TLG 0007 134 :: PLUTARCHUS :: De animae procreatione in Timaeo (1012b–1030c)

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

De animae procreatione in Timaeo (1012b–1030c)

Source: Hubert, C. (ed.), Plutarchi moralia, vol. 6.1. Leipzig: Teubner, 1954 (repr. 1959): 143–188.

Citation: Stephanus page — section — (line)

t

1

ΠΕΡΙ ΤΗΣ ΕΝ ΤΙΜΑΙΩΙ ΨΥΧΟΓΟΝΙΑΣ

1012

A

Ο ΠΑΤΗΡ ΑΥΤΟΒΟΥΛΩΙ ΚΑΙ ΠΛΟΥΤΑΡΧΩΙ
ΕΥ ΠΡΑΤΤΕΙΝ

1012

B

Ἐπεὶ τὰ πολλάκις εἰρημένα καὶ γεγραμμένα σπορά‐ δην ἐν ἑτέροις ἕτερα, τὴν Πλάτωνος ἐξηγουμένοις δόξαν ἣν εἶχεν ὑπὲρ ψυχῆς, ὡς ὑπενοοῦμεν ἡμεῖς, οἴεσθε δεῖν εἰς ἓν συναχθῆναι καὶ τυχεῖν ἰδίας ἀναγραφῆς τὸν λόγον
5τοῦτον, οὔτ’ ἄλλως εὐμεταχείριστον ὄντα καὶ διὰ τὸ τοῖς πλείστοις τῶν ἀπὸ Πλάτωνος ὑπεναντιοῦσθαι δεόμενον παραμυθίας, προεκθήσομαι τὴν λέξιν, ὡς ἐν Τιμαίῳ (35a) γέγραπται. ‘τῆς ἀμεροῦς καὶ ἀεὶ κατὰ ταὐτὰ ἐχούσης οὐσίας καὶ τῆς αὖ περὶ τὰ σώματα γιγνομένης μεριστῆς143

1012

C

τρίτον ἐξ ἀμφοῖν ἐν μέσῳ συνεκεράσατο οὐσίας εἶδος, τῆς τε ταὐτοῦ φύσεως αὖ πέρι καὶ τῆς τοῦ ἑτέρου· καὶ κατὰ ταῦτα συνέστησεν ἐν μέσῳ τοῦ τ’ ἀμεροῦς αὐτὴν καὶ τοῦ κατὰ τὰ σώματα μεριστοῦ. καὶ τρία λαβὼν αὐτὰ ὄντα
5συνεκεράσατο εἰς μίαν πάντα ἰδέαν, τὴν θατέρου φύσιν δύσμικτον οὖσαν εἰς ταὐτὸ συναρμόττων βίᾳ· μιγνὺς δὲ μετὰ τῆς οὐσίας καὶ ἐκ τριῶν ποιησάμενος ἕν, πάλιν ὅλον τοῦτο μοίρας εἰς ἃς προσῆκε διένειμεν, ἑκάστην δὲ τούτων ἔκ τε ταὐτοῦ καὶ θατέρου καὶ τῆς οὐσίας μεμιγμένην·
10ἤρχετο δὲ διαιρεῖν ὧδε.‘ ταῦτα πρῶτον ὅσας παρέσχηκε τοῖς ἐξηγουμένοις διαφοράς, ἄπλετον ἔργον ἐστὶ διελ‐

1012

D

θεῖν ἐν τῷ παρόντι, πρὸς δ’ ὑμᾶς ἐντετυχηκότας ὁμοῦ ταῖς πλείσταις καὶ περιττόν. ἐπεὶ δὲ τῶν δοκιμωτάτων ἀν‐ δρῶν τοὺς μὲν Ξενοκράτης (fr. 68 H.) προσηγάγετο, τῆς ψυχῆς τὴν οὐσίαν ἀριθμὸν αὐτὸν ὑφ’ ἑαυτοῦ κινούμενον
5ἀποφηνάμενος, οἱ δὲ Κράντορι τῷ Σολεῖ προσέθεντο, μιγνύντι τὴν ψυχὴν ἔκ τε τῆς νοητῆς καὶ τῆς περὶ τὰ αἰσθητὰ δοξαστῆς φύσεως, οἶμαί τι τὴν τούτων ἀνα‐ καλυφθέντων σαφήνειαν ὥσπερ ἐνδόσιμον ἡμῖν παρέξειν. Ἔστι δὲ βραχὺς ὑπὲρ ἀμφοῖν ὁ λόγος. οἱ μὲν γὰρ
10οὐδὲν ἢ γένεσιν ἀριθμοῦ δηλοῦσθαι νομίζουσι τῇ μίξει

1012

E

τῆς ἀμερίστου καὶ μεριστῆς οὐσίας· ἀμέριστον μὲν γὰρ εἶναι τὸ ἓν μεριστὸν δὲ τὸ πλῆθος, ἐκ δὲ τούτων γίγνεσθαι τὸν ἀριθμὸν τοῦ ἑνὸς ὁρίζοντος τὸ πλῆθος καὶ τῇ ἀπειρίᾳ πέρας ἐντιθέντος, ἣν καὶ δυάδα καλοῦσιν ἀόριστον (καὶ144
5Ζαράτας ὁ Πυθαγόρου διδάσκαλος ταύτην μὲν ἐκάλει τοῦ ἀριθμοῦ μητέρα τὸ δ’ ἓν πατέρα· διὸ καὶ βελτίονας εἶναι τῶν ἀριθμῶν ὅσοι τῇ μονάδι προσεοίκασι)· τοῦτον δὲ μήπω ψυχὴν τὸν ἀριθμὸν εἶναι· τὸ γὰρ κινητικὸν καὶ τὸ κινητὸν ἐνδεῖν αὐτῷ. τοῦ δὲ ταὐτοῦ καὶ τοῦ ἑτέρου
10συμμιγέντων, ὧν τὸ μέν ἐστι κινήσεως ἀρχὴ καὶ μεταβολῆς τὸ δὲ μονῆς, ψυχὴν γεγονέναι, μηδὲν ἧττον τοῦ ἱστάναι

1012

F

καὶ ἵστασθαι δύναμιν ἢ τοῦ κινεῖσθαι καὶ κινεῖν οὖσαν. οἱ δὲ περὶ τὸν Κράντορα μάλιστα τῆς ψυχῆς ἴδιον ὑπο‐ λαμβάνοντες ἔργον εἶναι τὸ κρίνειν τά τε νοητὰ καὶ τὰ αἰσθητὰ τάς τε τούτων ἐν αὑτοῖς καὶ πρὸς ἄλληλα γιγνο‐
5μένας διαφορὰς καὶ ὁμοιότητας, ἐκ πάντων φασίν, ἵνα

1013

A

πάντα γιγνώσκῃ, συγκεκρᾶσθαι τὴν ψυχήν· | ταῦτα δ’ εἶναι τέτταρα, τὴν νοητὴν φύσιν ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχουσαν καὶ τὴν περὶ τὰ σώματα παθητικὴν καὶ μεταβλητήν, ἔτι δὲ τὴν ταὐτοῦ καὶ τοῦ ἑτέρου διὰ
5τὸ κἀκείνων ἑκατέραν μετέχειν ἑτερότητος καὶ ταὐτότητος. Ὁμαλῶς δὲ πάντες οὗτοι χρόνῳ μὲν οἴονται τὴν ψυχὴν μὴ γεγονέναι μηδ’ εἶναι γενητήν, πλείονας δὲ δυνάμεις ἔχειν, εἰς ἃς ἀναλύοντα θεωρίας ἕνεκα τὴν οὐ‐ σίαν αὐτῆς λόγῳ τὸν Πλάτωνα γιγνομένην ὑποτίθεσθαι
10καὶ συγκεραννυμένην· τὰ δ’ αὐτὰ καὶ περὶ τοῦ κόσμου
διανοούμενον ἐπίστασθαι μὲν ἀίδιον ὄντα καὶ ἀγένητον,145

1013

B

τὸ δ’ ᾧ τρόπῳ συντέτακται καὶ διοικεῖται καταμαθεῖν οὐ ῥᾴδιον ὁρῶντα τοῖς μήτε γένεσιν αὐτοῦ μήτε τῶν γε‐ νητικῶν σύνοδον ἐξ ἀρχῆς προϋποθεμένοις ταύτην τὴν ὁδὸν τραπέσθαι. τοιούτων δὲ τῶν καθόλου λεγομένων,
5ὁ μὲν Εὔδωρος οὐδετέρους ἀμοιρεῖν οἴεται τοῦ εἰκότος· ἐμοὶ δὲ δοκοῦσι τῆς Πλάτωνος ἀμφότεροι διαμαρτάνειν δόξης, εἰ κανόνι τῷ πιθανῷ χρηστέον, οὐκ ἴδια δόγματα περαίνοντας ἀλλ’ ἐκείνῳ τι βουλομένους λέγειν ὁμολο‐ γούμενον. ἡ μὲν 〈γὰρ〉 ἐκ τῆς νοητῆς καὶ τῆς αἰσθητῆς
10οὐσίας λεγομένη μῖξις οὐ διασαφεῖται πῆ ποτε ψυχῆς μᾶλλον ἢ τῶν ἄλλων, ὅ τι ἄν τις εἴπῃ, γένεσίς ἐστιν. αὐ‐

1013

C

τός τε γὰρ ὁ κόσμος οὗτος καὶ τῶν μερῶν ἕκαστον αὐτοῦ συνέστηκεν ἔκ τε σωματικῆς οὐσίας καὶ νοητῆς, ὧν ἡ μὲν ὕλην καὶ ὑποκείμενον ἡ δὲ μορφὴν καὶ εἶδος τῷ γενομένῳ παρέσχε· καὶ τῆς μὲν ὕλης τὸ μετοχῇ καὶ εἰκα‐
5σίᾳ τοῦ νοητοῦ μορφωθὲν εὐθὺς ἁπτὸν 〈καὶ〉 ὁρατόν ἐστιν, ἡ ψυχὴ δὲ πᾶσαν αἴσθησιν ἐκπέφευγεν. ἀριθ‐ μόν γε μὴν ὁ Πλάτων οὐδέποτε τὴν ψυχὴν προσεῖπεν, ἀλλὰ κίνησιν αὐτοκίνητον ἀεὶ καὶ ‘κινήσεως πηγὴν καὶ ἀρχήν‘ (Phaedr. 245c)· ἀριθμῷ δὲ καὶ λόγῳ καὶ ἁρμονίᾳ
10διακεκόσμηκε τὴν οὐσίαν αὐτῆς ὑποκειμένην καὶ δεχο‐ μένην τὸ κάλλιστον εἶδος ὑπὸ τούτων ἐγγιγνόμενον. οἶμαι

1013

D

δὲ μὴ ταὐτὸν εἶναι τῷ κατ’ ἀριθμὸν συνεστάναι τὴν ψυχὴν τὸ τὴν οὐσίαν αὐτῆς ἀριθμὸν ὑπάρχειν· ἐπεὶ 〈καὶ〉 καθ’ ἁρμονίαν συνέστηκεν ἁρμονία δ’ οὔκ ἐστιν, ὡς αὐτὸς ἐν τῷ περὶ Ψυχῆς (Phaed. 92) ἀπέδειξεν. ἐκφανῶς δὲ
5τούτοις ἠγνόηται τὸ περὶ τοῦ ταὐτοῦ καὶ τοῦ ἑτέρου· λέ‐ γουσι γὰρ ὡς τὸ μὲν στάσεως τὸ δὲ κινήσεως συμβάλλεται
δύναμιν εἰς τὴν τῆς ψυχῆς γένεσιν, αὐτοῦ Πλάτωνος ἐν τῷ Σοφιστῇ (p. 250. 254—255) τὸ ὂν καὶ τὸ ταὐτὸν καὶ τὸ ἕτερον, πρὸς δὲ τούτοις στάσιν καὶ κίνησιν, ὡς ἕκαστον146
10ἑκάστου διαφέρον καὶ πέντε ὄντα χωρὶς ἀλλήλων τιθεμέ‐ νου καὶ διορίζοντος. Ὅ γε μὴν οὗτοί τε κοινῇ καὶ οἱ πλεῖστοι τῶν χρωμέ‐

1013

E

νων Πλάτωνι φοβούμενοι καὶ παραμυθούμενοι πάντα μη‐ χανῶνται καὶ παραβιάζονται καὶ στρέφουσιν, ὥς τι δεινὸν καὶ ἄρρητον οἰόμενοι δεῖν περικαλύπτειν καὶ ἀρνεῖσθαι, τήν τε τοῦ κόσμου τήν τε τῆς ψυχῆς αὐτοῦ γένεσιν καὶ
5σύστασιν, οὐκ ἐξ ἀιδίου συνεστώτων οὐδὲ τὸν ἄπειρον χρόνον οὕτως ἐχόντων, ἰδίᾳ τε λόγου τέτευχε καὶ νῦν ἀρκέσει ῥηθέν, ὅτι τὸν περὶ θεῶν ἀγῶνα καὶ λόγον, ᾧ Πλάτων (Legg. X 885b sqq. 892d sqq.) ὁμολογεῖ φιλοτι‐ μότατα καὶ παρ’ ἡλικίαν πρὸς τοὺς ἀθέους κεχρῆσθαι,
10συγχέουσι, μᾶλλον δ’ ὅλως ἀναιροῦσιν. εἰ γὰρ ἀγένητος ὁ κόσμος ἐστίν, οἴχεται τῷ Πλάτωνι τὸ πρεσβυτέραν τοῦ

1013

F

σώματος τὴν ψυχὴν οὖσαν ἐξάρχειν μεταβολῆς καὶ κι‐ νήσεως πάσης, ἡγεμόνα καὶ πρωτουργόν, ὡς αὐτὸς εἴρη‐ κεν (Legg. 897a), ἐγκαθεστῶσαν. τίς δ’ οὖσα καὶ τίνος ὄντος ἡ ψυχὴ τοῦ σώματος προτέρα καὶ πρεσβυτέρα λέ‐
5γεται γεγονέναι, προϊὼν ὁ λόγος ἐνδείξεται· τοῦτο γὰρ ἠγνοημένον ἔοικε τὴν πλείστην ἀπορίαν καὶ ἀπιστίαν παρέχειν τῆς ἀληθοῦς δόξης. |

1014

A

Πρῶτον οὖν ἣν ἔχω περὶ τούτων διάνοιαν ἐκθήσο‐ μαι, πιστούμενος τῷ εἰκότι καὶ παραμυθούμενος, ὡς ἔνε‐ στι, τὸ ἄηθες τοῦ λόγου καὶ παράδοξον· ἔπειτ’ αὐταῖς
λέξεσιν ἐπάξω συνοικειῶν ἅμα τὴν ἐξήγησιν καὶ τὴν147
5ἀπόδειξιν. ἔχει γὰρ οὕτω κατά γε τὴν ἐμὴν τὰ πράγματα δόξαν. ‘κόσμον τόνδε‘ φησὶν Ἡράκλειτος (B 30) ‘οὔτε τις θεῶν οὔτ’ ἀνθρώπων ἐποίησεν,‘ ὥσπερ φοβηθεὶς μὴ θεοῦ ἀπογνόντες ἄνθρωπόν τινα γεγονέναι τοῦ κόσμου δημιουργὸν ὑπονοήσωμεν. βέλτιον οὖν Πλάτωνι πειθο‐
10μένους τὸν μὲν κόσμον ὑπὸ θεοῦ γεγονέναι λέγειν καὶ ᾄδειν ‘ὁ μὲν γὰρ κάλλιστος τῶν γεγονότων ὁ δ’ ἄριστος

1014

B

τῶν αἰτίων‘ (Tim. 29a), τὴν δ’ οὐσίαν καὶ ὕλην, ἐξ ἧς γέγονεν, οὐ γενομένην ἀλλ’ ὑποκειμένην ἀεὶ τῷ δημιουργῷ εἰς διάθεσιν καὶ τάξιν αὑτὴν καὶ πρὸς αὐτὸν ἐξομοίωσιν ὡς δυνατὸν ἦν ἐμπαρασχεῖν. οὐ γὰρ ἐκ τοῦ μὴ ὄντος ἡ
5γένεσις ἀλλ’ ἐκ τοῦ μὴ καλῶς μηδ’ ἱκανῶς ἔχοντος, ὡς οἰκίας καὶ ἱματίου καὶ ἀνδριάντος. ἀκοσμία γὰρ ἦν τὰ πρὸ τῆς τοῦ κόσμου γενέσεως· ἀκοσμία δ’ οὐκ ἀσώματος οὐδ’ ἀκίνητος οὐδ’ ἄψυχος ἀλλ’ ἄμορφον μὲν καὶ ἀσύστα‐ τον τὸ σωματικὸν ἔμπληκτον δὲ καὶ ἄλογον τὸ κινητικὸν
10ἔχουσα· τοῦτο δ’ ἦν ἀναρμοστία ψυχῆς οὐκ ἐχούσης λόγον. ὁ γὰρ θεὸς οὔτε σῶμα τὸ ἀσώματον οὔτε ψυχὴν

1014

C

τὸ ἄψυχον ἐποίησεν, ἀλλ’ ὥσπερ ἁρμονικὸν ἄνδρα καὶ ῥυθμικὸν οὐ φωνὴν ποιεῖν οὐδὲ κίνησιν ἐμμελῆ δὲ φωνὴν καὶ κίνησιν εὔρυθμον ἀξιοῦμεν, οὕτως ὁ θεὸς οὔτε τοῦ σώματος τὸ ἁπτὸν καὶ ἀντίτυπον οὔτε τῆς ψυχῆς τὸ
5φανταστικὸν καὶ κινητικὸν αὐτὸς ἐποίησεν· ἀμφοτέρας δὲ τὰς ἀρχὰς παραλαβών, τὴν μὲν ἀμυδρὰν καὶ σκοτεινὴν τὴν δὲ ταραχώδη καὶ ἀνόητον ἀτελεῖς δὲ τοῦ προσήκοντος ἀμφοτέρας καὶ ἀορίστους, ἔταξε καὶ διεκόσμησε καὶ συνήρμοσε, τὸ κάλλιστον ἀπεργασάμενος καὶ τελειότατον
10ἐξ αὐτῶν ζῷον. Ἡ μὲν οὖν σώματος οὐσία τῆς λεγομένης ὑπ’ αὐτοῦ148

