TLG 0007 129 :: PLUTARCHUS :: De sollertia animalium (959a–985c) PLUTARCHUS Biogr.
Phil. De sollertia animalium (959a–985c) Source: Hubert, C. (ed.), Plutarchi moralia, vol. 6.1. Leipzig: Teubner, 1954 (repr. 1959): 11–75. Citation: Stephanus page — section — (line) | ||
t1 | ΠΟΤΕΡΑ ΤΩΝ ΖΩΙΩΝ ΦΡΟΝΙΜΩΤΕΡΑ, ΤΑ ΧΕΡΣΑΙΑ Η ΤΑ ΕΝΥΔΡΑ | |
959A | ΑΥ. Τὸν Τυρταῖον ὁ Λεωνίδας ἐρωτηθεὶς ποῖόν τινα | |
959B | νομίζοι ποιητήν, ‘ἀγαθόν‘ ἔφη ‘νέων ψυχὰς κακκονῆν‘, ὡς τοῖς νέοις διὰ τῶν ἐπῶν ὁρμὴν ἐμποιοῦντα μετὰ θυ‐ μοῦ καὶ φιλοτιμίας, ἐν ταῖς μάχαις ἀφειδοῦσιν αὑτῶν. | |
δέδια δή, ὦ φίλοι, μὴ καὶ τὸ τῆς κυνηγεσίας ἐγκώμιον | 11 | |
5 | ἐχθὲς ἀνεγνωσμένον ἐπάρῃ τοῦ μετρίου πέρα τοὺς φιλο‐ θήρους ἡμῖν νεανίσκους, ὥστε τἄλλα πάρεργα καὶ τὸ μηδὲν ἡγεῖσθαι, πρὸς τοῦτο παντάπασι ῥυέντας· ὅπου δοκῶ μοι καὶ αὐτὸς ἐκ νέας αὖθις ἀρχῆς παρ’ ἡλικίαν ἐμπαθέστερος γεγονέναι καὶ ποθεῖν, ὥσπερ ἡ Εὐριπίδου | |
---|---|---|
10 | Φαίδρα (Hipp. 218 sq.), ‘κυσὶ θωΰξαι βαλιαῖς ἐλάφοις | |
959C | ἐγχριμπτόμενοσ‘· οὕτως ἔθιγέ μου πυκνὰ καὶ πιθανὰ τῶν ἐπιχειρημάτων ἐπάγων ὁ λόγος. Σ. Ἀληθῆ λέγεις, ὦ Αὐτόβουλε· καὶ γὰρ ἐκεῖνος ἔδοξέ μοι τὸ ῥητορικὸν ἐγεῖραι διὰ χρόνου, χαριζόμενος καὶ | |
5 | συνεαρίζων τοῖς μειρακίοις· μάλιστα δ’ ἥσθην τοὺς μονο‐ μάχους αὐτοῦ παραθέντος, ὡς οὐχ ἥκιστα τὴν θηρευτι‐ κὴν ἄξιον ἐπαινεῖν, ὅτι τοῦ πεφυκότος ἐν ἡμῖν ἢ μεμα‐ θηκότος χαίρειν μάχαις ἀνδρῶν πρὸς ἀλλήλους διὰ σιδή‐ | |
ρου τὸ πολὺ δεῦρο τρέψασα καθαρὰν παρέχει θέαν, ἅμα | 12 | |
10 | τέχνης καὶ τόλμης νοῦν ἐχούσης πρὸς ἀνόητον ἰσχὺν καὶ βίαν ἀντιταττομένης καὶ ἐπαινούσης τὸ Εὐριπίδειον (fr. 27) | |
12 | ‘ἦ βραχύ τοι σθένος ἀνέρος. ἀλλὰ | |
959D | ποικιλίᾳ πραπίδων δεινὰ μὲν πόντου χθονίων τ’ ὀρέων δάμναται παιδεύματα.‘ | |
3 | ΑΥ. Καὶ μὴν ἐκεῖθεν, ὦ φίλε Σώκλαρε, φασὶν ἥκειν | |
5 | ἐπ’ ἀνθρώπους τὴν ἀπάθειαν καὶ τὴν ἀγριότητα γευσα‐ μένην φόνου καὶ προεθισθεῖσαν ἐν ταῖς ἄγραις καὶ τοῖς κυνηγεσίοις αἷμα καὶ τραύματα ζῴων μὴ δυσχεραίνειν ἀλλὰ χαίρειν σφαττομένοις καὶ ἀποθνήσκουσιν. εἶθ’ ὥσπερ ἐν Ἀθήναις πρῶτός τις ὑπὸ τῶν τριάκοντα συκοφάντης ἀπο‐ | |
10 | θανὼν ἐπιτήδειος ἐλέχθη, καὶ δεύτερος ὁμοίως καὶ τρί‐ τος, ἐκ τούτου δὲ κατὰ μικρὸν ἤδη προϊόντες ἥπτοντο τῶν ἐπιεικῶν καὶ τέλος οὐδὲ τῶν ἀρίστων ἀπέσχοντο πολι‐ | |
959E | τῶν, οὕτως ὁ πρῶτος ἄρκτον ἀνελὼν ἢ λύκον εὐδοκίμησε, καὶ βοῦς τις ἢ σῦς αἰτίαν ἔσχε προκειμένων ἱερῶν γευσά‐ μενος [ἐπιτήδειος ἀποθανεῖν]· ἔλαφοι δὲ τοὐντεῦθεν ἤδη καὶ λαγωοὶ καὶ δορκάδες ἐσθιόμενοι προβάτων καὶ κυ‐ | |
5 | νῶν ἐνιαχοῦ καὶ ἵππων κρέα προυξένησαν· τιθασὸν δὲ χῆνα καὶ περιστεράν, ‘ἐφέστιον οἰκέτιν‘ τὸ Σοφοκλέους (fr. 782), οὐχ ὡς γαλαῖ καὶ αἴλουροι τροφῆς ἕνεκα διὰ λιμόν, ἀλλ’ ἐφ’ ἡδονῇ καὶ ὄψῳ διασπῶντες καὶ κατακό‐ πτοντες ὅσον 〈ἔν〉εστι τῇ φύσει φονικὸν καὶ θηριῶδες ἔρ‐ | 13 |
10 | ρωσαν καὶ πρὸς οἶκτον ἀκαμπὲς ἀπειργάσαντο, τοῦ δ’ | |
959F | ἡμέρου τὸ πλεῖστον ἀπήμβλυναν· ὥσπερ αὖ πάλιν οἱ Πυθαγορικοὶ τὴν πρὸς τὰ θηρία πραότητα μελέτην ἐποιή‐ | |
960A | σαντο πρὸς τὸ φιλάνθρωπον καὶ φιλοίκτιρμον· | ἡ γὰρ συνήθεια δεινὴ τοῖς κατὰ μικρὸν ἐνοικειουμένοις πάθεσι πόρρω προαγαγεῖν τὸν ἄνθρωπον. ἀλλ’ οὐκ οἶδ’ ὅπως ἐν λόγοις γεγονότες λελήθαμεν οὔτε τῶν χθὲς ἡμῖν γεγονό‐ | |
5 | των οὔτε τῶν τάχα δὴ γενησομένων σήμερον ἀπηρτη‐ μένοις. 〈ἀποφηνάμενοι〉 γὰρ ἐχθές, ὡς οἶσθα, μετέχειν ἁμωσγέπως πάντα τὰ ζῷα διανοίας καὶ λογισμοῦ παρέ‐ σχομεν οὐκ ἄμουσον οὐδ’ ἄχαριν τοῖς θηρατικοῖς νεανί‐ σκοις περὶ συνέσεως θηρίων ἐνάλων τε καὶ πεζῶν ἅμιλ‐ | |
10 | λαν, ἣν σήμερον, ὡς ἔοικε, βραβεύσομεν, ἄν γε δὴ ταῖς προκλήσεσιν οἱ περὶ Ἀριστότιμον καὶ Φαίδιμον ἐμμείνω‐ | |
960B | σιν· ἐκείνων γὰρ ὁ μὲν τῆς γῆς ὡς διαφέροντα τῷ φρονεῖν ζῷα γεννώσης ἐπεδίδου τοῖς ἑταίροις συνήγορον ἑαυτόν, ὁ δὲ τῆς θαλάττης. Σ. Ἐμμένουσιν, ὦ Αὐτόβουλε, καὶ ὅσον οὔπω πάρεισι· | |
5 | συντασσομένους γὰρ αὐτοὺς ἕωθεν ἑώρων. ἀλλ’ εἰ βού‐ λει, πρὸ τοῦ ἀγῶνος ὅσα τοῖς ἐχθὲς λόγοις προσήκοντα | |
λεχθῆναι καιρὸν οὐκ ἔσχεν ἢ σὺν οἴνῳ καὶ παρὰ πότον οὐ μετὰ σπουδῆς ἐλέχθη πρὸς αὑτοὺς ἀναλάβωμεν. ἐδό‐ κει γάρ τι πραγματικῶς οἷον ἀντηχεῖν ἐκ τῆς Στοᾶς, ὡς | 14 | |
10 | τῷ θνητῷ τὸ ἀθάνατον ἀντίκειται καὶ τῷ φθαρτῷ τὸ ἄφθαρτον καὶ σώματί γε τὸ ἀσώματον, οὕτως ὑπάρχοντι | |
960C | τῷ λογικῷ χρῆναι τὸ ἄλογον ἀντικεῖσθαι καὶ ἀνθυπάρ‐ χειν καὶ μὴ μόνην ἐν τοσαῖσδε συζυγίαις ἀτελῆ τήνδε λείπεσθαι καὶ πεπηρωμένην. ΑΥ. Τίς δ’, ὦ φίλε Σώκλαρε, τοῦτ’ ἠξίωσεν, ὄντος | |
5 | ἐν τοῖς πράγμασι τοῦ λογικοῦ, μὴ εἶναι τὸ ἄλογον; πολὺ γάρ ἐστι καὶ ἄφθονον ἐν πᾶσι τοῖς ψυχῆς ἀμοιροῦσι καὶ οὐδὲν ἑτέρας δεόμεθα πρὸς τὸ λογικὸν ἀντιθέσεως, ἀλλὰ πᾶν εὐθὺς τὸ ἄψυχον ὡς ἄλογον καὶ ἀνόητον ἀντίκειται τῷ μετὰ ψυχῆς λόγον ἔχοντι καὶ διάνοιαν. εἰ δέ τις ἀξιοῖ | |
10 | μὴ κολοβὸν εἶναι τὴν φύσιν ἀλλὰ τὴν ἔμψυχον φύσιν ἔχειν τὸ μὲν λογικὸν τὸ δ’ ἄλογον, ἕτερος ἀξιώσει τὴν | |
960D | ἔμψυχον φύσιν ἔχειν τὸ μὲν φανταστικὸν τὸ δ’ ἀφαν‐ τασίωτον, καὶ τὸ μὲν αἰσθητικὸν τὸ δ’ ἀναίσθητον· ἵνα δὴ τὰς ἀντιζύγους ταύτας καὶ ἀντιθέτους ἕξεις καὶ στερήσεις περὶ ταὐτὸν ἡ φύσις ἔχῃ γένος οἷον ἰσορρο‐ | |
5 | πούσας. εἰ δ’ ἄτοπος ὁ ζητῶν τοῦ ἐμψύχου τὸ μὲν αἰσθη‐ τικὸν τὸ δ’ ἀναίσθητον εἶναι, καὶ τὸ μὲν φαντασιούμενον τὸ δ’ ἀφαντασίωτον, ὅτι πᾶν τὸ ἔμψυχον αἰσθητικὸν εὐθὺς εἶναι καὶ φανταστικὸν πέφυκεν, οὐδ’ οὗτος ἐπιει‐ κῶς ἀπαιτήσει τὸ μὲν λογικὸν εἶναι τοῦ ἐμψύχου τὸ δ’ | |
10 | ἄλογον, πρὸς ἀνθρώπους διαλεγόμενος μηδὲ ἓν οἰομέ‐ νους αἰσθήσεως μετέχειν ὃ μὴ καὶ συνέσεως, μηδ’ εἶναι ζῷον ᾧ μὴ δόξα τις καὶ λογισμὸς ὥσπερ αἴσθησις καὶ | |
960E | ὁρμὴ κατὰ φύσιν πάρεστιν. ἡ γὰρ φύσις, ἣν ἕνεκά του καὶ πρός τι πάντα ποιεῖν ὀρθῶς λέγουσιν, οὐκ ἐπὶ ψιλῷ τῷ πάσχον τι αἰσθάνεσθαι τὸ ζῷον αἰσθητικὸν ἐποίησεν· ἀλλ’ ὄντων μὲν οἰκείων πρὸς αὐτὸ πολλῶν ὄντων δ’ ἀλλο‐ | 15 |
5 | τρίων, οὐδ’ ἀκαρὲς ἦν περιεῖναι μὴ μαθόντι τὰ μὲν φυ‐ λάττεσθαι τοῖς δὲ συμφέρεσθαι. τὴν μὲν οὖν γνῶσιν ἀμφοῖν ὁμοίως ἡ αἴσθησις ἑκάστῳ παρέχει· τὰς δ’ ἑπο‐ μένας τῇ αἰσθήσει τῶν μὲν ὠφελίμων λήψεις καὶ διώξεις, διακρούσεις δὲ καὶ φυγὰς τῶν ὀλεθρίων καὶ λυπηρῶν | |
10 | οὐδεμία μηχανὴ 〈παρεῖναι〉 τοῖς μὴ λογίζεσθαί τι καὶ | |
960F | κρίνειν καὶ μνημονεύειν καὶ προσέχειν πεφυκόσιν· ἀλλ’ ὧν ἂν ἀφέλῃς παντάπασι προσδοκίαν μνήμην πρόθεσιν παρασκευὴν τὸ ἐλπίζειν τὸ δεδοικέναι τὸ ἐπιθυμεῖν τὸ ἀσχάλλειν, οὔτ’ ὀμμάτων ὄφελος οὐδὲν αὐτοῖς παρόντων | |
5 | οὔτ’ ὤτων· αἰσθήσεώς τε πάσης καὶ φαντασίας τὸ χρώ‐ μενον οὐκ ἐχούσης ἀπηλλάχθαι βέλτιον ἢ πονεῖν καὶ λυ‐ | |
961A | πεῖσθαι καὶ ἀλγεῖν, | ᾧ διακρούσεται ταῦτα μὴ παρόν‐ τος. καίτοι Στράτωνός γε τοῦ φυσικοῦ λόγος ἐστὶν ἀποδεικνύων ὡς οὐδ’ αἰσθάνεσθαι τὸ παράπαν ἄνευ τοῦ νοεῖν ὑπάρχει· καὶ γὰρ γράμματα πολλάκις ἐπιπορευο‐ | |
5 | μένους τῇ ὄψει καὶ λόγοι προσπίπτοντες τῇ ἀκοῇ δια‐ λανθάνουσιν ἡμᾶς καὶ διαφεύγουσι πρὸς ἑτέροις τὸν νοῦν ἔχοντας· εἶτ’ αὖθις ἐπανῆλθε καὶ μεταθεῖ καὶ διώκει τῶν προϊεμένων ἕκαστον ἀναλεγόμενος· ᾗ καὶ λέλεκται (Epich. fr. 249) | |
9 | ||
10 | ‘νοῦς ὁρῇ καὶ νοῦς ἀκούει, τἄλλα κωφὰ καὶ τυφλά‘, ὡς τοῦ περὶ τὰ ὄμματα καὶ ὦτα πάθους, ἂν μὴ παρῇ τὸ φρονοῦν, αἴσθησιν οὐ ποιοῦντος. διὸ καὶ Κλεομένης ὁ | 16 |
961B | βασιλεύς, παρὰ πότον εὐδοκιμοῦντος ἀκροάματος, ἐρω‐ τηθεὶς εἰ μὴ φαίνεται σπουδαῖον, ἐκέλευσεν ἐκείνους σκοπεῖν, αὐτὸς γὰρ ἐν Πελοποννήσῳ τὸν νοῦν ἔχειν. ὅθεν ἀνάγκη πᾶσιν, οἷς ἂν τὸ αἰσθάνεσθαι, καὶ τὸ νοεῖν | |
5 | ὑπάρχειν, εἰ τῷ νοεῖν αἰσθάνεσθαι πεφύκαμεν. ἔστω δὲ μὴ δεῖσθαι τοῦ νοῦ τὴν αἴσθησιν πρὸς τὸ αὑτῆς ἔργον· ἀλλ’ ὅταν γε τῷ ζῴῳ πρὸς τὸ οἰκεῖον καὶ τὸ ἀλλότριον ἡ αἴσθησις ἐνεργασαμένη διαφορὰν ἀπέλθῃ, τί τὸ μνη‐ μονεῦόν ἐστιν ἤδη καὶ δεδιὸς τὰ λυποῦντα καὶ ποθοῦν τὰ | |
10 | ὠφέλιμα καί, μὴ παρόντων, ὅπως παρέσται μηχανώμε‐ | |
961C | νον ἐν αὐτοῖς καὶ παρασκευαζόμενον ὁρμητήρια καὶ κα‐ ταφυγὰς καὶ θήρατρα πάλιν αὖ τοῖς ἁλωσομένοις καὶ ἀποδράσεις τῶν ἐπιτιθεμένων; καὶ ταυτί γε κἀκεῖνοι λέγοντες ἀποκναίουσιν, ἐν ταῖς εἰσαγωγαῖς ἑκάστοτε τὴν | |
5 | ‘πρόθεσιν‘ ὁριζόμενοι ‘σημείωσιν ἐπιτελειώσεωσ‘, τὴν δ’ ‘ἐπιβολὴν‘ ‘ὁρμὴν πρὸ ὁρμῆσ‘, ‘παρασκευὴν‘ δὲ ‘πρᾶξιν πρὸ πράξεωσ‘, ‘μνήμην‘ δὲ ‘κατάληψιν ἀξιώματος παρε‐ ληλυθότος, οὗ τὸ παρὸν ἐξ αἰσθήσεως κατελήφθη‘. τού‐ των γὰρ οὐδὲν ὅ τι μὴ λογικόν ἐστι, καὶ πάντα τοῖς ζῴοις | |
10 | ὑπάρχει πᾶσιν· ὥσπερ ἀμέλει καὶ τὰ περὶ τὰς νοήσεις, ἃς ἐναποκειμένας μὲν ‘ἐννοίασ‘ καλοῦσι κινουμένας δὲ | |
961D | ‘διανοήσεισ‘. τὰ δὲ πάθη σύμπαντα κοινῶς ‘κρίσεις φαύλας καὶ δόξασ‘ ὁμολογοῦντες εἶναι, θαυμαστὸν ὅτι δὴ παρορῶσιν ἐν τοῖς θηρίοις ἔργα καὶ κινήματα πολλὰ | |
μὲν θυμῶν πολλὰ δὲ φόβων καὶ ναὶ μὰ Δία φθόνων καὶ | 17 | |
5 | ζηλοτυπιῶν· αὐτοὶ δὲ καὶ κύνας ἁμαρτάνοντας καὶ ἵππους κολάζουσιν, οὐ διὰ κενῆς ἀλλ’ ἐπὶ σωφρονισμῷ, λύπην δι’ ἀλγηδόνος ἐμποιοῦντες αὐτοῖς, ἣν μετάνοιαν ὀνομά‐ ζομεν. ἡδονῆς δὲ τῷ μὲν δι’ ὤτων ὄνομα κήλησίς ἐστι τῷ δὲ δι’ ὀμμάτων γοητεία· χρῶνται δ’ ἑκατέροις ἐπὶ τὰ | |
10 | θηρία. κηλοῦνται μὲν 〈γὰρ〉 ἔλαφοι καὶ ἵπποι σύριγξι καὶ | |
961E | αὐλοῖς, καὶ τοὺς παγούρους ἐκ τῶν χηραμῶν ἀνακαλοῦν‐ ται βιαζόμενοι ταῖς φώτιγξι, καὶ τὴν θρίσσαν ᾀδόντων καὶ κροτούντων ἀναδύεσθαι καὶ προϊέναι λέγουσιν. ὁ δ’ ὦτος αὖ πάλιν ἁλίσκεται γοητευόμενος, ὀρχουμένων ἐν | |
5 | ὄψει μεθ’ ἡδονῆς ἅμα ῥυθμῷ γλιχόμενος τοὺς ὤμους συνδιαφέρειν. οἱ δὲ περὶ τούτων ἀβελτέρως λέγοντες μήθ’ ἥδεσθαι μήτε θυμοῦσθαι μήτε φοβεῖσθαι μήτε παρα‐ σκευάζεσθαι μήτε μνημονεύειν, ἀλλ’ ‘ὡσανεὶ μνημονεύ‐ ειν‘ τὴν μέλιτταν καὶ ‘ὡσανεὶ παρασκευάζεσθαι‘ τὴν | |
10 | χελιδόνα καὶ ‘ὡσανεὶ θυμοῦσθαι‘ τὸν λέοντα καὶ ‘ὡσαν‐ εὶ φοβεῖσθαι‘ τὴν ἔλαφον, οὐκ οἶδα τί χρήσονται τοῖς | |
961F | λέγουσι μηδὲ βλέπειν μηδ’ ἀκούειν ἀλλ’ ‘ὡσανεὶ βλέ‐ πειν‘ αὐτὰ καὶ ‘ὡσανεὶ ἀκούειν‘, μηδὲ φωνεῖν ἀλλ’ ‘ὡσανεὶ φωνεῖν‘, μηδ’ ὅλως ζῆν ἀλλ’ ‘ὡσανεὶ ζῆν‘· ταῦτα γὰρ ἐκείνων οὐ μᾶλλόν ἐστι λεγόμενα παρὰ τὴν ἐνάρ‐ | |
5 | γειαν, ὡς ἐγὼ πείθομαι. Σ. Κἀμὲ τοίνυν, ὦ Αὐτόβουλε, ταῦτά γε τίθει πει‐ θόμενον· τῷ δὲ τοῖς ἀνθρωπίνοις ἤθεσι καὶ βίοις καὶ | 18 |
962A | πράξεσι | καὶ διαίταις τὰ τῶν ζῴων παρατιθέναι ἄλλην τε πολλὴν ἐνορῶν φλαυρότητα καὶ τῆς ἀρετῆς, πρὸς ἣν ὁ λόγος γέγονε, μηδέν’ ἐμφανῆ στοχασμὸν αὐτῶν μηδὲ προκοπὴν μηδ’ ὄρεξιν, ἀπορῶ πῶς ἡ φύσις ἔδωκε τὴν | |
5 | ἀρχὴν αὐτοῖς, ἐπὶ τὸ τέλος ἐξικέσθαι μὴ δυναμένοις. ΑΥ. Ἀλλὰ τοῦτο μὲν οὐδ’ αὐτοῖς ἐκείνοις, ὦ Σώκλαρε, τοῖς ἀνδράσιν ἄτοπον εἶναι δοκεῖ· τὴν γοῦν πρὸς τὰ ἔγ‐ γονα φιλοστοργίαν ἀρχὴν μὲν ἡμῖν κοινωνίας καὶ δικαιο‐ σύνης τιθέμενοι, πολλὴν δὲ τοῖς ζῴοις καὶ ἰσχυρὰν ὁρῶν‐ | |
10 | τες παροῦσαν, οὔ φασιν αὐτοῖς οὐδ’ ἀξιοῦσι μετεῖναι | |
962B | δικαιοσύνης· ἡμιόνοις δὲ τῶν γεννητικῶν μορίων οὐδὲν ἐνδεῖ, καὶ γὰρ αἰδοῖα καὶ μήτρας καὶ τὸ χρῆσθαι μεθ’ ἡδονῆς τούτοις ἔχουσαι πρὸς τὸ τέλος οὐκ ἐξικνοῦνται τῆς γενέσεως. σκόπει δ’ ἄλλως, μὴ καὶ καταγέλαστόν ἐστι | |
5 | τοὺς Σωκράτεις καὶ τοὺς Πλάτωνας οὐδὲν ἐλαφροτέρᾳ κακίᾳ τοῦ τυχόντος ἀνδραπόδου συνεῖναι φάσκοντας, ἀλλ’ ὁμοίως ἄφρονας εἶναι καὶ ἀκολάστους καὶ ἀδίκους, εἶτα τῶν θηρίων αἰτιᾶσθαι τὸ μὴ καθαρὸν μηδ’ ἀπηκριβω‐ μένον πρὸς ἀρετὴν ὡς στέρησιν οὐχὶ φαυλότητα λόγου | |
10 | καὶ ἀσθένειαν, καὶ ταῦτα τὴν κακίαν ὁμολογοῦντας εἶναι | |
962C | λογικήν, ἧς πᾶν θηρίον ἀναπέπλησται· καὶ γὰρ δειλίαν | |
πολλοῖς καὶ ἀκολασίαν ἀδικίαν τε καὶ κακοήθειαν ὁρῶ‐ μεν 〈ἐν〉υπάρχουσαν. ὁ δ’ ἀξιῶν τὸ μὴ πεφυκὸς ὀρθότητα λόγου δέχεσθαι 〈μηδὲ λόγον δέχεσθαι〉 πρῶτον μὲν οὐδὲν | 19 | |
5 | διαφέρει τοῦ μήτε πίθηκον αἴσχους φύσει μετέχειν μήτε χελώνην βραδυτῆτος ἀξιοῦντος, ὅτι μηδὲ κάλλους ἐπι‐ δεκτικὰ μηδὲ τάχους ἐστίν· ἔπειτα τὴν διαφορὰν ἐμπο‐ δὼν οὖσαν οὐ συνορᾷ· λόγος μὲν γὰρ ἐγγίγνεται φύσει, σπουδαῖος δὲ λόγος καὶ τέλειος ἐξ ἐπιμελείας καὶ διδα‐ | |
