TLG 0007 128 :: PLUTARCHUS :: Aquane an ignis sit utilior [Sp.] (955d–958e) PLUTARCHUS Biogr.
Phil. Aquane an ignis sit utilior [Sp.] (955d–958e) Source: Hubert, C. (ed.), Plutarchi moralia, vol. 6.1. Leipzig: Teubner, 1954 (repr. 1959): 1–10. Citation: Stephanus page — section — (line) | ||
t1 | ΠΟΤΕΡΟΝ ΥΔΩΡ Η ΠΥΡ ΧΡΗΣΙΜΩΤΕΡΟΝ | |
955D | ‘Ἄριστον μὲν ὕδωρ, ὁ δὲ χρυσὸς αἰθόμενον πῦρ,‘ | |
2 | ||
---|---|---|
955E | φησιν ὁ Πίνδαρος (O. I 1)· ὥσθ’ οὗτος μὲν δευτέραν ἄν‐ τικρυς τῷ πυρὶ χώραν ἔδωκε· συμφωνεῖ δὲ καὶ Ἡσίοδος εἰπὼν (Th 116) | |
3 | ‘ἤτοι μὲν πρώτιστα χάος γένετο‘· | |
4 | ||
5 | τοῖς πλείστοις γὰρ ὠνομακέναι δοκεῖ τὸ ὕδωρ τοῦτον | |
τὸν τρόπον παρὰ τὴν χύσιν. ἀλλὰ τὸ μὲν τῶν μαρτύρων ἑκατέροις ἴσον· ἐπεὶ καὶ τὸ πῦρ εἰσιν οἱ τοῦ παντὸς ἀρχὴν ἀποφαινόμενοι καὶ οἷον σπέρμα τοῦτ’ ἐξ ἑαυτοῦ τε πάντα ποιεῖν καὶ εἰς ἑαυτὸ ἐκλαμβάνειν κατὰ τὴν ἐκπύρωσιν. | 1 | |
10 | ἀφέμενοι δὲ τῶν ἀνδρῶν σκεψώμεθα τοὺς εἰς ἑκάτερον λόγους πῇ μᾶλλον ἄγουσιν ἡμᾶς. Ἆρ’ οὖν οὐ χρησιμώτερον ἐκεῖνο, οὗ πάντοτε καὶ | |
955F | διηνεκῶς δεόμεθα καὶ πλείστου, καθάπερ ἐργαλεῖον καὶ ὄργανον καὶ νὴ Δία φίλος ὁ πάσης ὥρας καὶ παντὸς και‐ ροῦ παρὼν ἕτοιμος; καὶ μὴν τὸ μὲν πῦρ οὐ πάντοτε χρήσιμον, ἔστι δ’ ὅτε καὶ βαρυνόμεθα καὶ ἀποσπώμεθα· | |
5 | τοῦ δ’ ὕδατος χρεία καὶ χειμῶνος καὶ θέρους καὶ νοσοῦσι | |
956A | καὶ ὑγιαίνουσι, νυκτὸς καὶ μεθ’ | ἡμέραν, καὶ οὐκ ἔστιν ὅτ’ ἄνθρωπος οὐ δεῖται. ἀμέλει τοὺς ἀποθανόντας ἀλί‐ βαντας καλοῦσιν ὡς ἐνδεεῖς λιβάδος, τουτέστιν ὑγρότη‐ τος, καὶ παρὰ τοῦτο στερουμένους τοῦ ζῆν. καὶ ἄνευ μὲν | |
5 | πυρὸς ἦν πολλά〈κισ〉, ὕδατος δ’ οὐδέποτ’ ἄνθρωπος. ἔτι τὸ ἐξ ἀρχῆς καὶ ἅμα τῇ πρώτῃ καταβολῇ τῶν ἀνθρώ‐ πων χρησιμώτερον τοῦ ὕστερον εὑρεθέντος· δῆλον γὰρ ὡς τὸ μὲν ὡς ἀναγκαῖον ἡ φύσις ἔδωκε, τὸ δὲ περιουσίᾳ | |
τῆς χρήσεως τέχνη καὶ μηχανή τις εὗρεν. ὕδωρ μὲν οὖν | 2 | |
