TLG 0007 123 :: PLUTARCHUS :: De Herodoti malignitate (854e–874c)

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

De Herodoti malignitate (854e–874c)

Source: Pearson, L. (ed.), Plutarch’s moralia, vol. 11. Cambridge, Mass.: Harvard University Press, 1965 (repr. 1970): 8–128.

Citation: Stephanus page — section — (line)

t

1

ΠΕΡΙ ΤΗΣ ΗΡΟΔΟΤΟΥ ΚΑΚΟΗΘΕΙΑΣ

854

E

Πολλοὺς μέν, ὦ Ἀλέξανδρε, τοῦ Ἡροδότου καὶ ἡ λέξις ὡς ἀφελὴς καὶ δίχα πόνου καὶ ῥᾳδίως ἐπιτρέχουσα τοῖς πράγμασιν ἐξηπάτηκε· πλείονες δὲ τοῦτο πρὸς τὸ ἦθος αὐτοῦ πεπόνθασιν. οὐ γὰρ

854

F

μόνον, ὥς φησιν ὁ Πλάτων, τῆς ἐσχάτης ἀδικίας μὴ ὄντα δοκεῖν εἶναι δίκαιον, ἀλλὰ καὶ κακοηθείας ἄκρας ἔργον εὐκολίαν μιμούμενον καὶ ἁπλότητα δυσ‐ φώρατον εἶναι. *** μάλιστα πρός τε Βοιωτοὺς
5καὶ Κορινθίους κέχρηται μηδὲ τῶν ἄλλων τινὸς ἀπεσχημένος, οἶμαι προσήκειν ἡμῖν, ἀμυνομένοις ὑπὲρ τῶν προγόνων ἅμα καὶ τῆς ἀληθείας, κατ’ αὐτὸ τοῦτο τῆς γραφῆς τὸ μέρος· ἐπεὶ τά γ’ ἄλλα ψεύσματα καὶ πλάσματα βουλομένοις ἐπεξιέναι πολ‐
10λῶν ἂν βιβλίων δεήσειεν. ἀλλὰ
10
δεινὸν τὸ τᾶς Πειθοῦς πρόσωπον,8

855

A

ὥς φησιν ὁ Σοφοκλῆς, μάλιστα δ’ ὅταν ἐν λόγῳ χάριν ἔχοντι καὶ δύναμιν τοσαύτην ἐγγένηται τάς τ’ ἄλλας ἀτοπίας καὶ τὸ ἦθος ἀποκρύπτειν τοῦ συγγραφέως. ὁ μὲν γὰρ Φίλιππος ἔλεγε πρὸς τοὺς
5ἀφισταμένους Ἕλληνας αὐτοῦ καὶ τῷ Τίτῳ προστι‐ θεμένους, ὅτι λειότερον μὲν μακρότερον δὲ κλοιὸν μεταλαμβάνουσιν· ἡ δ’ Ἡροδότου κακοήθεια λειο‐ τέρα μέν ἐστιν ἀμέλει καὶ μαλακωτέρα τῆς Θεο‐ πόμπου, καθάπτεται δὲ καὶ λυπεῖ μᾶλλον, ὥσπερ οἱ
10κρύφα διὰ στενοῦ παραπνέοντες ἄνεμοι τῶν δια‐ κεχυμένων. Δοκεῖ δέ μοι βέλτιον εἶναι τύπῳ τινὶ λαβόντας

855

B

ὅσα κοινῇ μὴ καθαρᾶς μηδ’ εὐμενοῦς ἐστιν ἀλλὰ κακοήθους οἷον ἴχνη καὶ γνωρίσματα διηγήσεως, εἰς ταῦτα τῶν ἐξεταζομένων ἕκαστον, ἂν ἐναρμόττῃ, τίθεσθαι.
5 Πρῶτον μὲν οὖν ὁ τοῖς δυσχερεστάτοις ὀνό‐ μασι καὶ ῥήμασιν, ἐπιεικεστέρων παρόντων, ἐν τῷ λέγειν τὰ πεπραγμένα χρώμενος (ὥσπερ εἰ θειασμῷ προσκείμενον ἄγαν ἐξὸν εἰπεῖν τὸν Νικίαν ὁ δὲ θεόληπτον προσείποι, ἢ θρασύτητα καὶ μανίαν
10Κλέωνος μᾶλλον ἢ κουφολογίαν) οὐκ εὐμενής ἐστιν, ἀλλ’ οἷον ἀπολαύων τῷ † σοφῶς † διηγεῖσθαι τοῦ πράγματος.10

855

C

Δεύτερον, ὅτῳ κακὸν πρόσεστιν ἄλλως τῇ δ’ ἱστορίᾳ μὴ προσῆκον, ὁ δὲ συγγραφεὺς ἐπιδράτ‐ τεται τούτου καὶ παρεμβάλλει τοῖς πράγμασιν οὐδὲν δεομένοις, ἀλλὰ τὴν διήγησιν ἐπεξάγων καὶ
5κυκλούμενος, ὅπως ἐμπεριλάβῃ ἀτύχημά τινος ἢ πρᾶξιν ἄτοπον καὶ οὐ χρηστήν, δῆλός ἐστιν ἡδό‐ μενος τῷ κακολογεῖν. ὅθεν ὁ Θουκυδίδης οὐδὲ τῶν Κλέωνος ἁμαρτημάτων ἀφθόνων ὄντων ἐποιήσατο σαφῆ διήγησιν, Ὑπερβόλου τε τοῦ δημαγωγοῦ
10θιγὼν ἑνὶ ῥήματι καὶ μοχθηρὸν ἄνθρωπον προσει‐ πὼν ἀφῆκε. Φίλιστος δὲ καὶ Διονυσίου τῶν πρὸς τοὺς βαρβάρους ἀδικιῶν ὅσαι μὴ συνεπλέκοντο τοῖς