10 | σκαλίας· διὸ τοῦ λογικοῦ πᾶσι τοῖς ἐμψύχοις μέτεστιν, ἣν δὲ ζητοῦσιν ὀρθότητα καὶ σοφίαν οὐδ’ ἄνθρωπον εἰπεῖν κεκτημένον ἔχουσιν. ὡς γὰρ ὄψεώς ἐστι πρὸς ὄψιν | |
962D | διαφορὰ καὶ πτήσεως πρὸς πτῆσιν (οὐ γὰρ ὁμοίως ἱέρα‐ κες βλέπουσι καὶ τέττιγες οὐδ’ ἀετοὶ πέτονται καὶ πέρ‐ δικες), οὕτως οὐδὲ παντὶ λογικῷ μέτεστιν ὡσαύτως τῆς εὑρομένης τὸ ἄκρον εὐστροφίας καὶ ὀξύτητος· ἐπεὶ δείγ‐ | |
5 | ματά γε πολλὰ κοινωνίας καὶ ἀνδρείας καὶ τοῦ πανούρ‐ γου περὶ τοὺς πορισμοὺς καὶ τὰς οἰκονομίας ὥσπερ αὖ καὶ τῶν ἐναντίων, ἀδικίας δειλίας ἀβελτερίας, ἔνεστιν αὐτοῖς. καὶ μαρτυρεῖ τὸ νυνὶ πεποιηκὸς ἐν τοῖς νεανίσκοις τὴν ἅμιλλαν· ὡς γὰρ οὔσης τινὸς διαφορᾶς, οἱ μὲν τὰ | |
10 | χερσαῖά φασιν οἱ δὲ τὰ θαλάσσια μᾶλλον προῆχθαι φύσει | |
962E | πρὸς ἀρετήν· ὃ δὴ καὶ δῆλόν ἐστι, παραβαλλομένων πε‐ λαργοῖς ἵππων ποταμίων (οἱ μὲν γὰρ τρέφουσι τοὺς πατέρας οἱ δ’ ἀποκτιννύουσιν ἵνα τὰς μητέρας ὀχεύωσι) | |
καὶ περιστεραῖς περδίκων· οἱ μὲν γὰρ ἀφανίζουσι τὰ ᾠὰ | 20 | |
5 | καὶ διαφθείρουσι, τῆς θηλείας, ὅταν ἐπῳάζῃ, μὴ προσ‐ δεχομένης τὴν ὀχείαν, οἱ δὲ καὶ διαδέχονται τὴν ἐπιμέ‐ λειαν, ἐν μέρει θάλποντες τὰ ᾠά, καὶ ψωμίζουσι πρότεροι τὰ νεόττια, καὶ τὴν θήλειαν, ἂν πλείονα χρόνον ἀποπλα‐ νηθῇ, κόπτων ὁ ἄρρην εἰσελαύνει πρὸς τὰ ᾠὰ καὶ τοὺς | |
10 | νεοττούς. ὄνοις δὲ καὶ προβάτοις Ἀντίπατρος (fr. 47) | |
962F | ἐγκαλῶν ὀλιγωρίαν καθαριότητος οὐκ οἶδ’ ὅπως παρεῖδε τὰς λύγγας καὶ τὰς χελιδόνας, ὧν αἱ μὲν ἐκτοπίζουσι παντάπασι κρύπτουσαι καὶ ἀφανίζουσαι τὸ λυγγούριον, αἱ δὲ χελιδόνες ἔξω στρεφομένους διδάσκουσι τοὺς νεοτ‐ | |
5 | τοὺς ἀφιέναι τὸ περίττωμα. καίτοι διὰ τί δένδρου δένδρον οὐ λέγομεν ἀμαθέστερον ὡς κυνὸς πρόβατον, οὐδὲ λαχάνου | |
963A | λάχανον ἀνανδρότερον ὡς ἔλαφον λέοντος; | ἢ καθάπερ ἐν τοῖς ἀκινήτοις ἕτερον ἑτέρου βραδύτερον οὐκ ἔστιν οὐδὲ μικροφωνότερον ἐν τοῖς ἀναύδοις, οὕτως οὐδὲ δει‐ λότερον οὐδὲ νωθρότερον οὐδ’ ἀκρατέστερον, οἷς μὴ | |
5 | φύσει πάρεστιν ἡ τοῦ φρονεῖν δύναμις, ἄλλοις δ’ ἄλλως κατὰ τὸ μᾶλλον καὶ ἧττον παροῦσα τὰς ὁρωμένας δια‐ φορὰς πεποίηκεν; Σ. Ἀλλὰ θαυμαστὸν ὅσον ἄνθρωπος εὐμαθείᾳ καὶ ἀγχινοίᾳ καὶ τοῖς περὶ δικαιοσύνην καὶ κοινωνίαν δια‐ | |
10 | φέρει τῶν ζῴων. ΑΥ. Καὶ γὰρ ἐκείνων, ὦ ἑταῖρε, πολλὰ τοῦτο μὲν | |
μεγέθει καὶ ποδωκείᾳ τοῦτο δ’ ὄψεως ῥώμῃ καὶ ἀκοῆς ἀκριβείᾳ πάντας ἀνθρώπους ἀπολέλοιπεν· ἀλλ’ οὐ διὰ | 21 | |
963B | τοῦτο τυφλὸς οὐδ’ ἀδύνατος οὐδ’ ἄωτος ὁ ἄνθρωπός ἐστιν· ἀλλὰ καὶ 〈θέομεν εἰ καὶ βραδύτερον ἐλάφων, καὶ βλέπομεν εἰ καὶ〉 χεῖρον ἱεράκων, ἰσχύος τε καὶ μεγέθους ἡ φύσις ἡμᾶς οὐκ ἀπεστέρησεν, καίτοι τὸ μηδὲν ἐν τού‐ | |
5 | τοις πρὸς ἐλέφαντα καὶ κάμηλον ὄντας. οὐκοῦν ὁμοίως μηδὲ τὰ θηρία λέγωμεν, εἰ νωθρότερον φρονεῖ καὶ κάκιον διανοεῖται, μὴ διανοεῖσθαι μηδὲ φρονεῖν ὅλως μηδὲ κε‐ κτῆσθαι λόγον, ἀσθενῆ δὲ κεκτῆσθαι καὶ θολερόν, ὥσπερ ὀφθαλμὸν ἀμβλυώττοντα καὶ τεταραγμένον. εἰ δὲ μὴ | |
10 | πολλὰ τοὺς νεανίσκους αὐτίκα δὴ μάλα προσεδόκων τὸν μὲν ἐκ γῆς τὸν δ’ ἐκ θαλάττης ἐνταῦθα συνερανίσειν, | |
963C | φιλολόγους καὶ φιλογραμμάτους ὄντας, οὐκ ἂν ἀπεσχό‐ μην σου μυρία μὲν εὐμαθείας μυρία δ’ εὐφυΐας παραδείγ‐ ματα θηρίων διηγούμενος, ὧν ἄμαις καὶ σκάφαις ἡμῖν ἐκ τῶν βασιλικῶν ἀρύσασθαι θεάτρων ἡ καλὴ Ῥώμη | |
5 | παρέσχηκε. ταῦτα μὲν οὖν ἐκείνοις νεαρὰ καὶ ἄθικτα πρὸς τὸν λόγον ἐγκαλλωπίσασθαι καταλείπωμεν· βούλο‐ μαι δὲ μικρόν τι μετὰ σοῦ σκέψασθαι καθ’ ἡσυχίαν. οἶμαι γὰρ ἰδίαν τινὰ μέρους ἑκάστου καὶ δυνάμεως φαυλότητα καὶ πήρωσιν εἶναι καὶ νόσον, ὥσπερ ὀφθαλμοῦ τυφλό‐ | |
10 | τητα καὶ σκέλους χωλότητα καὶ ψελλότητα γλώσσης, ἄλλου δὲ μηδενός· οὐ γὰρ ἔστι τυφλότης μὴ πεφυκότος | |
963D | ὁρᾶν οὐδὲ χωλότης μὴ πεφυκότος βαδίζειν, ψελλόν τε τῶν ἀγλώσσων ἢ τῶν ἀναύδων φύσει τραυλὸν οὐδὲν ἂν προσείποις· οὐκοῦν οὐδὲ παραπαῖον ἢ παραφρονοῦν ἢ μαινόμενον, ᾧ μὴ τὸ φρονεῖν καὶ διανοεῖσθαι καὶ λογί‐ | |
5 | ζεσθαι κατὰ φύσιν ὑπῆρχεν· οὐ γὰρ ἔστιν ἐμπαθὲς γε‐ νέσθαι μὴ κεκτημένον δύναμιν, ἧς τὸ πάθος ἢ στέρησις | |
ἢ πήρωσις ἤ τις ἄλλη κάκωσις ἦν. ἀλλὰ μὴν ἐντετύχηκάς γε λυττώσαις κυσίν, ἐγὼ δὲ καὶ ἵπποις· ἔνιοι δέ φασι καὶ βοῦς μαίνεσθαι καὶ ἀλώπεκας· ἀρκεῖ δὲ τὸ τῶν κυνῶν, | 22 | |
10 | ὃ ἀναμφισβήτητόν ἐστι, καὶ μαρτυρεῖ λόγον ἔχειν καὶ διάνοιαν οὐ φαύλην τὸ ζῷον, ἧς ταραττομένης καὶ συγ‐ | |
963E | χεομένης ἡ λεγομένη λύττα καὶ μανία πάθος ἐστίν· οὔτε γὰρ ὄψιν ἀλλοιουμένην αὐτῶν οὔτ’ ἀκοὴν ὁρῶμεν. ἀλλ’ ὥσπερ ἀνθρώπου μελαγχολῶντος ἢ παρακόπτοντος ὁ μὴ λέγων ἐξεστάναι καὶ διεφθορέναι τὸ φρονοῦν καὶ λογι‐ | |
5 | ζόμενον καὶ μνημονεῦον ἄτοπός ἐστι (καὶ γὰρ ἡ συνήθεια ταῦτά γε κατηγορεῖ τῶν παραφρονούντων μὴ εἶναι παρ’ αὑτοῖς ἀλλ’ ἐκπεπτωκέναι τῶν λογισμῶν), οὕτως ὁ τοὺς λυττῶντας κύνας ἄλλο τι πεπονθέναι νομίζων ἀλλ’ οὐχὶ τοῦ φρονεῖν πεφυκότος καὶ λογίζεσθαι καὶ μνημονεύειν | |
10 | ἀναπεπλησμένου ταραχῆς καὶ παραπεπαικότος ἀγνοεῖν τὰ | |
963F | φίλτατα πρόσωπα καὶ φεύγειν τὰς συντρόφους διαίτας, ἢ παρορᾶν τὸ φαινόμενον ἔοικεν ἢ συνορῶν τὸ γινόμενον ἐξ αὐτοῦ φιλονεικεῖν πρὸς τὴν ἀλήθειαν. Σ. Ὀρθῶς μοι δοκεῖς ὑπονοεῖν· οἱ γὰρ ἀπὸ τῆς | |
5 | Στοᾶς καὶ τοῦ Περιπάτου μάλιστα πρὸς τοὐναντίον ἐν‐ τείνονται τῷ λόγῳ, τῆς δικαιοσύνης ἑτέραν γένεσιν οὐκ ἐχούσης, ἀλλὰ παντάπασιν ἀσυστάτου καὶ ἀνυπάρκτου | |
964A | γιγνομένης, | εἰ πᾶσι τοῖς ζῴοις λόγου μέτεστι· γίγνεται γὰρ ἢ τὸ ἀδικεῖν ἀναγκαῖον ἡμῖν ἀφειδοῦσιν αὐτῶν, ἢ μὴ χρωμένων αὐτοῖς τὸ ζῆν ἀδύνατον καὶ ἄπορον· καὶ τρό‐ | |
πον τινὰ θηρίων βίον βιωσόμεθα, τὰς ἀπὸ τῶν θηρίων | 23 | |
5 | προέμενοι χρείας. ἀφίημι γὰρ Νομάδων καὶ Τρωγλοδυτῶν ἀνεξευρέτους ἀριθμῷ μυριάδας, οἳ τροφὴν σάρκας ἄλλο δ’ οὐδὲν ἴσασιν· ἀλλ’ ἡμῖν τοῖς ἡμέρως καὶ φιλανθρώ‐ πως ζῆν δοκοῦσι ποῖον ἔργον ἀπολείπεται γῆς, ποῖον ἐν θαλάττῃ, τίς ἐν ὄρεσι τέχνη, τίς κόσμος διαίτης, ἂν ὡς | |
10 | προσήκει λογικοῖς καὶ ὁμοφύλοις πᾶσι τοῖς ζῴοις οὖσιν | |
964B | ἀβλαβῶς καὶ μετ’ εὐλαβείας προσφέρεσθαι μάθωμεν, ἔργον ἐστὶν εἰπεῖν. οὐδὲν οὖν φάρμακον οὐδ’ ἴαμα τῆς ἢ τὸν βίον ἀναιρούσης ἢ τὴν δικαιοσύνην ἀπορίας [οὐδὲν] ἔχομεν, ἂν μὴ τὸν ἀρχαῖον ὅρον καὶ νόμον φυλάττωμεν, | |
5 | ᾧ καθ’ Ἡσίοδον (OD 277 sqq.) ὁ τὰς φύσεις διελὼν καὶ θέμενος ἰδίᾳ τῶν γενῶν ἑκάτερον | |
6 | ‘ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἔστι μετ’ αὐτοῖς, ἀνθρώποισι δ’ ἔδωκε δίκην‘ | |
9 | ||
10 | πρὸς ἀλλήλους. οἷς δ’ οὐκ ἔστι τὸ δικαιοπραγεῖν πρὸς ἡμᾶς, οὐδ’ ἡμῖν πρὸς ἐκεῖνα γίγνεται τὸ ἀδικεῖν· ὡς οἵ γε τοῦτον προέμενοι τὸν λόγον οὔτ’ εὐρεῖαν ἄλλην οὔτε | |
964C | λιτὴν τῇ δικαιοσύνῃ παρεισελθεῖν ὁδὸν ἀπολελοίπασι. ΑΥ. Ταῦτα μέν, ὦ φίλε, ‘τἀπὸ καρδίασ‘ τῶν ἀνδρῶν ἐξείρηκας· οὐ μὴν δοτέον, ὥσπερ δυστοκούσαις γυναιξί, | |
περιάψασθαι τοῖς φιλοσόφοις ὠκυτόκιον, ἵνα ῥᾳδίως καὶ | 24 | |
5 | ἀταλαιπώρως τὸ δίκαιον ἡμῖν ἀποτέκωσιν. οὐδὲ γὰρ αὐτοὶ τῷ Ἐπικούρῳ (fr. 281) διδόασιν ὑπὲρ τῶν μεγί‐ στων σμικρὸν οὕτω πρᾶγμα καὶ φαῦλον, ἄτομον παρεγ‐ κλῖναι μίαν ἐπὶ τοὐλάχιστον, ὅπως ἄστρα καὶ ζῷα καὶ τύχη παρεισέλθῃ καὶ τὸ ἐφ’ ἡμῖν μὴ ἀπόληται· δεικνύναι | |
10 | δὲ τὸ ἄδηλον ἢ λαμβάνειν τι τῶν προδήλων προσήκει καὶ 〈μή〉 τι περὶ τῶν ζῴων ὑποτίθεσθαι πρὸς τὴν δικαιο‐ σύνην, εἰ μήθ’ ὁμολογεῖται μήτ’ ἄλλως ἀποδεικνύουσιν. | |
964D | ἔχει γὰρ ἑτέραν ὁδὸν ἐκεῖ τὸ δίκαιον οὐ σφαλερὰν καὶ παράκρημνον οὕτω καὶ διὰ τῶν ἐναργῶν ἀνατρεπομένων ἄγουσαν, ἀλλ’ ἥν, Πλάτωνος ὑφηγουμένου, δείκνυσιν οὑμὸς υἱός, ὦ Σώκλαρε, σὸς δ’ ἑταῖρος, τοῖς μὴ φιλομα‐ | |
5 | χεῖν ἕπεσθαι δὲ καὶ μανθάνειν βουλομένοις. ἐπεὶ τό γε μὴ παντάπασι καθαρεύειν ἀδικίας τὸν ἄνθρωπον οὕτω τὰ ζῷα μεταχειριζόμενον Ἐμπεδοκλῆς καὶ Ἡράκλειτος ὡς ἀληθὲς προσδέχονται, πολλάκις ὀδυρόμενοι καὶ λοι‐ δοροῦντες τὴν φύσιν, ὡς ἀνάγκην καὶ πόλεμον οὖσαν, | |
964E | ἀμιγὲς δὲ μηδὲν μηδ’ εἰλικρινὲς ἔχουσαν ἀλλὰ διὰ πολλῶν κἀδίκων παθῶν περαινομένην· ὅπου καὶ τὴν γένεσιν αὐ‐ τὴν ἐξ ἀδικίας συντυγχάνειν λέγουσι, τῷ θνητῷ συνερ‐ χομένου τοῦ ἀθανάτου, καὶ τρέφεσθαι τὸ γεννώμενον | |
5 | παρὰ φύσιν μέλεσι τοῦ γεννήσαντος ἀποσπωμένοις. οὐ μὴν ἀλλὰ ταῦτα μὲν ἄκρατα καὶ πικρὰ φαίνεται κατακό‐ ρως· ἑτέρα δ’ ἐστὶν ἐμμελὴς παρηγορία, μήτε τῶν ζῴων | |
τὸν λόγον ἀφαιρουμένη καὶ σῴζουσα χρωμένων αὐτοῖς ὡς προσήκει τὸ δίκαιον, ἣν τῶν σοφῶν καὶ παλαιῶν | 25 | |
10 | εἰσαγόντων συστᾶσα λαιμαργία μεθ’ ἡδυπαθείας ἐξέβαλε καὶ ἠφάνισεν, αὖθις δὲ Πυθαγόρας ἀνελάμβανε, διδά‐ | |
964F | σκων ὠφελεῖσθαι μὴ ἀδικοῦντας. οὐ γὰρ ἀδικοῦσιν οἱ τὰ μὲν ἄμικτα καὶ βλαβερὰ κομιδῇ κολάζοντες καὶ ἀποκτιν‐ νύοντες, τὰ δ’ ἥμερα καὶ φιλάνθρωπα ποιούμενοι τιθασὰ καὶ συνεργὰ χρείας, πρὸς ἣν ἕκαστον εὖ πέφυκεν, | |
4 | ||
5 | ‘ἵππων ὄνων τ’ ὀχεῖα καὶ ταύρων γονάς,‘ | |
5 | ὧν ὁ Αἰσχύλου (fr. 194) Προμηθεύς ‘δοῦναι‘ φησὶν ἡμῖν | |
6 | ||
965A | ‘ἀντίδουλα | καὶ πόνων ἐκδέκτορα·‘ | |
1 | κυσὶ δὲ χρώμενοι προφυλάττουσιν, αἶγάς τε καὶ ὄϊς ἀμελ‐ γομένας καὶ κειρομένας νέμοντες. οὐ γὰρ ἀναιρεῖται τὸ ζῆν οὐδὲ βίος ἀπόλλυται τοῖς ἀνθρώποις, ἂν μὴ λοπάδας | |
5 | ἰχθύων μηδ’ ἥπατα χηνῶν ἔχωσι μηδὲ βοῦς μηδ’ ἐρίφους κατακόπτωσιν ἐπ’ εὐωχίᾳ, μηδ’ ἀλύοντες ἐν θεάτροις μηδὲ παίζοντες ἐν θήραις τὰ μὲν ἀναγκάζωσι τολμᾶν ἄκοντα καὶ μάχεσθαι, τὰ δὲ μηδ’ ἀμύνεσθαι πεφυκότα διαφθείρωσι. τὸν γὰρ παίζοντα καὶ τερπόμενον οἶμαι συμ‐ | |
10 | παίζουσι δεῖν χρῆσθαι καὶ ἱλαροῖς, οὐχ ὥσπερ ὁ Βίων | |
965B | ἔλεγε τὰ παιδάρια παίζοντα τῶν βατράχων τοῖς λίθοις ἐφίεσθαι, τοὺς δὲ βατράχους μηκέτι παίζοντας ἀλλ’ ἀλη‐ θῶς ἀποθνήσκειν, οὕτω κυνηγεῖν καὶ ἁλιεύειν, ὀδυνω‐ μένοις τερπομένους καὶ ἀποθνήσκουσι, τοῖς δ’ ἀπὸ σκύ‐ | |
5 | μνων καὶ νεοσσῶν ἐλεεινῶς ἀγομένοις. οὐ γὰρ οἱ χρώμενοι ζῴοις ἀδικοῦσιν, ἀλλ’ οἱ χρώμενοι βλαβερῶς καὶ ὀλιγώ‐ ρως καὶ μετ’ ὠμότητος. Σ. Ἐπίσχες, ὦ Αὐτόβουλε, καὶ παραβαλοῦ 〈τὸ θυρίον〉 τῆς κατηγορίας· ἐγγὺς γὰρ οἵδε προσιόντες πολ‐ | 26 |
10 | λοὶ καὶ θηρατικοὶ πάντες, οὓς οὔτε μεταθεῖναι ῥᾴδιον οὔτε λυπεῖν ἀναγκαῖον. ΑΥ. Ὀρθῶς παραινεῖς· ἀλλ’ Εὐβίοτον μὲν εὖ οἶδα καὶ | |
965C | τὸν ἐμὸν ἀνεψιὸν Ἀρίστωνα, τούς τε Διονυσίου παῖδας ἀπὸ Δελφῶν, Αἰακίδην καὶ Ἀριστότιμον τοῦτον, εἶτα Νίκανδρον τὸν Εὐθυδάμου, χερσαίας ‘δαήμονασ‘ ἄγρας ὡς Ὅμηρος (θ 159 al.) ἔφη, καὶ διὰ τοῦτο πρὸς Ἀριστοτί‐ | |
5 | μου γενησομένους· ὥσπερ αὖ πάλιν τούσδε τοὺς νησιώ‐ τας καὶ παραλίους, Ἡρακλέωνα τὸν Μεγαρόθεν καὶ Φιλόστρατον τὸν Εὐβοέα, ‘τοῖσίν τε θαλάσσια ἔργα μέ‐ μηλε‘ (ε 67), Φαίδιμος ἔχων περὶ αὑτὸν βαδίζει. | |
8 | ‘Τυδείδην δ’ οὐκ ἂν γνοίης ποτέροισι μετείη‘ (Ε 85), | |
9 | ||
10 | τουτονὶ τὸν ἡμέτερον ἡλικιώτην Ὀπτᾶτον, ὃς | |
10 | ‘πολλοῖς μὲν ἐνάλου ὀρείου δὲ πολ‐ λοῖς ἄγρας ἀκροθινίοις | |
12 | ἀγλαΐσασ‘ τὴν Ἀγροτέραν ἅμα θεὸν καὶ Δίκτυνναν, ἐν‐ | |
965D | ταῦθα δῆλός ἐστι πρὸς ἡμᾶς βαδίζων, ὡς μηδετέροις προσ‐ θήσων ἑαυτόν· ἢ φαύλως εἰκάζομεν, ὦ φίλε Ὀπτᾶτε, κοινόν σε καὶ μέσον ἔσεσθαι τῶν νεανίσκων βραβευτήν; | |
ΟΠΤΑΤΟΣ. Πάνυ μὲν οὖν ὀρθῶς ὑπονοεῖς, ὦ Αὐτό‐ | 27 | |
5 | βουλε· πάλαι γὰρ ὁ Σόλωνος ἐκλέλοιπε νόμος, τοὺς ἐν στάσει μηδετέρῳ μέρει προσγενομένους κολάζων. ΑΥ. Δεῦρο δὴ καθίζου πρὸς ἡμᾶς, ὅπως, εἰ δεήσει μάρτυρος, μὴ τοῖς Ἀριστοτέλους πράγματα βιβλίοις παρ‐ έχωμεν, ἀλλὰ σοὶ δι’ ἐμπειρίαν ἑπόμενοι τοῖς λεγομέ‐ | |
10 | νοις ἀληθῶς τὴν ψῆφον ἐπιφέρωμεν. Σ. Εἶεν, ὦ ἄνδρες νέοι, γέγονέ τις ὑμῖν ὁμολογία περὶ τάξεως; ΦΑΙΔΙΜΟΣ. Γέγονεν, ὦ Σώκλαρε, πολλὴν παρα‐ | |
965E | σχοῦσα φιλονεικίαν· εἶτα κατ’ Εὐριπίδην (fr. 989) | |
1 | ‘ὁ τῆς τύχης παῖς κλῆρος ἐπὶ τούτῳ ταγεὶσ‘ | |
2 | τὰ χερσαῖα προεισάγει δίκαια τῶν ἐνάλων. Σ. Καιρὸς οὖν, ὦ Ἀριστότιμε, σοὶ μὲν ἤδη λέγειν ἡμῖν | |
5 | δ’ ἀκούειν. ΑΡΙΣΤΟΤΙΜΟΣ. Ἡ μὲν ἀγορὰ τοῖς δικαζομένοις *** τὰ δὲ τὸν γόνον ἀναλίσκει περὶ τὰς ἀποκυήσεις ἐπι‐ τρέχοντα τοῖς θήλεσι· κεστρέως δὲ γένος, οὓς παρδίας καλοῦσιν, ἀπὸ τῆς μύξης τρέφονται τῆς ἑαυτῶν· ὁ δὲ | |
