TLG 0007 130 :: PLUTARCHUS :: Bruta animalia ratione uti (985d–992e)

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Bruta animalia ratione uti (985d–992e)

Source: Hubert, C. (ed.), Plutarchi moralia, vol. 6.1. Leipzig: Teubner, 1954 (repr. 1959): 76–93.

Citation: Stephanus page — section — (line)

t

1

ΠΕΡΙ ΤΟΥ ΤΑ ΑΛΟΓΑ ΛΟΓΩΙ ΧΡΗΣΘΑΙ

985

D

Ο. Ταῦτα μέν, ὦ Κίρκη, μεμαθηκέναι δοκῶ καὶ δια‐ μνημονεύσειν· ἡδέως δ’ ἄν σου πυθοίμην, εἴ τινας ἔχεις Ἕλληνας ἐν τούτοις, οὓς λύκους καὶ λέοντας ἐξ ἀνθρώ‐ πων πεποίηκας.

985

E

Κ. Καὶ πολλούς, ὦ ποθούμεν’ Ὀδυσσεῦ. πρὸς τί δὲ τοῦτ’ ἐρωτᾷς; Ο. Ὅτι νὴ Δία καλὴν ἄν μοι δοκῶ γενέσθαι φιλοτιμίαν
πρὸς τοὺς Ἕλληνας, εἰ χάριτι σῇ λαβὼν τούτους αὖθις76
5〈εἰσ〉 ἀνθρώπους [ἑταίρους] ἀνασώσαιμι καὶ μὴ περι‐ ίδοιμι καταγηράσαντας παρὰ φύσιν ἐν σώμασι θηρίων, οἰκτρὰν καὶ ἄτιμον οὕτω δίαιταν ἔχοντας. Κ. Οὗτος ὁ ἀνὴρ οὐχ αὑτῷ μόνον οὐδὲ τοῖς ἑταίροις, ἀλλὰ τοῖς μηδὲν προσήκουσιν οἴεται δεῖν ὑπ’ ἀβελτερίας
10συμφορὰν γενέσθαι τὴν αὑτοῦ φιλοτιμίαν. Ο. Ἕτερον αὖ τινα τοῦτον, ὦ Κίρκη, κυκεῶνα λόγων ταράττεις καὶ ὑποφαρμάττεις, ἐμὲ γοῦν ἀτεχνῶς ποι‐ οῦσα θηρίον, εἰ πείσομαί σοι ὡς συμφορά ἐστιν ἄνθρω‐

985

F

πον ἐκ θηρίου γενέσθαι. Κ. Οὐ γὰρ ἤδη τούτων ἀτοπώτερα πεποίηκας σεαυ‐ τόν, ὃς τὸν ἀθάνατον καὶ ἀγήρω σὺν ἐμοὶ βίον ἀφεὶς ἐπὶ γυναῖκα θνητήν, ὡς δ’ ἐγώ φημι καὶ γραῦν ἤδη, διὰ μυ‐

986

A

ρίων ἔτι κακῶν σπεύδεις, | ὡς δὴ περίβλεπτος ἐκ τού‐ του καὶ ὀνομαστὸς ἔτι μᾶλλον ἢ νῦν γεν〈ησ〉όμενος, κενὸν ἀγαθὸν καὶ εἴδωλον ἀντὶ τῆς ἀληθείας διώκων; Ο. Ἐχέτω ταῦτα, ὡς λέγεις, ὦ Κίρκη· τί γὰρ δεῖ πολ‐
5λάκις ζυγομαχεῖν ἡμᾶς περὶ τῶν αὐτῶν; τούτους δέ μοι δὸς ἀναλύσασα καὶ χάρισαι τοὺς ἄνδρας. Κ. Οὐχ οὕτω γ’ ἁπλῶς, μὰ τὴν Ἑκάτην· οὐ γὰρ οἱ τυχόντες εἰσίν· ἀλλ’ ἐροῦ πρῶτον αὐτούς, εἰ θέλουσιν· ἂν δὲ μὴ φῶσι, διαλεχθείς, ὦ γενναῖε, πεῖσον· ἐὰν δὲ μὴ
10πείσῃς ἀλλὰ καὶ περιγένωνται διαλεγόμενοι, ἱκανὸν ἔστω σοι περὶ σεαυτοῦ καὶ τῶν φίλων κακῶς βεβουλεῦσθαι.

986

B

Ο. Τί μου καταγελᾷς, ὦ μακαρία; πῶς γὰρ ἂν ἢ δοῖεν οὗτοι λόγον ἢ λάβοιεν, ἕως ὄνοι καὶ σύες καὶ λέον‐ τές εἰσι; Κ. Θάρρει, φιλοτιμότατ’ ἀνθρώπων· ἐγώ σοι παρέξω
5καὶ συνιέντας αὐτοὺς καὶ διαλεγομένους· μᾶλλον δ’ εἷς ἱκανὸς ἔσται καὶ διδοὺς καὶ λαμβάνων ὑπὲρ πάντων λό‐ γον· ἰδού, τούτῳ διαλέγου. Ο. Καὶ τίνα τοῦτον, ὦ Κίρκη, προσαγορεύσομεν; ἢ τίς ἦν οὗτος ἀνθρώπων;77
10 Κ. Τί γὰρ τοῦτο πρὸς τὸν λόγον; ἀλλὰ κάλει αὐτόν, εἰ βούλει, Γρύλλον. ἐγὼ δ’ ἐκστήσομαι ὑμῖν, μὴ καὶ παρὰ γνώμην ἐμοὶ δοκῇ χαριζόμενος διαλέγεσθαι.

986

C

Γ. Χαῖρε, Ὀδυσσεῦ. Ο. Καὶ σὺ νὴ Δία, Γρύλλε. Γ. Τί βούλει ἐρωτᾶν; Ο. Ἐγὼ γινώσκων ὑμᾶς ἀνθρώπους γεγονότας οἰκτείρω
5μὲν [οὖν] ἅπαντας οὕτως ἔχοντας, εἰκὸς δέ μοι μᾶλλον διαφέρειν ὅσοι Ἕλληνες ὄντες εἰς ταύτην ἀφῖχθε τὴν δυσ‐ τυχίαν· νῦν οὖν ἐποιησάμην τῆς Κίρκης δέησιν, ὅπως τὸν βουλόμενον ὑμῶν ἀναλύσασα καὶ καταστήσασα πάλιν εἰς τὸ ἀρχαῖον εἶδος ἀποπέμψῃ μεθ’ ἡμῶν.
10 Γ. Παῦε, Ὀδυσσεῦ, καὶ περαιτέρω μηδὲν εἴπῃς· ὡς καὶ σοῦ πάντες ἡμεῖς καταφρονοῦμεν, ὡς μάτην ἄρα δει‐ νὸς ἐλέγου καὶ τῷ φρονεῖν πολὺ τῶν ἄλλων ἀνθρώπων

