καὶ τὰς νοήσεις τὰς ἁπάντων, ὥς φησι Δημόκριτος (B 158), ‘νέα ἐφ’ ἡμέρῃ φρονέοντεσ‘ ἅνθρωποι, τῇ πρὸς ἀλλήλους | |
10 | ὁρμῇ καθάπερ ἀρτήματι συντόνῳ σπασθέντες ἄλλος ἀλλα‐ χόθεν ἐπὶ τὰς πράξεις ἀνίστανται; | |
1129F | Δοκῶ δ’ ἐγὼ καὶ τὸ ζῆν αὐτὸ καὶ ὅλως τὸ φῦναι καὶ | |
μετασχεῖν ἀνθρώπῳ γενέσεως εἰς γνῶσιν ὑπὸ θεοῦ δο‐ θῆναι. ἔστι δ’ ἄδηλος καὶ ἄγνωστος ἐν τῷ παντὶ πόλῳ [καὶ] κατὰ μικρὰ καὶ σποράδην φερόμενος· ὅταν δὲ γένηται, | 220 | |
5 | συνερχόμενος αὑτῷ καὶ λαμβάνων μέγεθος ἐκλάμπει καὶ καθίσταται δῆλος ἐξ ἀδήλου καὶ φανερὸς ἐξ ἀφανοῦς. οὐ γὰρ εἰς οὐσίαν ὁδὸς ἡ γένεσις, ὡς ἔνιοι λέγουσιν, ἀλλ’ οὐσίας εἰς γνῶσιν· οὐ γὰρ ποιεῖ τῶν γινομένων ἕκαστον | |
1130A | ἀλλὰ δείκνυσιν, | ὥσπερ οὐδ’ ἡ φθορὰ τοῦ ὄντος ἄρσις εἰς τὸ μὴ ὄν ἐστιν, ἀλλὰ μᾶλλον εἰς τὸ ἄδηλον ἀπαγωγὴ τοῦ διαλυθέντος. ὅθεν δὴ τὸν μὲν ἥλιον Ἀπόλλωνα κατὰ τοὺς πατρίους καὶ παλαιοὺς θεσμοὺς νομίζοντες Δήλιον | |
5 | καὶ Πύθιον προσαγορεύουσι· τὸν δὲ τῆς ἐναντίας κύριον μοίρας, εἴτε θεὸς εἴτε δαίμων ἐστίν, ὀνομάζουσιν, ὡς ἂν εἰς ἀειδὲς καὶ ἀόρατον ἡμῶν, ὅταν διαλυθῶμεν, βαδιζόν‐ των, ‘νυκτὸς ἀιδνᾶς ἀεργηλοῖό θ’ ὕπνου κοίρανον‘ (fr. mel. chor. adesp. 13 D.). οἶμαι δὲ καὶ τὸν ἄνθρωπον αὐτὸν οὑ‐ | |
10 | τωσὶ φῶτα καλεῖν τοὺς παλαιούς, ὅτι τοῦ γινώσκεσθαι καὶ | |
1130B | γινώσκειν ἑκάστῳ διὰ συγγένειαν ἔρως ἰσχυρὸς ἐμπέφυκεν. αὐτήν τε τὴν ψυχὴν ἔνιοι τῶν φιλοσόφων φῶς εἶναι τῇ οὐσίᾳ νομίζουσιν, ἄλλοις τε χρώμενοι τεκμηρίοις καὶ ὅτι τῶν ὄντων μάλιστα τὴν μὲν ἄγνοιαν ἡ ψυχὴ δυσανασχετεῖ | |
5 | καὶ πᾶν τὸ ἀφεγγὲς ἐχθαίρει καὶ ταράττεται 〈πρὸσ〉 τὰ σκοτεινά, φόβου καὶ ὑποψίας ὄντα πλήρη πρὸς αὐτήν· ἡδὺ δ’ αὐτῇ καὶ ποθεινὸν οὕτω τὸ φῶς ἐστιν, ὥστε μηδ’ ἄλλῳ τινὶ τῶν φύσει τερπνῶν ἄνευ φωτὸς ὑπὸ σκότους χαίρειν, | |