1014

D

πανδεχοῦς φύσεως ἕδρας τε καὶ τιθήνης τῶν γενητῶν οὐχ ἑτέρα τίς ἐστιν. τὴν δὲ τῆς ψυχῆς ἐν Φιλήβῳ (24a—25a. b sqq.) μὲν ἀπειρίαν κέκληκεν, ἀριθμοῦ καὶ λόγου στέρησιν οὖσαν, ἐλλείψεώς τε καὶ ὑπερβολῆς καὶ
5διαφορᾶς καὶ ἀνομοιότητος ἐν αὑτῇ πέρας οὐδὲν οὐδὲ μέ‐ τρον ἔχουσαν· ἐν δὲ Τιμαίῳ (35a) τὴν τῇ ἀμερίστῳ συγ‐ κεραννυμένην φύσει καὶ περὶ τὰ σώματα γίγνεσθαι λεγο‐ μένην μεριστὴν οὔτε πλῆθος ἐν μονάσι καὶ στιγμαῖς οὔτε μήκη καὶ πλάτη λέγεσθαι νομιστέον, ἃ σώμασι προσήκει
10καὶ σωμάτων μᾶλλον ἢ τῆς ψυχῆς ἐστιν, ἀλλὰ τὴν ἄτακ‐ τον καὶ ἀόριστον αὐτοκίνητον δὲ καὶ κινητικὴν ἀρχὴν ἐκείνην, ἣν πολλαχοῦ μὲν ἀνάγκην ἐν δὲ τοῖς Νόμοις

1014

E

(896d sq.) ἄντικρυς ψυχὴν ἄτακτον εἴρηκε καὶ κακο‐ ποιόν· αὕτη γὰρ ἦν ψυχὴ καθ’ ἑαυτήν, νοῦ δὲ καὶ λο‐ γισμοῦ καὶ ἁρμονίας ἔμφρονος μετέσχεν, ἵνα κόσμου ψυχὴ γένηται. καὶ γὰρ τὸ πανδεχὲς καὶ ὑλικὸν ἐκεῖνο μέγεθος
5μὲν ἐκέκτητο καὶ διάστημα καὶ χώραν, κάλλους δὲ καὶ μορφῆς καὶ σχημάτων μετριότητος ἐνδεῶς εἶχεν· ἔλαχε δὲ τούτων, ἵνα γῆς καὶ θαλάττης καὶ οὐρανοῦ καὶ ἀστέ‐ ρων φυτῶν τε καὶ ζῴων παντοδαπὰ σώματα καὶ ὄργανα γίγνηται κοσμηθέν. οἱ δὲ τὴν ἐν Τιμαίῳ (48a. 56c. 68e)
10λεγομένην ἀνάγκην, ἐν δὲ Φιλήβῳ (24a sqq.) περὶ τὸ μᾶλλον καὶ ἧττον ἐλλείψεως καὶ ὑπερβολῆς ἀμετρίαν καὶ

1014

F

ἀπειρίαν τῇ ὕλῃ προστιθέντες ἀλλὰ μὴ τῇ ψυχῇ, ποῦ
θήσονται τὸ τὴν ὕλην ἀεὶ μὲν ἄμορφον καὶ ἀσχημάτιστον ὑπ’ αὐτοῦ λέγεσθαι (Tim. 50e) καὶ πάσης ποιότητος καὶ δυνάμεως οἰκείας ἔρημον, εἰκάζεσθαι δ’ ἀώδεσιν ἐλαί‐149

1015

A

οις, ἃ πρὸς τὰς βαφὰς οἱ μυρεψοὶ λαμβάνουσιν; | οὐ γὰρ οἷόν τε τὸ ἄποιον καὶ ἀργὸν ἐξ αὑτοῦ καὶ ἀρρεπὲς αἰτίαν κακοῦ καὶ ἀρχὴν ὑποτίθεσθαι τὸν Πλάτωνα καὶ καλεῖν ἀπειρίαν αἰσχρὰν καὶ κακοποιόν, αὖθις δ’ ἀνάγκην πολλὰ
5τῷ θεῷ δυσμαχοῦσαν καὶ ἀφηνιάζουσαν. ἡ γάρ ‘ἀνα‐ στρέφουσα‘ τὸν οὐρανόν, ὥσπερ ἐν Πολιτικῷ (272e) λέγεται, καὶ ἀνελίττουσα πρὸς τοὐναντίον ἀνάγκη καὶ ‘σύμφυτος ἐπιθυμία‘ καὶ (273b) ‘τὸ τῆς πάλαι ποτὲ φύ‐ σεως σύντροφον πολλῆς μετέχον ἀταξίας, πρὶν εἰς τὸν
10νῦν κόσμον ἀφικέσθαι‘, πόθεν ἐγγέγονε τοῖς πράγμασιν, εἰ τὸ μὲν ὑποκείμενον ἄποιος ἦν ὕλη καὶ ἄμοιρος αἰτίας

1015

B

ἁπάσης, ὁ δὲ δημιουργὸς ἀγαθὸς καὶ πάντα βουλόμενος αὑτῷ κατὰ δύναμιν ἐξομοιῶσαι, τρίτον δὲ παρὰ ταῦτα μηδέν; αἱ γὰρ Στωικαὶ καταλαμβάνουσιν ἡμᾶς ἀπορίαι, τὸ κακὸν ἐκ τοῦ μὴ ὄντος ἀναιτίως καὶ ἀγενήτως ἐπεισάγον‐
5τας· ἐπεὶ τῶν γ’ ὄντων οὔτε τὸ ἀγαθὸν οὔτε τὸ ἄποιον εἰκός ἐστιν οὐσίαν κακοῦ καὶ γένεσιν παρασχεῖν. ἀλλὰ ταὐτὸ Πλάτων οὐκ ἔπαθε τοῖς ὕστερον, οὐδὲ παριδὼν ὡς ἐκεῖνοι τὴν μεταξὺ τῆς ὕλης καὶ τοῦ θεοῦ τρίτην ἀρχὴν καὶ δύναμιν ὑπέμεινε τῶν λόγων τὸν ἀτοπώτατον, ἐπεισ‐
10όδιον οὐκ οἶδ’ ὅπως ποιοῦντα τὴν τῶν κακῶν φύσιν ἀπ’ αὐτομάτου κατὰ συμβεβηκός. Ἐπικούρῳ (fr. 281) μὲν γὰρ

1015

C

οὐδ’ ἀκαρὲς ἐγκλῖναι τὴν ἄτομον συγχωροῦσιν, ὡς ἀναί‐ τιον ἐπεισάγοντι κίνησιν ἐκ τοῦ μὴ ὄντος· αὐτοὶ δὲ κα‐ κίαν καὶ κακοδαιμονίαν τοσαύτην ἑτέρας τε περὶ σῶμα μυρίας ἀτοπίας καὶ δυσχερείας, αἰτίαν ἐν ταῖς ἀρχαῖς οὐκ
5ἐχούσας, κατ’ ἐπακολούθησιν γεγονέναι λέγουσιν. Ὁ δὲ Πλάτων οὐχ οὕτως, ἀλλὰ τήν γ’ ὕλην διαφο‐ ρᾶς ἁπάσης ἀπαλλάττων καὶ τοῦ θεοῦ τὴν τῶν κακῶν αἰτίαν ἀπωτάτω τιθέμενος ταῦτα περὶ τοῦ κόσμου γέγρα‐ φεν ἐν τῷ Πολιτικῷ (273b) ‘παρὰ μὲν γὰρ τοῦ ξυνθέντος150
10πάντα τὰ καλὰ κέκτηται· παρὰ δὲ τῆς ἔμπροσθεν ἕξεως ὅσα χαλεπὰ καὶ ἄδικα ἐν οὐρανῷ γίγνεται, ταῦτ’ ἐξ

1015

D

ἐκείνης αὐτός τε ἔχει καὶ τοῖς ζῴοις ἐναπεργάζεται.‘ καὶ μικρὸν ἔτι προελθὼν (273c) ‘προϊόντος δέ‘ φησι ‘τοῦ χρόνου καὶ λήθης ἐγγιγνομένης ἐν αὐτῷ, μᾶλλον δυνα‐ στεύει τὸ τῆς παλαιᾶς ἀναρμοστίας πάθοσ‘ καὶ κινδυνεύει
5‘διαλυθεὶς εἰς τὸν τῆς ἀνομοιότητος ἄπειρον ὄντα τόπον‘ δῦναι πάλιν. ἀνομοιότης δὲ περὶ τὴν ὕλην, ἄποιον καὶ ἀδιάφορον οὖσαν, οὐκ ἔστιν. ἀλλὰ μετὰ πολλῶν ἄλ‐ λων καὶ Εὔδημος ἀγνοήσας κατειρωνεύεται τοῦ Πλάτω‐ νος, ὡς οὐκ εὖ τὴν πολλάκις ὑπ’ αὐτοῦ μητέρα καὶ τιθήνην
10προσαγορευομένην αἰτίαν κακῶν καὶ ἀρχὴν ἀποφαίνοντος. ὁ γὰρ Πλάτων μητέρα μὲν καὶ τιθήνην καλεῖ τὴν ὕλην,

1015

E

αἰτίαν δὲ κακοῦ τὴν κινητικὴν τῆς ὕλης καὶ περὶ τὰ σώ‐ ματα γιγνομένην μεριστὴν ἄτακτον καὶ ἄλογον οὐκ ἄψυ‐ χον δὲ κίνησιν, ἣν ἐν Νόμοις ὥσπερ εἴρηται (p. 149, 13 sq.) ψυχὴν ἐναντίαν καὶ ἀντίπαλον τῇ ἀγαθουργῷ προσεῖπε.
5ψυχὴ γὰρ αἰτία κινήσεως καὶ ἀρχή, νοῦς δὲ τάξεως καὶ συμφωνίας περὶ κίνησιν. ὁ γὰρ θεὸς οὐκ ἀνέστησε τὴν ὕλην ἀργοῦσαν ἀλλ’ ἔστησεν ὑπὸ τῆς ἀνοήτου ταραττο‐ μένην αἰτίας· οὐδ’ ἀρχὰς τῇ φύσει μεταβολῆς καὶ παθῶν παρέσχεν, ἀλλ’ οὔσης ἐν πάθεσι παντοδαποῖς καὶ μετα‐
10βολαῖς ἀτάκτοις ἐξεῖλε τὴν πολλὴν ἀοριστίαν καὶ πλημμέ‐ λειαν, ἁρμονίᾳ καὶ ἀναλογίᾳ καὶ ἀριθμῷ χρώμενος ὀρ‐ γάνοις· ὧν ἔργον ἐστὶν οὐ μεταβολῇ καὶ κινήσει ἑτερότη‐151

1015

F

τος πάθη καὶ διαφορὰς παρέχειν τοῖς πράγμασιν, ἀλλὰ μᾶλλον ἀπλανῆ καὶ στάσιμα καὶ τοῖς κατὰ ταὐτὰ ὡσαύ‐ τως ἔχουσιν ὅμοια ποιεῖν. Ἡ μὲν οὖν διάνοια τοιαύτη, κατά γε τὴν ἐμὴν δόξαν,
5τοῦ Πλάτωνος· ἀπόδειξις δὲ πρώτη μὲν ἡ τῆς λεγο‐ μένης καὶ δοκούσης αὐτοῦ πρὸς ἑαυτὸν ἀσυμφωνίας καὶ

1016

A

διαφορᾶς λύσις. | οὐδὲ γὰρ σοφιστῇ κραιπαλῶντι, πόθεν γε δὴ Πλάτωνι, τοιαύτην ἄν τις ἀναθείη περὶ οὓς ἐσπου‐ δάκει μάλιστα τῶν λόγων ταραχὴν καὶ ἀνωμαλίαν, ὥστε τὴν αὐτὴν φύσιν ὁμοῦ καὶ ἀγένητον ἀποφαίνειν καὶ γενο‐
5μένην, ἀγένητον μὲν ἐν Φαίδρῳ (245c. 246a) τὴν ψυχὴν ἐν δὲ Τιμαίῳ (34b sqq.) γενομένην. ἡ μὲν οὖν ἐν Φαίδρῳ διάλεκτος ὀλίγου δεῖν ἅπασι διὰ στόματός ἐστι, τῷ ἀγενήτῳ τὸ ἀνώλεθρον τῷ δ’ αὐτοκινήτῳ πιστουμένη τὸ ἀγένητον αὐτῆς· ἐν δὲ Τιμαίῳ ‘τὴν δὲ ψυχήν‘ φησιν ‘οὐχ ὡς νῦν
10ὑστέραν ἐπιχειροῦμεν λέγειν οὕτως ἐμηχανήσατο καὶ ὁ θεὸς νεωτέραν· οὐ γὰρ ἂν ἄρχεσθαι πρεσβύτερον ὑπὸ

1016

B

νεωτέρου συνέρξας εἴασεν· ἀλλά πως ἡμεῖς πολὺ μετ‐ έχοντες τοῦ προστυχόντος τε καὶ εἰκῇ ταύτῃ πη καὶ λέγο‐ μεν· ὁ δὲ καὶ γενέσει καὶ ἀρετῇ προτέραν 〈καὶ πρεσ‐ βυτέραν〉 τὴν ψυχὴν σώματος, ὡς δεσπότιν καὶ ἄρξουσαν
5ἀρξομένου, συνεστήσατο.‘ καὶ πάλιν, εἰπὼν (36e) ὡς ‘αὐτὴ ἐν ἑαυτῇ στρεφομένη θείαν ἀρχὴν ἤρξατο ἀπαύστου καὶ ἔμφρονος βίου,‘ ‘τὸ μὲν δὴ σῶμά‘ φησιν ‘ὁρατὸν οὐρανοῦ γέγονεν, αὐτὴ δ’ ἀόρατος μὲν λογισμοῦ δὲ μετέχουσα καὶ
ἁρμονίας ψυχή, τῶν νοητῶν ἀεί τ’ ὄντων ὑπὸ τοῦ ἀρίστου152
10ἀρίστη γενομένη τῶν γεννηθέντων.‘ ἐνταῦθα γὰρ τὸν μὲν θεὸν ἄριστον εἰπὼν τῶν ἀεὶ ὄντων, τὴν δὲ ψυχὴν ἀρίστην

1016

C

τῶν γεννηθέντων, σαφεστάτῃ ταύτῃ τῇ διαφορᾷ καὶ ἀντι‐ θέσει τὸ ἀίδιον αὐτῆς καὶ τὸ ἀγένητον ἀφῄρηται. Τίς οὖν τούτων ἐπανόρθωσις ἑτέρα πλὴν ἧς αὐτὸς δίδωσι τοῖς δέχεσθαι βουλομένοις; ἀγένητον μὲν γὰρ ἀπο‐
5φαίνει ψυχὴν τὴν πρὸ τῆς κόσμου γενέσεως πλημμελῶς πάντα καὶ ἀτάκτως κινοῦσαν· γενομένην δὲ καὶ γενη‐ τὴν πάλιν, ἣν ὁ θεὸς ἔκ τε ταύτης καὶ τῆς μονίμου τε καὶ ἀρίστης οὐσίας ἐκείνης ἔμφρονα καὶ τεταγμένην ἀπ‐ εργασάμενος καθάπερ εἶδος καὶ τῷ αἰσθητικῷ τὸ νοερὸν
10καὶ τῷ κινητικῷ τὸ τεταγμένον ἀφ’ αὑτοῦ παρασχὼν ἡγεμόνα τοῦ παντὸς ἐγκατέστησεν. οὕτω γὰρ καὶ

1016

D

τὸ σῶμα τοῦ κόσμου πῇ μὲν ἀγένητον ἀποφαίνει πῇ δὲ γενητόν· ὅταν μὲν γὰρ εἴπῃ (Tim. 30a), πᾶν ὅσον ἦν ὁρα‐ τὸν οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον ἀτάκτως τὸν θεὸν παραλαβόντα διακοσμεῖν, καὶ πάλιν (Tim. 52e sq.), τὰ
5τέτταρα γένη, πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα, πρὶν ἢ τὸ πᾶν ὑπ’ αὐτῶν διακοσμηθὲν γενέσθαι, σεισμὸν ἐμποιεῖν τῇ ὕλῃ καὶ ὑπ’ ἐκείνης τινάσσεσθαι διὰ τὴν ἀνωμαλίαν, ὄντα που ποιεῖ καὶ ὑποκείμενα τὰ σώματα πρὸ τῆς τοῦ κόσμου γενέσεως· ὅταν δὲ πάλιν λέγῃ (Tim. 34c) τῆς
10ψυχῆς νεώτερον γεγονέναι τὸ σῶμα καὶ (28b sq.) τὸν κόσμον εἶναι γενητόν, ὅτι ὁρατὸς καὶ ἁπτὸς καὶ σῶμα