986

D

ἐδόκεις διαφέρειν, ὃς αὐτὸ τοῦτ’ ἔδεισας, τὴν μεταβολὴν ἐκ χειρόνων εἰς ἀμείνω, μὴ σκεψάμενος· ὡς γὰρ οἱ παῖδες τὰ φάρμακα τῶν ἰατρῶν φοβοῦνται καὶ τὰ μαθήματα φεύγουσιν, ἃ μεταβάλλοντα ἐκ νοσερῶν καὶ ἀνοήτων
5ὑγιεινοτέρους καὶ φρονιμωτέρους ποιοῦσιν αὐτούς, οὕτω σὺ διεκρούσω τὸ ἄλλος ἐξ ἄλλου γενέσθαι, καὶ νῦν αὐτός τε φρίττων καὶ ὑποδειμαίνων τῇ Κίρκῃ σύνει, μή σε ποι‐ ήσῃ λαθοῦσα σῦν ἢ λύκον, ἡμᾶς τε πείθεις, ἐν ἀφθόνοις ζῶντας ἀγαθοῖς, ἀπολιπόντας ἅμα τούτοις τὴν ταῦτα
10παρασκευάζουσαν ἐκπλεῖν μετὰ σοῦ, τὸ πάντων φιλο‐78

986

E

〈πονώτατον καὶ βαρυ〉ποτμότατον ζῷον αὖθις ἀνθρώ‐ πους γενομένους. Ο. Ἐμοὶ σύ, Γρύλλε, δοκεῖς οὐ τὴν μορφὴν μόνον ἀλλὰ καὶ τὴν διάνοιαν ὑπὸ τοῦ πόματος ἐκείνου διεφθάρθαι καὶ
5γεγονέναι μεστὸς ἀτόπων καὶ διαλελωβημένων παντά‐ πασι δοξῶν· ἢ σέ τις αὖ συνηθείας ἡδονὴ πρὸς τόδε τὸ σῶμα καταγεγοήτευκεν; Γ. Οὐδέτερα τούτων, ὦ βασιλεῦ Κεφαλλήνων· ἂν δὲ διαλέγεσθαι μᾶλλον ἐθέλῃς ἢ λοιδορεῖσθαι, ταχύ σε μετα‐
10πείσομεν, ἑκατέρου τῶν βίων ἐμπείρως ἔχοντες, ὅτι ταῦτα πρὸ ἐκείνων εἰκότως ἀγαπῶμεν. Ο. Ἀλλὰ μὴν ἐγὼ πρόθυμος ἀκροᾶσθαι.

986

F

Γ. Καὶ ἡμεῖς τοίνυν λέγειν. ἀρκτέον δὲ πρῶτον ἀπὸ τῶν ἀρετῶν, ἐφ’ αἷς ὁρῶμεν ὑμᾶς μέγα φρονοῦντας, ὡς τῶν θηρίων πολὺ καὶ δικαιοσύνῃ καὶ φρονήσει καὶ ἀνδρείᾳ καὶ ταῖς ἄλλαις ἀρεταῖς διαφέροντας. ἀπόκριναι δή μοι,
5σοφώτατ’ ἀνδρῶν· ἤκουσα γάρ σού ποτε διηγουμένου τῇ Κίρκῃ περὶ τῆς τῶν Κυκλώπων γῆς, ὡς οὔτ’ ἀρουμένη τὸ παράπαν οὔτε τινὸς εἰς αὐτὴν φυτεύοντος οὐδὲν οὕτως ἐστὶν γενναία καὶ ἀγαθὴ τὴν φύσιν, ὥσθ’ ἅπαντας ἐκ‐

987

A

φέρειν τοὺς καρποὺς ἀφ’ αὑτῆς· | πότερον οὖν ταύτην ἐπαι‐ νεῖς μᾶλλον ἢ τὴν αἰγίβοτον Ἰθάκην καὶ τραχεῖαν, ἣ μό‐ λις ἀπ’ ἔργων τε πολλῶν καὶ διὰ πόνων μεγάλων μικρὰ καὶ γλίσχρα καὶ μηδενὸς ἄξια τοῖς γεωργοῦσιν ἀνα‐
5δίδωσι; καὶ ὅπως οὐ χαλεπῶς οἴσεις, παρὰ τὸ φαινόμενον εὐνοίᾳ τῆς πατρίδος ἀποκρινόμενος. Ο. Ἀλλ’ οὐ δεῖ ψεύδεσθαι· φιλῶ μὲν γὰρ καὶ ἀσπάζο‐ μαι τὴν ἐμαυτοῦ πατρίδα καὶ χώραν μᾶλλον, ἐπαινῶ δὲ
καὶ θαυμάζω τὴν ἐκείνων.79
10 Γ. Οὐκοῦν τοῦτο μὲν οὕτως ἔχειν φήσομεν, ὡς ὁ φρο‐ νιμώτατος ἀνθρώπων ἄλλα μὲν οἴεται δεῖν ἐπαινεῖν καὶ

987

B

δοκιμάζειν ἄλλα δ’ αἱρεῖσθαι καὶ ἀγαπᾶν, ἐκεῖνο δ’ οἶμαί σε καὶ περὶ τῆς ψυχῆς ἀποκεκρίσθαι· ταὐτὸν γάρ ἐστι τῷ περὶ τῆς χώρας, ὡς ἀμείνων ἥτις ἄνευ πόνου τὴν ἀρετὴν ὥσπερ αὐτοφυῆ καρπὸν ἀναδίδωσιν.
5 Ο. Ἔστω καὶ τοῦτό σοι οὕτως. Γ. Ἤδη μὲν οὖν ὁμολογεῖς τὴν τῶν θηρίων ψυχὴν εὐφυεστέραν εἶναι πρὸς γένεσιν ἀρετῆς καὶ τελειοτέραν· ἀνεπίτακτος γὰρ καὶ ἀδίδακτος ὥσπερ ἄσπορος καὶ ἀνή‐ ροτος ἐκφέρει καὶ αὔξει κατὰ φύσιν τὴν ἑκάστῳ προσ‐
10ήκουσαν ἀρετήν. Ο. Καὶ τίνος ποτ’ ἀρετῆς, ὦ Γρύλλε, μέτεστι τοῖς θηρίοις; Γ. Τίνος μὲν οὖν οὐχὶ μᾶλλον ἢ τῷ σοφωτάτῳ τῶν

