TLG 0007 132 :: PLUTARCHUS :: De esu carnium ii (996d–999b) PLUTARCHUS Biogr.
Phil. De esu carnium ii (996d–999b) Source: Hubert, C. (ed.), Plutarchi moralia, vol. 6.1. Leipzig: Teubner, 1954 (repr. 1959): 105–112. Citation: Stephanus page — section — (line) | ||
t1 | ΠΕΡΙ ΣΑΡΚΟΦΑΓΙΑΣ ΛΟΓΟΣ Βʹ | |
996D | Ἐπὶ τὰ ἕωλα τῆς σαρκοφαγίας προσφάτους ἡμᾶς ὁ λόγος παρακαλεῖ ταῖς τε διανοίαις καὶ ταῖς προθυμίαις γενέσθαι. χαλεπὸν μὲν γάρ, ὥσπερ Κάτων ἔφησε, λέγειν πρὸς γαστέρας ὦτα μὴ ἐχούσας· καὶ πέποται ὁ τῆς συνη‐ | |
5 | θείας κυκεών, ὥσπερ ὁ τῆς Κίρκης (Emped. B 154a) | |
---|---|---|
5 | ||
996E | ὠδίνας 〈τ’〉 ὀδύνας 〈τε〉 κυκέων ἀπάτας τε γόους τε· | |
1 | καὶ τὸ ἄγκιστρον ἐκβάλλειν τῆς σαρκοφαγίας [ὡς] ἐμπε‐ πηγμένον τῇ φιληδονίᾳ καὶ διαπεπαρμένον οὐ ῥᾴδιόν ἐστιν. ἐπεὶ καλῶς εἶχεν, ὥσπερ Αἰγύπτιοι τῶν νεκρῶν | |
5 | τὴν κοιλίαν ἐξελόντες καὶ πρὸς τὸν ἥλιον ἀνασχόντες ἐκβάλλουσιν ὡς αἰτίαν ἁπάντων ὧν ὁ ἄνθρωπος ἥμαρτεν, οὕτως ἡμᾶς ἑαυτῶν τὴν γαστριμαργίαν καὶ μιαιφονίαν | |
ἐκτεμόντας ἁγνεῦσαι τὸν λοιπὸν βίον· ἐπεὶ ἥ γε γαστὴρ οὐ μιαιφόνον ἐστὶν ἀλλὰ μιαινόμενον ὑπὸ τῆς ἀκρασίας. | 105 | |
10 | οὐ μὴν ἀλλ’ εἰ καὶ ἀδύνατον ἤδη διὰ τὴν συνήθειαν τὸ | |
996F | ἀναμάρτητον, αἰσχυνόμενοι τῷ ἁμαρτάνοντι χρησόμεθα διὰ τὸν λόγον, ἐδόμεθα σάρκας, ἀλλὰ πεινῶντες οὐ τρυ‐ φῶντες· ἀναιρήσομεν ζῷον, ἀλλ’ οἰκτείροντες καὶ ἀλγοῦν‐ τες, οὐχ ὑβρίζοντες οὐδὲ βασανίζοντες· οἷα νῦν πολλὰ | |
5 | δρῶσιν οἱ μὲν εἰς σφαγὴν ὑῶν ὠθοῦντες ὀβελοὺς διαπύ‐ | |
997A | ρους, | ἵνα τῇ βαφῇ τοῦ σιδήρου περισβεννύμενον τὸ αἷμα καὶ διαχεόμενον τὴν σάρκα θρύψῃ καὶ μαλάξῃ· οἱ δ’ οὔθασι συῶν ἐπιτόκων ἐναλλόμενοι καὶ λακτίζοντες, ἵν’ αἷμα καὶ γάλα καὶ λύθρον ἐμβρύων ὁμοῦ συμφθαρέντων | |
5 | ἐν ὠδῖσιν ἀναδόντος, ὦ Ζεῦ καθάρσιε, φάγωσι τοῦ ζῴου τὸ μάλιστα φλεγμαῖνον· ἄλλοι γεράνων ὄμματα καὶ κύκ‐ νων ἀπορράψαντες καὶ ἀποκλείσαντες ἐν σκότει πιαίνου‐ σιν *** ἀλλοκότοις μίγμασι καὶ καρυκείαις τισὶν αὐτῶν τὴν σάρκα ὀψοποιοῦντες. ἐξ ὧν καὶ μάλιστα δῆ‐ | |