1016

E

ἔχων ἐστὶ τὰ δὲ τοιαῦτα γιγνόμενα καὶ γενητὰ ἐφάνη, παντὶ δῆλον ὡς γένεσιν τῇ φύσει τοῦ σώματος ἀποδίδω‐ σιν. ἀλλὰ πολλοῦ δεῖ τἀναντία λέγειν καὶ διαφέρεσθαι
πρὸς αὑτὸν οὕτως ἐκφανῶς ἐν τοῖς μεγίστοις. οὐ γὰρ153
5ὡσαύτως οὐδὲ ταὐτὸ σῶμα γίγνεσθαί τέ φησιν ὑπὸ τοῦ θεοῦ καὶ εἶναι πρὶν ἢ γενέσθαι· ταῦτα γὰρ ἄντικρυς φαρ‐ μακῶντός ἐστιν. ἀλλὰ τί δεῖ νοεῖν καὶ τὴν γένεσιν, αὐτὸς διδάσκει. ‘τὸ μὲν γὰρ πρὸ τούτου‘ φησί (Tim. 53a sq.) ‘ταῦτα πάντα εἶχεν ἀλόγως καὶ ἀμέτρως· ὅτε δ’ ἐπεχει‐
10ρεῖτο κοσμεῖσθαι τὸ πᾶν, πῦρ πρῶτον καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα, ἴχνη μὲν ἔχοντα ἄττα αὑτῶν, παντάπασι μὴν

1016

F

διακείμενα ὥσπερ εἰκὸς ἔχειν ἅπαν ὅταν ἀπῇ τινος θεός, οὕτω δὴ τότε πεφυκότα ταῦτα πρῶτον διεσχηματίσατο εἴδεσι καὶ ἀριθμοῖς.‘ ἔτι δὲ πρότερον εἰπὼν (32a sqq.) ὡς οὐ μιᾶς ἔργον ἦν ἀναλογίας ἀλλὰ δυεῖν τὸ συνδῆσαι στε‐
5ρεὸν ὄντα καὶ βάθος ἔχοντα τὸν τοῦ παντὸς ὄγκον, καὶ διελθὼν ὅτι πυρὸς καὶ γῆς ὕδωρ ἀέρα τε ὁ θεὸς ἐν μέσῳ θεὶς συνέδησε καὶ συνεστήσατο τὸν οὐρανόν, ‘ἔκ τε δὴ

1017

A

τούτων‘ φησί ‘τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων | τὸ τοῦ κόσμου σῶμα ἐγεννήθη δι’ ἀναλογίας ὁμολογῆσαν, φιλίαν τ’ ἔσχεν ἐκ τούτων, ὥστ’ εἰς ταὐτὸν αὑτῷ συν‐ ελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ συνδήσαντος
5γενέσθαι·‘ σαφέστατα διδάσκων ὡς οὐχὶ σώματος ἁπ‐ λῶς οὐδ’ ὄγκου καὶ ὕλης, ἀλλὰ συμμετρίας περὶ σῶμα καὶ κάλλους καὶ ὁμοιότητος ἦν ὁ θεὸς πατὴρ καὶ δημιουρ‐ γός. ταῦτα δὴ δεῖ διανοεῖσθαι καὶ περὶ ψυχῆς, ὡς τὴν μὲν οὔθ’ ὑπὸ τοῦ θεοῦ γενομένην οὔτε κόσμου ψυχὴν
10οὖσαν, ἀλλά τινα φανταστικῆς καὶ δοξαστικῆς ἀλόγου δὲ καὶ ἀτάκτου φορᾶς καὶ ὁρμῆς δύναμιν αὐτοκίνητον καὶ

1017

B

ἀεικίνητον, τὴν δ’ αὐτὸς ὁ θεὸς διαρμοσάμενος τοῖς προσ‐ ήκουσιν ἀριθμοῖς καὶ λόγοις ἐγκατέστησεν ἡγεμόνα τοῦ
κόσμου γεγονότος γενητὴν οὖσαν. Ὅτι δὲ περὶ τούτων διενοεῖτο ταῦτα, καὶ οὐ θεω‐154
5ρίας ἕνεκα τοῦ τε κόσμου μὴ γενομένου καὶ τῆς ψυχῆς ὅμως ὑπετίθετο σύστασιν καὶ γένεσιν, ἐκεῖνο πρὸς πολ‐ λοῖς τεκμήριόν ἐστι ... τὸ τὴν μὲν ψυχὴν ὑπ’ αὐτοῦ καὶ ἀγένητον ὥσπερ εἴρηται (1016c) καὶ γενητὴν λέγεσθαι, τὸν δὲ κόσμον ἀεὶ μὲν γεγονότα καὶ γενητὸν ἀγένητον δὲ
10μηδέποτε μηδ’ ἀίδιον. τὰ μὲν οὖν ἐν Τιμαίῳ τί δεῖ προ‐ φέρειν; ὅλον γὰρ καὶ πᾶν τὸ σύγγραμμα περὶ κόσμου γενέ‐

1017

C

σεως ἄχρι τέλους ἀπ’ ἀρχῆς ἐστι. τῶν δ’ ἄλλων ἐν μὲν Ἀτλαντικῷ (Criti. 106a) προσευχόμενος ὁ Τίμαιος ὀνο‐ μάζει τὸν πάλαι μὲν ἔργῳ γενονότα νῦν δὲ λόγῳ θεόν, ἐν Πολιτικῷ (269d. 273b) δ’ ὁ Παρμενίδειος ξένος τὸν κό‐
5σμον ὑπὸ τοῦ θεοῦ συντεθέντα φησὶ πολλῶν ἀγαθῶν μετα‐ λαβεῖν, εἰ δέ τι φλαῦρόν ἐστιν ἢ χαλεπόν, ἐκ τῆς προτέρας ἕξεως ἀναρμόστου καὶ ἀλόγου συμμεμιγμένον ἔχειν· ἐν δὲ τῇ Πολιτείᾳ (546b) περὶ τοῦ ἀριθμοῦ, ὃν γάμον ἔνιοι καλοῦσιν, ὁ Σωκράτης ἀρχόμενος λέγειν ‘ἔστι δέ‘ φησι
10‘θείῳ μὲν γενητῷ περίοδος ἣν ἀριθμὸς περιλαμβάνει τέ‐ λειος,‘ οὐκ ἄλλο καλῶν θεῖον γενητὸν ἢ τὸν κόσμον ...

1022

E

κατὰ ταὐτὰ ἔχον ὡς μορφὴν καὶ εἶδος, τὸ δὲ περὶ τὰ σώματα γιγνόμενον μεριστὸν ὡς ὑποδοχὴν καὶ ὕλην, τὸ δὲ μῖγμα κοινὸν ἐξ ἀμφοῖν ἀποτετελεσμένον. ἡ μὲν οὖν ἀμέριστος οὐσία καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχουσα155
5μὴ μικρότητι, καθάπερ τὰ ἐλάχιστα τῶν σωμάτων, νοεί‐ σθω φεύγουσα τὸν μερισμόν· τὸ γὰρ ἁπλοῦν καὶ ἀπαθὲς καὶ καθαρὸν αὐτῆς καὶ μονοειδὲς ἀμερὲς εἴρηται καὶ

1022

F

ἀμέριστον· ᾧ καὶ τῶν συνθέτων καὶ μεριστῶν καὶ δια‐ φερομένων ἁμωσγέπως θιγοῦσα παύει τὸ πλῆθος καὶ καθ‐ ίστησιν εἰς μίαν δι’ ὁμοιότητος ἕξιν. τὴν δὲ περὶ τὰ σώ‐ ματα γιγνομένην μεριστὴν εἰ μέν τις ἐθέλοι καλεῖν ὕλην,
5ὡς καὶ ὑποκειμένην ἐκείνῃ καὶ μεταληπτικὴν ἐκείνης φύσιν, ὁμωνυμίᾳ χρώμενος, οὐ διαφέρει πρὸς τὸν λόγον· οἱ δὲ σωματικὴν ἀξιοῦντες ὕλην συμμίγνυσθαι τῇ ἀμε‐

1023

A

ρίστῳ διαμαρτάνουσι· | πρῶτον μὲν ὅτι τῶν ἐκείνης ὀνομάτων οὐδενὶ νῦν ὁ Πλάτων κέχρηται· δεξαμενὴν γὰρ εἴωθε καὶ πανδεχῆ καὶ τιθήνην ἀεὶ καλεῖν ἐκείνην, οὐ περὶ τὰ σώματα μεριστήν, μᾶλλον δὲ σῶμα μεριζόμενον
5εἰς τὸ καθ’ ἕκαστον. ἔπειτα τί διοίσει τῆς τοῦ κόσμου γενέσεως ἡ τῆς ψυχῆς, εἴπερ ἀμφοτέροις ἔκ τε τῆς ὕλης καὶ τῶν νοητῶν γέγονεν ἡ σύστασις; αὐτός γε μὴν ὁ Πλά‐ των, ὥσπερ ἀπωθούμενος τῆς ψυχῆς τὴν ἐκ σώματος γένεσιν, ἐντὸς αὐτῆς φησιν (Tim. 34b. 36e) ὑπὸ τοῦ θεοῦ
10τεθῆναι τὸ σωματικόν, εἶτ’ ἔξωθεν ὑπ’ ἐκείνης περι‐

1023

B

καλυφθῆναι· καὶ ὅλως ἀπεργασάμενος τῷ λόγῳ τὴν ψυχὴν ὕστερον (p. 49) ἐπεισάγει τὴν περὶ τῆς ὕλης ὑπό‐ θεσιν, μηδὲν αὐτῆς πρότερον, ὅτε τὴν ψυχὴν ἐγέννα, δεηθείς, ὡς χωρὶς ὕλης γενομένην.156
5 Ὅμοια δὲ τούτοις ἔστιν ἀντειπεῖν καὶ τοῖς περὶ Ποσειδώνιον· οὐ γὰρ μακρὰν τῆς ὕλης ἀπέστησαν· ἀλλὰ δεξάμενοι τὴν τῶν περάτων οὐσίαν περὶ τὰ σώματα λέ‐ γεσθαι μεριστὴν καὶ ταῦτα τῷ νοητῷ μίξαντες ἀπεφή‐ ναντο τὴν ψυχὴν ἰδέαν εἶναι τοῦ πάντῃ διαστατοῦ κατ’
10ἀριθμὸν συνεστῶσαν ἁρμονίαν περιέχοντα· τά τε γὰρ μαθηματικὰ τῶν πρώτων νοητῶν μεταξὺ καὶ τῶν αἰσθη‐ τῶν τετάχθαι, τῆς τε ψυχῆς, τῶν νοητῶν τὸ ἀίδιον καὶ

1023

C

τῶν αἰσθητῶν τὸ παθητικὸν ἐχούσης, προσῆκον ἐν μέ‐ σῳ τὴν οὐσίαν ὑπάρχειν. ἔλαθε γὰρ καὶ τούτους ὁ θεὸς τοῖς τῶν σωμάτων πέρασιν ὕστερον, ἀπειργασμένης ἤδη τῆς ψυχῆς, χρώμενος ἐπὶ τὴν τῆς ὕλης διαμόρφωσιν, τὸ
5σκεδαστὸν αὐτῆς καὶ ἀσύνδετον ὁρίζων καὶ περιλαμβά‐ νων ταῖς ἐκ τῶν τριγώνων συναρμοττομένων ἐπιφανείαις. ἀτοπώτερον δὲ τὸ τὴν ψυχὴν ἰδέαν ποιεῖν· ἡ μὲν γὰρ ἀεικίνητος ἡ δ’ ἀκίνητος, καὶ ἡ μὲν ἀμιγὴς πρὸς τὸ αἰ‐ σθητὸν ἡ δὲ τῷ σώματι συνειργμένη. πρὸς δὲ τούτοις
10ὁ θεὸς τῆς μὲν ἰδέας ὡς παραδείγματος γέγονε μιμητής, τῆς δὲ ψυχῆς ὥσπερ ἀποτελέσματος δημιουργός. ὅτι δ’

1023

D

οὐδ’ ἀριθμὸν ὁ Πλάτων τὴν οὐσίαν τίθεται τῆς ψυχῆς ἀλλὰ ταττομένην ὑπ’ ἀριθμοῦ, προείρηται (1013c. d). Πρὸς δ’ ἀμφοτέρους τούτους κοινόν ἐστι τὸ μήτε
τοῖς πέρασι μήτε τοῖς ἀριθμοῖς μηθὲν ἴχνος ἐνυπάρχειν157
5ἐκείνης τῆς δυνάμεως, ᾗ τὸ αἰσθητὸν ἡ ψυχὴ πέφυκε κρίνειν· νοῦν μὲν γὰρ αὐτῇ καὶ νοητ〈ικ〉ὸν ἡ τῆς νοητῆς μέθεξις ἀρχῆς ἐμπεποίηκε, δόξας δὲ καὶ πίστεις καὶ τὸ φανταστικὸν καὶ τὸ παθητικὸν ὑπὸ τῶν περὶ τὸ σῶμα ποιοτήτων [ὃ] οὐκ ἄν τις ἐκ μονάδων οὐδὲ γραμμῶν οὐδ’
10ἐπιφανειῶν ἁπλῶς νοήσειεν ἐγγιγνόμενον. καὶ μὴν οὐ μόνον αἱ τῶν θνητῶν ψυχαὶ γνωστικὴν τοῦ αἰσθητοῦ

1023

E

δύναμιν ἔχουσιν, ἀλλὰ καὶ τὴν τοῦ κόσμου φησὶν (Tim. 37a sq.) ἀνακυκλουμένην αὐτὴν πρὸς ἑαυτήν, ὅταν οὐ‐ σίαν σκεδαστὴν ἔχοντός τινος ἐφάπτηται καὶ ὅταν ἀμέρι‐ στον, λέγειν κινουμένην διὰ πάσης ἑαυτῆς, ὅτῳ τ’ ἄν τι
5ταὐτὸν ᾖ καὶ ὅτου ἂν ἕτερον, πρὸς ὅ τι τε μάλιστα καὶ ὅπη καὶ ὅπως συμβαίνει κατὰ τὰ γιγνόμενα πρὸς ἕκαστον 〈ἕκαστα〉 εἶναι καὶ πάσχειν. ἐν τούτοις ἅμα καὶ τῶν δέκα κατηγοριῶν ποιούμενος ὑπογραφὴν ἔτι μᾶλλον τοῖς ἐφεξῆς διασαφεῖ. ‘λόγοσ‘ γάρ φησιν ‘ἀληθής, ὅταν
10μὲν περὶ τὸ αἰσθητὸν γίγνηται καὶ ὁ τοῦ θατέρου κύκλος ὀρθὸς ἰὼν εἰς πᾶσαν αὐτοῦ τὴν ψυχὴν διαγγείλῃ, δόξαι

1023

F

καὶ πίστεις γίγνονται βέβαιοι καὶ ἀληθεῖς· ὅταν δ’ αὖ περὶ τὸ λογιστικὸν ᾖ καὶ ὁ τοῦ ταὐτοῦ κύκλος εὔτροχος ὢν αὐτὰ μηνύσῃ, ἐπιστήμη ἐξ ἀνάγκης ἀποτελεῖται· τού‐ τω δ’ ἐν ᾧ τῶν ὄντων ἐγγίγνεσθον, ἐάν ποτέ τις αὐτὸ
5ἄλλο πλὴν ψυχὴν προσείπῃ, πᾶν μᾶλλον ἢ τὸ ἀληθὲς ἐρεῖ.‘ πόθεν οὖν ἔσχεν ἡ ψυχὴ τὴν ἀντιληπτικὴν τοῦ αἰ‐ σθητοῦ καὶ δοξαστικὴν ταύτην κίνησιν, ἑτέραν τῆς νοητι‐

1024

A

κῆς ἐκείνης | καὶ τελευτώσης εἰς ἐπιστήμην, ἔργον εἰπεῖν
μὴ θεμένους βεβαίως, ὅτι νῦν οὐχ ἁπλῶς ψυχὴν ἀλλὰ κόσμου ψυχὴν συνίστησιν ἐξ ὑποκειμένων τῆς τε κρείτ‐ τονος οὐσίας καὶ ἀμερίστου καὶ τῆς χείρονος, ἣν περὶ τὰ158
5σώματα μεριστὴν κέκληκεν, οὐχ ἑτέραν οὖσαν ἢ τὴν δοξαστικὴν καὶ φανταστικὴν καὶ συμπαθῆ τῷ αἰσθητῷ κίνησιν, οὐ γενομένην ἀλλ’ ὑφεστῶσαν ἀίδιον ὥσπερ ἡ ἑτέρα. τὸ γὰρ νοερὸν ἡ φύσις ἔχουσα καὶ τὸ δοξαστικὸν εἶχεν, ἀλλ’ ἐκεῖνο μὲν ἀκίνητον 〈καὶ〉 ἀπαθὲς καὶ περὶ
10τὴν ἀεὶ μένουσαν ἱδρυμένον οὐσίαν, τοῦτο δὲ μεριστὸν καὶ πλανητόν, ἅτε δὴ φερομένης καὶ σκεδαννυμένης ἐφαπτό‐

1024

B

μενον ὕλης. οὔτε γὰρ τὸ αἰσθητὸν εἰλήχει τάξεως ἀλλ’ ἦν ἄμορφον καὶ ἀόριστον, ἥ τε περὶ τοῦτο τεταγμένη δύναμις οὔτε δόξας ἐνάρθρους οὔτε κινήσεις ἁπάσας εἶχε τεταγμένας, ἀλλὰ τὰς πολλὰς ἐνυπνιώδεις καὶ παραφόρους
5καὶ ταραττούσας τὸ σωματοειδές, ὅσα μὴ κατὰ τύχην τῷ βελτίονι περιέπιπτεν· ἐν μέσῳ γὰρ ἦν ἀμφοῖν καὶ πρὸς ἀμφότερα συμπαθῆ καὶ συγγενῆ φύσιν εἶχε, τῷ μὲν αἰσ‐ θητικῷ τῆς ὕλης ἀντεχομένη τῷ δὲ κριτικῷ τῶν νοητῶν. Οὕτω δέ πως καὶ αὐτὸς διασαφεῖ τοῖς ὀνόμασιν·
10‘οὗτοσ‘ γάρ φησι (Tim. 52d) ‘παρὰ τῆς ἐμῆς ψήφου λογισθεὶς ἐν κεφαλαίῳ δεδόσθω λόγος, ὄν τε καὶ χώραν