987

C

ἀνθρώπων; σκόπει δὲ πρῶτον, εἰ βούλει, τὴν ἀνδρείαν, ἐφ’ ᾗ σὺ φρονεῖς μέγα καὶ οὐκ ἐγκαλύπτῃ ‘θρασὺσ‘ καὶ ‘πτολίπορθοσ‘ ἀποκαλούμενος, ὅστις, ὦ σχετλιώτατε, δόλοις καὶ μηχαναῖς ἀνθρώπους ἁπλοῦν καὶ γενναῖον
5εἰδότας πολέμου τρόπον ἀπάτης δὲ καὶ ψευδῶν ἀπείρους παρακρουσάμενος ὄνομα τῇ πανουργίᾳ προστίθης ἀρετῆς ἥκιστα πανουργίαν προσιεμένης. ἀλλὰ τῶν γε θηρίων τοὺς πρὸς ἄλληλα καὶ πρὸς ὑμᾶς ἀγῶνας ὁρᾷς ὡς ἄδολοι καὶ ἄτεχνοι καὶ μετ’ ἐμφανοῦς γυμνοῦ τε τοῦ θαρρεῖν
10πρὸς ἀληθινῆς ἀλκῆς ποιοῦνται τὰς ἀμύνας· καὶ οὔτε

987

D

νόμου καλοῦντος οὔτ’ ἀστρατείας δεδοικότα γραφὴν ἀλλὰ φύσει φεύγοντα τὸ κρατεῖσθαι μέχρι τῶν ἐσχάτων ἐγκαρ‐ τερεῖ καὶ διαφυλάττει τὸ ἀήττητον· οὐ γὰρ ἡττᾶται κρα‐
τούμενα τοῖς σώμασιν οὐδ’ ἀπαγορεύει ταῖς ψυχαῖς ἀλλὰ80
5ταῖς μάχαις ἐναποθνήσκει. πολλῶν δὲ θνησκόντων ἡ ἀλκὴ μετὰ τοῦ θυμοειδοῦς ἀποχωρήσασά που καὶ συν‐ αθροισθεῖσα περὶ ἕν τι τοῦ σώματος μόριον ἀνθίσταται τῷ κτείνοντι καὶ πηδᾷ καὶ ἀγανακτεῖ, μέχρις ἂν ὥσπερ πῦρ ἐγκατασβεσθῇ παντάπασι καὶ ἀπόληται. δέησις δ’
10οὐκ ἔστιν οὐδ’ οἴκτου παραίτησις οὐδ’ ἐξομολόγησις ἥττης, οὐδὲ δουλεύει λέων λέοντι καὶ ἵππος ἵππῳ δι’

987

E

ἀνανδρίαν, ὥσπερ ἄνθρωπος ἀνθρώπῳ, τὴν τῆς δειλίας ἐπώνυμον εὐκόλως [ἐν]ἀσπαζόμενος. ὅσα δ’ ἄνθρωποι πάγαις ἢ δόλοις ἐχειρώσαντο, τὰ μὲν ἤδη τέλεια καὶ τρο‐ φὴν ἀπωσάμενα καὶ πρὸς δίψαν ἐγκαρτερήσαντα τὸν πρὸ
5δουλείας ἐπάγεται καὶ ἀγαπᾷ θάνατον· νεοσσοῖς δὲ καὶ σκύμνοις τούτων, δι’ ἡλικίαν εὐαγώγοις καὶ ἁπαλοῖς οὖσιν, πολλὰ καὶ ἀπατηλὰ μειλίγματα καὶ † ὑποπεττεύ‐ ματα προσφέροντες καὶ καταφαρμάττοντες, ἡδονῶν παρὰ φύσιν γευόμενα καὶ διαίτης ἀδρανῆ χρόνῳ κατειργάσαντο,
10ἕως προσεδέξαντο καὶ ὑπέμειναν τὴν καλουμένην ἐξημέ‐

987

F

ρωσιν ὥσπερ ἀπογυναίκωσιν τοῦ θυμοειδοῦς· οἷς δὴ μά‐ λιστα δῆλον ὅτι τὰ θηρία πρὸς τὸ θαρρεῖν εὖ πέφυκε. τοῖς δ’ ἀνθρώποις ἡ καρτέρησις καὶ παρὰ φύσιν ἐστίν. ἐκεῖθεν δ’ ἄν, ὦ βέλτιστ’ Ὀδυσσεῦ, μάλιστα καταμάθοις. ἐν γὰρ
5τοῖς θηρίοις ἰσορροπεῖ πρὸς ἀλκὴν ἡ φύσις καὶ τὸ θῆλυ τοῦ ἄρρενος οὐδὲν ἀποδεῖ πονεῖν τε τοὺς ἐπὶ τοῖς ἀναγ‐
καίοις πόνους ἀγωνίζεσθαί τε τοὺς ὑπὲρ τῶν τέκνων ἀγῶνας. ἀλλὰ καὶ Κρομμυωνίαν τινὰ σῦν ἀκούεις, ἣ πράγματα πολλά, θῆλυ θηρίον οὖσα, τῷ Θησεῖ παρέσχε· |81

988

A

καὶ τὴν Σφίγγα ἐκείνην οὐκ ἂν ὤνησεν ἡ σοφία περὶ τὸ Φίκιον ἄνω καθεζομένην, αἰνίγματα καὶ γρίφους πλέκου‐ σαν, εἰ μὴ ῥώμῃ καὶ ἀνδρείᾳ πολὺ τῶν Καδμείων ἐπε‐ κράτει. ἐκεῖ δέ που καὶ Τευμησίαν ἀλώπεκα ‘μέρμερον
5χρῆμα‘ καὶ πλησίον ὄφιν τῷ Ἀπόλλωνι περὶ τοῦ χρηστη‐ ρίου μονομαχοῦσαν ἐν Δελφοῖς γενέσθαι λέγουσι. τὴν δ’ Αἴθην ὁ βασιλεὺς ὑμῶν ἔλαβε παρὰ τοῦ Σικυωνίου μισθὸν ἀστρατείας, ἄριστα βουλευσάμενος, ὃς δειλοῦ προετίμησεν ἀνδρὸς ἵππον ἀγαθὴν καὶ φιλόνικον. αὐτὸς δὲ καὶ παρδά‐
10λεις καὶ λεαίνας πολλάκις ἑώρακας ὡς οὐδέν τι τὰ θήλεα

988

B

τοῖς ἄρρεσιν ὑφίεται θυμοῦ καὶ ἀλκῆς, ὥσπερ ἡ σὴ γυνὴ σοῦ πολεμοῦντος οἴκοι κάθηται πρὸς ἐσχάρᾳ πυρός, οὐκ ἂν οὐδ’ ὅσον αἱ χελιδόνες ἀμυνομένη τοὺς ἐπ’ αὐτὴν καὶ τὸν οἶκον βαδίζοντας, καὶ ταῦτα Λάκαινα οὖσα· τί οὖν
5ἔτι σοι λέγω τὰς Καρίνας ἢ Μαιονίδας; ἀλλ’ ἐκ τούτων γε δῆλόν ἐστιν, ὅτι τοῖς ἀνδράσιν οὐ φύσει μέτεστι τῆς ἀνδρείας· μετῆν γὰρ ἂν ὁμοίως καὶ ταῖς γυναιξὶν ἀλκῆς. ὥσθ’ ὑμεῖς κατὰ νόμων ἀνάγκην οὐχ ἑκούσιον οὐδὲ βου‐ λομένην ἀλλὰ δουλεύουσαν ἔθεσι καὶ ψόγοις καὶ δόξαις
10ἐπήλυσι καὶ λόγοις πλανωμένοις μελετᾶτε ἀνδρείαν· καὶ