10 | οὐκ ἔστιν εἰπεῖν ὅτ’ οὐκ ἦν ἀνθρώποις οὐδέ τις εὑρετὴς λέγεται θεῶν ἢ ἡρώων· σχεδὸν γὰρ γενομένων εὐθὺς | |
956B | ὑπῆρχε, † τὸ γεγενῆσθαι παρεῖχεν· ἡ δὲ πυρὸς χρῆσις ἐχθές φασι καὶ πρῴην ὑπὸ Προμηθέως *** βίος πυρός, οὐκ ἄνευ δ’ ὕδατος ἦν. καὶ τὸ μὲν πλάσμα τοῦτο μὴ εἶναι ποιητικὸν ἀποδείκνυσιν ὁ καθ’ ἡμᾶς βίος· ἔστι γὰρ | |
5 | ἀνθρώπων γένη τινὰ χωρὶς πυρὸς ποιούμενα τὴν δίαι‐ ταν, ἄοικα καὶ ἀνέστια καὶ ὑπαίθρια· καὶ Διογένης δ’ ὁ κύων ἥκιστα προσεχρῆτο πυρί, ὥστε καὶ πολύποδα κα‐ ταπιὼν ὠμόν ‘οὕτως ὑπὲρ ὑμῶν‘ εἶπεν ‘ὦ ἄνδρες, παρα‐ βάλλομαι·‘ χωρὶς δ’ ὕδατος οὔτε καλόν τις ἐνόμισε ζῆν | |
10 | οὔτε δυνατόν. Καὶ τί μικρολογοῦμαι τὴν τῶν ἀνθρώπων ἐπερχό‐ μενος φύσιν; πολλῶν γὰρ ὄντων, μᾶλλον δ’ ἀπείρων | |
956C | γενῶν τὸ τῶν ἀνθρώπων σχεδὸν μόνον οἶδε πυρὸς χρῆ‐ σιν, τὰ δὲ λοιπὰ ἀπύροις χρῆται διαίταις καὶ τροφαῖς, καὶ βίος αὐτοῖς νεμομένοις, ἱπταμένοις, ἕρπουσιν ἀπὸ ῥιζῶν καὶ καρπῶν καὶ σαρκῶν ἄνευ πυρός· ὕδατος δὲ | |
5 | χωρὶς οὐκ ἔναλον οὐ[δὲ] χερσαῖον οὐκ αἰθέριον· καὶ γὰρ τὰ σαρκοβόρα τῶν ζῴων, ὧν ἔνιά φησι μὴ πίνειν Ἀρι‐ στοτέλης, τῷ γ’ ἐντὸς ὑγρῷ χρώμενα διαζῇ. τοῦτ’ οὖν χρησιμώτερον, οὗ μηδεμία ζωὴ φύσις ἄνευ ἵσταται καὶ διαμένει. | |
10 | Μετίωμεν ἀπὸ τῶν χρωμένων ἐπὶ ταῦθ’ οἷς χρώ‐ μεθα, φυτὰ καὶ καρπούς. τούτων ἃ μὲν οὐδ’ ὅλως θερ‐ | |
μοῦ μετείληφεν, ἃ δ’ ἥκιστα καὶ ἀδήλως· ἡ δ’ ὑγρὰ φύσις | 3 | |
956D | βλαστάνοντα πάντα παρέχεται καὶ αὐξανόμενα καὶ καρ‐ ποφοροῦντα· καὶ τί με δεῖ καταριθμεῖσθαι μέλι καὶ οἶνον καὶ ἔλαιον καὶ τὰ λοιπά, ὅσα τρυγῶμεν καὶ ἀμέλ‐ γομεν καὶ βλίττομεν, ἐν φανερῷ κείμενα, ὅπου γε καὶ ὁ | |
5 | πυρός, δοκῶν εἶναι τῆς ξηρᾶς τροφῆς, μεταβολῇ καὶ σήψει καὶ διαχύσει τοῦ ὑγροῦ γίγνεται; Καὶ μὴν καὶ χρησιμώτερον ὃ μηδέποτε βλάπτει. πῦρ μὲν οὖν ῥαγδαῖον ὀλεθριώτατον, ἡ δ’ ὕδατος φύσις οὐδέποτε βλαβερά. καὶ μὴν δυεῖν ὠφελιμώτερον τὸ | |
10 | εὐτελέστερον καὶ χωρίς τινος παρασκευῆς τὴν ἐξ αὑτοῦ παρέχον ὠφέλειαν. ἡ μὲν οὖν ἀπὸ τοῦ πυρὸς χορηγίας | |
