TLG 0007 135 :: PLUTARCHUS :: Epitome libri de animae procreatione in Timaeo (1030d–1032f)

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Epitome libri de animae procreatione in Timaeo (1030d–1032f)

Source: Hubert, C. (ed.), Plutarchi moralia, vol. 6.1. Leipzig: Teubner, 1954 (repr. 1959): 189–194.

Citation: Stephanus page — section — (line)

t

1

*ΕΠΙΤΟΜΗ ΤΟΥ ΠΕΡΙ ΤΗΣ ΕΝ ΤΩΙ
ΤΙΜΑΙΩΙ ΨΥΧΟΓΟΝΙΑΣ

1030

D

Ὁ περὶ τῆς ἐν τῷ Τιμαίῳ ψυχογονίας ἐπιγεγραμ‐ μένος λόγος, ὅσα Πλάτωνι καὶ τοῖς Πλατωνικοῖς πεφι‐

1030

E

λοτίμηται, ἀπαγγέλλει· εἰσάγει δὲ καὶ γεωμετρικάς τινας ἀναλογίας καὶ ὁμοιότητας, πρὸς τὴν τῆς ψυχῆς ὡς οἴεται θεωρίαν συντεινούσας αὐτῷ, καὶ δὴ καὶ μουσικὰ καὶ ἀριθ‐ μητικὰ θεωρήματα.
5 Λέγει δὲ τὴν ὕλην διαμορφωθῆναι ὑπὸ τῆς ψυχῆς καὶ δίδωσι μὲν τῷ παντὶ ψυχήν, δίδωσι δὲ καὶ ἑκάστῳ ζῴῳ τὴν διοικοῦσαν αὐτό, καὶ πῆ μὲν ἀγένητον εἰσάγει ταύτην πῆ δὲ γενέσει δουλεύουσαν· ἀίδιον δὲ τὴν ὕλην καὶ ὑπὸ τοῦ θείου διὰ τῆς ψυχῆς μορφωθῆναι· καὶ τὴν
10κακίαν δὲ βλάστημα τῆς ὕλης γεγονέναι, ἵνα μή, φησί,

1030

F

τὸ θεῖον αἴτιον τῶν κακῶν νομισθείη. Ὅτι οἱ περὶ τὸν Ποσειδώνιον οὐ μακρὰν τῆς ὕλης
ἀπέστησαν τὴν ψυχήν, ἀλλὰ δεξάμενοι τὴν τῶν περάτων οὐσίαν περὶ τὰ σώματα λέγεσθαι μεριστὴν καὶ ταῦτα189
5τῷ νοητῷ μίξαντες ἀπεφήναντο τὴν ψυχὴν ἰδέαν εἶναι τοῦ πάντῃ διαστατοῦ κατ’ ἀριθμὸν συνεστῶσαν ἁρμο‐

1031

A

νίαν περιέχοντα· | τά τε γὰρ μαθηματικὰ τῶν πρώτων νοητῶν μεταξὺ καὶ τῶν αἰσθητῶν τετάχθαι, τῆς τε ψυχῆς τῷ νοητῷ τὸ ἀίδιον καὶ τῷ αἰσθητικῷ τὸ παθη‐ τικὸν ἐχούσης, προσῆκον ἐν μέσῳ τὴν οὐσίαν ὑπάρχειν.
5ἔλαθε γὰρ καὶ τούτους ὁ θεὸς τοῖς τῶν σωμάτων πέρα‐ σιν ὕστερον, ἀπειργασμένης ἤδη τῆς ψυχῆς, χρώμενος ἐπὶ τὴν τῆς ὕλης διαμόρφωσιν, τὸ σκεδαστὸν αὐτῆς καὶ ἀσύνδετον ὁρίζων καὶ περιλαμβάνων ταῖς ἐκ τῶν τριγώ‐ νων συναρμοττομένων ἐπιφανείαις. ἀτοπώτερον δὲ τὸ
10τὴν ψυχὴν ἰδέαν ποιεῖν· ἡ μὲν γὰρ ἀεικίνητος ἡ δ’ ἀκίνη‐ τος, καὶ ἡ μὲν ἀμιγὴς πρὸς τὸ αἰσθητὸν ἡ δὲ τῷ σώματι