988

C

τοὺς πόνους ὑφίστασθε καὶ τοὺς κινδύνους οὐ πρὸς ταῦτα θαρροῦντες ἀλλὰ τῷ ἕτερα μᾶλλον τούτων δεδιέναι. ὥσπερ οὖν τῶν σῶν ἑταίρων ὁ φθάσας πρῶτος ἐπὶ τὴν ἐλαφρὰν
ἀνίσταται κώπην οὐ καταφρονῶν ἐκείνης ἀλλὰ δεδιὼς82
5καὶ φεύγων τὴν βαρυτέραν, οὕτως ὁ πληγὴν ὑπομένων, ἵνα μὴ λάβῃ τραύματα, καὶ πρὸ αἰκίας τινὸς ἢ θανάτου πολέμιον ἀμυνόμενος οὐ πρὸς ταῦτα θαρραλέος ἀλλὰ πρὸς ἐκεῖνα δειλός ἐστιν. οὕτω δ’ ἀναφαίνεται ὑμῖν ἡ μὲν ἀνδρεία δειλία φρόνιμος οὖσα, τὸ δὲ θάρσος φόβος ἐπιστή‐
10μην ἔχων τοῦ δι’ ἑτέρων ἕτερα φεύγειν. ὅλως δ’, εἰ πρὸς

988

D

ἀνδρείαν οἴεσθε βελτίους εἶναι τῶν θηρίων, τί ποθ’ ὑμῶν οἱ ποιηταὶ τοὺς κράτιστα τοῖς πολεμίοις μαχομένους ‘λυ‐ κόφρονασ‘ καὶ ‘θυμολέοντασ‘ καὶ ‘συῒ εἰκέλους ἀλκὴν‘ προσαγορεύουσιν, ἀλλ’ οὐ λέοντά τις αὐτῶν ‘ἀνθρωπό‐
5θυμον‘ οὐ σῦν ‘ἀνδρὶ εἴκελον ἀλκὴν‘ προσαγορεύει; ἀλλ’ ὥσπερ οἶμαι τοὺς ταχεῖς ‘ποδηνέμουσ‘ καὶ τοὺς καλοὺς ‘θεοειδεῖσ‘ ὑπερβαλλόμενοι ταῖς εἰκόσιν ὀνομάζουσιν, οὕτω τῶν δεινῶν μάχεσθαι πρὸς τὰ κρείττονα ποιοῦνται τὰς ἀφομοιώσεις. αἴτιον δ’, ὅτι τῆς μὲν ἀνδρείας οἷον
10βαφή τις ὁ θυμός ἐστι καὶ στόμωμα· τούτῳ δ’ ἀκράτῳ τὰ θηρία χρῆται πρὸς τοὺς ἀγῶνας, ὑμῖν δὲ προσμιγνύ‐

988

E

μενος πρὸς τὸν λογισμὸν ὥσπερ οἶνος πρὸς ὕδωρ ἐξίστα‐ ται παρὰ τὰ δεινὰ καὶ ἀπολείπει τὸν καιρόν. ἔνιοι δ’ ὑμῶν οὐδ’ ὅλως φασὶ χρῆναι παραλαμβάνειν ἐν ταῖς μάχαις τὸν θυμὸν ἀλλ’ ἐκποδὼν θεμένους νήφοντι χρῆσθαι τῷ λο‐
5γισμῷ, πρὸς μὲν σωτηρίας ἀσφάλειαν ὀρθῶς πρὸς δ’ ἀλκὴν καὶ ἄμυναν αἴσχιστα λέγοντες. πῶς γὰρ οὐκ ἄτο‐ πον αἰτιᾶσθαι μὲν ὑμᾶς τὴν φύσιν, ὅτι μὴ κέντρα προσ‐ έφυσε τοῖς σώμασι μηδ’ ἀμυντηρίους ὀδόντας μηδ’ ἀγκύ‐ λους ὄνυχας, αὐτοὺς δὲ τῆς ψυχῆς τὸ σύμφυτον ἀφαιρεῖν
10ὅπλον καὶ κολούειν; Ο. Παπαί, ὦ Γρύλλε, δεινός μοι δοκεῖς γεγονέναι

988

F

σοφιστής, ὅς γε καὶ νῦν ἐκ τῆς συηνίας φθεγγόμενος οὕτω νεανικῶς πρὸς τὴν ὑπόθεσιν ἐπικεχείρηκας. ἀλλὰ τί οὐ περὶ τῆς σωφροσύνης ἐφεξῆς διεξῆλθες; Γ. Ὅτι ᾤμην σε τῶν εἰρημένων πρότερον ἐπιλήψεσθαι·83
5σὺ δὲ σπεύδεις ἀκοῦσαι τὸ περὶ τῆς σωφροσύνης, ἐπεὶ σωφρονεστάτης μὲν ἀνὴρ εἶ γυναικός, ἀπόδειξιν δὲ σω‐ φροσύνης αὐτὸς οἴει δεδωκέναι, τῶν Κίρκης ἀφροδισίων περιφρονήσας. καὶ τούτῳ μὲν οὐδενὸς τῶν θηρίων δια‐ φέρεις πρὸς ἐγκράτειαν· οὐδὲ γὰρ ἐκεῖνα τοῖς κρείττοσιν

989

A

ἐπιθυμεῖ πλησιάζειν | ἀλλὰ καὶ τὰς ἡδονὰς καὶ τοὺς ἔρω‐ τας πρὸς τὰ ὁμόφυλα ποιεῖται. οὐ θαυμαστὸν οὖν ἐστιν, εἰ καθάπερ ὁ Μενδήσιος ἐν Αἰγύπτῳ τράγος λέγεται πολ‐ λαῖς καὶ καλαῖς συνειργνύμενος γυναιξὶν οὐκ εἶναι μίγνυ‐
5σθαι πρόθυμος ἀλλὰ πρὸς τὰς αἶγας ἐπτόηται μᾶλλον, οὕτω σὺ χαίρων ἀφροδισίοις συνήθεσιν οὐ θέλεις ἄνθρω‐ πος ὢν θεᾷ συγκαθεύδειν. τὴν δὲ Πηνελόπης σωφροσύνην μυρίαι κορῶναι κρώζουσαι γέλωτα θήσονται καὶ κατα‐ φρονήσουσιν, ὧν ἑκάστη, ἂν ἀποθάνῃ ὁ ἄρρην, οὐκ ὀλί‐
10γον χρόνον ἀλλ’ ἐννέα χηρεύει γενεὰς ἀνθρώπων· ὥστε