956E | δεῖται καὶ ὕλης, διὰ τοῦτο μετέχουσιν αὐτοῦ πλέον πλού‐ σιοι πενήτων, βασιλεῖς ἰδιωτῶν· τὸ δ’ ὕδωρ καὶ τοῦτ’ ἔχει φιλάνθρωπον, τὴν ἰσότητα, τὸ ὅμοιον, οὐ δεῖται γὰρ ὀργάνων οὐδ’ ἐργαλείων, ἀπροσδεές, αὐτοτελὲς ἀγαθόν. | |
5 | Ἔτι μήν, ὃ πολλαπλασιαζόμενον τὴν ὠφέλειαν ἀπόλ‐ λυσιν, ἀχρηστότερον· τοιοῦτον δὲ τὸ πῦρ, οἷον θηρίον παμφάγον καὶ δαπανῶν τῶν παρακειμένων, καὶ μεθόδῳ καὶ τέχνῃ μᾶλλον καὶ μετριότητι 〈ἢ〉 τῇ αὑτοῦ φύσει ὠφέλιμον· τὸ δ’ ὕδωρ οὐδέποτε φοβερόν. καὶ μὴν | |
10 | δυεῖν τὸ μετὰ τοῦ ἑτέρου χρησιμώτερον· πῦρ μὲν οὖν οὐκ ἐπιδέχεται τὸ ὑγρὸν οὐδὲ τῇ δι’ αὐτοῦ κοινωνίᾳ | |
956F | χρήσιμον, ὕδωρ δ’ ἐστὶ μετὰ πυρὸς ὠφέλιμον· τὰ γοῦν θερμὰ τῶν ὑδάτων ἀκέσιμα καὶ πρὸς θεραπείαν εὐαί‐ σθητα. καὶ πῦρ μὲν ὑγρὸν οὐκ ἄν τις εὕροι, ὕδωρ δ’ ὡς ψυχρὸν οὕτω καὶ θερμὸν ὠφέλιμον ἀνθρώπῳ. | 4 |
5 | Καὶ μὴν τεττάρων ὄντων στοιχείων τὸ ὕδωρ ἐξ ἑαυτοῦ πέμπτον, ὡς ἄν τις εἴποι, πεποίηκε στοιχεῖον | |
957A | τὴν θάλασσαν, | οὐδὲν ἧττον ἐκείνων ὠφέλιμον τῶν τ’ ἄλλων ἕνεκεν καὶ μάλιστα τῆς ἐπιμιξίας· ἄγριον οὖν ἡμῶν ὄντα καὶ ἀσύμβολον τὸν βίον τοῦτο τὸ στοιχεῖον συνῆψε καὶ τέλειον ἐποίησε, διορθούμενον ταῖς παρ’ ἀλλή‐ | |
5 | λων ἐπικουρίαις καὶ ἀντιδόσεσι, κοινωνίαν δ’ ἐργαζό‐ μενον καὶ φιλίαν. Ἡράκλειτος (B 99) μὲν οὖν ‘εἰ μὴ ἥλιοσ‘ φησίν ‘ἦν, εὐφρόνη ἂν ἦν·‘ ἔστι δ’ εἰπεῖν, ὡς, εἰ μὴ θάλαττα ἦν, πάντων 〈ἂν〉 ἀγριώτατον ζῷον καὶ ἐνδεέ‐ στατον ὁ ἄνθρωπος ἦν. νυνὶ δὲ τοῦτο μὲν παρ’ Ἰνδῶν | |
10 | ἄμπελον τοῖς Ἕλλησιν, ἐκ δὲ τῆς Ἑλλάδος καρπῶν χρῆ‐ σιν τοῖς ἐπέκεινα [ὁ] τῆς θαλάσσης ἔδωκεν, ἐκ Φοινίκης | |
957B | δὲ γράμματα μνημόσυνα λήθης ἐκόμισε, καὶ ἄοινον καὶ ἄκαρπον καὶ ἀπαίδευτον ἐκώλυσεν εἶναι τὸ πλεῖστον ἀνθρώπων γένος. πῶς οὖν οὐ χρησιμώτερον ὕδωρ στοι‐ χείῳ περιττεῦον; | |