10 | πολύπους αὑτὸν ἐσθίων κάθηται χειμῶνος (Hes. OD 525) | |
10 | ‘ἐν τ’ ἀπύρῳ οἴκῳ καὶ ἐν ἤθεσι λευγαλέοισιν·‘ | |
11 | οὕτως ἀργὸς ἢ ἀναίσθητος ἢ γαστρίμαργος ἢ πᾶσι τού‐ τοις ἔνοχός ἐστι. διὸ καὶ Πλάτων (Legg. VII 823d) αὖ | |
965F | πάλιν ἀπεῖπε νομοθετῶν μᾶλλον δ’ ἀπεύξατο τοὺς νέους θαλαττίου θήρας ἔρωτα λαβεῖν· οὐδὲν γὰρ ἀλκῆς γυμ‐ | |
νάσιον οὐδὲ μελέτημα σοφίας οὐδ’ ὅσα πρὸς ἰσχὺν ἢ τάχος ἢ κινήσεις διαπονοῦσι τοῖς πρὸς λάβρακας ἢ γόγ‐ | 28 | |
966A | γρους ἢ σκάρους ἀγῶσιν· | ὥσπερ ἐνταῦθα τὰ μὲν θυ‐ μοειδῆ τὸ φιλοκίνδυνον καὶ τὸ ἀνδρεῖον ἀσκεῖ τῶν μαχο‐ μένων, τὰ δὲ πανοῦργα τὸ φροντιστικὸν καὶ συνετὸν τῶν ἐπιτιθεμένων, τὰ δὲ ποδώκη τὸ ῥωμαλέον καὶ φιλόπο‐ | |
5 | νον τῶν διωκόντων. καὶ ταῦτα τὸ κυνηγεῖν καλὸν πε‐ ποίηκε· τὸ δ’ ἁλιεύειν ἀπ’ οὐδενὸς ἔνδοξον· οὐδέ γε θεῶν τις ἠξίωσεν, ὦ ἑταῖρε, ‘γογγροκτόνοσ‘, ὥσπερ ὁ Ἀπόλλων ‘λυκοκτόνοσ‘, οὐδὲ ‘τριγλοβόλοσ‘, ὥσπερ ‘ἐλαφηβόλοσ‘ ἡ Ἄρτεμις, λέγεσθαι. καὶ τί θαυμαστόν, ὅπου καὶ ἀν‐ | |
10 | θρώπῳ σῦν μὲν καὶ ἔλαφον καὶ νὴ Δία δορκάδα καὶ λαγωὸν ἑλεῖν κάλλιον ἢ πρίασθαι, θύννον δὲ καὶ κάραβον καὶ ἀμίαν σεμνότερόν ἐστιν αὐτὸν ὀψωνεῖν ἢ ἁλιεύειν; | |
966B | τὸ γὰρ ἀγεννὲς καὶ ἀμήχανον ὅλως καὶ ἀπάνουργον αὐτῶν αἰσχρὸν καὶ ἄζηλον καὶ ἀνελεύθερον τὴν ἄγραν πεποίηκε. Καθόλου δ’, ἐπεὶ δι’ ὧν οἱ φιλόσοφοι δεικνύουσι τὸ [τε] μετέχειν λόγου τὰ ζῷα, προθέσεις εἰσὶ καὶ πα‐ | |
5 | ρασκευαὶ καὶ μνῆμαι καὶ πάθη καὶ τέκνων ἐπιμέλειαι καὶ χάριτες εὖ παθόντων καὶ μνησικακίαι πρὸς τὸ λυπῆ‐ σαν, ἔτι δ’ εὑρέσεις τῶν ἀναγκαίων, ἐμφάσεις ἀρετῆς, οἷον ἀνδρείας κοινωνίας ἐγκρατείας μεγαλοφροσύνης, σκοπῶμεν τὰ ἔναλα, εἰ τούτων ἐκεῖνα μὲν οὐδὲν ἤ πού | |
10 | τι παντελῶς ἀμαυρὸν αἴθυγμα καὶ δυσθέατον ἐνιδεῖν μάλα μόλις τεκμαιρομένῳ δίδωσιν· ἐν δὲ τοῖς πεζοῖς καὶ | |
966C | γηγενέσι λαμπρὰ καὶ ἐναργῆ καὶ βέβαια παραδείγματα τῶν εἰρημένων ἑκάστου λαμβάνειν ἔστι καὶ θεᾶσθαι. πρῶτον οὖν ὅρα προθέσεις καὶ παρασκευὰς ταύρων ἐπὶ | |
μάχῃ κονιομένων καὶ κάπρων θηγόντων ὀδόντας· ἐλέ‐ | 29 | |
5 | φαντες δέ, τῆς ὕλης, ἣν ὀρύττοντες ἢ κείροντες ἐσθίου‐ σιν, ἀμβλὺν τὸν ὀδόντα ποιούσης ἀποτριβόμενον, τῷ ἑτέ‐ ρῳ πρὸς ταῦτα χρῶνται, τὸν δ’ ἕτερον ἔπακμον ἀεὶ καὶ ὀξὺν ἐπὶ τὰς ἀμύνας φυλάττουσιν. ὁ δὲ λέων ἀεὶ βαδίζει συνεστραμμένοις τοῖς ποσίν, ἐντὸς ἀποκρύπτων τοὺς | |
10 | ὄνυχας, ἵνα μὴ τριβόμενοι τὴν ἀκμὴν ἀπαμβλύνωσι μηδὲ | |
966D | καταλείπωσιν εὐπορίαν τοῖς στιβεύουσιν· οὐ γὰρ ῥᾳδίως ὄνυχος εὑρίσκεται λεοντείου σημεῖον, ἀλλ’ ἀμαυροῖς καὶ τυφλοῖς ἴχνεσιν ἐντυγχάνοντες ἀποπλανῶνται καὶ δι‐ αμαρτάνουσιν. ὁ δ’ ἰχνεύμων ἀκηκόατε δήπουθεν ὡς οὐθὲν | |
5 | ἀπολείπει θωρακιζομένου πρὸς μάχην ὁπλίτου· τοσοῦ‐ τον ἰλύος περιβάλλεται καὶ περιπήγνυσι τῷ σώματι χι‐ τῶνα μέλλων ἐπιτίθεσθαι τῷ κροκοδείλῳ. τὰς δὲ χελιδόνων πρὸ τῆς τεκνοποιίας παρασκευὰς ὁρῶμεν, ὡς εὖ τὰ στερεὰ κάρφη προϋποβάλλονται δίκην θεμελίων, | |
10 | εἶτα περιπλάττουσι τὰ κουφότερα· κἂν πηλοῦ τινος ἐχε‐ κόλλου δεομένην αἴσθωνται τὴν νεοττιάν, λίμνης ἢ θα‐ | |
966E | λάττης ἐν χρῷ παραπετόμεναι ψαύουσι τοῖς πτίλοις ἐπιπολῆς, ὅσον νοτεραί, μὴ βαρεῖαι γενέσθαι τῇ ὑγρό‐ τητι, συλλαβοῦσαι δὲ κονιορτὸν οὕτως ἐξαλείφουσι καὶ συνδέουσι τὰ χαλῶντα καὶ διολισθαίνοντα· τῷ δὲ σχή‐ | |
5 | ματι τοὔργον οὐ γωνιῶδες οὐδὲ πολύπλευρον, ἀλλ’ ὁμα‐ λὸν ὡς ἔνεστι μάλιστα καὶ σφαιροειδὲς ἀποτελοῦσι· καὶ γὰρ μόνιμον καὶ χωρητικὸν τὸ τοιοῦτο καὶ τοῖς ἐπιβου‐ λεύουσι θηρίοις ἔξωθεν ἀντιλήψεις οὐ πάνυ δίδωσι. τὰ δ’ ἀράχνης ἔργα, κοινὸν ἱστῶν γυναιξὶ καὶ θήρας σαγηνευ‐ | |
10 | ταῖς ἀρχέτυπον, οὐ καθ’ ἓν ἄν τις θαυμάσειε· καὶ γὰρ | |
ἡ τοῦ νήματος ἀκρίβεια καὶ τῆς ὑφῆς τὸ μὴ διεχὲς μηδὲ | 30 | |
966F | στημονῶδες ἀλλὰ λείου συνέχειαν ὑμένος καὶ κόλλησιν ὑπό τινος ἀδήλως παραμεμιγμένης γλισχρότητος ἀπειρ‐ γασμένον, ἥ τε βαφὴ τῆς χρόας ἐνάερον καὶ ἀχλυώδη ποιοῦσα τὴν ἐπιφάνειαν ὑπὲρ τοῦ λαθεῖν, αὐτή τε μάλι‐ | |
5 | στα πάντων ἡ τῆς μηχανῆς αὐτῆς ἡνιοχεία καὶ κυβέρνη‐ σις, ὅταν ἐνσχεθῇ τι τῶν ἁλωσίμων, ὥσπερ δεινοῦ σαγη‐ νευτοῦ ταχὺ συναιρεῖν εἰς ταὐτὸ καὶ συνάγειν τὸ θήρα‐ | |
967A | τρον, | αἰσθανομένης καὶ φρονούσης, τῇ καθ’ ἡμέραν ὄψει καὶ θέᾳ τοῦ γιγνομένου πιστὸν ἔσχε τὸν λόγον, ἄλλως δ’ ἂν ἐδόκει μῦθος· ὥσπερ ἡμῖν ἐδόκει τὸ τῶν ἐν Λιβύῃ κοράκων, οἳ ποτοῦ δεόμενοι † καὶ λίθους ἐμβάλλουσιν | |
5 | ἀναπληροῦντες καὶ ἀνάγοντες τὸ ὕδωρ, μέχρι ἂν ἐν ἐφικτῷ γένηται· εἶτα μέντοι κύνα θεασάμενος ἐν πλοίῳ, τῶν ναυτῶν μὴ παρόντων, εἰς ἔλαιον ἀμφορέως ἀποδεοῦς ἐμβάλλοντα τῶν χαλίκων, ἐθαύμασα πῶς νοεῖ καὶ συνίησι τὴν γιγνομένην ἔκθλιψιν ὑπὸ τῶν βαρυτέρων τοῖς κου‐ | |
10 | φοτέροις ὑφισταμένων. ὅμοια δὲ καὶ τὰ τῶν Κρητι‐ | |
967B | κῶν μελισσῶν καὶ τὰ τῶν ἐν Κιλικίᾳ χηνῶν· ἐκεῖναι μὲν γὰρ ἀνεμῶδές τι μέλλουσαι κάμπτειν ἀκρωτήριον ἑρμα‐ τίζουσιν ἑαυτάς, ὑπὲρ τοῦ μὴ παραφέρεσθαι, μικροῖς λιθιδίοις· οἱ δὲ χῆνες τοὺς ἀετοὺς δεδοικότες, ὅταν ὑπερ‐ | |
5 | βάλλωσι τὸν Ταῦρον, εἰς τὸ στόμα λίθον εὐμεγέθη λαμ‐ βάνουσιν, οἷον ἐπιστομίζοντες αὑτῶν καὶ χαλινοῦντες τὸ | |
φιλόφωνον καὶ λάλον, ὅπως λάθωσι σιωπῇ παρελθόν‐ τες. τῶν δὲ γεράνων καὶ τὸ περὶ τὴν πτῆσιν εὐδοκιμεῖ· πέτονται γάρ, ὅταν ᾖ πνεῦμα πολὺ καὶ τραχὺς ἀήρ, οὐχ, | 31 | |
10 | ὥσπερ εὐδίας οὔσης, μετωπηδὸν ἢ κόλπῳ μηνοειδοῦς περιφερείας, ἀλλ’ εὐθὺς εἰς τρίγωνον συνάγουσαι σχί‐ | |
967C | ζουσι τῇ κορυφῇ τὸ πνεῦμα περιρρέον, ὥστε μὴ δια‐ σπᾶσθαι τὴν τάξιν. ὅταν δὲ κατάρωσιν ἐπὶ γῆν, αἱ προ‐ φυλακὴν ἔχουσαι νυκτὸς ἐπὶ θατέρου σκέλους ὀχοῦνται τὸ σῶμα, τῷ δ’ ἑτέρῳ ποδὶ λίθον περιλαβοῦσαι κρατοῦσι· | |
5 | συνέχει γὰρ ὁ τῆς ἁφῆς τόνος ἐν τῷ μὴ καθεύδειν πολὺν χρόνον· ὅταν δ’ ἀνῶσιν, ἐκπεσὼν ὁ λίθος ταχὺ διήγειρε τὴν προεμένην· ὥστε μὴ πάνυ θαυμάζειν τοῦ Ἡρακλέους, εἰ τόξα μασχάλῃ ὑποθεὶς καὶ (Trag. fr. adesp. 416) | |
8 | ‘κραταιῷ περιβαλὼν βραχίονι, | |
10 | εὕδει πιέζων χειρὶ δεξιᾷ ξύλον·‘ | |
10 | μηδ’ αὖ πάλιν τοῦ πρώτου ὑπονοήσαντος ὀστρέου μεμυ‐ κότος ἀνάπτυξιν ἐντυχόντα τοῖς ἐρωδιῶν σοφίσμασιν· | |
967D | ὅταν γὰρ τὴν κόγχην καταπίῃ μεμυκυῖαν, ἐνοχλούμενος ἐγκαρτερεῖ, μέχρι ἂν αἴσθηται μαλασσομένην καὶ χαλῶ‐ σαν ὑπὸ τῆς θερμότητος· τότε δ’ ἐκβαλὼν κεχηνυῖαν καὶ ἀνεσπασμένην ἐξεῖλε τὸ ἐδώδιμον. | |
5 | Τὰς δὲ μυρμήκων οἰκονομίας καὶ παρασκευὰς ἐκ‐ | |
φράσαι μὲν ἀκριβῶς ἀμήχανον, ὑπερβῆναι δὲ παντελῶς ὀλίγωρον· οὐδὲν γὰρ οὕτω μικρὸν ἡ φύσις ἔχει μειζόνων καὶ καλλιόνων κάτοπτρον, ἀλλ’ ὥσπερ ἐν σταγόνι καθαρᾷ πάσης ἔνεστιν ἀρετῆς ἔμφασις· ‘ἔνθ’ ἔνι μὲν φιλότησ‘ | 32 | |
10 | (Ξ 216) τὸ κοινωνικόν, ἔνι δ’ ἀνδρείας εἰκὼν τὸ φιλόπο‐ νον, ἔνεστι δὲ πολλὰ μὲν ἐγκρατείας σπέρματα πολλὰ δὲ | |
967E | φρονήσεως καὶ δικαιοσύνης. ὁ μὲν οὖν Κλεάνθης (fr. 515) ἔλεγε, καίπερ οὐ φάσκων μετέχειν λόγου τὰ ζῷα, τοιαύτῃ θεωρίᾳ παρατυχεῖν· μύρμηκας ἐλθεῖν ἐπὶ μυρμηκιὰν ἑτέ‐ ραν μύρμηκα νεκρὸν φέροντας· ἀνιόντας οὖν ἐκ τῆς μυρ‐ | |
5 | μηκιᾶς ἐνίους οἷον ἐντυγχάνειν αὐτοῖς καὶ πάλιν κατέρ‐ χεσθαι· καὶ τοῦτο δὶς ἢ τρὶς γενέσθαι· τέλος δὲ τοὺς μὲν κάτωθεν ἀνενεγκεῖν ὥσπερ λύτρα τοῦ νεκροῦ σκώληκα, | |
967F | τοὺς δ’ ἐκεῖνον ἀραμένους ἀποδόντας δὲ τὸν νεκρὸν οἴχε‐ σθαι. τῶν δὲ πᾶσιν ἐμφανῶν ἥ τε περὶ τὰς ἀπαντήσεις ἐστὶν εὐγνωμοσύνη, τῶν μηδὲν φερόντων τοῖς φέρουσιν ἐξισταμένων ὁδοῦ καὶ παρελθεῖν διδόντων· αἵ τε τῶν | |
5 | δυσφόρων καὶ δυσπαρακομίστων διαβρώσεις καὶ διαιρέ‐ σεις, ὅπως εὐβάστακτα πλείοσι γένηται. τὰς δὲ τῶν κυη‐ μάτων διαθέσεις καὶ διαψύξεις ἐκτὸς ὑετοῦ ποιεῖται ση‐ μεῖον ὁ Ἄρατος (Phaen. 956)· | |
8 | ‘ἢ κοίλης μύρμηκες ὀχῆς ἒξ ὤεα πάντα | |
10 | θᾶσσον ἀνηνέγκαντο·‘ | |
10 | καί τινες οὐκ ‘〈ἒξ〉 ὤεα‘ γράφουσιν, ἀλλ’ ‘〈ἔξω〉 ἑά‘, 〈ὡσ〉 τοὺς ἀποκειμένους καρπούς, ὅταν εὐρῶτα συνάγον‐ | |
968A | τας αἴσθωνται | καὶ φοβηθῶσι φθορὰν καὶ σῆψιν, ἀνα‐ | |
φερόντων. ὑπερβάλλει δὲ πᾶσαν ἐπίνοιαν συνέσεως ἡ τοῦ πυροῦ τῆς βλαστήσεως προκατάληψις· οὐ γὰρ δὴ παρα‐ μένει ξηρὸς οὐδ’ ἄσηπτος ἀλλὰ διαχεῖται καὶ γαλακτοῦ‐ | 33 | |
5 | ται μεταβάλλων εἰς τὸ φύειν· ἵν’ οὖν μὴ γενόμενος σπέρμα τὴν σιτίου χρείαν διαφθείρῃ παραμένῃ δ’ αὐτοῖς ἐδώδι‐ μος, ἐξεσθίουσι τὴν ἀρχήν, ἀφ’ ἧς τὸν βλαστὸν ὁ πυρὸς ἀφίησιν. τοὺς δὲ τὰς μυρμηκιὰς αὐτῶν ἐπὶ τῷ καταμαθεῖν ὥσπερ ἐξ ἀνατομῆς † πληροῦντας οὐκ ἀποδέχομαι· λέ‐ | |
10 | γουσι δ’ οὖν οὐκ εὐθεῖαν εἶναι τὴν ἀπὸ τῆς ὀπῆς κάθοδον | |
968B | οὐδ’ εὔπορον ἄλλῳ θηρίῳ διεξελθεῖν, ἀλλὰ καμπαῖς καὶ στρεβλότησι κεκλασμένας ὑποπορεύσεις καὶ ἀνατρήσεις ἐχούσαις εἰς τρεῖς κοιλότητας ἀποτελευτῶσαν, ὧν τὴν μὲν ἐνδιαίτημα κοινὸν αὐτοῖς εἶναι, τὴν δὲ τῶν ἐδωδίμων | |
5 | ταμεῖον, εἰς δὲ τὴν τρίτην ἀποτίθεσθαι τοὺς θνήσκοντας. Οἶμαι δὲ μὴ ἄκαιρος ὑμῖν φανεῖσθαι τοῖς μύρμηξιν ἐπεισάγων τοὺς ἐλέφαντας, ἵνα τοῦ νοῦ τὴν φύσιν ἔν τε τοῖς μικροτάτοις ἅμα καὶ μεγίστοις σώμασι κατανοήσω‐ μεν, μήτε τούτοις ἐναφανιζομένην μήτ’ ἐκείνοις ἐνδέου‐ | |
10 | σαν. οἱ μὲν οὖν ἄλλοι θαυμάζουσι τοῦ ἐλέφαντος ὅσα μανθάνων καὶ διδασκόμενος ἐν θεάτροις ἐπιδείκνυται | |
968C | σχημάτων εἴδη καὶ μεταβολάς, ὧν οὐδ’ ἀνθρωπίναις μελέταις τὸ ποικίλον καὶ περιττὸν ἐν μνήμῃ καὶ καθέξει γενέσθαι πάνυ ῥᾴδιόν ἐστιν· ἐγὼ δὲ μᾶλλον ἐν τοῖς ἀφ’ αὑτοῦ καὶ ἀδιδάκτοις τοῦ θηρίου πάθεσι καὶ κινήμασιν, | |
5 | ὥσπερ ἀκράτοις καὶ ἀπαραχύτοις, ἐμφαινομένην ὁρῶ τὴν σύνεσιν. ἐν Ῥώμῃ μὲν γὰρ οὐ πάλαι πολλῶν προδιδασκο‐ | |
μένων στάσεις τινὰς ἵστασθαι παραβόλους καὶ κινήσεις δυσεξελίκτους ἀνακυκλεῖν, εἷς ὁ δυσμαθέστατος ἀκούων κακῶς ἑκάστοτε καὶ κολαζόμενος πολλάκις ὤφθη νυ‐ | 34 | |
10 | κτὸς αὐτὸς ἀφ’ ἑαυτοῦ πρὸς τὴν σελήνην ἀναταττόμενος τὰ | |
968D | μαθήματα καὶ μελετῶν. ἐν δὲ Συρίᾳ πρότερον Ἅγνων ἱστορεῖ, τρεφομένου κατ’ οἰκίαν ἐλέφαντος, τὸν ἐπιστά‐ την λαμβάνοντα κριθῶν μέτρον ὑφαιρεῖν καὶ χρεωκοπεῖν μέρος ἥμισυ καθ’ ἡμέραν· ἐπεὶ δὲ τοῦ δεσπότου παρόν‐ | |
5 | τος ποτὲ καὶ θεωμένου πᾶν τὸ μέτρον κατήρασεν, ἐμ‐ βλέψαντα καὶ διαγαγόντα τὴν προβοσκίδα τῶν κριθῶν ἀποδιαστῆσαι καὶ διαχωρίσαι τὸ μέρος, ὡς ἐνῆν λογιώ‐ τατα κατειπόντα τοῦ ἐπιστάτου τὴν ἀδικίαν· ἄλλον δέ, ταῖς κριθαῖς λίθους καὶ γῆν εἰς τὸ μέτρον τοῦ ἐπιστάτου | |
10 | καταμιγνύοντος, ἑψομένων κρεῶν δραξάμενον τῆς τέφρας | |
968E | ἐμβαλεῖν εἰς τὴν χύτραν. ὁ δ’ ὑπὸ τῶν παιδαρίων προ‐ πηλακισθεὶς ἐν Ῥώμῃ τοῖς γραφείοις τὴν προβοσκίδα κεντούντων ὃν συνέλαβε μετέωρον ἐξάρας ἐπίδοξος ἦν ἀποτυμπανίσειν· κραυγῆς δὲ τῶν παρόντων γενομένης | |
5 | ἀτρέμα πρὸς τὴν γῆν πάλιν ἀπηρείσατο καὶ παρῆλθεν, ἀρκοῦσαν ἡγούμενος δίκην τῷ τηλικούτῳ φοβηθῆναι. περὶ δὲ τῶν ἀγρίων καὶ αὐτονόμων ἄλλα τε θαυμάσια καὶ τὰ περὶ τὰς διαβάσεις τῶν ποταμῶν ἱστοροῦσι· προδια‐ βαίνει γὰρ ἐπιδοὺς αὑτὸν ὁ νεώτατος καὶ μικρότατος· οἱ | |
10 | δ’ ἑστῶτες ἀποθεωροῦσιν ὡς, ἂν ἐκεῖνος ὑπεραίρῃ τῷ μεγέθει τὸ ῥεῦμα, πολλὴν τοῖς μείζοσι πρὸς τὸ θαρρεῖν | |
968F | περιουσίαν τῆς ἀσφαλείας οὖσαν. Ἐνταῦθα τοῦ λόγου γεγονὼς οὐ δοκῶ μοι παρήσειν δι’ ὁμοιότητα τὸ τῆς ἀλώπεκος. οἱ μὲν οὖν μυθολόγοι τῷ | |
Δευκαλίωνί φασι περιστερὰν ἐκ τῆς λάρνακος ἀφιεμένην | 35 | |
5 | δήλωμα γενέσθαι χειμῶνος μὲν εἴσω πάλιν ἐνδυομένην, εὐδίας δ’ ἀποπτᾶσαν· οἱ δὲ Θρᾷκες ἔτι νῦν, ὅταν παγέντα διαβαίνειν ποταμὸν ἐπιχειρῶσιν, ἀλώπεκα ποιοῦνται γνώ‐ | |
969A | μονα τῆς τοῦ πάγου στερρότητος· | ἡσυχῆ γὰρ ὑπάγουσα παραβάλλει τὸ οὖς· κἂν μὲν αἴσθηται ψόφῳ τοῦ ῥεύμα‐ τος ἐγγὺς ὑποφερομένου, τεκμαιρομένη μὴ γεγονέναι διὰ βάθους τὴν πῆξιν ἀλλὰ λεπτὴν καὶ ἀβέβαιον ἵσταται, | |
5 | κἂν ἐᾷ τις, ἐπανέρχεται· τῷ δὲ μὴ ψοφεῖν θαρροῦσα δι‐ ῆλθε. καὶ τοῦτο μὴ λέγωμεν αἰσθήσεως ἄλογον ἀκρί‐ βειαν, ἀλλ’ ἐξ αἰσθήσεως συλλογισμὸν ὅτι ‘τὸ ψοφοῦν κινεῖται, τὸ δὲ κινούμενον οὐ πέπηγε, τὸ δὲ μὴ πεπηγὸς ὑγρόν ἐστι, τὸ δ’ ὑγρὸν ἐνδίδωσιν.‘ οἱ δὲ διαλεκτικοί φασι | |
