TLG 0007 137 :: PLUTARCHUS :: Stoicos absurdiora poetis dicere (1057c–1058e)

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Stoicos absurdiora poetis dicere (1057c–1058e)

Source: Westman, R. (post M. Pohlenz) (ed.), Plutarchi moralia, vol. 6.2, 2nd edn. Leipzig: Teubner, 1959: 59–61.

Citation: Stephanus page — section — (line)

t

1

ΟΤΙ ΠΑΡΑΔΟΞΟΤΕΡΑ ΟΙ ΣΤΩΙΚΟΙ
ΤΩΝ ΠΟΙΗΤΩΝ ΛΕΓΟΥΣΙΝ

1057

C

Ὁ Πινδάρου Καινεὺς εὔθυναν ὑπεῖχεν, ἀπιθάνως ἄρ‐

1057

D

ρηκτος σιδήρῳ καὶ ἀπαθὴς τὸ σῶμα πλασσόμενος, εἶτα καταδὺς ἄτρωτος ὑπὸ γῆν ‘σχίσας ὀρθῷ ποδὶ γᾶν‘ (fr. 167)· ὁ δὲ Στωικὸς Λαπίθης, ὥσπερ ἐξ ἀδαμαντίνης ὕλης ὑπ’ αὐτῶν τῆς ἀπαθείας κεχαλκευμένος, οὐκ ἄτρωτός ἐστιν
5οὐδ’ ἄνοσος οὐδ’ ἀναλγής, ἄφοβος δὲ μένει καὶ ἄλυπος καὶ ἀήττητος καὶ ἀβίαστος, τιτρωσκόμενος ἀλγῶν στρεβλού‐ μενος, ἐν κατασκαφαῖς πατρίδος ἐν πάθεσιν οἰκείοις. καὶ ὁ μὲν Πινδάρου Καινεὺς βαλλόμενος οὐ τιτρώσκεται· ὁ δὲ τῶν Στωικῶν σοφὸς ἐγκλειόμενος οὐ κωλύεται καὶ κατα‐

1057

E

κρημνιζόμενος οὐκ ἀναγκάζεται καὶ στρεβλούμενος οὐ βα‐ σανίζεται καὶ πηρούμενος οὐ βλάπτεται καὶ πίπτων ἐν τῷ παλαίειν ἀήττητός ἐστι καὶ περιτειχιζόμενος ἀπολιόρκη‐ τος καὶ πωλούμενος ὑπὸ τῶν πολεμίων ἀνάλωτος, οὐθὲν
5τῶν πλοίων διαφέρων, οἷς ἐπιγέγραπται μὲν Εὔπλοια καὶ Πρόνοια 〈καὶ〉 Σῴζουσα καὶ Θεραπεία, χειμάζεται δὲ καὶ
συντρίβεται καὶ ἀνατρέπεται. Ὁ Εὐριπίδου Ἰόλαος ἐξ ἀδρανοῦς καὶ παρήλικος εὐχῇ τινι νέος καὶ ἰσχυρὸς ἐπὶ τὴν μάχην ἄφνω γέγονεν (Heracl.59
10851 sqq.)· ὁ δὲ τῶν Στωικῶν σοφὸς χθὲς μὲν ἦν αἴσχιστος ἅμα καὶ κάκιστος, τήμερον δ’ ἄφνω μεταβέβληκεν εἰς

1057

F

ἀρετὴν καὶ γέγονεν ἐκ ῥυσοῦ καὶ ὠχροῦ καὶ κατ’ Αἰσχύλον (fr. 361) ‘ἐξ ὀσφυαλγοῦς καὶ ὀδυνοσπάδος λυγροῦ γέρον‐ τοσ‘ εὐπρεπὴς θεοειδὴς καλλίμορφος.

1058

A

Καὶ τοῦ Ὀδυσσέως ἡ Ἀθηνᾶ τὴν | ῥυσότητα καὶ φαλακρότητα καὶ ἀμορφίαν ἀφῄρηκεν, ὅπως φανείη καλός (ψ 156, π 172)· ὁ δὲ τούτων σοφός, οὐκ ἀπολιπόντος τὸ σῶμα τοῦ γήρως ἀλλὰ καὶ 〈κακὰ〉 προσεπιθέντος καὶ
5προσεπιχώσαντος, μένων κυρτός, ἂν οὕτω τύχῃ, νωδὸς ἑτερόφθαλμος οὔτ’ αἰσχρὸς οὔτε δύσμορφος οὔτε κακο‐ πρόσωπός ἐστιν. ὁ γὰρ Στωικὸς ἔρως, ὥσπερ οἱ κάν‐ θαροι λέγονται τὸ μὲν μύρον ἀπολείπειν τὰ δὲ δυσώδη διώκειν, οὕτως τοῖς αἰσχίστοις καὶ ἀμορφοτάτοις ὁμιλῶν,
10ὅταν εἰς εὐμορφίαν καὶ κάλλος ὑπὸ σοφίας μεταβάλωσιν, ἀποτρέπεται. Ὁ παρὰ τοῖς Στωικοῖς κάκιστος, ἂν οὕτω τύχῃ,