10 | λόν ἐστιν, ὡς οὐ διὰ τροφὴν οὐδὲ χρείαν οὐδ’ ἀναγκαίως | |
997B | ἀλλ’ ὑπὸ κόρου καὶ ὕβρεως καὶ πολυτελείας ἡδονὴν πε‐ ποίηνται τὴν ἀνομίαν· εἶθ’ ὥσπερ ἐν γυναιξὶν κόρον ἡδονῆς οὐκ ἐχούσαις ἀποπειρώμενος πάντα καὶ πλανώμε‐ νος 〈ὁ〉 ἀκολασταίνων ἐξέπεσεν εἰς τὰ ἄρρητα, οὕτως | |
5 | αἱ περὶ τὴν ἐδωδὴν ἀκρασίαι τὸ φυσικὸν παρελθοῦσαι καὶ | |
ἀναγκαῖον τέλος ἐν ὠμότητι καὶ παρανομίᾳ ποικίλλουσι τὴν ὄρεξιν. συννοσεῖ γὰρ ἀλλήλοις τὰ αἰσθητήρια καὶ συναναπείθεται καὶ συνακολασταίνει μὴ κρατοῦντα τῶν φυσικῶν μέτρων. οὕτως ἀκοὴ νοσήσασα μουσικὴν διέφ‐ | 106 | |
10 | θειρεν, ἀφ’ ἧς τὸ θρυπτόμενον καὶ ἐκλυόμενον αἰσχρὰς ποθεῖ ψηλαφήσεις καὶ γυναικώδεις γαργαλισμούς. ταῦτα | |
997C | τὴν ὄψιν ἐδίδαξε μὴ πυρρίχαις χαίρειν μηδὲ χειρονομίαις μηδ’ ὀρχήμασι γλαφυροῖς μηδ’ ἀγάλμασι καὶ γραφαῖς, ἀλλὰ φόνον καὶ θάνατον ἀνθρώπων καὶ τραύματα καὶ μάχας θέαμα ποιεῖσθαι πολυτελέστατον. οὕτως ἕπονται | |
5 | παρανόμοις τραπέζαις συνουσίαι ἀκρατεῖς, ἀφροδισίοις αἰσχροῖς ἀκροάσεις ἄμουσοι, μέλεσι καὶ ἀκούσμασιν ἀναισχύντοις θέατρα ἔκφυλα, θεάμασιν ἀνημέροις ἀπά‐ θεια πρὸς ἀνθρώπους καὶ ὠμότης. διὰ τοῦτο 〈διέταττεν〉 ὁ θεῖος Λυκοῦργος ἐν ταῖς τρισὶ ῥήτραις τὸ ἀπὸ πρίονος | |
10 | καὶ πελέκεως γίγνεσθαι τὰ θυρώματα τῶν οἰκιῶν καὶ | |
997D | τὰς ἐρέψεις, ἄλλο δ’ ὄργανον μηδὲν προσφέρεσθαι, οὐ πολεμῶν δήπου τερέτροις καὶ σκεπάρνοις καὶ ὅσα λεπ‐ τουργεῖν πέφυκεν ἀλλ’ εἰδὼς ὅτι διὰ τοιούτων ἔργων οὐκ εἰσοίσεις κλινίδιον ἐπίχρυσον οὐδὲ τολμήσεις εἰς οἰκίαν | |
5 | λιτὴν ἀργυρᾶς εἰσενεγκεῖν τραπέζας καὶ δάπιδας ἁλουρ‐ γοὺς καὶ λίθους πολυτελεῖς· ἀλλ’ ἕπεται οἰκίᾳ καὶ κλίνῃ καὶ τραπέζῃ καὶ κύλικι τοιαύτῃ δεῖπνον ἀφελὲς καὶ ἄρι‐ στον δημοτικόν, ἀρχῇ δὲ μοχθηρᾶς διαίτης (Semon. fr. 5) | |
8 | ‘ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχει‘ | |
9 | ||
