TLG 0007 136 :: PLUTARCHUS :: De Stoicorum repugnantiis (1033a–1057b) PLUTARCHUS Biogr.
Phil. De Stoicorum repugnantiis (1033a–1057b) Citation: Stephanus page — section — (line) | ||
t1 | ΠΕΡΙ ΣΤΩΙΚΩΝ ΕΝΑΝΤΙΩΜΑΤΩΝ | |
1033A | Πρῶτον ἀξιῶ τὴν τῶν δογμάτων ὁμολογίαν ἐν τοῖς βίοις θεωρεῖσθαι· δεῖ γὰρ οὐχ οὕτως τὸν ῥήτορα κατ’ | |
1033B | Αἰσχίνην (III 16) τὸ αὐτὸ φθέγγεσθαι καὶ τὸν νόμον ὡς τὸν βίον τοῦ φιλοσόφου τῷ λόγῳ σύμφωνον εἶναι. ὁ γὰρ λόγος τοῦ φιλοσόφου νόμος αὐθαίρετος καὶ ἴδιός ἐστιν, εἴ γε δὴ μὴ παιδιὰν καὶ εὑρησιλογίαν ἕνεκα δόξης ἀλλ’ ἔργον | |
5 | ἄξιον σπουδῆς τῆς μεγίστης, ὥσπερ ἔστιν, ἡγοῦνται φιλο‐ σοφίαν. Ἐπεὶ τοίνυν πολλὰ μὲν ὡς ἐν ὀλίγοις αὐτῷ Ζήνωνι πολλὰ δὲ Κλεάνθει πλεῖστα δὲ Χρυσίππῳ γεγραμμένα τυγχάνει περὶ πολιτείας καὶ τοῦ ἄρχεσθαι καὶ ἄρχειν καὶ | |
---|---|---|
10 | δικάζειν καὶ ῥητορεύειν, ἐν δὲ τοῖς βίοις οὐδενὸς ἔστιν εὑρεῖν οὐ στρατηγίαν οὐ νομοθεσίαν οὐ πάροδον εἰς βουλὴν | |
1033C | οὐ συνηγορίαν ἐπὶ δικαστῶν οὐ στρατείαν ὑπὲρ πατρίδος οὐ πρεσβείαν οὐκ ἐπίδοσιν, ἀλλ’ ἐπὶ ξένης ὥσπερ τινὸς λωτοῦ γευσάμενοι σχολῆς τὸν πάντα βίον οὐ βραχὺν ἀλλὰ παμμήκη γενόμενον διήγαγον ἐν λόγοις καὶ βιβλίοις καὶ | |
5 | περιπάτοις, οὐκ ἄδηλον ὅτι τοῖς ὑφ’ ἑτέρων γραφομένοις | |
καὶ λεγομένοις μᾶλλον ἢ τοῖς ὑφ’ αὑτῶν ὁμολογουμένως ἔζησαν, ἣν Ἐπίκουρος (fr. 426) ἡσυχίαν ἐπαινεῖ καὶ Ἱερώνυμος (fr. 16), ἐν ταύτῃ τὸ παράπαν καταβιώσαντες. αὐτὸς γοῦν Χρύσιππος ἐν τῷ τετάρτῳ περὶ Βίων οὐδὲν | 2 | |
10 | οἴεται τὸν σχολαστικὸν βίον τοῦ ἡδονικοῦ διαφέρειν· αὐτὰς | |
1033D | δὲ παραθήσομαι τὰς λέξεις· ‘ὅσοι δ’ ὑπολαμβάνουσι φιλο‐ σόφοις ἐπιβάλλειν μάλιστα τὸν σχολαστικὸν βίον, ἀπ’ ἀρχῆς τί μοι δοκοῦσι διαμαρτάνειν, ὑπονοοῦντες διαγωγῆς τινος ἕνεκεν δεῖν τοῦτο ποιεῖν ἢ ἄλλου τινὸς τούτῳ παρα‐ | |
5 | πλησίου καὶ τὸν ὅλον βίον οὕτω πως διελκύσαι· τοῦτο δ’ ἐστίν, ἂν σαφῶς θεωρηθῇ, ἡδέως· οὐ γὰρ δεῖ λανθάνειν τὴν ὑπόνοιαν αὐτῶν, πολλῶν μὲν σαφῶς τοῦτο λεγόντων οὐκ ὀλίγων δ’ ἀδηλότερον.‘ τίς οὖν μᾶλλον ἐν τῷ σχολα‐ στικῷ βίῳ τούτῳ κατεγήρασεν ἢ Χρύσιππος καὶ Κλεάνθης | |
10 | καὶ Διογένης καὶ Ζήνων καὶ Ἀντίπατρος, οἵ γε καὶ τὰς αὑτῶν κατέλιπον πατρίδας, οὐδὲν ἐγκαλοῦντες ἀλλ’ ὅπως | |
1033E | καθ’ ἡσυχίαν ἐν τῷ Ὠιδείῳ καὶ ἐπὶ Ζωστῆρος σχολά‐ ζοντες καὶ φιλολογοῦντες διάγωσιν; Ἀριστοκρέων γοῦν ὁ Χρυσίππου μαθητὴς καὶ οἰκεῖος εἰκόνα χαλκῆν ἀναστηλώ‐ σας ἐπέγραψε τόδε τὸ ἐλεγεῖον | |
4 | ||
5 | † ‘τὸν νέον Χρύσιππον Ἀριστοκρέων ἀνέθηκε, τῶν Ἀκαδημιακῶν στραγγαλίδων κοπίδα.‘ | |
6 | τοῦτ’ οὖν ὁ Χρύσιππος, ὁ γέρων, ὁ φιλόσοφος, ὁ τὸν βασι‐ λικὸν καὶ πολιτικὸν ἐπαινῶν βίον, τὸν δὲ σχολαστικὸν οὐ‐ | |
δὲν οἰόμενος τοῦ ἡδονικοῦ διαφέρειν. ὅσοι γε μὴν ἄλλοι | 3 | |
10 | πολιτείᾳ προσίασιν, ἔτι μᾶλλον ἐναντιοῦνται τοῖς αὑτῶν | |
1033F | δόγμασι· καὶ γὰρ ἄρχουσι καὶ δικάζουσι καὶ συμβου‐ λεύουσι καὶ νομοθετοῦσι καὶ κολάζουσι καὶ τιμῶσιν, ὡς πόλεων μὲν οὐσῶν ἐν αἷς πολιτεύονται, βουλευτῶν δὲ καὶ δικαστῶν ἀεὶ τῶν λαγχανόντων, στρατηγῶν δὲ τῶν χειρο‐ | |
5 | τονουμένων, νόμων δὲ τῶν Κλεισθένους καὶ Λυκούργου καὶ Σόλωνος, οὓς φαύλους καὶ ἀνοήτους γεγονέναι λέ‐ γουσιν. ὥστε καὶ πολιτευόμενοι μάχονται. | | |
1034A | Καὶ μὴν Ἀντίπατρος ἐν τῷ περὶ τῆς Κλεάνθους καὶ Χρυσίππου διαφορᾶς ἱστόρηκεν, ὅτι Ζήνων καὶ Κλεάνθης οὐκ ἠθέλησαν Ἀθηναῖοι γενέσθαι, μὴ δόξωσι τὰς αὑτῶν πατρίδας ἀδικεῖν. ὅτι μέν, εἰ καλῶς οὗτοι, Χρύσιππος οὐκ | |
5 | ὀρθῶς ἐποίησεν ἐγγραφεὶς εἰς τὴν πολιτείαν, παρείσθω· πολλὴν δὲ μάχην καὶ παράλογον ἔχει τὸ τὰ σώματα καὶ τοὺς βίους οὕτω μακρὰν ἀποξενώσαντας τὰ ὀνόματα ταῖς πατρίσι τηρεῖν, ὥσπερ εἴ τις τὴν γαμετὴν ἀπολιπών, ἑτέρᾳ δὲ συζῶν καὶ συναναπαυόμενος καὶ παιδοποιούμενος ἐξ | |
10 | ἑτέρας, μὴ συγγράφοιτο γάμον, ὅπως ἀδικεῖν μὴ δοκῇ τὴν προτέραν. | |
1034B | Χρύσιππος δὲ πάλιν ἐν τῷ περὶ Ῥητορικῆς γράφων οὕτω ῥητορεύσειν καὶ πολιτεύσεσθαι τὸν σοφόν, ὡς καὶ τοῦ πλούτου ὄντος ἀγαθοῦ καὶ τῆς δόξης καὶ τῆς ὑγιείας, ὁμολογεῖ τοὺς λόγους αὐτῶν ἀνεξόδους εἶναι καὶ ἀπολι‐ | |
5 | τεύτους καὶ τὰ δόγματα ταῖς χρείαις ἀνάρμοστα καὶ ταῖς πράξεσιν. Ἔτι δόγμα Ζήνωνός ἐστιν ‘ἱερὰ θεῶν μὴ οἰκοδομεῖν· ἱερὸν γὰρ μὴ πολλοῦ ἄξιον καὶ ἅγιον οὐκ ἔστιν· οἰκοδό‐ μων δ’ ἔργον καὶ βαναύσων οὐδέν ἐστι πολλοῦ ἄξιον.‘ οἱ | |
10 | δὲ ταῦτ’ ἐπαινοῦντες ὡς εὖ ἔχοντα μυοῦνται μὲν ἐν ἱεροῖς, ἀναβαίνουσι δ’ εἰς ἀκρόπολιν, προσκυνοῦσι δὲ τὰ ἕδη καὶ | 4 |
1034C | στεφανοῦσι τοὺς ναούς, οἰκοδόμων ὄντας ἔργα καὶ βαναύ‐ σων ἀνθρώπων· εἶτα τοὺς Ἐπικουρείους ἐλέγχεσθαι δο‐ κοῦσι θύοντας θεοῖς, αὐτοὶ δὲ μᾶλλον ἐλέγχονται θύοντες ἐπὶ τῶν βωμῶν καὶ τῶν ἱερῶν, ἃ μήτ’ εἶναι μήτ’ οἰκο‐ | |
5 | δομεῖσθαι δεῖν ἀξιοῦσιν. Ἀρετὰς ὁ Ζήνων ἀπολείπει πλείονας κατὰ διαφοράς, ὥσπερ ὁ Πλάτων, οἷον φρόνησιν ἀνδρείαν σωφροσύνην δικαιοσύνην, ὡς ἀχωρίστους μὲν οὔσας ἑτέρας δὲ καὶ δια‐ φερούσας ἀλλήλων. πάλιν δ’ ὁριζόμενος αὐτῶν ἑκάστην | |
10 | τὴν μὲν ἀνδρείαν φησὶν εἶναι φρόνησιν *** ἐνεργητέοις τὴν δὲ δικαιοσύνην φρόνησιν ἐν ἀπονεμητέοις, ὡς μίαν οὖσαν ἀρετὴν ταῖς δὲ πρὸς τὰ πράγματα σχέσεσι κατὰ | |
1034D | τὰς ἐνεργείας διαφέρειν δοκοῦσαν. οὐ μόνον δ’ ὁ Ζήνων περὶ ταῦτα φαίνεται αὑτῷ μαχόμενος, ἀλλὰ καὶ Χρύσιπ‐ πος Ἀρίστωνι μὲν ἐγκαλῶν ὅτι μιᾶς ἀρετῆς σχέσεις ἔλεγε τὰς ἄλλας εἶναι, Ζήνωνι δὲ συνηγορῶν οὕτως ὁριζομένῳ | |
5 | τῶν ἀρετῶν ἑκάστην. ὁ δὲ Κλεάνθης ἐν Ὑπομνήμασι Φυ‐ σικοῖς εἰπὼν ὅτι ‘πληγὴ πυρὸς ὁ τόνος ἐστί, κἂν ἱκανὸς ἐν τῇ ψυχῇ γένηται πρὸς τὸ ἐπιτελεῖν τὰ ἐπιβάλλοντα, ἰσχὺς καλεῖται καὶ κράτοσ‘ ἐπιφέρει κατὰ λέξιν ‘ἡ δ’ ἰσχὺς αὕτη καὶ τὸ κράτος, ὅταν μὲν ἐπὶ τοῖς φανεῖσιν ἐμ‐ | |
10 | μενετέοις ἐγγένηται, ἐγκράτειά ἐστιν, ὅταν δ’ ἐπὶ τοῖς ὑπομενετέοις, ἀνδρεία· περὶ τὰς ἀξίας δὲ δικαιοσύνη· | |
1034E | περὶ δὲ τὰς αἱρέσεις καὶ ἐκκλίσεις σωφροσύνη.‘ Πρὸς τὸν εἰπόντα | 5 |
2 | ‘μηδὲ δίκην δικάσῃς, πρὶν ἄμφω μῦθον ἀκούσῃσ‘ | |
3 | ἀντέλεγεν ὁ Ζήνων τοιούτῳ τινὶ λόγῳ χρώμενος ‘εἴτ’ | |
5 | ἀπέδειξεν ὁ πρότερος εἰπών, οὐκ ἀκουστέον τοῦ δευ‐ τέρου λέγοντος (πέρας γὰρ ἔχει τὸ ζητούμενον), εἴτ’ οὐκ ἀπέδειξεν (ὅμοιον γὰρ ὡς εἰ μηδ’ ὑπήκουσε κληθεὶς ἢ ὑπακούσας ἐτερέτισεν). ἤτοι δ’ ἀπέδειξεν ἢ οὐκ ἀπέδει‐ ξεν· οὐκ ἀκουστέον ἄρα τοῦ δευτέρου λέγοντος.‘ τοῦτον | |
10 | δὲ τὸν λόγον ἐρωτήσας αὐτὸς ἀντέγραφε μὲν πρὸς τὴν Πλάτωνος Πολιτείαν, ἔλυε δὲ σοφίσματα, καὶ τὴν διαλε‐ κτικὴν ὡς τοῦτο ποιεῖν δυναμένην ἐκέλευε παραλαμβάνειν | |
1034F | τοὺς μαθητάς. καίτοι ἢ ἀπέδειξε Πλάτων ἢ οὐκ ἀπέδειξε τὰ ἐν τῇ Πολιτείᾳ, κατ’ οὐδέτερον δ’ ἦν ἀναγκαῖον ἀντι‐ γράφειν ἀλλὰ πάντως περιττὸν καὶ μάταιον. τὸ δ’ αὐτὸ καὶ περὶ τῶν σοφισμάτων ἔστιν εἰπεῖν. | | |
1035A | Ὁ Χρύσιππος οἴεται δεῖν τῶν λογικῶν πρῶτον ἀκρο‐ ᾶσθαι τοὺς νέους δεύτερον δὲ τῶν ἠθικῶν μετὰ δὲ ταῦτα τῶν φυσικῶν, ὡς ἂν τέλος δὲ τούτοις τὸν περὶ θεῶν λόγον ἔσχατον παραλαμβάνειν. πολλαχοῦ δὲ τούτων ὑπ’ αὐτοῦ | |
5 | λεγομένων ἀρκέσει παραθέσθαι τὰ ἐν τῷ τετάρτῳ περὶ Βίων ἔχοντα κατὰ λέξιν οὕτως· ‘πρῶτον μὲν οὖν δοκεῖ μοι κατὰ τὰ ὀρθῶς ὑπὸ τῶν ἀρχαίων εἰρημένα τρία γένη τῶν τοῦ φιλοσόφου θεωρημάτων εἶναι, τὰ μὲν λογικὰ τὰ δ’ ἠθικὰ τὰ δὲ φυσικά· εἶτα τούτων δεῖν τάττεσθαι πρῶτα | |
10 | μὲν τὰ λογικὰ δεύτερα δὲ τὰ ἠθικὰ τρίτα δὲ τὰ φυσικά· | |
τῶν δὲ φυσικῶν ἔσχατος εἶναι ὁ περὶ τῶν θεῶν λόγος· | 6 | |
1035B | διὸ καὶ τελετὰς 〈προσ〉ηγόρευσαν τὰς τούτου παραδό‐ σεις.‘ ἀλλὰ τοῦτόν γε τὸν λόγον, ὃν ἔσχατόν φησι δεῖν τάττεσθαι, 〈τὸν〉 περὶ θεῶν, ἔθει προτάττει καὶ προεκτί‐ θησι παντὸς ἠθικοῦ ζητήματος· οὔτε γὰρ περὶ τελῶν οὔτε | |
5 | περὶ δικαιοσύνης οὔτε περὶ ἀγαθῶν καὶ κακῶν οὔτε περὶ γάμου καὶ παιδοτροφίας οὔτε περὶ νόμου καὶ πολιτείας φαίνεται τὸ παράπαν φθεγγόμενος, εἰ μή, καθάπερ οἱ τὰ ψηφίσματα ταῖς πόλεσιν εἰσφέροντες προγράφουσιν Ἀγα‐ θὴν Τύχην, οὕτως καὶ αὐτὸς προγράψειε τὸν Δία, τὴν | |
10 | Εἱμαρμένην, τὴν Πρόνοιαν, τὸ συνέχεσθαι μιᾷ δυνάμει τὸν κόσμον ἕνα ὄντα καὶ πεπερασμένον· ὧν οὐθὲν ἔστι | |
1035C | πεισθῆναι μὴ διὰ βάθους ἐγκραθέντα τοῖς φυσικοῖς λό‐ γοις. ἄκουε δ’ ἃ λέγει περὶ τούτων ἐν τῷ τρίτῳ περὶ Θεῶν· ‘οὐ γὰρ ἔστιν εὑρεῖν τῆς δικαιοσύνης ἄλλην ἀρχὴν οὐδ’ ἄλλην γένεσιν ἢ τὴν ἐκ τοῦ Διὸς καὶ τὴν ἐκ τῆς κοινῆς | |
5 | φύσεως· ἐντεῦθεν γὰρ δεῖ πᾶν τὸ τοιοῦτον τὴν ἀρχὴν ἔχειν, εἰ μέλλομεν ὀρθῶς τι ἐρεῖν περὶ ἀγαθῶν καὶ κακῶν.‘ πά‐ λιν ἐν ταῖς Φυσικαῖς Θέσεσιν ‘οὐ γὰρ ἔστιν ἄλλως οὐδ’ οἰκειότερον ἐπελθεῖν ἐπὶ τὸν τῶν ἀγαθῶν καὶ κακῶν λό‐ γον οὐδ’ ἐπὶ τὰς ἀρετὰς οὐδ’ ἐπ’ εὐδαιμονίαν, ἀλλ’ 〈ἢ〉 | |
10 | ἀπὸ τῆς κοινῆς φύσεως καὶ ἀπὸ τῆς τοῦ κόσμου διοική‐ | |
1035D | σεως.‘ προελθὼν δ’ αὖθις· ‘δεῖ γὰρ τούτοις συνάψαι τὸν περὶ ἀγαθῶν καὶ κακῶν λόγον, οὐκ οὔσης ἄλλης ἀρχῆς αὐτῶν ἀμείνονος οὐδ’ ἀναφορᾶς, οὐδ’ ἄλλου τινὸς ἕνεκεν τῆς φυσικῆς θεωρίας παραληπτῆς οὔσης ἢ πρὸς τὴν περὶ | |
5 | ἀγαθῶν ἢ κακῶν διάστασιν.‘ γίνεται τοίνυν ἅμα πρόσω καὶ ὀπίσω τῶν ἠθικῶν ὁ φυσικὸς λόγος κατὰ Χρύσιππον· μᾶλλον δ’ ὅλως ἄπορος ἡ περιτροπὴ τῆς τάξεως, εἰ μετὰ | |
ταῦτα τακτέον ἐκεῖνον, ὧν καταλαβεῖν οὐθὲν ἐκείνου χω‐ ρὶς ἔστιν· καὶ πρόδηλος ἡ μάχη τοῦ τὸν φυσικὸν λόγον | 7 | |
10 | ἀρχὴν μὲν εἶναι τοῦ περὶ ἀγαθῶν καὶ κακῶν τιθεμένου κελεύοντος δὲ μὴ πρότερον ἀλλ’ ὕστερον ἐκείνων παρα‐ | |
1035E | δίδοσθαι. εἰ δέ τις ἐρεῖ γεγραφέναι τὸν Χρύσιππον ἐν τῷ περὶ Λόγου Χρήσεως, ὡς ‘οὐ καθάπαξ ἀφεκτέον ἐστὶ τῶν ἄλλων τῷ τὴν λογικὴν ἀναλαμβάνοντι πρώτην, ἀλλὰ κἀ‐ κείνων μεταληπτέον κατὰ τὸ διδόμενον,‘ ἀληθῆ μὲν ἐρεῖ | |
5 | βεβαιώσει δὲ τὴν αἰτίαν· μάχεται γὰρ πρὸς ἑαυτόν, ὅπου μὲν ἔσχατον τὸν περὶ θεῶν λόγον ἀναλαμβάνειν κελεύων καὶ τελευταῖον, ὡς διὰ τοῦτο καὶ τελετὴν προσαγορευό‐ μενον, ὅπου δὲ πάλιν ἐν πρώτοις ἅμα καὶ τούτου μεταλη‐ πτέον εἶναι λέγων· οἴχεται γὰρ ἡ τάξις, εἰ πάντων ἐν πᾶσι | |
10 | μεταλαμβάνειν δεήσει. τὸ δὲ μεῖζον, ὅτι τοῦ περὶ ἀγαθῶν | |
1035F | καὶ κακῶν λόγου τὸν περὶ θεῶν ἀρχὴν πεποιημένος οὐκ ἀπὸ τούτου κελεύει τὸν ἠθικὸν ἀρξαμένους ἀναλαμβάνειν, ἀλλ’ ἐκεῖνον ἀναλαμβάνοντας τούτου μεταλαμβάνειν κατὰ τὸ διδόμενον, εἶτα μεταβαίνειν ἐπὶ τοῦτον ἀπ’ ἐκείνων, | |
5 | οὗ χωρὶς οὐδεμίαν ἀρχὴν [ἀπ’] ἐκείνων οὐδ’ ἔφοδον εἶναί φησι. Τὸ πρὸς τὰ ἐναντία διαλέγεσθαι καθόλου μὲν οὔ φησιν ἀποδοκιμάζειν, χρῆσθαι δὲ οὕτω παραινεῖ, μετ’ εὐλαβείας ὥσπερ ἐν τοῖς δικαστηρίοις, μὴ μετὰ συνη‐ | |
1036A | γορίας | ἀλλὰ διαλύοντας αὐτῶν τὸ πιθανόν· ‘τοῖς μὲν γὰρ ἐποχὴν ἄγουσι περὶ πάντων ἐπιβάλλει‘ φησί ‘τοῦτο ποι‐ εῖν καὶ συνεργόν ἐστι πρὸς ὃ βούλονται· τοῖς δ’ ἐπιστή‐ μην ἐνεργαζομένοις καθ’ ἣν ὁμολογουμένως βιωσόμεθα, | |
5 | τὰ ἐναντία, στοιχειοῦν καὶ καταστοιχίζειν τοὺς εἰσαγο‐ μένους ἀπ’ ἀρχῆς μέχρι τέλους· ἐφ’ ὧν καιρός ἐστι μνη‐ σθῆναι καὶ τῶν ἐναντίων λόγων, διαλύοντας αὐτῶν τὸ πιθανόν, καθάπερ καὶ ἐν τοῖς δικαστηρίοις·‘ ταυτὶ γὰρ αὐταῖς λέξεσιν εἴρηκεν. ὅτι μὲν οὖν ἄτοπός ἐστι τοὺς φιλο‐ | 8 |
10 | σόφους τὸν ἐναντίον λόγον οἰόμενος δεῖν τιθέναι μὴ μετὰ | |