1024

C

καὶ γένεσιν εἶναι τρία τριχῆ καὶ πρὶν οὐρανὸν γενέσθαι.‘ χώραν τε γὰρ καλεῖ τὴν ὕλην ὥσπερ ἕδραν ἔστιν ὅτε καὶ ὑποδοχήν, ὂν δὲ τὸ νοητόν, γένεσιν δὲ τοῦ κόσμου μήπω γεγονότος οὐδεμίαν ἄλλην ἢ τὴν ἐν μεταβολαῖς καὶ κινή‐
5σεσιν οὐσίαν, τοῦ τυποῦντος καὶ τοῦ τυπουμένου μεταξὺ τεταγμένην, διαδιδοῦσαν ἐνταῦθα τὰς ἐκεῖθεν εἰκόνας. διά τε δὴ ταῦτα μεριστὴ προσηγορεύθη καὶ ὅτι τῷ αἰσθητῷ τὸ αἰσθανόμενον καὶ τῷ φανταστῷ τὸ φανταζόμενον ἀνάγκη συνδιανέμεσθαι καὶ συμπαρήκειν· ἡ γὰρ αἰσθητικὴ
10κίνησις, ἰδία ψυχῆς οὖσα, κινεῖται πρὸς τὸ αἰσθητὸν ἐκ‐159

1024

D

τός· ὁ δὲ νοῦς αὐτὸς μὲν ἐφ’ ἑαυτοῦ μόνιμος ἦν καὶ ἀκί‐ νητος, ἐγγενόμενος δὲ τῇ ψυχῇ καὶ κρατήσας εἰς ἑαυτὸν ἐπιστρέφει καὶ συμπεραίνει τὴν ἐγκύκλιον φορὰν περὶ τὸ μένον ἀεὶ μάλιστα ψαύουσαν τοῦ ὄντος. διὸ καὶ δυσανά‐
5κρατος ἡ κοινωνία γέγονεν αὐτῶν, τῷ ἀμερίστῳ τὸ με‐ ριστὸν καὶ τῷ μηδαμῇ κινητῷ τὸ πάντῃ φορητὸν μιγνύ‐ ουσα καὶ καταβιαζομένη θάτερον εἰς ταὐτὸν συνελθεῖν. ἦν δὲ τὸ θάτερον οὐ κίνησις ὥσπερ οὐδὲ ταὐτὸν στάσις, ἀλλ’ ἀρχὴ διαφορᾶς καὶ ἀνομοιότητος. ἑκάτερον γὰρ ἀπὸ
10τῆς ἑτέρας ἀρχῆς κάτεισι, τὸ μὲν ταὐτὸν ἀπὸ τοῦ ἑνὸς τὸ δὲ θάτερον ἀπὸ τῆς δυάδος· καὶ μέμικται πρῶτον ἐν‐

1024

E

ταῦθα περὶ τὴν ψυχήν, ἀριθμοῖς καὶ λόγοις συνδεθέντα καὶ μεσότησιν ἐναρμονίοις, καὶ ποιεῖ θάτερον μὲν ἐγγε‐ νόμενον τῷ ταὐτῷ διαφοράν, τὸ δὲ ταὐτὸν ἐν τῷ ἑτέρῳ τάξιν, ὡς δῆλόν ἐστιν ἐν ταῖς πρώταις τῆς ψυχῆς δυνά‐
5μεσιν· εἰσὶ δ’ αὗται τὸ κριτικὸν καὶ τὸ κινητικόν. ἡ μὲν οὖν κίνησις εὐθὺς ἐπιδείκνυται περὶ τὸν οὐρανὸν ἐν μὲν τῇ ταὐτότητι τὴν ἑτερότητα τῇ περιφορᾷ τῶν ἀπλανῶν, ἐν δὲ τῇ ἑτερότητι τὴν ταὐτότητα τῇ τάξει τῶν πλανήτων· ἐπικρατεῖ γὰρ ἐν ἐκείνοις τὸ ταὐτὸν ἐν δὲ τοῖς περὶ γῆν
10τοὐναντίον. ἡ δὲ κρίσις ἀρχὰς μὲν ἔχει δύο, τόν τε νοῦν ἀπὸ τοῦ ταὐτοῦ πρὸς τὰ καθόλου καὶ τὴν αἴσθησιν ἀπὸ

1024

F

τοῦ ἑτέρου πρὸς τὰ καθ’ ἕκαστα. μέμικται δὲ λόγος ἐξ ἀμφοῖν, νόησις ἐν τοῖς νοητοῖς καὶ δόξα γιγνόμενος ἐν τοῖς αἰσθητοῖς· ὀργάνοις τε 〈ταῖσ〉 μεταξὺ φαντασίαις τε καὶ μνήμαις χρώμενος, ὧν τὰ μὲν ἐν τῷ ταὐτῷ τὸ
5ἕτερον τὰ δ’ ἐν τῷ ἑτέρῳ ποιεῖ τὸ ταὐτόν. ἔστι γὰρ ἡ μὲν νόησις κίνησις τοῦ νοοῦντος περὶ τὸ μένον, ἡ δὲ δόξα

1025

A

μονὴ τοῦ αἰσθανομένου περὶ τὸ κινούμενον· | φαντασίαν δὲ συμπλοκὴν δόξης πρὸς αἴσθησιν οὖσαν ἵστησιν ἐν μνή‐ μῃ τὸ ταὐτόν· τὸ δὲ θάτερον κινεῖ πάλιν ἐν διαφορᾷ τοῦ πρόσθεν καὶ νῦν, ἑτερότητος ἅμα καὶ ταὐτότητος ἐφ‐160
5απτόμενον. Δεῖ δὲ τὴν περὶ τὸ σῶμα τοῦ κόσμου γενομένην σύντηξιν εἰκόνα λαβεῖν τῆς ἀναλογίας ἐν ᾗ διηρμόσατο 〈τὴν〉 ψυχήν. ἐκεῖ μὲν γὰρ ἦν ἄκρα τὸ πῦρ καὶ ἡ γῆ, χαλεπὴν πρὸς ἄλληλα κραθῆναι φύσιν ἔχοντα, μᾶλλον δ’
10ὅλως ἄκρατον καὶ ἀσύστατον· ὅθεν ἐν μέσῳ θέμενος αὐ‐ τῶν τὸν μὲν ἀέρα πρὸ τοῦ πυρὸς τὸ δ’ ὕδωρ πρὸ τῆς γῆς, ταῦτα πρῶτον ἀλλήλοις ἐκέρασεν, εἶτα διὰ τούτων ἐκεῖνα

1025

B

πρός τε ταῦτα καὶ πρὸς ἄλληλα συνέμιξε καὶ συνήρμοσεν. ἐνταῦθα δὲ πάλιν τὸ ταὐτὸν καὶ τὸ θάτερον, ἐναντίας δυ‐ νάμεις καὶ ἀκρότητας ἀντιπάλους, συνήγαγεν οὐ δι’ αὑ‐ τῶν, ἀλλ’ οὐσίας ἑτέρας μεταξύ, τὴν μὲν ἀμέριστον πρὸ
5τοῦ ταὐτοῦ πρὸ δὲ τοῦ θατέρου τὴν μεριστήν, ἔστιν ᾗ προσήκουσαν ἑκατέραν ἑκατέρᾳ τάξας, εἶτα μιχθείσας ἐκείναις ἐπεγκεραννύμενος, οὕτω τὸ πᾶν συνύφηνε τῆς ψυ‐ χῆς εἶδος, ὡς ἦν ἀνυστόν, ἐκ διαφόρων ὅμοιον ἔκ τε πολλῶν ἓν ἀπειργασμένος. οὐκ εὖ δέ τινες εἰρῆσθαι
10λέγουσι δύσμικτον ὑπὸ τοῦ Πλάτωνος τὴν θατέρου φύσιν, οὐκ ἄδεκτον οὖσαν ἀλλὰ καὶ φίλην μεταβολῆς· μᾶλλον

1025

C

δὲ τὴν τοῦ ταὐτοῦ, μόνιμον καὶ δυσμετάβλητον οὖσαν, οὐ ῥᾳδίως προσίεσθαι μῖξιν ἀλλ’ ἀπωθεῖσθαι καὶ φεύγειν, ὅπως ἁπλῆ διαμείνῃ καὶ εἰλικρινὴς καὶ ἀναλλοίωτος. οἱ δὲ ταῦτ’ ἐγκαλοῦντες ἀγνοοῦσιν ὅτι τὸ μὲν ταὐτὸν ἰδέα
5τῶν ὡσαύτως ἐχόντων ἐστὶ τὸ δὲ θάτερον τῶν διαφόρως· καὶ τούτου μὲν ἔργον, ὧν ἂν ἅψηται, διιστάναι καὶ ἀλλοι‐ οῦν καὶ πολλὰ ποιεῖν· ἐκείνου δὲ συνάγειν καὶ συνιστάναι δι’ ὁμοιότητος ἐκ πολλῶν μίαν ἀναλαμβάνοντα μορφὴν καὶ δύναμιν.161
10 Αὗται μὲν οὖν δυνάμεις τῆς τοῦ παντός εἰσι ψυ‐ χῆς· † εἰς δὲ θνητὰ καὶ παθητὰ παρεισιοῦσαι ὄργανα

1025

D

ἄφθαρτα καὶ αὐτὰ σωμάτων, ἐν ταύταις τὸ τῆς δυαδικῆς καὶ ἀορίστου μερίδος ἐπιφαίνεται μᾶλλον εἶδος, 〈τὸ〉 δὲ τῆς ἁπλῆς καὶ μοναδικῆς ἀμυδρότερον ὑποδέδυκεν. οὐ μὴν ῥᾳδίως ἄν τις οὔτε πάθος ἀνθρώπου παντάπασιν
5ἀπηλλαγμένον λογισμοῦ κατανοήσειεν οὔτε διανοίας κίνη‐ σιν, ᾗ μηδὲν ἐπιθυμίας ἢ φιλοτιμίας ἢ τοῦ χαίροντος ἢ λυπουμένου πρόσεστι. διὸ τῶν φιλοσόφων οἱ μὲν τὰ πάθη λόγους ποιοῦσιν, ὡς πᾶσαν ἐπιθυμίαν καὶ λύπην καὶ ὀργὴν κρίσεις οὔσας· οἱ δὲ τὰς ἀρετὰς ἀποφαίνουσι παθη‐
10τικάς, καὶ γὰρ ἀνδρείᾳ τὸ φοβούμενον καὶ σωφροσύνῃ τὸ ἡδόμενον καὶ δικαιοσύνῃ τὸ κερδαλέον εἶναι. καὶ μὴν

1025

E

θεωρητικῆς γε τῆς ψυχῆς οὔσης ἅμα καὶ πρακτικῆς, καὶ θεωρούσης 〈μὲν τὰ καθόλου πραττούσης δὲ〉 τὰ καθ’ ἕκαστα, καὶ νοεῖν μὲν ἐκεῖνα ταῦτα δ’ αἰσθάνεσθαι δο‐ κούσης, ὁ κοινὸς λόγος ἀεὶ περί τε ταὐτὸν ἐντυγχάνων
5τῷ θατέρῳ καὶ ταὐτῷ περὶ θάτερον ἐπιχειρεῖ μὲν ὅροις
καὶ διαιρέσεσι χωρίζειν τὸ ἓν καὶ τὰ πολλὰ καὶ τὸ ἀμερὲς καὶ τὸ μεριστόν, οὐ δύναται δὲ καθαρῶς ἐν οὐδε‐ τέρῳ γενέσθαι διὰ τὸ καὶ τὰς ἀρχὰς ἐναλλὰξ ἐμπεπλέχθαι καὶ καταμεμῖχθαι δι’ ἀλλήλων. καὶ διὰ τοῦτο τῆς οὐσίας162
10τὴν ἐκ τῆς ἀμερίστου καὶ τῆς μεριστῆς ὁ θεὸς ὑποδοχὴν τῷ ταὐτῷ καὶ τῷ θατέρῳ συνέστησεν, ἵν’ ἐν διαφορᾷ

1025

F

τάξις γένηται· τοῦτο γὰρ ἦν γενέσθαι. ἐπεὶ χωρὶς τού‐ των τὸ μὲν ταὐτὸν οὐκ εἶχε διαφορὰν ὥστ’ οὐδὲ κίνησιν οὐδὲ γένεσιν, τὸ θάτερον δὲ τάξιν οὐκ εἶχεν ὥστ’ οὐδὲ σύ‐ στασιν οὐδὲ † γένεσιν. καὶ γὰρ εἰ τῷ ταὐτῷ συμβέβηκεν
5ἑτέρῳ εἶναι τοῦ ἑτέρου καὶ τῷ ἑτέρῳ πάλιν αὑτῷ ταὐτόν, οὐθὲν ἡ τοιαύτη μέθεξις ἀλλήλων ποιεῖ γόνιμον, ἀλλὰ δεῖται τρίτης τινὸς οἷον ὕλης ὑποδεχομένης καὶ διατιθε‐

1026

A

μένης ὑπ’ ἀμφοτέρων. | αὕτη δ’ ἐστίν, ἣν πρώτην συν‐ έστησε τῷ περὶ τὰ νοητὰ μονίμῳ τοῦ περὶ τὰ σώματα κινητικοῦ τὸ ἄπειρον ὁρίσας. Ὡς δὲ φωνή τίς ἐστιν ἄλογος καὶ ἀσήμαντος, λόγος
5δὲ λέξις ἐν φωνῇ σημαντικῇ διανοίας, ἁρμονία δὲ τὸ ἐκ φθόγγων καὶ διαστημάτων, καὶ φθόγγος μὲν ἓν καὶ ταὐ‐ τὸν διάστημα δὲ φθόγγων ἑτερότης καὶ διαφορά, μιχθέν‐ των δὲ τούτων ᾠδὴ γίγνεται καὶ μέλος· οὕτω τὸ παθητι‐ κὸν τῆς ψυχῆς ἀόριστον ἦν καὶ ἀστάθμητον, εἶθ’ ὡρίσθη
10πέρατος ἐγγενομένου καὶ εἴδους τῷ μεριστῷ καὶ παντο‐ δαπῷ τῆς κινήσεως· συλλαβοῦσα δὲ τὸ ταὐτὸν καὶ τὸ θάτερον, ὁμοιότησι καὶ ἀνομοιότησιν ἀριθμῶν ἐκ δια‐ φορᾶς ὁμολογίαν ἀπεργασαμένων ζωή τε τοῦ παντός

1026

B

ἐστιν ἔμφρων καὶ ἁρμονία καὶ λόγος ἄγων πειθοῖ με‐ μιγμένην ἀνάγκην, ἣν εἱμαρμένην οἱ πολλοὶ καλοῦ‐
σιν, Ἐμπεδοκλῆς δὲ (A 45) Φιλίαν ὁμοῦ καὶ Νεῖκος, Ἡράκλειτος δὲ (B 51) ‘παλίντροπον ἁρμονίην κόσμου ὅκωσ‐163
5περ λύρης καὶ τόξου,‘ Παρμενίδης δὲ (B 7. 8) φῶς καὶ σκότος, Ἀναξαγόρας δὲ νοῦν καὶ ἀπειρίαν, Ζωροάστρης δὲ θεὸν καὶ δαίμονα, τὸν μὲν Ὠρομάσδην καλῶν τὸν δ’ Ἀρειμάνιον. Εὐριπίδης δ’ οὐκ ὀρθῶς ἀντὶ τοῦ συμπλεκτι‐ κοῦ τῷ διαζευκτικῷ κέχρηται (Tro. 886)
9
10‘Ζεὺς εἴτ’ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν·‘
10

1026

C

καὶ γὰρ ἀνάγκη καὶ νοῦς ἐστιν ἡ διήκουσα διὰ πάντων δύναμις. Αἰγύπτιοι μὲν οὖν μυθολογοῦντες αἰνίττονται, τοῦ Ὥρου δίκην ὀφλόντος τῷ μὲν πατρὶ τὸ πνεῦμα καὶ τὸ αἷμα τῇ δὲ μητρὶ τὴν σάρκα καὶ τὴν πιμελὴν προσ‐
5νεμηθῆναι. τῆς δὲ ψυχῆς οὐδὲν μὲν εἰλικρινὲς οὐδ’ ἄκρατον οὐδὲ χωρὶς ἀπολείπεται τῶν ἄλλων· ‘ἁρμονίη γὰρ ἀφα‐ νὴς φανερῆς κρείττων‘ καθ’ Ἡράκλειτον (B 54), ἐν ᾗ τὰς διαφορὰς καὶ τὰς ἑτερότητας ὁ μιγνύων θεὸς ἔκρυψε καὶ κατέδυσεν· ἐμφαίνεται δ’ ὅμως αὐτῆς τῷ μὲν ἀλόγῳ
10τὸ ταραχῶδες τῷ δὲ λογικῷ τὸ εὔτακτον, ταῖς δ’ αἰσθή‐ σεσι τὸ κατηναγκασμένον τῷ δὲ νῷ τὸ αὐτοκρατές. ἡ δ’