5 | Ἢ πρὸς τοὐναντίον ἄν τις ἐντεῦθεν † ἔχων λέγοι, διότι τέτταρα μὲν στοιχεῖα θεῷ καθάπερ τεχνίτῃ πρὸς τὴν τῶν ὅλων ἐργασίαν ὑποκείμενα, τούτων δ’ αὖ πάλιν 〈ἐν〉 ἀλλήλοις διαφοραί, πλὴν γῆ μὲν καὶ ὕδωρ ὑποβέβλη‐ ται δίκην ὕλης ποιούμενα καὶ πλαττόμενα καὶ μετέχοντα | 5 |
10 | κόσμου καὶ τάξεως καὶ τοῦ φύειν γε [φασί] καὶ γεννᾶν, ὅσον ἂν μεταλάβῃ παρὰ 〈τῶν〉 ἑτέρων, πνεῦμά 〈φα〉μεν καὶ πῦρ, ποιούντων καὶ δημιουργούντων καὶ 〈τὰ〉 κεί‐ | |
957C | μενα νεκρὰ τέως ἐπὶ τὴν γένεσιν ἀνιστάντων. τῶν δὲ δυεῖν τούτων αὖθις τὸ πῦρ ἄρχει καὶ ἡγεμονεύει. δῆλον δ’ ἐκ τῆς ἐπαγωγῆς· γῆ τε γὰρ ἄνευ θερμῆς οὐσίας ἄγο‐ νος καὶ ἄκαρπος· τὸ δὲ πῦρ ἐγκραθὲν καὶ διαχέαν παρί‐ | |
5 | στησιν εἰς τὴν γένεσιν ὀργῶντα *** οὐδεμίαν γὰρ αἰ‐ τίαν εὕροι τις ἄν, δι’ ἣν ἄγονοι πέτραι καὶ τὰ κατεσκλη‐ κότα τῶν ὀρῶν, πλὴν ὅτι πυρὸς οὐδ’ ὅλως ἢ ὀλίγον μετέ‐ σχηκε. Τὸ δ’ ὅλον τοσοῦτον ἀπέχει πρὸς σωτηρίαν ἢ ἑτέ‐ | |
10 | ρων γένεσιν αὐτοτελὲς εἶναι, ὥστε καὶ αὐτῷ φθορὰ πυρὸς ἔνδεια· συνέχει γὰρ ἡ θερμότης ἕκαστον ἐν τῷ εἶναι καὶ ἐπὶ τῆς ἰδίας οὐσίας φυλάττει καθάπερ καὶ τἄλλα καὶ | |
957D | τὸ ὕδωρ· ἀπ[εχ]όντος δ’ ἢ ἐνδεήσαντος σήπεται, καὶ | |
θάνατος ὕδατι καὶ ὄλεθρος ἐπίλειψις θερμότητος. ἀμέ‐ λει τὰ λιμναῖα καὶ ὅσα στάσιμα τῶν ὑδάτων καί τιν’ ἀδιεξόδοις ἐγκαθήμενα κοιλότησι μοχθηρὰ καὶ τελευ‐ | 6 | |
5 | τῶντα σήπεται τῷ κινήσεως ἥκιστα μετέχειν, ἣ τὸ θερ‐ μὸν ἐν ἑκάστοις ῥιπίζουσα τηρεῖ μάλιστα περὶ τὰ φερό‐ μενα καὶ ῥέοντα τῶν ὑδάτων, 〈ἃ〉 διὰ τὴν κίνησιν συνε‐ χομένης τῆς θερμότητος οὕτω καὶ προσαγορεύομεν, ζῆν λέγοντες. πῶς τοίνυν δυεῖν οὐκ ὠφελιμώτερον, ὃ τῷ | |
10 | ἑτέρῳ τὴν αἰτίαν τοῦ εἶναι παρέσχηκε, καθάπερ τὸ πῦρ τῷ ὕδατι; καὶ μήν, οὗ παντάπασιν ἀπαλλαγέντος | |
957E | φθείρεται τὸ ζῷον, τοῦτ’ ὠφελιμώτερον· δῆλον γὰρ ὡς, [τὸ] οὗ στερούμενον οὐκ ἔστιν εἶναι, τοῦτο καὶ τὴν αἰ‐ τίαν παρέσχηκεν, ὅτ’ ἦν. ὑγρότης μὲν οὖν καὶ τοῖς τεθνη‐ κόσι πάρεστι καὶ οὐκ ἐξῄρηται παντάπασιν· ἐπεὶ οὐκ ἂν | |