989

B

σοι τὴν καλὴν Πηνελόπην ἐννάκις ἀπολείπεσθαι τῷ σω‐ φρονεῖν ἧς βούλει κορώνης. Ἀλλ’ ἐπεί σε μὴ λέληθα σοφιστὴς ὤν, φέρε χρήσωμαι τάξει τινὶ τοῦ λόγου, τῆς μὲν σωφροσύνης ὅρον θέμενος
5κατὰ γένος δὲ τὰς ἐπιθυμίας διελόμενος. ἡ μὲν οὖν σω‐ φροσύνη βραχύτης τίς ἐστιν ἐπιθυμιῶν καὶ τάξις, ἀναι‐ ροῦσα μὲν τὰς ἐπεισάκτους καὶ περιττὰς καιρῷ δὲ καὶ
μετριότητι κοσμοῦσα τὰς ἀναγκαίας. ταῖς δ’ ἐπιθυμίαις ἐνορᾷς που μυρίαν διαφοράν· 〈αἱ μὲν γὰρ περὶ τὴν βρῶσιν〉84
10καὶ τὴν πόσιν ἅμα τῷ φυσικῷ καὶ τὸ ἀναγκαῖον ἔχουσιν· αἱ δὲ τῶν ἀφροδισίων αἷς ἀρχὰς ἡ φύσις ἐνδίδωσιν, ἔστι

989

C

δέ που καὶ μὴ χρώμενον ἔχειν ἱκανῶς ἀπαλλαγέντα, φυ‐ σικαὶ μὲν οὐκ ἀναγκαῖαι δ’ ἐκλήθησαν. τὸ δὲ τῶν μήτ’ ἀναγκαίων μήτε φυσικῶν ἀλλ’ ἔξωθεν ὑπὸ δόξης κενῆς δι’ ἀπειροκαλίαν ἐπικεχυμένων γένος ὑμῶν μὲν ὀλίγου
5δεῖν τὰς φυσικὰς ἀπέκρυψεν ὑπὸ πλήθους ἁπάσας, ἔχει δὲ καθάπερ ξένων ὄχλος ἔπηλυς ἐν δήμῳ καταβιαζόμενος πρὸς τοὺς ἐγγενεῖς πολίτας. τὰ δὲ θηρία παντάπασιν ἀβά‐ τους καὶ ἀνεπιμίκτους ἔχοντα τοῖς ἐπεισάκτοις πάθεσι τὰς ψυχὰς καὶ τοῖς βίοις πόρρω τῆς κενῆς δόξης ὥσπερ
10θαλάσσης ἀπῳκισμένα τοῦ γλαφυρῶς καὶ περιττῶς διά‐ γειν ἀπολείπεται· τὸ δὲ σωφρονεῖν καὶ μᾶλλον εὐνομεῖ‐

989

D

σθαι ταῖς ἐπιθυμίαις, οὔτε πολλαῖς συνοικούσαις οὔτ’ ἀλ‐ λοτρίαις, σφόδρα διαφυλάττεται. ἐμὲ γοῦν καὶ αὐτὸν οὐχ ἧττον ἢ σὲ νῦν ἐξέπληττε μὲν χρυσὸς ὡς κτῆμα τῶν ἄλλων οὐδενὶ παραβλητὸν ᾕρει δ’ ἄργυρος καὶ ἐλέφας· ὁ δὲ πλεῖ‐
5στα τούτων κεκτημένος ἐδόκει μακάριός τις εἶναι καὶ θεο‐ φιλὴς ἀνήρ, εἴτε Φρὺξ ἦν εἴτε Κὰρ τοῦ Δόλωνος ἀγεννέ‐ στερος καὶ τοῦ Πριάμου βαρυποτμότερος· ἐνταῦθα 〈δ’〉 ἀνηρτημένος ἀεὶ ταῖς ἐπιθυμίαις οὔτε χάριν οὔθ’ ἡδονὴν ἀπὸ τῶν ἄλλων πραγμάτων ἀφθόνων ὄντων καὶ ἱκανῶν
10ἐκαρπούμην, 〈ἀλλ’ ἐμεμφόμην〉 τὸν ἐμαυτοῦ βίον, ὡς

989

E

τῶν μεγίστων ἐνδεὴς καὶ ἄμοιρος ἀγαθῶν ἀπολελειμμέ‐
νος. τοιγαροῦν, ὥς σε μέμνημαι ἐν Κρήτῃ θεασάμενος ἀμπεχόνῃ κεκοσμημένον πανηγυρικῶς, οὐ τὴν φρόνησιν ἐζήλουν οὐδὲ τὴν ἀρετήν, ἀλλὰ τοῦ χιτῶνος εἰργασμένου85
5περιττῶς τὴν λεπτότητα καὶ τῆς χλαμύδος οὔσης ἁλουρ‐ γοῦ τὴν οὐλότητα καὶ τὸ κάλλος ἀγαπῶν καὶ τεθηπὼς (εἶχε δέ τι καὶ ἡ πόρπη χρυσὸς οὖσα παίγνιον οἶμαι τορείαις διηκριβωμένον) [καὶ] εἱπόμην γεγοητευμένος, ὥσπερ αἱ γυναῖκες. ἀλλὰ νῦν ἀπηλλαγμένος ἐκείνων τῶν κενῶν
10δοξῶν καὶ κεκαθαρμένος χρυσὸν μὲν καὶ ἄργυρον ὥσπερ

989

F

τοὺς ἄλλους λίθους περιορῶν ὑπερβαίνω, ταῖς δὲ σαῖς χλανίσι καὶ τάπησιν οὐδὲν ἂν μὰ Δί’ ἥδιον ἢ βαθεῖ καὶ μαλθακῷ πηλῷ μεστὸς ὢν ἐγκατακλιθείην ἀναπαυόμενος. † τὰ δὲ τοιαῦτα τῶν ἐπεισάκτων ἐπιθυμιῶν οὐδεμία ταῖς
5ἡμετέραις ἐνοικίζεται ψυχαῖς· ἀλλὰ τὰ μὲν πλεῖστα ταῖς ἀναγκαίαις ὁ βίος ἡμῶν ἐπιθυμίαις καὶ ἡδοναῖς διοικεῖ‐ ται, ταῖς δ’ οὐκ ἀναγκαίαις ἀλλὰ φυσικαῖς μόνον οὔτ’ ἀτάκτως οὔτ’ ἀπλήστως ὁμιλοῦμεν. |