1036B | συνηγορίας ἀλλ’ ὁμοίως τοῖς δικολόγοις κακοῦντας, ὥσπερ οὐ πρὸς τὴν ἀλήθειαν ἀλλὰ περὶ νίκης ἀγωνιζομένους, εἴ‐ ρηται πρὸς αὐτὸν δι’ ἑτέρων. ὅτι δ’ αὐτὸς οὐκ ἐν ὀλίγοις ἀλλὰ πολλαχοῦ τοὺς ἐναντίους οἷς δοκιμάζει λόγους κατ‐ | |
5 | εσκεύακεν ἐρρωμένως καὶ μετὰ σπουδῆς καὶ φιλοτιμίας τοσαύτης, ὥστε μὴ παντὸς εἶναι καταμαθεῖν τὸ ἀρέσκον, αὐτοὶ δήπου λέγουσι, τὴν δεινότητα θαυμάζοντες τοῦ ἀν‐ δρὸς καὶ τὸν Καρνεάδην οὐθὲν οἰόμενοι λέγειν ἴδιον, ἀλλ’ ἐξ ὧν ἐπεχείρησε Χρύσιππος εἰς τοὐναντίον, ὁρμώμενον | |
10 | ἐπιτίθεσθαι τοῖς λόγοις αὐτοῦ καὶ πολλάκις παραφθέγγε‐ σθαι· ‘δαιμόνιε, φθίσει σε τὸ σὸν μένοσ‘ (Ζ 407), ὡς | |
1036C | μεγάλας ἀφορμὰς καθ’ ἑαυτοῦ διδόντα τοῖς κινεῖν τὰ δόγ‐ ματα καὶ διαβάλλειν βουλομένοις. ἐπὶ δὲ τοῖς κατὰ Συνη‐ θείας ἐκδοθεῖσιν οὕτω κομῶσι καὶ μεγαληγοροῦσιν, ὥστε τοὺς πάντων ὁμοῦ τῶν Ἀκαδημαϊκῶν λόγους εἰς ταὐτὸ | |
5 | συμφορηθέντας οὐκ ἀξίους εἶναι παραβαλεῖν οἷς Χρύ‐ σιππος ἔγραψεν εἰς διαβολὴν τῶν αἰσθήσεων. καὶ τοῦτο μὲν ἀπειρίας τῶν λεγόντων ἢ φιλαυτίας σημεῖόν ἐστιν· ἐκεῖνο δ’ ἀληθές, ὅτι βουληθεὶς αὖθις συνειπεῖν τῇ συνη‐ θείᾳ καὶ ταῖς αἰσθήσεσιν ἐνδεέστερος γέγονεν αὑτοῦ καὶ | |
10 | τὸ σύνταγμα τοῦ συντάγματος μαλακώτερον. ὥστ’ αὐτὸν | |
1036D | ἑαυτῷ μάχεσθαι, κελεύοντα μὲν ἀεὶ τὰ ἐναντία μὴ μετὰ | |
συνηγορίας ἀλλὰ μετ’ ἐνδείξεως τοῦ ὅτι ψευδῆ ἐστι παρα‐ τίθεσθαι, τῶν δ’ αὑτοῦ δογμάτων κατήγορον ὄντα δεινό‐ τερον ἢ συνήγορον, καὶ φυλάττεσθαι μὲν ἑτέροις παραι‐ | 9 | |
5 | νοῦντα τοὺς εἰς τὰ ἐναντία λόγους ὡς περισπῶντας τὴν κατάληψιν, αὐτὸν δὲ τῶν βεβαιούντων τὴν κατάληψιν λό‐ γων φιλοτιμότερον συντιθέντα τοὺς ἀναιροῦντας. καίτοι αὐτὸς ὅτι τοῦτ’ αὐτὸ φοβεῖται, σαφῶς ὑποδείκνυσιν ἐν τῷ τετάρτῳ περὶ Βίων, ταῦτα γράφων· ‘οὐχ ὡς ἔτυχε δ’ | |
10 | οὐδὲ τοὺς ἐναντίους ὑποδεικτέον λόγους οὐδὲ 〈τὰ〉 πρὸς | |
1036E | τὰ ἐναντία πιθανὰ ἀλλ’ εὐλαβουμένους μὴ καὶ περισπα‐ σθέντες ὑπ’ αὐτῶν τὰς καταλήψεις ἀφῶσιν, οὔτε τῶν λύσεων ἱκανῶς ἂν ἀκοῦσαι δυνάμενοι καταλαμβάνοντές τ’ εὐαποσείστως· ἐπεὶ καὶ οἱ κατὰ τὴν συνήθειαν καταλαμ‐ | |
5 | βάνοντες καὶ τὰ αἰσθητὰ καὶ τὰ ἄλλα ἐκ τῶν αἰσθήσεων ῥᾳδίως προΐενται ταῦτα, καὶ ὑπὸ τῶν Μεγαρικῶν ἐρω‐ τημάτων περισπώμενοι καὶ ὑπ’ ἄλλων πλειόνων καὶ δυ‐ ναμικωτέρων ἐρωτημάτων.‘ ἡδέως ἂν οὖν πυθοίμην τῶν Στωικῶν, εἰ τὰ Μεγαρικὰ ἐρωτήματα δυναμικώτερα νο‐ | |
10 | μίζουσιν εἶναι τῶν ὑπὸ Χρυσίππου κατὰ τῆς συνηθείας | |
1036F | ἐν ἓξ βιβλίοις γεγραμμένων· ἢ τοῦτο παρ’ αὐτοῦ Χρυ‐ σίππου δεῖ πυνθάνεσθαι; σκόπει γὰρ οἷα περὶ τοῦ Μεγα‐ ρικοῦ λόγου γέγραφεν ἐν τῷ περὶ Λόγου Χρήσεως οὕτως· ‘οἷόν τι συμβέβηκε καὶ ἐπὶ τοῦ Στίλπωνος λόγου καὶ Με‐ | |
5 | νεδήμου· σφόδρα γὰρ ἐπὶ σοφίᾳ γενομένων αὐτῶν ἐνδό‐ ξων, νῦν εἰς ὄνειδος αὐτῶν ὁ λόγος περιτέτραπται, ὡς τῶν μὲν παχυτέρων τῶν δ’ ἐκφανῶς σοφιζομένων.‘ εἶτα | | |
1037A | τούτους μέν, ὦ βέλτιστε, τοὺς λόγους, ὧν καταγελᾷς καὶ καλεῖς ὀνείδη τῶν ἐρωτώντων ὡς ἐμφανῆ τὴν κακίαν | |
ἔχοντας, ὅμως δέδιας μή τινας περισπάσωσιν ἀπὸ τῆς καταλήψεως· αὐτὸς δὲ τοσαῦτα βιβλία γράφων κατὰ τῆς | 10 | |
5 | συνηθείας, οἷς, ὅ τι ἀνεῦρες, προσέθηκας ὑπερβαλέσθαι φιλοτιμούμενος τὸν Ἀρκεσίλαον, οὐδένα τῶν ἐντυγχανόν‐ των ἐπιταράξειν προσεδόκησας; οὐδὲ γὰρ ψιλοῖς χρῆται τοῖς κατὰ τῆς συνηθείας ἐπιχειρήμασιν, ἀλλ’ ὥσπερ ἐν δίκῃ μετὰ βάθους τινὸς συνεπιπάσχων μωρολογεῖν τε | |
10 | πολλάκις λέγει καὶ κενοκοπεῖν. ἵνα τοίνυν μηδ’ ἀντίρρησιν | |
1037B | ἀπολίπῃ τοῦ τὰ ἐναντία λέγειν, ἐν μὲν ταῖς Φυσικαῖς Θέ‐ σεσι ταῦτα γέγραφεν· ‘ἔσται δὲ καὶ καταλαμβάνοντάς τι πρὸς τὰ ἐναντία ἐπιχειρεῖν, τὴν ἐνοῦσαν συνηγορίαν ποι‐ ουμένους· ποτὲ δ’ οὐδέτερον καταλαμβάνοντας εἰς ἑκά‐ | |
5 | τερον τὰ ὄντα λέγειν‘. ἐν δὲ τῷ περὶ τῆς τοῦ Λόγου Χρή‐ σεως εἰπών, ὡς οὐ δεῖ τῇ τοῦ λόγου δυνάμει πρὸς τὰ μὴ ἐπιβάλλοντα χρῆσθαι καθάπερ οὐδ’ ὅπλοις, ταῦτ’ ἐπεί‐ ρηκε· ‘πρὸς μὲν γὰρ τὴν τῶν ἀληθῶν εὕρεσιν δεῖ χρῆσθαι αὐτῇ καὶ πρὸς τὴν τούτων συγγυμνασίαν, εἰς τἀναντία δ’ | |
10 | οὔ, πολλῶν ποιούντων τοῦτο‘, πολλοὺς [δὲ] λέγων ἴσως | |
1037C | τοὺς ἐπέχοντας. ἀλλ’ ἐκεῖνοι μὲν οὐδέτερον καταλαμβά‐ νοντες εἰς ἑκάτερον ἐπιχειροῦσιν, ὡς εἴ τι καταληπτόν ἐστιν οὕτως ἂν μόνως ἢ μάλιστα κατάληψιν ἑαυτῆς τὴν ἀλήθειαν παρέχουσαν· σὺ δ’, ὁ κατηγορῶν ἐκείνων, αὐτὸς | |
5 | τἀναντία γράφων οἷς καταλαμβάνεις περὶ τῆς συνηθείας ἑτέρους τε τοῦτο ποιεῖν μετὰ συνηγορίας προτρεπόμενος ἐν ἀχρήστοις καὶ βλαβεροῖς ὁμολογεῖς τῇ τοῦ λόγου δυνά‐ μει χρώμενος ὑπὸ φιλοτιμίας νεανιεύεσθαι. | |
Τὸ κατόρθωμά φασι νόμου πρόσταγμα εἶναι, τὸ δ’ | 11 | |
10 | ἁμάρτημα νόμου ἀπαγόρευμα, διὸ τὸν νόμον πολλὰ τοῖς | |
1037D | φαύλοις ἀπαγορεύειν προστάττειν δὲ μηθέν· οὐ γὰρ δύ‐ νανται κατορθοῦν. καὶ τίς οὐκ οἶδεν ὅτι τῷ μὴ δυναμένῳ κατορθοῦν ἀδύνατόν ἐστι μὴ ἁμαρτάνειν; αὐτὸν οὖν αὑτῷ μαχόμενον ποιοῦσι τὸν νόμον, προστάττοντα μὲν ἃ ποι‐ | |
5 | εῖν ἀδυνατοῦσιν ἀπαγορεύοντα δ’ ὧν ἀπέχεσθαι μὴ δύ‐ νανται· ὁ γὰρ μὴ δυνάμενος σωφρονεῖν ἄνθρωπος οὐ δύ‐ ναται μὴ ἀκολασταίνειν, καὶ ὁ μὴ δυνάμενος φρονεῖν οὐ δύναται μὴ ἀφραίνειν. αὐτοί γε μὴν λέγουσι τοὺς ἀπαγο‐ ρεύοντας ἄλλο μὲν λέγειν ἄλλο δ’ ἀπαγορεύειν ἄλλο δὲ | |
10 | προστάττειν· ὁ γὰρ λέγων ‘μὴ κλέψῃσ‘ λέγει μὲν αὐτὸ τοῦτο ‘μὴ κλέψῃσ‘, ἀπαγορεύει δὲ 〈κλέπτειν, προστάττει | |
1037E | δὲ〉 μὴ κλέπτειν· οὐδὲν οὖν ἀπαγορεύσει τοῖς φαύλοις ὁ νόμος, εἰ μηδὲ προστάξει. ἔτι καὶ τὸν ἰατρὸν τῷ μαθητῇ προστάττειν λέγουσι τεμεῖν καὶ καῦσαι, κατὰ παράλειψιν τοῦ εὐκαίρως καὶ μετρίως, καὶ τὸν μουσικὸν λυρίσαι καὶ | |
5 | ᾆσαι, κατὰ παράλειψιν τοῦ ἐμμελῶς καὶ συμφώνως· δι’ ὃ τοὺς ταῦτα ποιήσαντας ἀτέχνως καὶ κακῶς κολάζουσιν, ὡς προσετάχθη μὲν ὀρθῶς, οἱ δ’ οὐκ ὀρθῶς ἐποίησαν. οὐκοῦν καὶ ὁ σοφὸς τῷ θεράποντι προστάττων εἰπεῖν τι καὶ πρᾶξαι, κἂν μὴ εὐκαίρως τοῦτο πράξῃ μηδ’ ὡς δεῖ, | |
10 | κολάζων δῆλός ἐστι μέσον προστάττων οὐ κατόρθωμα· | |
1037F | εἰ δὲ μέσα προστάττουσιν οἱ σοφοὶ τοῖς φαύλοις, τί κω‐ λύει καὶ τοῦ νόμου προστάγματα τοιαῦτ’ εἶναι; καὶ μὴν ἡ ὁρμὴ κατά γ’ αὐτὸν τοῦ ἀνθρώπου λόγος ἐστὶ προσ‐ τακτικὸς αὐτῷ τοῦ ποιεῖν, ὡς ἐν τῷ περὶ Νόμου γέ‐ | |
5 | γραφεν. οὐκοῦν καὶ ἡ ἀφορμὴ λόγος ἀπαγορευτικὸς καὶ ἡ | 12 |
1038A | ἔκκλισις *** εὔλογος ἔκκλισις· | καὶ ἡ εὐλάβεια τοίνυν λόγος ἐστὶν ἀπαγορευτικὸς τῷ σοφῷ· τὸ γὰρ εὐλαβεῖσθαι σο‐ φῶν ἴδιον οὐ φαύλων ἐστίν. εἰ μὲν οὖν ἕτερόν ἐστιν ὁ τοῦ σοφοῦ λόγος καὶ ἕτερον ὁ νόμος, μαχόμενον τῷ νόμῳ λό‐ | |
5 | γον οἱ σοφοὶ τὴν εὐλάβειαν ἔχουσιν· εἰ δ’ οὐκ ἄλλο τι νόμος ἐστὶν ἢ ὁ τοῦ σοφοῦ λόγος, εὕρηται νόμος ἀπαγο‐ ρευτικὸς τοῖς σοφοῖς τοῦ ποιεῖν ἃ εὐλαβοῦνται. Τοῖς φαύλοις οὐδὲν εἶναι χρήσιμον ὁ Χρύσιππός φησιν οὐδ’ ἔχειν χρείαν τὸν φαῦλον οὐδενὸς οὐδὲ δεῖσθαι. | |
10 | ταῦτα δ’ εἰπὼν ἐν τῷ πρώτῳ τῶν Κατορθωμάτων αὖθις λέγει καὶ τὴν εὐχρηστίαν καὶ τὴν χάριν εἰς τὰ μέσα δια‐ | |
1038B | τείνειν, ὧν οὐδέν ἐστι χρήσιμον κατ’ αὐτούς. καὶ μὴν οὐδ’ οἰκεῖον οὐδ’ ἁρμόττον οὐδὲν εἶναι τῷ φαύλῳ φησὶν ἐν τούτοις· ‘κατὰ ταὐτὰ δὲ τῷ μὲν ἀστείῳ ἀλλότριον οὐδὲν τῷ δὲ φαύλῳ οὐδὲν οἰκεῖόν ἐστιν, ἐπειδὴ τὸ μὲν ἀγαθὸν | |
5 | τὸ δὲ κακόν ἐστιν αὐτῶν‘. πῶς οὖν ἀποκναίει πάλιν ἐν παντὶ βιβλίῳ φυσικῷ 〈τὰ〉 ἴδια καὶ ἠθικῷ γράφων ὡς ‘οἰκειούμεθα πρὸς αὑτοὺς εὐθὺς γενόμενοι καὶ τὰ μέρη καὶ τὰ ἔκγονα τὰ ἑαυτῶν‘; ἐν δὲ τῷ πρώτῳ περὶ Δικαιο‐ σύνης καὶ τὰ θηρία φησὶ συμμέτρως τῇ χρείᾳ τῶν ἐκ‐ | |
10 | γόνων ᾠκειῶσθαι πρὸς αὐτά, πλὴν τῶν ἰχθύων· ‘αὐτὰ γὰρ τὰ κυήματα τρέφεται δι’ αὑτῶν‘. ἀλλ’ οὔτ’ αἴσθησίς ἐστιν οἷς μηδὲν αἰσθητὸν οὔτ’ οἰκείωσις οἷς μηδὲν οἰ‐ | |
1038C | κεῖον· ἡ γὰρ οἰκείωσις αἴσθησις ἔοικε τοῦ οἰκείου καὶ | |
ἀντίληψις εἶναι. Καὶ τὸ δόγμα τοῦτο τοῖς κυριωτάτοις ἑπόμενόν ἐστι, καὶ Χρύσιππος, εἰ καὶ πολλὰ πρὸς τοὐναντίον γέ‐ | 13 | |
5 | γραφε, δῆλός ἐστι προστιθέμενος τῷ μήτε κακίαν κακίας ἢ ἁμαρτίαν ἁμαρτίας ὑπερέχουσαν εἶναι μήτ’ ἀρετὴν ἀρετῆς ἢ κατόρθωσιν κατορθώσεως· ὅς γέ φησιν ἐν τῷ τρίτῳ περὶ Φύσεως ‘ὥσπερ τῷ Διὶ προσήκει σεμνύνεσθαι ἐφ’ αὑτῷ τε καὶ τῷ βίῳ καὶ μέγα φρονεῖν καί, εἰ δεῖ οὕτως | |
10 | εἰπεῖν, ὑψαυχενεῖν καὶ κομᾶν καὶ μεγαληγορεῖν, ἀξίως | |
1038D | βιοῦντι μεγαληγορίας, οὕτω τοῖς ἀγαθοῖς πᾶσι ταῦτα προσήκει, κατ’ οὐθὲν προεχομένοις ὑπὸ τοῦ Διόσ‘. ἀλλ’ αὐτός γε πάλιν ἐν τῷ τρίτῳ περὶ Δικαιοσύνης φησὶν ὅτι τὴν δικαιοσύνην ἀναιροῦσιν οἱ τέλος ὑποτιθέμενοι τὴν | |
5 | ἡδονήν, οἱ δὲ μόνον ἀγαθὸν εἶναι λέγοντες οὐκ ἀναιροῦσιν· ἔστι δὲ ταυτὶ τὰ κατὰ λέξιν· ‘τάχα γὰρ ἀγαθοῦ αὐτῆς ἀπολειπομένης τέλους δὲ μή, τῶν δὲ δι’ αὑτῶν αἱρετῶν ὄντος καὶ τοῦ καλοῦ, σῴζοιμεν ἂν τὴν δικαιοσύνην, μεῖζον ἀγαθὸν ἀπολιπόντες τὸ καλὸν καὶ τὸ δίκαιον τῆς ἡδονῆς.‘ | |
10 | ἀλλ’ εἴπερ μόνον τὸ καλὸν ἀγαθόν ἐστιν, ἁμαρτάνει μὲν ὁ τὴν ἡδονὴν ἀγαθὸν ἀποφαίνων, ἧττον δ’ ἁμαρτάνει τοῦ | |
1038E | καὶ τέλος αὐτὴν ποιοῦντος· ἀναιρεῖ γὰρ οὗτος τὴν δικαιο‐ σύνην ἐκεῖνος δὲ σῴζει· καὶ κατὰ τοῦτον ἡ κοινωνία φροῦ‐ δός ἐστι καὶ ἀπόλωλεν, ὁ δὲ χρηστότητι καὶ φιλανθρωπίᾳ χώραν δίδωσιν. ἔτι τὸ μὲν λέγειν αὐτὸν ἐν τῷ περὶ τοῦ | |
5 | Διὸς ‘αὔξεσθαι τὰς ἀρετὰς καὶ διαβαίνειν‘ ἀφίημι μὴ | |
δόξω τῶν ὀνομάτων ἐπιλαμβάνεσθαι, καίτοι πικρῶς ἐν τῷ γένει τούτῳ καὶ Πλάτωνα καὶ τοὺς ἄλλους τοῦ Χρυσίππου δάκνοντος· ἐπαινεῖν δὲ μὴ πᾶν τὸ πραττόμενον κατ’ ἀρετὴν κελεύων ἐμφαίνει τινὰ τῶν κατορθωμάτων διαφοράν· λέ‐ | 14 | |
1038F | γει δ’ οὕτως ἐν τῷ περὶ τοῦ Διός· ‘ἔργων γὰρ κατὰ τὰς ἀρετὰς ὄντων οἰκείων ἐστί τιν’ ἀποπροαχθέντα καὶ τούτων, οἷον ἀνδρείως τὸν δάκτυλον ἐκτεῖναι καὶ ἐγκρατῶς ἀπο‐ σχέσθαι δυσθανατώσης γραὸς καὶ ἀπροπτώτως ἀκοῦσαι τοῦ | |
5 | τὰ τρία τέσσαρα [μὴ] εἶναι, τελέως 〈τέ〉 τιν’ ἐμφαίνει ψυ‐ χρίαν ὁ διὰ τῶν τοιούτων ἐπαινεῖν τινας ἐγχειρῶν καὶ ἐγκω‐ | |
1039A | μιάζειν·‘ | ὅμοια δ’ εἴρηται τούτοις ἐν τῷ τρίτῳ περὶ Θεῶν· ‘ἔτι γὰρ οἶμαι‘ φησί ‘τοὺς ἐπαίνους ἀλλοτριώσεσθαι κατὰ τὰ τοιαῦτα τῶν συμβαινόντων ἀπ’ ἀρετῆς, οἷον δυσθανα‐ τώσης γραὸς ἀποσχέσθαι καὶ καρτερῶς ὑπομεῖναι μυίας | |
5 | δηγμόν.‘ τίν’ οὖν οὗτος ἄλλον κατήγορον περιμένει τῶν αὑτοῦ δογμάτων; εἰ γὰρ ψυχρός ἐστιν ὁ ταῦτ’ ἐπαινῶν, πολλῷ δήπου ψυχρότερος ὁ τούτων ἕκαστον ἂν κατόρθωμα καὶ μέγα καὶ μέγιστον εἶναι τιθέμενος· εἰ γὰρ ἴσον ἐστὶ τῷ *** ἀνδρείως δῆγμα μυίας ἐνεγκεῖν καὶ τὸ σωφρόνως | |
10 | ἀποσχέσθαι τῆς γραός, οὐδὲν οἶμαι διαφέρει τὸν σπου‐ δαῖον ἀπὸ τούτων ἢ ἀπ’ ἐκείνων ἐπαινεῖσθαι. ἔτι τοίνυν | |
1039B | ἐν τῷ δευτέρῳ περὶ Φιλίας διδάσκων ὡς οὐκ ἐπὶ πᾶσι δεῖ τοῖς ἁμαρτήμασι τὰς φιλίας διαλύεσθαι, ταύταις κέχρηται ταῖς λέξεσι· ‘προσήκει γὰρ τὰ μὲν ὅλως παραπέμπεσθαι τὰ δὲ μικρᾶς ἐπιστροφῆς τυγχάνειν, τὰ δὲ καὶ ἐπὶ μεῖζον, | |
5 | τὰ δ’ ὅλως διαλύσεως ἀξιοῦσθαι.‘ ὃ δὲ τούτου μεῖζόν ἐστιν, ἐν τῷ αὐτῷ φησιν ὅτι ‘τοῖς μὲν ἐπὶ πλεῖον τοῖς δ’ ἐπ’ ἔλαττον συμβαλοῦμεν, ὥστε τοὺς μὲν μᾶλλον τοὺς δ’ ἧττον φίλους εἶναι· ἐπὶ πολὺ δὲ τῆς τοιαύτης παραλ‐ λαγῆς γινομένης (οἱ μὲν γὰρ τοσαύτης οἱ δὲ τοσαύτης | 15 |