5 | ἐσήπετο τὰ νεκρὰ τῶν σωμάτων, τῆς σήψεως εἰς ὑγρὸν οὔσης ἐκ ξηροῦ μεταβολῆς, μᾶλλον δ’ ὑγρῶν ἐν σαρκὶ φθορᾶς. θάνατος δ’ οὐκ ἄλλο τι πλὴν ἔκλειψις θερμοῦ παντελής· ψυχρότατοι τοίνυν οἱ νεκροί, καὶ τὰς ἀκμάς, εἴ τις ἐπιχειροίη, τῶν ξυρῶν ἀπαμβλύνουσι δι’ ὑπερ‐ | |
10 | βολὴν ψυχρότητος. καὶ ἐν αὐτῷ δὲ τῷ ζῴῳ τὰ ἥκιστα μετέχοντα ἀναισθητότατα, καθάπερ ὀστᾶ καὶ τρίχες καὶ | |
957F | τὰ πόρρωθεν ἀφεστῶτα τῆς καρδίας· σχεδὸν γὰρ ἡ πρὸς | |
τὰ μὴ ζῶ〈ντα τῶν ζών〉των ἐκ τῆς τοῦ πυρὸς γίγνεται παρουσίας διαφορά. φυτὰ μὲν γὰρ καὶ καρποὺς οὐχ ἡ ὑγρότης ἀναδίδωσιν ἀλλ’ ἡ θερμὴ ὑγρότης· ἀμέλει τὰ | 7 | |
5 | ψυχρὰ τῶν ὑδάτων ἧττον ἢ οὐδ’ ὅλως γόνιμα. καίτοι γ’ εἰ τῇ αὑτοῦ φύσει τὸ ὕδωρ καρποφόρον, δεῖ πάντοτε καὶ | |
958A | καθ’ αὑτὸ ἀναφέρειν καρπούς· | τὸ δὲ τοὐναντίον καὶ βλαβερόν ἐστιν. Ἀπ’ ἄλλης ἀρχῆς. πρὸς μὲν τὴν πυρὸς ὡς πυρὸς χρῆσιν ὕδατος οὐ προσδεόμεθα, ἀλλὰ τοὐναντίον ἐμπο‐ | |
5 | δὼν γίγνεται· κατασβέννυσι γὰρ καὶ διαφθείρει. ὕδατος δὲ τοῖς πλείστοις χρῆσις οὐκ ἔστιν ἄνευ πυρός· θερμαν‐ θὲν γὰρ ὠφέλιμον, 〈καθ’〉 αὑτὸ δὲ βλαβερόν. ὥστε δυεῖν ἄμεινον, ὃ ἀφ’ ἑαυτοῦ παρέχεται χρείαν, τοῦ ἑτέρου μὴ προσδεόμενον. ἔτι ὕδωρ μὲν μοναχῶς ὠφέλιμον κατὰ | |
10 | θίξιν λουσαμένοις ἢ ἁψαμένοις, τὸ δὲ πῦρ διὰ πάσης αἰσθήσεως, καὶ γὰρ διὰ τῆς ἁφῆς καὶ πόρρωθεν ὁρώμε‐ νον· ὥστε προσεῖναι τοῖς ἄλλοις τῆς χρείας αὐτοῦ καὶ | |
958B | τὴν ποικιλίαν. Τὸ γὰρ λέγειν ὡς ἔστι ποτὲ ὁ ἄνθρωπος ἄνευ πυ‐ ρὸς *** οὐδ’ ὅλως δύναται γενέσθαι ὁ ἄνθρωπος. δια‐ φοραὶ δ’ εἰσὶν ἐν γένει καθάπερ καὶ ἐν ἄλλοις. καὶ τὴν | |
5 | θάλατταν ἡ θερμότης ὠφελιμωτέραν ἐποίησεν, ὡς † κα‐ ταθέρει τῶν ὑδάτων, ἐπεὶ καθ’ αὑτήν γε τῶν λοιπῶν | |
οὐδὲν διέφερε. καὶ οἱ μὴ προσδεόμενοι δὲ τοῦ ἔξωθεν πυρὸς οὐχ ὡς ἀπροσδεεῖς τοῦτο πάσχουσιν, ἀλλὰ περιου‐ σίᾳ καὶ πλεονασμῷ τοῦ ἐν αὑτοῖς θερμοῦ· ὥστε καὶ κατὰ | 8 | |
10 | τοῦθ’ ὑπερέχειν τὴν τοῦ πυρὸς χρείαν, ὡς εἰκός. τὸ μὲν ὕδωρ οὐδέποτε τοιοῦτον, ὥστε μὴ δεῖσθαι τῶν ἐκτός, τὸ | |