10 | τὸν κύνα τῷ διὰ πλειόνων διεζευγμένῳ χρώμενον ἐν ταῖς | |
969B | πολυσχιδέσιν ἀτραποῖς συλλογίζεσθαι πρὸς ἑαυτόν ‘ἤτοι τήνδε τὸ θηρίον ὥρμηκεν ἢ τήνδε 〈ἢ τήνδε〉· ἀλλὰ μὴν οὔτε τήνδε οὔτε τήνδε· τὴν λοιπὴν ἄρα·‘ τῆς μὲν αἰσθήσεως οὐδὲν ἢ τὴν πρόσληψιν διδούσης, τοῦ δὲ | |
5 | λόγου τὰ λήμματα καὶ τὸ συμπέρασμα τοῖς λήμμασιν ἐπιφέροντος. οὐ μὴν δεῖταί γε τοιαύτης μαρτυρίας ὁ κύων· ψευδὴς γάρ ἐστι καὶ κίβδηλος· ἡ γὰρ αἴσθησις αὐτὴ τοῖς ἴχνεσι καὶ τοῖς ῥεύμασι τοῦ θηρίου τὴν φυγὴν ἐπιδείκνυσι, χαίρειν λέγουσα διεζευγμένοις ἀξιώμασι καὶ | |
10 | συμπεπλεγμένοις. δι’ ἄλλων δὲ πολλῶν ἔργων καὶ παθῶν καὶ καθηκόντων οὔτ’ ὀσφραντῶν οὔθ’ ὁρατῶν ἀλλὰ δια‐ | |
969C | νοίᾳ καὶ λόγῳ μόνον πρακτῶν καὶ θεατῶν ὄντων κατι‐ δεῖν ἔστι τὴν κυνὸς φύσιν. οὗ τὰς μὲν ἐν ἄγραις ἐγκρα‐ τείας καὶ πειθαρχίας καὶ ἀγχινοίας γελοῖος ἔσομαι λέ‐ | |
γων πρὸς ὑμᾶς τοὺς ὁρῶντας αὐτὰ καθ’ ἡμέραν καὶ με‐ | 36 | |
5 | ταχειριζομένους. 〈Κάλβ〉ου δὲ τοῦ Ῥωμαίου σφαγέντος ἐν τοῖς ἐμφυλίοις πολέμοις οὐδεὶς ἐδυνήθη τὴν κεφαλὴν ἀποτεμεῖν πρότερον, πρὶν ἢ τὸν κύνα τὸν φυλάττοντα καὶ προμαχόμενον αὐτοῦ κατακεντῆσαι περιστάντας. Πύρρος δ’ ὁ βασιλεὺς ὁδεύων ἐνέτυχε κυνὶ φρουροῦντι σῶμα πε‐ | |
10 | φονευμένου, καὶ πυθόμενος τρίτην ἡμέραν ἐκείνην ἄσιτον παραμένειν καὶ μὴ ἀπολιπεῖν τὸν μὲν νεκρὸν ἐκέλευσε | |
969D | θάψαι, τὸν δὲ κύνα μεθ’ ἑαυτοῦ κομίζειν ἐπιμελομένους. ὀλίγαις δ’ ὕστερον ἡμέραις ἐξέτασις ἦν τῶν στρατιωτῶν καὶ πάροδος καθημένου τοῦ βασιλέως καὶ παρῆν ὁ κύων ἡσυχίαν ἔχων· ἐπεὶ δὲ τοὺς φονέας τοῦ δεσπότου παριόν‐ | |
5 | τας εἶδεν ἐξέδραμε μετὰ φωνῆς ἐπ’ αὐτοὺς καὶ θυμοῦ καὶ καθυλάκτει πολλάκις μεταστρεφόμενος εἰς τὸν Πύρρον, ὥστε μὴ μόνον ἐκείνῳ δι’ ὑποψίας ἀλλὰ καὶ πᾶσι τοῖς παροῦσι τοὺς ἀνθρώπους γενέσθαι· διὸ συλληφθέντες εὐθὺς καὶ ἀνακρινόμενοι, μικρῶν τινων τεκμηρίων ἔξω‐ | |
10 | θεν προσγενομένων, ὁμολογήσαντες τὸν φόνον ἐκολάσ‐ | |
969E | θησαν. ταὐτὰ δὲ καὶ τὸν Ἡσιόδου κύνα τοῦ σοφοῦ δρᾶ‐ σαι λέγουσι, τοὺς Γανύκτορος ἐξελέγξαντα τοῦ Ναυπα‐ κτίου παῖδας, ὑφ’ ὧν ὁ Ἡσίοδος ἀπέθανεν. ὃ δ’ οἱ πατέρες ἡμῶν ἔγνωσαν αὐτοὶ σχολάζοντες Ἀθήνησιν ἐναργέστε‐ | |
5 | ρόν ἐστι τῶν εἰρημένων· παραρρυεὶς γὰρ ἄνθρωπος εἰς τὸν νεὼν τοῦ Ἀσκληπιοῦ τὰ εὔογκα τῶν ἀργυρῶν καὶ χρυσῶν ἔλαβεν ἀναθημάτων καὶ λεληθέναι νομίζων ὑπεξ‐ ῆλθεν· ὁ δὲ φρουρὸς κύων, ὄνομα Κάππαρος, ἐπεὶ μηδεὶς | |
ὑλακτοῦντι τῶν ζακόρων ὑπήκουσεν αὐτῷ, φεύγοντα τὸν | 37 | |
10 | ἱερόσυλον ἐπεδίωκε· καὶ πρῶτον μὲν βαλλόμενος λίθοις | |
969F | οὐκ ἀπέστη· γενομένης δ’ ἡμέρας, ἐγγὺς οὐ προσιὼν ἀλλ’ ἀπ’ ὀφθαλμοῦ παραφυλάττων εἵπετο καὶ τροφὴν προβάλλοντος οὐκ ἐλάμβανεν· ἀναπαυομένῳ δὲ παρενυ‐ κτέρευε καὶ βαδίζοντος πάλιν ἀναστὰς ἐπηκολούθει, τοὺς | |
5 | δ’ ἀπαντῶντας ὁδοιπόρους ἔσαινεν, ἐκείνῳ δ’ ἐφυλάκτει καὶ προσέκειτο. ταῦτα δ’ οἱ διώκοντες πυνθανόμενοι παρὰ τῶν ἀπαντώντων ἅμα καὶ τὸ χρῶμα φραζόντων καὶ τὸ μέγεθος τοῦ κυνὸς προθυμότερον ἐχρήσαντο τῇ διώ‐ ξει, καὶ καταλαβόντες τὸν ἄνθρωπον ἀνήγαγον ἀπὸ | |
970A | Κρομμυῶνος. | ὁ δὲ κύων ἀναστρέψας προηγεῖτο γαῦρος καὶ περιχαρής, οἷον ἑαυτοῦ ποιούμενος ἄγραν καὶ θή‐ ραμα τὸν ἱερόσυλον. ἐψηφίσαντο δὴ σῖτον αὐτῷ δημοσίᾳ μετρεῖσθαι καὶ παρεγγυᾶσθαι τοῖς ἱερεῦσιν εἰς ἀεὶ τὴν | |
5 | ἐπιμέλειαν, ἀπομιμησάμενοι τὸ πρὸς τὸν ἡμίονον φιλαν‐ θρώπευμα τῶν παλαιῶν Ἀθηναίων. τὸν γὰρ ἑκατόμπε‐ δον νεὼν Περικλέους ἐν ἀκροπόλει κατασκευάζοντος, ὡς εἰκός, λίθοι προσήγοντο πολλοῖς ζεύγεσι καθ’ ἡμέραν· τῶν οὖν συνειργασμένων μὲν προθύμως ἤδη δὲ διὰ γῆρας | |
10 | ἀφειμένων ὀρέων εἷς κατερχόμενος εἰς Κεραμεικὸν καὶ | |
970B | τοῖς ἀνάγουσι ζεύγεσι τοὺς λίθους ὑπαντῶν ἀεὶ συνανέ‐ στρεφε καὶ συμπαρετρόχαζεν, οἷον ἐγκελευόμενος καὶ παρορμῶν· διὸ θαυμάσας αὐτοῦ τὴν φιλοτιμίαν ὁ δῆμος ἐκέλευσε δημοσίᾳ τρέφεσθαι, καθάπερ ἀθλητῇ σίτησιν | |
5 | ὑπὸ γήρως ἀπειρηκότι ψηφισάμενος. Διὸ τοὺς λέγοντας, ὡς ἡμῖν οὐδὲν πρὸς τὰ ζῷα δίκαιόν ἐστι, ῥητέον εὖ λέγειν ἄχρι τῶν ἐνάλων καὶ βυ‐ θίων· ἄμικτα γὰρ ἐκεῖνα κομιδῇ πρὸς χάριν καὶ ἄστοργα καὶ πάσης ἄμοιρα γλυκυθυμίας· καὶ καλῶς Ὅμηρος (Π 34) | |
10 | εἶπε ‘γλαυκὴ δέ ς’ ἔτικτε θάλασσα‘ πρὸς τὸν ἀνήμερον | |
εἶναι δοκοῦντα καὶ ἄμικτον, ὡς μηδὲν τῆς θαλάσσης εὐ‐ νοϊκὸν μηδὲ πρᾶον φερούσης. ὁ δὲ καὶ πρὸς τὰ χερσαῖα | 38 | |
970C | τῷ λόγῳ τούτῳ χρώμενος ἀπηνὴς καὶ θηριώδης· ἢ μηδὲ Λυσιμάχῳ τι γεγονέναι φήσῃ πρὸς τὸν κύνα τὸν Ὑρκανὸν δίκαιον, ὃς νεκρῷ τε μόνος παρέμεινεν αὐτῷ καί, καομέ‐ νου τοῦ σώματος, ἐνδραμὼν αὐτὸς ἑαυτὸν ἐπέρριψε. τὰ | |
5 | δ’ αὐτὰ καὶ τὸν ἀετὸν δρᾶσαι λέγουσιν, ὃν Πύρρος οὐχ ὁ βασιλεὺς ἀλλ’ ἕτερός τις ἰδιώτης ἔθρεψεν· ἀποθανόν‐ τος γὰρ αὐτοῦ περὶ τὸ σῶμα διατρίβων καὶ περὶ τὸ κλι‐ νίδιον αἰωρούμενος ἐκφερομένου, τέλος εἰς τὴν πυρὰν στειλάμενος ἀφῆκεν ἑαυτὸν καὶ συγκατέκαυσε. Πώρου | |
10 | δὲ τοῦ βασιλέως ὁ ἐλέφας, ἐν τῇ πρὸς Ἀλέξανδρον μάχῃ | |
970D | κατατετρωμένου, πολλὰ τῶν ἀκοντισμάτων ἀτρέμα καὶ φειδόμενος ἐξῄρει τῇ προβοσκίδι, καὶ κακῶς ἤδη διακεί‐ μενος αὐτὸς οὐ πρότερον ἐνέδωκεν ἢ τοῦ βασιλέως ἐξαί‐ μου γενομένου καὶ περιρρέοντος αἰσθόμενος καὶ φοβηθεὶς | |
5 | μὴ πέσῃ πράως ὑφῆκε, παρέχων ἐκείνῳ τὴν ἀπόκλισιν ἄλυπον. ὁ δὲ Βουκεφάλας γυμνὸς μὲν ὢν παρεῖχεν ἀναβῆ‐ ναι τῷ ἱπποκόμῳ, κοσμηθεὶς δὲ τοῖς βασιλικοῖς προκοσ‐ μίοις καὶ περιδεραίοις οὐδένα προσίετο πλὴν αὐτὸν Ἀλέξανδρον· τοῖς δ’ ἄλλοις, εἰ πειρώμενοι προσίοιεν, | |
10 | ἐναντίος ἐπιτρέχων ἐχρεμέτιζε μέγα καὶ ἐνήλλετο καὶ | |
970E | κατεπάτει τοὺς μὴ πρόσω ἵεσθαι μηδ’ ἀποφεύγειν | |
φθάσαντας. Οὐκ ἀγνοῶ δ’ ὅτι 〈τὸ〉 τῶν παραδειγμάτων ὑμῖν φανεῖταί τι ποικίλον· οὐκ ἔστι δὲ ῥᾳδίως τῶν εὐφυῶν | 39 | |
5 | ζῴων πρᾶξιν εὑρεῖν μιᾶς ἔμφασιν ἀρετῆς ἔχουσαν· ἀλλ’ ἐμφαίνεται καὶ τῷ φιλοστόργῳ τὸ φιλότιμον αὐτῶν καὶ τῷ γενναίῳ τὸ θυμόσοφον, ἥ τε πανουργία καὶ τὸ συνε‐ τὸν οὐκ ἀπήλλακται τοῦ θυμοειδοῦς καὶ ἀνδρώδους. οὐ μὴν ἀλλὰ βουλομένοις διαιρεῖν καὶ διορίζειν καθ’ ἕκα‐ | |
10 | στον, ἡμέρου μὲν ἔμφασιν ὁμοῦ καὶ ὑψηλοῦ φρονήματος ποιοῦσιν οἱ κύνες, ἀποτρεπόμενοι τῶν συγκαθεζομένων· ὥς που καὶ ταῦτ’ εἴρηται (ξ 30) | |
12 | ||
970F | ‘οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς ἕζετο κερδοσύνῃ, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός·‘ | |
2 | οὐκέτι γὰρ προσμάχονται τοῖς ὑποπεσοῦσι καὶ γεγονόσι ταπεινῶν τὰς ἕξεις ὁμοίοις. φασὶ δὲ καὶ τὸν πρωτεύοντα | |
5 | κύνα τῶν Ἰνδικῶν † καὶ μαχεσθέντα πρὸς Ἀλέξανδρον, ἐλάφου 〈μὲν〉 ἀφιεμένου καὶ κάπρου καὶ ἄρκτου, ἡσυχίαν ἔχοντα κεῖσθαι καὶ περιορᾶν, ὀφθέντος δὲ λέοντος εὐ‐ | |
971A | θὺς ἐξαναστῆναι καὶ διακονίεσθαι | καὶ φανερὸν εἶναι αὑτοῦ ποιούμενον ἀνταγωνιστήν, τῶν δ’ ἄλλων ὑπερφρο‐ νοῦντα πάντων. οἱ δὲ τοὺς δασύποδας διώκοντες, ἐὰν μὲν αὐτοὶ κτείνωσιν, ἥδονται διασπῶντες καὶ τὸ αἷμα λά‐ | |
5 | πτουσι προθύμως· ἐὰν δ’ ἀπογνοὺς ἑαυτὸν ὁ λαγωός, ὃ γίγνεται πολλάκις, ὅσον ἔχει πνεύματος εἰς τὸν ἔσχατον ἀναλώσας δρόμον ἐκλίπῃ, νεκρὸν καταλαβόντες οὐχ ἅπτον‐ ται τὸ παράπαν, ἀλλ’ ἵστανται τὰς οὐρὰς κινοῦντες, ὡς | |
οὐ κρεῶν χάριν ἀλλὰ νίκης καὶ φιλονεικίας ἀγωνιζόμενοι. | 40 | |
10 | Πανουργίας δὲ πολλῶν παραδειγμάτων ὄντων, ἀφεὶς ἀλώπεκας καὶ λύκους καὶ τὰ γεράνων σοφίσματα καὶ κο‐ | |
971B | λοιῶν, ἔστι γὰρ δῆλα, μάρτυρι χρήσομαι Θαλῇ τῷ πα‐ λαιοτάτῳ τῶν σοφῶν, ὃν οὐχ ἥκιστα θαυμασθῆναι λέ‐ γουσιν ὀρέως τέχνῃ περιγενόμενον. τῶν γὰρ ἁληγῶν ἡμιόνων εἷς ἐμβαλὼν εἰς ποταμὸν ὤλισθεν αὐτομάτως | |
5 | καὶ τῶν ἁλῶν διατακέντων ἀναστὰς ἐλαφρὸς ᾔσθετο τὴν αἰτίαν καὶ κατεμνημόνευσεν· ὥστε διαβαίνων ἀεὶ τὸν ποταμὸν ἐπίτηδες ὑφιέναι καὶ βαπτίζειν τὰ ἀγγεῖα, συγ‐ καθίζων καὶ ἀπονεύων εἰς ἑκάτερον μέρος. ἀκούσας οὖν ὁ Θαλῆς ἐκέλευσεν ἀντὶ τῶν ἁλῶν ἐρίων τὰ ἀγγεῖα | |
10 | καὶ σπόγγων ἐμπλήσαντας καὶ ἀναθέντας ἐλαύνειν τὸν | |
971C | ἡμίονον. ποιήσας οὖν τὸ εἰωθὸς καὶ ἀναπλήσας ὕδατος τὰ φορτία συνῆκεν ἀλυσιτελῆ σοφιζόμενος ἑαυτῷ, καὶ τὸ λοιπὸν οὕτω προσέχων καὶ φυλαττόμενος διέβαινε τὸν ποταμόν, ὥστε μηδ’ ἄκοντος αὐτοῦ τῶν φορτίων παρα‐ | |
5 | ψαῦσαι τὸ ὑγρόν. ἄλλην δὲ πανουργίαν ὁμοῦ μετὰ τοῦ φιλοστόργου πέρδικες ἐπιδεικνύντες τοὺς μὲν νεοττοὺς ἐθίζουσι μηδέπω φεύγειν δυναμένους, ὅταν διώκωνται, καταβαλόντας ὑπτίους ἑαυτοὺς βῶλόν τιν’ ἢ συρφετὸν ἄνω προΐσχεσθαι τοῦ σώματος οἷον ἐπηλυγαζομένους· | |
10 | αὐταὶ δὲ τοὺς διώκοντας ὑπάγουσιν ἄλλῃ καὶ περισπῶ‐ σιν 〈εἰσ〉 ἑαυτάς, ἐμποδὼν διαπετόμεναι καὶ κατὰ μικρὸν | |
971D | ἐξανιστάμεναι, μέχρις ἂν οὕτως ἁλισκομένων δόξαν ἐνδι‐ δοῦσαι μακρὰν ἀποσπάσωσι τῶν νεοττῶν. οἱ δὲ δασύ‐ ποδες πρὸς εὐνὴν ἐπανιόντες ἄλλον ἀλλαχῆ κομίζουσι τῶν | |
λαγιδέων, καὶ πλέθρου διάστημα πολλάκις ἀλλήλων | 41 | |
5 | ἀπέχοντας, ὅπως, ἂν ἄνθρωπος ἢ κύων ἐπίῃ, μὴ πάντες ἅμα συγκινδυνεύωσιν· αὐτοὶ δὲ πολλαχόθι ταῖς μεταδρο‐ μαῖς ἴχνη θέντες, τὸ δ’ ἔσχατον ἅλμα μέγα καὶ μακρὰν τῶν ἰχνῶν ἀποσπάσαντες οὕτω καθεύδουσιν. ἡ δ’ ἄρκτος ὑπὸ τοῦ πάθους, ὃ καλοῦσι φωλείαν, καταλαμ‐ | |
10 | βανομένη, πρὶν ἢ παντάπασι ναρκῆσαι καὶ γενέσθαι βα‐ | |
971E | ρεῖα καὶ δυσκίνητος, τόν τε τόπον ἀνακαθαίρει καὶ μέλ‐ λουσα καταδύεσθαι τὴν μὲν ἄλλην πορείαν ὡς ἐνδέχεται μάλιστα ποιεῖται μετέωρον καὶ ἐλαφρὰν ἄκροις ἐπιθιγγά‐ νουσα τοῖς ἴχνεσι, τῷ νώτῳ δὲ τὸ σῶμα προσάγει καὶ | |
5 | παρακομίζει πρὸς τὸν φωλεόν. τῶν ἐλάφων δ’ αἱ θήλειαι μάλιστα τίκτουσι παρὰ τὴν ὁδόν, ὅπου τὰ σαρ‐ κοβόρα θηρία μὴ πρόσεισιν· οἵ τ’ ἄρρενες, ὅταν αἴσθων‐ ται βαρεῖς ὑπὸ πιμελῆς καὶ πολυσαρκίας ὄντες, ἐκτοπί‐ ζουσι σῴζοντες αὑτοὺς τῷ λανθάνειν, ὅτε τῷ φεύγειν οὐ | |
10 | πεποίθασιν. τῶν δὲ χερσαίων ἐχίνων ἡ μὲν ὑπὲρ αὑ‐ | |
971F | τῶν ἄμυνα καὶ φυλακὴ παροιμίαν πεποίηκε (Archilochi fr. 103 D.) | |
2 | ‘πόλλ’ οἶδ’ ἀλώπηξ, ἀλλ’ ἐχῖνος ἓν μέγα‘· | |
3 | προσιούσης γὰρ αὐτῆς, ὥς φησιν ὁ Ἴων (fr. 38 N. = 81 Bl.), | |
4 | ||
5 | ‘στρόβιλος ἀμφ’ ἄκανθαν εἱλίξας δέμας κεῖται θιγεῖν τε καὶ δακεῖν ἀμήχανος.‘ | |
6 | γλαφυρωτέρα δ’ ἐστὶν ἡ περὶ τῶν σκυμνίων πρόνοια· | |
μετοπώρου γὰρ ὑπὸ τὰς ἀμπέλους ὑποδυόμενος καὶ τοῖς ποσὶ τὰς ῥᾶγας ἀποσείσας τοῦ βότρυος χαμᾶζε καὶ περι‐ | 42 | |
972A | κυλινδηθείς, ἀναλαμβάνει ταῖς ἀκάνθαις· | καὶ παρέσχε ποτὲ παισὶν ἡμῖν ὁρῶσιν ὄψιν ἑρπούσης ἢ βαδιζούσης σταφυλῆς, οὕτως ἀνάπλεως ἐχώρει τῆς ὀπώρας· εἶτα καταδὺς εἰς τὸν φωλεὸν τοῖς σκύμνοις χρῆσθαι καὶ λαμ‐ | |
5 | βάνειν ἀπ’ αὐτοῦ ταμιευομένοις παραδίδωσι. τὸ δὲ κοι‐ ταῖον αὐτῶν ὀπὰς ἔχει δύο, τὴν μὲν πρὸς νότον τὴν δὲ πρὸς βορέαν βλέπουσαν· ὅταν δὲ προαίσθωνται τὴν δια‐ φορὰν τοῦ ἀέρος, ὥσπερ ἱστίον κυβερνῆται μεταλαμβάνον‐ τες ἐμφράττουσι τὴν κατ’ ἄνεμον τὴν δ’ ἑτέραν ἀνοί‐ | |
10 | γουσι. καὶ τοῦτό τις ἐν Κυζίκῳ καταμαθὼν δόξαν ἔσχεν ὡς ἀφ’ αὑτοῦ τὸν μέλλοντα πνεῖν ἄνεμον προαγορεύων. | |
972B | Τό γε μὴν κοινωνικὸν μετὰ τοῦ συνετοῦ τοὺς ἐλέ‐ φαντας ἀποδείκνυσθαί φησιν ὁ Ἰόβας (fr. 51a). ὀρύγ‐ ματα γὰρ αὐτοῖς οἱ θηρεύοντες ὑπεργασάμενοι λεπτοῖς φρυγάνοις καὶ φορυτῷ κούφῳ κατερέφουσιν· ὅταν οὖν | |
5 | 〈εἷσ〉 τις εἰσολίσθῃ πολλῶν ὁμοῦ πορευομένων, οἱ λοιποὶ φοροῦντες ὕλην καὶ λίθους ἐμβάλλουσιν, ἀναπληροῦντες τὴν κοιλότητα τοῦ ὀρύγματος, ὥστε ῥᾳδίαν ἐκείνῳ γίνε‐ σθαι τὴν ἔκβασιν. ἱστορεῖ δὲ καὶ (fr. 53) εὐχῇ χρῆσθαι θεῶν τοὺς ἐλέφαντας ἀδιδάκτως, ἁγνιζομένους τε τῇ | |
10 | θαλάσσῃ καὶ τὸν ἥλιον ἐκφανέντα προσκυνοῦντας ὥσπερ χειρὸς ἀνασχέσει τῆς προβοσκίδος. ὅθεν καὶ θεοφιλέστα‐ | |
972C | τόν ἐστι τὸ θηρίον, ὡς Πτολεμαῖος ὁ Φιλοπάτωρ ἐμαρ‐ τύρησε. κρατήσας γὰρ Ἀντιόχου καὶ βουλόμενος ἐκπρε‐ πῶς τιμῆσαι τὸ θεῖον ἄλλα τε πάμπολλα κατέθυσεν ἐπι‐ νίκια τῆς μάχης καὶ τέσσαρας ἐλέφαντας· εἶτα νύκτωρ | 43 |
5 | ὀνείρασιν ἐντυχών, ὡς τοῦ θεοῦ μετ’ ὀργῆς ἀπειλοῦντος αὐτῷ διὰ τὴν ἀλλόκοτον ἐκείνην θυσίαν, ἱλασμοῖς τε πολλοῖς ἐχρήσατο καὶ χαλκοῦς ἐλέφαντας ἀντὶ τῶν σφα‐ γέντων ἀνέστησε τέσσαρας. οὐχ ἧττον δὲ κοινωνικὰ τὰ τῶν λεόντων. οἱ γὰρ νέοι τοὺς βραδεῖς καὶ γέροντας | |