10 | γίγνονται φιλίας ἄξιοι), καὶ οἱ μὲν ἐπὶ τοσοῦτον 〈οἱ δ’ ἐπὶ | |
1039C | τοσοῦτον〉 πίστεως καὶ τῶν ὁμοίων καταξιωθήσονται.‘ τί γὰρ ἄλλο πεποίηκεν ἐν τούτοις ἢ καὶ τούτων μεγάλας διαφορὰς ἀπολέλοιπε; καὶ μὴν ἐν τῷ περὶ Καλοῦ πρὸς ἀπόδειξιν τοῦ μόνον τὸ καλὸν ἀγαθὸν εἶναι τοιούτοις λό‐ | |
5 | γοις κέχρηται· ‘τὸ ἀγαθὸν αἱρετόν, τὸ δ’ αἱρετὸν ἀρεστόν, τὸ δ’ ἀρεστὸν ἐπαινετόν, τὸ δ’ ἐπαινετὸν καλόν‘ καὶ πάλιν· ‘τὸ ἀγαθὸν χαρτόν, τὸ δὲ χαρτὸν σεμνόν, τὸ δὲ σεμνὸν καλόν.‘ οὗτοι δ’ οἱ λόγοι μάχονται πρὸς ἐκεῖνον· εἴτε γὰρ πᾶν ἀγαθὸν ἐπαινετόν ἐστι, καὶ τὸ σωφρόνως ἀποσχέσθαι | |
10 | τῆς γραὸς ἐπαινετὸν ἂν εἴη· εἴτε *** πᾶν ἀγαθὸν οὔτε σεμνὸν οὔτε χαρτόν· ἀλλ’ οἴχεται ὁ λόγος· πῶς γὰρ οἷόν | |
1039D | τε τὸ μὲν ἄλλους ἀπὸ τῶν τοιούτων ἐπαινεῖν ψυχρὸν εἶναι, τὸ δ’ αὐτὸν ἐπὶ τοῖς τοιούτοις χαίρειν καὶ σεμνύνεσθαι μὴ καταγέλαστον; Πολλαχοῦ μὲν τοιοῦτός ἐστιν· ἐν δὲ ταῖς πρὸς | |
5 | ἑτέρους ἀντιλογίαις ἥκιστα φροντίζει τοῦ μηδὲν εἰπεῖν ἐναντίον ἑαυτῷ καὶ διάφωνον. ἐν γοῦν τοῖς περὶ τοῦ Προ‐ τρέπεσθαι τοῦ Πλάτωνος ἐπιλαμβανόμενος λέγοντος ὅτι τῷ μηδὲ μαθόντι μηδ’ ἐπισταμένῳ ζῆν λυσιτελεῖ μὴ ζῆν, ταῦτ’ εἴρηκε κατὰ λέξιν· ‘ὁ γὰρ τοιοῦτος λόγος καὶ ἑαυτῷ | |
10 | μάχεται καὶ ἥκιστ’ ἐστὶ προτρεπτικός. πρῶτον γὰρ παρα‐ δεικνύων ὅτι κράτιστον ἡμῖν ἐστι τὸ μὴ ζῆν καὶ τρόπον τινὰ ἀποθνήσκειν ἀξιῶν, πρὸς ἕτερά τινα μᾶλλον ἡμᾶς | 16 |
1039E | προτρέψεται ἢ τὸ φιλοσοφεῖν· οὐ γὰρ ἔστι μὴ ζῶντα φιλο‐ σοφεῖν οὐδὲ μὴν πολὺν χρόνον ἐπιζήσαντα κακῶς καὶ ἀπεί‐ ρως φρόνιμον γενέσθαι.‘ καὶ προελθὼν δέ φησιν ὅτι καὶ τοῖς φαύλοις καθήκει μένειν ἐν τῷ ζῆν· εἶτα κατὰ λέξιν· | |
5 | ‘πρῶτον γὰρ ἡ ἀρετὴ ψιλῶς οὐδέν ἐστι πρὸς τὸ ζῆν ἡμᾶς, οὕτως δ’ οὐδ’ ἡ κακία οὐδέν ἐστι πρὸς τὸ δεῖν ἡμᾶς ἀπιέ‐ ναι.‘ καὶ μὴν οὐχ ἕτερα δεῖ βιβλία διειλῆσαι τοῦ Χρυσίπ‐ που τὴν πρὸς αὑτὸν ἐνδεικνυμένους μάχην, ἀλλ’ ἐν αὐτοῖς τούτοις ποτὲ μὲν τοῦ Ἀντισθένους ἐπαινῶν προφέρεται τὸ | |
10 | δεῖν κτᾶσθαι νοῦν ἢ βρόχον καὶ τοῦ Τυρταίου τὸ ‘πρὶν ἀρετῆς πελάσαι τέρμασιν ἢ θανάτου‘ (fr. 11 D.)· —καίτοι | |
1039F | τί ταῦτα βούλεται δηλοῦν ἄλλο πλὴν ὅτι τὸ μὴ ζῆν λυσιτελέ‐ στερόν ἐστι τοῦ ζῆν τοῖς κακοῖς καὶ ἀνοήτοις; —ποτὲ δὲ τὸν Θέογνιν (v. 175) ἐπανορθούμενος ‘οὐκ ἔδει‘ φησίν ‘εἰπεῖν ‘χρὴ πενίην φεύγοντα,‘ μᾶλλον δέ | |
4 | ||
5 | ‘χρὴ κακίαν φεύγοντα καὶ ἐς βαθυκήτεα πόντον ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατ’ ἠλιβάτων.‘‘ | |
6 | ||
1040A | τί οὖν ἄλλο δόξειεν ἂν ποιεῖν ἢ ταὐτὰ πράγματα καὶ δόγ‐ ματα παρεγγράφειν αὐτός, ἑτέρων δὲ γραφόντων ἐξαλεί‐ φειν, Πλάτωνι μὲν ἐγκαλῶν ὅτι τοῦ κακῶς ζῆν καὶ ἀμα‐ θῶς τὸ μὴ ζῆν ἀποδείκνυσι λυσιτελέστερον, Θεόγνιδι δὲ | |
5 | συμβουλεύων κατακρημνίζειν καὶ καταποντίζειν ἑαυτὸν ὑπὲρ τοῦ φυγεῖν τὴν κακίαν; Ἀντισθένη μὲν γὰρ ἐπαινῶν | |
ὅτι τοὺς μὴ νοῦν ἔχοντας εἰς βρόχον συνήλαυνεν, 〈αὑτὸν〉 αὐτὸς ἔψεγεν εἰπόντα μηδὲν εἶναι τὴν κακίαν πρὸς τὸ ἐκ τοῦ ζῆν ἡμᾶς ἀπαλλάττειν. | 17 | |
10 | Ἐν δὲ τοῖς πρὸς αὐτὸν Πλάτωνα περὶ Δικαιοσύνης εὐθὺς ἐξ ἀρχῆς ἐνάλλεται τῷ περὶ θεῶν λόγῳ καί φησιν | |
1040B | οὔτ’ ὀρθῶς ἀποτρέπειν τῷ ἀπὸ τῶν θεῶν φόβῳ τῆς ἀδι‐ κίας τὸν Κέφαλον, εὐδιάβλητόν τ’ εἶναι καὶ πρὸς τοὐναν‐ τίον ἐξάγ〈ειν ἔχ〉οντα πολλοὺς περισπασμοὺς καὶ πιθα‐ νότητας ἀντιπιπτούσας τὸν περὶ τῶν ὑπὸ τοῦ θεοῦ κολά‐ | |
5 | σεων λόγον, ὡς οὐδὲν διαφέροντα τῆς Ἀκκοῦς καὶ τῆς Ἀλφιτοῦς, δι’ ὧν τὰ παιδάρια τοῦ κακοσχολεῖν αἱ γυ‐ ναῖκες ἀνείργουσιν. οὕτω δὲ διασύρας τὰ τοῦ Πλάτωνος ἐπαινεῖ πάλιν ἐν ἄλλοις καὶ προφέρεται τὰ τοῦ Εὐριπίδου ταυτὶ πολλάκις (fr. 991)· | |
9 | ||
10 | ‘ἀλλ’ ἔστιν, κεἴ τις ἐγγελᾷ λόγῳ, Ζεὺς καὶ θεοὶ βρότεια λεύσσοντες πάθη·‘ | |
11 | καὶ ὁμοίως ἐν τῷ πρώτῳ περὶ Δικαιοσύνης τὰ Ἡσιόδεια ταυτὶ προενεγκάμενος (O. D. 242) | |
13 | ||
1040C | ‘τοῖσιν δ’ οὐρανόθεν μέγ’ ἐπήλασε πῆμα Κρονίων, λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀποφθινύθουσι δὲ λαοί‘ | |
2 | ταῦτά φησι τοὺς θεοὺς ποιεῖν, ὅπως τῶν πονηρῶν κολα‐ ζομένων οἱ λοιποὶ παραδείγμασι τούτοις χρώμενοι ἧττον | |
5 | ἐπιχειρῶσι τοιοῦτόν τι ποιεῖν. πάλιν ἐν μὲν τοῖς περὶ Δικαιοσύνης ὑπειπὼν ὅτι τοὺς ἀγαθὸν ἀλλὰ μὴ τέλος τιθεμένους τὴν ἡδονὴν ἐνδέχεται σῴζειν καὶ τὴν δικαιο‐ | |
σύνην, θεὶς τοῦτο κατὰ λέξιν εἴρηκε· ‘τάχα γὰρ ἀγαθοῦ αὐτῆς ἀπολειπομένης τέλους δὲ μή, τῶν δὲ δι’ αὑτῶν | 18 | |
10 | αἱρετῶν ὄντος καὶ τοῦ καλοῦ, σῴζοιμεν ἂν τὴν δικαιοσύνην, μεῖζον ἀγαθὸν ἀπολιπόντες τὸ καλὸν καὶ τὸ δίκαιον τῆς | |
1040D | ἡδονῆς.‘ ταῦτα μὲν ἐν τούτοις περὶ τῆς ἡδονῆς. ἐν δὲ τοῖς πρὸς Πλάτωνα κατηγορῶν αὐτοῦ δοκοῦντος ἀγαθὸν ἀπο‐ λιπεῖν τὴν ὑγίειαν, οὐ μόνον τὴν δικαιοσύνην φησὶν ἀλλὰ καὶ τὴν μεγαλοψυχίαν ἀναιρεῖσθαι καὶ τὴν σωφροσύνην | |
5 | καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας, ἂν ἢ τὴν ἡδονὴν ἢ τὴν ὑγίειαν ἤ τι τῶν ἄλλων, ὃ μὴ καλόν ἐστιν, ἀγαθὸν ἀπο‐ λίπωμεν. ἃ μὲν οὖν ῥητέον ὑπὲρ Πλάτωνος, ἐν ἄλλοις γέγραπται πρὸς αὐτόν· ἐνταῦθα δ’ ἡ μάχη καταφανής ἐστιν, ὅπου μέν, ἂν μετὰ τοῦ καλοῦ τις ὑποθῆται καὶ τὴν | |
10 | ἡδονὴν ἀγαθὸν εἶναι, σῴζεσθαι δικαιοσύνην λέγοντος, ὅπου δὲ πάλιν τοὺς μὴ μόνον τὸ καλὸν 〈ἀγαθὸν〉 ἀπολι‐ | |
1040E | πόντας αἰτιωμένου τὰς ἀρετὰς ἁπάσας ἀναιρεῖν. ἵνα δὲ μηδ’ ἀπολογίαν ὑπολίπῃ τοῖς ἐναντιώμασιν, Ἀριστοτέλει περὶ δικαιοσύνης ἀντιγράφων οὔ φησιν αὐτὸν ὀρθῶς λέγειν, ὅτι τῆς ἡδονῆς οὔσης τέλους ἀναιρεῖται μὲν ἡ δικαιοσύνη, | |
5 | συναναιρεῖται δὲ τῇ δικαιοσύνῃ καὶ τῶν ἄλλων ἀρετῶν ἑκάστη· τὴν μὲν γὰρ δικαιοσύνην ὑπ’ αὐτῶν ὡς ἀληθῶς ἀναιρεῖσθαι, τὰς δ’ ἄλλας ἀρετὰς οὐδὲν κωλύειν ὑπάρχειν, εἰ καὶ μὴ δι’ αὑτὰς αἱρετὰς ἀλλ’ ἀγαθὰς γοῦν καὶ ἀρεστὰς ἐσομένας· εἶθ’ ἑκάστην ἐξ ὀνόματος προσαγορεύει. βέλτιον | |
10 | δὲ τὰς ἐκείνου λέξεις ἀναλαβεῖν· ‘τῆς γὰρ ἡδονῆσ‘ φησίν | |
1040F | ‘ἐμφαινομένης τέλους κατὰ τὸν τοιοῦτον λόγον τὸ μὲν τοιοῦτο πᾶν μοι δοκεῖ οὐκ ἐμπεριλαμβάνεσθαι, δι’ ὃ ῥητέον μήτε τῶν ἀρετῶν τινα δι’ αὑτὴν αἱρετὴν εἶναι μήτε τῶν κακιῶν φευκτήν, ἀλλὰ πάντα ταῦτα δεῖν ἀναφέρεσθαι | 19 |
5 | πρὸς τὸν ὑποκείμενον σκοπόν· οὐδὲν μέντοι κωλύσει κατ’ αὐτοὺς τὴν ἀνδρείαν μὲν καὶ τὴν φρόνησιν καὶ τὴν ἐγκρά‐ τειαν καὶ τὴν καρτερίαν καὶ τὰς ὁμοίας ταύταις ἀρετὰς εἶναι τῶν ἀγαθῶν, τὰς δ’ ἐναντίας 〈κακίασ〉 ὑπάρχειν | |
1041A | φευκτάς.‘ | τίς οὖν τούτου πρὸς λόγους ἰταμώτερος γέ‐ γονεν, ὃς δυεῖν τῶν ἀρίστων φιλοσόφων ἐγκέκληκε τῷ μὲν ὅτι πᾶσαν ἀρετὴν ἀναιρεῖ μὴ μόνον τὸ καλὸν ἀγαθὸν ἀπολιπών, τῷ δ’ ὅτι τῆς ἡδονῆς τέλους οὔσης οὐ πᾶσαν | |
5 | ἀρετὴν ἄνευ τῆς δικαιοσύνης σῴζεσθαι νομίζει; θαυμαστὴ γὰρ ἡ ἐξουσία περὶ τῶν αὐτῶν πραγμάτων διαλεγόμενον, ἃ τίθησιν αὐτὸς ἐγκαλῶν Ἀριστοτέλει, ταῦτ’ ἀναιρεῖν πάλιν Πλάτωνος κατηγοροῦντα. καὶ μὴν ἐν ταῖς περὶ Δικαιοσύνης Ἀποδείξεσι λέγει ῥητῶς ὅτι ‘πᾶν κατόρ‐ | |
10 | θωμα καὶ εὐνόμημα καὶ δικαιοπράγημά ἐστι· τὸ δέ γε | |
1041B | κατ’ ἐγκράτειαν ἢ καρτερίαν ἢ φρόνησιν ἢ ἀνδρείαν πραττόμενον κατόρθωμά ἐστιν· ὥστε καὶ δικαιοπρά‐ γημα.‘ πῶς οὖν, οἷς ἀπολείπει φρόνησιν καὶ ἀνδρείαν καὶ ἐγκράτειαν, οὐκ ἀπολείπει δικαιοσύνην; εὐθὺς αὐτῶν | |
5 | ὅσα κατορθοῦσιν ἐν ταῖς εἰρημέναις ἀρεταῖς καὶ δικαιο‐ πραγούντων; Τοῦ δὲ Πλάτωνος εἰπόντος τὴν ἀδικίαν ὡς διαφορὰ ψυχῆς οὖσα καὶ στάσις οὐδ’ ἐν αὐτοῖς τοῖς ἔχουσιν ἀπο‐ | |
βάλλει τὴν δύναμιν ἀλλ’ αὐτὸν ἑαυτῷ συμβάλλει καὶ 〈συγ〉‐ | 20 | |
10 | κρούει [ταράττει] τὸν πονηρόν, ἐγκαλῶν Χρύσιππος ἀτόπως φησὶ λέγεσθαι τὸ ἀδικεῖν ἑαυτόν· εἶναι γὰρ πρὸς ἕτερον οὐ πρὸς ἑαυτὸν τὴν ἀδικίαν· ἐπιλαθόμενος δὲ τού‐ | |
1041C | των αὖθις ἐν ταῖς περὶ Δικαιοσύνης Ἀποδείξεσιν ἀδικεῖ‐ σθαί φησιν ὑφ’ ἑαυτοῦ τὸν ἀδικοῦντα καὶ αὑτὸν ἀδικεῖν, ὅταν ἄλλον ἀδικῇ, γενόμενον ἑαυτῷ τοῦ παρανομεῖν αἴτιον καὶ βλάπτοντα παρ’ ἀξίαν ἑαυτόν. ἐν μὲν τοῖς πρὸς Πλά‐ | |
5 | τωνα ταῦτ’ εἴρηκε περὶ τοῦ τὴν ἀδικίαν λέγεσθαι μὴ πρὸς ἑαυτὸν ἀλλὰ πρὸς ἕτερον· ‘† οἱ γὰρ κατ’ ἰδίαν ἄδικοι συν‐ εστήκασιν ἐκ πλειόνων τοιούτων τἀναντία λεγόντων, καὶ ἄλλως τῆς ἀδικίας λαμβανομένης ὡς ἂν ἐν πλείοσι πρὸς ἑαυτοὺς οὕτως ἔχουσιν εἰς δὲ τὸν ἕνα μηδενὸς διατείνοντος | |
10 | τοιούτου, καθ’ ὅσον δὲ πρὸς τοὺς πλησίον ἔχει οὕτως.‘ ἐν | |
1041D | δὲ ταῖς Ἀποδείξεσι τοιούτους ἠρώτηκε λόγους περὶ τοῦ τὸν ἄδικον καὶ ἑαυτὸν ἀδικεῖν· ‘παραίτιον γενέσθαι παρα‐ νομήματος ἀπαγορεύει ὁ νόμος· καὶ τὸ ἀδικεῖν ἐστι παρα‐ νόμημα· ὁ τοίνυν παραίτιος γενόμενος αὑτῷ τοῦ ἀδικεῖν | |
5 | παρανομεῖ εἰς ἑαυτόν· ὁ δὲ παρανομῶν εἰς ἕνα καὶ ἀδικεῖ ἐκεῖνον· ὁ ἄρα καὶ ὁντινοῦν ἀδικῶν καὶ ἑαυτὸν ἀδικεῖ.‘ πάλιν ‘τὸ ἁμάρτημα τῶν βλαμμάτων ἐστί, καὶ πᾶς ἁμαρ‐ τάνων παρ’ ἑαυτὸν ἁμαρτάνει· πᾶς ἄρ’ ὁ ἁμαρτάνων βλά‐ πτει ἑαυτὸν παρὰ τὴν ἀξίαν· εἰ δὲ τοῦτο, καὶ ἀδικεῖ ἑαυτόν.‘ | |
10 | ἔτι καὶ οὕτως ‘ὁ βλαπτόμενος ὑφ’ ἑτέρου ἑαυτὸν βλάπτει | 21 |
1041E | καὶ παρὰ τὴν ἀξίαν ἑαυτὸν βλάπτει· τοῦτο δ’ ἦν τὸ ἀδι‐ κεῖν· ὁ ἄρ’ ἀδικούμενος καὶ ὑφ’ ὁτουοῦν πᾶς ἑαυτὸν ἀδικεῖ.‘ Τὸν περὶ ἀγαθῶν καὶ κακῶν λόγον, ὃν αὐτὸς εἰσάγει καὶ δοκιμάζει, συμφωνότατον εἶναί φησι τῷ βίῳ καὶ μά‐ | |
5 | λιστα τῶν ἐμφύτων ἅπτεσθαι προλήψεων. ταυτὶ γὰρ ἐν τῷ τρίτῳ τῶν Προτρεπτικῶν εἴρηκεν· ἐν δὲ τῷ πρώτῳ τοῦτον τὸν λόγον φησὶν ἀπὸ τῶν ἄλλων ἁπάντων ἀφέλκειν τὸν ἄνθρωπον ὡς οὐδὲν ὄντων πρὸς ἡμᾶς οὐδὲ συνεργούν‐ των πρὸς εὐδαιμονίαν οὐδέν. ὅρα τοίνυν, πῶς αὑτῷ σύμφω‐ | |
10 | νός ἐστι, τὸν ἀφέλκοντα τοῦ ζῆν καὶ τῆς ὑγιείας καὶ τῆς ἀπονίας καὶ τῆς τῶν αἰσθητηρίων ὁλοκληρίας καὶ μηδὲν | |
1041F | εἶναι ταῦτα φάσκοντα πρὸς ἡμᾶς, ἃ παρὰ τῶν θεῶν αἰτού‐ μεθα, μάλιστα συμφωνεῖν τῷ βίῳ καὶ ταῖς κοιναῖς προ‐ λήψεσιν ἀποφαινόμενος. ἀλλ’ ἵνα μηδ’ ἄρνησις ᾖ τοῦ τἀναντία λέγειν, ἐν τῷ τρίτῳ περὶ Δικαιοσύνης ταῦτ’ | |
5 | εἴρηκε· ‘διὸ καὶ διὰ τὴν ὑπερβολὴν τοῦ τε μεγέθους καὶ τοῦ κάλλους πλάσμασι δοκοῦμεν ὅμοια λέγειν καὶ οὐ | |
1042A | κατὰ τὸν ἄνθρωπον καὶ τὴν ἀνθρωπίνην φύσιν.‘ | ἔστιν οὖν ὅπως ἄν τις ἐξομολογήσαιτο σαφέστερον τἀναντία λέγειν αὐτὸς πρὸς ἑαυτὸν ἢ οὗτος, ἃ δι’ ὑπερβολήν φησι πλάσματα δοκεῖν εἶναι καὶ ὑπὲρ τὸν ἄνθρωπον καὶ ὑπὲρ | |
5 | τὴν ἀνθρωπίνην φύσιν λέγεσθαι, ταῦτα συμφωνεῖν τῷ βίῳ φάσκων καὶ μάλιστα τῶν ἐμφύτων ἅπτεσθαι προλήψεων; Οὐσίαν κακοδαιμονίας ἀποφαίνει τὴν κακίαν, ἐν παντὶ βιβλίῳ φυσικῷ καὶ ἠθικῷ γράφων καὶ διατεινόμενος ὅτι ‘τὸ κατὰ κακίαν ζῆν τῷ κακοδαιμόνως ζῆν ταὐτόν | |
10 | ἐστιν‘· ἐν δὲ τῷ τρίτῳ περὶ Φύσεως ὑπειπὼν ὅτι ‘λυσιτελεῖ | |
ζῆν ἄφρονα μᾶλλον ἢ 〈μὴ〉 βιοῦν, κἂν μηδέποτε μέλλῃ φρο‐ | 22 | |
1042B | νήσειν‘ ἐπιλέγει ‘τοιαῦτα γὰρ τἀγαθά ἐστι τοῖς ἀνθρώ‐ ποις, ὥστε τρόπον τινὰ τὰ κακὰ τῶν ἀνὰ μέσον προτερεῖν.‘ ὅτι μὲν οὖν εἰρηκὼς ἐν ἑτέροις μηδὲν εἶναι τοῖς ἄφροσι λυσιτελὲς ἐνταῦθά φησι λυσιτελεῖν τὸ ἀφρόνως ζῆν, ἀφίημι· | |
5 | τῶν δ’ ἀνὰ μέσον λεγομένων παρὰ τοῖς Στωικοῖς μήτε κακῶν ὄντων μήτ’ ἀγαθῶν τὰ κακὰ προτερεῖν λέγων οὐδὲν ἄλλο λέγει πλὴν τῶν μὴ κακῶν τὰ κακὰ προτερεῖν καὶ τὸ κακοδαιμονεῖν λυσιτελέστερον εἶναι τοῦ μὴ κακο‐ δαιμονεῖν, καὶ τοῦ κακοδαιμονεῖν ἀλυσιτελέστερον ἡγεῖται | |