990

A

Καὶ ταύτας γε πρῶτον διέλθωμεν. ἡ μὲν οὖν πρὸς τὰ εὐώδη καὶ κινοῦντα ταῖς ἀποφοραῖς τὴν ὄσφρησιν οἰκείως ἡδονὴ πρὸς τῷ τὸ ὄφελος καὶ προῖκα καὶ ἁπλοῦν ἔχειν ἅμα χρείαν τινὰ συμβάλλεται τῇ διαγνώσει τῆς τρο‐
5φῆς. ἡ μὲν γὰρ γλῶττα τοῦ γλυκέος καὶ δριμέος καὶ αὐστη‐ ροῦ γνώμων ἐστί τε καὶ λέγεται, ὅταν τῷ γευστικῷ προσ‐ μιγέντες οἱ χυμοὶ σύγχυσίν τινα λάβωσιν· ἡ δ’ ὄσφρη‐ σις ἡμῶν πρὸ τῶν χυμῶν γνώμων οὖσα τῆς δυνάμεως ἑκάστου πολὺ τῶν βασιλικῶν προγευστῶν σκεπτικώτερον
10διαισθανομένη, τὸ μὲν οἰκεῖον εἴσω παρίησι τὸ δ’ ἀλλό‐ τριον ἀπελαύνει καὶ οὐκ ἐᾷ θιγεῖν οὐδὲ λυπῆσαι τὴν γεῦ‐

990

B

σιν ἀλλὰ διαβάλλει καὶ κατηγορεῖ τὴν φαυλότητα πρὶν ἢ βλαβῆναι· τἄλλα δ’ οὐκ ἐνοχλεῖ, καθάπερ ὑμῖν, τὰ θυμιάματα καὶ κινάμωμα καὶ νάρδους καὶ φύλλα καὶ καλάμους Ἀραβικοὺς μετὰ δεινῆς τινος καὶ δευσοποιοῦ86
5φαρμακίδος τέχνης, ᾗ μυρεψικῆς ὄνομα, συνάγειν εἰς ταὐτὸ καὶ † συμφαγεῖν ἀναγκάζουσα, χρημάτων πολλῶν ἡδυπάθειαν ἄνανδρον καὶ κορασιώδη καὶ πρὸς οὐδὲν οὐ‐ δαμῶς χρήσιμον ὠνουμένους. ἀλλὰ καίπερ οὖσα τοιαύτη διέφθαρκεν οὐ μόνον πάσας γυναῖκας ἀλλὰ καὶ τῶν ἀν‐
10δρῶν ἤδη τοὺς πλείστους, ὡς μηδὲ ταῖς αὑτῶν ἐθέλειν συγγίγνεσθαι γυναιξίν, εἰ μὴ μύρων ὑμῖν ὀδωδυῖαι καὶ

990

C

διαπασμάτων εἰς ταὐτὸ φοιτῷεν. ἀλλὰ κάπρους τε σύες καὶ τράγους αἶγες καὶ τἄλλα θήλεα τοὺς συννόμους αὐ‐ τῶν ταῖς ἰδίαις ὀσμαῖς ἐπάγεται, δρόσου τε καθαρᾶς καὶ λειμώνων ὀδωδότα καὶ χλόης, συμφέρεται 〈δὲ〉 πρὸς τοὺς
5γάμους ὑπὸ κοινῆς φιλοφροσύνης, οὐχὶ θρυπτόμεναι μὲν αἱ θήλειαι καὶ προϊσχόμεναι τῆς ἐπιθυμίας ἀπάτας καὶ γοη‐ τείας καὶ ἀρνήσεις, οἱ δ’ ἄρρενες ὑπ’ οἴστρου καὶ μαργό‐ τητος ὠνούμενοι μισθῶν καὶ πόνου καὶ λατρείας τὸ τῆς γενέσεως ἔργον, ἄδολον δὲ σὺν καιρῷ καὶ ἄμισθον Ἀφρο‐
10δίτην μετιόντες, ἣ καθ’ ὥραν ἔτους ὥσπερ φυτῶν βλάστην

990

D

ἐγείρουσα τῶν ζῴων τὴν ἐπιθυμίαν εὐθὺς ἔσβεσεν, οὔτε τοῦ θήλεος προσιεμένου μετὰ τὴν κύησιν οὔτε πειρῶντος ἔτι τοῦ ἄρρενος. οὕτω μικρὰν ἔχει καὶ ἀσθενῆ τιμὴν 〈ἡ〉 ἡδονὴ παρ’ ἡμῖν τὸ δ’ ὅλον ἡ φύσις. ὅθεν οὔτ’ ἄρρενος
5πρὸς ἄρρεν οὔτε θήλεος πρὸς θῆλυ μῖξιν αἱ τῶν θηρίων ἐπιθυμίαι μέχρι γε νῦν ἐνηνόχασιν· ὑμῶν δὲ πολλὰ τοι‐
αῦτα τῶν σεμνῶν καὶ ἀγαθῶν. ἐῶ γὰρ τοὺς οὐδενὸς ἀξίους· ὁ δ’ Ἀγαμέμνων τὴν Βοιωτίαν ἐπῆλθε κυνηγετῶν τὸν Ἄργυννον ὑποφεύγοντα καὶ καταψευδόμενος τῆς87
10θαλάσσης καὶ τῶν πνευμάτων, εἶτα καλὸν καλῶς ἑαυτὸν

990

E

βαπτίζων εἰς τὴν Κωπαΐδα λίμνην, ὡς αὐτόθι κατασβέ‐ σων τὸν ἔρωτα καὶ τῆς ἐπιθυμίας ἀπαλλαξόμενος· ὁ δ’ Ἡρακλῆς ὁμοίως ἑταῖρον ἀγένειον ἐπιδιώκων ἀπελείφθη τῶν ἀριστέων καὶ προύδωκε τὸν στόλον· ἐν δὲ τῇ θόλῳ
5τοῦ Πτῴου Ἀπόλλωνος λαθών τις ὑμῶν ἐνέγραψεν ‘Ἀχιλ‐ λεὺς καλόσ‘ ἤδη τοῦ Ἀχιλλέως υἱὸν ἔχοντος, καὶ τὰ γράμ‐ ματα πυνθάνομαι διαμένειν. ἀλεκτρυὼν δ’ ἀλεκτρυόνος ἐπιβαίνων, θηλείας μὴ παρούσης, καταπίμπραται ζωός, μάντεώς τινος ἢ τερατοσκόπου μέγα καὶ δεινὸν ἀποφαί‐
10νοντος εἶναι τὸ γιγνόμενον. οὕτω καὶ παρ’ αὐτῶν ἀνω‐

990

F

μολόγηται τῶν ἀνθρώπων, ὅτι μᾶλλον τοῖς θηρίοις σω‐ φρονεῖν προσήκει καὶ μὴ παραβιάζεσθαι ταῖς ἡδοναῖς τὴν φύσιν. τὰ δ’ ἐν ὑμῖν ἀκόλαστα οὐδὲ τὸν νόμον ἔχουσα σύμμαχον ἡ φύσις ἐντὸς ὅρων καθείργνυσιν, ἀλλ’ ὥσπερ
5ὑπὸ ῥεύματος ἐκφερόμενα πολλαχοῦ ταῖς ἐπιθυμίαις δει‐ νὴν ὕβριν καὶ ταραχὴν καὶ σύγχυσιν ἐν τοῖς ἀφροδισίοις ἀπεργάζεται τῆς φύσεως. καὶ γὰρ αἰγῶν ἐπειράθησαν ἄν‐ δρες καὶ ὑῶν καὶ ἵππων μιγνύμενοι καὶ γυναῖκες ἄρρεσι