10 | ἤδη συνεξάγουσιν ἐπὶ θήραν· ὅπου δ’ ἂν ἀπαγορεύσωσιν, οἱ μὲν κάθηνται περιμένοντες οἱ δὲ θηρεύουσι· κἂν λά‐ | |
972D | βωσιν ὁτιοῦν, ἀνακαλοῦνται, μόσχου μυκήματι τὸ βρύ‐ χημα ποιοῦντες ὅμοιον· οἱ δ’ εὐθὺς αἰσθάνονται καὶ παρα‐ γενόμενοι κοινῇ τὴν ἄγραν ἀναλίσκουσιν. Ἔρωτες δὲ πολλῶν οἱ μὲν ἄγριοι καὶ περιμανεῖς | |
5 | γεγόνασιν, οἱ δ’ ἔχοντες οὐκ ἀπάνθρωπον ὡραϊσμὸν οὐδ’ ἀναφρόδιτον ὁμιλίαν. οἷος ἦν ὁ τοῦ ἐλέφαντος ἐν Ἀλεξαν‐ δρείᾳ τοῦ ἀντερῶντος Ἀριστοφάνει τῷ γραμματικῷ· τῆς γὰρ αὐτῆς ἤρων στεφανοπώλιδος, καὶ οὐχ ἧττον ἦν ὁ ἐλέφας διάδηλος· ἔφερε γὰρ αὐτῇ τῆς ὀπώρας ἀεὶ 〈τὰ〉 | |
10 | πρατήρια παραπορευόμενος, καὶ χρόνον πολὺν ὑφίστατο καὶ τὴν προβοσκίδα τῶν χιτωνίων ἐντὸς ὥσπερ χεῖρα | |
972E | παραβαλὼν ἀτρέμα τῆς περὶ τὸ στῆθος ὥρας ἔψαυεν. ὁ δὲ δράκων ὁ τῆς Αἰτωλίδος ἐρασθεὶς ἐφοίτα νύκτωρ παρ’ αὐτὴν καὶ τοῦ σώματος ὑποδυόμενος ἐν χρῷ καὶ περιπλεκόμενος οὐδὲν οὔθ’ ἑκὼν οὔτ’ ἄκων ἔβλαψεν ἀλλὰ | |
5 | κοσμίως ἀεὶ περὶ τὸν ὄρθρον ἀπηλλάττετο. συνεχῶς δὲ τοῦτο ποιοῦντος αὐτοῦ, μετῴκισαν οἱ προσήκοντες ἀπω‐ τέρω τὴν ἄνθρωπον· ὁ δὲ τρεῖς μὲν ἢ τέτταρας 〈νύκτασ〉 οὐκ ἦλθεν ἀλλ’ ὡς ἔοικε περιῄει ζητῶν καὶ πλανώμενος· | |
μόλις δέ πως ἐξανευρὼν καὶ περιπεσὼν οὐ πρᾴως ὥσπερ | 44 | |
10 | εἰώθει ἀλλὰ τραχύτερον τῷ μὲν ἄλλῳ σπειράματι τὰς | |
972F | χεῖρας αὐτῆς ἔδησε πρὸς τὸ σῶμα, τῷ δ’ ἀπολήγοντι τῆς οὐρᾶς ἐμαστίγου τὰς κνήμας, ἐλαφράν τινα καὶ φιλόστορ‐ γον καὶ πλέον ἔχουσαν τοῦ κολάζοντος τὸ φειδόμενον ὀργὴν ἀποδεικνύμενος. τὸν δ’ ἐν Αἰγίῳ παιδεραστοῦντα | |
5 | χῆνα καὶ τὸν ἐπιθυμήσαντα Γλαύκης τῆς κιθαρῳδοῦ κριόν, περιβόητοι γάρ εἰσι καὶ πολλῶν οἶμαι διηγημάτων διακορεῖς ὑμᾶς εἶναι, διὰ ταῦτα μὲν ἀφίημι. Ψᾶρες δὲ καὶ κόρακες καὶ ψιττακοὶ μανθάνοντες διαλέγεσθαι καὶ τὸ τῆς φωνῆς πνεῦμα τοῖς διδάσκουσιν | |
10 | εὔπλαστον οὕτω καὶ μιμηλὸν ἐξαρθροῦν καὶ ῥυθμίζειν | |
973A | παρέχοντες | ἐμοὶ δοκοῦσι προδικεῖν καὶ συνηγορεῖν τοῖς ἄλλοις ζῴοις ἐν τῷ μανθάνειν, τρόπον τινὰ διδάσκοντες ἡμᾶς, ὅτι καὶ προφορικοῦ λόγου καὶ φωνῆς ἐνάρθρου μέτ‐ εστιν αὐτοῖς· ᾗ καὶ πολὺς κατάγελως τὸ πρὸς ταῦτα | |
5 | καταλιπεῖν ἐκείνοις σύγκρισιν, οἷς οὐδ’ ὅσον ὠρύσασθαι μέτεστιν οὐδ’ ὅσον στενάξαι φωνῆς. τούτων δὲ καὶ τοῖς αὐτοφυέσι καὶ τοῖς ἀδιδάκτοις γηρύμασιν ὅση μοῦσα καὶ χάρις ἔπεστιν, οἱ λογιώτατοι καὶ καλλιφωνότατοι μαρ‐ τυροῦσι, τὰ ἥδιστα ποιήματα μέλεσι κύκνων καὶ ἀηδό‐ | |
10 | νων ᾠδαῖς ἀπεικάζοντες. ἐπεὶ δὲ τοῦ μαθεῖν τὸ διδάξαι λογικώτερον, ἤδη πειστέον Ἀριστοτέλει (an. h. 536b 18) | |
973B | λέγοντι καὶ τοῦτο τὰ ζῷα ποιεῖν· ὀφθῆναι γὰρ ἀηδόνα νεοσσὸν ᾄδειν προδιδάσκουσαν. μαρτυρεῖ δ’ αὐτῷ τὸ φαυ‐ | |
λότερον ᾄδειν ὅσαις συμβέβηκε μικραῖς ἁλούσαις ἀπο‐ τρόφοις τῶν μητέρων γενέσθαι· διδάσκονται γὰρ αἱ συν‐ | 45 | |
5 | τρεφόμεναι καὶ μανθάνουσιν οὐ διὰ μισθὸν οὐδὲ πρὸς δόξαν ἀλλὰ τῷ χαίρειν διαμελιζόμεναι καὶ τὸ καλὸν ἀγαπᾶν μᾶλλον ἢ τὸ χρειῶδες τῆς φωνῆς. ἔχω δὲ περὶ τούτου καὶ λόγον εἰπεῖν πρὸς ὑμᾶς, ἀκούσας Ἑλλήνων τε πολλῶν καὶ Ῥωμαίων παραγενομένων. κουρεὺς γάρ τις | |
10 | ἐργαστήριον ἔχων ἐν Ῥώμῃ πρὸ τοῦ τεμένους, ὃ καλοῦ‐ | |
973C | σιν Ἑλλήνων ἀγοράν, θαυμαστόν τι χρῆμα πολυφώνου καὶ πολυφθόγγου κίττης ἔτρεφε, καὶ ἀνθρώπου ῥήματα καὶ θηρίων φθόγγους καὶ ψόφους ὀργάνων ἀνταπεδίδου, μηδενὸς ἀναγκάζοντος ἀλλ’ αὑτὴν ἐθίζουσα καὶ φιλοτι‐ | |
5 | μουμένη μηδὲν ἄρρητον ἀπολιπεῖν μηδ’ ἀμίμητον. ἔτυχε δέ τις ἐκεῖθεν τῶν πλουσίων ἐκκομιζόμενος ὑπὸ σάλπιγξι πολλαῖς, καὶ γενομένης ὥσπερ εἴωθε κατὰ τὸν τόπον ἐπι‐ στάσεως, εὐδοκιμοῦντες οἱ σαλπιγκταὶ καὶ κελευόμενοι πολὺν χρόνον ἐνδιέτριψαν· ἡ δὲ κίττα μετὰ τὴν ἡμέραν | |
10 | ἐκείνην ἄφθογγος ἦν καὶ ἄναυδος, οὐδὲ τὴν αὑτῆς ἐπὶ τοῖς | |
973D | ἀναγκαίοις πάθεσιν ἀφιεῖσα φωνήν. τοῖς οὖν πρότερον αὐτῆς θαυμάζουσι τὴν φωνὴν τότε θαῦμα μεῖζον ἡ σιωπὴ παρεῖχε, κωφὸν ἀκροάματος συνήθους παροδεύουσι τὸν τόπον· ὑποψίαι δὲ φαρμάκων ἐπὶ τοὺς ὁμοτέχνους ἦσαν· | |
5 | οἱ δὲ πλεῖστοι τὰς σάλπιγγας εἴκαζον ἐκπλῆξαι τὴν ἀκοήν, τῇ δ’ ἀκοῇ συγκατεσβέσθαι τὴν φωνήν. ἦν δ’ οὐδέτερα τούτων, ἀλλ’ ἄσκησις ὡς ἔοικε καὶ ἀναχώρησις εἰς ἑαυτὸ τοῦ μιμητικοῦ, καθάπερ ὄργανον ἐξαρτυομένου τὴν φωνὴν καὶ παρασκευάζοντος· ἄφνω γὰρ αὖθις ἧκε | |
10 | καὶ ἀνέλαμψεν οὐδὲν τῶν συνήθων καὶ παλαιῶν μιμη‐ | |
973E | μάτων ἐκείνων, ἀλλὰ τὰ μέλη τῶν σαλπίγγων αὐταῖς περιόδοις φθεγγομένη καὶ μεταβολὰς πάσας καὶ κρου‐ μάτων διεξιοῦσα πάντας ῥυθμούς· ὥστε, ὅπερ ἔφην, τῆς | |
εὐμαθείας λογικωτέραν εἶναι τὴν αὐτομάθειαν ἐν αὐτοῖς. | 46 | |
5 | πλὴν ἕν γέ τι μάθημα κυνὸς οὐ δοκῶ μοι παρήσειν, γενόμενος ἐν Ῥώμῃ θεατής. παρὼν γὰρ ὁ κύων μίμῳ πλοκὴν ἔχοντι δραματικὴν καὶ πολυπρόσωπον ἄλλας τε μιμήσεις ἀπεδίδου τοῖς ὑποκειμένοις πάθεσι καὶ πράγ‐ μασι προσφόρους, καὶ φαρμάκου ποιουμένων ἐν αὐτῷ | |
10 | πεῖραν ὑπνωτικοῦ μὲν ὑποκειμένου δ’ εἶναι θανασίμου, τόν τ’ ἄρτον, ᾧ δῆθεν ἐμέμικτο τὸ φάρμακον, ἐδέξατο καὶ | |
973F | καταφαγὼν ὀλίγον ὕστερον ὅμοιος ἦν ὑποτρέμοντι καὶ σφαλλομένῳ καὶ καρηβαροῦντι· τέλος δὲ προτείνας ἑαυτὸν ὥσπερ νεκρὸς ἔκειτο, καὶ παρεῖχεν ἕλκειν καὶ μεταφέρειν, ὡς ὁ τοῦ δράματος ὑπηγόρευε λόγος. ἐπεὶ δὲ τὸν καιρὸν ἐκ | |
5 | τῶν λεγομένων καὶ πραττομένων ἐνόησεν, ἡσυχῆ τὸ πρῶ‐ τον ἐκίνησεν ἑαυτόν, ὥσπερ ἐξ ὕπνου βαθέος ἀναφερόμε‐ | |
974A | νος, | καὶ τὴν κεφαλὴν ἐπάρας διέβλεψεν· ἔπειτα θαυ‐ μασάντων, ἐξαναστὰς ἐβάδιζε πρὸς ὃν ἔδει καὶ προσῄκαλλε χαίρων καὶ φιλοφρονούμενος, ὥστε πάντας ἀνθρώπους καὶ Καίσαρα (παρῆν γὰρ ὁ γέρων Οὐεσπασιανὸς ἐν τῷ | |
5 | Μαρκέλλου θεάτρῳ) συμπαθεῖς γενέσθαι. Γελοῖοι δ’ ἴσως ἐσμὲν ἐπὶ τῷ μανθάνειν τὰ ζῷα σεμνύνοντες, ὧν ὁ Δημόκριτος (B 154) ἀποφαίνει μαθη‐ τὰς ἐν τοῖς μεγίστοις γεγονότας ἡμᾶς· ἀράχνης 〈ἐν〉 ὑφαντικῇ καὶ ἀκεστικῇ, χελιδόνος ἐν οἰκοδομίᾳ, καὶ τῶν | |
10 | λιγυρῶν, κύκνου καὶ ἀηδόνος, ἐν ᾠδῇ κατὰ μίμησιν. ἰατρικῆς δὲ πολὺ τῶν τριῶν εἰδῶν ἑκάστου καὶ γενναῖον | |
974B | ἐν αὐτοῖς μόριον ὁρῶμεν· οὐ γὰρ μόνον τῷ φαρμακευτικῷ χρῶνται, χελῶναι μὲν ὀρίγανον γαλαῖ δὲ πήγανον, ὅταν | |
ὄφεως φάγωσιν, ἐπεσθίουσαι· κύνες δὲ πόᾳ τινὶ καθαί‐ ροντες ἑαυτοὺς χολεριῶντας· ὁ δὲ δράκων τῷ μαράθρῳ | 47 | |
5 | τὸν ὀφθαλμὸν ἀμβλυώττοντα λεπτύνων καὶ διαχαράττων· ἡ δ’ ἄρκτος, ὅταν ἐκ τοῦ φωλεοῦ προέλθῃ, τὸ ἄρον ἐσθίου‐ σα πρῶτον τὸ ἄγριον· ἡ γὰρ δριμύτης ἀνοίγει συμπεφυ‐ κὸς αὐτῆς τὸ ἔντερον· ἄλλως δ’ ἀσώδης γενομένη πρὸς τὰς μυρμηκιὰς τρέπεται καὶ κάθηται προβάλλουσα λι‐ | |
10 | παρὰν καὶ μαλακὴν ἰκμάδι γλυκείᾳ τὴν γλῶσσαν, ἄχρι | |
974C | οὗ μυρμήκων ἀνάπλεως γένηται· καταπίνουσα γὰρ ὠφελεῖται. τῆς τ’ ἴβεως τὸν ὑποκλυσμὸν ἅλμῃ καθαιρο‐ μένης Αἰγύπτιοι συνιδεῖν καὶ μιμήσασθαι λέγουσιν· οἱ δ’ ἱερεῖς ὕδατι χρῶνται, περιαγνίζοντες ἑαυτούς, ἐξ οὗ πέ‐ | |
5 | πωκεν ἶβις· ἂν γὰρ ᾖ φαρμακῶδες ἢ νοσηρὸν ἄλλως τὸ ὕδωρ, οὐ πρόσεισιν. ἀλλὰ καὶ τροφῆς ἀποσχέσει ἔνια θεραπεύονται· καθάπερ λύκοι καὶ λέοντες, ὅταν κρεῶν γένωνται διακορεῖς, ἡσυχίαν ἄγουσι κατακείμενοι καὶ συν‐ θάλποντες ἑαυτούς. τίγριν δέ φασιν, ἐρίφου παραδοθέντος | |
10 | αὐτῇ, χρωμένην διαίτῃ μὴ φαγεῖν ἐφ’ ἡμέρας δύο, τῇ δὲ | |
974D | τρίτῃ πεινῶσαν αἰτεῖν ἄλλο καὶ τὴν γαλεάγραν σπαράσ‐ σειν· ἐκείνου δὲ φείσασθαι οἰομένην σύντροφον ἔχειν ἤδη καὶ σύνοικον. οὐ μὴν ἀλλὰ καὶ χειρουργίᾳ χρῆσθαι τοὺς ἐλέφαντας ἱστοροῦσι· καὶ γὰρ ξυστὰ καὶ λόγχας καὶ | |
5 | τοξεύματα, παριστάμενοι τοῖς τετρωμένοις, ἄνευ σπαραγ‐ | |
μοῦ ῥᾳδίως καὶ ἀβλαβῶς ἐξέλκουσιν. αἱ δὲ Κρητικαὶ αἶγες, ὅταν τὸ δίκταμνον φάγωσιν, ἐκβάλλουσαι τὰ το‐ ξεύματα ῥᾳδίως καταμαθεῖν ταῖς ἐγκύοις τὴν βοτάνην παρέσχον ἐκτρωτικὴν δύναμιν ἔχουσαν· ἐπ’ οὐδὲν γὰρ | 48 | |
10 | ἄλλο τρωθεῖσαι φέρονται καὶ ζητοῦσι καὶ διώκουσιν 〈ἢ〉 τὸ δίκταμνον. Ἧττον δὲ ταῦτα θαυμαστά, καίπερ ὄντα θαυμάσια, | |
974E | ποιοῦσιν αἱ νόησιν ἀριθμοῦ καὶ δύναμιν τοῦ ἀριθμεῖν ἔχουσαι φύσεις, ὥσπερ ἔχουσιν αἱ περὶ Σοῦσα βόες. εἰσὶ γὰρ αὐτόθι τὸν βασιλικὸν παράδεισον ἄρδουσαι περιάκ‐ τοις ἀντλήμασιν, ὧν ὥρισται τὸ πλῆθος· ἑκατὸν γὰρ | |
5 | ἑκάστη βοῦς ἀναφέρει καθ’ ἡμέραν ἑκάστην ἀντλήματα· πλείονα δ’ οὐκ ἔστιν οὔτε λαθεῖν οὔτε βιάσασθαι βουλό‐ μενον· ἀλλὰ καὶ πείρας ἕνεκα πολλάκις προστιθέντων ὑφίσταται καὶ οὐ πρόεισιν, ἀποδοῦσα τὸ τεταγμένον· οὕτως ἀκριβῶς συντίθησι καὶ καταμνημονεύει τὸ κεφά‐ | |
10 | λαιον, ὡς Κτησίας ὁ Κνίδιος (fr. 53) ἱστόρηκε. Λίβυες δ’ Αἰγυπτίων καταγελῶσι μυθολογούντων περὶ τοῦ ὄρυ‐ | |
974F | γος, ὡς φωνὴν ἀφιέντος ἡμέρας ἐκείνης καὶ ὥρας ἧς ἐπι‐ τέλλει τὸ ἄστρον, ὃ Σῶθιν αὐτοὶ Κύνα δὲ καὶ Σείριον ἡμεῖς καλοῦμεν· τὰς γὰρ αὑτῶν ὁμοῦ πάσας αἶγας, ὅταν ἀνάσχῃ μεθ’ ἡλίου τὸ ἄστρον ἀτρεκῶς, ἐκεῖ στρεφομέ‐ | |
5 | νας ἀποβλέπειν πρὸς τὴν ἀνατολήν· καὶ τεκμήριον τοῦτο τῆς περιόδου βεβαιότατον εἶναι καὶ μάλιστα τοῖς μαθη‐ ματικοῖς κανόσιν ὁμολογούμενον. | | |
975A | Ἵνα δὲ κορυφὴν ὁ λόγος ἐπιθεὶς ἑαυτῷ παύσηται, φέρε κινήσαντες τὴν ἀφ’ ἱερᾶς βραχέα περὶ θειότητος | |
αὐτῶν καὶ μαντικῆς εἴπωμεν. οὐ γάρ τι μικρὸν οὐδ’ ἄδο‐ ξον, ἀλλὰ πολὺ καὶ παμπάλαιον μαντικῆς μόριον οἰωνι‐ | 49 | |
5 | στικὴ κέκληται· τὸ γὰρ ὀξὺ καὶ νοερὸν αὐτῶν καὶ δι’ εὐστροφίαν ὑπήκοον ἁπάσης φαντασίας ὥσπερ ὀργάνῳ τῷ θεῷ παρέχει χρῆσθαι καὶ τρέπειν ἐπί τε κίνησιν ἐπί τε φωνὰς καὶ γηρύματα καὶ σχήματα νῦν μὲν ἐνστατικὰ νῦν δὲ φορὰ καθάπερ πνεύματα † ταῖς μὲν ἐπικόπτοντα | |
10 | ταῖς δ’ ἐπευθύνοντα πράξεις καὶ ὁρμὰς εἰς τὸ τέλος. διὸ | |
975B | κοινῇ μὲν ὁ Εὐριπίδης ‘θεῶν κήρυκασ‘ ὀνομάζει τοὺς ὄρνιθας· ἰδίᾳ δέ φησιν ὁ Σωκράτης (Plat. Phaed. 85b) ‘ὁμόδουλον‘ ἑαυτὸν ποιεῖσθαι ‘τῶν κύκνων‘· ὥσπερ αὖ καὶ τῶν βασιλέων Ἀετὸς μὲν ὁ Πύρρος ἥδετο καλούμενος | |
5 | Ἰέραξ δ’ ὁ Ἀντίοχος· ἰχθῦς δὲ τοὺς ἀμαθεῖς καὶ ἀνοή‐ τους λοιδοροῦντες ἢ σκώπτοντες ὀνομάζομεν. ἀλλὰ δὴ μυρίων μυριάκις εἰπεῖν παρόντων, ἃ προδείκνυσιν ἡμῖν καὶ προσημαίνει τὰ πεζὰ καὶ πτηνὰ παρὰ τῶν θεῶν, ἓν οὐκ ἔστι τοιοῦτον ἀποφῆναι τῷ προδικοῦντι τῶν ἐνύ‐ | |
10 | δρων, ἀλλὰ κωφὰ πάντα καὶ τυφλὰ τῆς προνοίας εἰς τὸν ἄθεον καὶ τιτανικὸν ἀπέρριπται τόπον ὥσπερ ἀσεβῶν χῶρον, οὗ τὸ λογικὸν καὶ νοερὸν ἐγκατέσβεσται τῆς ψυ‐ | |
975C | χῆς, ἐσχάτῳ δέ τινι συμπεφυρμένης καὶ κατακεκλυσ‐ μένης αἰσθήσεως μορίῳ σπαίρουσι μᾶλλον ἢ ζῶσιν ἔοικεν. ΗΡΑΚΛΕΩΝ. Ἄναγε τὰς ὀφρῦς, ὦ φίλε Φαίδιμε, | |
5 | καὶ διέγειρε σεαυτὸν ἡμῖν τοῖς ἐνάλοις καὶ νησιώταις· οὐ παιδιὰ τὸ χρῆμα τοῦ λόγου γέγονεν, ἀλλ’ ἐρρωμένος ἀγὼν καὶ ῥητορεία κιγκλίδων ἐπιδέουσα καὶ βήματος. ΦΑΙΔΙΜΟΣ. Ἐνέδρα μὲν οὖν, ὦ Ἡρακλέων, σὺν δόλῳ καταφανής· κραιπαλῶσι γὰρ ἔτι τὸ χθιζὸν καὶ βεβαπ‐ | |
10 | τισμένοις νήφων, ὡς ὁρᾷς, ὁ γενναῖος ἐκ παρασκευῆς ἐπι‐ τέθειται. παραιτεῖσθαι δ’ οὐκ ἔστιν· οὐ γὰρ βούλομαι Πινδάρου (fr. 228) ζηλωτὴς ὢν ἀκοῦσαι τὸ | 50 |
12 | ||
975D | ‘τιθεμένων ἀγώνων πρόφασις ἀρετὰν ἐς αἰπὺν ἔβαλε σκότον.‘ | |
2 | σχολὴ μὲν οὖν πολλὴ πάρεστιν ὑμῖν, ἀργούντων οὐ χο‐ ρῶν ἀλλὰ κυνῶν καὶ ἵππων καὶ δικτύου καὶ πάσης σαγή‐ | |
5 | νης, διὰ τοὺς λόγους ἐκεχειρίας κοινῇ πᾶσι τοῖς ζῴοις κατά τε γῆν καὶ κατὰ θάλατταν δεδομένης τὸ σήμερον. ἀλλὰ μὴ φοβηθῆτε· χρήσομαι γὰρ αὐτῇ μετρίως, οὔτε δόξας φιλοσόφων οὔτ’ Αἰγυπτίων μύθους οὔτ’ ἀμαρτύ‐ ρους Ἰνδῶν ἐπαγόμενος ἢ Λιβύων διηγήσεις· ἃ δὲ παν‐ | |
10 | ταχοῦ μάρτυρας ἔχει τοὺς ἐργαζομένους τὴν θάλατταν ὁρώμενα καὶ δίδωσι τῇ ὄψει πίστιν, τούτων ὀλίγα παρα‐ | |
975E | θήσομαι. καίτοι τῶν ἐν γῇ παραδειγμάτων ἐπιπροσθοῦν οὐδέν ἐστιν, ἀλλ’ ἀνεῳγμένη παρέχει τῇ αἰσθήσει τὴν ἱστορίαν· ἡ δὲ θάλασσα μικρὰ κατιδεῖν καὶ γλίσχρα δίδωσι, τῶν δὲ πλείστων κατακαλύπτει γενέσεις καὶ | |
5 | τροφὰς ἐπιθέσεις τε καὶ φυλακὰς ἀλλήλων, ἐν αἷς οὐκ ὀλίγα καὶ συνέσεως ἔργα καὶ μνήμης καὶ κοινωνίας ἀγ‐ νοούμενα βλάπτει τὸν λόγον. ἔπειτα τὰ μὲν ἐν γῇ διὰ τὴν ὁμοφυλίαν καὶ τὴν συνδιαίτησιν ἁμωσγέπως συναναχρων‐ νύμενα τοῖς ἀνθρωπίνοις ἤθεσιν ἀπολαύει καὶ τροφῆς καὶ | |