1026

D

ὁριστικὴ δύναμις τὸ καθόλου καὶ τὸ ἀμερὲς διὰ συγγέ‐ νειαν ἀγαπᾷ, καὶ τοὐναντίον ἡ διαιρετικὴ πρὸς τὰ καθ’ ἕκαστα φέρεται τῷ μεριστῷ. χαίρει δ’ ὅλον τῇ διὰ τὸ ταὐτὸν ἐφ’ ἃ δεῖται μεταβολῇ 〈μᾶλλον ἢ τῇ〉 διὰ τὸ
5θάτερον. οὐχ ἥκιστα δ’ ἥ τε πρὸς τὸ καλὸν διαφορὰ καὶ τὸ αἰσχρὸν ἥ τε πρὸς τὸ ἡδὺ καὶ τὸ ἀλγεινὸν αὖθις οἵ τε τῶν ἐρώντων ἐνθουσιασμοὶ καὶ πτοήσεις καὶ διαμάχαι τοῦ φιλοκάλου πρὸς τὸ ἀκόλαστον ἐνδείκνυνται τὸ μικ‐
τὸν ἔκ τε τῆς θείας καὶ ἀπαθοῦς ἔκ τε τῆς θνητῆς καὶ164
10περὶ τὰ σώματα παθητῆς μερίδος· ὧν καὶ αὐτὸς ὀνομά‐ ζει (Phaedr. 237d) τὸ μὲν ἐπιθυμίαν ἔμφυτον ἡδονῶν, τὸ δ’ ἐπείσακτον δόξαν ἐφιεμένην τοῦ ἀρίστου· τὸ γὰρ

1026

E

παθητικὸν ἀναδίδωσιν ἐξ ἑαυτῆς ἡ ψυχή, τοῦ δὲ νοῦ μετέσχεν ἀπὸ τῆς κρείττονος ἀρχῆς ἐγγενομένου. Τῆς δὲ διπλῆς κοινωνίας ταύτης οὐδ’ ἡ περὶ τὸν οὐρανὸν ἀπήλλακται φύσις, ἀλλ’ ἑτερορρεποῦσα νῦν μὲν
5ὀρθοῦται τῇ ταὐτοῦ περιόδῳ κράτος ἐχούσῃ καὶ δια‐ κυβερνᾷ τὸν κόσμον· ἔσται δέ τις χρόνου μοῖρα καὶ γέγονεν ἤδη πολλάκις, ἐν ᾗ τὸ μὲν φρόνιμον ἀμβλύνεται καὶ καταδαρθάνει λήθης ἐμπιπλάμενον τοῦ οἰκείου, τὸ δὲ σώματι σύνηθες ἐξ ἀρχῆς καὶ συμπαθὲς ἐφέλκεται καὶ
10βαρύνει καὶ ἀνελίσσει τὴν ἐν δεξιᾷ τοῦ παντὸς πορείαν,

1026

F

ἀναρρῆξαι δ’ οὐ δύναται παντάπασιν, ἀλλ’ ἀνήνεγκεν αὖθις τὰ βελτίω καὶ ἀνέβλεψε πρὸς τὸ παράδειγμα θεοῦ

1027

A

συνεπιστρέφοντος καὶ συναπευθύνοντος. | οὕτως ἐνδείκ‐ νυται πολλαχόθεν ἡμῖν τὸ μὴ πᾶν ἔργον εἶναι θεοῦ τὴν ψυχὴν ἀλλὰ σύμφυτον ἔχουσαν ἐν ἑαυτῇ τὴν τοῦ κακοῦ μοῖραν ὑπ’ ἐκείνου διακεκοσμῆσθαι, τῷ μὲν ἑνὶ
5τὴν ἀπειρίαν ὁρίσαντος, ἵν’ οὐσία γένηται πέρατος μετα‐ σχοῦσα, τῇ δὲ ταὐτοῦ καὶ τῇ ἑτέρου δυνάμει τάξιν καὶ μεταβολὴν καὶ διαφορὰν καὶ ὁμοιότητα συμμίξαντος, πᾶσι δὲ τούτοις, ὡς ἀνυστὸν ἦν, κοινωνίαν πρὸς ἄλληλα καὶ φιλίαν ἐργασαμένου δι’ ἀριθμῶν καὶ ἁρμονίας.
10 Περὶ ὧν εἰ καὶ πολλάκις ἀκηκόατε καὶ πολλοῖς ἐντετυχήκατε λόγοις καὶ γράμμασιν, οὐ χεῖρόν ἐστι κἀμὲ βραχέως διελθεῖν, προεκθέμενον τὸ τοῦ Πλάτωνος (Tim.

1027

B

35b)· ‘μίαν ἀφεῖλε τὸ πρῶτον ἀπὸ παντὸς μοῖραν, μετὰ
δὲ ταύτην ἀφῄρει διπλασίαν ταύτης· τὴν δ’ αὖ τρίτην, ἡμιολίαν μὲν τῆς δευτέρας τριπλασίαν δὲ τῆς πρώτης· τετάρτην δὲ τῆς δευτέρας διπλῆν, πέμπτην δὲ τριπλῆν τῆς165
5τρίτης, τὴν δ’ ἕκτην τῆς πρώτης ὀκταπλασίαν, ἑβδόμην δ’ ἑπτακαιεικοσαπλασίαν τῆς πρώτης. μετὰ δὲ ταῦτα συνεπληροῦτο τά τε διπλάσια καὶ τριπλάσια διαστήματα, μοίρας ἔτι ἐκεῖθεν ἀποτέμνων καὶ τιθεὶς εἰς τὸ μεταξὺ τούτων, ὥστ’ ἐν ἑκάστῳ διαστήματι δύο εἶναι μεσότητας,
10τὴν μὲν ταὐτῷ μέρει τῶν ἄκρων αὐτῶν ὑπερέχουσαν καὶ ὑπερεχομένην, τὴν δ’ ἴσῳ μὲν κατ’ ἀριθμὸν ὑπερέχουσαν

1027

C

ἴσῳ δ’ ὑπερεχομένην· ἡμιολίων δὲ διαστάσεων καὶ ἐπι‐ τρίτων καὶ ἐπογδόων γενομένων ἐκ τούτων τῶν δεσμῶν ἐν ταῖς πρόσθεν διαστάσεσι, τῷ τοῦ ἐπογδόου διαστήματι τὰ ἐπίτριτα πάντα συνεπληροῦτο, λείπων αὐτῶν ἑκάστου
5μόριον, τῆς τοῦ μορίου ταύτης διαστάσεως λειφθείσης ἀριθμοῦ πρὸς ἀριθμόν, ἐχούσης τοὺς ὅρους ἓξ καὶ πεν‐ τήκοντα καὶ διακοσίων πρὸς τρία καὶ τεσσαράκοντα καὶ διακόσια.‘ ἐν τούτοις ζητεῖται πρῶτον περὶ τῆς ποσότητος τῶν ἀριθμῶν, δεύτερον περὶ τῆς τάξεως, τρίτον περὶ τῆς
10δυνάμεως· περὶ μὲν τῆς ποσότητος τίνες εἰσίν, οὓς ἐν τοῖς διπλασίοις καὶ τριπλασίοις διαστήμασι λαμβάνει·

1027

D

περὶ δὲ τῆς τάξεως πότερον ἐφ’ ἑνὸς στίχου πάντας ἐκ‐ θετέον ὡς Θεόδωρος, ἢ μᾶλλον ὡς Κράντωρ ἐν τῷ Λ σχήματι, τοῦ πρώτου κατὰ κορυφὴν τιθεμένου καὶ χωρὶς μὲν τῶν διπλασίων χωρὶς δὲ τῶν τριπλασίων ἐν δυσὶ στί‐
5χοις ὑποταττομένων· περὶ δὲ τῆς χρείας καὶ τῆς δυνά‐ μεως τί ποιοῦσι παραλαμβανόμενοι πρὸς τὴν σύστασιν
τῆς ψυχῆς. Πρῶτον οὖν περὶ τοῦ πρώτου παραιτησόμεθα τοὺς λέγοντας, ὡς ἐπὶ τῶν λόγων αὐτῶν ἀπόχρη θεωρεῖν ἣν166
10ἔχει τά τε διαστήματα φύσιν αἵ τε ταῦτα συμπληροῦσαι μεσότητες, ἐν οἷς ἄν τις ἀριθμοῖς ὑπόθηται χώρας ἔχουσι δεκτικὰς μεταξὺ τῶν εἰρημένων ἀναλογιῶν, ὁμοίως πε‐

1027

E

ραινομένης τῆς διδασκαλίας. κἂν γὰρ ἀληθὲς ᾖ τὸ λεγό‐ μενον, ἀμυδρὰν ποιεῖ τὴν μάθησιν ἄνευ παραδειγμάτων, ἄλλης τε θεωρίας ἀπείργει χάριν ἐχούσης οὐκ ἀφιλόσο‐ φον. ἂν οὖν ἀπὸ τῆς μονάδος ἀρξάμενοι τοὺς διπλασίους
5καὶ τριπλασίους ἐν μέρει τιθῶμεν, ὡς αὐτὸς ὑφηγεῖται, γενήσονται κατὰ τὸ ἑξῆς ὅπου μὲν τὸ δεύτερον καὶ τὸ τέταρτον καὶ ὄγδοον, ὅπου δὲ τρίτον καὶ ἔννατον καὶ εἰκοστοέβδομον, συνάπαντες μὲν ἑπτά, κοινῆς δὲ λαμ‐ βανομένης τῆς μονάδος ἄχρι τεσσάρων τῷ πολλαπλασια‐
10σμῷ προιόντες. οὐ γὰρ ἐνταῦθα μόνον ἀλλὰ πολλαχόθι

1027

F

τῆς τετράδος ἡ πρὸς τὴν ἑβδομάδα συμπάθεια γίγνεται κατάδηλος. ἡ μὲν οὖν ὑπὸ τῶν Πυθαγορικῶν ὑμνουμένη τετρακτύς, τὰ ἓξ καὶ τριάκοντα, θαυμαστὸν ἔχειν δοκεῖ τὸ συγκεῖσθαι μὲν ἐκ πρώτων ἀρτίων τεσσάρων καὶ πρώ‐
5των περισσῶν τεσσάρων, γίγνεσθαι δὲ συζυγία τετάρτη τῶν ἐφεξῆς συντεθειμένων· πρώτη μὲν γάρ ἐστι συζυγία

1017

C

(12)

ἡ τοῦ ἑνὸς καὶ τῶν δυεῖν, δευτέρα δ’ ἡ τῶν τριῶν

1017

D

καὶ τεττάρων, τρίτη δ’ ἡ τῶν εʹ καὶ ϛʹ· ὧν οὐδεμία ποιεῖ
τετράγωνον οὔτ’ αὐτὴ καθ’ ἑαυτὴν οὔτε μετὰ τῶν ἄλλων· 〈ἡ δὲ τῶν ζʹ καὶ ηʹ〉 τετάρτη μέν ἐστιν, συντιθεμένη δὲ ταῖς προτέραις τριακονταὲξ τετράγωνον παρέσχεν. ἡ δὲ167
5τῶν ὑπὸ Πλάτωνος ἐκκειμένων ἀριθμῶν τετρακτὺς ἐν‐ τελεστέραν ἔσχηκε τὴν γένεσιν, τῶν μὲν ἀρτίων ἀρτίοις διαστήμασι τῶν δὲ περιττῶν περιττοῖς πολλαπλασιασθέν‐ των· περιέχει δὲ τὴν μὲν μονάδα, κοινὴν οὖσαν ἀρχὴν ἀρτίων καὶ περιττῶν, τῶν δ’ ὑπ’ αὐτῇ τὰ μὲν δύο καὶ τρία
10πρώτους ἐπιπέδους, τὰ δὲ τέτταρα καὶ ἐννέα πρώτους τετραγώνους, τὰ δ’ ὀκτὼ καὶ εἰκοσιεπτὰ πρώτους κύβους

1017

E

ἐν ἀριθμοῖς, ἔξω λόγου τῆς μονάδος τιθεμένης. ᾗ καὶ δῆλός ἐστι βουλόμενος οὐκ ἐπὶ μιᾶς εὐθείας ἅπαντας ἀλλ’ ἐναλλὰξ καὶ ἰδίᾳ τάσσεσθαι τοὺς ἀρτίους μετ’ ἀλλήλων καὶ πάλιν τοὺς περισσούς, ὡς ὑπογέγραπται. οὕτως αἱ συζυ‐ [Omitted graphic marker]
5γίαι τῶν ὁμοίων ἔσονται πρὸς τοὺς ὁμοίους καὶ ποιήσου‐ σιν ἀριθμοὺς ἐπιφανεῖς κατά τε σύνθεσιν καὶ πολλαπλα‐
σιασμὸν ἐξ ἀλλήλων. Κατὰ σύνθεσιν οὕτως· τὰ δύο καὶ τὰ τρία πέντε γί‐ γνεται, τὰ τέσσαρα καὶ τὰ ἐννέα τριακαίδεκα, τὰ δ’ ὀκτὼ168
10καὶ εἰκοσιεπτὰ πέντε καὶ τριάκοντα. τούτων γὰρ τῶν ἀριθμῶν οἱ Πυθαγορικοὶ τὰ μὲν πέντε τροφόν, ὅπερ ἐστὶ

1017

F

φθόγγον, ἐκάλουν, οἰόμενοι τῶν τοῦ τόνου διαστημάτων πρῶτον εἶναι φθεγκτὸν τὸ πέμπτον· τὰ δὲ τρισκαίδεκα λεῖμμα, καθάπερ Πλάτων, τὴν εἰς ἴσα τοῦ τόνου διανομὴν ἀπογιγνώσκοντες· τὰ δὲ πέντε καὶ τριάκοντα ἁρμονίαν,
5ὅτι συνέστηκεν ἐκ δυεῖν κύβων πρώτων ἀπ’ ἀρτίου καὶ περιττοῦ γεγονότων, ἐκ τεσσάρων δ’ ἀριθμῶν, τοῦ ϛʹ καὶ τοῦ ηʹ καὶ τοῦ θʹ καὶ τοῦ ιβʹ, τὴν ἀριθμητικὴν καὶ τὴν

1018

A

ἁρμονικὴν ἀναλογίαν περιεχόντων. | ἔσται δὲ μᾶλλον ἡ δύναμις ἐκφανὴς ἐπὶ διαγράμματος. ἔστω τὸ α β γ δ παραλληλόγραμμον ὀρθογώνιον, ἔχον τῶν πλευρῶν τὴν α β πέντε, τὴν δὲ α δ ἑπτά· καὶ τμηθείσης τῆς μὲν
5ἐλάττονος εἰς δύο καὶ τρία κατὰ τὸ κ, τῆς δὲ μείζονος εἰς τρία καὶ τέτταρα κατὰ τὸ λ, διήχθωσαν ἀπὸ τῶν τομῶν εὐθεῖαι τέμνουσαι ἀλλήλας κατὰ τὸ κ μ ν καὶ κατὰ τὸ λ μ ξ, καὶ ποιοῦσαι τὸ μὲν α κ μ λ ἕξ, τὸ δὲ κ β ξ μ ἐννέα, τὸ δὲ λ μ ν δ ὀκτώ, τὸ δὲ μ ξ γ ν δώδεκα· τὸ δ’
10ὅλον παραλληλόγραμμον τριάκοντα καὶ πέντε τοὺς τῶν συμφωνιῶν τῶν πρώτων λόγους ἐν τοῖς τῶν χωρίων169

1018

B

ἀριθμοῖς, εἰς ἃ διῄρηται, περιέχον. τὰ μὲν γὰρ ἓξ καὶ ὀκτὼ τὸν ἐπίτριτον ἔχει λόγον, ἐν ᾧ τὸ διὰ τεσσάρων· τὰ δ’ ἓξ καὶ ἐννέα τὸν ἡμιόλιον, ἐν ᾧ τὸ διὰ πέντε· τὰ δ’ ἓξ καὶ ιβʹ τὸν διπλάσιον, ἐν ᾧ τὸ διὰ πασῶν· ἔνεστι
5δὲ καὶ ὁ τοῦ τόνου λόγος ἐπόγδοος ὢν ἐν τοῖς ἐννέα[Omitted graphic marker] καὶ ὀκτώ. διὰ τοῦτο καὶ ἁρμονίαν τὸν περιέχοντα τοὺς λόγους τούτους ἀριθμὸν ἐκάλεσαν. ἑξάκις δὲ γενόμενος
τὸν τῶν δέκα ποιεῖ καὶ διακοσίων ἀριθμόν, ἐν ὅσαις ἡμέραις λέγεται τὰ ἑπτάμηνα τῶν βρεφῶν τελεογο‐170
10νεῖσθαι. Πάλιν δ’ ἀφ’ ἑτέρας ἀρχῆς, κατὰ πολλαπλασιασμὸν ὁ μὲν δὶς γʹ τὸν ϛʹ ποιεῖ, ὁ δὲ τετράκις ἐννέα τὸν τριακον‐

1018

C

ταέξ, ὁ δ’ ὀκτάκις κζʹ τὸν σιϛʹ. καὶ ἔστιν ὁ μὲν ϛʹ τέλειος, ἴσος ὢν τοῖς ἑαυτοῦ μέρεσι· καὶ γάμος καλεῖται διὰ τὴν[Omitted graphic marker] τοῦ ἀρτίου καὶ περιττοῦ σύμμιξιν· ἔτι δὲ συνέστηκεν ἔκ τε τῆς ἀρχῆς καὶ τοῦ 〈πρώτου〉 ἀρτίου καὶ τοῦ πρώτου
5περιττοῦ. ὁ δὲ λϛʹ πρῶτός ἐστι τετράγωνος ἅμα καὶ τρίγωνος, τετράγωνος μὲν ἀπὸ τῆς ἑξάδος τρίγωνος δ’ ἀπὸ τῆς ὀγδοάδος· καὶ γέγονε πολλαπλασιασμῷ μὲν τετρα‐ γώνων δυεῖν, τοῦ τέσσαρα τὸν ἐννέα πολλαπλασιάσαντος, συνθέσει δὲ τριῶν κύβων, τὸ γὰρ ἓν καὶ τὰ ὀκτὼ καὶ τὰ171
10εἰκοσιεπτὰ συντεθέντα ποιεῖ τὸν προγεγραμμένον ἀριθ‐