10 | τὸ μὴ κακοδαιμονεῖν· εἰ δ’ ἀλυσιτελέστερον, καὶ βλαβε‐ ρώτερον· τὸ μὴ κακοδαιμονεῖν ἄρα βλαβερώτερον τοῦ κακο‐ δαιμονεῖν. βουλόμενος οὖν ταύτην ἐπιλεαίνειν τὴν ἀτο‐ | |
1042C | πίαν ἐπιλέγει περὶ τῶν κακῶν· ‘ἔστι δ’ οὐ ταῦτα προ‐ τεροῦντα, ἀλλ’ ὁ λόγος, μεθ’ οὗ βιοῦν ἐπιβάλλει μᾶλλον, καὶ εἰ ἄφρονες ἐσόμεθα.‘ πρῶτον μὲν οὖν τὰ κακὰ κακίαν λέγει καὶ τὰ μετέχοντα κακίας, ἄλλο δ’ οὐθέν· ἡ δὲ κακία | |
5 | λογικόν ἐστι μᾶλλον δὲ λόγος ἡμαρτημένος· οὐδὲν οὖν ἕτερόν ἐστι τὸ μετὰ λόγου βιοῦν ἄφρονας ὄντας ἢ τὸ μετὰ κακίας βιοῦν· ἔπειτα τὸ βιοῦν ἄφρονας ὄντας βιοῦν ἐστι κακοδαίμονας ὄντας. πρὸς τί οὖν προτερεῖ τοῦτο τῶν ἀνὰ μέσον; οὐ γὰρ πρός γε τὸ εὐδαιμονεῖν φήσει προτερεῖν τὸ | |
10 | κακοδαιμονεῖν. ἀλλ’ οὐδ’ ὅλως, φασίν, οἴεται δεῖν Χρύ‐ | |
1042D | σιππος οὔτε μονὴν ἐν τῷ βίῳ τοῖς ἀγαθοῖς οὔτ’ ἐξαγωγὴν τοῖς κακοῖς παραμετρεῖν ἀλλὰ τοῖς μέσοις κατὰ φύσιν· διὸ | |
καὶ τοῖς εὐδαιμονοῦσι γίνεταί ποτε καθῆκον ἐξάγειν ἑαυ‐ τοὺς καὶ μένειν αὖθις ἐν τῷ ζῆν τοῖς κακοδαιμονοῦσιν. | 23 | |
5 | εἶτα τί τούτου μεῖζόν ἐστιν ὑπεναντίωμα πρὸς αἵρεσιν καὶ φυγήν, εἰ τοῖς ἐπ’ ἄκρον εὐδαιμονοῦσιν ἀπουσίᾳ τῶν ἀδια‐ φόρων ἀφίστασθαι τῶν ἀγαθῶν παρόντων καθήκει; καίτοι τῶν ἀδιαφόρων οὐθὲν αἱρετὸν οὐδὲ φευκτόν, ἀλλὰ μόνον αἱρετὸν τὸ ἀγαθὸν καὶ μόνον φευκτὸν ἡγοῦνται τὸ κακόν· | |
10 | ὥστε συμβαίνει κατ’ αὐτοὺς μὴ πρὸς τὰ αἱρετὰ μηδὲ πρὸς | |
1042E | τὰ φευκτὰ τοὺς τῶν πράξεων τίθεσθαι λογισμούς, ἀλλ’ ἑτέ‐ ρων στοχαζομένους ἃ μήτε φεύγουσι μήθ’ αἱροῦνται, πρὸς ταῦτα καὶ ζῆν καὶ ἀποθνήσκειν. Τἀγαθὰ πρὸς τὰ κακὰ τὴν πᾶσαν ἔχειν διαφορὰν | |
5 | ὁμολογεῖ Χρύσιππος· καὶ ἀναγκαῖόν ἐστιν, εἰ τὰ μὲν ἐσχά‐ τως ποιεῖ κακοδαίμονας εὐθὺς οἷς ἂν παρῇ, τὰ δ’ ἐπ’ ἄκρον εὐδαίμονας. αἰσθητὰ δ’ εἶναι τἀγαθὰ καὶ τὰ κακά φησιν, ἐν τῷ προτέρῳ περὶ Τέλους ταῦτα γράφων· ‘ὅτι μὲν γὰρ αἰσθητά ἐστι τἀγαθὰ καὶ τὰ κακά, καὶ τούτοις ἐκποιεῖ | |
10 | λέγειν· οὐ γὰρ μόνον τὰ πάθη ἐστὶν αἰσθητὰ σὺν τοῖς | |
1042F | εἴδεσιν, οἷον λύπη καὶ φόβος καὶ τὰ παραπλήσια, ἀλλὰ καὶ κλοπῆς καὶ μοιχείας καὶ τῶν ὁμοίων ἔστιν αἰσθέσθαι, καὶ καθόλου ἀφροσύνης καὶ δειλίας καὶ ἄλλων οὐκ ὀλίγων κακιῶν· οὐδὲ μόνον χαρᾶς καὶ εὐεργεσιῶν καὶ ἄλλων πολ‐ | |
5 | λῶν κατορθώσεων, ἀλλὰ καὶ φρονήσεως καὶ ἀνδρείας καὶ τῶν λοιπῶν ἀρετῶν.‘ τούτων τὴν μὲν ἄλλην ἀτοπίαν ἀφῶμεν, ὅτι δὲ μάχεται τοῖς περὶ τὸν διαλεληθότα σοφόν, τίς οὐκ ἂν ὁμολογήσειεν; αἰσθητοῦ γὰρ ὄντος τοῦ ἀγαθοῦ | |
1043A | καὶ μεγάλην πρὸς τὸ κακὸν διαφορὰν ἔχοντος, | τὸν ἐκ φαύλου γενόμενον σπουδαῖον ἀγνοεῖν τοῦτο καὶ τῆς ἀρετῆς | |
μὴ αἰσθάνεσθαι παρούσης ἀλλ’ οἴεσθαι τὴν κακίαν αὐτῷ παρεῖναι, πῶς οὐκ ἔστιν ἀτοπώτατον; ἢ γὰρ οὐδεὶς | 24 | |
5 | ἀγνοεῖν ἢ ἀπιστεῖν δύναται τὰς ἀρετὰς ἔχων ἁπάσας, ἢ μικρά τίς ἐστι καὶ παντάπασι δυσθεώρητος ἡ διαφορὰ τῆς ἀρετῆς πρὸς τὴν κακίαν καὶ τῆς εὐδαιμονίας πρὸς τὴν κακοδαιμονίαν καὶ τοῦ καλλίστου βίου πρὸς τὸν αἴσχιστον, εἰ ταῦτά τις ἀντ’ ἐκείνων κτησάμενος ἑαυτὸν λέληθε. | |
10 | Μία σύνταξις ἡ περὶ Βίων τέτταρα βιβλία· τούτων ἐν τῷ τετάρτῳ λέγει τὸν σοφὸν ἀπράγμονά τ’ εἶναι καὶ | |
1043B | ἰδιοπράγμονα καὶ τὰ αὑτοῦ πράττειν· ἔστι δ’ ἡ λέξις αὕτη· ‘οἶμαι γὰρ ἔγωγε τὸν φρόνιμον καὶ ἀπράγμονα εἶναι καὶ ἰδιοπράγμονα καὶ τὰ αὑτοῦ πράττειν ὁμοίως τῆς τ’ αὐτο‐ πραγίας καὶ τῆς ὀλιγοπραγμοσύνης ἀστείων ὄντων.‘ τὰ | |
5 | δ’ ὅμοια σχεδὸν ἐν τῷ περὶ τῶν Δι’ αὑτὰ αἱρετῶν εἴρηκε ταύταις ταῖς λέξεσι· ‘τῷ γὰρ ὄντι φαίνεται ὁ κατὰ τὴν ἡσυχίαν βίος ἀκίνδυνόν τι καὶ ἀσφαλὲς ἔχειν, οὐ πάνυ τῶν πολλῶν δυναμένων τοῦτο συνιδεῖν.‘ ὅτι μὲν τῷ Ἐπικούρῳ τὴν πρόνοιαν ἀναιροῦντι διὰ τῆς ἀπραγμοσύνης τῆς περὶ | |
10 | τὸν θεὸν οὐκ ἀπᾴδει, δῆλόν ἐστιν· ἀλλ’ αὐτὸς ὁ Χρύσιππος ἐν τῷ πρώτῳ περὶ Βίων βασιλείαν τε τὸν σοφὸν ἑκουσίως | |
1043C | ἀναδέχεσθαι λέγει χρηματιζόμενον ἀπ’ αὐτῆς, κἂν αὐτὸς βασιλεύειν μὴ δύνηται, συμβιώσεται βασιλεῖ καὶ στρατεύ‐ σεται μετὰ βασιλέως, οἷος ἦν Ἰδάνθυρσος ὁ Σκύθης ἢ Λεύκων ὁ Ποντικός. παραθήσομαι δὲ καὶ ταύτην αὐτοῦ | |
5 | τὴν διάλεκτον, ὅπως εἰδῶμεν, εἰ, καθάπερ ἐκ νήτης καὶ | |
ὑπάτης γίνεται σύμφωνον, οὕτως ὁμολογεῖ βίος ἀνδρὸς καὶ ἀπραγμοσύνην αἱρουμένου καὶ ὀλιγοπραγμοσύνην, εἶτα συνιππαζομένου Σκύθαις καὶ τὰ τῶν ἐν Βοσπόρῳ τυράννων πράττοντος ἐξ οἱασδήτινος ἀνάγκης· ‘ὅτι γάρ‘ | 25 | |
10 | φησί ‘καὶ στρατεύσεται μετὰ δυναστῶν καὶ βιώσεται, πά‐ | |
1043D | λιν ἐπισκεψώμεθα τούτων ἐχόμενοι, τινῶν μὲν οὐδὲ ταῦτ’ ὑπονοούντων διὰ τοὺς ὁμοίους ὑπολογισμούς, ἡμῶν δὲ καὶ ταῦτ’ ἀπολιπόντων διὰ τοὺς παραπλησίους λόγους.‘ καὶ μετὰ μικρόν· ‘οὐ μόνον δὲ μετὰ τῶν προκεκοφότων ἐπὶ | |
5 | ποσὸν καὶ ἐν ἀγωγαῖς καὶ ἐν ἔθεσι ποιοῖς γεγονότων, οἷον παρὰ Λεύκωνι καὶ Ἰδανθύρσῳ.‘ Καλλισθένει τινὲς ἐγκα‐ λοῦσιν, ὅτι πρὸς Ἀλέξανδρον ἔπλευσεν ἐλπίζων ἀναστήσειν Ὄλυνθον, ὡς Στάγειρα Ἀριστοτέλης· Ἔφορον δὲ καὶ Ξενοκράτη καὶ Μενέδημον ἐπαινοῦσι παραιτησαμένους τὸν | |
10 | Ἀλέξανδρον· ὁ δὲ Χρύσιππος ἕνεκα χρηματισμοῦ τὸν σο‐ φὸν ἐπὶ κεφαλὴν ἐς Παντικάπαιον ὠθεῖ καὶ τὴν ‘Σκυθῶν | |
1043E | ἐρημίαν‘. ὅτι γὰρ ἐργασίας ἕνεκα καὶ χρηματισμοῦ ταῦτα ποιεῖ, καὶ προδεδήλωκε τρεῖς ὑποθέμενος ἁρμόζοντας μά‐ λιστα τῷ σοφῷ χρηματισμούς, τὸν ἀπὸ βασιλείας καὶ τὸν ἀπὸ φίλων καὶ τρίτον ἐπὶ τούτοις τὸν ἀπὸ σοφιστείας. | |
5 | καίτοι πολλαχοῦ μὲν ἀποκναίει ταῦτ’ ἐπαινῶν (Eur. fr. 892)· | |
6 | ‘ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνον, | |
Δήμητρος ἀκτῆς πώματός θ’ ὑδρηχόου;‘ ἐν δὲ τοῖς περὶ Φύσεως λέγει τὸν σοφόν, εἰ τὴν μεγίστην | 26 | |
10 | οὐσίαν ἀποβάλοι, δραχμὴν μίαν ἐκβεβληκέναι δόξειν. οὕτω δ’ αὐτὸν ἄρας ἐκεῖ καὶ ὀγκώσας ἐνταῦθα πάλιν εἰς μισθαρ‐ νίαν καταβάλλει καὶ σοφιστείαν· καὶ γὰρ αἰτήσειν καὶ | |
1043F | προλήψεσθαι τὸ μὲν εὐθὺς ἀρχομένου, τὸ δὲ χρόνου τῷ μαθητῇ διελθόντος, ὅπερ εὐγνωμονέστερον εἶναί φησιν, ἀσφαλέστερον δὲ τὸ προλαμβάνειν, ὡς ἀδικήματα τοῦ τόπου ἐπιδεχομένου. λέγει δ’ οὕτως· ‘εἰσπράττονται δὲ | |
5 | τὸν μισθὸν οὐ πάντας οἱ νοῦν ἔχοντες ὡσαύτως, ἀλλ’ † ἄλλως πλῆθος, ὡς ἂν ὁ καιρὸς φέρῃ, οὐκ ἐπαγγελλόμενοι ποιήσειν ἀγαθούς, καὶ ταῦτ’ ἐν ἐνιαυτῷ· ὅσον δὲ πρὸς ἑαυτούς, ταῦτα ποιήσειν πρὸς τὸν συμφωνηθέντα χρόνον.‘ | |
1044A | καὶ πάλιν προελθών· | ‘τόν τε καιρὸν εἴσεται, πότερον εὐθὺς δεῖ τὸν μισθὸν λαμβάνειν ἅμα τῇ προσόδῳ, καθάπερ πλείους πεποιήκασιν, ἢ καὶ χρόνον αὐτοῖς διδόναι, τοῦ τόπου τούτου μᾶλλον καὶ ἀδικήματα ἐπιδεχομένου δόξαν‐ | |
5 | τος δ’ ἂν εἶναι εὐγνωμονεστέρου.‘ καὶ πῶς ἢ χρημάτων καταφρονητὴς ὁ σοφός, ὑπὸ συγγραφὴν ἐπ’ ἀργυρίῳ τὴν ἀρετὴν παραδιδούς, κἂν μὴ παραδῷ τὸ μισθάριον εἰσπράτ‐ των ὡς πεποιηκὼς τὰ παρ’ αὑτόν, ἢ βλάβης κρείττων, φυλαττόμενος μὴ ἀδικηθῇ περὶ τὸ μισθάριον; ἀδικεῖται | |
10 | γὰρ οὐδεὶς μὴ βλαπτόμενος· ὅθεν μὴ ἀδικεῖσθαι τὸν σοφὸν | |
1044B | ἐν ἄλλοις ἀποφηνάμενος ἐνταῦθά φησιν ἀδικήματα τὸν | |
τόπον ἐπιδέχεσθαι. Ἐν δὲ τῷ περὶ Πολιτείας οὐδὲν ἡδονῆς ἕνεκα πράξειν οὐδὲ παρασκευάσεσθαί φησι τοὺς πολίτας, καὶ τὸν Εὐρι‐ | 27 | |
5 | πίδην ἐπαινεῖ ταῦτα προφερόμενος (fr. 892)· | |
5 | ‘ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνον, Δήμητρος ἀκτῆς πώματός θ’ ὑδρηχόου;‘ | |
7 | εἶτα μικρὸν ἀπὸ τούτων προελθὼν ἐπαινεῖ τὸν Διογένη τὸ αἰδοῖον ἀποτριβόμενον ἐν φανερῷ καὶ λέγοντα πρὸς τοὺς | |
10 | παρόντας ‘εἴθε καὶ τὸν λιμὸν οὕτως ἀποτρίψασθαι τῆς γαστρὸς ἠδυνάμην‘. τίν’ οὖν ἔχει λόγον ἐν τοῖς αὐτοῖς ἐπ‐ αινεῖν τὸν ἐκβάλλοντα τὴν ἡδονὴν ἅμα καὶ τὸν ἡδονῆς ἕνε‐ | |
1044C | κα τοιαῦτα πράττοντα καὶ τοιαύτης ἁπτόμενον αἰσχρουρ‐ γίας; γράψας τοίνυν ἐν τοῖς περὶ Φύσεως, [ὡς] ὅτι πολλὰ τῶν ζῴων ἕνεκα κάλλους ἡ φύσις ἐνήνοχε φιλοκαλοῦσα καὶ χαίρουσα τῇ ποικιλίᾳ, καὶ λόγον ἐπειπὼν παραλογώτατον | |
5 | ὡς ὁ ταὼς ἕνεκα τῆς οὐρᾶς γέγονε διὰ τὸ κάλλος αὐτῆς, αὖθις ἐν τῷ περὶ Πολιτείας νεανικῶς ἐπιτετίμηκε τοῖς ταὼς τρέφουσι καὶ ἀηδόνας, ὥσπερ ἀντινομοθετῶν τῷ τοῦ κόσμου νομοθέτῃ καὶ τῆς φύσεως καταγελῶν φιλοκαλού‐ σης περὶ τὰ τοιαῦτα τῶν ζῴων, οἷς ὁ σοφὸς ἐν τῇ πόλει | |
10 | τόπον οὐ δίδωσι. πῶς γὰρ οὐκ ἄτοπον ἐγκαλεῖν τοῖς τρέ‐ φουσιν ἃ γεννῶσαν ἐπαινεῖ τὴν πρόνοιαν; ἐν μὲν οὖν τῷ | |
1044D | πέμπτῳ περὶ Φύσεως εἰπὼν ὅτι ‘οἱ κόρεις εὐχρήστως ἐξυπνίζουσιν ἡμᾶς καὶ οἱ μύες ἐπιστρέφουσιν ἡμᾶς μὴ ἀμελῶς ἕκαστα τιθέναι, φιλοκαλεῖν δὲ τὴν φύσιν τῇ ποι‐ | |
κιλίᾳ χαίρουσαν εἰκός ἐστι‘, ταῦτα κατὰ λέξιν εἴρηκε· | 28 | |
5 | ‘γένοιτο δ’ ἂν μάλιστα τούτου ἔμφασις ἐπὶ τῆς κέρκου τοῦ ταώ. ἐνταῦθα γὰρ ἐπιφαίνει τὸ ζῷον γεγονέναι ἕνεκα τῆς κέρκου καὶ οὐκ ἀνάπαλιν, τῷ 〈δ’〉 ἄρρενι γενομένῳ οὕτως τὸ θῆλυ συνηκολούθηκεν.‘ ἐν δὲ τῷ περὶ Πολιτείας εἰπὼν ὅτι ‘ἐγγύς ἐσμεν τοῦ καὶ τοὺς κοπρῶνας ζωγρα‐ | |
10 | φεῖν‘, μετ’ ὀλίγον τὰ γεωργικά φησι καλλωπίζειν τινὰς ἀναδενδράσι καὶ μυρρίναις, ‘καὶ ταὼς καὶ περιστερὰς τρέ‐ | |
1044E | φουσι καὶ πέρδικας ἵνα κακκαβίζωσιν αὐτοῖς καὶ ἀηδόνας.‘ ἡδέως δ’ ἂν αὐτοῦ πυθοίμην, τί φρονεῖ περὶ μελιττῶν καὶ μέλιτος· ἦν μὲν γὰρ ἀκόλουθον τῷ τοὺς κόρεις εὐχρήστως τὸ τὰς μελίττας ἀχρήστως φάναι γεγονέναι· εἰ δὲ ταύταις | |
5 | τόπον ἐν τῇ πόλει δίδωσι, διὰ τί τῶν πρὸς ἀκοὴν καὶ ὄψιν ἐπιτερπῶν ἀπείργει τοὺς πολίτας; καθόλου δ’ ὥσπερ ὁ τοὺς συνδείπνους μεμφόμενος ὅτι χρῶνται τραγήμασι καὶ οἴνῳ καὶ ὄψοις, τὸν δ’ ἐπὶ ταῦτα κεκληκότα καὶ ταῦτα παρεσκευασμένον ἐπαινῶν ἄτοπός ἐστιν, οὕτως ὁ τὴν μὲν | |
1044F | πρόνοιαν ἐγκωμιάζων ἰχθῦς καὶ ὄρνιθας καὶ μέλι καὶ οἶνον παρασκευάσασαν, ἐγκαλῶν δὲ τοῖς μὴ παραπέμπουσι ταῦτα μηδ’ ἀρκουμένοις (Eur. fr. 892) ‘Δήμητρος ἀκτῇ πώμασίν θ’ ὑδρηχόοις, ἅπερ πάρεστι καὶ πέφυκεν ἡμᾶς | |
5 | τρέφειν,‘ οὐθένα ποιεῖσθαι λόγον ἔοικε τοῦ τἀναντία λέ‐ γειν ἑαυτῷ. Καὶ μὴν ἐν τῷ *** τῶν Προτρεπτικῶν εἰπὼν ὅτι ‘καὶ τὸ μητράσιν ἢ θυγατράσιν ἢ ἀδελφαῖς συγγενέσθαι | |
καὶ τὸ φαγεῖν τι *** καὶ προελθεῖν ἀπὸ λεχοῦς ἢ θανάτου | 29 | |
1045A | πρὸς ἱερὸν ἀλόγως διαβέβληται‘, | καὶ πρὸς τὰ θηρία φησὶ δεῖν ἀποβλέπειν καὶ τοῖς ὑπ’ ἐκείνων γινομένοις τεκμαί‐ ρεσθαι τὸ μηδὲν ἄτοπον μηδὲ παρὰ φύσιν εἶναι τῶν τοιούτων· εὐκαίρως γὰρ πρὸς ταῦτα γίνεσθαι τὰς τῶν | |
5 | ἄλλων ζῴων παραθέσεις εἰς τὸ μήτε συγγινόμενα μήτε γεννῶντα μήτ’ ἐναποθνήσκοντα ἐν τοῖς ἱεροῖς μιαίνειν τὸ θεῖον. ἐν δὲ τῷ πέμπτῳ πάλιν περὶ Φύσεως λέγει καλῶς μὲν ἀπαγορεύειν τὸν Ἡσίοδον (O. D. 757) εἰς ποταμοὺς καὶ κρήνας οὐρεῖν, ἔτι δὲ μᾶλλον ἀφεκτέον εἶναι τοῦ πρὸς | |
10 | βωμὸν οὐρεῖν ἢ ἀφίδρυμα θεοῦ· μὴ γὰρ εἶναι πρὸς λόγον, εἰ κύνες καὶ ὄνοι τοῦτο ποιοῦσι καὶ παιδάρια νήπια, μηδε‐ μίαν ἐπιστροφὴν μηδ’ ἐπιλογισμὸν ἔχοντα περὶ τῶν τοιού‐ | |
1045B | των. ἄτοπον μὲν οὖν τὸ ἐκεῖ μὲν εὔκαιρον εἰπεῖν τὴν τῶν ἀλόγων ζῴων ἀποθεώρησιν, ἐνταῦθα δ’ ἀπὸ λόγου. Τοῦ κατηναγκάσθαι δοκοῦντες ὑπὸ τῶν ἔξωθεν αἰτιῶν ταῖς ὁρμαῖς ἀπόλυσιν πορίζειν ἔνιοι τῶν φιλοσόφων | |