1058

B

πρωῒ δείλης ἄριστος, καὶ καταδαρθὼν ἔμπληκτος καὶ ἀμα‐ θὴς καὶ ἄδικος καὶ ἀκόλαστος καὶ ναὶ μὰ Δία δοῦλος καὶ πένης καὶ ἄπορος αὐθημερὸν ἀνίσταται [καὶ] βασιλεὺς καὶ πλούσιος καὶ ὄλβιος γεγονώς, σώφρων τε καὶ δίκαιος καὶ
5βέβαιος καὶ ἀδόξαστος, οὐ γένεια φύσας οὐδ’ ἥβην ἐν σώματι νέῳ καὶ ἁπαλῷ, ἀλλ’ ἐν ἀσθενεῖ καὶ ἁπαλῇ ψυχῇ καὶ ἀνάνδρῳ καὶ ἀβεβαίῳ νοῦν τέλειον, ἄκραν φρόνησιν, ἰσόθεον διάθεσιν, ἀδόξαστον ἐπιστήμην καὶ ἀμετάπτωτον
ἕξιν ἐσχηκώς, οὐδὲν ἐνδούσης πρότερον αὐτῷ τῆς μοχθη‐60
10ρίας, ἀλλ’ ἐξαίφνης ὀλίγου δέω εἰπεῖν ἥρως τις ἢ δαίμων ἢ θεὸς ἐκ θηρίων τοῦ κακίστου γενόμενος. ἐκ τῆς Στοᾶς

1058

C

γὰρ λαβόντα τὴν ἀρετὴν ἔστιν εἰπεῖν ‘εὖξαι εἴ τι βούλει· πάντα σοι γενήσεται‘· πλοῦτον φέρει, βασιλείαν ἔχει, τύχην δίδωσιν, εὐπότμους ποιεῖ καὶ ἀπροσδεεῖς καὶ αὐτάρκεις, μίαν οἴκοθεν δραχμὴν οὐκ ἔχοντας. ὁ μὲν γὰρ ποι‐
5ητικὸς μῦθος τὸ κατὰ λόγον φυλάττων οὐδαμοῦ προλείπει τὸν Ἡρακλέα τῶν ἀναγκαίων δεόμενον, ἀλλ’ ὥσπερ ἐκ πηγῆς ἐπιρρεῖ *** αὐτῷ καὶ τοῖς συνοῦσιν· ὁ δὲ τὴν Στωικὴν λαβὼν Ἀμάλθειαν πλούσιος μὲν γέγονεν, ἐρα‐ νίζεται δὲ τροφὴν παρ’ ἑτέρων, καὶ βασιλεὺς μέν ἐστι
10μισθοῦ δ’ ἀναλύει συλλογισμούς, καὶ πάντα μὲν ἔχει μόνος

1058

D

ἐνοίκιον δὲ τελεῖ καὶ ἄλφιτ’ ὠνεῖται, πολλάκις δανειζό‐ μενος ἢ μεταιτῶν παρὰ τῶν οὐδὲν ἐχόντων. Καὶ ὁ μὲν Ἰθακησίων βασιλεὺς προσαιτεῖ λανθάνειν ὅς ἐστι βουλόμενος καὶ ποιῶν ἑαυτὸν ὡς μάλιστα ‘πτωχῷ
5λευγαλέῳ ἐναλίγκιον‘ (π 273)· ὁ δ’ ἐκ τῆς Στοᾶς βοῶν μέγα καὶ κεκραγώς· ‘ἐγὼ μόνος εἰμὶ βασιλεύς, ἐγὼ μόνος εἰμὶ πλούσιοσ‘ ὁρᾶται πολλάκις ἐπ’ ἀλλοτρίαις θύραις λέγων
8
‘δὸς χλαῖναν Ἱππώνακτι· κάρτα γὰρ ῥιγῶ

1058

E

καὶ βαμβακύζω.‘61