ἀλλὰ τοῦτο πᾶσαν ἡδονὴν καὶ πᾶσαν διατριβὴν καὶ ἀπό‐ | 221 | |
10 | λαυσιν, ὥσπερ τι κοινὸν ἥδυσμα καταμιγνύμενον, ἱλαρὰν | |
1130C | ποιεῖ καὶ φιλάνθρωπον. ὁ δ’ εἰς τὴν ἄγνοιαν αὑτὸν ἐμβάλ‐ λων καὶ σκότος περιαμπισχόμενος καὶ κενοταφῶν τὸν βίον ἔοικεν αὐτὴν βαρύνεσθαι τὴν γένεσιν καὶ ἀπαυδᾶν πρὸς τὸ εἶναι. | |
5 | † Καίτοι τῆς γε δόξης καὶ τοῦ εἶναι φύσιν εὐσεβῶν χῶρον, | |
6 | ‘τοῖσι λάμπει μένος ἀελίου τὰν ἐνθάδε νύκτα κάτω, φοινικορόδοις ἐνὶ λειμώνεσσι‘ (Pind. fr. 129), | |
8 | καὶ [τοῖσιν] † ἀκάρπων μὲν ἀνθηρῶν καὶ σκυθίων δένδρων | |
10 | ἄνθεσι τεθηλὸς ἀναπέπταται πεδίον, καὶ ποταμοί τινες ἄκλυστοι καὶ λεῖοι διαρρέουσι, καὶ διατριβὰς ἔχουσιν ἐν μνήμαις καὶ λόγοις τῶν γεγονότων καὶ ὄντων παραπέμ‐ ποντες αὑτοὺς καὶ συνόντες. ἡ δὲ τρίτη τῶν ἀνοσίως | |
1130D | βεβιωκότων καὶ παρανόμως ὁδός ἐστιν, εἰς ἔρεβός τι καὶ | |
βάραθρον ὠθοῦσα τὰς ψυχάς, ‘ἔνθεν τὸν ἄπειρον ἐρεύγονται σκότον βληχροὶ δνοφερᾶς νυκτὸς ποταμοί‘ (Pind. fr. 130), | 222 | |
4 | ||
5 | δεχόμενοι καὶ ἀποκρύπτοντες ἀγνοίᾳ καὶ λήθῃ τοὺς κολα‐ ζομένους. οὐ γὰρ οὔτε γῦπες κειμένων ἐν γῇ τῶν πονηρῶν κείρουσιν ἀεὶ τὸ ἧπαρ (κατακέκαυται γὰρ ἢ κατασέσηπεν), οὔτε βαρῶν τινων ἀχθοφορίαι θλίβουσι καὶ καταπονοῦσι τὰ σώματα τῶν κολαζομένων (‘οὐ γὰρ ἔτι σάρκας τε καὶ | |
10 | ὀστέα ἶνες ἔχουσιν‘, οὐδ’ ἔστιν ὑπόλειμμα σώματος τοῖς τεθνηκόσι τιμωρίας ἀπέρεισιν ἀντιτύπου δέξασθαι δυνά‐ | |
1130E | μενον)· ἀλλ’ ἓν κολαστήριον ὡς ἀληθῶς τῶν κακῶς βιω‐ σάντων, ἀδοξία καὶ ἄγνοια καὶ παντελῶς ἀφανισμός, αἴρων εἰς τὸν ἀμειδῆ ποταμὸν [ἀπὸ] τῆς Λήθης 〈καὶ〉 καταποντίζων εἰς ἄβυσσον καὶ ἀχανὲς πέλαγος, ἀχρη‐ | |
5 | στίαν καὶ ἀπραξίαν πᾶσάν τ’ ἄγνοιαν καὶ ἀδοξίαν συν‐ | |
εφελκόμενον. | 223 |