5 | ἐπελευστικήν τινα κίνησιν ἐν τῷ ἡγεμονικῷ κατασκευά‐ ζουσιν, ἐπὶ τῶν ἀπαραλλάκτων μάλιστα γινομένην ἔκδη‐ λον· ὅταν γὰρ δυοῖν ἴσον δυναμένων καὶ ὁμοίως ἐχόντων θάτερον ᾖ λαβεῖν ἀνάγκη, μηδεμιᾶς αἰτίας ἐπὶ θάτερον ἀγούσης τῷ μηδὲν τοῦ ἑτέρου διαφέρειν, ἡ ἐπελευστικὴ | |
10 | δύναμις αὕτη τῆς ψυχῆς ἐπίκλισιν ἐξ αὑτῆς λαβοῦσα διέ‐ κοψε τὴν ἀπορίαν. πρὸς τούτους ὁ Χρύσιππος ἀντιλέγων, | |
1045C | ὡς βιαζομένους τῷ ἀναιτίῳ τὴν φύσιν, ἐν πολλοῖς παρα‐ τίθησι τὸν ἀστράγαλον καὶ τὸν ζυγὸν καὶ πολλὰ τῶν μὴ | |
δυναμένων ἄλλοτ’ ἄλλας λαμβάνειν πτώσεις καὶ ῥοπὰς ἄνευ τινὸς αἰτίας καὶ διαφορᾶς ἢ περὶ αὐτὰ πάντως ἢ περὶ | 30 | |
5 | τὰ ἔξωθεν γινομένης· τὸ γὰρ ἀναίτιον ὅλως ἀνύπαρκτον εἶναι καὶ τὸ αὐτόματον· ἐν δὲ ταῖς πλαττομέναις ὑπ’ ἐνίων καὶ λεγομέναις ταύταις ἐπελεύσεσιν αἰτίας ἀδήλους ὑποτρέχειν καὶ λανθάνειν ἡμᾶς ἐπὶ θάτερα τὴν ὁρμὴν ἀγούσας. ταῦτα μὲν οὖν ἐν τοῖς γνωριμωτάτοις ἐστὶ τῶν | |
1045D | ὑπ’ αὐτοῦ πολλάκις εἰρημένων· ἃ δὲ τούτοις πάλιν αὐτὸς ἐξ ἐναντίας εἴρηκεν, οὐχ ὁμοίως οὕτως ἐν μέσῳ κείμενα, δι’ αὐτῶν παραθήσομαι τῶν ἐκείνου λέξεων. ἐν μὲν γὰρ τῷ περὶ τοῦ Δικάζειν ὑποθέμενος δύο δρομεῖς ὁμοῦ συν‐ | |
5 | εκπίπτειν ἀλλήλοις διαπορεῖ τί τῷ βραβευτῇ καθήκει ποιῆσαι· ‘πότερον‘ φησίν ‘ἔξεστι τὸν βραβευτὴν τὸν φοίνικα, ὁποτέρῳ βούλεται, ἀποδοῦναι, καθ’ ὃ ἂν τύχωσιν αὐτῷ συνηθέστεροι ὄντες, ὡς ἂν ἐνταῦθα τῶν αὑτοῦ τι χαρισάμενον; 〈ἢ καθήκει〉 τρόπον τινὰ μᾶλλον, ὡς κοινοῦ | |
10 | τοῦ φοίνικος γεγονότος ἀμφοτέρων, οἱονεί τινος κλήρου | |
1045E | γινομένου ἀδήλως, κατὰ τὴν ἐπίκλισιν, ὡς ἔτυχε, δοῦναι αὐτόν; λέγω δ’ ἣν ἔτυχεν ἐπίκλισιν, οἵα γίνεται, ὅταν δυεῖν προκειμένων δραχμῶν ὁμοίων κατὰ τὰ λοιπὰ ἐπὶ τὴν ἑτέραν ἐπικλίναντες λαμβάνωμεν αὐτήν.‘ ἐν δὲ τῷ | |
5 | ἕκτῳ περὶ Καθήκοντος εἶναί τινα φήσας πράγματα μὴ πάνυ πολλῆς ἄξια [εἶναι] πραγματείας μηδὲ προσοχῆς, ἀφιέναι περὶ ταῦτα τῇ ὡς ἔτυχεν ἐπικλίσει τῆς διανοίας οἴεται δεῖν τὴν αἵρεσιν ἀποκληρώσαντας· ‘οἷον‘ φησίν ‘εἰ τῶν δοκιμαζόντων τάσδε τινὰς δραχμὰς δύο ἐπὶ τοσόνδε | |
10 | οἱ μὲν τήνδε οἱ δὲ τήνδε φαῖεν εἶναι καλήν, δέοι δὲ μίαν | |
1045F | αὐτῶν λαβεῖν, τηνικαῦτ’ ἀφέντες τὸ ἐπὶ πλεῖον ἐπιζητεῖν, ἣν ἔτυχε ληψόμεθα, κατ’ ἄδηλόν τιν’ ἀποκληρώσαντες αὐτὰς λόγον, καὶ εἰ μάλιστα τὴν μοχθηρὰν ληψόμεθα αὐ‐ τῶν.‘ ἐν τούτοις γὰρ 〈ἡ〉 ἀποκλήρωσις καὶ 〈τὸ〉 ὡς ἔτυχεν | 31 |
5 | ἐπικλῖνον τῆς διανοίας [τὸ] ἄνευ πάσης αἰτίας εἰσάγει τῶν ἀδιαφόρων λῆψιν. Ἐν τῷ τρίτῳ περὶ τῆς Διαλεκτικῆς ὑπειπὼν ὅτι ‘Πλάτων ἐσπούδασε περὶ τὴν διαλεκτικὴν καὶ Ἀριστοτέλης καὶ 〈οἱ〉 ἀπὸ τούτων ἄχρι Πολέμωνος καὶ Στράτωνος, | | |
1046A | μάλιστα δὲ Σωκράτησ‘ καὶ ἐπιφωνήσας ὅτι ‘καὶ συνεξα‐ μαρτάνειν ἄν τις θελήσειε τούτοις τοσούτοις καὶ τοιούτοις οὖσιν‘ ἐπιφέρει κατὰ λέξιν· ‘εἰ μὲν γὰρ ἐκ παρέργου περὶ αὐτῶν εἰρήκεσαν, τάχ’ ἄν τις διέσυρε τὸν τόπον τοῦτον· | |
5 | οὕτω δ’ αὐτῶν ἐπιμελῶς εἰρηκότων ὡς ἐν ταῖς μεγίσταις δυνάμεσι καὶ ἀναγκαιοτάταις αὐτῆς οὔσης, οὐ πιθανὸν ἐπὶ τοσοῦτον διαμαρτάνειν αὐτοὺς ἐν τοῖς ὅλοις ὄντας οἵους ὑπονοοῦμεν.‘ τί οὖν σύ, φήσαι τις ἄν, αὐτὸς ἀνδράσι τοιούτοις καὶ τοσούτοις οὐδέποτε παύσῃ μαχόμενος οὐδ’ | |
1046B | ἐλέγχων, ὡς νομίζεις, ἐν τοῖς κυριωτάτοις καὶ μεγίστοις διαμαρτάνοντας; οὐ γὰρ δήπου περὶ μὲν διαλεκτικῆς ἐσπου‐ δασμένως ἔγραψαν, περὶ δ’ ἀρχῆς καὶ τέλους καὶ θεῶν καὶ δικαιοσύνης ἐκ παρέργου καὶ παίζοντες, ἐν οἷς τυφλὸν | |
5 | αὐτῶν ἀποκαλεῖς τὸν λόγον καὶ μαχόμενον αὑτῷ καὶ μυ‐ ρίας ἄλλας ἁμαρτίας ἔχοντα. Τὴν ἐπιχαιρεκακίαν ὅπου μὲν ἀνύπαρκτον εἶναί φη‐ σιν, ἐπεὶ τῶν μὲν ἀστείων οὐδεὶς ἐπ’ ἀλλοτρίοις κακοῖς χαί‐ ρει, 〈τῶν δὲ φαύλων οὐδεὶς χαίρει〉 τὸ παράπαν· ἐν δὲ τῷ | |
10 | δευτέρῳ περὶ Ἀγαθοῦ τὸν φθόνον ἐξηγησάμενος ὅτι ‘λύπη ἐστὶν ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς, ὡς δήποτε βουλομένων τα‐ | |
1046C | πεινοῦν τοὺς πλησίον, ὅπως ὑπερέχωσιν αὐτοί,‘ συνάπτει τὰ τῆς ἐπιχαιρεκακίας· ‘ταύτῃ δὲ συνεχὴς ἡ ἐπιχαιρεκακία γίνεται, ταπεινοὺς βουλομένων εἶναι τοὺς πλησίον διὰ τὰς ὁμοίας αἰτίας· καθ’ ἑτέρας δὲ φυσικὰς φορὰς ἐκτρεπο‐ | 32 |
5 | μένων ὁ ἔλεος γίνεται.‘ δῆλος ἄρ’ ἐστὶν ἐνταῦθα τὴν ἐπι‐ χαιρεκακίαν ὑπαρκτὴν ὥσπερ τὸν φθόνον καὶ τὸν ἔλεον ἀπολιπών, ἣν ἐν ἑτέροις ἀνύπαρκτον εἶναί φησιν ὥσπερ τὴν μισοπονηρίαν καὶ τὴν αἰσχροκέρδειαν. Ἐν πολλοῖς εἰρηκὼς ὅτι παρὰ τὸν πλείονα χρόνον | |
10 | οὐδὲν μᾶλλον εὐδαιμονοῦσιν ἀλλ’ ὁμοίως καὶ ἐπίσης τοῖς τὸν ἀμερῆ χρόνον εὐδαιμονίας μετασχοῦσιν, ἐν πολλοῖς πάλιν εἴρηκεν ὡς οὐδὲ τὸν δάκτυλον καθήκει προτεῖναι | |
1046D | χάριν ἀμεριαίας φρονήσεως καὶ καθάπερ ἀστραπῆς διιπτα‐ μένης. ἀρκέσει δὲ παραθεῖναι τὰ ἐν τῷ ἕκτῳ τῶν Ἠθικῶν Ζητημάτων ὑπ’ αὐτοῦ γεγραμμένα περὶ τούτων· ὑπειπὼν γὰρ ὡς ‘οὔτε πᾶν ἀγαθὸν ἐπίσης εἰς χαρὰν πίπτει οὔτε | |
5 | πᾶν κατόρθωμα εἰς σεμνολογίαν‘ ἐπενήνοχε ταῦτα· ‘καὶ γάρ, εἰ μόνον μέλλοι ἀμερῆ χρόνον ἢ τὸν ἔσχατον ἕξειν φρόνησιν, οὐδ’ ἂν τὸν δάκτυλον καθήκοι ἐκτεῖναι ἕνεκα τῆς οὕτω παρεσομένης φρονήσεως,‘ καίπερ παρὰ τὸν πλείονα χρόνον οὐδὲν μᾶλλον εὐδαιμονούντων οὐδὲ τῆς | |
10 | ἀιδίου εὐδαιμονίας αἱρετωτέρας γινομένης παρὰ τὴν ἀμε‐ | |
1046E | ριαίαν. εἰ μὲν οὖν τὴν φρόνησιν ἡγεῖτο ποιητικὸν εἶναι τῆς εὐδαιμονίας ἀγαθὸν ὥσπερ ὁ Ἐπίκουρος (fr. 515), αὐτῆς ἔδει μόνον τῆς ἀτοπίας καὶ παραδοξολογίας ἐπιλαμβάνε‐ σθαι τοῦ δόγματος· ἐπεὶ δ’ ἡ φρόνησις οὐχ ἕτερόν ἐστι | |
5 | τῆς εὐδαιμονίας κατ’ αὐτὸν ἀλλ’ εὐδαιμονία, πῶς οὐ μά‐ χεται τὸ λέγειν ἐπίσης μὲν αἱρετὴν εἶναι τὴν ἀμεριαίαν εὐδαιμονίαν καὶ τὴν ἀίδιον, μηδενὸς δ’ ἀξίαν τὴν ἀμεριαίαν; Τὰς ἀρετάς φασιν ἀντακολουθεῖν ἀλλήλαις, οὐ μό‐ νον τῷ τὸν μίαν ἔχοντα πάσας ἔχειν, ἀλλὰ καὶ τῷ τὸν κατὰ | 33 |
10 | μίαν ὁτιοῦν ἐνεργοῦντα κατὰ πάσας ἐνεργεῖν· οὔτε γὰρ | |
1046F | ἄνδρα φασὶ τέλειον εἶναι τὸν μὴ πάσας ἔχοντα τὰς ἀρετὰς οὔτε πρᾶξιν τελείαν, ἥτις οὐ κατὰ πάσας πράττεται τὰς ἀρετάς. ἀλλὰ μὴν ἐν τῷ ἕκτῳ τῶν Ἠθικῶν Ζητημάτων ὁ Χρύσιππος οὐκ ἀεί φησιν ἀνδρίζεσθαι τὸν ἀστεῖον οὐδὲ | |
5 | δειλαίνειν τὸν φαῦλον, ὡς † δέον ἐν φαντασίαις ἐπιφερομέ‐ νων τινῶν τὸν μὲν ἐμμένειν τοῖς κρίμασι τὸν δ’ ἀφίστασθαι. | | |
1047A | ‘πιθανὸν δέ‘ φησί ‘μηδ’ ἀκολασταίνειν ἀεὶ τὸν φαῦλον.‘ εἴπερ οὖν τὸ ἀνδρίζεσθαι τοιοῦτόν ἐστιν οἷον ἀνδρείᾳ χρῆ‐ σθαι καὶ τὸ δειλαίνειν οἷον δειλίᾳ χρῆσθαι, μαχόμενα λέ‐ γουσι λέγοντες κατὰ πάσας μὲν ἅμα τὰς ἀρετὰς καὶ τὰς | |
5 | κακίας ἐνεργεῖν τὸν ἔχοντα 〈μίαν〉, μὴ ἀεὶ δὲ τὸν ἀστεῖον ἀνδρίζεσθαι μηδὲ δειλαίνειν τὸν φαῦλον. Τὴν ῥητορικὴν ὁρίζεται τέχνην περὶ † κόσμου καὶ εἰρημένου λόγου τάξιν· ἔτι δ’ ἐν τῷ πρώτῳ καὶ ταῦτα γέγραφεν· ‘οὐ μόνον δὲ τοῦ ἐλευθερίου καὶ ἀφελοῦς κόσμου | |
10 | δεῖν οἴομαι ἐπιστρέφεσθαι κἀπὶ τῶν λόγων † ᾧ καὶ τῶν οἰκείων ὑποκρίσεων κατὰ τὰς ἐπιβαλλούσας τάσεις τῆς | |
1047B | φωνῆς καὶ σχηματισμοὺς τοῦ τε προσώπου καὶ τῶν χει‐ ρῶν.‘ οὕτω δέ τις φιλότιμος ἐνταῦθα περὶ τὸν λόγον γενό‐ μενος πάλιν ἐν τῷ αὐτῷ βιβλίῳ περὶ τῆς τῶν φωνηέντων συγκρούσεως ὑπειπών ‘οὐ μόνον‘ φησί ‘ταῦτα παρετέον | 34 |
5 | τοῦ βελτίονος ἐχομένους, ἀλλὰ καὶ ποιὰς ἀσαφείας καὶ ἐλλείψεις καὶ νὴ Δία σολοικισμούς, ἐφ’ οἷς ἄλλοι ἂν αἰσχυνθείησαν οὐκ ὀλίγοι.‘ τὸ δὴ ποτὲ μὲν ἄχρι χειρῶν καὶ στόματος εὐπρεπείας ἐπιχωρεῖν τοῖς λέγουσιν ἐν κόσμῳ τὸν λόγον διατίθεσθαι, ποτὲ δὲ μήτ’ ἐλλείψεων ἐπιστρέ‐ | |
10 | φεσθαι καὶ ἀσαφειῶν μήτε σολοικίζοντας αἰσχύνεσθαι τε‐ λέως ὅ τι ἂν ἐπίῃ λέγοντός ἐστιν. | |
1047C | Ἐν δὲ ταῖς Φυσικαῖς Θέσεσι περὶ τῶν ἐμπειρίας καὶ ἱστορίας δεομένων διακελευσάμενος τὴν ἡσυχίαν ἔχειν, ἂν μή τι κρεῖττον καὶ ἐναργέστερον ἔχωμεν λέγειν, ‘ἵνα‘ φησί ‘μήτε Πλάτωνι παραπλησίως ὑπονοήσωμεν τὴν μὲν | |
5 | ὑγρὰν τροφὴν εἰς τὸν πλεύμονα φέρεσθαι τὴν δὲ ξηρὰν εἰς τὴν κοιλίαν, μήθ’ ἕτερα παραπλήσια γεγονότα τούτοις διαπτώματα‘. δοκῶ δὴ τὸ ἐγκαλεῖν ἑτέροις εἶτα περι‐ πίπτειν αὐτὸν οἷς ἐγκαλεῖ καὶ μὴ φυλάττεσθαι τῶν ἐναντιωμάτων μέγιστον εἶναι καὶ τῶν διαπτωμάτων αἴσχι‐ | |
10 | στον. ἀλλὰ μὴν αὐτὸς τὰς διὰ δέκα ἀξιωμάτων συμπλοκὰς πλήθει φησὶν ὑπερβάλλειν ἑκατὸν μυριάδας οὔτε δι’ αὑτοῦ | |
1047D | ζητήσας ἐπιμελῶς οὔτε διὰ τῶν ἐμπείρων τὸ ἀληθὲς ἱστο‐ ρήσας. καίτοι Πλάτων μὲν ἔχει τῶν ἰατρῶν τοὺς ἐνδοξοτά‐ τους μαρτυροῦντας, Ἱπποκράτην Φιλιστίωνα Διώξιππον | |
τὸν Ἱπποκράτειον, καὶ τῶν ποιητῶν Εὐριπίδην Ἀλκαῖον | 35 | |
5 | Εὔπολιν Ἐρατοσθένην, λέγοντας ὅτι τὸ ποτὸν διὰ τοῦ πνεύμονος διέξεισι· Χρύσιππον δὲ πάντες ἐλέγχουσιν οἱ ἀριθμητικοί, ὧν καὶ Ἵππαρχός ἐστιν ἀποδεικνύων τὸ διά‐ πτωμα τοῦ λογισμοῦ παμμέγεθες αὐτῷ γεγονός, εἴγε τὸ μὲν καταφατικὸν ποιεῖ συμπεπλεγμένων ἀξιωμάτων μυ‐ | |
10 | ριάδας δέκα καὶ πρὸς ταύταις τρισχίλια τεσσαράκοντα | |
1047E | ἐννέα, τὸ δ’ ἀποφατικὸν ἐνακόσια πεντήκοντα δύο πρὸς τριάκοντα καὶ μιᾷ μυριάσι. Τῶν πρεσβυτέρων τινές, ἃ τῷ τὸν ὀξίνην ἔχοντι συνέβαινε μήθ’ ὡς ὄξος ἀποδόσθαι δυναμένῳ μήθ’ ὡς | |
5 | οἶνον, ἔφασαν τῷ Ζήνωνι συμβαίνειν· τὸ γὰρ προηγμένον αὐτῷ μήθ’ ὡς ἀγαθὸν μήθ’ ὡς ἀδιάφορον ἔχειν διάθεσιν. ἀλλ’ ὁ Χρύσιππος ἔτι μᾶλλον τὸ πρᾶγμα δυσδιάθετον πε‐ ποίηκεν· ὁτὲ μὲν γάρ φησι μαίνεσθαι τοὺς τὸν πλοῦτον καὶ τὴν ὑγίειαν καὶ τὴν ἀπονίαν καὶ τὴν ὁλοκληρίαν τοῦ | |
10 | σώματος ἐν μηδενὶ ποιουμένους μηδ’ ἀντεχομένους τῶν τοιούτων, καὶ παραθέμενος τὰ τοῦ Ἡσιόδου (O. D. 299) ‘ἐργάζευ, Πέρση, δῖον γένοσ‘ ἐπιπεφώνηκεν ὅτι τἀναντία | |
1047F | παραινεῖν μανικόν ἐστι, τό ‘μὴ ἐργάζευ, Πέρση, δῖον γέ‐ νοσ‘· καὶ τὸν μὲν σοφὸν ἐν τοῖς περὶ Βίων καὶ βασιλεῦσι συνέσεσθαί φησιν ἕνεκα χρηματισμοῦ καὶ σοφιστεύσειν ἐπ’ ἀργυρίῳ, παρ’ ὧν μὲν προλαμβάνοντα πρὸς οὓς δὲ | |
5 | συντιθέμενον τῶν μαθητῶν, ἐν δὲ τῷ ἑβδόμῳ 〈περὶ〉 τοῦ Καθήκοντος καὶ κυβιστήσειν τρὶς ἐπὶ τούτῳ λαβόντα τά‐ | |
1048A | λαντον· | ἐν δὲ τῷ πρώτῳ περὶ Ἀγαθῶν τρόπον τινὰ συγχω‐ ρεῖ καὶ δίδωσι τοῖς βουλομένοις τὰ προηγμένα καλεῖν ἀγα‐ | |
θὰ καὶ κακὰ τἀναντία, ταύταις ταῖς λέξεσιν· ‘εἴ τις βού‐ λεται κατὰ τὰς τοιαύτας παραλλαγὰς τὸ μὲν ἀγαθὸν αὐτῶν | 36 | |
5 | λέγειν τὸ δὲ κακόν, ἐπὶ ταῦτα φερόμενος τὰ πράγματα καὶ μὴ ἄλλως ἀποπλανώμενος, *** ἐν μὲν τοῖς σημαινομένοις οὐ διαπίπτοντος αὐτοῦ, τὰ δ’ ἄλλα στοχαζομένου τῆς κατὰ τὰς ὀνομασίας συνηθείας.‘ οὕτω δὲ τὸ προηγμένον τῷ ἀγαθῷ συναγαγὼν ἐγγὺς ἐνταῦθα καὶ συμμίξας, ἐν ἑτέροις | |
10 | πάλιν οὐδὲν εἶναί φησι τούτων καθόλου πρὸς ἡμᾶς, ἀλλ’ | |
1048B | ἀποσπᾶν τὸν λόγον ἡμᾶς καὶ ἀποστρέφειν ἁπάντων τῶν τοιούτων· ταῦτα γὰρ ἐν τῷ πρώτῳ περὶ τοῦ Προτρέπε‐ σθαι γέγραφεν. ἐν δὲ τῷ τρίτῳ περὶ Φύσεως μακαρίζε‐ σθαί φησιν ἐνίους βασιλεύοντας καὶ πλουτοῦντας, ὅμοιον | |
5 | εἰ χρυσαῖς ἀμίσι χρώμενοι καὶ χρυσοῖς κρασπέδοις ἐμακα‐ ρίζοντο· ‘τῷ δ’ ἀγαθῷ τὸ τὴν οὐσίαν ἀποβαλεῖν οἱονεὶ δραχμὴν ἀποβαλεῖν καὶ τὸ νοσῆσαι οἷον προσκόψαι.‘ Διὸ τῶν ἐναντιωμάτων τούτων οὐ μόνον τὴν ἀρετὴν ἀλλὰ καὶ τὴν πρόνοιαν ἀναπέπληκεν. ἡ μὲν γὰρ ἀρετὴ | |
10 | μικρολόγος ἐσχάτως φανεῖται καὶ ἀνόητος περὶ ταῦτα πραγ‐ ματευομένη καὶ τούτων ἕνεκα πλεῖν εἰς Βόσπορον κελεύου‐ | |