10 | πᾶσα τρυφὴ καὶ πολυτέλεια. Ποῖον οὖν οὐ πολυτελὲς δεῖπνον, εἰς ὃ [οὐ] θανατοῦ‐ | |
ταί τι ἔμψυχον; μικρὸν ἀνάλωμα ἡγούμεθα ψυχήν; οὔπω | 107 | |
997E | λέγω τάχα μητρὸς ἢ πατρὸς ἢ φίλου τινὸς ἢ παιδός, ὡς ἔλεγεν Ἐμπεδοκλῆς· ἀλλ’ αἰσθήσεώς γε μετέχουσαν, ὄψεως ἀκοῆς, φαντασίας συνέσεως, ἣν ἐπὶ κτήσει τοῦ οἰκείου καὶ φυγῇ τοῦ ἀλλοτρίου παρὰ τῆς φύσεως ἕκα‐ | |
5 | στον εἴληχε. σκόπει δ’ ἡμᾶς πότεροι βέλτιον ἐξημεροῦσι τῶν φιλοσόφων, οἱ καὶ τέκνα καὶ φίλους καὶ πατέρας καὶ γυναῖκας ἐσθίειν κελεύοντες [ὡς] ἀποθανόντας, ἢ Πυθα‐ γόρας καὶ Ἐμπεδοκλῆς ἐθίζοντες εἶναι καὶ πρὸς τὰ ἀλλο‐ γενῆ δικαίους. σὺ μὲν καταγελᾷς τοῦ τὸ πρόβατον μὴ | |
10 | ἐσθίοντος· ἀλλ’ ἡμεῖς σε, φήσουσι, θεασάμενοι τοῦ πα‐ τρὸς τεθνηκότος ἢ τῆς μητρὸς ἀποτεμόντα μερίδας καὶ | |
997F | τῶν φίλων ἀποπεμπόμενον τοῖς μὴ παροῦσι, τοὺς δὲ παρόντας καλοῦντα καὶ παρατιθέντα τῶν σαρκῶν ἀφει‐ δῶς, μή τι γελάσωμεν, ἀλλὰ καὶ νῦν ἴσως ἁμαρτάνομεν, ὅταν ἁψώμεθα τῶν βιβλίων τούτων, μὴ καθαιρόμενοι | |
5 | χεῖρας καὶ ὄψεις καὶ πόδας καὶ ἀκοάς, εἰ μὴ νὴ Δί’ ἐκεί‐ νων καθαρμός ἐστι τὸ περὶ τούτων διαλέγεσθαι ‘ποτίμῳ | |
998A | λόγῳ‘ ὥς φησιν ὁ Πλάτων (Phaedr. 243d) | ‘ἁλμυρὰν ἀκοὴν ἀποκλυζομένουσ‘. εἰ δὲ θείη τις τὰ βιβλία παρ’ ἄλληλα καὶ τοὺς λόγους, ἐκεῖνα μὲν Σκύθαις † φιλοσο‐ φῆσαι καὶ Σογδιανοῖς καὶ Μελαγχλαίνοις, περὶ ὧν | |
5 | Ἡρόδοτος ἱστορῶν ἀπιστεῖται· τὰ δὲ Πυθαγόρου καὶ Ἐμπεδοκλέους δόγματα νόμοι τῶν παλαιῶν ἦσαν Ἑλλή‐ νων † καὶ πυρία καὶ δίαιται *** [ὅτι πρὸς τὰ ἄλογα ζῷα δίκαιον ἡμῖν οὐδὲν ἔστι.] Τίνες οὖν ὕστερον τοῦτ’ ἔγνωσαν; (Arati Phaen. 131) | 108 |
9 | ||
10 | ‘οἳ πρῶτοι κακοεργὸν ἐχαλκεύσαντο μάχαιραν εἰνοδίην, πρῶτοι δὲ βοῶν ἐπάσαντ’ ἀροτήρων.‘ | |
11 | οὕτω τοι καὶ οἱ τυραννοῦντες ἄρχουσι μιαιφονίας. ὥσπερ | |
998B | 〈γὰρ〉 τὸ πρῶτον ἀπέκτειναν Ἀθήνησι τὸν κάκιστον τῶν συκοφαντῶν, ὃς ἐπιτήδειος προσηγορεύθη, καὶ δεύτερον ὁμοίως καὶ τρίτον· εἶτ’ ἐκ τούτου συνήθεις γενόμενοι Νικήρατον 〈περι〉εώρων ἀπολλύμενον τὸν Νικίου καὶ | |