958C | δὲ πῦρ ὑπ’ ἀρετῆς πολλῆς καὶ αὔταρκες. ὡς οὖν στρα‐ τηγὸς ἀμείνων ὁ παρασκευάσας τὴν πόλιν μὴ δεῖσθαι τῶν ἔξωθεν συμμάχων, οὕτω καὶ στοιχεῖον τὸ τῆς ἔξω‐ θεν ἐπικουρίας παρέχον πολλάκις μὴ δεομένους. τοῦτο | |
5 | ῥητέον [πολλάκις] καὶ περὶ τῶν ἄλλων ζῴων, ὅσα μὴ πυρὸς δεῖται. καίτοι γ’ εἰς τοὐναντίον λάβοι τις ἄν, τὸ χρησιμώ‐ τερον εἶναι τοῦτο, ᾧ χρώμεθα μόνοι καὶ μάλιστα 〈οἱ〉 τὸ βέλτιον ἐκ λογισμοῦ λαβεῖν δυνάμενοι· ἐπεὶ τί λόγου χρησιμώτερον ἢ † μᾶλλον ἀνθρώποις λυσιτελέστερον; ‘ἀλλ’ | |
10 | οὐ πάρεστι τοῖς ἀλόγοις·‘ τί οὖν; διὰ τοῦθ’ ἧττον ὠφέλι‐ μον 〈τὸ〉 ἐκ τῆς προνοίας τοῦ βελτίονος εὑρεθέν; | |
958D | Ἐπεὶ δὲ κατὰ τοῦτο τοῦ λόγου γεγόναμεν, τί τέ‐ χνης τῷ βίῳ λυσιτελέστερον; τέχνας δὲ πάσας καὶ ἀνεῦρε τὸ πῦρ καὶ σῴζει· διὸ καὶ τὸν Ἥφαιστον ἀρχηγὸν αὐτῶν ποιοῦσι. καὶ μὴν ὀλίγου χρόνου καὶ βίου τοῖς ἀνθρώποις | |
5 | δεδομένου ὁ μὲν Ἀρίστων (SVF I 403) φησὶν ὅτι ὁ ὕπνος οἷον τελώνης τὸ ἥμισυ ἀφαιρεῖ τούτου· ἐγὼ δ’ ἂν εἴποιμι † διόπερ σκότος *** ἐγρήγορεν ἀεὶ διὰ νυκτός, ἀλλ’ οὐδὲν ὄφελος τῆς ἐγρηγόρσεως, εἰ μὴ τὸ πῦρ τὰ τῆς | |
ἡμέρας ἡμῖν παρεῖχεν ἀγαθά, καὶ τὴν 〈πρὸσ〉 ἡμέραν νυκτὸς | 9 | |
10 | ἐξῄρει διαφοράν. εἰ τοίνυν τοῦ ζῆν οὐδὲν ἀνθρώποις λυσιτελέστερον καὶ τοῦτο πολλαπλασιάζει τὸ πῦρ, πῶς οὐκ ἂν εἴη πάντων ὠφελιμώτατον; Καὶ μήν, οὗ πλεῖστον ἡ κρατίστη τῶν αἰσθήσεων | |
958E | μετείληφεν, οὐκ ἂν εἴη λυσιτελέστατον; οὐχ ὁρᾷς οὖν, ὡς τῇ μὲν ὑγρᾷ φύσει οὐδεμία τῶν αἰσθήσεων καθ’ αὑτὴν προσχρῆται χωρὶς πνεύματος ἢ πυρὸς ἐγκεκρα‐ μένου, τοῦ δὲ πυρὸς ἅπασα μὲν αἴσθησις, οἷον τὸ ζωτι‐ | |
5 | κὸν ἐνεργαζομένου, μετείληφεν, ἐξαιρέτως δ’ ἡ ὄψις, ἥτις ὀξυτάτη τῶν διὰ σώματός ἐστιν αἰσθήσεων, πυρὸς ἔξαμμα οὖσα; καὶ ὅτι θεῶν πίστιν παρέσχηκεν· ἔτι τε, ᾗ Πλάτων (Tim. 47b) φησί, δυνάμεθα κατασχηματί‐ ζειν πρὸς τὰς τῶν ἐν οὐρανῷ κινήσεις τὴν ψυχὴν διὰ τῆς | |
10 | ὄψεως. | | 10 |