1048C | σα καὶ κυβιστᾶν τὸν σοφόν· ὁ δὲ Ζεὺς γελοῖος εἰ Κτήσιος χαίρει καὶ Ἐπικάρπιος καὶ Χαριδότης προσαγορευόμενος, ὅτι δηλαδὴ χρυσᾶς ἀμίδας καὶ χρυσᾶ κράσπεδα χαρίζεται τοῖς φαύλοις, τοῖς δ’ ἀγαθοῖς ἄξια δραχμῆς, ὅταν πλούσιοι | |
5 | γένωνται κατὰ τὴν τοῦ Διὸς πρόνοιαν· ἔτι δὲ γελοιότερος ὁ Ἀπόλλων, εἰ περὶ χρυσῶν κρασπέδων καὶ ἀμίδων κάθη‐ ται θεμιστεύων καὶ περὶ προσκομμάτων ἀπολύσεως. ἔτι δὲ μᾶλλον τῇ ἀποδείξει τὸ ἐναντίωμα ποιοῦσι | |
φανερώτερον. ᾧ γὰρ ἔστιν εὖ χρήσασθαι καὶ κακῶς, τοῦτό | 37 | |
10 | φασι μήτ’ ἀγαθὸν εἶναι μήτε κακόν· πλούτῳ δὲ καὶ ὑγιείᾳ καὶ ῥώμῃ σώματος κακῶς χρῶνται πάντες οἱ ἀνόητοι· | |
1048D | διόπερ οὐδέν ἐστι τούτων ἀγαθόν. εἴπερ οὖν ὁ θεὸς ἀρετὴν μὲν οὐ δίδωσιν ἀνθρώποις ἀλλὰ τὸ καλὸν αὐθαίρετόν ἐστι, πλοῦτον δὲ καὶ ὑγίειαν χωρὶς ἀρετῆς δίδωσιν, οὐκ εὖ χρησομένοις δίδωσιν ἀλλὰ κακῶς, τουτέστι βλαβερῶς καὶ | |
5 | αἰσχρῶς καὶ ὀλεθρίως. καίτοι εἰ μὲν δύνανται τὴν ἀρετὴν παρέχειν οἱ θεοί, οὔκ εἰσι χρηστοὶ μὴ παρέχοντες· εἰ δὲ μὴ δύνανται ποιεῖν ἀγαθούς, οὐδ’ ὠφελεῖν δύνανται, μη‐ δενός γε τῶν ἄλλων ὄντος ἀγαθοῦ μηδ’ ὠφελίμου. τὸ δ’ ἄλλως τοὺς γενομένους ἀγαθοὺς κρίνειν 〈ἢ〉 κατ’ ἀρετὴν | |
10 | ἢ ἰσχὺν οὐδ’ ἔνεστι· καὶ γὰρ τοὺς θεοὺς οἱ ἀγαθοὶ κρί‐ | |
1048E | νουσι κατ’ ἀρετὴν καὶ ἰσχύν· ὥστε μηδὲν μᾶλλον ὠφελεῖν ἢ ὠφελεῖσθαι τοὺς θεοὺς ὑπὸ τῶν ἀνθρώπων. καὶ μὴν οὔθ’ αὑτὸν ὁ Χρύσιππος ἀποφαίνει σπουδαῖον οὔτε τινὰ τῶν αὑτοῦ γνωρίμων ἢ καθηγεμόνων. τί οὖν περὶ τῶν | |
5 | ἄλλων φρονοῦσιν; ἢ ταῦτα ἅπερ λέγουσι; μαίνεσθαι πάν‐ τας, ἀφραίνειν, ἀνοσίους εἶναι, παρανόμους, ἐπ’ ἄκρον ἥκειν δυστυχίας, κακοδαιμονίας ἁπάσης· εἶτα προνοίᾳ θεῶν διοικεῖσθαι τὰ καθ’ ἡμᾶς οὕτως ἀθλίως πράττοντας; εἰ γοῦν οἱ θεοὶ μεταβαλόμενοι βλάπτειν ἐθέλοιεν ἡμᾶς καὶ | |
10 | κακοῦν καὶ διαστρέφειν καὶ προσεπιτρίβειν, οὐκ ἂν δύ‐ ναιντο διαθεῖναι χεῖρον ἢ νῦν ἔχομεν, ὡς Χρύσιππος ἀπο‐ | |
1048F | φαίνει μήτε κακίας ὑπερβολὴν ἀπολείπειν μήτε κακοδαι‐ μονίας τὸν βίον· ὥστ’, εἰ λάβοι φωνήν, εἰπεῖν ἂν αὐτὸν τὰ τοῦ Ἡρακλέους | |
3 | ||
‘γέμω κακῶν δή, καὶ οὐκ ἔσθ’ ὅπου τεθῇ.‘ | 38 | |
5 | τίνας οὖν ἄν τις εὕροι μαχομένας μᾶλλον ἀλλήλαις ἀπο‐ φάσεις τῆς περὶ θεῶν Χρυσίππου καὶ τῆς περὶ ἀνθρώπων, | |
1049A | τοὺς μὲν ὡς ἔνι | βέλτιστα προνοεῖν τοὺς δ’ ὡς ἔνι χείριστα πράττειν λέγοντος; Ἐγκαλοῦσιν αὐτῷ τινες τῶν Πυθαγορικῶν ἐν τοῖς περὶ Δικαιοσύνης γράφοντι περὶ τῶν ἀλεκτρυόνων ὅτι | |
5 | ‘χρησίμως γεγόνασιν· ἐπεγείρουσι γὰρ ἡμᾶς καὶ τοὺς σκορπίους ἐκλέγουσι καὶ κατὰ τὰς μάχας ἐπιστρέφουσι, ζῆλόν τινα πρὸς ἀλκὴν ἐμποιοῦντες· ὅμως δὲ δεῖ κατ‐ εσθίειν καὶ τούτους, ἵνα μὴ τὴν χρείαν ὑπερβάλλῃ τὸ πλῆ‐ θος τῶν νεοττῶν.‘ ὁ δ’ οὕτως καταγελᾷ τῶν ἐπὶ τούτοις | |
10 | ἐγκαλούντων, ὥστε περὶ τοῦ Διός, τοῦ Σωτῆρος καὶ Γενέ‐ τορος καὶ πατρὸς Δίκης καὶ Εὐνομίας καὶ Εἰρήνης, ταῦτα | |
1049B | γράφειν ἐν τῷ τρίτῳ περὶ Θεῶν· ‘ὡς δ’ αἱ πόλεις πλεο‐ νάσασαι εἰς ἀποικίας ἀπερῶσι τὰ πλήθη καὶ πολέμους ἐνίστανται πρός τινας, οὕτως ὁ θεὸς φθορᾶς ἀρχὰς δίδωσι·‘ καὶ τὸν Εὐριπίδην μάρτυρα καὶ τοὺς ἄλλους προσάγεται | |
5 | τοὺς λέγοντας ὡς ὁ Τρωικὸς πόλεμος ὑπὸ τῶν θεῶν ἀπαν‐ τλήσεως χάριν τοῦ πλήθους τοῦ τῶν ἀνθρώπων γένους γένοιτο. τούτων δὲ τὰς μὲν ἄλλας ἀτοπίας ἄφες· οὐ γὰρ εἴ τι μὴ καλῶς ἀλλ’ ὅσα πρὸς ἑαυτοὺς διαφόρως λέγουσιν, ἐξετάσαι μόνον πρόκειται· σκόπει δ’ ὅτι τῷ θεῷ καλὰς | |
10 | μὲν ἐπικλήσεις ἀεὶ καὶ φιλανθρώπους, ἄγρια δ’ ἔργα καὶ βάρβαρα καὶ Γαλατικὰ προστίθησιν. οὐ γὰρ ἀποικίαις | |
1049C | ἐοίκασιν αἱ τοσαῦται φθοραὶ καὶ πανωλεθρίαι τῶν ἀνθρώ‐ πων, οἵας ὁ Τρωικὸς εἰργάσατο πόλεμος καὶ πάλιν ὁ Μη‐ δικὸς καὶ ὁ Πελοποννησιακός, εἰ μή τινας ἐν Ἅιδου καὶ | |
ὑπὸ γῆς ἴσασιν οὗτοι πόλεις κτιζομένας, ἀλλὰ τῷ Γαλάτῃ | 39 | |
5 | Δηιοτάρῳ ποιεῖ Χρύσιππος ὅμοιον τὸν θεὸν, ὅς, πλειόνων αὐτῷ παίδων γεγονότων, ἑνὶ βουλόμενος τὴν ἀρχὴν ἀπο‐ λιπεῖν καὶ τὸν οἶκον ἅπαντας ἐκείνους ἀπέσφαξεν, ὥσπερ ἀμπέλου βλαστοὺς ἀποτεμὼν καὶ κολούσας, ἵν’ εἷς ὁ λει‐ φθεὶς ἰσχυρὸς γένηται καὶ μέγας. καίτοι γ’ ὁ μὲν ἀμπε‐ | |
10 | λουργὸς ἔτι μικρῶν ὄντων καὶ ἀσθενῶν τοῦτο ποιεῖ τῶν κλημάτων, καὶ ἡμεῖς νεογνῶν καὶ τυφλῶν ὄντων τῶν σκυ‐ | |
1049D | λακίων ὑφαιροῦμεν τὰ πολλὰ φειδόμενοι τῆς κυνός. ὁ δὲ Ζεὺς οὐ μόνον ἐάσας καὶ περιιδὼν ἐν ἡλικίᾳ γενομένους ἀλλὰ καὶ φύσας αὐτὸς καὶ αὐξήσας ἀποτυμπανίζει, φθο‐ ρᾶς καὶ ὀλέθρου μηχανώμενος προφάσεις, δέον αἰτίας καὶ | |
5 | ἀρχὰς γενέσεως μὴ παρασχεῖν. τοῦτο μὲν οὖν ἔλατ‐ τόν ἐστιν· ἐκεῖνο δὲ μεῖζον. οὐδεὶς γὰρ φύεται ἀνθρώποις πόλεμος ἄνευ κακίας, ἀλλὰ τὸν μὲν φιληδονία τὸν δὲ πλεονεξία τὸν δὲ φιλοδοξία τις ἢ φιλαρχία συρρήγνυσιν. οὐκοῦν εἰ πολέμους ὁ θεὸς ἐνεργάζεται, καὶ κακίας, παρ‐ | |
10 | οξύνων καὶ διαστρέφων τοὺς ἀνθρώπους. καίτοι λέγει δ’ αὐτὸς ἐν τῷ περὶ τοῦ Δικάζειν καὶ πάλιν ἐν τῷ δευτέρῳ | |
1049E | περὶ Θεῶν ὡς ‘τῶν αἰσχρῶν τὸ θεῖον παραίτιον γίγνεσθαι οὐκ εὔλογόν ἐστιν· ὃν τρόπον γὰρ οὔτε νόμος τοῦ παρα‐ νομεῖν παραίτιος γένοιτ’ ἂν οὔθ’ οἱ θεοὶ τοῦ ἀσεβεῖν, οὕτως εὔλογον μηδ’ αἰσχροῦ μηδενὸς εἶναι παραιτίους.‘ τί οὖν | |
5 | αἴσχιον ἀνθρώποις φθορᾶς ὑπ’ ἀλλήλων γινομένης, ἧς φησι Χρύσιππος ἐνδιδόναι τὰς ἀρχὰς τὸν θεόν; ‘ἀλλὰ νὴ Δία‘ φήσει τις ‘ἐπαινεῖ πάλιν 〈τὸ〉 τοῦ Εὐριπίδου λέ‐ γοντος (fr. 292, 7) | |
8 | ‘εἰ θεοί τι δρῶσιν αἰσχρόν, οὔκ εἰσιν θεοί·‘ | |
9 | ||
10 | καί (fr. 254, 2) | |
10 | ||
‘τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς·‘‘ — ὥσπερ ἡμῶν ἄλλο τι νῦν πραττόντων ἢ τὰς ἐναντίας αὐτοῦ φωνὰς καὶ ὑπολήψεις παρατιθεμένων. | 40 | |
1049F | Οὐ μὴν ἀλλ’ αὐτό γε τοῦτο τὸ νῦν ἐπαινούμενον οὐχ ἅπαξ οὐδὲ δὶς οὐδὲ τρὶς ἀλλὰ μυριάκις ἔσται πρὸς Χρύσιππον εἰπεῖν | |
3 | ‘τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούσ‘. | |
4 | ||
5 | πρῶτον γὰρ ἐν τῷ πρώτῳ περὶ Φύσεως τὸ ἀίδιον τῆς κινήσεως κυκεῶνι παρεικάσας ἄλλ’ ἄλλως στρέφοντι καὶ | |
1050A | ταράσσοντι τῶν γινομένων, ταῦτ’ εἴρηκεν· | ‘οὕτω δὲ τῆς τῶν ὅλων οἰκονομίας προαγούσης, ἀναγκαῖον κατὰ ταύτην, ὡς ἄν ποτ’ ἔχωμεν, ἔχειν ἡμᾶς, εἴτε παρὰ φύσιν τὴν ἰδίαν νοσοῦντες εἴτε πεπηρωμένοι εἴτε γραμματικοὶ γεγονότες | |
5 | ἢ μουσικοί·‘ καὶ πάλιν μετ’ ὀλίγον· ‘κατὰ τοῦτον δὲ τὸν λόγον τὰ παραπλήσια ἐροῦμεν καὶ περὶ τῆς ἀρετῆς ἡμῶν καὶ περὶ τῆς κακίας καὶ τὸ ὅλον τῶν τεχνῶν καὶ τῶν ἀτε‐ χνιῶν, ὡς ἔφην,‘ καὶ μετ’ ὀλίγον ἅπασαν ἀναιρῶν ἀμφι‐ βολίαν· ‘οὐθὲν γὰρ ἔστιν ἄλλως τῶν κατὰ μέρος γενέσθαι | |
10 | οὐδὲ τοὐλάχιστον ἢ κατὰ τὴν κοινὴν φύσιν καὶ κατὰ τὸν ἐκείνης λόγον.‘ ὅτι δ’ ἡ κοινὴ φύσις καὶ ὁ κοινὸς τῆς | |
1050B | φύσεως λόγος εἱμαρμένη καὶ πρόνοια καὶ Ζεύς ἐστιν, οὐδὲ τοὺς ἀντίποδας λέληθε· πανταχοῦ γὰρ ταῦτα θρυλεῖται ὑπ’ αὐτῶν· καὶ τὸ ‘Διὸς δ’ ἐτελείετο βουλή‘ τὸν Ὅμηρον εἰρηκέναι φησὶν ὀρθῶς ἐπὶ τὴν εἱμαρμένην ἀναφέροντα καὶ | |
5 | τὴν τῶν ὅλων φύσιν, καθ’ ἣν πάντα διοικεῖται. πῶς οὖν ἅμα μὲν οὐδενὸς αἰσχροῦ παραίτιος ὁ θεός, ἅμα δ’ οὐδὲ τοὐλάχιστον ἐνδέχεται γίνεσθαι ἄλλως ἢ κατὰ τὴν κοινὴν φύσιν καὶ τὸν ἐκείνης λόγον; ἐν γὰρ πᾶσι τοῖς γινομένοις καὶ τὰ αἰσχρὰ δήπουθέν ἐστιν. καίτοι ὁ μὲν Ἐπίκουρος | |
10 | (fr. 378) ἁμωσγέπως στρέφεται καὶ φιλοτεχνεῖ, τῆς ἀι‐ | 41 |
1050C | δίου κινήσεως μηχανώμενος ἐλευθερῶσαι καὶ ἀπολῦσαι τὸ ἑκούσιον ὑπὲρ τοῦ μὴ καταλιπεῖν ἀνέγκλητον τὴν κα‐ κίαν· 〈ὁ δὲ Χρύσιπποσ〉 ἀναπεπταμένην παρρησίαν αὐτῇ δίδωσιν ὡς οὐ μόνον ἐξ ἀνάγκης οὐδὲ καθ’ εἱμαρμένην | |
5 | ἀλλὰ καὶ κατὰ λόγον θεοῦ καὶ κατὰ φύσιν πεποιημένῃ τὴν ἀρίστην. ἔτι δὲ καὶ ταῦθ’ ὅρα τὰ κατὰ λέξιν οὕτως ἔχοντα· ‘τῆς γὰρ κοινῆς φύσεως εἰς πάντα διατεινούσης δεήσει πᾶν τὸ ὁπωσοῦν γινόμενον ἐν τῷ ὅλῳ καὶ τῶν μορίων ὁτῳοῦν κατ’ ἐκείνην γενέσθαι καὶ τὸν ἐκείνης λόγον κατὰ | |
10 | τὸ ἑξῆς ἀκωλύτως διὰ τὸ μήτ’ ἔξωθεν εἶναι τὸ ἐνστησό‐ | |
1050D | μενον τῇ οἰκονομίᾳ μήτε τῶν μερῶν μηδὲν ἔχειν ὅπως κινηθήσεται ἢ σχήσει ἄλλως 〈ἢ〉 κατὰ τὴν κοινὴν φύσιν.‘ τίνες οὖν αἱ τῶν μερῶν σχέσεις εἰσὶ καὶ κινήσεις; δῆλον μὲν ὅτι σχέσεις αἱ κακίαι καὶ τὰ νοσήματα, φιλαργυρίαι | |
5 | φιληδονίαι φιλοδοξίαι δειλίαι ἀδικίαι, κινήσεις δὲ μοιχεῖαι κλοπαὶ προδοσίαι ἀνδροφονίαι πατροκτονίαι. τούτων οἴεται Χρύσιππος οὔτε μικρὸν οὔτε μέγα παρὰ τὸν τοῦ Διὸς λόγον εἶναι καὶ νόμον καὶ δίκην καὶ πρόνοιαν· ὥστε μὴ γίνεσθαι παρὰ τὸν νόμον τὸ παρανομεῖν μηδὲ παρὰ τὴν δίκην τὸ | |
10 | ἀδικεῖν μηδὲ παρὰ τὴν πρόνοιαν τὸ κακοποιεῖν. | |
1050E | Ἀλλὰ μὴν τὸν θεὸν κολάζειν φησὶ τὴν κακίαν καὶ πολλὰ ποιεῖν ἐπὶ κολάσει τῶν πονηρῶν, ὥσπερ ἐν τῷ δευ‐ τέρῳ περὶ Θεῶν ποτὲ μὲν τὰ δύσχρηστα συμβαίνειν φησὶ τοῖς ἀγαθοῖς οὐχ ὥσπερ τοῖς φαύλοις κολάσεως χάριν, | |
5 | ἀλλὰ κατ’ ἄλλην οἰκονομίαν, ὥσπερ ἐν ταῖς πόλεσι· καὶ πάλιν ἐν τούτοις· ‘πρῶτον δὲ τῶν κακῶν παραπλησίως | |
ἐστὶν ἀκουστέον τοῖς προειρημένοις· εἶθ’ ὅτι ταῦτ’ ἀπο‐ νέμεται κατὰ τὸν τοῦ Διὸς λόγον ἤτοι ἐπὶ κολάσει ἢ κατ’ ἄλλην ἔχουσάν πως πρὸς τὰ ὅλα οἰκονομίαν.‘ ἔστι μὲν οὖν | 42 | |
10 | καὶ τοῦτο δεινόν, τὸ καὶ γίνεσθαι τὴν κακίαν καὶ κολάζε‐ σθαι κατὰ τὸν τοῦ Διὸς λόγον· ἐπιτείνει δὲ τὴν ὑπεναν‐ | |
1050F | τίωσιν ἐν τῷ δευτέρῳ περὶ Φύσεως γράφων τάδε· ‘ἡ δὲ κακία πρὸς τὰ δεινὰ συμπτώματα ἴδιόν τιν’ ἔχει λόγον· γίνεται μὲν γὰρ καὶ αὐτή πως κατὰ τὸν τῆς φύσεως λόγον καί, ἵν’ οὕτως εἴπω, οὐκ ἀχρήστως γίνεται πρὸς τὰ ὅλα· | |
5 | οὐδὲ γὰρ ἂν τἀγαθὸν ἦν.‘ καὶ οὗτος ἐπιτιμᾷ τοῖς ἐπίσης πρὸς | |
1051A | τὰ ἐναντία διαλεγομένοις, | ὃς ὑπὸ τοῦ πάντως τι βού‐ λεσθαι καὶ περὶ παντὸς εἰπεῖν ἴδιον καὶ περιττὸν οὐκ ἀχρή‐ στως λέγει βαλλαντιοτομεῖν συκοφαντεῖν καὶ ἀφραίνειν, οὐκ ἀχρήστως ἀχρήστους εἶναι, βλαβεροὺς κακοδαίμονας. | |
5 | εἶτα ποῖός τις ὁ Ζεύς, λέγω δὲ τὸν Χρυσίππου, κολάζων πρᾶγμα μήτ’ ἀφ’ αὑτοῦ μήτ’ ἀχρήστως γινόμενον; ἡ μὲν γὰρ κακία πάντως ἀνέγκλητός ἐστι κατὰ τὸν τοῦ Χρυσίπ‐ που λόγον, ὁ δὲ Ζεὺς ἐγκλητέος εἴτ’ ἄχρηστον οὖσαν τὴν κακίαν πεποίηκεν εἴτε ποιήσας οὐκ ἀχρήστως κολάζει. | |
10 | Πάλιν ἐν τῷ πρώτῳ περὶ Δικαιοσύνης εἰπὼν περὶ τῶν θεῶν ὡς ἐνισταμένων ἐνίοις ἀδικήμασι ‘κακίαν δέ‘ | |
1051B | φησί ‘καθόλου ἆραι οὔτε δυνατόν ἐστιν οὔτ’ ἔχει καλῶς ἀρθῆναι‘. *** τὴν ἀνομίαν τὴν ἀδικίαν τὴν ἀβελτερίαν, οὐ τοῦ παρόντος ἐστὶ λόγου τὸ ζητεῖν· αὐτὸς δὲ τὴν κακίαν, ὅσον ἐφ’ ἑαυτῷ, διὰ τοῦ φιλοσοφεῖν ἀναιρῶν, ἣν οὐκ ἔχει | |
5 | καλῶς ἀναιρεῖν, μαχόμενόν τι ποιεῖ καὶ τῷ λόγῳ καὶ τῷ | |
θεῷ. πρὸς δὲ τούτοις λέγων ἐνίοις ἀδικήμασιν ἐνίστα‐ σθαι τὸν θεὸν ἔμφασιν πάλιν τῆς τῶν ἁμαρτημάτων δί‐ δωσιν ἀνοσιότητος. Ἔτι περὶ τοῦ μηδὲν ἐγκλητὸν εἶναι μηδὲ μεμπτὸν | 43 | |
10 | 〈ἐν τῷ〉 κόσμῳ, κατὰ τὴν ἀρίστην φύσιν ἁπάντων περαι‐ νομένων, πολλάκις γεγραφὼς ἔστιν ὅπου πάλιν ἐγκλητάς τινας ἀμελείας οὐ περὶ μικρὰ καὶ φαῦλα καταλείπει. ἐν | |
1051C | γοῦν τῷ τρίτῳ περὶ Οὐσίας μνησθεὶς ὅτι συμβαίνει τινὰ τοῖς καλοῖς καὶ ἀγαθοῖς τοιαῦτα ‘πότερον‘ φησίν ‘ἀμε‐ λουμένων τινῶν, καθάπερ ἐν οἰκίαις μείζοσι παραπίπτει τινὰ πίτυρα καὶ ποσοὶ πυροί, τῶν ὅλων εὖ οἰκονομουμένων; | |