1031

B

συνειργμένη· πρὸς δὲ τούτοις ὁ θεὸς τῆς μὲν ἰδέας ὡς παραδείγματος γέγονε μιμητής, τῆς δὲ ψυχῆς ὥσπερ ἀποτελέσματος δημιουργός. ὅτι δ’ οὐδ’ ἀριθμὸν ὁ Πλά‐ των τὴν οὐσίαν τίθεται τῆς ψυχῆς ἀλλὰ ταττομένην ὑπ’
5ἀριθμοῦ, προείρηται. Πρὸς δ’ ἀμφοτέροις τούτοις κοινόν ἐστι τὸ μήτε τοῖς πέρασι μήτε τοῖς ἀριθμοῖς μηθὲν ἴχνος ἐνυπάρχειν ἐκείνης τῆς δυνάμεως, ᾗ τὸ αἰσθητὸν ἡ ψυχὴ πέφυκε κρίνειν. νοῦν μὲν γὰρ αὐτῇ καὶ νοητὸν ἡ τῆς νοητῆς μέθεξις ἀρ‐
10χῆς ἐμπεποίηκε, δόξας δὲ καὶ πίστεις καὶ τὸ φανταστι‐ κὸν καὶ τὸ παθητικὸν ὑπὸ τῶν περὶ τὸ σῶμα ποιοτήτων, ὃ οὐκ ἄν τις ἐκ μονάδων οὐδὲ γραμμῶν οὐδ’ ἐπιφανειῶν

1031

C

ἁπλῶς νοήσειεν ἐγγινόμενον. καὶ μὴν οὐ μόνον αἱ τῶν
θνητῶν ψυχαὶ γνωστικὴν τοῦ αἰσθητοῦ δύναμιν ἔχουσιν, ἀλλὰ καὶ τὴν τοῦ κύκλου φησὶν (Tim. 37a sq.) ἀνακυκλου‐ μένην αὐτὴν πρὸς ἑαυτήν, ὅταν οὐσίαν σκεδαστὴν ἔχον‐190
5τός τινος ἐφάπτηται καὶ ὅταν ἀμέριστον, λέγῃ κινου‐ μένην διὰ πάσης ἑαυτῆς, ὅτῳ ἄν τι ταὐτὸν ᾖ καὶ ὅτου ἂν ἕτερον, πρὸς ὅτι τε μάλιστα καὶ ὅπη καὶ ὅπως συμβαίνει, καὶ τὰ γιγνόμενα πρὸς ἕκαστον ἕκαστα εἶναι καὶ πάσχειν. ἐν τούτοις ἅμα καὶ τῶν δέκα κατηγοριῶν ποιούμενος
10ὑπογραφὴν ἔτι μᾶλλον τοῖς ἐφεξῆς διασαφεῖ. ‘λόγοσ‘ γάρ φησιν ‘ἀληθής, ὅταν μὲν περὶ τὸ αἰσθητὸν γένηται καὶ

1031

D

ὁ τοῦ θατέρου κύκλος ὀρθὸς ἰὼν εἰς πᾶσαν αὐτοῦ τὴν ψυχὴν διαγγείλῃ, δόξαι καὶ πίστεις γίγνονται βέβαιοι καὶ ἀληθεῖς· ὅταν δ’ αὖ πάλιν περὶ τὸ λογιστικὸν ᾖ καὶ ὁ τοῦ ταὐτοῦ κύκλος εὔτροχος ὢν αὐτὰ μηνύσῃ, ἐπιστήμη
5ἐξ ἀνάγκης ἀποτελεῖται. τούτω δὲ ἐν ᾧ τῶν ὄντων ἐγγίγ‐ νεσθον, ἐάν ποτέ τις αὐτὸ ἄλλο πλὴν ψυχὴν προσείπῃ, πᾶν μᾶλλον ἢ τὸ ἀληθὲς ἐρεῖ.‘ πόθεν οὖν ἔσχεν ἡ ψυχὴ τὴν ἀντιληπτικὴν τοῦ αἰσθητοῦ καὶ δοξαστικὴν ταύτην κίνησιν, ἑτέραν τῆς νοητῆς ἐκείνης καὶ τελευτώσης εἰς
10ἐπιστήμην, ἔργον εἰπεῖν μὴ θεμένους βεβαίως ὅτι νῦν οὐχ ἁπλῶς ψυχὴν ἀλλὰ κόσμου ψυχὴν συνίστησιν ἐξ

1031

E

ὑποκειμένης τῆς τε κρείττονος οὐσίας καὶ ἀμερίστου καὶ τῆς χείρονος, ἣν περὶ τὰ σώματα μεριστὴν κέκληκεν, οὐχ ἑτέραν οὖσαν ἢ τὴν δοξαστικὴν καὶ φανταστικὴν καὶ συμπαθῆ τῶν αἰσθητῶν κίνησιν, οὐ γενομένην ἀλλ’ ὑφ‐
5εστῶσαν ἀίδιον, ὥσπερ ἡ ἑτέρα. τὸ γὰρ νοερὸν ἡ φύσις ἔχουσα καὶ τὸ δοξαστικὸν εἶχεν· ἀλλ’ ἐκεῖνο μὲν ἀκίνητον καὶ ἀπαθὲς καὶ περὶ τὴν ἀεὶ μένουσαν ἱδρυμένον οὐσίαν· τοῦτο δὲ μεριστὸν καὶ πλανητόν, ἅτε δὴ φερομένης καὶ σκεδαννυμένης ἐφαπτόμενον ὕλης. οὔτε γὰρ τὸ αἰσθητὸν
10εἰλήχει τάξεως ἀλλ’ ἦν ἄμορφον καὶ ἀόριστον, ἥ τε περὶ191