10 | διδασκαλίας καὶ μιμήσεως· ἣ τὸ μὲν πικρὸν ἅπαν καὶ | |
975F | σκυθρωπὸν ὥσπερ ἐπιμιξία ποτίμου θάλασσαν ἐφηδύ‐ νει, τὸ δὲ δυσξύνετον ἅπαν καὶ νωθρὸν ἐπεγείρει ταῖς μετ’ ἀνθρώπων κινήσεσιν ἀναρριπιζόμενον. ὁ δὲ τῶν | |
ἐνάλων βίος ὅροις μεγάλοις τῆς πρὸς ἀνθρώπους ἀπῳ‐ | 51 | |
5 | κισμένος ὁμιλίας ἐπείσακτον οὐδὲν οὐδὲ συνειθισμένον | |
976A | ἔχων | ἴδιός ἐστι καὶ αὐθιγενὴς καὶ ἄκρατος ἀλλοτρίοις ἤθεσι διὰ τὸν τόπον, οὐ διὰ τὴν φύσιν. ἡ γὰρ φύσις ὅσον ἐξικνεῖται μαθήσεως ἐπ’ αὐτὴν δεχομένη καὶ στέγουσα παρέχει πολλὰς μὲν ἐγχέλεις [ἱερὰς λεγομένας] ἀνθρώ‐ | |
5 | ποις χειροήθεις, ὥσπερ τὰς 〈ἱερὰς λεγομένασ〉 ἐν τῇ Ἀρεθούσῃ, πολλαχοῦ δ’ ἰχθῦς ὑπακούοντας αὐτῶν ὀνό‐ μασιν· ὥσπερ τὴν Κράσσου μύραιναν ἱστοροῦσιν, ἧς ἀπο‐ θανούσης ἔκλαυσεν ὁ Κράσσος· καί ποτε Δομετίου πρὸς αὐτὸν εἰπόντος ‘οὐ σὺ μυραίνης ἀποθανούσης ἔκλαυσας;‘ | |
10 | ἀπήντησεν ‘οὐ σὺ τρεῖς θάψας γυναῖκας οὐκ ἐδάκρυσας;‘ οἱ δὲ κροκόδειλοι τῶν ἱερέων οὐ μόνον γνωρίζουσι τὴν | |
976B | φωνὴν καλούντων καὶ τὴν ψαῦσιν ὑπομένουσιν, ἀλλὰ καὶ διαχανόντες παρέχουσι τοὺς ὀδόντας ἐκκαθαίρειν ταῖς χερσὶ καὶ περιμάττειν ὀθονίοις. ἔναγχος δὲ Φιλῖνος ὁ βέλτιστος ἥκων πεπλανημένος ἐν Αἰγύπτῳ παρ’ ἡμᾶς | |
5 | διηγεῖτο γραῦν ἰδεῖν ἐν Ἀνταίου πόλει κροκοδείλῳ συγ‐ καθεύδουσαν ἐπὶ σκίμποδος εὖ μάλα κοσμίως παρεκτε‐ ταμένῳ. πάλαι δ’ ἱστοροῦσι Πτολεμαίου τοῦ βασιλέως παρακαλουμένου τὸν ἱερὸν κροκόδειλον μὴ ἐπακούσαντα μηδὲ πεισθέντα λιπαροῦσι καὶ δεομένοις τοῖς ἱερεῦσι δόξαι | |
10 | προσημαίνειν τὴν μετ’ οὐ πολὺ συμβᾶσαν αὐτῷ τοῦ βίου | |
976C | τελευτήν· ὥστε μηδὲ τῆς πολυτιμήτου μαντικῆς ἄμοιρον εἶναι τὸ τῶν ἐνύδρων γένος μηδ’ ἀγέραστον· ἐπεὶ καὶ περὶ Σοῦραν πυνθάνομαι, κώμην ἐν τῇ Λυκίᾳ Φελλοῦ μεταξὺ καὶ Μύρων, καθεζομένους ἐπ’ ἰχθύσιν ὥσπερ οἰωνοῖς | |
5 | διαμαντεύεσθαι τέχνῃ τινὶ καὶ λόγῳ νήξεις καὶ φυγὰς καὶ διώξεις αὐτῶν ἐπισκοποῦντας. | |
Ἀλλὰ ταῦτα μὲν ἔστω τοῦ μὴ παντάπασιν ἐκφύ‐ λου μηδ’ ἀσυμπαθοῦς πρὸς ἡμᾶς ἱκανὰ δείγματα· τῆς δ’ ἀκράτου καὶ φυσικῆς συνέσεως μέγα δήλωμα τὸ κοινόν | 52 | |
10 | ἐστιν· οὐδὲν γὰρ οὕτως εὐχείρωτον ἀνθρώπῳ νηκτόν, ὃ μὴ πέτραις προσέχεται καὶ προσπέφυκεν, οὐδ’ ἁλώσι‐ | |
976D | μον ἄνευ πραγματείας, ὡς λύκοις μὲν ὄνοι καὶ μέροψι μέλισσαι χελιδόσι δὲ τέττιγες, ἐλάφοις δ’ ὄφεις ἀγόμενοι ῥᾳδίως ὑπ’ αὐτῶν (ᾗ καὶ τοὔνομα πεποίηται παρώνυμον οὐ τῆς ἐλαφρότητος ἀλλὰ τῆς ἕλξεως τοῦ ὄφεως)· καὶ τὸ | |
5 | πρόβατον προσκαλεῖται τῷ ποδὶ τὸν λύκον, τῇ δὲ παρ‐ δάλει τὰ πλεῖστα προσχωρεῖν χαίροντα τῇ ὀσμῇ, μάλιστα δὲ τὸν πίθηκον λέγουσι. τῶν δὲ θαλαττίων ὁμοῦ τι πάν‐ των ἡ προαίσθησις ὕποπτος οὖσα καὶ πεφυλαγμένη πρὸς τὰς ἐπιθέσεις ὑπὸ συνέσεως, οὐχ ἁπλοῦν τὸ τῆς ἄγρας | |
10 | ἔργον οὐδὲ φαῦλον ἀλλ’ ὀργάνων τε παντοδαπῶν καὶ σο‐ | |
976E | φισμάτων ἐπ’ αὐτὰ δεινῶν καὶ ἀπατηλῶν δεόμενον ἀπείρ‐ γασται. καὶ τοῦτο δῆλόν ἐστιν ἀπὸ τῶν πάνυ προχείρων. τὸν μὲν γὰρ ἀσπαλιευτικὸν κάλαμον οὐ βούλονται πάχος ἔχειν, καίπερ εὐτόνου δεόμενοι πρὸς τοὺς σπαραγμοὺς | |
5 | τῶν ἁλισκομένων, ἀλλὰ μᾶλλον ἐκλέγονται τὸν λεπτόν, ὅπως μὴ πλατεῖαν ἐπιβάλλων σκιὰν ἐκταράττῃ τὸ ὕπ‐ οπτον αὐτῶν. ἔπειτα τὴν ὁρμιὰν οὐ ποιοῦσι πολύπλοκον τοῖς ἅμμασι τῶν βρόχων οὐδὲ τραχεῖαν· ἐπεὶ καὶ τοῦτο τοῦ δόλου γίγνεται τεκμήριον αὐτοῖς. καὶ τῶν τριχῶν τὰ | |
10 | καθήκοντα πρὸς τὸ ἄγκιστρον ὡς ἔνι μάλιστα λευκὰ φαίνεσθαι μηχανῶνται· μᾶλλον γὰρ οὕτως ἐν τῇ θαλάττῃ | |
976F | δι’ ὁμοιότητα τῆς χρόας λανθάνουσι. τὸ δ’ ὑπὸ τοῦ ποιη‐ | |
τοῦ λεγόμενον (Ω 80) ‘ἡ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν, ἥτε κατ’ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα | 53 | |
5 | ἔρχεται ὠμηστῇσιν ἐπ’ ἰχθύσι κῆρα φέρουσα·‘ | |
5 | παρακούοντες ἔνιοι βοείαις θριξὶν οἴονται πρὸς τὰς ὁρ‐ μιὰς χρῆσθαι τοὺς παλαιούς· ‘κέρασ‘ γὰρ τὴν τρίχα λέ‐ γεσθαι καὶ τὸ κείρασθαι διὰ τοῦτο καὶ τὴν κουράν· καὶ | |
977A | τὸν παρ’ Ἀρχιλόχῳ (fr. 59 D) ‘κεροπλάστην‘ | φιλόκο‐ σμον εἶναι περὶ κόμην καὶ καλλωπιστήν. ἔστι δ’ οὐκ ἀληθές· ἱππείαις γὰρ θριξὶ χρῶνται, τὰς τῶν ἀρρένων λαμβάνοντες· αἱ γὰρ θήλειαι τῷ οὔρῳ τὴν τρίχα βεβρεγ‐ | |
5 | μένην ἀδρανῆ ποιοῦσιν. Ἀριστοτέλης δέ φησι μηδὲν ἐν τούτοις λέγεσθαι σοφὸν ἢ περιττὸν ἀλλὰ τῷ ὄντι κερά‐ τιον περιτίθεσθαι πρὸ τοῦ ἀγκίστρου περὶ τὴν ὁρμιάν, ἐπεὶ πρὸς ἄλλο ἐρχόμενοι διεσθίουσι. τῶν δ’ ἀγκίστρων τοῖς μὲν στρογγύλοις ἐπὶ κεστρέας καὶ ἀμίας χρῶνται μι‐ | |
10 | κροστόμους ὄντας· τὸ γὰρ εὐθύτερον εὐλαβοῦνται· πολ‐ λάκις δὲ καὶ τὸ στρογγύλον ὁ κεστρεὺς ὑποπτεύων ἐν κύκλῳ περινήχεται, τῇ οὐρᾷ περιρραπίζων τὸ ἐδώδιμον | |
977B | καὶ ἀνακάπτων τὸ ἀποκρουόμενον· ἂν δὲ μὴ δύνηται, συν〈αγ〉αγὼν τὸ στόμα καὶ περιστείλας, τοῖς χείλεσιν ἄκροις ἐπιψαύων ἀποκνίζει τοῦ δελέατος. ὁ δὲ λάβραξ ἀνδρικώτερον τοῦ ἐλέφαντος οὐχ ἕτερον ἀλλ’ αὐτὸς ἑαυ‐ | |
5 | τόν, ὅταν περιπέσῃ τῷ ἀγκίστρῳ, βελουλκεῖ, τῇ δεῦρο κἀκεῖ παραλλάξει τῆς κεφαλῆς ἀνευρύνων τὸ τραῦμα καὶ τὸν ἐκ τοῦ σπαραγμοῦ πόνον ὑπομένων, ἄχρις ἂν ἐκβάλῃ τὸ ἄγκιστρον. ἡ δ’ ἀλώπηξ οὐ πολλάκις μὲν ἀγκίστρῳ πρόσεισιν ἀλλὰ φεύγει τὸν δόλον, ἁλοῦσα δ’ εὐθὺς ἐκτρέ‐ | |
10 | πεται· πέφυκε γὰρ δι’ εὐτονίαν καὶ ὑγρότητα μεταβάλ‐ λειν τὸ σῶμα καὶ στρέφειν, ὥστε τῶν ἐντὸς ἐκτὸς γενο‐ | 54 |
977C | μένων ἀποπίπτειν τὸ ἄγκιστρον. Ταῦτα μὲν οὖν γνῶσιν ἐμφαίνει καὶ χρῆσιν ἐπὶ καιρῷ τοῦ συμφέροντος εὐμήχανον καὶ περιττήν· ἄλλα δ’ ἐπιδείκνυται μετὰ τοῦ συνετοῦ τὸ κοινωνικὸν καὶ τὸ | |
5 | φιλάλληλον, ὥσπερ ἀνθίαι καὶ σκάροι. σκάρου μὲν γὰρ ἄγκιστρον καταπιόντος, οἱ παρόντες σκάροι προσαλλό‐ μενοι τὴν ὁρμιὰν ἀποτρώγουσιν· οὗτοι δὲ καὶ τοῖς εἰς κύρτον ἐμπεσοῦσι τὰς οὐρὰς παραδόντες ἔξωθεν ἕλκουσι δάκνοντας προθύμως καὶ συνεξάγουσιν. οἱ δ’ ἀνθίαι τῷ | |
10 | συμφύλῳ βοηθοῦσιν ἰταμώτερον· τὴν γὰρ ὁρμιὰν ἀνα‐ θέμενοι κατὰ τὴν ῥάχιν καὶ στήσαντες ὀρθὴν τὴν ἄκαν‐ | |
977D | θαν ἐπιχειροῦσι διαπρίειν τῇ τραχύτητι καὶ διακόπτειν. καίτοι χερσαῖον οὐδὲν ἴσμεν ἑτέρῳ κινδυνεύοντι τολμῶν ἀμύνειν, οὐκ ἄρκτον οὐ σῦν οὐδὲ λέαιναν οὐδὲ πάρδαλιν· ἀλλὰ συγχωρεῖ μὲν εἰς ταὐτὸν ἐν τοῖς θεάτροις τὰ ὁμό‐ | |
5 | φυλα καὶ κύκλῳ μετ’ ἀλλήλων περίεισιν, ἑτέρῳ δ’ ἕτερον οὐκ οἶδεν οὐδὲ φρονεῖ βοηθεῖν, ἀλλὰ φεύγει καὶ ἀποπηδᾷ πορρωτάτω γιγνόμενα τοῦ τετρωμένου καὶ θνήσκοντος. ἡ δὲ τῶν ἐλεφάντων ἱστορία, φίλε, τῶν εἰς τὰ ὀρύγματα φορούντων καὶ τὸν ὀλισθόντα διὰ χώματος ἀναβιβαζόν‐ | |
10 | των ἔκτοπός ἐστι δεινῶς καὶ ἀλλοδαπὴ καὶ καθάπερ ἐκ βασιλικοῦ διαγράμματος ἐπιτάττουσα πιστεύειν αὐτῇ τῶν | |
977E | Ἰόβα βιβλίων· ἀληθὴς δ’ οὖσα πολλὰ δείκνυσι τῶν ἐνά‐ λων μηδὲν ἀπολειπόμενα τῷ κοινωνικῷ καὶ συνετῷ τοῦ σοφωτάτου τῶν χερσαίων. ἀλλὰ περὶ κοινωνίας αὐτῶν | |
ἴδιος ἔσται τάχα λόγος. | 55 | |
5 | Οἱ δ’ ἁλιεῖς συνορῶντες ὥσπερ ἀλεξήμασι παλαι‐ σμάτων τὰ πλεῖστα διακρουόμενα τὰς ἀπ’ ἀγκίστρου βολὰς ἐπὶ βίας ἐτράπησαν, καθάπερ οἱ Πέρσαι σαγηνεύ‐ οντες, ὡς τοῖς ἐνσχεθεῖσιν οὐδεμίαν ἐκ λογισμοῦ καὶ σο‐ φίας διάφευξιν οὖσαν. ἀμφιβλήστροις μὲν γὰρ καὶ ὑπο‐ | |
10 | χαῖς κεστρεῖς καὶ ἰουλίδες ἁλίσκονται, μόρμυροί τε καὶ | |
977F | σαργοὶ καὶ κωβιοὶ καὶ λάβρακες· τὰ δὲ βολιστικὰ καλού‐ μενα, τρίγλαν καὶ χρυσωπὸν καὶ σκορπίον, γρίποις τε καὶ σαγήναις σύρουσι περιλαμβάνοντες, [τῶν δικτύων] ὧν τὸ γένος ὀρθῶς Ὅμηρος (Ε 487) πανάγραν προσεῖπεν. | |
5 | ἀλλὰ καὶ πρὸς ταῦτα μηχαναὶ ταῖς γαλαῖς εἰσιν ὥσπερ τῷ λάβρακι· συρομένην γὰρ αἰσθανόμενος βίᾳ διίστησι καὶ τύπτων κοιλαίνει τοὔδαφος· ὅταν δὲ ποιήσῃ τῇ ἐπι‐ δρομῇ τοῦ δικτύου χώραν, 〈ἐν〉έωσεν ἑαυτὸν καὶ προσ‐ έχεται, μέχρις ἂν παρέλθῃ. δελφὶς δὲ περιληφθείς, | |
10 | ὅταν συναίσθηται γεγονὼς ἐν ἀγκάλαις σαγήνης, ὑπο‐ μένει μὴ ταραττόμενος ἀλλὰ χαίρων· εὐωχεῖται γὰρ ἄνευ πραγματείας ἀφθόνων ἰχθύων παρόντων· ὅταν δὲ πλησίον τῇ γῇ προσίῃ, 〈δια〉φαγὼν τὸ δίκτυον ἄπεισιν. | | |
978A | εἰ δὲ μὴ φθαίη διαφυγών, τὸ πρῶτον οὐδὲν ἔπαθε δεινὸν ἀλλὰ διαρράψαντες αὐτοῦ περὶ τὸν λόφον ὁλοσχοίνους ἀφῆκαν· αὖθις δὲ ληφθέντα πληγαῖς κολάζουσι, γνωρί‐ σαντες ἐκ τοῦ διαρράμματος. σπανίως δὲ τοῦτο συμβαί‐ | |
5 | νει· συγγνώμης γὰρ τυγχάνοντες τὸ πρῶτον εὐγνωμο‐ νοῦσιν οἱ πλεῖστοι καὶ φυλάττονται τὸ λοιπὸν μὴ ἀδι‐ κεῖν. ἔτι δὲ πολλῶν τῶν πρὸς εὐλάβειαν καὶ προφυ‐ | |
λακὴν καὶ ἀπόδρασιν ὄντων παραδειγμάτων, οὐκ ἄξιόν ἐστι τὸ τῆς σηπίας παρελθεῖν. τὴν γὰρ καλουμένην μύτιν | 56 | |
10 | παρὰ τὸν τράχηλον ἔχουσα πλήρη ζοφερᾶς ὑγρότητος, | |
978B | ἣν θόλον καλοῦσιν, ὅταν καταλαμβάνηται, μεθίησιν ἔξω, τεχνωμένη, τῆς θαλάττης διαθολωθείσης ποιήσασα περὶ αὑτὴν σκότος, ὑπεκδῦναι καὶ ἀποδρᾶναι τὴν τοῦ θηρεύ‐ οντος ὄψιν· ἀπομιμουμένη τοὺς Ὁμήρου (Ε 345 passim) | |
5 | θεοὺς ‘κυανέῃ νεφέλῃ‘ πολλάκις οὓς ἂν σῶσαι θέλωσιν ὑφαιρουμένους καὶ διακλέπτοντας. ἀλλὰ τούτων μὲν ἅλις. Τῆς δ’ ἐπιχειρητικῆς καὶ θηρευτικῆς δεινότητος αὐτῶν ἐν πολλοῖς σοφίσματα κατιδεῖν ἔστιν. ὁ μὲν γὰρ | |
10 | ἀστήρ, ὧν ἂν ἅψηται, πάντα διαλυόμενα καὶ διατηκόμενα γιγνώσκων ἐνδίδωσι τὸ σῶμα καὶ περιορᾷ ψαυόμενον ὑπὸ τῶν παρατρεχόντων ἢ προσπελαζόντων. τῆς δὲ νάρκης ἴστε δήπου τὴν δύναμιν, οὐ μόνον τοὺς θιγόντας | |
978C | αὐτῆς ἐκπηγνύουσαν, ἀλλὰ καὶ διὰ τῆς σαγήνης βαρύτητα ναρκώδη ταῖς χερσὶ τῶν ἀντιλαμβανομένων ἐμποιοῦσαν. ἔνιοι δ’ ἱστοροῦσι, πεῖραν αὐτῆς ἐπὶ πλέον λαμβάνοντες, ἂν ἐκπέσῃ ζῶσα, κατασκεδαννύντες ὕδωρ ἄνωθεν, αἰσθά‐ | |
5 | νεσθαι τοῦ πάθους ἀνατρέχοντος ἐπὶ τὴν χεῖρα καὶ τὴν ἁφὴν ἀμβλύνοντος ὡς ἔοικε διὰ τοῦ ὕδατος τρεπομένου καὶ προπεπονθότος. ταύτης οὖν ἔχουσα σύμφυτον αἴσθη‐ σιν μάχεται μὲν ἐξ ἐναντίας πρὸς οὐδὲν οὐδὲ διακινδυ‐ νεύει· κύκλῳ δὲ περιιοῦσα τὸ θηρευόμενον ὥσπερ βέλη | |
10 | διασπείρει τὰς ἀπορροάς, φαρμάττουσα τὸ ὕδωρ πρῶτον, | |
978D | εἶτα τὸ ζῷον διὰ τοῦ ὕδατος, μήτ’ ἀμύνεσθαι δυνάμενον | |
μήτε φυγεῖν ἀλλ’ ἐνισχόμενον ὥσπερ ὑπὸ δεσμῶν καὶ πηγνύμενον. ὁ δὲ καλούμενος ἁλιεὺς γνώριμος μέν ἐστι πολλοῖς καὶ διὰ τοὔργον αὐτῷ γέγονε τοὔνομα· ᾧ | 57 | |
5 | σοφίσματι καὶ τὴν σηπίαν χρῆσθαί φησιν ὁ Ἀριστοτέλης· καθίησι γὰρ ὥσπερ ὁρμιὰν ἀπὸ τοῦ τραχήλου πλεκτά‐ νην, μηκύνεσθαί τε πόρρω χαλώσης καὶ πάλιν συντρέ‐ χειν εἰς ἑαυτὴν ἀναλαμβανούσης ῥᾷστα πεφυκυῖαν. ὅταν οὖν τι τῶν μικρῶν ἰχθυδίων ἴδῃ πλησίον, ἐνδίδωσι δακεῖν | |
10 | καὶ κατὰ μικρὸν ἀναμηρύεται λανθάνουσα καὶ προσάγε‐ ται, μέχρις ἂν ἐν ἐφικτῷ τοῦ στόματος γένηται τὸ προσ‐ | |
978E | ισχόμενον. τῶν δὲ πολυπόδων τῆς χρόας τὴν ἄμειψιν ὅ τε Πίνδαρος περιβόητον πεποίηκεν εἰπὼν (fr. 43) | |
2 | ‘ποντίου θηρὸς 〈πετραίου〉 χρωτὶ μάλιστα νόον προσφέρων πάσαις πολίεσσιν ὁμίλει·‘ | |
4 | ||
5 | καὶ Θέογνις ὁμοίως (v. 215) | |
5 | ‘πουλύποδος νόον ἴσχε πολυχρόου, ὃς ποτὶ πέτρῃ, τῇ περ ὁμιλήσῃ, τοῖος ἰδεῖν ἐφάνη.‘ | |
7 | μεταβάλλει γὰρ ὁ μὲν χαμαιλέων οὐδέν τι μηχανώμενος οὐδὲ κατακρύπτων ἑαυτὸν ἀλλ’ ὑπὸ δέους ἄλλως τρέπε‐ | |
10 | ται, φύσει ψοφοδεὴς ὢν καὶ δειλός· συνέπεται δὲ καὶ πνεύματος πλῆθος, ὡς Θεόφραστος (fr. 189)· ὀλίγον γὰρ ἀποδεῖ πᾶν τὸ σῶμα τοῦ ζῴου πλῆρες εἶναι πνεύμονος, | |
978F | ᾧ τεκμαίρεται τὸ πνευματικὸν αὐτοῦ καὶ διὰ τοῦτο πρὸς τὰς μεταβολὰς εὔτρεπτον. τοῦ δὲ πολύποδος ἔργον ἐστὶν οὐ πάθος ἡ μεταβολή· μεταβάλλει γὰρ ἐκ προνοίας, μη‐ | |
χανῇ χρώμενος τοῦ λανθάνειν ἃ δέδιε καὶ λαμβάνειν οἷς | 58 | |
5 | τρέφεται· παρακρουόμενος γὰρ 〈τὰ μὲν〉 αἱρεῖ μὴ φεύ‐ γοντα τὰ δ’ ἐκφεύγει παρερχόμενα. τὸ μὲν γὰρ αὑτοῦ τὰς πλεκτάνας κατεσθίειν αὐτὸν ψεῦδός ἐστιν· τὸ δὲ μύραι‐ ναν δεδιέναι καὶ γόγγρον ἀληθές ἐστιν· ὑπ’ ἐκείνων γὰρ κακῶς πάσχει, δρᾶν μὴ δυνάμενος ἐξολισθανόντων. | | |
979A | ὥσπερ αὖ πάλιν ὁ κάραβος ἐκείνων μὲν ἐν λαβαῖς γενο‐ μένων περιγίγνεται ῥᾳδίως· ἡ γὰρ ψιλότης οὐ βοηθεῖ πρὸς τὴν τραχύτητα· τοῦ δὲ πολύποδος εἴσω τὰς πλε‐ κτάνας διωθοῦντος ἀπόλλυται. καὶ τὸν κύκλον τοῦτον καὶ | |