991

A

θηρίοις ἐπεμάνησαν· | ἐκ γὰρ τῶν τοιούτων γάμων ὑμῖν Μινώταυροι καὶ Αἰγίπανες, ὡς δ’ ἐγᾦμαι καὶ Σφίγγες ἀναβλαστάνουσι καὶ Κένταυροι. καίτοι διὰ λιμόν ποτ’ ἀνθρώπου καὶ κύων ἔφαγεν ὑπ’ ἀνάγκης καὶ ὄρνις ἀπε‐
5γεύσατο· πρὸς δὲ συνουσίαν οὐδέποτε θηρίον ἐπεχείρη‐ σεν ἀνθρώπῳ χρήσασθαι. θηρία δ’ ἄνθρωποι καὶ πρὸς ταῦτα καὶ πρὸς ἄλλα πολλὰ καθ’ ἡδονὰς βιάζονται καὶ
παρανομοῦσιν. Οὕτω δὲ φαῦλοι καὶ ἀκρατεῖς περὶ τὰς εἰρημένας88
10ἐπιθυμίας ὄντες ἔτι μᾶλλον ἐν ταῖς ἀναγκαίαις ἐλέγχον‐ ται πολὺ τῷ σωφρονεῖν ἀπολειπόμενοι τῶν θηρίων. αὗται δ’ εἰσὶν αἱ περὶ βρῶσιν καὶ πόσιν· ὧν ἡμεῖς μὲν τὸ ἡδὺ

991

B

μετὰ χρείας τινὸς ἀεὶ λαμβάνομεν, ὑμεῖς δὲ τὴν ἡδονὴν μᾶλλον ἢ τὸ κατὰ φύσιν τῆς τροφῆς διώκοντες ὑπὸ πολ‐ λῶν καὶ μακρῶν κολάζεσθε νοσημάτων, ἅπερ ἐκ μιᾶς πηγῆς ἐπαντλούμενα τῆς πλησμονῆς τοῖς σώμασι παντο‐
5δαπῶν πνευμάτων καὶ δυσκαθάρτων ὑμᾶς ἐμπίπλησι. πρῶτον μὲν γὰρ ἑκάστῳ γένει ζῴου μία τροφὴ σύμφυλός ἐστι, τοῖς μὲν πόα τοῖς δὲ ῥίζα τις ἢ καρπός· ὅσα δὲ σαρ‐ κοφαγεῖ, πρὸς οὐδὲν ἄλλο τρέπεται βορᾶς εἶδος οὐδ’ ἀφαι‐ ρεῖται τῶν ἀσθενεστέρων τὴν τροφήν, ἀλλ’ ἐᾷ νέμεσθαι
10καὶ λέων ἔλαφον καὶ λύκος πρόβατον ᾗ πέφυκεν. ὁ δ’ ἄν‐

991

C

θρωπος ἐπὶ πάντα ταῖς ἡδοναῖς ὑπὸ λαιμαργίας ἐξαγό‐ μενος καὶ πειρώμενος πάντων καὶ ἀπογευόμενος, ὡς οὐδέπω τὸ πρόσφορον καὶ οἰκεῖον ἐγνωκώς, μόνος γέγονε τῶν ὄντων παμφάγον. καὶ σαρξὶ χρῆται πρῶτον ὑπ’
5οὐδεμιᾶς ἀπορίας οὐδ’ ἀμηχανίας (ᾧ πάρεστιν ἀεὶ καθ’ ὥραν ἄλλ’ ἐπ’ ἄλλοις ἀπὸ φυτῶν καὶ σπερμάτων τρυγῶντι καὶ † λαμβάνοντι καὶ δρεπομένῳ μὴ κάμνειν διὰ πλῆθος), ἀλλ’ ὑπὸ τρυφῆς καὶ κόρου τῶν ἀναγκαίων βρώσεις ἀνε‐ πιτηδείους καὶ οὐ καθαρὰς σφαγαῖς ζῴων μετερχόμενος
10πολὺ τῶν ἀγριωτάτων θηρίων ὠμότερον· αἷμα μὲν γὰρ

991

D

καὶ φόνος καὶ σάρκες ἰκτίνῳ καὶ λύκῳ καὶ δράκοντι σιτίον
οἰκεῖον, ἀνθρώπῳ δ’ ὄψον ἐστίν. ἔπειτα παντὶ γένει χρώ‐ μενος οὐχ ὡς τὰ θηρία τῶν πλείστων ἀπέχεται ὀλίγοις δὲ πολεμεῖ διὰ τὴν τῆς τροφῆς ἀνάγκην, ἀλλ’ οὔτε τι89
5πτηνὸν οὔτε νηκτὸν ὡς ἔπος εἰπεῖν οὔτε χερσαῖον ἐκπέ‐ φευγε τὰς ἡμέρους δὴ λεγομένας ὑμῶν καὶ φιλοξένους τραπέζας. Εἶεν· ἀλλ’ ὄψοις χρῆσθε τούτοις ἐφηδύνοντες τὴν τροφήν· τί οὖν ἐπ’ αὐτὰ ταῦτα ...φῶντας; ἀλλ’ ἡ τῶν
10θηρίων φρόνησις τῶν μὲν ἀχρήστων καὶ ματαίων τεχνῶν οὐδεμιᾷ χώραν δίδωσι, τὰς δ’ ἀναγκαίας οὐκ ἐπεισάκτους

991

E

παρ’ ἑτέρων οὐδὲ μισθοῦ διδακτὰς οὐδὲ κολλῶσα μελέτῃ καὶ συμπηγνύουσα γλίσχρως τῶν θεωρημάτων ἕκαστον πρὸς ἕκαστον ἀλλ’ αὐτόθεν ἐξ αὑτῆς οἷον ἰθαγενεῖς καὶ συμφύτους ἀναδίδωσι. τοὺς μὲν γὰρ Αἰγυπτίους πάντας
5ἰατροὺς ἀκούομεν εἶναι, τῶν δὲ ζῴων ἕκαστον οὐ μόνον πρὸς ἴασιν αὐτότεχνόν ἐστιν ἀλλὰ καὶ πρὸς διατροφὴν καὶ πρὸς ἀλκὴν θήραν τε καὶ φυλακὴν καὶ μουσικῆς ὅσον ἑκάστῳ προσήκει κατὰ φύσιν. παρὰ τίνος γὰρ ἡμεῖς ἐμάθομεν νοσοῦντες ἐπὶ τοὺς ποταμοὺς χάριν τῶν καρκί‐
10νων βαδίζειν; τίς δὲ τὰς χελώνας ἐδίδαξε τῆς ἔχεως φα‐ γούσας τὴν ὀρίγανον ἐπεσθίειν; τίς δὲ τὰς Κρητικὰς