5 | Θηραμένη τὸν στρατηγὸν καὶ Πολέμαρχον τὸν φιλόσο‐ φον· οὕτω τὸ πρῶτον ἄγριόν τι ζῷον ἐβρώθη καὶ κακοῦρ‐ γον, εἶτ’ ὄρνις τις ἢ ἰχθὺς εἵλκυστο· καὶ γευσάμενον οὕτω καὶ προμελετῆσαν ἐν ἐκείνοις τὸ φονικὸν ἐπὶ βοῦν ἐργάτην ἦλθε καὶ τὸ κοσμοῦν πρόβατον καὶ τὸν οἰκουρὸν ἀλεκ‐ | |
10 | τρυόνα· καὶ κατὰ μικρὸν οὕτω τὴν ἀπληστίαν στομώ‐ | |
998C | σαντες ἐπὶ σφαγὰς ἀνθρώπων καὶ πολέμους καὶ φόνους | |
προῆλθον. ἀλλ’ ἐὰν μὴ προσαποδείξῃ τις, ὅτι χρῶν‐ ται κοινοῖς αἱ ψυχαὶ σώμασιν ἐν ταῖς παλιγγενεσίαις καὶ τὸ νῦν λογικὸν αὖθις γίγνεται ἄλογον καὶ πάλιν ἥμερον | 109 | |
5 | τὸ νῦν ἄγριον, ἀλλάσσει δ’ ἡ φύσις ἅπαντα καὶ μετοικίζει ‘σαρκῶν ἀλλογνῶτι περιστέλλουσα χιτῶνι‘ (Emped. B 126), ταῦτ’ οὐκ ἀποτρέψει τὸ ἀνήμερον, τὸ ἀκόλαστον, τὸ καὶ σώματι νόσους καὶ βαρύτητας ἐμποιοῦν καὶ ψυχὴν ἐπὶ πόλεμον ἀνομώτερον τρεπομένην διαφθεῖρον, ὅταν | |
10 | ἐθισθῶμεν [μὴ] αἵματος ἄνευ καὶ φόνου μὴ ξένον ἑστιᾶν, μὴ γάμον ἑορτάζειν, μὴ φίλοις συγγίγνεσθαι. | |
998D | Καίτοι τῆς λεγομένης ταῖς ψυχαῖς εἰς σώματα πάλιν μεταβολῆς εἰ μὴ πίστεως ἄξιον τὸ ἀποδεικνύμενον, ἀλλ’ εὐλαβείας γε μεγάλης καὶ δέους τὸ ἀμφίβολον. οἷον εἴ τις ἐν νυκτομαχίᾳ στρατοπέδων ἀνδρὶ πεπτωκότι καὶ τὸ | |
5 | σῶμα κρυπτομένῳ τοῖς ὅπλοις ἐπιφέρων ξίφος ἀκούσειέ τινος λέγοντος οὐ πάνυ μὲν εἰδέναι βεβαίως, οἴεσθαι δὲ καὶ δοκεῖν υἱὸν αὐτοῦ τὸν κείμενον ἢ ἀδελφὸν ἢ πατέρα ἢ σύσκηνον εἶναι· τί βέλτιον, ὑπονοίᾳ προσθέμενον οὐκ ἀληθεῖ προέσθαι τὸν ἐχθρὸν ὡς φίλον, ἢ καταφρονήσαντα | |
10 | τοῦ μὴ βεβαίου πρὸς πίστιν ἀνελεῖν τὸν οἰκεῖον ὡς πολέ‐ μιον; ἐκεῖνο δεινὸν φήσετε πάντες. σκόπει δὲ καὶ τὴν | |
998E | ἐν τῇ τραγῳδίᾳ Μερόπην ἐπὶ τὸν υἱὸν αὐτὸν ὡς φονέα τοῦ υἱοῦ πέλεκυν ἀραμένην καὶ λέγουσαν (Eur. fr. 456) | |
2 | † ‘ὠνητέραν δὴ τήνδ’ ἐγὼ δίδωμί σοι | |
πληγήν‘ | 110 | |