1018

D

μόν. ἔτι δ’ ἑτερομήκης ἀπὸ δυεῖν πλευρῶν, τῶν μὲν δώ‐ δεκα τρὶς γινομένων τῶν δ’ ἐννέα τετράκις. ἂν οὖν ἐκτε‐ θῶσιν αἱ τῶν σχημάτων πλευραί, τοῦ τετραγώνου τὰ ϛʹ καὶ τοῦ τριγώνου τὰ ὀκτὼ καὶ παραλληλογράμμων τοῦ
5μὲν ἑτέρου τὰ ἐννέα τοῦ δ’ ἑτέρου τὰ ιβʹ, τοὺς τῶν συμ‐ φωνιῶν ποιήσουσι λόγους. ἔσται γὰρ τὰ δώδεκα πρὸς μὲν τὰ ἐννέα διὰ τεσσάρων ὡς νήτη πρὸς παραμέσην, πρὸς δὲ τὰ ὀκτὼ διὰ πέντε ὡς νήτη πρὸς μέσην, πρὸς δὲ τὰ ϛʹ διὰ πασῶν ὡς νήτη πρὸς ὑπάτην. ὁ δὲ τῶν σιϛʹ
10κύβος ἐστὶν ἀπὸ ἑξάδος ἴσος τῇ ἑαυτοῦ περιμέτρῳ. Τοιαύτας δὲ δυνάμεις τῶν ἐκκειμένων ἀριθμῶν ἐχόντων, ἴδιον τῷ τελευταίῳ συμβέβηκε, τῷ κζʹ, τὸ τοῖς

1018

E

πρὸ αὐτοῦ συντιθεμένοις ἴσον εἶναι πᾶσιν, ἔστι δὲ καὶ περιοδικὸς σελήνης. καὶ τῶν ἐμμελῶν διαστημάτων οἱ Πυθαγορικοὶ τὸν τόνον ἐν τούτῳ τῷ ἀριθμῷ τάττουσι· διὸ καὶ τὰ τρισκαίδεκα λεῖμμα καλοῦσιν, ἀπολείπει γὰρ
5μονάδι τοῦ ἡμίσεος. ὅτι δ’ οὗτοι καὶ τοὺς τῶν συμφωνιῶν λόγους περιέχουσι, ῥᾴδιον καταμαθεῖν. καὶ γὰρ διπλάσιος
λόγος ἐστὶν ὁ τῶν δύο πρὸς τὸ ἓν ἐν ᾧ τὸ διὰ πασῶν, καὶ ἡμιόλιος ὁ πρὸς τὰ δύο τῶν τριῶν ἐν ᾧ τὸ διὰ πέντε, καὶ ἐπίτριτος ὁ πρὸς τὰ τρία τῶν τεσσάρων ἐν ᾧ τὸ διὰ172

1018

F

τεσσάρων, καὶ τριπλάσιος ὁ πρὸς τὰ τρία τῶν ἐννέα ἐν ᾧ τὸ διὰ πασῶν καὶ διὰ πέντε, καὶ τετραπλάσιος ὁ πρὸς τὰ δύο τῶν ὀκτὼ ἐν ᾧ τὸ δὶς διὰ πασῶν· ἔνεστι δὲ καὶ ἐπόγδοος ὁ πρὸς τὰ ὀκτὼ τῶν ἐννέα ἐν ᾧ τὸ τονιαῖον. ἂν
5τοίνυν ἡ μονὰς ἐπίκοινος οὖσα καὶ τοῖς ἀρτίοις συναρι‐ θμῆται καὶ τοῖς περιττοῖς, ὁ μὲν ἅπας ἀριθμὸς τὸ τῆς δεκάδος παρέχεται πλῆθος· οἱ γὰρ ἀπὸ μονάδος μέχρι τῶν δέκα συντιθέμενοι .... πεντεκαίδεκα, τρίγωνον ἀπὸ

1019

A

πεντάδος· | ὁ δὲ περιττὸς τὸν τεσσαράκοντα κατὰ σύν‐ θεσιν μὲν ἐκ τῶν δεκατριῶν καὶ τῶν κζʹ γεννώμενον, οἷς τὰ μελῳδούμενα μετροῦσιν εὐσήμως οἱ μαθηματικοὶ διαστήματα, τὸ μὲν δίεσιν τὸ δὲ τόνον καλοῦντες· κατὰ
5τὸν πολλαπλασιασμὸν δὲ τῇ τῆς τετρακτύος δυνάμει γιγνό‐ μενον· τῶν γὰρ πρώτων τεσσάρων καθ’ αὑτὸν ἑκάστου τετράκις λαμβανομένου γίγνεται τέσσαρα καὶ ηʹ καὶ ιβʹ καὶ ιϛʹ· ταῦτα τὸν μʹ συντίθησι, περιέχοντα τοὺς τῶν συμφωνιῶν λόγους· τὰ μὲν γὰρ ιϛʹ ἐπίτριτα τῶν δεκαδύο
10ἐστὶν τῶν δ’ ὀκτὼ διπλάσια, τῶν δὲ τεσσάρων τετραπλά‐

1019

B

σια· τὰ 〈δὲ〉 ιβʹ τῶν ὀκτὼ ἡμιόλια, τῶν δὲ τεσσάρων τριπλάσια· οὗτοι δ’ οἱ λόγοι τὸ διὰ τεσσάρων καὶ τὸ διὰ πέντε καὶ τὸ διὰ πασῶν καὶ τὸ δὶς διὰ πασῶν περιέχουσιν. ἴσος γε μήν ἐστιν ὁ τῶν τεσσαράκοντα δυσὶ τετραγώνοις
5καὶ δυσὶ κύβοις ὁμοῦ λαμβανομένοις· τὸ γὰρ ἓν καὶ τὰ
τέσσαρα καὶ τὰ ὀκτὼ καὶ τὰ κζʹ κύβοι καὶ τετράγωνοι 〈μʹ〉 γίγνονται συντεθέντες. ὥστε πολὺ τῆς Πυθαγορικῆς τὴν Πλατωνικὴν τετρακτὺν ποικιλωτέραν εἶναι τῇ δια‐ θέσει καὶ τελειοτέραν.173
10 Ἀλλὰ ταῖς εἰσαγομέναις μεσότησι τῶν ὑποκειμέ‐ νων ἀριθμῶν χώρας οὐ διδόντων, ἐδέησε μείζονας ὅρους

1019

C

λαβεῖν ἐν τοῖς αὐτοῖς λόγοις· καὶ λεκτέον τίνες εἰσὶν οὗ‐ τοι. πρότερον δὲ περὶ τῶν μεσοτήτων· ὧν τὴν μὲν ἴσῳ κατ’ ἀριθμὸν ὑπερέχουσαν ἴσῳ δ’ ὑπερεχομένην ἀριθμη‐ τικὴν οἱ νῦν καλοῦσι, τὴν δὲ ταὐτῷ μέρει τῶν ἄκρων αὐ‐ [Omitted graphic marker]
5τῶν ὑπερέχουσαν καὶ ὑπερεχομένην ὑπεναντίαν. ὅροι δ’ εἰσὶ τῆς μὲν ἀριθμητικῆς ϛʹ καὶ θʹ καὶ ιβʹ, τὰ γὰρ ἐννέα τῷ ἴσῳ κατ’ ἀριθμὸν τῶν ἓξ ὑπερέχει καὶ τῶν ιβʹ λείπεται·
τῆς δ’ ὑπεναντίας ϛʹ ηʹ ιβʹ, τὰ γὰρ ὀκτὼ δυσὶ μὲν τῶν ϛʹ ὑπερέχει τέτταρσι δὲ τῶν ιβʹ λείπεται, ὧν τὰ μὲν δύο174
10τῶν ἓξ τὰ δὲ τέσσαρα τῶν δώδεκα τριτημόριόν ἐστι. συμβέβηκεν οὖν ἐν μὲν τῇ ἀριθμητικῇ ταὐτῷ μέρει τὸ

1019

D

μέσον ὑπερέχεσθαι καὶ ὑπερέχειν, ἐν δὲ τῇ ὑπεναντίᾳ ταὐ‐ τῷ μέρει τῶν ἄκρων τοῦ μὲν ἀποδεῖν τὸ δ’ ὑπερβάλλειν· ἐκεῖ μὲν γὰρ τὰ τρία τοῦ μέσου τρίτον ἐστὶ μέρος, ἐν‐ ταῦθα δὲ τὰ δʹ καὶ τὰ βʹ τῶν ἄκρων ἑκάτερον ἑκατέρου·
5ὅθεν ὑπεναντία κέκληται. ταύτην δ’ ἁρμονικὴν ὀνομά‐ ζουσιν, ὅτι τοῖς ὅροις τὰ πρῶτα σύμφωνα παρέχεται, τῷ[Omitted graphic marker] μὲν μεγίστῳ πρὸς τὸν ἐλάχιστον τὸ διὰ πασῶν, τῷ δὲ με‐ γίστῳ πρὸς τὸν μέσον τὸ διὰ πέντε, τῷ δὲ μέσῳ πρὸς τὸν ἐλάχιστον τὸ διὰ τεσσάρων· † ὅτι τοῦ μεγίστου τῶν ὅρων
10κατὰ νήτην τιθεμένου τοῦ δ’ ἐλαχίστου καθ’ ὑπάτην, ὁ

1019

E

μέσος γίγνεται [ὁ] κατὰ μέσην πρὸς μὲν τὸν μέγιστον τὸ διὰ πέντε ποιοῦσαν πρὸς δὲ τὸν ἐλάχιστον τὸ διὰ τεσσά‐ ρων· ὥστε γίγνεσθαι τὰ ὀκτὼ κατὰ τὴν μέσην τὰ δὲ δώδεκα κατὰ νήτην τὰ δ’ ἓξ καθ’ ὑπάτην.
5 Τὸν δὲ τρόπον, ᾧ λαμβάνουσι τὰς εἰρημένας μεσό‐ τητας, ἁπλῶς καὶ σαφῶς Εὔδωρος ἀποδείκνυσι. σκόπει δὲ πρότερον ἐπὶ τῆς ἀριθμητικῆς· ἂν γὰρ ἐκθεὶς τοὺς ἄκρους λάβῃς ἑκατέρου τὸ ἥμισυ μέρος καὶ συνθῇς, ὁ συντεθεὶς ἔσται μέσος ἔν τε τοῖς διπλασίοις καὶ τοῖς τρι‐175
10πλασίοις ὁμοίως. ἐπὶ δὲ τῆς ὑπεναντίας, ἐν μὲν τοῖς διπλασίοις ἂν τοὺς ἄκρους ἐκθεὶς τοῦ μὲν ἐλάττονος τὸ

1019

F

τρίτον τοῦ δὲ μείζονος τὸ ἥμισυ λάβῃς, ὁ συντεθεὶς γίγνε‐ ται μέσος· ἐν δὲ τοῖς τριπλασίοις ἀνάπαλιν, τοῦ μὲν ἐλάτ‐ τονος ἥμισυ δεῖ λαβεῖν τοῦ δὲ μείζονος τρίτον· ὁ γὰρ συν‐ τεθεὶς οὕτω γίγνεται μέσος. ἔστω γὰρ ἐν τριπλασίῳ λόγῳ
5τὰ ϛʹ ἐλάχιστος ὅρος τὰ δὲ ιηʹ μέγιστος· ἂν οὖν τῶν ϛʹ τὸ ἥμισυ λαβὼν τὰ τρία καὶ τῶν ὀκτὼ καὶ δέκα τὸ τρίτον τὰ ϛʹ συνθῇς, ἕξεις τὸν ἐννέα ταὐτῷ μέρει τῶν ἄκρων ὑπερέχοντα καὶ ὑπερεχόμενον. οὕτω μὲν αἱ μεσότητες

1020

A

λαμβάνονται. δεῖ δ’ αὐτὰς ἐκεῖ | παρεντάξαι καὶ ἀνα‐ πληρῶσαι τὰ διπλάσια καὶ τριπλάσια διαστήματα. τῶν δ’ ἐκκειμένων ἀριθμῶν οἱ μὲν οὐδ’ ὅλως μεταξὺ χώραν ἔχουσιν οἱ δ’ οὐχ ἱκανήν· αὔξοντες οὖν αὐτούς, τῶν αὐ‐
5τῶν λόγων διαμενόντων, ὑποδοχὰς ποιοῦσιν ἀρκούσας ταῖς εἰρημέναις μεσότησι. καὶ πρῶτον μὲν ἐλάχιστον ἀντὶ τοῦ ἑνὸς τὰ ἓξ θέντες, ἐπεὶ πρῶτος ἥμισύ τε καὶ τρίτον ἔχει μέρος, ἅπαντας ἑξαπλασίους τοὺς ὑποτεταγμένους ἐποίησαν, ὡς ὑπογέγραπται, δεχομένους τὰς μεσότητας
10ἀμφοτέρας καὶ τοῖς διπλασίοις διαστήμασι καὶ τοῖς τρι‐ πλασίοις. εἰρηκότος δὲ τοῦ Πλάτωνος (Tim. 36a) ‘ἡμιο‐ λίων δὲ διαστάσεων καὶ ἐπιτρίτων καὶ ἐπογδόων γενο‐

1020

B

μένων, ἐκ τούτων τῶν δεσμῶν ἐν ταῖς πρόσθεν δια‐ στάσεσι τῷ τοῦ ἐπογδόου διαστήματι τὰ ἐπίτριτα πάντα
συνεπληροῦτο, λείπων αὐτῶν ἑκάστου μόριον, τῆς δὲ τοῦ μορίου ταύτης διαστάσεως λειφθείσης ἀριθμοῦ πρὸς176
5ἀριθμὸν ἐχούσης τοὺς ὅρους ϛʹ καὶ νʹ καὶ ςʹ πρὸς γʹ καὶ μʹ καὶ ςʹ‘, διὰ ταύτην τὴν λέξιν ἠναγκάζοντο πάλιν τοὺς ἀριθμοὺς ἐπανάγειν καὶ μείζονας ποιεῖν. ἔδει μὲν γὰρ ἐφεξῆς ἐπόγδοα γίγνεσθαι δύο· τῆς δ’ ἑξάδος οὔτ’ αὐτόθεν ἐπόγδοον ἐχούσης, εἴ τε τέμνοιτο, κερματιζο‐
10μένων εἰς μόρια τῶν μονάδων δυσθεωρήτου τῆς μαθήσεως ἐσομένης, αὐτὸ τὸ πρᾶγμα τὸν πολλαπλασιασμὸν ὑπηγό‐

1020

C

ρευσεν, ὥσπερ ἐν ἁρμονικῇ μεταβολῇ τοῦ διαγράμματος[Omitted graphic marker] ὅλου συνεπιτεινομένου τῷ πρώτῳ τῶν ἀριθμῶν. ὁ μὲν οὖν Εὔδωρος ἐπακολουθήσας Κράντορι πρῶτον ἔλαβε τὸν τπδʹ, ὃς γίγνεται τοῦ ἓξ ἐπὶ τὰ ξδʹ πολλαπλασιασθέντος·
5ἐπηγάγετο δ’ αὐτοὺς ὁ τῶν ξδʹ ἀριθμὸς ἐπόγδοον ἔχων τὸν οβʹ. τοῖς δ’ ὑπὸ τοῦ Πλάτωνος λεγομένοις συμφωνό‐ τερόν ἐστιν ὑποθέσθαι τὸ ἥμισυ· τούτου γὰρ τὸ λεῖμμα τὸ τῶν ἐπογδόων ἕξει λόγον ἐν ἀριθμοῖς, οὓς ὁ Πλάτων
εἴρηκεν ϛʹ καὶ νʹ καὶ ςʹ πρὸς τρία καὶ μʹ καὶ ςʹ, τῶν ἑκα‐177

1020

D

τὸν ἐνενήκοντα δύο πρώτων τιθεμένων. ἂν δ’ ὁ τούτου διπλάσιος τεθῇ πρῶτος, ἔσται τὸ λεῖμμα λόγον μὲν ἔχον τὸν αὐτὸν ἀριθμὸν δὲ τὸν διπλάσιον, ὃν ἔχει τὰ φιβʹ πρὸς υπϛʹ· γίγνεται γὰρ ἐπίτριτα τῶν μὲν ἑκατὸν ἐνενήκοντα
5δύο τὰ σνϛʹ, τῶν δὲ τπδʹ τὰ φιβʹ. καὶ οὐκ ἄλογος ἡ ἐπὶ τοῦτον ἀναγωγὴ τὸν ἀριθμόν, ἀλλὰ καὶ τοῖς περὶ τὸν Κράντορα παρασχοῦσα τὸ εὔλογον· τὰ γὰρ ξδʹ καὶ κύ‐ βος ἐστὶν ἀπὸ πρώτου τετραγώνου καὶ τετράγωνος ἀπὸ πρώτου κύβου· γενόμενος δ’ ἐπὶ τὸν γʹ, πρῶτον ὄντα
10περισσὸν καὶ πρῶτον τρίγωνον καὶ πρῶτον τέλειον ὄντα καὶ ἡμιόλιον, ἑκατὸν ἐνενήκοντα δύο πεποίηκεν, ἔχοντα