991

F

αἶγας, ὅταν περιπέσωσι τοῖς τοξεύμασι, τὸ δίκταμνον διώκειν, οὗ βρωθέντος ἐκβάλλουσι τὰς ἀκίδας; ἂν γὰρ εἴπῃς, ὅπερ ἀληθές ἐστι, τούτων διδάσκαλον εἶναι τὴν
φύσιν, εἰς τὴν κυριωτάτην καὶ σοφωτάτην ἀρχὴν ἀναφέρεις90
5τὴν τῶν θηρίων φρόνησιν· ἣν εἰ μὴ λόγον οἴεσθε δεῖν μηδὲ φρόνησιν καλεῖν, ὥρα σκοπεῖν ὄνομα κάλλιον αὐτῇ καὶ τιμιώτερον, ὥσπερ ἀμέλει καὶ δι’ ἔργων ἀμείνονα καὶ

992

A

θαυμασιωτέραν παρέχεται τὴν δύναμιν· | οὐκ ἀμαθὴς οὐδ’ ἀπαίδευτος, αὐτομαθὴς δέ τις μᾶλλον οὖσα καὶ ἀπροσδεής, οὐ δι’ ἀσθένειαν ἀλλὰ ῥώμῃ καὶ τελειότητι τῆς κατὰ φύσιν ἀρετῆς χαίρειν ἐῶσα τὸν παρ’ ἑτέρων διὰ
5μαθήσεως τοῦ φρονεῖν συνερανισμόν. ὅσα γοῦν ἄνθρωποι τρυφῶντες ἢ παίζοντες εἰς τὸ μανθάνειν καὶ μελετᾶν ἄγουσι, τούτων ἡ διάνοια καὶ παρὰ φύσιν τοῦ σώματος [καὶ] περιουσίᾳ συνέσεως ἀναλαμβάνει τὰς μαθήσεις. ἐῶ γὰρ ἰχνεύειν σκύλακας καὶ βαδίζειν ἐν ῥυθμῷ πώλους
10μελετῶντας, ἀλλὰ κόρακας διαλέγεσθαι καὶ κύνας ἅλλε‐ σθαι διὰ τροχῶν περιφερομένων. ἵπποι δὲ καὶ βόες ἐν

992

B

θεάτροις κατακλίσεις καὶ χορείας καὶ στάσεις παραβόλους καὶ κινήσεις οὐδ’ ἀνθρώποις πάνυ ῥᾳδίας ἀκριβοῦσιν ἐκδιδασκόμενοι καὶ μνημονεύοντες † εὐμαθείας ἐπίδειξιν ὡς ἄλλο οὐδὲν οὐδαμῶς χρήσιμον ἔχουσιν. εἰ δ’ ἀπιστεῖς
5ὅτι τέχνας μανθάνομεν, ἄκουσον ὅτι καὶ διδάσκομεν. αἵ τε γὰρ πέρδικες ἐν τῷ προφεύγειν τοὺς νεοττοὺς ἐθίζουσιν ἀποκρύπτεσθαι καὶ προΐσχεσθαι βῶλον † ἀνθ’ ἑαυτῶν τοῖς ποσὶν ὑπτίους ἀναπεσόντας· καὶ τοῖς πελαργιδεῦσιν ὁρᾷς ἐπὶ τῶν τεγῶν ὡς οἱ τέλειοι παρόντες ἀναπειρωμέ‐
10νοις ὑφηγοῦνται τὴν πτῆσιν. αἱ δ’ ἀηδόνες τοὺς νεοσσοὺς

992

C

προδιδάσκουσιν ᾄδειν· οἱ δὲ ληφθέντες ἔτι νήπιοι καὶ τρα‐ φέντες ἐν χερσὶν ἀνθρώπων χεῖρον ᾄδουσιν, ὥσπερ πρὸ ὥρας ἀπὸ διδασκάλου γεγονότες. *** καταδὺς εἰς τουτὶ τὸ σῶμα θαυμάζω τοὺς λόγους ἐκείνους, οἷς ἀνεπειθόμην91
5ὑπὸ τῶν σοφιστῶν ἄλογα καὶ ἀνόητα πάντα πλὴν ἀνθρώ‐ που νομίζειν. Ο. Νῦν μὲν οὖν, ὦ Γρύλλε, μεταβέβλησαι σὺ καὶ τὸ πρόβατον λογικὸν ἀποφαίνεις καὶ τὸν ὄνον; Γ. Αὐτοῖς μὲν οὖν τούτοις, ὦ βέλτιστε Ὀδυσσεῦ, μά‐
10λιστα δεῖ τεκμαίρεσθαι τὴν τῶν θηρίων φύσιν, ὡς λόγου καὶ συνέσεως οὐκ ἔστιν ἄμοιρος. ὡς γὰρ οὐκ ἔστι δένδρον

992

D

ἕτερον ἑτέρου μᾶλλον οὐδ’ ἧττον ἄψυχον, ἀλλ’ ὁμοίως ἔχει πάντα πρὸς ἀναισθησίαν (οὐδενὶ γὰρ αὐτῶν ψυχῆς μέτεστιν), οὕτως οὐκ ἂν ἐδόκει ζῷον ἕτερον ἑτέρου τῷ φρονεῖν ἀργότερον εἶναι καὶ δυσμαθέστερον, εἰ μὴ πάντα
5λόγου καὶ συνέσεως, ἄλλα δὲ μᾶλλον καὶ ἧττον ἄλλων πως μετεῖχεν. ἐννόησον δ’ ὅτι τὰς ἐνίων ἀβελτερίας καὶ βλακείας ἐλέγχουσιν ἑτέρων πανουργίαι καὶ δριμύτητες, ὅταν ἀλώπεκι καὶ λύκῳ καὶ μελίττῃ παραβάλῃς ὄνον καὶ πρόβατον ***· ὥσπερ εἰ σαυτῷ τὸν Πολύφημον ἢ τῷ
10πάππῳ σου τῷ Αὐτολύκῳ τὸν Κορίνθιον ἐκεῖνον Ὅμηρον.

992

E

οὐ γὰρ οἶμαι θηρίου πρὸς θηρίον ἀπόστασιν εἶναι τοσαύ‐ την, ὅσον ἄνθρωπος ἀνθρώπου τῷ φρονεῖν καὶ λογίζεσθαι καὶ μνημονεύειν ἀφέστηκεν. Ο. Ἀλλ’ ὅρα, Γρύλλε, μὴ δεινὸν ᾖ καὶ βίαιον ἀπολιπεῖν
5λόγον, οἷς οὐκ ἐγγίγνεται θεοῦ νόησις. Γ. Εἶτά σε μὴ φῶμεν, ὦ Ὀδυσσεῦ, σοφὸν οὕτως ὄντα92
καὶ περιττὸν Σισύφου γεγονέναι; | ***93