5 | τὴν περίοδον ταῖς κατ’ ἀλλήλων διώξεσι καὶ φυγαῖς γύμ‐ νασμα καὶ μελέτην ἡ φύσις αὐτοῖς ἐναγώνιον πεποίηκε δεινότητος καὶ συνέσεως. Ἀλλὰ μὴν ἐχίνου γέ τινα χερσαίου διηγήσατο πρό‐ γνωσιν Ἀριστότιμος πνευμάτων, ὃς ἐθαύμαζε καὶ γερά‐ | |
10 | νων τὴν ἐν τριγώνῳ πτῆσιν· ἐγὼ δ’ ἐχῖνον μὲν οὐχ ἕνα Κυζικηνὸν ἢ Βυζάντιον, ἀλλὰ πάντας ὁμοῦ παρέχομαι | |
979B | τοὺς θαλαττίους, ὅταν αἴσθωνται μέλλοντα χειμῶνα καὶ σάλον, ἑρματιζομένους λιθιδίοις, ὅπως μὴ περιτρέπωνται διὰ κουφότητα μηδ’ ἀποσύρωνται γενομένου κλύδωνος, ἀλλ’ ἐπιμένωσιν ἀραρότως τοῖς πετριδίοις. ἡ δὲ γεράνων | |
5 | μεταβολὴ τῆς πτήσεως πρὸς ἄνεμον οὐχ ἑνὸς γένους ἐστίν, ἀλλὰ τοῦτο κοινῇ πάντες ἰχθύες νοοῦντες ἀεὶ πρὸς κῦμα καὶ ῥοῦν ἀντινήχονται καὶ παραφυλάττουσιν, ὅπως μὴ | |
κατ’ οὐρὰν προσφερομένου τοῦ πνεύματος ἡ λεπὶς ἀνα‐ πτυσσομένη λυπῇ τὸ σῶμα γυμνούμενον καὶ διατραχυνό‐ | 59 | |
10 | μενον· ὅθεν ἀεὶ συνέχουσιν ἑαυτοὺς ἀντιπρῴρους· σχιζο‐ | |
979C | μένη γὰρ οὕτω κατὰ κορυφὴν ἡ θάλασσα τά τε βράγχια καταστέλλει καὶ κατὰ τῆς ἐπιφανείας ῥέουσα λείως πιέζει καὶ οὐκ ἀνίστησι τὸ φρικῶδες. τοῦτο μὲν οὖν, ὥσπερ ἔφην, κοινόν ἐστι τῶν ἰχθύων, πλὴν τοῦ ἔλλοπος· τοῦτον δέ | |
5 | φασι κατ’ ἄνεμον καὶ ῥοῦν νήχεσθαι, μὴ φοβούμενον τὴν ἀναχάραξιν τῆς λεπίδος, ἅτε δὴ μὴ πρὸς οὐρὰν τὰς ἐπι‐ πτυχὰς ἐχούσης. Ὁ δὲ θύννος οὕτως ἰσημερίας αἰσθάνεται καὶ τρο‐ πῆς, ὥστε καὶ τὸν ἄνθρωπον διδάσκειν μηδὲν ἀστρολογι‐ | |
10 | κῶν κανόνων δεόμενος· ὅπου γὰρ ἂν αὐτὸν χειμῶνος αἱ τροπαὶ καταλάβωσιν, ἀτρεμεῖ καὶ διατρίβει περὶ τὸν | |
979D | αὐτὸν τόπον ἄχρι τῆς ἰσημερίας. ‘ἀλλὰ τῆς γεράνου σοφὸν ἡ τοῦ λίθου περίδραξις, ὅπως προϊεμένη † πυκνὸν ἐξυ‐ πνίζηται‘. καὶ πόσῳ σοφώτερον, ὦ φίλε, τὸ τοῦ δελφῖνος, ᾧ | |
3 | ‘στῆναι μὲν οὐ θέμις οὐδὲ παύσασθαι φορᾶς·‘ | |
4 | ||
5 | ἀεικίνητος γάρ ἐστιν ἡ φύσις αὐτοῦ καὶ ταὐτὸν ἔχουσα τοῦ ζῆν καὶ τοῦ κινεῖσθαι πέρας· ὅταν δ’ ὕπνου δέηται, μετεωρίσας ἄνω τὸ σῶμα πρὸς τὴν ἐπιφάνειαν τῆς θαλάτ‐ της, ὕπτιον ἀφῆκε διὰ βάθους, αἰώρας τινὶ σάλῳ κοιμι‐ ζόμενος, ἄχρι προσπεσεῖν καὶ ψαῦσαι τῆς γῆς· οὕτω δ’ | |
10 | ἐξυπνισθεὶς ἀναρροιζεῖ καὶ πάλιν ἄνω γενόμενος ἐνδίδωσι, καὶ φέρεται κινήσει τινὰ μεμιγμένην ἀνάπαυσιν αὑτῷ | |
979E | μηχανώμενος. τὸ δ’ αὐτὸ δρᾶν καὶ θύννους ἀπὸ τῆς | |
αὐτῆς αἰτίας λέγουσιν. ἐπεὶ δ’ ἄρτι τὴν μαθηματικὴν αὐτῶν τῆς τοῦ ἡλίου μεταβολῆς † ἐτέλεσα πρόγνωσιν, ἧς μάρτυς Ἀριστοτέλης (an. h. 598b 25) ἐστίν, ἄκουσον | 60 | |
5 | ἤδη τὴν ἀριθμητικὴν ἐπιστήμην αὐτῶν· πρότερον δέ, ναὶ μὰ Δία, τὴν ὀπτικήν, ἣν ἔοικε μηδ’ Αἰσχύλος ἀγνοῆσαι· λέγει γάρ που (fr. 308) | |
7 | ‘τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην.‘ | |
8 | τῷ γὰρ ἑτέρῳ δοκοῦσιν ἀμβλυώττειν· ὅθεν ἐμβάλλουσιν | |
10 | εἰς τὸν Πόντον ἐν δεξιᾷ τῆς γῆς ἐχόμενοι, καὶ τοὐναντίον ὅταν ἐξίωσιν, ἐμφρόνως πάνυ καὶ νουνεχῶς ἀεὶ τὴν τοῦ σώματος φυλακὴν ἐπὶ τῷ κρείττονι ποιούμενοι τῶν ὀ‐ | |
979F | φθαλμῶν. ἀριθμητικῆς δὲ διὰ τὴν κοινωνικήν, ὡς ἔοικε, καὶ φιλάλληλον ἀγάπησιν ἑαυτῶν δεηθέντες οὕτως ἐπ’ ἄκρον ἥκουσι τοῦ μαθήματος, ὥστ’, ἐπεὶ πάνυ χαίρουσι τῷ συντρέφεσθαι καὶ συναγελάζεσθαι μετ’ ἀλλήλων, ἀεὶ | |
5 | τὸ πλῆθος τῷ σχήματι κυβίζουσι καὶ στερεὸν ἐκ πάντων ποιοῦσιν, ἓξ ἴσοις ἐπιπέδοις περιεχόμενον· εἶτα νήχονται κατὰ τάξιν οὕτως τὸ πλαίσιον ἀμφίστομον διαφυλάττον‐ | |
980A | τες. | ὁ γοῦν θυννοσκόπος, ἂν ἀκριβῶς λάβῃ τὸν ἀριθ‐ μὸν τῆς ἐπιφανείας, εὐθὺς ἀποφαίνεται πόσον καὶ ἅπαν τὸ πλῆθός ἐστιν, εἰδὼς ὅτι καὶ τὸ βάθος αὐτῶν ἐν ἴσῳ τεταγμένον στοιχείῳ πρός τε τὸ πλάτος ἐστὶ καὶ τὸ μῆ‐ | |
5 | κος. ἀμίαις δὲ καὶ τοὔνομα παρέσχηκεν ὁ συναγε‐ λασμός, οἶμαι δὲ καὶ ταῖς πηλαμύσι. Τῶν δ’ ἄλλων γενῶν ὅσα φαίνεται καὶ ζῇ κοινωνικῶς μετ’ ἀλλήλων ἀγεληδὸν οὐκ ἄν τις εἴποι τὸν ἀριθμόν, ἀλλὰ | |
μᾶλλον ἐπὶ τὰς κατ’ ἰδίαν κοινωνίας αὐτῶν καὶ συμβιώ‐ | 61 | |
10 | σεις ἰτέον. ὧν ἐστι καὶ ὁ τὸ πλεῖστον ἐξαναλώσας Χρυσίπ‐ που μέλαν πιννοτήρας, παντὶ καὶ φυσικῷ βιβλίῳ καὶ | |
980B | ἠθικῷ προεδρίαν ἔχων· τὸν γὰρ σπογγοτήραν οὐχ ἱστό‐ ρηκεν, οὐ γὰρ ἂν παρέλιπεν. ὁ μὲν οὖν πιννοτήρας ζῷόν ἐστι καρκινῶδες, ὥς φασι, καὶ τῇ πίννῃ σύνεστι καὶ πυ‐ λωρεῖ τὴν κόγχην προκαθήμενος, ἐῶν ἀνεῳγμένην καὶ | |
5 | διακεχηνυῖαν, ἄχρις οὗ προσπέσῃ τι τῶν ἁλωσίμων αὐ‐ τοῖς ἰχθυδίων· τότε δὲ τὴν σάρκα τῆς πίννης δακὼν παρ‐ εισῆλθεν, ἡ δὲ συνέκλεισε τὴν κόγχην, καὶ κοινῶς τὴν ἄγραν ἐντὸς ἕρκους γενομένην κατεσθίουσι. τὸν δὲ σπόγγον ἡνιοχεῖ θηρίδιον οὐ καρκινῶδες ἀλλ’ ἀράχνῃ | |
10 | παραπλήσιον· οὐ γὰρ ἄψυχον οὐδ’ ἀναίσθητον οὐδ’ ἄναιμον ὁ σπόγγος ἐστὶν ἀλλὰ ταῖς μὲν πέτραις, ὡς ἄλλα | |
980C | πολλά, προσπέφυκεν, ἔχει δὲ κίνησιν ἰδίαν ἐξ ἑαυτοῦ καὶ εἰς ἑαυτόν, οἷον ὑπομνήσεως καὶ παιδαγωγίας δεομένην· μανὸς γὰρ ὢν ἄλλως καὶ τοῖς ἀραιώμασιν ἀνειμένος ὑπ’ ἀργίας καὶ ἀμβλύτητος, ὅταν ἐμβῇ τι τῶν ἐδωδίμων, | |
5 | ἐκείνου σημήναντος ἔμυσε καὶ κατηνάλωσεν· ἔτι δὲ μᾶλλον ἀνθρώπου προσιόντος ἢ θιγόντος διδασκόμενος καὶ χα‐ ρασσόμενος οἷον ἔφριξε καὶ συνέκλεισε τὸ σῶμα πήξας καὶ πυκνώσας, ὥστε μὴ ῥᾳδίαν ἀλλὰ δύσεργον εἶναι τὴν ὑποτομὴν αὐτοῦ τοῖς θηρεύουσιν. αἱ δὲ πορφύραι συν‐ | |
10 | αγελαζόμεναι τὸ μὲν κηρίον, ὥσπερ αἱ μέλιτται, κοινῇ | |
ποιοῦσιν, ἐν ᾧ λέγονται γονεύειν· τὰ δ’ ἐδώδιμα τῶν | 62 | |
980D | βρύων καὶ τῶν φυκίων ἀναλαμβάνουσαι προσισχόμενα τοῖς ὀστράκοις οἷον ἐν περιόδῳ κυκλουμένην ἑστίασιν ἀλλήλαις παρέχουσιν, ἑτέραν ἑτέρας ἔξωθεν ἐπινεμομένης. Καὶ τί ἄν τις ἐν τούτοις τὴν κοινωνίαν θαυμά‐ | |
5 | σειεν, ὅπου τὸ πάντων ἀμικτότατον καὶ [τὸ] θηριωδέστα‐ τον ὧν τρέφουσι ποταμοὶ καὶ λίμναι καὶ θάλασσαι ζῷον, ὁ κροκόδειλος, θαυμαστὸν ἑαυτὸν ἐπιδείκνυται πρὸς κοι‐ νωνίαν καὶ χάριν ἐν τοῖς πρὸς τὸν τροχίλον συμβολαίοις; ὁ γὰρ τροχίλος ἐστὶ μὲν ὄρνις τῶν ἑλείων καὶ παραποτα‐ | |
10 | μίων, φρουρεῖ δὲ τὸν κροκόδειλον οὐκ οἰκόσιτος ἀλλὰ τοῖς ἐκείνου λειψάνοις παρατρεφόμενος· ὅταν γὰρ αἴσθη‐ | |
980E | ται, τοῦ κροκοδείλου καθεύδοντος, ἐπιβουλεύοντα τὸν ἰχνεύμονα πηλούμενον ἐπ’ αὐτὸν ὥσπερ ἀθλητὴν κονιό‐ μενον, ἐπεγείρει φθεγγόμενος καὶ κολάπτων· ὁ δ’ οὕτως ἐξημεροῦται πρὸς αὐτόν, ὥστε τοῦ στόματος διαχανὼν | |
5 | ἐντὸς παρίησι, καὶ χαίρει τὰ λεπτὰ τῶν ἐνισχομένων τοῖς ὀδοῦσι σαρκῶν ἐκλέγοντος ἀτρέμα τῷ ῥάμφει καὶ δια‐ σκαλεύοντος· ἂν δὲ μετρίως ἔχων ἤδη βούληται συναγα‐ γεῖν τὸ στόμα καὶ κλεῖσαι, προκλίνει τὴν σιαγόνα καὶ διασημαίνει καὶ οὐ πρότερον καθίησιν ἢ συναισθανόμενον | |
10 | ἐκπτῆναι τὸν τροχίλον. ὁ δὲ καλούμενος ἡγεμὼν με‐ | |
980F | γέθει μέν ἐστι καὶ σχήματι κωβιῶδες ἰχθύδιον, τὴν δ’ ἐπιφάνειαν ὄρνιθι φρίσσοντι διὰ τὴν τραχύτητα τῆς λεπί‐ δος ἐοικέναι λέγεται, καὶ ἀεὶ σύνεστιν ἑνὶ τῶν μεγάλων κητῶν καὶ προνήχεται, τὸν δρόμον ἐπευθύνων, ὅπως οὐκ | |
5 | ἐνσχεθήσεται βράχεσιν οὐδ’ εἰς τέναγος ἤ τινα πορθμὸν | |
981A | ἐμπεσεῖται δυσέξοδον· | ἕπεται γὰρ αὐτῷ τὸ κῆτος, ὥσπερ | |
οἴακι ναῦς, παραγόμενον εὐπειθῶς. καὶ τῶν μὲν ἄλλων, ὅ τι ἂν παραλάβῃ τῷ χάσματι ζῷον ἢ σκάφος ἢ λίθον, εὐθὺς διέφθαρται καὶ ἀπόλωλε πᾶν ἐμβεβυθισμένον· | 63 | |
5 | ἐκεῖνον δὲ γιγνῶσκον ἀναλαμβάνει τῷ στόματι καθάπερ ἄγκυραν ἐντός· ἐγκαθεύδει γὰρ αὐτῷ καὶ τὸ κῆτος ἕστη‐ κεν ἀναπαυομένου καὶ ὁρμεῖ· προελθόντος δ’ αὖθις ἐπ‐ ακολουθεῖ μήθ’ ἡμέρας μήτε νυκτὸς ἀπολειπόμενον, ἢ ῥέμ‐ βεται καὶ πλανᾶται, καὶ πολλὰ διεφθάρη καθάπερ ἀκυ‐ | |
10 | βέρνητα πρὸς γῆν ἐξενεχθέντα. καὶ γὰρ ἡμεῖς περὶ Ἀντί‐ κυραν ἑωράκαμεν οὐ πάλαι· καὶ πρότερον ἱστοροῦσιν οὐ | |
981B | πόρρω Βουνῶν ἐξοκείλαντος καὶ κατασαπέντος λοιμὸν γενέσθαι. ἆρ’ οὖν ἄξιόν ἐστι ταύταις ταῖς κοινωνίαις καὶ συμπεριφοραῖς παραβάλλειν ἅσπερ Ἀριστοτέλης (p. 354 R.) ἱστορεῖ φιλίας ἀλωπέκων καὶ ὄφεων διὰ τὸ κοινὸν αὐτοῖς | |
5 | πολέμιον εἶναι τὸν ἀετόν, ἢ τὰς ὠτίδων πρὸς ἵππους, ὅτι χαίρουσι προσπελάζουσαι καὶ διασκάλλουσαι τὸν ὄνθον; ἐγὼ μὲν γὰρ οὐδ’ ἐν μελίτταις ὁρῶ τοσαύτην ἀλλήλων ἐπιμέλειαν οὐδ’ ἐν μύρμηξι· τὸ γὰρ κοινὸν αὔξουσι πᾶ‐ σαι καὶ πάντες ἔργον, ἑτέρῳ δὲ καθ’ ἕτερον ἑτέρου στο‐ | |
10 | χασμὸς οὐδεὶς οὐδὲ φροντὶς ἔστιν. Ἔτι δὲ μᾶλλον κατοψόμεθα τὴν διαφοράν, ἐπὶ τὰ | |
981C | πρεσβύτατα καὶ μέγιστα τῶν κοινωνικῶν ἔργων καὶ καθ‐ ηκόντων τὰ περὶ τὰς γενέσεις καὶ τεκνώσεις τὸν λόγον τρέ‐ ψαντες. πρῶτον μὲν γὰρ οἱ λίμναις παρήκουσαν ἢ ποτα‐ μοὺς ὑποδεχομένην νεμόμενοι θάλατταν ἰχθύες, ὅταν | |
5 | μέλλωσι τίκτειν, ἀνατρέχουσι, τῶν ποτίμων ὑδάτων τὴν | |
πραότητα καὶ τὸ ἄσαλον διώκοντες· ἀγαθὴ γὰρ ἡ γα‐ λήνη λοχεῦσαι· καὶ τὸ ἄθηρον ἅμα ταῖς λίμναις ἔνεστι καὶ ποταμοῖς, ὥστε σῴζεσθαι τὰ τικτόμενα. διὸ καὶ πλεῖστα καὶ μάλιστα γονεύεται περὶ τὸν Εὔξεινον πόν‐ | 64 | |
10 | τον· οὐ γὰρ τρέφει κήτη ἀλλ’ ἢ φώκην ἀραιὰν καὶ δελφῖνα μικρόν· ἔτι δ’ ἡ τῶν ποταμῶν ἐπιμιξία, πλείστων καὶ | |
981D | μεγίστων ἐκδιδόντων εἰς τὸν Πόντον, ἤπιον παρέχει καὶ πρόσφορον τοῖς λοχευομένοις κρᾶσιν. τὸ δὲ τοῦ ἀνθίου θαυμασιώτατόν ἐστιν, ὃν Ὅμηρος (Π 407) ‘ἱερὸν ἰχθύν‘ εἴρηκε· καίτοι μέγαν τινὲς οἴονται τὸν ἱερὸν καθάπερ | |
5 | ὀστοῦν ἱερὸν τὸ μέγα, καὶ τὴν ἐπιληψίαν, μεγάλην νόσον οὖσαν, ἱερὰν καλοῦσιν· ἔνιοι δὲ κοινῶς τὸν ἄφετον καὶ ἱερωμένον. Ἐρατοσθένης δὲ τὸν χρύσοφρυν ἔοικεν (fr. 14 H.) | |
7 | ‘εὐδρομίην χρύσειον ἐπ’ ὀφρύσιν ἱερὸν ἰχθύν‘ | |
8 | λέγειν· πολλοὶ δὲ τὸν ἔλλοπα, σπάνιος γάρ ἐστι καὶ οὐ | |
10 | ῥᾴδιος ἁλῶναι. φαίνεται δὲ περὶ Παμφυλίαν πολλάκις· ἂν οὖν ποτε λάβωσι, στεφανοῦνται μὲν αὐτοὶ στεφανοῦσι δὲ τὰς ἁλιάδας, κρότῳ δὲ καὶ πατάγῳ καταπλέοντας αὐ‐ | |
981E | τοὺς ὑποδέχονται καὶ τιμῶσιν. οἱ δὲ πλεῖστοι τὸν ἀνθίαν ἱερὸν εἶναι καὶ λέγεσθαι νομίζουσιν· ὅπου γὰρ ἂν ἀνθίας ὀφθῇ, θηρίον οὐκ ἔστιν, ἀλλὰ θαρροῦντες μὲν οἱ σπογ‐ γοθῆραι κατακολυμβῶσι θαρροῦντες δὲ τίκτουσιν οἱ ἰ‐ | |
5 | χθύες, ὥσπερ ἐγγυητὴν ἀσυλίας ἔχοντες. ἡ δ’ αἰτία δυσ‐ λόγιστος, εἴτε φεύγει τὰ θηρία τὸν ἀνθίαν ὡς σῦν ἐλέ‐ φαντες ἀλεκτρυόνα δὲ λέοντες, εἴτ’ ἐστὶ σημεῖα τόπων ἀθήρων, ἃ γιγνώσκει καὶ παραφυλάττει συνετὸς ὢν καὶ | |
μνημονικὸς ὁ ἰχθύς. | 65 | |
10 | Ἀλλ’ ἥ γε πρόνοια κοινὴ τοῖς τίκτουσι τῶν γεννω‐ μένων· οἱ δ’ ἄρρενες οὐ τὸν αὑτῶν κατεσθίουσι γόνον, | |
981F | ἀλλὰ καὶ προσδιατρίβουσι τοῖς κυήμασιν ᾠοφυλακοῦντες ὡς ἱστόρηκεν Ἀριστοτέλης (an. h. 621a 23)· οἱ δ’ ἑπό‐ μενοι ταῖς θηλείαις καταρραίνουσι 〈κατὰ〉 μικρὸν τὸν θορόν· ἄλλως γὰρ οὐ γίγνεται μέγα τὸ τεχθὲν ἀλλ’ ἀτε‐ | |
5 | λὲς μένει καὶ ἄναυξον. ἰδίᾳ δ’ αἱ φυκίδες ἐκ τῶν φυ‐ κίων οἷον νεοττιὰν διαπλασάμεναι περιαμπέχουσι τὸν γό‐ | |
982A | νον καὶ σκέπουσιν ἀπὸ τοῦ κλύδωνος. | τοῦ δὲ γαλεοῦ τὸ φιλόστοργον οὐδενὶ τῶν ἡμερωτάτων ζῴων ὑπερ‐ βολὴν γλυκυθυμίας πρὸς τὰ ἔγγονα καὶ χρηστότητος ἀπολέλοιπε· τίκτουσι μὲν γὰρ ᾠόν, εἶτα 〈τὸ〉 ζῷον οὐκ | |
5 | ἐκτὸς ἀλλ’ ἐντὸς ἐν ἑαυτοῖς [καὶ] τρέφουσιν οὕτω καὶ φέρουσιν ὥσπερ ἐκ δευτέρας γενέσεως· ὅταν δὲ μείζονα γένηται, μεθιᾶσι θύραζε καὶ διδάσκουσι νήχεσθαι πλη‐ σίον· εἶτα πάλιν εἰς ἑαυτοὺς διὰ τοῦ στόματος ἐπαναλαμ‐ βάνουσι καὶ παρέχουσιν ἐνδιαιτᾶσθαι τὸ σῶμα χώραν | |
10 | ἅμα καὶ τροφὴν καὶ καταφυγήν, ἄχρις ἂν ἐν δυνάμει τοῦ βοηθεῖν αὑτοῖς γένηται. θαυμαστὴ δὲ καὶ ἡ τῆς χε‐ | |
982B | λώνης περὶ τὴν γένεσιν καὶ σωτηρίαν τῶν γεννωμένων ἐπιμέλεια· τίκτει μὲν γὰρ ἐκβαίνουσα τῆς θαλάττης πλη‐ σίον, ἐπῳάζειν δὲ μὴ δυναμένη μηδὲ χερσεύειν πολὺν χρόνον ἐντίθησι τῇ ψάμμῳ τὰ ᾠὰ καὶ τὸ λειότατον ἐπα‐ | |
5 | μᾶται τῆς θινὸς αὐτοῖς καὶ μαλακώτατον· ὅταν δὲ κατα‐ χώσῃ καὶ ἀποκρύψῃ βεβαίως, οἱ μὲν λέγουσι τοῖς ποσὶν ἀμύττειν καὶ καταστίζειν τὸν τόπον, εὔσημον ἑαυτῇ ποι‐ | |
οῦσαν, οἱ δὲ τὴν θήλειαν ὑπὸ τοῦ ἄρρενος στρεφομένην τύπους ἰδίους καὶ σφραγῖδας ἐναπολείπειν· ὃ δὲ τούτου | 66 | |
10 | θαυμασιώτερόν ἐστιν, ἡμέραν ἐκφυλάξασα τεσσαρακοστὴν | |