1031

F

τοῦτο τεταγμένη δύναμις οὔτε δόξας ἐνάρθρους οὔτε κι‐ νήσεις ἁπάσας ἔχουσα τεταγμένας, ἀλλὰ τὰς πολλὰς ἐνυπνιώδεις καὶ παραφόρους καὶ ταραττούσας τὸ σωμα‐ τοειδές, ὅσα μὴ κατὰ τύχην τῷ βελτίονι περιέπιπτεν· ἐν
5μέσῳ γὰρ ἦν ἀμφοῖν καὶ πρὸς ἀμφότερα συμπαθῆ καὶ

1032

A

συγ|γενῆ φύσιν εἶχε, τῷ μὲν αἰσθητικῷ τῆς ὕλης ἀντε‐ χομένη τῷ δὲ κριτικῷ τῶν νοητῶν. Οὕτω δέ πως καὶ Πλάτων διασαφεῖ τοῖς ὀνόμασιν· ‘οὗτοσ‘ γάρ φησι (Tim. 52d) ‘παρὰ τῆς ἐμῆς ψήφου
5λογισθεὶς ἐν κεφαλαίῳ δεδόσθω λόγος ὄντος καὶ χώραν καὶ γένεσιν εἶναι τρία τριχῆ καὶ πρὶν οὐρανὸν γενέσθαι.‘ καὶ χώραν τε γὰρ καλεῖ τὴν ὕλην ὥσπερ ἕδραν ἔστιν ὅτε καὶ ὑποδοχήν, ὂν δὲ τὸ νοητόν, γένεσιν δὲ τοῦ κόσμου μήπω γεγονότος οὐδεμίαν ἄλλην ἢ τὴν ἐν μεταβολαῖς
10καὶ κινήσεσιν οὐσίαν, τοῦ τυποῦντος καὶ τοῦ τυπουμένου μεταξὺ τεταγμένην, διαδιδοῦσαν ἐνταῦθα τὰς ἐκεῖθεν

1032

B

εἰκόνας. διά τε δὴ ταῦτα μεριστὴ προσηγορεύθη καὶ ὅτι τῷ αἰσθητῷ τὸ αἰσθανόμενον καὶ τῷ φανταστῷ τὸ φαν‐ ταζόμενον ἀνάγκη συνδιανέμεσθαι καὶ συμπαρήκειν· ἡ γὰρ αἰσθητικὴ κίνησις, ἰδία ψυχῆς οὖσα, κινεῖται πρὸς
5τὸ αἰσθητὸν ἐκτός· ὁ δὲ νοῦς αὐτὸς μὲν ἐφ’ ἑαυτοῦ μό‐ νιμος ἦν καὶ ἀκίνητος, ἐγγενόμενος δὲ τῇ ψυχῇ καὶ κρατή‐ σας εἰς ἑαυτὸν ἐπιστρέφει καὶ συμπεραίνει τὴν ἐγκύκλιον φορὰν περὶ τὸ μένον ἀεὶ μάλιστα ψαύουσαν τοῦ ὄντος. διὸ καὶ δυσανάκρατος ἡ κοινωνία γέγονεν αὐτῶν, τῷ
10ἀμερίστῳ τὸ μεριστὸν καὶ τῷ μηδαμῇ κινητῷ τὸ πάντῃ φορητὸν μιγνύουσα καὶ καταβιαζομένη θάτερον εἰς ταὐ‐

1032

C

τὸν συνελθεῖν. ἦν δὲ τὸ θάτερον οὐ κίνησις ὥσπερ οὐδὲ ταὐτὸν στάσις, ἀλλ’ ἀρχὴ διαφορᾶς καὶ ἀνομοιότητος.
ἑκάτερον γὰρ ἀπὸ τῆς ἑτέρας ἀρχῆς κάτεισι, τὸ μὲν ταὐ‐ τὸν ἀπὸ τοῦ ἑνὸς τὸ δὲ θάτερον ἀπὸ τῆς δυάδος· καὶ192
5μέμικται πρῶτον ἐνταῦθα περὶ τὴν ψυχήν, ἀριθμοῖς καὶ λόγοις συνδεθέντα καὶ μεσότησιν ἐναρμονίοις, καὶ ποιεῖ θάτερον μὲν ἐγγενόμενον τῷ αὐτῷ διαφοράν, τὸ δὲ ταὐ‐ τὸν ἐν τῷ ἑτέρῳ τάξιν, ὡς δῆλόν ἐστιν ἐν ταῖς πρώταις τῆς ψυχῆς δυνάμεσιν· εἰσὶ δ’ αὗται τὸ κριτικὸν καὶ τὸ
10κινητικόν. ἡ μὲν οὖν κίνησις εὐθὺς ἐπιδείκνυται περὶ τὸν οὐρανὸν ἐν μὲν τῇ ταὐτότητι τὴν ἑτερότητα τῇ περιφορᾷ