1020

E

καὶ αὐτὸν ἐπόγδοον, ὡς δείξομεν. Πρότερον δὲ τί τὸ λεῖμμά ἐστι καὶ τίς ἡ διάνοια τοῦ Πλάτωνος, μᾶλλον κατόψεσθε τῶν εἰωθότων ἐν ταῖς Πυθαγορικαῖς σχολαῖς λέγεσθαι βραχέως ὑπομνησθέντες.
5ἔστι γὰρ διάστημα ἐν μελῳδίᾳ πᾶν τὸ περιεχόμενον ὑπὸ δυεῖν φθόγγων ἀνομοίων τῇ τάσει· τῶν δὲ διαστημάτων ἓν ὁ καλούμενος τόνος, ᾧ τὸ διὰ πέντε μεῖζόν ἐστι τοῦ διὰ τεσσάρων. τοῦτον οἱ μὲν ἁρμονικοὶ δίχα τεμνόμενον οἴονται δύο διαστήματα ποιεῖν, ὧν ἑκάτερον ἡμιτόνιον
10καλοῦσιν· οἱ δὲ Πυθαγορικοὶ τὴν μὲν εἰς ἴσα τομὴν ἀπ‐

1020

F

έγνωσαν αὐτοῦ, τῶν δὲ τμημάτων ἀνίσων ὄντων λεῖμμα τὸ ἔλαττον ὀνομάζουσιν, ὅτι τοῦ ἡμίσεος ἀπολείπει. διὸ καὶ τῶν συμφωνιῶν τὴν διὰ τεσσάρων οἱ μὲν δυεῖν τόνων καὶ ἡμιτονίου ποιοῦσιν οἱ δὲ δυεῖν καὶ λείμματος. μαρτυ‐
5ρεῖν δὲ δοκεῖ τοῖς μὲν ἁρμονικοῖς ἡ αἴσθησις τοῖς δὲ μα‐ θηματικοῖς ἡ ἀπόδειξις, ἧς τοιοῦτος ὁ τρόπος ἐστίν· ἐλήφθη διὰ τῶν ὀργάνων θεωρηθέν, ὅτι τὸ μὲν διὰ πα‐ σῶν τὸν διπλάσιον λόγον ἔχει, τὸ δὲ διὰ πέντε τὸν ἡμι‐
όλιον, τὸ δὲ διὰ τεσσάρων τὸν ἐπίτριτον, ὁ δὲ τόνος τὸν178

1021

A

ἐπόγδοον. | ἔξεστι δὲ καὶ νῦν βασανίσαι τὸ ἀληθές, ἢ βάρη δυεῖν ἄνισα χορδῶν ἐξαρτήσαντας ἢ δυεῖν ἰσοκοί‐ λων αὐλῶν τὸν ἕτερον μήκει διπλάσιον τοῦ ἑτέρου ποιήσαν‐ τας· τῶν μὲν γὰρ αὐλῶν ὁ μείζων βαρύτερον φθέγξεται ὡς
5ὑπάτη πρὸς νήτην, τῶν δὲ χορδῶν ἡ τῷ διπλασίῳ κατα‐ τεινομένη βάρει τῆς ἑτέρας ὀξύτερον ὡς νήτη πρὸς ὑπά‐ την· τοῦτο δ’ ἐστὶ 〈τὸ〉 διὰ πασῶν. ὁμοίως δὲ καὶ τρία πρὸς δύο ληφθέντα μήκη καὶ βάρη τὸ διὰ πέντε ποιήσει καὶ τέσσαρα πρὸς τρία τὸ διὰ τεσσάρων, ὧν τοῦτο μὲν
10ἐπίτριτον ἔχει λόγον ἐκεῖνο δ’ ἡμιόλιον. ἐὰν δ’ ὡς ἐννέα

1021

B

πρὸς ὀκτὼ γένηται τῶν βαρῶν ἢ τῶν μηκῶν ἡ ἀνισότης, ποιήσει διάστημα τονιαῖον, οὐ σύμφωνον ἀλλ’ ἐμμελὲς ὡς εἰπεῖν ἔμβραχυ, τῷ τοὺς φθόγγους, ἂν ἀνὰ μέρος κρουσθῶσι, παρέχειν ἡδὺ φωνοῦντας καὶ προσηνές, ἂν δ’
5ὁμοῦ, τραχὺ καὶ λυπηρόν· ἐν δὲ ταῖς συμφωνίαις κἂν ὁμοῦ κρούωνται κἂν ἐναλλάξ, ἡδέως προσίεται τὴν συν‐ ήχησιν ἡ αἴσθησις. οὐ μὴν ἀλλὰ καὶ διὰ λόγου τοῦτο δεικνύουσιν. ἐν μὲν γὰρ ἁρμονίᾳ τὸ διὰ πασῶν ἔκ τε τοῦ διὰ πέντε σύγκειται καὶ τοῦ διὰ τεσσάρων, ἐν δ’ ἀριθμοῖς
10τὸ διπλάσιον ἔκ τε τοῦ ἡμιολίου καὶ τοῦ ἐπιτρίτου· τὰ γὰρ δώδεκα τῶν μὲν ἐννέα ἐστὶν ἐπίτριτα τῶν δ’ ὀκτὼ

1021

C

ἡμιόλια τῶν δὲ ϛʹ διπλάσια. σύνθετος οὖν ὁ τοῦ διπλασίου λόγος ἐστὶν ἐκ τοῦ ἡμιολίου καὶ τοῦ ἐπιτρίτου, καθάπερ ὁ τοῦ διὰ πασῶν ἐκ τοῦ διὰ πέντε καὶ τοῦ διὰ τεσσάρων. ἀλλὰ κἀκεῖ τὸ διὰ πέντε τοῦ διὰ τεσσάρων τόνῳ κἀν‐
5ταῦθα τὸ ἡμιόλιον τοῦ ἐπιτρίτου τῷ ἐπογδόῳ μεῖζόν ἐστι. φαίνεται τοίνυν, ὅτι τὸ διὰ πασῶν τὸν διπλάσιον λόγον ἔχει καὶ τὸ διὰ πέντε τὸν ἡμιόλιον καὶ τὸ διὰ τεσσάρων
τὸν ἐπίτριτον καὶ ὁ τόνος τὸν ἐπόγδοον. Ἀποδεδειγμένου δὲ τούτου, σκοπῶμεν εἰ δίχα τέμ‐179
10νεσθαι πέφυκε τὸ ἐπόγδοον· εἰ γὰρ μὴ πέφυκεν, οὐδ’ ὁ τόνος. ἐπεὶ δὲ πρῶτοι τὸν ἐπόγδοον λόγον ὁ θʹ καὶ ὁ ηʹ

1021

D

ποιοῦντες οὐδὲν διάστημα μέσον ἔχουσι, διπλασιασθέν‐ των δ’ ἀμφοτέρων ὁ παρεμπίπτων μεταξὺ δύο ποιεῖ διαστήματα, δῆλον ὅτι τούτων μὲν ἴσων ὄντων δίχα τέμ‐ νεται τὸ ἐπόγδοον. ἀλλὰ μὴν διπλάσια γίγνεται τῶν μὲν
5θʹ τὰ ιηʹ τῶν δ’ ηʹ τὰ ιϛʹ, δέχονται δ’ οὗτοι μεταξὺ τὰ ιζʹ καὶ γίγνεται τῶν διαστημάτων τὸ μὲν μεῖζον τὸ δ’ ἔλαττον· ἔστι γὰρ τὸ μὲν πρότερον ἐφεπτακαιδέκατον τὸ δὲ δεύτερον ἐφεξκαιδέκατον. εἰς ἄνισα τοίνυν τέμνεται τὸ ἐπόγδοον· εἰ δὲ τοῦτο, καὶ ὁ τόνος. οὐδέτερον ἄρα
10γίγνεται διαιρεθέντος αὐτοῦ τῶν τμημάτων ἡμιτόνιον, ἀλλ’ ὀρθῶς ὑπὸ τῶν μαθηματικῶν λεῖμμα προσηγόρευ‐

1021

E

ται. καὶ τοῦτ’ ἐστὶν ὅ φησιν ὁ Πλάτων τὰ ἐπίτριτα τοῖς ἐπογδόοις συμπληροῦντα τὸν θεὸν λείπειν ἑκάστου μό‐ ριον αὐτῶν, οὗ λόγος ἐστίν, ὃν ἔχει τὰ ϛʹ καὶ νʹ καὶ ςʹ πρὸς τὰ γʹ καὶ μʹ καὶ ςʹ. εἰλήφθω γὰρ τὸ διὰ τεσσάρων
5ἐν ἀριθμοῖς δυσὶ τὸν ἐπίτριτον λόγον περιέχουσι, τοῖς σνϛʹ καὶ τοῖς ἑκατὸν ἐνενήκοντα δύο· ὧν ὁ μὲν ἐλάττων, τὰ ἑκατὸν ἐνενήκοντα δύο, κείσθω κατὰ τὸν βαρύτατον τοῦ τετραχόρδου φθόγγον, ὁ δὲ μείζων, τὰ σνϛʹ, κατὰ τὸν ὀξύτατον· ἀποδεικτέον ὅτι, τούτου συμπληρουμένου
10δυσὶν ἐπογδόοις, λείπεται διάστημα τηλικοῦτον, ἡλίκον ὡς ἐν ἀριθμοῖς τὰ ϛʹ καὶ νʹ καὶ ςʹ πρὸς τὰ γʹ καὶ μʹ

1021

F

καὶ ςʹ. τοῦ γὰρ βαρυτέρου τόνον ἐπιταθέντος, ὅπερ ἐστὶν ἐπόγδοον, γίγνεται σιϛʹ· τούτου πάλιν τόνον ἄλλον ἐπι‐ ταθέντος, γίγνεται σμγʹ· ταῦτα μὲν γὰρ ὑπερέχει τῶν σιϛʹ τοῖς κζʹ, τὰ δὲ σιϛʹ τῶν ἑκατὸν ἐνενήκοντα δύο τοῖς
5εἴκοσι καὶ τέσσαρσιν· ὧν τὰ μὲν κζʹ τῶν σιϛʹ [ἐπ]ὄγδοά
ἐστι, τὰ δὲ κδʹ τῶν ἑκατὸν ἐνενήκοντα δύο. διὸ γίγνεται τῶν τριῶν τούτων ἀριθμῶν ὅ τε μέγιστος ἐπόγδοος τοῦ μέσου καὶ ὁ μέσος τοῦ ἐλαχίστου· τὸ δ’ ἀπὸ τοῦ ἐλαχίστου διάστημα μέχρι τοῦ μεγίστου, τουτέστι τὸ ἀπὸ τῶν ἑκα‐180
10τὸν ἐνενήκοντα δύο μέχρι τῶν σμγʹ, δίτονον ἐκ δυεῖν συμ‐

1022

A

πληρούμεν〈ον〉 ἐπογδόων· | ἀφαιρουμένου δὲ τούτου, περ‐ ίεστι τοῦ ὅλου διάστημα λοιπὸν τὸ μεταξὺ τῶν σμγʹ καὶ τῶν σνϛʹ, τὰ τρισκαίδεκα· διὸ καὶ λεῖμμα τοῦτον τὸν ἀριθμὸν ὠνόμαζον.
5 Ἐγὼ μὲν οὖν εὐσημότατα δηλοῦσθαι τὴν Πλάτωνος οἶμαι γνώμην ἐν τούτοις τοῖς ἀριθμοῖς. ἕτεροι δὲ τοῦ διὰ τεσσάρων ὅρους θέμενοι, τὸν μὲν ὀξὺν ἐν 〈τοῖσ〉 σπηʹ τὸν δὲ βαρὺν ἐν τοῖς σιϛʹ, ἀναλόγως ἤδη τὰ ἑξῆς περαίνουσιν· πλὴν ὅτι τὸ λεῖμμα τῶν δυεῖν τόνων μεταξὺ
10λαμβάνουσι· τοῦ γὰρ βαρυτέρου τόνον ἐπιταθέντος, γί‐ γνεται σμγʹ· τοῦ δ’ ὀξυτέρου τόνον ἀνεθέντος, γίγνεται σνϛʹ· ἔστι γὰρ ἐπόγδοα τὰ μὲν σμγʹ τῶν σιϛʹ τὰ δὲ σπηʹ τῶν

1022

B

σνϛʹ· ὥστε τονιαῖον εἶναι τῶν διαστημάτων ἑκάτερον, λείπεσθαι δὲ τὸ μεταξὺ τῶν σμγʹ καὶ τῶν σνϛʹ, ὅπερ οὐκ ἔστιν ἡμιτόνιον ἀλλ’ ἔλαττον· τὰ μὲν γὰρ σπηʹ τῶν σνϛʹ ὑπερέχει τοῖς λʹ καὶ δυσί, τὰ δὲ σμγʹ τῶν σιϛʹ ὑπερέχει
5τοῖς κζʹ, τὰ δὲ σνϛʹ τῶν σμγʹ ὑπερέχει τοῖς ιγʹ· ταῦτα δὲ τῶν ὑπεροχῶν ἀμφοτέρων ἐλάττω ἢ ἡμίσεά ἐστι. διὸ δυεῖν τόνων καὶ λείμματος, οὐ δυεῖν καὶ ἡμίσεος, εὕρη‐ ται τὸ διὰ τεσσάρων. καὶ ταῦτα μὲν ἔχει τοιαύτην ἀπόδειξιν. ἐκεῖνο δ’ οὐ πάνυ χαλεπὸν ἐκ τῶν προειρη‐
10μένων συνιδεῖν, τί δήποτε φήσας ὁ Πλάτων ἡμιολίους καὶ ἐπιτρίτους καὶ ἐπογδόους γίγνεσθαι διαστάσεις ἐν τῷ

1022

C

συμπληροῦσθαι τὰς ἐπιτρίτους ταῖς ἐπογδόοις, οὐκ ἐμνή‐ σθη τῶν ἡμιολίων ἀλλὰ παρέλιπε. τὸ γὰρ ἡμιόλιον τοῦ ἐπιτρίτου τῷ ἐπογδόῳ *** τῷ ἐπιτρίτῳ προστιθεμένου συμπληροῦσθαι καὶ τὸ ἡμιόλιον.181
5 Ὑποδεδειγμένων δὲ τούτων, τὸ μὲν συμπληροῦν τὰ διαστήματα καὶ παρεντάττειν τὰς μεσότητας, εἰ καὶ μηδεὶς ἐτύγχανε πεποιηκὼς πρότερον, ὑμῖν ἂν αὐτοῖς ἕνεκα γυμνασίας παρῆκα· νῦν δὲ πολλοῖς κἀγαθοῖς ἀν‐ δράσιν ἐξειργασμένου τούτου, μάλιστα δὲ Κράντορι καὶ
10Κλεάρχῳ καὶ Θεοδώρῳ τοῖς Σολεῦσι, μικρὰ περὶ τῆς τούτων διαφορᾶς εἰπεῖν οὐκ ἄχρηστόν ἐστιν. ὁ γὰρ

1022

D

Θεόδωρος οὐχ ὡς ἐκεῖνοι δύο στίχους ποιῶν, ἀλλ’ ἐπὶ μιᾶς εὐθείας ἐφεξῆς τούς τε διπλασίους ἐκτάττων καὶ τοὺς τριπλασίους, πρῶτον μὲν ἰσχυρίζεται τῇ λεγομένῃ (Tim. 36b) κατὰ μῆκος σχίσει τῆς οὐσίας, δύο ποιούσῃ
5μοίρας ὡς ἐκ μιᾶς οὐ τέσσαρας ἐκ δυεῖν· ἔπειτά φησι τὰς τῶν μεσοτήτων παρεντάξεις οὕτω λαμβάνειν προσ‐ ήκειν χώραν· εἰ δὲ μή, ταραχὴν καὶ σύγχυσιν ἔσεσθαι καὶ μεταστάσεις εἰς τὸ πρῶτον εὐθὺς τριπλάσιον ἐκ τοῦ πρώτου διπλασίου τῶν συμπληροῦν ἑκάτερον ὀφειλόν‐
10των. τοῖς δὲ περὶ τὸν Κράντορα βοηθοῦσιν αἵ τε θέσεις τῶν ἀριθμῶν, ἐπιπέδων ἐπιπέδοις καὶ τετραγώνων

1022

E

τετραγώνοις καὶ κύβων κύβοις ἀντιθέτως συζυγούντων,
τῇ τε μὴ κατὰ τάξιν αὐτῶν λήψει, ἀλλ’ ἐναλλὰξ ἀρτίων182

1027

F

(7)

καὶ (30b) περιττῶν 〈αὐτὸς ὁ Πλάτων〉. τὴν γὰρ μονάδα κοινὴν οὖσαν ἀμφοῖν προτάξας λαμβάνει τὰ ὀκτὼ καὶ

1028

A

ἐφεξῆς τὰ κζʹ· μονονουχὶ δεικνύων | ἡμῖν, ἣν ἑκατέρῳ γένει χώραν ἀποδίδωσι. ταῦτα μὲν οὖν ἑτέροις προσήκει μᾶλλον ἐξακριβοῦν, τὸ δ’ ἀπολειπόμενον οἰκεῖόν ἐστι τῆς ὑποκειμένης ἡμῖν πραγματείας.
5 Οὐ γὰρ ἐπίδειξιν ὁ Πλάτων θεωρίας μαθηματικῆς ποιούμενος εἰς φυσικὴν ὑπόθεσιν μὴ δεομένην μεσότητας ἀριθμητικὰς καὶ ἁρμονικὰς παρεισήγαγεν, ἀλλ’ ὡς μάλι‐ στα δὴ τῇ συστάσει τῆς ψυχῆς τοῦ λόγου τούτου προσ‐ ήκοντος. καίτοι τινὲς μὲν ἐν τοῖς τάχεσι τῶν πλανωμένων
10σφαιρῶν τινὲς δὲ μᾶλλον ἐν τοῖς ἀποστήμασιν ἔνιοι δ’ ἐν τοῖς μεγέθεσι τῶν ἀστέρων, οἱ δ’ ἄγαν ἀκριβοῦν δοκοῦν‐