5 | ἢ διὰ τὸ καθίσταθαι ἐπὶ τῶν τοιούτων δαιμόνια φαῦλα, ἐν οἷς τῷ ὄντι γίνονται καὶ ἐγκλητέαι ἀμέλειαι;‘ φησὶ δὲ πολὺ καὶ τὸ τῆς ἀνάγκης μεμῖχθαι. τὸ μὲν οὖν τὰ τοιαῦτα συμπτώ‐ ματα τῶν καλῶν κἀγαθῶν ἀνδρῶν, οἷον ἡ Σωκράτους καταδίκη καὶ ὁ Πυθαγόρου ζῶντος ἐμπρησμὸς ὑπὸ τῶν | |
10 | Κυλωνείων καὶ Ζήνωνος ὑπὸ Δημύλου τοῦ τυράννου καὶ | |
1051D | Ἀντιφῶντος ὑπὸ Διονυσίου στρεβλουμένων ἀναιρέσεις, πιτύροις παραπίπτουσιν ἀπεικάζειν ὅσης ἐστὶν εὐχερείας, ἐῶ· τὸ δὲ φαύλους δαίμονας ἐκ προνοίας ἐπὶ τὰς τοιαύτας ἐπιστασίας καθίστασθαι πῶς οὐκ ἔστιν ἔγκλημα τοῦ θεοῦ, | |
5 | καθάπερ βασιλέως κακοῖς καὶ ἐμπλήκτοις σατράπαις καὶ στρατηγοῖς διοικήσεις ἐπιτρέποντος καὶ περιορῶντος ὑπὸ τούτων ἀμελουμένους καὶ παροινουμένους τοὺς ἀρί‐ στους; καὶ μὴν εἰ πολὺ τὸ τῆς ἀνάγκης μέμικται τοῖς πράγμασιν, οὔτε κρατεῖ πάντων ὁ θεὸς οὔτε πάντα κατὰ | |
10 | τὸν ἐκείνου λόγον διοικεῖται. Πρὸς τὸν Ἐπίκουρον μάλιστα μάχεται καὶ πρὸς | 44 |
1051E | τοὺς ἀναιροῦντας τὴν πρόνοιαν ἀπὸ τῶν ἐννοιῶν, ἃς ἔχο‐ μεν περὶ θεῶν, εὐεργετικοὺς καὶ φιλανθρώπους ἐπινο‐ οῦντες. καὶ τούτων πολλαχοῦ γραφομένων καὶ λεγομένων παρ’ αὐτοῖς οὐδὲν ἔδει λέξεις παρατίθεσθαι *** καὶ τὸ | |
5 | χρηστοὺς ἅπαντας εἶναι τοὺς θεοὺς προλαμβάνειν· ὅρα γὰρ οἷα Ἰουδαῖοι καὶ Σύροι περὶ θεῶν φρονοῦσιν, ὅρα τὰ τῶν ποιητῶν πόσης ἐμπέπλησται δεισιδαιμονίας· φθαρτὸν δὲ καὶ γενητὸν οὐδεὶς ὡς ἔπος εἰπεῖν διανοεῖται θεόν. ὧν ἵνα τοὺς ἄλλους ἀφῶ πάντας, Ἀντίπατρος ὁ Ταρσεὺς ἐν τῷ | |
10 | περὶ Θεῶν γράφει ταῦτα κατὰ λέξιν· ‘πρὸ δὲ τοῦ σύμ‐ παντος λόγου τὴν ἔννοιαν, ἣν ἔχομεν περὶ θεοῦ, διὰ βρα‐ | |
1051F | χέων ἐπιλογιούμεθα. θεὸν τοίνυν νοοῦμεν ζῷον μακάριον καὶ ἄφθαρτον καὶ εὐποιητικὸν ἀνθρώπων·‘ εἶτα τούτων ἕκαστον ἀφηγούμενός φησιν οὕτως· ‘καὶ μὴν ἀφθάρτους αὐτοὺς ἡγοῦνται πάντες.‘ οὐδεὶς οὖν ἐστι τῶν πάντων ὁ | |
5 | Χρύσιππος κατ’ Ἀντίπατρον· οὐδένα γὰρ οἴεται πλὴν τοῦ | |
1052A | πυρὸς ἄφθαρτον εἶναι τῶν θεῶν, ἀλλὰ πάντας | ὁμαλῶς καὶ γεγονότας καὶ φθαρησομένους. ταῦτα δὲ πανταχοῦ, ὡς ἔπος εἰπεῖν, ὑπ’ αὐτοῦ λέγεται. παραθήσομαι δὲ λέξιν ἐκ τοῦ τρίτου περὶ Θεῶν· ‘καθ’ ἕτερον λόγον· οἱ μὲν γὰρ | |
5 | γενητοὶ εἶναι καὶ φθαρτοὶ λέγονται, οἱ δ’ ἀγένητοι· καὶ ταῦτ’ ἀπ’ ἀρχῆς ὑποδείκνυσθαι φυσικώτερον. ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ οἱ ἄλλοι θεοὶ 〈οἱ〉 παραπλήσιον ἔχον‐ τες λόγον γενητοί εἰσιν, ὁ δὲ Ζεὺς ἀίδιός ἐστιν.‘ καὶ πάλιν προελθών· ‘ὅμοια δὲ καὶ περὶ τοῦ φθίνειν καὶ περὶ τοῦ | 45 |
10 | γενέσθαι ῥηθήσεται, περί τε τῶν ἄλλων θεῶν καὶ τοῦ Διός· οἱ μὲν γὰρ φθαρτοί εἰσι τοῦ δὲ τὰ μέρη ἄφθαρτα.‘ τούτοις ἔτι βούλομαι παραβαλεῖν μικρὰ τῶν ὑπὸ τοῦ Ἀν‐ | |
1052B | τιπάτρου λεγομένων· ‘ὅσοι δὲ περιαιροῦνται τὸ εὐποιητι‐ κὸν ἐκ τῶν θεῶν, ἀπὸ μέρους προσβάλλουσι τῇ τούτων προλήψει· κατὰ τὸν αὐτὸν λόγον καὶ οἱ νομίζοντες αὐτοὺς γενέσεώς τε καὶ φθορᾶς κοινωνεῖν.‘ εἴπερ οὖν ἐπίσης | |
5 | ἄτοπος ὁ φθαρτοὺς ἡγούμενος τοὺς θεοὺς τῷ μὴ νομίζοντι προνοητικοὺς εἶναι καὶ φιλανθρώπους, ἐπίσης διαπέπτω‐ κεν Ἐπικούρῳ Χρύσιππος· ὁ μὲν γὰρ τὸ εὐποιητικὸν ὁ δὲ τὸ ἄφθαρτον ἀφαιρεῖται τῶν θεῶν. καὶ μὴν ἐν τῷ τρίτῳ περὶ Θεῶν ὁ Χρύσιππος περὶ τοῦ τρέφεσθαι | |
10 | τοὺς ἄλλους θεοὺς τάδε λέγει· ‘τροφῇ τε οἱ μὲν ἄλλοι θεοὶ χρῶνται παραπλησίως, συνεχόμενοι δι’ αὐτήν· ὁ δὲ | |
1052C | Ζεὺς καὶ ὁ κόσμος καθ’ ἕτερον τρόπον *** ἀναλισκο‐ μένων καὶ ἐκ πυρὸς γινομένων.‘ ἐνταῦθα μὲν ἀποφαίνεται πάντας τοὺς ἄλλους θεοὺς τρέφεσθαι πλὴν τοῦ κόσμου καὶ τοῦ Διός· ἐν δὲ τῷ πρώτῳ περὶ Προνοίας τὸν Δία | |
5 | φησὶν αὔξεσθαι, μέχρι ἂν εἰς αὑτὸν ἅπαντα καταναλώσῃ· ‘ἐπεὶ γὰρ ὁ θάνατος μέν ἐστι ψυχῆς χωρισμὸς ἀπὸ τοῦ | |
σώματος, ἡ δὲ τοῦ κόσμου ψυχὴ οὐ χωρίζεται μὲν αὔξεται δὲ συνεχῶς μέχρι ἂν εἰς αὑτὴν καταναλώσῃ τὴν ὕλην, οὐ ῥητέον ἀποθνήσκειν τὸν κόσμον.‘ τίς ἂν οὖν ἐναντιώτερα | 46 | |
10 | λέγων ἑαυτῷ φανείη τοῦ τὸν αὐτὸν θεὸν νῦν μὲν αὔξεσθαι νῦν δὲ μὴ τρέφεσθαι λέγοντος; καὶ τοῦτ’ οὐ δεῖ συλλο‐ γίζεσθαι· σαφῶς γὰρ αὐτὸς ἐν τῷ αὐτῷ γέγραφεν· ‘αὐτ‐ | |
1052D | άρκης δ’ εἶναι λέγεται μόνος ὁ κόσμος διὰ τὸ μόνος ἐν αὑτῷ πάντ’ ἔχειν ὧν δεῖται, καὶ τρέφεται ἐξ αὑτοῦ καὶ αὔξεται, τῶν [ἄλλων] μορίων εἰς ἄλληλα καταλλαττο‐ μένων.‘ οὐ μόνον οὖν ἐν ἐκείνοις τοὺς ἄλλους θεοὺς ἀπο‐ | |
5 | φαίνων τρεφομένους πλὴν τοῦ κόσμου καὶ τοῦ Διός, ἐν τούτοις δὲ καὶ τὸν κόσμον λέγων τρέφεσθαι μάχεται πρὸς αὑτόν· ἀλλ’ ἔτι μᾶλλον, ὅτι τὸν κόσμον αὔξεσθαί φησιν ἐξ αὑτοῦ τρεφόμενον. τοὐναντίον δ’ εἰκὸς ἦν τοῦτον μόνον μὴ αὔξεσθαι τὴν αὑτοῦ φθίσιν ἔχοντα τροφήν, τοῖς δ’ | |
10 | ἄλλοις θεοῖς ἔξωθεν τρεφομένοις ἐπίδοσιν γίνεσθαι καὶ αὔξησιν καὶ μᾶλλον εἰς τούτους καταναλίσκεσθαι τὸν κό‐ σμον, εἴ γ’ ἐκείνῳ μὲν ἐξ αὑτοῦ τούτοις δ’ ἀπ’ ἐκείνου | |
1052E | λαμβάνειν ἀεί τι καὶ τρέφεσθαι συμβέβηκε. δεύτε‐ ρον τοίνυν ἡ τῶν θεῶν ἔννοια περιέχει τὸ εὔδαιμον καὶ μακάριον καὶ αὐτοτελές. διὸ καὶ τὸν Εὐριπίδην ἐπαινοῦ‐ σιν εἰπόντα (Herc. 1346) | |
4 | ||
5 | ‘δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστ’ ὀρθῶς θεός, οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι.‘ | |
6 | ἀλλ’ ὅ γε Χρύσιππος, ἐν οἷς παρεθέμην, αὐτάρκη μόνον εἶναι τὸν κόσμον φησὶ διὰ τὸ μόνον ἐν αὑτῷ πάντ’ ἔχειν | |
ὧν δεῖται. τί οὖν ἕπεται τῷ μόνον αὐτάρκη τὸν κόσμον | 47 | |
10 | εἶναι; τὸ μήτε τὸν ἥλιον αὐτάρκη μήτε τὴν σελήνην εἶναι μήτ’ ἄλλον τινὰ τῶν θεῶν. αὐτάρκεις δὲ μὴ ὄντες οὐκ ἂν εἶεν εὐδαίμονες οὐδὲ μακάριοι. | |
1052F | Τὸ βρέφος ἐν τῇ γαστρὶ φύσει τρέφεσθαι νομίζει καθάπερ φυτόν· ὅταν δὲ τεχθῇ, ψυχόμενον ὑπὸ τοῦ ἀέρος καὶ στομούμενον τὸ πνεῦμα μεταβάλλειν καὶ γίνεσθαι ζῷον· ὅθεν οὐκ ἀπὸ τρόπου τὴν ψυχὴν ὠνομάσθαι παρὰ | |
5 | τὴν ψῦξιν. αὐτὸς δὲ πάλιν τὴν ψυχὴν ἀραιότερον πνεῦμα τῆς φύσεως καὶ λεπτομερέστερον ἡγεῖται μαχόμενος αὑτῷ. | | |
1053A | πῶς γὰρ οἷόν τε λεπτομερὲς ἐκ παχυμεροῦς καὶ ἀραιὸν γενέσθαι κατὰ περίψυξιν καὶ πύκνωσιν; ὃ δὲ μεῖζόν ἐστι, πῶς περιψύξει γίνεσθαι τὸ ἔμψυχον ἀποφαινόμενος ἔμψυ‐ χον ἡγεῖται τὸν ἥλιον, πύρινον ὄντα καὶ γεγενημένον ἐκ | |
5 | τῆς ἀναθυμιάσεως εἰς πῦρ μεταβαλούσης; λέγει γὰρ ἐν τῷ πρώτῳ περὶ Φύσεως· ‘ἡ δὲ πυρὸς μεταβολή ἐστι τοιαύτη· δι’ ἀέρος εἰς ὕδωρ τρέπεται· κἀκ τούτου γῆς ὑφισταμένης ἀὴρ ἀναθυμιᾶται· λεπτυνομένου δὲ τοῦ ἀέρος ὁ αἰθὴρ περιχεῖται κύκλῳ· οἱ δ’ ἀστέρες ἐκ θαλάσσης μετὰ τοῦ | |
10 | ἡλίου ἀνάπτονται.‘ τί οὖν ἀνάψει περιψύξεως ἐναντιώτερον | |
1053B | ἢ διαχύσει πυκνώσεως; 〈ὡσ〉 τὰ μὲν ὕδωρ καὶ γῆν ἐκ πυρὸς καὶ ἀέρος ποιεῖ, τὰ δ’ εἰς πῦρ καὶ ἀέρα τρέπει τὸ ὑγρὸν καὶ γεῶδες. ἀλλ’ ὅμως ὅπου μὲν τὴν ἄναψιν ὅπου δὲ τὴν περίψυξιν ἀρχὴν ἐμψυχίας ποιεῖ. καὶ μὴν ὅταν | |
5 | ἐκπύρωσις γένηται, διόλου ζῆν καὶ ζῷον 〈ἔμψυχον τὸν κόσμον〉 εἶναί φησι σβεννύμενον δ’ αὖθις καὶ παχυνόμενον εἰς ὕδωρ καὶ γῆν καὶ τὸ σωματοειδὲς τρέπεσθαι. λέγει δ’ ἐν τῷ πρώτῳ περὶ Προνοίας· ‘διόλου μὲν γὰρ ἂν ὁ κόσμος πυρώδης 〈γένηται〉, εὐθὺς καὶ ψυχή ἐστιν ἑαυτοῦ καὶ ἡγε‐ | |
10 | μονικόν· ὅτε δέ, μεταβαλὼν εἴς τε τὸ ὑγρὸν 〈καὶ τὸ γεῶδεσ〉 καὶ τὴν ἐναπολειφθεῖσαν ψυχήν, τρόπον τινὰ εἰς σῶμα καὶ ψυχὴν μετέβαλεν ὥστε συνεστάναι ἐκ τούτων, | 48 |
1053C | ἄλλον τινὰ ἔσχε λόγον.‘ ἐνταῦθα δήπου σαφῶς τῇ μὲν ἐκπυρώσει καὶ τὰ ἄψυχα τοῦ κόσμου φησὶν εἰς τὸ ἔμψυχον τρέπεσθαι, τῇ δὲ σβέσει πάλιν καὶ τὴν ψυχὴν ἀνίεσθαι καὶ ἀνυγραίνεσθαι, μεταβάλλουσαν εἰς τὸ σωματοειδές. ἄτοπος | |
5 | οὖν φαίνεται τῇ περιψύξει νῦν μὲν ἐξ ἀναισθήτων ποιῶν ἔμψυχα, νῦν δ’ εἰς ἀναίσθητα καὶ ἄψυχα μεταβάλλων τὸ πλεῖστον μέρος τῆς τοῦ κόσμου ψυχῆς. ἄνευ δὲ τούτων ὁ περὶ ψυχῆς γενέσεως αὐτῷ λόγος μαχομένην ἔχει πρὸς τὸ δόγμα τὴν ἀπόδειξιν. γίνεσθαι μὲν γάρ φησι τὴν ψυχήν, ὅταν | |
10 | τὸ βρέφος ἀποτεχθῇ, καθάπερ στομώσει τῇ περιψύξει τοῦ | |
1053D | πνεύματος μεταβαλόντος, ἀποδείξει δὲ χρῆται τοῦ γεγο‐ νέναι τὴν ψυχὴν καὶ μεταγενεστέραν εἶναι μάλιστα τῷ καὶ τὸν τρόπον καὶ τὸ ἦθος ἐξομοιοῦσθαι τὰ τέκνα τοῖς γονεῦσι. βλέπεται δ’ ἡ τούτων ἐναντίωσις· οὐ γὰρ οἷόν τε τὴν ψυχὴν | |
5 | πρὸ τῆς ἀποκυήσεως ἠθοποιεῖσθαι, γινομένην μετὰ τὴν ἀποκύησιν· ἢ συμβήσεται, πρὶν ἢ γενέσθαι ψυχήν, ὁμοίαν εἶναι ψυχῇ, τουτέστι καὶ εἶναι τῇ ὁμοιότητι καὶ μὴ εἶναι διὰ τὸ μήπω γεγονέναι. εἰ δὲ φήσει τις ὅτι ταῖς κράσεσι τῶν σωμάτων ἐγγινομένης τῆς ὁμοιότητος αἱ ψυχαὶ γενό‐ | |
10 | μεναι μεταβάλλουσι, διαφθείρει τὸ τεκμήριον τοῦ γεγο‐ νέναι τὴν ψυχήν· ἐνδέχεται γὰρ οὕτως καὶ ἀγένητον οὖσαν, | |
1053E | ὅταν ἐπεισέλθῃ, μεταβάλλειν τῇ κράσει τῆς ὁμοιότητος. Τὸν ἀέρα ποτὲ μὲν ἀνωφερῆ καὶ κοῦφον εἶναί φησι, ποτὲ δὲ μήτε βαρὺν μήτε κοῦφον. ἐν μὲν οὖν τῷ δευ‐ | |
τέρῳ περὶ Κινήσεως τό τε πῦρ ἀβαρὲς ὂν ἀνωφερὲς εἶναι | 49 | |
5 | λέγει καὶ τούτῳ παραπλησίως τὸν ἀέρα, τοῦ μὲν ὕδατος τῇ γῇ μᾶλλον προσνεμομένου τοῦ δ’ ἀέρος τῷ πυρί· ἐν δὲ ταῖς Φυσικαῖς Τέχναις ἐπὶ τὴν ἑτέραν ῥέπει δόξαν, ὡς μήτε βάρος ἐξ αὑτοῦ μήτε κουφότητα τοῦ ἀέρος ἔχον‐ τος. τὸν ἀέρα φύσει ζοφερὸν εἶναι λέγει, καὶ τούτῳ | |
10 | τεκμηρίῳ χρῆται τοῦ καὶ ψυχρὸν εἶναι πρώτως· ἀντικεῖσθαι γὰρ αὐτοῦ τὸ μὲν ζοφερὸν πρὸς τὴν λαμπρότητα τὸ δὲ ψυ‐ | |
1053F | χρὸν πρὸς τὴν θερμότητα τοῦ πυρός. ταῦτα κινῶν ἐν τῷ πρώτῳ τῶν Φυσικῶν Ζητημάτων πάλιν ἐν τοῖς περὶ Ἕξεων οὐδὲν ἄλλο τὰς ἕξεις πλὴν ἀέρας εἶναί φησιν· ‘ὑπὸ τούτων γὰρ συνέχεται τὰ σώματα· καὶ τοῦ ποιὸν ἕκαστον εἶναι | |
5 | τῶν ἕξει συνεχομένων αἴτιος ὁ συνέχων ἀήρ ἐστιν, ὃν σκληρότητα μὲν ἐν σιδήρῳ πυκνότητα δ’ ἐν λίθῳ λευκότητα | |
1054A | δ’ ἐν ἀργύρῳ καλοῦσι,‘ | πολλὴν ἀτοπίαν καὶ μάχην τούτων ἐχόντων· εἰ μὲν γὰρ μένει ὁποῖός ἐστι φύσει, πῶς τὸ μέλαν ἐν τῷ μὴ λευκῷ λευκότης γίνεται καὶ τὸ μαλθακὸν ἐν τῷ μὴ σκληρῷ σκληρότης καὶ τὸ μανὸν ἐν τῷ μὴ πυκνῷ | |
5 | πυκνότης; εἰ δὲ μιγνύμενος ἐν τούτοις ἐξίσταται καὶ συν‐ ομοιοῦται, πῶς ἕξις ἐστὶν ἢ δύναμις ἢ αἰτία τούτων, ὑφ’ ὧν κρατεῖται; πάσχοντος γάρ ἐστιν οὐ δρῶντος, οὐδὲ συνέχοντος ἀλλ’ ἐξασθενοῦντος ἡ τοιαύτη μεταβολή, καθ’ ἣν ἀπόλλυσι τὰς αὑτοῦ ποιότητας. καίτοι πανταχοῦ τὴν | |
10 | ὕλην ἀργὸν ἐξ ἑαυτῆς καὶ ἀκίνητον ὑποκεῖσθαι ταῖς ποιό‐ τησιν ἀποφαίνουσι, τὰς δὲ ποιότητας πνεύματ’ οὔσας καὶ | |
1054B | τόνους ἀερώδεις, οἷς ἂν ἐγγένωνται μέρεσι τῆς ὕλης, εἰδο‐ ποιεῖν ἕκαστα καὶ σχηματίζειν. ταῦτα δ’ οὐκ ἔνεστι λέγειν | |
αὐτοῖς, τὸν ἀέρα φύσει τοιοῦτον ὑποτιθεμένοις· ἕξις γὰρ ὢν καὶ τόνος αὑτῷ συνεξομοιώσει τῶν σωμάτων ἕκαστον | 50 | |
5 | ὥστε μέλαν εἶναι καὶ μαλθακόν· εἰ δὲ τῇ πρὸς ἐκεῖνα κράσει τὰς ἐναντίας λαμβάνει μορφὰς αἷς ἔχειν πέφυκεν, ὕλη τρόπον τινὰ τῆς ὕλης, οὐκ αἴτιον οὐδὲ δύναμίς ἐστιν. Ὅτι τοῦ κόσμου κενὸν ἐκτὸς ἄπειρόν ἐστι, τὸ δ’ ἄπειρον οὔτ’ ἀρχὴν οὔτε μέσον οὔτε τελευτὴν ἔχει, πολ‐ | |
10 | λάκις ὑπ’ αὐτοῦ λέγεται. καὶ τούτῳ μάλιστα τὴν λεγο‐ μένην ὑπ’ Ἐπικούρου (fr. 299) τῆς ἀτόμου κάτω φορὰν | |
1054C | ἐξ αὑτῆς ἀναιροῦσιν, οὐκ οὔσης ἐν ἀπείρῳ διαφορᾶς, καθ’ ἣν τὸ μὲν ἄνω τὸ δὲ κάτω νοεῖται γινόμενον. ἀλλ’ ἔν γε τῷ τετάρτῳ περὶ Δυνατῶν μέσον τινὰ τόπον καὶ μέσην χώραν ὑποθέμενος ἐνταῦθά φησιν ἱδρῦσθαι τὸν κόσμον· ἔστι δ’ ἡ | |