5 | ὅσον ἐν τῷ θεάτρῳ κίνημα ποιεῖ, συνεξορθιάζουσα φόβῳ, καὶ δέος μὴ φθάσῃ τὸν ἐπιλαμβανόμενον γέροντα καὶ τρώσῃ τὸ μειράκιον. εἰ δ’ ἕτερος γέρων παρεστήκοι λέ‐ γων ‘παῖσον, πολέμιός ἐστιν‘, ἕτερος δὲ ‘μὴ παίσῃς, υἱός ἐστι‘, πότερον ἀδίκημα μεῖζον, ἐχθροῦ κόλασιν ἐκλιπεῖν | |
10 | διὰ τὸν υἱὸν ἢ τεκνοκτονίᾳ περιπεσεῖν ὑπὸ τῆς πρὸς τὸν ἐχθρὸν ὀργῆς; ὁπότε τοίνυν οὐ μῖσός ἐστιν οὐδὲ θυμὸς ὁ πρὸς τὸν φόνον ἐξάγων ἡμᾶς οὐδ’ ἄμυνά τις οὐδὲ φόβος | |
998F | ὑπὲρ αὑτῶν, ἀλλ’ εἰς ἡδονῆς μέρος ἕστηκεν ἱερεῖον ἀνα‐ κεκλασμένῳ τραχήλῳ ὑποκείμενον, εἶτα λέγει τῶν φιλο‐ σόφων ὁ μέν ‘κατάκοψον, ἄλογόν ἐστι τὸ ζῷον‘, ὁ δέ ‘ἀνάσχου· τί γὰρ εἰ συγγενοῦς ἢ φίλου τινος ἐνταῦθα | |
5 | ψυχὴ κεχώρηκεν;‘ ἴσος γ’, ὦ θεοί, καὶ ὅμοιος ὁ κίνδυνος, ἐκεῖ, ἂν ἀπειθῶ, 〈μὴ〉 φαγεῖν κρέας, 〈ἐνταῦθα δ’〉, ἂν ἀπιστῶ, φονεῦσαι τέκνον ἢ ἕτερον οἰκεῖον. | | |
999A | Οὐκ ἴσος δέ τις οὗτος ὁ ἀγὼν τοῖς Στωικοῖς ὑπὲρ τῆς σαρκοφαγίας. τίς γὰρ ὁ πολὺς τόνος εἰς τὴν γαστέρα | |
καὶ τὰ ὀπτανεῖα; τί τὴν ἡδονὴν θηλύνοντες καὶ διαβάλ‐ λοντες ὡς οὔτ’ ἀγαθὸν οὔτε προηγμένον οὔτ’ οἰκεῖον οὕτω | 111 | |
5 | πρὸς τὰ περι〈ττὰ〉 τῶν ἡδονῶν ἐσπουδάκασι; καὶ μὴν ἀκόλουθον ἦν αὐτοῖς, εἰ μύρον ἐξελαύνουσι καὶ πέμμα τῶν συμποσίων, μᾶλλον αἷμα καὶ σάρκα δυσχεραίνειν. νῦν δ’ ὥσπερ εἰς τὰς ἐφημερίδας φιλοσοφοῦντες δαπάνην ἀφαιροῦσι τῶν δείπνων ἐν τοῖς ἀχρήστοις καὶ περιττοῖς, | |
10 | τὸ δ’ ἀνήμερον τῆς πολυτελείας καὶ φονικὸν οὐ παραιτοῦν‐ ται. ‘ναί, φησίν, οὐδὲν γὰρ ἡμῖν πρὸς τὰ ἄλογα οἰκεῖον | |
999B | ἔστιν.‘ οὐδὲ γὰρ πρὸς τὸ μύρον, φαίη τις ἄν, οὐδὲ πρὸς τὰ ξενικὰ τῶν ἡδυσμάτων· ἀλλὰ καὶ τούτων ἀποτρέπεσθε, τὸ μὴ χρήσιμον μηδ’ ἀναγκαῖον ἐν ἡδονῇ πανταχόθεν ἐξελαύνοντες. | |
5 | Οὐ μὴν ἀλλὰ καὶ τοῦτ’ ἤδη σκεψώμεθα, τὸ μηδὲν εἶναι πρὸς τὰ ζῷα δίκαιον ἡμῖν, μήτε τεχνικῶς μήτε σοφιστικῶς, ἀλλὰ τοῖς πάθεσιν ἐμβλέψαντες τοῖς ἑαυτῶν καὶ πρὸς ἑαυτοὺς ἀνθρωπικῶς λαλήσαντες καὶ ἀνακρί‐ | |
ναντες. *** | 112 |