982C | (ἐν τοσαύταις γὰρ ἐκπέττεται καὶ περιρρήγνυται τὰ ᾠά) πρόσεισι, καὶ γνωρίσασα τὸν ἑαυτῆς ἑκάστη θησαυρόν, ὡς οὐδεὶς χρυσίου θήκην ἄνθρωπος, ἀσμένως ἀνοίγει καὶ προθύμως. | |
5 | Τῶν δὲ κροκοδείλων τὰ μὲν ἄλλα παραπλήσια, τῆς δὲ χώρας ὁ στοχασμὸς ἐπίνοιαν ἀνθρώπῳ τῆς αἰτίας οὐ δίδωσιν οὐδὲ συλλογισμόν· ὅθεν οὔ φασι λογικὴν ἀλλὰ μαντικὴν εἶναι τὴν παρὰ τούτου τοῦ θηρίου πρόγνωσιν· οὔτε γὰρ πλέον οὔτ’ ἔλαττον ἐκβᾶς’ ἀλλ’ ὅσον εἰς ὥραν | |
10 | ἔτους ὁ Νεῖλος αὐξηθεὶς ἐπικλύσει καὶ ἀποκρύψει τῆς γῆς, ἐκεῖ τὰ ᾠὰ τίθησιν· ὥστε τὸν ἐντυχόντα τῶν γεωρ‐ | |
982D | γῶν αὐτόν 〈τε〉 γιγνώσκειν ἑτέροις τε φράζειν, ὁπόσον αὐτοῖς ὁ ποταμὸς πρόεισιν· οὕτω συνεμετρήσατο, μὴ βρεχομένων αὐτὸς βρεχόμενος ἐπῳάζῃ· ἐκλεπισθέντων δὲ τῶν σκύμνων, ὃς ἂν εὐθὺς ἀναδὺς μὴ λάβῃ τι τῶν προσ‐ | |
5 | τυχόντων, ἢ μυῖαν ἢ σέριφον ἢ γῆς ἔντερον ἢ κάρφος ἢ βοτάνην, τῷ στόματι, διασπαράξασα τοῦτον ἡ μήτηρ ἀπέκτεινε δακοῦσα· τὰ δὲ θυμοειδῆ καὶ δραστήρια στέρ‐ γει καὶ περιέπει, καθάπερ οἱ σοφώτατοι τῶν ἀνθρώπων ἀξιοῦσι, κρίσει τὸ φιλεῖν ἀπαθεῖ νέμουσα. καὶ μὴν | |
10 | αἱ φῶκαι τίκτουσι μὲν ἐν τῷ ξηρῷ, κατὰ μικρὸν δὲ προά‐ γουσαι τὰ σκυμνία γεύουσι τῆς θαλάττης καὶ ταχὺ πάλιν | |
982E | ἐξάγουσι· καὶ τοῦτο πολλάκις ποιοῦσιν ἐν μέρει, μέχρι ἂν οὕτως ἐθιζόμενα θαρρήσῃ καὶ στέρξῃ τὴν ἔναλον δίαι‐ | |
ταν. οἱ δὲ βάτραχοι περὶ τὰς ὀχείας ἀνακλήσεσι χρῶν‐ ται, τὴν λεγομένην ποιοῦντες ὀλολυγόνα, φωνὴν ἐρωτικὴν | 67 | |
5 | καὶ γαμήλιον οὖσαν· ὅταν δὲ τὴν θήλειαν οὕτως ὁ ἄρρην προσαγάγηται, κοινῇ τὴν νύκτα περιμένουσιν· ἐν ὑγρῷ μὲν γὰρ οὐ δύνανται, μεθ’ ἡμέραν δὲ δεδίασιν ἐπὶ γῆς μίγνυσθαι· γενομένου δὲ σκότους, ἀδεῶς συμπλέκονται προϊόντες· ἄλλως δὲ λαμπρύνουσι τὴν φωνήν, ὑετὸν | |
10 | προσδεχόμενοι· καὶ τοῦτο σημεῖον ἐν τοῖς βεβαιοτάτοις ἐστίν. Ἀλλ’ οἷον, ὦ φίλε Πόσειδον, ὀλίγου πάθος ὡς ἄτο‐ | |
982F | πον πέπονθα καὶ καταγέλαστον, εἴ με διατρίβοντα περὶ φώκας καὶ βατράχους τὸ σοφώτατον καὶ θεοφιλέστατον ἐξέφυγε καὶ παρῆλθε τῶν ἐνάλων. ποίας γὰρ ἀηδόνας ἄξιον τῷ φιλομούσῳ τῆς ἀλκυόνος ἢ τῷ φιλοτέκνῳ χελι‐ | |
5 | δόνας ἢ τῷ φιλάνδρῳ πελειάδας ἢ τῷ τεχνικῷ παραβάλ‐ λειν μελίττας; τίνος δὲ γενέσεις καὶ τόκους καὶ ὠδῖνας ὁ θεὸς οὕτως ἐτίμησε; τὰς μὲν γὰρ Λητοῦς γονὰς μίαν ἑδρασθεῖσαν ὑποδέξασθαι νῆσον ἱστοροῦσι, τῇ δ’ ἀλ‐ κυόνι τικτούσῃ περὶ τροπὰς πᾶσαν ἵστησι θάλασσαν ἀκύ‐ | |
983A | μονα καὶ ἀσάλευτον. | ὅθεν οὐδὲν ἔστι ζῷον ἄλλο, ὃ 〈μᾶλλον〉 φιλοῦσιν ἄνθρωποι· δι’ ἣν ἑπτὰ μὲν ἡμέρας ἑπτὰ δὲ νύκτας ἐν ἀκμῇ χειμῶνος ἀδεῶς πλέουσι, τῆς κατὰ γῆν πορείας τηνικαῦτα τὴν διὰ τῆς θαλάσσης ἀσφα‐ | |
5 | λεστέραν ἔχοντες. εἰ δὲ δεῖ καὶ περὶ ἑκάστης τῶν ἀρετῶν ἃς ἔχει βραχέα φάναι, φίλανδρος μὲν οὕτως ἐστίν, ὥστε | |
μὴ καθ’ ἕνα καιρὸν ἀλλὰ δι’ ἔτους συνεῖναι καὶ προσδέ‐ χεσθαι τὴν τοῦ ἄρρενος ὁμιλίαν, οὐ διὰ τὸ ἀκόλαστον (ἄλλῳ γὰρ οὐ μίγνυται τὸ παράπαν) ἀλλ’ ὑπ’ εὐνοίας | 68 | |
10 | ὥσπερ γυνὴ γαμετὴ καὶ φιλοφροσύνης· ὅταν δὲ διὰ γῆρας ἀσθενὴς ὁ ἄρρην γένηται συνέπεσθαι καὶ βαρύς, ὑπολα‐ | |
983B | βοῦσα γηροφορεῖ καὶ γηροτροφεῖ, μηδαμοῦ προϊεμένη μηδὲ καταλείπουσα χωρίς, ἀλλὰ τοῖς ὤμοις ἐκεῖνον ἀναθεμένη καὶ κομίζει πανταχόσε καὶ θεραπεύει καὶ σύνεστιν ἄχρι τελευτῆς. τῷ δὲ φιλοτέκνῳ καὶ πεφροντικότι σωτηρίας τῶν | |
5 | γεννωμένων συναισθανομένη κύουσαν ἑαυτὴν τάχιστα τρέπεται πρὸς ἐργασίαν τῆς νεοττιᾶς, οὐ φύρουσα πηλὸν οὐδὲ προσερείδουσα τοίχοις καὶ ὀρόφοις ὥσπερ αἱ χελι‐ δόνες, οὐδὲ χρωμένη πολλοῖς τοῦ σώματος ἐνεργοῖς μέρε‐ σιν, ὥσπερ τῆς μελίττης ἐνδυομένης τῷ σώματι 〈καὶ〉 τὸ | |
10 | κηρίον ἀνοιγούσης ὁμοῦ ψαύοντες 〈οἱ ἓξ πόδεσ〉 εἰς 〈ἑξ〉άγωνα τὸ πᾶν ἀγγεῖα διαιροῦσιν· ἡ δ’ ἀλκυὼν ἓν | |
983C | ὄργανον ἁπλοῦν ἓν ὅπλον ἓν ἐργαλεῖον ἔχουσα, τὸ στόμα, καὶ μηδὲν ἄλλο τοῦ φιλοπόνου καὶ φιλοτέχνου συνεργόν, οἷα μηχανᾶται καὶ δημιουργεῖ χαλεπόν ἐστι πεισθῆναι μὴ καταμαθόντας ὄψει τὸ πλαττόμενον ὑπ’ αὐτῆς μᾶλλον | |
5 | δὲ ναυπηγούμενον, σχημάτων πολλῶν μόνον ἀπερίτρε‐ πτον καὶ ἀβάπτιστον· συλλέξασα γὰρ τὰς τῆς βελόνης ἀκί‐ δας συντίθησι καὶ συνδεῖ πρὸς ἀλλήλας ἐγκαταπλέκουσα τὰς μὲν εὐθείας τὰς δὲ πλαγίας, ὥσπερ ἐπὶ στήμονι κρό‐ κην ἐμβάλλουσα, προσχρωμένη καμπαῖς καὶ περιαγω‐ | |
10 | γαῖς δι’ ἀλλήλων, ὥστε διαρμόσαι καὶ γενέσθαι στρογ‐ | 69 |
983D | γύλον † ἐνήρεμον προμήκει τῷ σχήματι, ἁλιευτικῷ κύρτῳ παραπλήσιον. ὅταν δὲ συντελέσῃ, φέρουσα παρέθηκε παρὰ τὸ κλύσμα τοῦ κύματος, ὅπου προσπίπτουσα μαλακῶς ἡ θάλασσα τὸ μὲν οὐ καλῶς ἀραρὸς ἐδίδαξεν ἀκέσασθαι | |
5 | καὶ καταπυκνῶσαι χαλώμενον ὁρῶσαν ὑπὸ τῆς πληγῆς· τὰ δ’ ἡρμοσμένα κατασφίγγει καὶ πήγνυσιν, ὥστε καὶ λίθῳ καὶ σιδήρῳ δυσδιάλυτον εἶναι καὶ δύστρωτον. οὐδε‐ νὸς δ’ ἧσσον ἀξιοθαύμαστόν ἐστιν ἥ τε συμμετρία τό τε σχῆμα τῆς τοῦ ἀγγείου κοιλότητος· πεποίηται γὰρ αὐ‐ | |
10 | τὴν ἐκείνην μόνην ἐνδυομένην δέχεσθαι τοῖς δ’ ἄλλοις τυφλὸν εἶναι πάντῃ καὶ κρύφιον, ὥστε παριέναι μηδὲν | |
983E | εἴσω μηδὲ τῆς θαλάττης. οἶμαι μὲν οὖν μηδέν’ ὑμῶν ἀθέ‐ ατον εἶναι τῆς νεοττιᾶς· ἐμοὶ δὲ πολλάκις ἰδόντι καὶ θι‐ γόντι παρίσταται λέγειν καὶ ᾄδειν (ζ 162) | |
3 | ‘Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ ναῷ‘ | |
4 | ||
5 | τὸν κεράτινον βωμὸν εἶδον ἐν τοῖς ἑπτὰ καλουμένοις θεά‐ μασιν ὑμνούμενον, ὅτι μήτε κόλλης δεόμενος μήτε τινὸς ἄλλου δεσμοῦ διὰ μόνων τῶν δεξιῶν συμπέπηγε καὶ συν‐ ήρμοσται κεράτων. ἵλεως δ’ ὁ θεὸς εἴη .... καὶ † πρός τι μουσικὸν ὄντα καὶ νησιώτην, ὑμνουμένης τῆς πελα‐ | |
10 | γίου σειρῆνος εὐμενῶς 〈δέχεσθαι〉 καὶ καταγελᾶν τῶν | |
ἐρωτημάτων ἐκείνων, ἃ σκώπτοντες ἐρωτῶσιν οὗτοι, δια τι... Ἀπολλων συθ... οὐδὲ τριγλοβο...δη γινώσκοντα | 70 | |
983F | ... Ἀφροδίτην ὁμου... κατὰ θάλατταν ποιουμένην αὑ‐ τῆς ἱερὰ καὶ ἀδελφὰ καὶ μηδενὶ φονευομένῳ χαίρουσαν. ἐν δὲ Λέπτει τοὺς ἱερεῖς τοῦ Ποσειδῶνος οὐδὲν ἔναλον τὸ παράπαν ἐσθίοντας, τρίγλαν δὲ τοὺς ἐν Ἐλευσῖνι μύ‐ | |
5 | στας σεβομένους ἴστε, καὶ τῆς Ἥρας ἐν Ἄργει τὴν ἱέρειαν ἀπεχομένην ἐπὶ τιμῇ τοῦ ζῴου· τὸν γὰρ θαλάττιον λα‐ γωόν, ὅς ἐστιν ἀνθρώπῳ θανάσιμος, κτείνουσιν αἱ τρίγ‐ λαι μάλιστα καὶ καταναλίσκουσι· διὸ ταύτην ὡς φιλάν‐ θρωπα καὶ σωτήρια ζῷα τὴν ἄδειαν ἔχουσι. | | |
984A | Καὶ μὴν Ἀρτέμιδός γε Δικτύννης Δελφινίου τ’ Ἀπόλλωνος ἱερὰ καὶ βωμοὶ παρὰ πολλοῖς εἰσιν Ἑλλήνων· ὃν δ’ αὐτὸς ἑαυτῷ τόπον ἐξαίρετον ὁ θεὸς πεποίηται, ... Κρητῶν ἀπογόνους 〈ἀπ〉οικοῦντας ἡγεμόνι δελφῖνι χρη‐ | |
5 | σαμένους· οὐ γὰρ ὁ θεὸς προενήχετο τοῦ στόλου μετα‐ βαλὼν τὸ εἶδος, ὡς οἱ μυθογράφοι λέγουσιν, ἀλλὰ δελ‐ φῖνα πέμψας τοῖς ἀνδράσιν ἰθύνοντα τὸν πλοῦν κατήγα‐ γεν εἰς Κίρραν. ἱστοροῦσι δὲ καὶ τοὺς πεμφθέντας εἰς | |
Σινώπην ὑπὸ Πτολεμαίου τοῦ Σωτῆρος ἐπὶ τὴν Σαράπι‐ | 71 | |
10 | δος κομιδήν, 〈Σωτέλη〉 καὶ Διονύσιον, ἀπωσθέντας ἀνέμῳ βιαίῳ κομίζεσθαι παρὰ γνώμην ὑπὲρ Μαλέαν, ἐν | |
984B | δεξιᾷ Πελοπόννησον ἔχοντας, εἶτα ῥεμβομένους καὶ δυσ‐ θυμοῦντας αὐτοὺς προφανέντα δελφῖνα πρῴραθεν ὥσπερ ἐκκαλεῖσθαι καθηγούμενον εἰς τὰ ναύλοχα καὶ σάλους μαλακοὺς ἔχοντα τῆς χώρας καταμένειν ἀσφαλεῖς, ἄχρις | |
5 | οὗ τοῦτον τὸν τρόπον ἄγων καὶ παραπέμπων τὸ πλοῖον εἰς Κίρραν κατέστησεν. ὅθεν ἀναβατήριον θύσαντες ἔγνω‐ σαν ὅτι δεῖ δυεῖν ἀγαλμάτων τὸ μὲν τοῦ Πλούτωνος ἀνε‐ λέσθαι καὶ κομίζειν τὸ δὲ τῆς Κόρης ἀπομάξασθαι καὶ καταλιπεῖν. εἰκὸς μὲν οὖν ἦν καὶ τὸ φιλόμουσον ἀγα‐ | |
10 | πᾶν τοῦ θηρίου τὸν θεόν· ᾧ καὶ Πίνδαρος ἀπεικάζων ἑαυτὸν ἐρεθίζεσθαί φησιν (fr. 235 = Appendix 140b 69) | |
11 | ||
984C | ‘〈ἁλί〉ου δελφῖνος ὑπόκρισιν· τὸν μὲν ἀκύμονος ἐν πόντου πελάγει αὐλῶν ἐκίνης’ ἐρατὸν μέλος.‘ | |
3 | ἀλλὰ μᾶλλον ἔοικε τὸ φιλάνθρωπον αὐτοῦ θεοφιλὲς εἶναι· | |
5 | μόνος γὰρ ἄνθρωπον ἀσπάζεται, καθ’ ὃ ἄνθρωπός ἐστι. τῶν δὲ χερσαίων τὰ μὲν οὐδένα τὰ δ’ ἡμερώτατα μόνους περιέπει τοὺς τρέφοντας ὑπὸ χρείας, καὶ τοὺς συνήθεις ὁ κύων ὁ ἵππος ὁ ἐλέφας· αἱ δὲ χελιδόνες ὅσων μὲν δέον‐ ται τυγχάνουσιν εἰσοικισάμεναι, σκιᾶς καὶ ἀναγκαίας | |
10 | ἀσφαλείας, φεύγουσι δὲ καὶ φοβοῦνται τὸν ἄνθρωπον ὥσπερ θηρίον. τῷ δὲ δελφῖνι παρὰ πάντα καὶ μόνῳ τὸ ζη‐ | |
τούμενον ὑπὸ τῶν ἀρίστων φιλοσόφων ἐκεῖνο, τὸ φιλεῖν | 72 | |
984D | ἄνευ χρείας, φύσει πρὸς ἀνθρώπους ὑπάρχει. μηδενὸς γὰρ εἰς μηδὲν ἀνθρώπου δεόμενος πᾶσιν εὐμενής τε φίλος ἐστὶ καὶ βεβοήθηκε πολλοῖς. ὧν τὰ μὲν Ἀρίονος οὐδεὶς ἀγνοεῖ, περιβόητα γάρ ἐστιν· Ἡσιόδου δὲ κατὰ καιρὸν | |
5 | αὐτὸς ἡμᾶς, ὦ φίλε, ἀνέμνησας, ‘ἀτὰρ οὐ τέλος ἵκεο μύ‐ θων‘ (Ι 56). ἔδει δὲ τὸν κύν’ αἰτιασάμενον μὴ παραλι‐ πεῖν τοὺς δελφῖνας· τυφλὸν γὰρ ἦν τὸ μήνυμα τοῦ κυνός, ὑλακτοῦντος καὶ μετὰ βοῆς ἐπιφερομένου τοῖς φονεῦσιν, 〈εἰ μὴ τὸν νεκρὸν〉 περὶ τὸ Νέμειον θαλάσσῃ διαφερόμε‐ | |
10 | νον ἀράμενοι δελφῖνες, ἕτεροι παρ’ ἑτέρων ἐκδεχόμενοι προθύμως, εἰς τὸ Ῥίον ἐκθέντες ἔδειξαν ἐσφαγμένον. | |
984E | Ἔναλον δὲ τὸν Αἰολέα Μυρσίλος ὁ Λέσβιος (FHG IV 459 fr. 12) ἱστορεῖ, τῆς Σμινθέως ἐρῶντα θυγατρὸς ῥι‐ φείσης κατὰ χρησμὸν τῆς Ἀμφιτρίτης ὑπὸ τῶν Πενθιλι‐ δῶν, καὶ αὐτὸν ἐξαλόμενον εἰς τὴν θάλασσαν ὑπὸ δελφῖ‐ | |
5 | νος σῶον ἐξενεχθῆναι πρὸς τὴν Λέσβον. ἡ δὲ πρὸς τὸν Ἰασέα παῖδα τοῦ δελφῖνος εὔνοια καὶ φιλία δι’ ὑπερ‐ βολὴν ἔρως ἔδοξε· συνέπαιζε γὰρ αὐτῷ καὶ συνενήχετο καθ’ ἡμέραν καὶ παρεῖχεν ἐν χρῷ ψαυόμενος· ἔπειτα περι‐ βαίνοντος οὐκ ἔφευγεν, ἀλλ’ ἔφερε χαίρων, πρὸς ὃ ἔκαμπτε | |
10 | κλίνων, ὁμοῦ πάντων Ἰασέων ἑκάστοτε συντρεχόντων ἐπὶ τὴν θάλατταν. ὄμβρου δέ ποτε πολλοῦ μετὰ χαλάζης ἐπι‐ | |
984F | πεσόντος ὁ μὲν παῖς ἀπορρυεὶς ἐξέλιπεν, ὁ δὲ δελφὶν ὑπο‐ λαβὼν ἅμα τῷ νεκρῷ συνεξέωσεν αὐτὸς ἑαυτὸν ἐπὶ τὴν | |
γῆν καὶ οὐκ ἀπέστη τοῦ σώματος, ἕως ἀπέθανε, δικαιώ‐ σας μετασχεῖν ἧς συναίτιος ἔδοξε γεγονέναι τελευτῆς. καὶ | 73 | |
5 | τοῦ πάθους ἐπίσημον Ἰασεῦσι τὸ χάραγμα τοῦ νομίσμα‐ τός ἐστι, παῖς ὑπὲρ δελφῖνος ὀχούμενος. ἐκ δὲ τού‐ του καὶ τὰ περὶ Κοίρανον ὄντα μυθώδη πίστιν ἔσχε. | | |
985A | Πάριος γὰρ ὢν τὸ γένος ἐν Βυζαντίῳ δελφίνων βόλον, ἐνσχεθέντων σαγήνῃ καὶ κινδυνευόντων κατακοπῆναι, πριάμενος μεθῆκε πάντας· ὀλίγῳ δ’ ὕστερον ἔπλει πεν‐ τηκόντορον ἔχων, ὥς φασι, ναῦν λῃστῶν ἄνδρας ἄγουσαν | |
5 | 〈πεντήκοντα〉· ἐν δὲ τῷ μεταξὺ Νάξου καὶ Πάρου πορθ‐ μῷ τῆς νεὼς ἀνατραπείσης καὶ τῶν ἄλλων διαφθαρέν‐ των, ἐκεῖνον λέγουσι, δελφῖνος ὑποδραμόντος αὐτῷ καὶ ἀνακουφίζοντος, ἐξενεχθῆναι τῆς † Σικύνθου κατὰ σπή‐ λαιον, ὃ δείκνυται μέχρι νῦν καὶ καλεῖται Κοιράνειον· | |
10 | ἐπὶ τούτῳ δὲ λέγεται ποιῆσαι τὸν Ἀρχίλοχον (fr. 117 D.) | |
10 | ‘πεντήκοντ’ ἀνδρῶν λίπε Κοίρανον ἤπιος Ποσειδῶν.‘ | |
11 | ||
985B | ἐπεὶ δ’ ὕστερον ἀποθανόντος αὐτοῦ τὸ σῶμα πλησίον τῆς θαλάττης οἱ προσήκοντες ἔκαιον, ἐπεφαίνοντο πολλοὶ δελφῖνες παρὰ τὸν αἰγιαλόν, ὥσπερ ἐπιδεικνύντες ἑαυ‐ τοὺς ἥκοντας ἐπὶ τὰς ταφάς, καὶ παραμείναντες ἄχρις | |
5 | οὗ συνετελέσθησαν. ἡ δ’ Ὀδυσσέως ἀσπὶς ὅτι μὲν ἐπί‐ σημον εἶχε δελφῖνα καὶ Στησίχορος (fr. 70) ἱστόρηκεν· ἐξ ἧς δ’ αἰτίας, Ζακύνθιοι διαμνημονεύουσιν, ὡς Κριθεὺς μαρτυρεῖ· νήπιος γὰρ ὢν ὁ Τηλέμαχος, ὥς φασιν, εἰς | |
ἀγχιβαθὲς τῆς θαλάττης ὀλισθὼν ἐσώθη δελφίνων ὑπο‐ | 74 | |
10 | λαβόντων καὶ ἀνανηξαμένων· ὅθεν ἐποιήσατο γλυφὴν τῇ σφραγῖδι καὶ τῆς ἀσπίδος κόσμον ὁ πατὴρ ἀμειβόμενος | |
985C | τὸ ζῷον. ἀλλ’ ἐπεὶ προειπὼν ὡς οὐδὲ μῦθον ὑμῖν ἐρῶ, καὶ αὐτὸς οὐκ οἶδ’ ὅπως πρὸς τοῖς δελφῖσιν ἔλαθον πορ‐ ρωτέρω τοῦ πιθανοῦ συνεξοκείλας εἰς τὸν Ὀδυσσέα καὶ Κοίρανον, ἐπιτίθημι δίκην ἐμαυτῷ· παύομαι γὰρ ἤδη | |
5 | λέγων. ΑΡΙΣΤ. Ἔξεστιν οὖν ὑμῖν, ὦ ἄνδρες δικασταί, τὴν ψῆφον φέρειν. ΣΩΚΛ. Ἀλλ’ ἡμῖν γε πάλαι τὸ τοῦ Σοφοκλέους (fr. 783) δεδογμένον ἐστίν· | |
9 | ||
10 | ‘εὖ γὰρ καὶ διχοστατῶν λόγος σύγκολλά τ’ ἀμφοῖν ἐς μέσον τεκταίνεται.‘ | |
11 | ταυτὶ γάρ, ἃ πρὸς ἀλλήλους εἰρήκατε, συνθέντες εἰς ταὐ‐ τὸν ἀμφότεροι καλῶς ἀγωνιεῖσθε κοινῇ πρὸς τοὺς τὰ | |
ζῷα λόγου καὶ συνέσεως ἀποστεροῦντας. | 75 |