5 | λέξις αὕτη· ‘διὸ καὶ ἐπὶ τοῦ κόσμου εἰ ῥητέον φθαρτὸν εἶναι αὐτόν, λόγου οἴομαι δεῖσθαι. οὐ μὴν ἀλλὰ καὶ μᾶλλον ἐμοὶ φαίνεται οὕτως ἔχειν. οἵα τε δ’ εἰς τὴν ὥσπερ ἀφθαρ‐ σίαν πολύ τι αὐτῷ συνεργεῖν καὶ ἡ τῆς χώρας κατάληψις, οἷον διὰ τὸ ἐν μέσῳ εἶναι· ἐπεί, εἰ ἀλλαχῆ νοηθείη ὤν, καὶ | |
10 | παντελῶς ἂν αὐτῷ συνάπτοι ἡ φθορά.‘ καὶ μετὰ μικρὸν | |
1054D | αὖθις· ‘οὕτω γάρ πως καὶ ἡ οὐσία συντέτευχεν ἀιδίως τὸν μέσον κατειληφυῖα τόπον, εὐθὺς τοιάδε τις οὖσα ὥστε 〈καὶ〉 καθ’ ἕτερον τρόπον, ἀλλὰ καὶ διὰ τὴν συντυχίαν μὴ ἐπιδέχεσθαι αὐτὴν φθοράν, καὶ κατὰ τοῦτ’ εἶναι ἀίδιον.‘ | |
5 | ταῦτα μίαν μὲν ἔχει καταφανῆ καὶ βλεπομένην ἐναντίωσιν, ἐν ἀπείρῳ μέσον τινὰ τόπον καὶ μέσην χώραν ἀπολείπον‐ | |
τος· δευτέραν δ’ ἀδηλοτέραν μὲν ἀλογωτέραν δὲ ταύτης. οἰόμενος γὰρ οὐκ ἂν ἄφθαρτον διαμένειν τὸν κόσμον, εἰ κατ’ ἄλλο μέρος αὐτῷ τοῦ κενοῦ συντετεύχει γενέσθαι τὴν | 51 | |
10 | ἵδρυσιν, δῆλός ἐστι δεδιὼς μή, τῶν μερῶν τῆς οὐσίας ἐπὶ | |
1054E | τὸ μέσον φερομένων, διάλυσις καὶ φθορὰ τοῦ κόσμου γέ‐ νοιτο. ταῦτα δ’ οὐκ ἂν ἐφοβεῖτο, μὴ φύσει τὰ σώματα φέρεσθαι πανταχόθεν ἐπὶ τὸ μέσον ἡγούμενος οὐ τῆς οὐ‐ σίας ἀλλὰ τῆς περιεχούσης τὴν οὐσίαν χώρας. περὶ οὗ καὶ | |
5 | πολλάκις εἴρηκεν ὡς ἀδυνάτου καὶ παρὰ φύσιν ὄντος· οὐ γὰρ ὑπάρχειν ἐν τῷ κενῷ διαφοράν, ᾗ τὰ σώματα δευρὶ μᾶλλον ἢ δευρὶ προσάγεται· τὴν δὲ τοῦ κόσμου τούτου σύνταξιν αἰτίαν εἶναι τῆς κινήσεως ἐπὶ τὸ κέντρον καὶ τὸ μέσον αὐτοῦ νευόντων καὶ φερομένων πανταχόθεν. ἀρκεῖ | |
10 | δ’ εἰς τοῦτο παραθέσθαι λέξιν ἐκ τοῦ δευτέρου περὶ Κινήσεως. ὑπειπὼν γὰρ ὅτι ‘τέλεον μὲν ὁ κόσμος σῶμά | |
1054F | ἐστιν, οὐ τέλεα δὲ τὰ τοῦ κόσμου μέρη τῷ πρὸς τὸ ὅλον πως ἔχειν καὶ μὴ καθ’ αὑτὰ εἶναι‘ καὶ περὶ τῆς κινήσεως αὐτοῦ διελθὼν ὡς ἐπὶ τὴν συμμονὴν καὶ τὴν συνοχὴν τὴν ἑαυτοῦ κινεῖσθαι διὰ τῶν μερῶν πάντων πεφυκότος, οὐκ | |
5 | ἐπὶ τὴν διάλυσιν καὶ τὴν θρύψιν, ταῦτ’ ἐπείρηκεν· ‘οὕτω δὲ τοῦ ὅλου τεινομένου εἰς αὑτὸ καὶ κινουμένου καὶ τῶν μορίων ταύτην τὴν κίνησιν ἐχόντων ἐκ τῆς τοῦ σώματος | |
1055A | φύσεως, πιθανὸν | πᾶσι τοῖς σώμασιν εἶναι τὴν πρώτην κατὰ φύσιν κίνησιν πρὸς τὸ τοῦ κόσμου μέσον, τῷ μὲν κόσμῳ οὑτωσὶ κινουμένῳ πρὸς αὑτόν, τοῖς δὲ μέρεσιν ὡς ἂν μέρεσιν οὖσιν.‘ εἶτα, φήσαι τις ἄν, ὦ ἄνθρωπε, τί | |
5 | παθὼν ἐπελάθου τῶν λόγων τούτων, ὥστε τὸν κόσμον, εἰ μὴ τὴν μέσην χώραν ἐκ τύχης κατειλήφει, διαλυτὸν καὶ | |
φθαρτὸν ἀποφαίνειν; εἰ γὰρ αὐτός γε νεύειν ἐπὶ τὸ αὑτοῦ μέσον ἀεὶ πέφυκε καὶ τὰ μέρη πρὸς τοῦτο κατατείνειν πανταχόθεν, ὅποι ποτ’ ἂν τοῦ κενοῦ μετατεθῇ, συνέχων | 52 | |
10 | ἑαυτὸν οὕτως καὶ περιστέλλων, ἄφθαρτος καὶ ἄθρυπτος | |
1055B | διαμενεῖ· τὰ γὰρ θρυπτόμενα καὶ σκεδαννύμενα τοῦτο πάσχει διακρίσει τῶν μερῶν ἑκάστου καὶ διαλύσει πρὸς τὸν οἰκεῖον τόπον ἐκ τοῦ παρὰ φύσιν ἀπορρέοντος. τί δὴ κατ’ ἄλλο τοῦ κενοῦ τεθέντα τὸν κόσμον οἰόμενος οὕτω | |
5 | παντελεῖ συνάπτεσθαι φθορᾷ καὶ λέγων οὕτως καὶ διὰ τοῦτο μέσον ἐν τῷ μηδὲν ἔχειν πεφυκότι μέσον ζητῶν ἀπείρῳ, τὰς μὲν τάσεις καὶ συνοχὰς καὶ νεύσεις ἐκείνας ὡς οὐδὲν ἐχέγγυον εἰς σωτηρίαν ἐχούσας ἀφῆκας, τῇ δὲ καταλήψει τοῦ τόπου τὴν σύμπασαν αἰτίαν τῆς διαμονῆς | |
10 | ἀνέθηκας; καίτοι τοῖς προειρημένοις ταυτὶ συνάπτεις, ὥσπερ αὐτὸς σεαυτὸν ἐξελέγξαι φιλοτιμούμενος· ‘ὃν τρό‐ πον δὲ κινεῖται ἕκαστον τῶν μορίων συμφυὲς ὂν τῷ λοιπῷ, | |
1055C | εὔλογον οὕτως καὶ καθ’ αὑτὸ κινεῖσθαι, καὶ εἰ λόγου χάριν νοήσαιμεν αὐτὸ καὶ ὑποθοίμεθα εἶναι ἐν κενῷ τινι τοῦ κόσμου τούτου· ὡς γὰρ ἂν συνεχόμενον πάντοθεν ἐκινεῖτο ἐπὶ τὸ μέσον, μενεῖ ἐν τῇ κινήσει ταύτῃ, κἂν λόγου χάριν | |
5 | ἐξαίφνης περὶ αὐτὸ γένηται κενόν.‘ εἶτα μέρος μὲν ὁτιοῦν ὑπὸ κενοῦ περιληφθὲν οὐκ ἀποβάλλει τὴν ἐπὶ τὸ τοῦ κό‐ σμου μέσον ἄγουσαν ῥοπήν, αὐτὸς δ’ ὁ κόσμος, ἂν μὴ τὴν μέσην παρασκευάσῃ χώραν αὐτῷ τὸ αὐτόματον, ἀπολεῖ τὸν συνεκτικὸν τόνον, ἄλλοις ἀλλαχόσε τῆς οὐσίας αὐτοῦ | |
10 | μέρεσι φερομένης. καὶ ταῦτα μὲν ἔχει μεγάλας | 53 |
1055D | ὑπεναντιώσεις πρὸς τὸν φυσικὸν λόγον, ἐκεῖνο δ’ ἤδη καὶ πρὸς τὸν περὶ θεοῦ καὶ προνοίας, τὸ τὰ μικρότατα τῶν αἰτίων τούτοις ἀνατιθέντα τὸ κυριώτατον ἀφαιρεῖσθαι καὶ μέγιστον. τί γάρ ἐστι κυριώτερον τῆς τοῦ κόσμου δια‐ | |
5 | μονῆς καὶ τοῦ τὴν οὐσίαν ἡνωμένην τοῖς μέρεσι συνέχεσθαι πρὸς αὑτήν; ἀλλὰ τοῦτό γε συμπέπτωκεν αὐτομάτως κατὰ Χρύσιππον. εἰ γὰρ ἡ τοῦ τόπου κατάληψις αἰτία τῆς ἀφθαρσίας ἐστὶν αὕτη δὲ συντυχίᾳ γέγονε, δῆλον ὅτι συντυχίας ἔργον ἡ σωτηρία τῶν ὅλων ἐστίν, οὐχ εἱμαρ‐ | |
10 | μένης καὶ προνοίας. Ὁ δὲ τῶν δυνατῶν λόγος πρὸς τὸν τῆς εἱμαρμένης λόγον αὐτῷ πῶς οὐ μαχόμενός ἐστιν; εἰ γὰρ οὐκ ἔστι | |
1055E | δυνατὸν ὅπερ ἤ ἐστιν ἀληθὲς ἢ ἔσται κατὰ Διόδωρον, ἀλλὰ πᾶν τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι, κἂν μὴ μέλλῃ γενήσεσθαι, δυνατόν ἐστιν, ἔσται δυνατὰ πολλὰ τῶν μὴ καθ’ εἱμαρ‐ μένην *** ἀνίκητον καὶ ἀνεκβίαστον καὶ περιγενητικὴν | |
5 | ἁπάντων ἡ εἱμαρμένη δύναμιν ἀπόλλυσιν, ἢ ταύτης οἵαν ἀξιοῖ Χρύσιππος οὔσης τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι πολ‐ λάκις εἰς τὸ ἀδύνατον ἐμπεσεῖται. καὶ πᾶν μὲν ἀληθὲς ἀναγκαῖον ἔσται τῇ κυριωτάτῃ πασῶν ἀνάγκῃ κατειλημ‐ μένον, πᾶν δὲ ψεῦδος ἀδύνατον, τὴν μεγίστην ἔχον αἰτίαν | |
10 | ἀντιπίπτουσαν αὐτῷ πρὸς τὸ ἀληθὲς γενέσθαι. ᾧ γὰρ ἐν θαλάττῃ πεπρωμένον ἐστὶν ἀποθανεῖν, πῶς ἂν οἷόν τε | |
1055F | τοῦτον ἐπιδεκτικὸν εἶναι τοῦ ἐν γῇ ἀποθανεῖν; τί δέ; τὸν Μεγαροῖ δυνατόν ἐστιν ἐλθεῖν εἰς Ἀθήνας ὑπὸ τῆς εἱμαρ‐ μένης κωλυόμενον; Ἀλλὰ μὴν καὶ τὰ περὶ τῶν φαντασιῶν λεγόμενα | |
5 | νεανικῶς πρὸς τὴν εἱμαρμένην ἐναντιοῦται. τὴν γὰρ φαντα‐ σίαν βουλόμενος οὐκ οὖσαν αὐτοτελῆ τῆς συγκαταθέσεως αἰτίαν ἀποδεικνύειν, εἴρηκεν ὅτι ‘βλάψουσιν οἱ σοφοὶ ψευ‐ δεῖς φαντασίας ἐμποιοῦντες, ἂν αἱ φαντασίαι ποιῶσιν αὐτο‐ τελῶς τὰς συγκαταθέσεις· πολλάκις γὰρ οἱ σοφοὶ ψεύδει | 54 |
1056A | χρῶνται | πρὸς τοὺς φαύλους καὶ φαντασίαν παριστᾶσι πιθανήν, οὐ μὴν αἰτίαν τῆς συγκαταθέσεως· ἐπεὶ καὶ τῆς ὑπολήψεως αἰτία τῆς ψευδοῦς ἔσται καὶ τῆς ἀπάτης.‘ ταῦτ’ οὖν ἄν τις ἀπὸ τοῦ σοφοῦ μεταφέρων ἐπὶ τὴν εἱμαρ‐ | |
5 | μένην λέγῃ μὴ διὰ τὴν εἱμαρμένην γίνεσθαι τὰς συγκα‐ ταθέσεις, ἐπεὶ διὰ τὴν εἱμαρμένην ἔσονται καὶ ψευδεῖς συγκαταθέσεις καὶ ὑπολήψεις καὶ ἀπάται καὶ βλαβήσονται διὰ τὴν εἱμαρμένην, ὁ τοῦ βλάπτειν τὸν σοφὸν ἐξαιρού‐ μενος λόγος ἅμα καὶ τὸ μὴ πάντων αἰτίαν εἶναι τὴν εἱμαρ‐ | |
10 | μένην ἀποδείκνυσιν. εἰ γὰρ μήτε δοξάζουσι μήτε βλά‐ πτονται διὰ τὴν εἱμαρμένην, δῆλον ὅτι οὐδὲ κατορθοῦσιν | |
1056B | οὐδὲ φρονοῦσιν οὐδ’ ὑπολαμβάνουσι βεβαίως οὐδ’ ὠφε‐ λοῦνται διὰ τὴν εἱμαρμένην, ἀλλ’ οἴχεται τὸ πάντων αἰτίαν εἶναι τὴν εἱμαρμένην. ὁ δὲ λέγων, ὅτι Χρύσιππος οὐκ αὐτοτελῆ τούτων αἰτίαν ἀλλὰ προκαταρκτικὴν μόνον ἐποι‐ | |
5 | εῖτο τὴν εἱμαρμένην, ἐκεῖ πάλιν αὐτὸν ἀποδείξει μαχόμε‐ νον πρὸς αὑτόν, ὅπου τὸν μὲν Ὅμηρον ὑπερφυῶς ἐπαινεῖ περὶ τοῦ Διὸς λέγοντα (Ο 109)· ‘τῷ ἔχεθ’, ὅττι κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ‘ ἢ ἀγαθόν, καὶ τὸν Εὐριπίδην (Suppl. 734) | |
9 | ||
10 | ‘ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς φρονεῖν λέγοιμ’ ἄν; σοῦ γὰρ ἐξηρτήμεθα, δρῶμέν τε τοιάδ’, ἃ σὺ τυγχάνεις φρονῶν·‘ | |
12 | ||
1056C | αὐτὸς δὲ πολλὰ τούτοις ὁμολογούμενα γράφει, τέλος δέ | |
φησι μηδὲν ἴσχεσθαι μηδὲ κινεῖσθαι μηδὲ τοὐλάχιστον ἄλλως ἢ κατὰ τὸν τοῦ Διὸς λόγον, ὃν τῇ εἱμαρμένῃ τὸν αὐτὸν εἶναι. ἔτι τοίνυν τὸ μὲν προκαταρκτικὸν αἴτιον | 55 | |
5 | ἀσθενέστερόν ἐστι τοῦ αὐτοτελοῦς καὶ οὐκ ἐξικνεῖται κρα‐ τούμενον ὑπ’ ἄλλων ἐνισταμένων, τὴν δ’ εἱμαρμένην αἰτίαν ἀνίκητον καὶ ἀκώλυτον καὶ ἄτρεπτον ἀποφαίνων αὐτὸς Ἄτροπον καλεῖ καὶ Ἀδράστειαν καὶ Ἀνάγκην καὶ Πεπρω‐ μένην ὡς πέρας ἅπασιν ἐπιτιθεῖσαν. πότερον οὖν τὰς | |
10 | συγκαταθέσεις μὴ λέγωμεν ἐφ’ ἡμῖν εἶναι μηδὲ τὰς ἀρετὰς | |
1056D | μηδὲ τὰς κακίας μηδὲ τὸ κατορθοῦν μηδὲ τὸ ἁμαρτάνειν, ἢ τὴν εἱμαρμένην λέγωμεν ἐλλείπουσαν εἶναι καὶ τὴν πεπρωμένην ἀπεράτωτον καὶ τὰς τοῦ Διὸς κινήσεις καὶ σχέσεις ἀσυντελέστους; τούτων γὰρ ἕπεται τὰ μὲν τῷ | |
5 | αὐτοτελῆ τὰ δὲ τῷ προκαταρκτικὴν μόνον αἰτίαν εἶναι τὴν εἱμαρμένην. αὐτοτελὴς μὲν γὰρ αἰτία πάντων οὖσα τὸ ἐφ’ ἡμῖν καὶ τὸ ἑκούσιον ἀναιρεῖ, προκαταρκτικὴ δὲ τὸ ἀκώ‐ λυτος εἶναι καὶ τελεσιουργὸς ἀπόλλυσιν. οὐδὲ γὰρ ἅπαξ ἢ δὶς ἀλλὰ πανταχοῦ μᾶλλον δ’ ἐν πᾶσι τοῖς Φυσικοῖς | |
1056E | γέγραφε ταῖς μὲν κατὰ μέρος φύσεσι καὶ κινήσεσιν ἐνστή‐ ματα πολλὰ γίνεσθαι καὶ κωλύματα, τῇ δὲ τῶν ὅλων μηδέν. καὶ πῶς εἰς τὰς κατὰ μέρος ἡ τῶν ὅλων διατείνουσα κίνησις, ἐμποδιζομένων καὶ κωλυομένων ἐκείνων, ἀνεμπό‐ | |
5 | διστος αὐτὴ καὶ ἀκώλυτός ἐστιν; οὐδὲ γὰρ ἡ τοῦ ἀνθρώ‐ που φύσις ἀνεμπόδιστος, εἰ μηδ’ ἡ τοῦ ποδὸς ἢ τῆς χειρός· οὐδ’ ἡ τῆς νεὼς κίνησις ἀκώλυτος ἂν εἴη, ἂν αἱ περὶ τὸ ἱστίον ἢ τὴν εἰρεσίαν ἐνέργειαι κωλύσεις τινὰς ἔχω‐ σιν. ἄνευ δὲ τούτων, εἰ μὲν αἱ φαντασίαι μὴ γίνονται | |
10 | καθ’ εἱμαρμένην *** τῶν συγκαταθέσεων· εἰ δ’ ὅτι ποιεῖ φαντασίας ἀγωγοὺς ἐπὶ τὴν συγκατάθεσιν, καθ’ εἱμαρμένην αἱ συγκαταθέσεις γίνεσθαι λέγονται, πῶς οὐ μάχεται πρὸς | 56 |
1056F | ἑαυτὴν πολλάκις ἐν τοῖς μεγίστοις διαφόρους ποιοῦσα φαντασίας καὶ περισπώσας ἐπὶ τἀναντία τὴν διάνοιαν, ὅτε τοὺς προστιθεμένους τῇ ἑτέρᾳ καὶ μὴ ἐπέχοντας ἁμαρτά‐ νειν λέγουσιν, ἂν μὲν ἀδήλοις εἴκωσι, προπίπτοντας, ἂν δὲ | |
5 | ψευδέσι, διαψευδομένους, ἂν δὲ κοινῶς ἀκαταλήπτοις, δο‐ ξάζοντας; καίτοι δεῖ, τριῶν ὄντων, ἢ μὴ πᾶσαν εἶναι φαν‐ τασίαν εἱμαρμένης ἔργον ἢ πᾶσαν παραδοχὴν φαντασίας καὶ συγκατάθεσιν ἀναμάρτητον ἢ μηδ’ αὐτὴν τὴν εἱμαρ‐ | |
1057A | μένην ἀνεπίληπτον· | οὐκ οἶδα γὰρ ὅπως ἀνέγκλητός ἐστι τοιαύτας ποιοῦσα φαντασίας, αἷς τὸ μὴ μάχεσθαι μηδ’ ἀντιβαίνειν ἀλλ’ ἕπεσθαι καὶ εἴκειν ἐγκλητόν ἐστι. καὶ μὴν ἔν γε τοῖς πρὸς τοὺς Ἀκαδημαϊκοὺς ἀγῶσιν ὁ πλεῖστος | |
5 | λόγος αὐτῷ τε Χρυσίππῳ καὶ Ἀντιπάτρῳ περὶ τίνος γέ‐ γονε; περὶ τοῦ ‘μήτε πράττειν μήθ’ ὁρμᾶν ἀσυγκαταθέ‐ τως, ἀλλὰ πλάσματα λέγειν καὶ κενὰς ὑποθέσεις τοὺς ἀξιοῦντας οἰκείας φαντασίας γενομένης εὐθὺς ὁρμᾶν μὴ εἴξαντας μηδὲ συγκαταθεμένους.‘ αὖθις δέ φησι Χρύσιπ‐ | |
10 | πος καὶ τὸν θεὸν ψευδεῖς ἐμποιεῖν φαντασίας καὶ τὸν σο‐ | |
1057B | φόν, οὐ συγκατατιθεμένων οὐδ’ εἰκόντων δεομένους ἡμῶν, ἀλλὰ πραττόντων μόνον καὶ ὁρμώντων ἐπὶ τὸ φαινόμενον· ἡμᾶς δὲ φαύλους ὄντας ὑπ’ ἀσθενείας συγκατατίθεσθαι ταῖς τοιαύταις φαντασίαις. ἡ δὲ τούτων τῶν λόγων ταραχὴ | |
5 | καὶ διαφορὰ πρὸς αὑτοὺς οὐ πάνυ δυσθεώρητός ἐστιν. ὁ γὰρ οὐ δεόμενος συγκατατιθεμένων ἀλλὰ πραττόντων μόνον, οἷς ἐνδίδωσι τὰς φαντασίας, εἴτε θεὸς εἴτε σοφός, οἶδεν ὅτι πρὸς τὸ πράττειν ἀρκοῦσιν αἱ φαντασίαι καὶ παρέλκου‐ σιν αἱ συγκαταθέσεις· ὡς εἴ γε γινώσκων ὅτι πρακτικὴν | 57 |
10 | ὁρμὴν οὐ παρίστησι φαντασία δίχα συγκαταθέσεως, ψευ‐ δεῖς ἐνεργάζεται καὶ πιθανὰς φαντασίας, ἑκὼν αἴτιός ἐστι | |
1057C | τοῦ προπίπτειν καὶ ἁμαρτάνειν ἀκαταλήπτοις συγκατα‐ | |
τιθεμένους. | 58 |