1028

B

τες ἐν ταῖς τῶν ἐπικύκλων διαμέτροις ζητοῦσι τὰς εἰρη‐ μένας ἀναλογίας, ὡς τὴν ψυχὴν ἕνεκα τούτων τοῦ δημι‐ ουργοῦ τοῖς οὐρανίοις ἐναρμόσαντος, εἰς ἑπτὰ μοίρας νενεμημένην. πολλοὶ δὲ καὶ τὰ Πυθαγορικὰ δεῦρο μετα‐
5φέρουσιν, ἀπὸ τοῦ μέσου τὰς τῶν σωμάτων ἀποστάσεις τριπλασιάζοντες· γίγνεται δὲ τοῦτο κατὰ μὲν τὸ πῦρ μονά‐ δος τιθεμένης, κατὰ δ’ ἀντίχθονα τριῶν, κατὰ δὲ γῆν ἐννέα καὶ κατὰ σελήνην εἰκοσιεπτά, καὶ κατὰ τὸν Ἑρμοῦ μιᾶς καὶ ὀγδοήκοντα, κατὰ δὲ Φωσφόρον τριῶν καὶ μʹ
10καὶ ςʹ, κατ’ αὐτὸν δὲ τὸν ἥλιον θʹ καὶ κʹ καὶ ψʹ, ὅς γ’ ἅμα τετράγωνός τε καὶ κύβος ἐστί· διὸ καὶ τὸν ἥλιον

1028

C

ἔστιν ὅτε τετράγωνον καὶ κύβον προσαγορεύουσιν. οὕτω δὲ καὶ τοὺς ἄλλους ἐπανάγουσι τοῖς τριπλασιασμοῖς, πολὺ τοῦ κατὰ λόγον οὗτοί γε παραπαίοντες, εἴ τι τῶν γεω‐
μετρικῶν ὄφελός ἐστιν ἀποδείξεων, καὶ μακρῷ πιθανω‐183
5τέρους 〈ὡσ〉 παραβαλεῖν αὐτοῖς ἀποδεικνύοντες τοὺς ὁρμωμένους ἐκεῖθεν, οὐδ’ αὐτοὺς παντάπασιν ἐξακρι‐ βοῦντας ἀλλ’ ὡς ἔγγιστα λέγοντας, ὅτι τῆς μὲν ἡλίου διαμέτρου πρὸς τὴν διάμετρον τῆς γῆς λόγος ἐστὶ δωδεκα‐ πλάσιος, τῆς δὲ γῆς αὖ πάλιν διαμέτρου πρὸς τὴν σε‐
10λήνης διάμετρον τριπλάσιος, ὁ δὲ φαινόμενος ἐλάχιστος τῶν ἀπλανῶν ἀστέρων οὐκ ἐλάττονα τῆς διαμέτρου τῆς

1028

D

γῆς ἢ τριτημόριον ἔχει τὴν διάμετρον· τῇ δ’ ὅλῃ σφαίρᾳ τῆς γῆς πρὸς τὴν ὅλην σφαῖραν τῆς σελήνης ὡς ἑπτὰ καὶ εἴκοσι πρὸς 〈ἕν〉 ἐστι· Φωσφόρου δὲ καὶ γῆς αἱ μὲν διά‐ μετροι τὸν διπλάσιον αἱ δὲ σφαῖραι τὸν ὀκταπλάσιον ἔχουσι
5λόγον, τὸ δὲ διάστημα τῆς ἐκλειπτικῆς σκιᾶς τῆς δια‐ μέτρου τῆς σελήνης τριπλάσιον· ὃ δ’ ἐκτρέπεται πλάτος ἡ σελήνη τοῦ διὰ μέσων τῶν ζῳδίων ἐφ’ ἑκάτερα δωδεκά‐ μοιρον. αἱ δὲ πρὸς ἥλιον σχέσεις αὐτῆς ἐν τριγώνοις καὶ τετραγώνοις ἀποστήμασι διχοτόμους καὶ ἀμφικύρτους
10σχηματισμοὺς λαμβάνουσιν· ἓξ δὲ ζῴδια διελθοῦσα τὴν

1028

E

πανσέληνον ὥσπερ τινὰ συμφωνίαν ἐν ἑξατόνῳ διὰ πασῶν ἀποδίδωσι. τοῦ δ’ ἡλίου περὶ τὰς τροπὰς ἐλάχιστα καὶ μέγιστα περὶ τὴν ἰσημερίαν ἔχοντος κινήματα, δι’ ὧν ἀφαι‐ ρεῖ τῆς ἡμέρας καὶ τῇ νυκτὶ προστίθησιν ἢ τοὐναντίον,
5οὗτος ὁ λόγος ἐστίν· ἐν 〈γὰρ〉 ταῖς πρώταις ἡμέραις λʹ
μετὰ τὰς χειμερινὰς τροπὰς τῇ ἡμέρᾳ προστίθησι τὸ ἕκτον τῆς ὑπεροχῆς, ἣν ἡ μεγίστη νὺξ πρὸς τὴν βραχυ‐ τάτην ἡμέραν ἐποίει, ταῖς δ’ ἐφεξῆς τριάκοντα τὸ τρίτον, τὸ δ’ ἥμισυ ταῖς λοιπαῖς ἄχρι τῆς ἰσημερίας, ἐν ἑξαπλα‐184
10σίοις καὶ τριπλασίοις διαστήμασι τοῦ χρόνου τὴν ἀνωμα‐ λίαν ἐπανισῶν. Χαλδαῖοι δὲ λέγουσι τὸ ἔαρ ἐν τῷ διὰ τετ‐

1028

F

τάρων γίγνεσθαι πρὸς τὸ μετόπωρον, ἐν δὲ τῷ διὰ πέντε πρὸς τὸν χειμῶνα, πρὸς δὲ τὸ θέρος ἐν τῷ διὰ πασῶν. εἰ δ’ ὀρθῶς ὁ Εὐριπίδης διορίζεται θέρους τέσσαρας μῆνας καὶ χειμῶνος ἴσους (fr. 990)
4
5‘φίλης τ’ ὀπώρας διπτύχους ἦρός τ’ ἴσουσ‘
5 ἐν τῷ διὰ πασῶν αἱ ὧραι μεταβάλλουσιν. ἔνιοι δὲ γῇ μὲν τὴν τοῦ προσλαμβανομένου χώραν ἀποδιδόντες σελήνῃ

1029

A

δὲ τὴν ὑπάτην Στίλβωνα δὲ καὶ Φωσφόρον | ἐν διατόνοις 〈παρυπάταισ〉 καὶ λιχανοῖς κινοῦντες, αὐτὸν τὸν ἥλιον ὡς μέσην συνέχειν τὸ διὰ πασῶν ἀξιοῦσιν, ἀπέχοντα τῆς μὲν γῆς τὸ διὰ πέντε τῆς δὲ τῶν ἀπλανῶν τὸ διὰ τεσσάρων.
5 Ἀλλ’ οὔτε τούτων τὸ κομψὸν ἅπτεταί τινος ἀλη‐ θείας οὔτ’ ἐκεῖνοι παντάπασι τοῦ ἀκριβοῦς ἔχονται. οἷς δ’ οὖν οὐ δοκεῖ ταῦτα τῆς τοῦ Πλάτωνος ἀπηρτῆσθαι διανοίας, ἐκεῖνα κομιδῇ φανεῖται τῶν μουσικῶν λόγων ἔχεσθαι, τὸ εʹ τετραχόρδων ὄντων τῶν ὑπάτων καὶ μέ‐
10σων καὶ συνημμένων καὶ διεζευγμένων καὶ ὑπερβολαίων ἐν πέντε διαστήμασι τετάχθαι τοὺς πλάνητας· ὧν τὸ μέν ἐστι τὸ ἀπὸ σελήνης ἐφ’ ἥλιον καὶ τοὺς ὁμοδρόμους ἡλίῳ,

1029

B

Στίλβωνα καὶ Φωσφόρον· ἕτερον τὸ ἀπὸ τούτων ἐπὶ τὸν Ἄρεος Πυρόεντα· τρίτον δὲ τὸ μεταξὺ τούτου καὶ Φαέ‐ θοντος· εἶθ’ ἑξῆς τὸ ἐπὶ Φαίνωνα καὶ πέμπτον ἤδη τὸ ἀπὸ τούτου πρὸς τὴν ἀπλανῆ σφαῖραν· ὥστε τοὺς ὁρίζοντας
5φθόγγους τὰ τετράχορδα τὸν τῶν πλανωμένων λόγον ἔχειν ἀστέρων. ἔτι τοίνυν τοὺς παλαιοὺς ἴσμεν ὑπάτας μὲν δύο τρεῖς δὲ νήτας μίαν δὲ μέσην καὶ μίαν παραμέσην τιθεμένους, ὥστε τοῖς πλάνησιν ἰσαρίθμους εἶναι τοὺς ἑστῶτας. οἱ δὲ νεώτεροι τὸν προσλαμβανόμενον, τόνῳ185
10διαφέροντα τῆς ὑπάτης, ἐπὶ τὸ βαρὺ τάξαντες τὸ μὲν ὅλον σύστημα δὶς διὰ πασῶν ἐποίησαν, τῶν δὲ συμφωνιῶν

1029

C

τὴν κατὰ φύσιν οὐκ ἐτήρησαν τάξιν· τὸ γὰρ διὰ πέντε πρότερον γίγνεται τοῦ διὰ τεσσάρων, ἐπὶ τὸ βαρὺ τῇ ὑπάτῃ τοῦ τόνου προσληφθέντος. ὁ δὲ Πλάτων δῆλός ἐστιν ἐπὶ τὸ ὀξὺ προσλαμβάνων· λέγει γὰρ ἐν τῇ Πολι‐
5τείᾳ (617b) τῶν ὀκτὼ σφαιρῶν ἑκάστην περιφέρειν [εἶτ’] ἐπ’ αὐτῇ Σειρῆνα βεβηκυῖαν· ᾄδειν δὲ πάσας ἕνα 〈ἑκά‐ στην〉 τόνον ἱείσας, ἐκ δὲ πασῶν κεράννυσθαι μίαν ἁρ‐ μονίαν. αὗται δ’ ἀνιέμεναι τὰ θεῖα εἴρουσι καὶ κατᾴδουσι τῆς ἱερᾶς περιόδου καὶ χορείας ὀκτάχορδον ἐμμέλειαν·
10ὀκτὼ γὰρ ἦσαν καὶ οἱ πρῶτοι τῶν διπλασίων καὶ τρι‐ πλασίων ὅροι λόγων, ἑκατέρᾳ προσαριθμουμένης μερίδι

1029

D

τῆς μονάδος. οἱ δὲ πρεσβύτεροι Μούσας παρέδωκαν καὶ ἡμῖν ἐννέα, τὰς μὲν ὀκτὼ καθάπερ ὁ Πλάτων περὶ τὰ οὐράνια, τὴν δ’ ἐνάτην τὰ περίγεια κηλεῖν ἀνακαλουμένην καὶ καθιστᾶσαν ἐκ πλάνης καὶ διαφορᾶς ἀνωμαλίαν καὶ
5ταραχὴν ἐχούσης. Σκοπεῖτε δὲ μὴ τὸν μὲν οὐρανὸν ἄγει καὶ τὰ οὐρά‐ νια ταῖς περὶ αὐτὴν ἐμμελείαις καὶ κινήσεσιν ἡ ψυχὴ φρονιμωτάτη καὶ δικαιοτάτη γεγονυῖα· γέγονε δὲ τοι‐ αύτη τοῖς καθ’ ἁρμονίαν λόγοις, ὧν εἰκόνες μὲν ὑπάρχου‐
10σιν εἰς τὰ ἀσώματα ἐν τοῖς ὁρατοῖς καὶ ὁρωμένοις μέρεσι
τοῦ κόσμου καὶ σώμασιν· ἡ δὲ πρώτη καὶ κυριωτάτη186

1029

E

δύναμις ἀοράτως ἐγκέκραται τῇ ψυχῇ καὶ παρέχει σύμ‐ φωνον ἑαυτῇ καὶ πειθήνιον, ἀεὶ τῷ κρατίστῳ καὶ θειο‐ τάτῳ μέρει τῶν ἄλλων ἁπάντων ὁμονοούντων. παρα‐ λαβὼν γὰρ ὁ δημιουργὸς ἀταξίαν καὶ πλημμέλειαν ἐν ταῖς
5κινήσεσι τῆς ἀναρμόστου καὶ ἀνοήτου ψυχῆς διαφερομέ‐ νης πρὸς ἑαυτὴν τὰ μὲν διώρισε καὶ διέστησε τὰ δὲ συν‐ ήγαγε πρὸς ἄλληλα καὶ συνέταξεν, ἁρμονίαις καὶ ἀριθμοῖς χρησάμενος· οἷς καὶ τὰ κωφότατα σώματα, λίθοι καὶ ξύλα καὶ φλοιοὶ φυτῶν καὶ θηρίων ὀστᾶ καὶ πυτίαι, συγ‐

1029

F

κεραννύμενα καὶ συναρμοττόμενα θαυμαστὰς μὲν ἀγαλ‐ μάτων ὄψεις, θαυμαστὰς δὲ παρέχει φαρμάκων καὶ ὀρ‐ γάνων δυνάμεις. ᾗ καὶ Ζήνων ὁ Κιτιεὺς (fr. 299) ἐπὶ θέαν αὐλητῶν παρεκάλει τὰ μειράκια καταμανθάνειν, οἵαν
5κέρατα καὶ ξύλα καὶ κάλαμοι καὶ ὀστᾶ λόγου μετέχοντα καὶ συμφωνίας φωνὴν ἀφίησι. τὸ μὲν γὰρ ἀριθμῷ πάντα ἐπεοικέναι κατὰ τὴν Πυθαγορικὴν ἀπόφανσιν λόγου

1030

A

δεῖται· τὸ δὲ πᾶσιν, οἷς ἐκ διαφορᾶς | καὶ ἀνομοιότητος ἐγγέγονε κοινωνία τις πρὸς ἄλληλα καὶ συμφωνία, ταύ‐ της αἰτίαν εἶναι μετριότητα καὶ τάξιν, ἀριθμοῦ καὶ ἁρ‐ μονίας μετασχοῦσιν, οὐδὲ τοὺς ποιητὰς λέληθεν ‘ἄρθμια‘
5μὲν τὰ φίλα καὶ προσηνῆ καλοῦντας ‘ἀναρσίουσ‘ δὲ τοὺς ἐχθροὺς καὶ τοὺς πολεμίους, ὡς ἀναρμοστίαν τὴν δια‐ φορὰν οὖσαν. ὁ δὲ τῷ Πινδάρῳ ποιήσας τὸ ἐπικήδειον
7 ‘ἄρμενος ἦν ξείνοισιν ἀνὴρ ὅδε καὶ φίλος ἀστοῖσ‘
8 εὐαρμοστίαν δῆλός ἐστι τὴν ἀρετὴν ἡγούμενος· ὥς που
10καὶ αὐτὸς ὁ Πίνδαρος (fr. 32) τοῦ θεοῦ φησιν ἐπακοῦσαι ‘μουσικὰν ὀρθὰν ἐπιδεικνυμένου‘ τὸν Κάδμον. οἵ τε πά‐187

1030

B

λαι θεολόγοι, πρεσβύτατοι φιλοσόφων ὄντες, ὄργανα μουσικὰ θεῶν ἐνεχείριζον ἀγάλμασιν· οὐχ ὡς λύραν που ... καὶ αὐλοῦσιν, ἀλλ’ οὐθὲν ἔργον οἰόμενοι θεῶν οἷον ἁρμονίαν εἶναι καὶ συμφωνίαν. ὥσπερ οὖν ὁ τοὺς ἐπι‐
5τρίτους καὶ ἡμιολίους καὶ διπλασίους λόγους ζητῶν ἐν τῷ ζυγῷ τῆς λύρας καὶ τῇ χελώνῃ καὶ τοῖς κολλάβοις γε‐ λοῖός ἐστι (δεῖ μὲν γὰρ ἀμέλει καὶ ταῦτα συμμέτρως γεγονέναι πρὸς ἄλληλα μήκεσι καὶ πάχεσι, τὴν δ’ ἁρ‐ μονίαν ἐκείνην ἐπὶ τῶν φθόγγων θεωρεῖν), οὕτως εἰκὸς
10μέν ἐστι καὶ τὰ σώματα τῶν ἀστέρων καὶ τὰ διαστήματα τῶν κύκλων καὶ τὰ τάχη τῶν περιφορῶν ὥσπερ ὄργανα

1030

C

ἐν τεταγμένοις 〈λόγοισ〉 ἔχειν ἐμμέτρως πρὸς ἄλληλα καὶ πρὸς τὸ ὅλον, εἰ καὶ τὸ ποσὸν ἡμᾶς τοῦ μετρίου δια‐ πέφευγε· τῶν μέντοι λόγων ἐκείνων, οἷς ὁ δημιουργὸς ἐχρήσατο, καὶ τῶν ἀριθμῶν ἔργον ἡγεῖσθαι τὴν αὐτῆς
5τῆς ψυχῆς ἐμμέλειαν καὶ ἁρμονίαν πρὸς αὑτήν, ὑφ’ ἧς καὶ τὸν οὐρανὸν ἐγγενομένη μυρίων ἀγαθῶν ἐμπέπληκε, καὶ τὰ περὶ γῆν ὥραις καὶ μεταβολαῖς μέτρον ἐχούσαις ἄριστα καὶ κάλλιστα πρός τε γένεσιν καὶ σωτηρίαν τῶν
γιγνομένων διακεκόσμηκεν.188