1032

D

τῶν ἀπλανῶν, ἐν δὲ τῇ ἑτερότητι τὴν ταὐτότητα τῇ τάξει τῶν πλανήτων· ἐπικρατεῖ γὰρ ἐν ἐκείνοις τὸ ταὐτόν, ἐν δὲ τοῖς περὶ γῆν τοὐναντίον. ἡ δὲ κρίσις ἀρχὰς μὲν ἔχει δύο, τόν τε νοῦν ἀπὸ τοῦ ταὐτοῦ πρὸς τὰ καθόλου καὶ
5τὴν αἴσθησιν ἀπὸ τοῦ ἑτέρου πρὸς τὰ καθ’ ἕκαστα. μέ‐ μικται δὲ λόγος ἐξ ἀμφοῖν, νόησις ἐν τοῖς νοητοῖς καὶ δόξα γινόμενος ἐν τοῖς αἰσθητοῖς· ὀργάνοις τε μεταξὺ φαντασίαις τε καὶ μνήμαις χρώμενος, ὧν τὰ μὲν ἐν τῷ αὐτῷ τὸ ἕτε‐ ρον τὰ δ’ ἐν τῷ ἑτέρῳ ποιεῖ τὸ ταὐτόν. ἔστι γὰρ ἡ μὲν
10νόησις κίνησις τοῦ νοοῦντος περὶ τὸ μένον, ἡ δὲ δόξα μονὴ τοῦ αἰσθανομένου περὶ τὸ κινούμενον· φαντασίαν δὲ

1032

E

συμπλοκὴν δόξης πρὸς αἴσθησιν οὖσαν ἵστησιν ἐν μνήμῃ τὸ ταὐτόν· τὸ δὲ θάτερον κινεῖ πάλιν ἐν διαφορᾷ τοῦ πρόσθεν καὶ νῦν, ἑτερότητος ἅμα καὶ ταὐτότητος ἐφαπ‐ τόμενον.
5 Δεῖ δὲ τὴν περὶ τὸ σῶμα τοῦ κόσμου γενομένην σύν‐ ταξιν εἰκόνα λαβεῖν τῆς ἀναλογίας ἐν ᾗ διηρμόσατο τὴν ψυχήν. ἐκεῖ μὲν γὰρ ἦν ἄκρα τὸ πῦρ καὶ ἡ γῆ, χαλεπὴν πρὸς ἄλληλα κραθῆναι φύσιν ἔχοντα, μᾶλλον δ’ ὅλως ἄκρατον καὶ ἀσύστατον· ὅθεν ἐν μέσῳ θέμενος αὐτῶν
10τὸν μὲν ἀέρα πρὸ τοῦ πυρὸς τὸ δ’ ὕδωρ πρὸ τῆς γῆς, ταῦτα πρῶτον ἀλλήλοις ἐκέρασεν· εἶτα διὰ τούτων ἐκεῖνα πρός τε ταῦτα καὶ ἄλληλα συνέμιξε καὶ συνήρμοσεν. ἐν‐

1032

F

ταῦθα δὲ πάλιν τὸ ταὐτὸν καὶ τὸ θάτερον, ἐναντίας δυνά‐ μεις καὶ ἀκρότητας ἀντιπάλους, συνήγαγεν οὐ δι’ αὑτῶν, ἀλλ’ οὐσίας ἑτέρας μεταξύ, τὴν μὲν ἀμέριστον πρὸ τοῦ ταὐτοῦ, πρὸ δὲ τοῦ θατέρου τὴν μεριστήν, ἔστιν ᾗ προσ‐193
5ήκουσαν ἑκατέραν ἑκατέρᾳ τάξας, εἶτα μιχθείσαις ἐκείναις ἐπεγκεραννύμενος, οὕτω τὸ πᾶν συνύφηνε τῆς ψυχῆς εἶδος, ὡς ἦν ἀνυστόν, ἐκ διαφόρων ὅμοιον ἔκ τε πολλῶν
ἓν ἀπεργασάμενος. |194