855

D

Ἑλληνικοῖς πράγμασιν ἁπάσας παρέλιπεν· αἱ γὰρ ἐκβολαὶ καὶ παρατροπαὶ τῆς ἱστορίας μάλιστα τοῖς μύθοις δίδονται καὶ ταῖς ἀρχαιολογίαις, ἔτι δὲ πρὸς τοὺς ἐπαίνους· ὁ δὲ παρενθήκην λόγου τὸ βλασφη‐
5μεῖν καὶ ψέγειν ποιούμενος ἔοικεν εἰς τὴν τραγικὴν ἐμπίπτειν κατάραν,12
6
θνητῶν ἐκλέγων τὰς συμφοράς.
7 Καὶ μὴν τό γ’ ἀντίστροφον τούτῳ παντὶ δῆλον ὡς καλοῦ τινος κἀγαθοῦ παράλειψίς ἐστιν, ἀνυπεύ‐
10θυνον δοκοῦν πρᾶγμα εἶναι, γινόμενον δὲ κακοήθως,

855

E

ἄνπερ ἐμπίπτῃ τὸ παραλειφθὲν εἰς τόπον προσή‐ κοντα τῇ ἱστορίᾳ· τὸ γὰρ ἀπροθύμως ἐπαινεῖν τοῦ ψέγοντα χαίρειν οὐκ ἐπιεικέστερον, ἀλλὰ πρὸς τῷ μὴ ἐπιεικέστερον ἴσως καὶ χεῖρον.
5 Τέταρτον τοίνυν τίθεμαι σημεῖον οὐκ εὐμενοῦς ἐν ἱστορίᾳ τρόπου τὸ δυοῖν ἢ πλειόνων περὶ ταὐτοῦ λόγων ὄντων τῷ χείρονι προστίθεσθαι. τοῖς γὰρ σοφισταῖς ἐφεῖται πρὸς ἐργασίαν ἢ δόξαν ἔστιν ὅτε τῶν λόγων κοσμεῖν τὸν ἥττονα παραλαμβάνοντας·
10οὐ γὰρ ἐμποιοῦσι πίστιν ἰσχυρὰν περὶ τοῦ πράγ‐

855

F

ματος οὐδ’ ἀρνοῦνται πολλάκις εἰς τὸ παράδοξον ἐπιχειρεῖν ὑπὲρ τῶν ἀπίστων. ὁ δ’ ἱστορίαν γρά‐ φων ἃ μὲν οἶδεν ἀληθῆ λέγων δίκαιός ἐστι, τῶν δ’ ἀδήλων τὰ βελτίονα δοκεῖν ἀληθῶς λέγεσθαι μᾶλλον
5ἢ τὰ χείρονα. πολλοὶ δ’ ὅλως τὰ χείρονα παραλεί‐ πουσιν· ὥσπερ ἀμέλει περὶ Θεμιστοκλέους Ἔφορος μέν, εἰπὼν ὅτι τὴν Παυσανίου προδοσίαν ἔγνω καὶ τὰ πρασσόμενα πρὸς τοὺς βασιλέως στρατηγούς, “ἀλλ’ οὐκ ἐπείσθη,” φησίν, “οὐδὲ προσεδέξατο
10κοινουμένου καὶ παρακαλοῦντος αὐτὸν ἐπὶ τὰς ἐλπίδας”· Θουκυδίδης δὲ καὶ τὸ παράπαν τὸν λό‐ γον τοῦτον ὡς κατεγνωκὼς παρῆκεν. Ἔτι τοίνυν ἐπὶ τῶν ὁμολογουμένων πεπρᾶ‐ χθαι, τὴν δ’ αἰτίαν ἀφ’ ἧς πέπρακται καὶ τὴν διά‐14
15νοιαν ἐχόντων ἄδηλον, ὁ πρὸς τὸ χεῖρον εἰκάζων δυσμενής ἐστι καὶ κακοήθης· ὥσπερ οἱ κωμικοὶ

856

A

τὸν πόλεμον ὑπὸ τοῦ Περικλέους ἐκκεκαῦσθαι δι’ Ἀσπασίαν ἢ διὰ Φειδίαν ἀποφαίνοντες, οὐ φιλο‐ τιμίᾳ τινὶ καὶ φιλονεικίᾳ μᾶλλον στορέσαι τὸ φρόνημα Πελοποννησίων καὶ μηδενὸς ὑφεῖσθαι
5Λακεδαιμονίοις ἐθελήσαντος. εἰ μὲν γάρ τις εὐδοκιμοῦσιν ἔργοις καὶ πράγμασιν ἐπαινουμένοις αἰτίαν φαύλην ὑποτίθησι καὶ κατάγεται ταῖς δια‐ βολαῖς εἰς ὑποψίας ἀτόπους περὶ τῆς ἐν ἀφανεῖ προαιρέσεως τοῦ πράξαντος, αὐτὸ τὸ πεπραγμένον
10ἐμφανῶς οὐ δυνάμενος ψέγειν (ὥσπερ οἱ τὸν ὑπὸ Θήβης Ἀλεξάνδρου τοῦ τυράννου φόνον οὐ μεγα‐ λονοίας οὐδὲ μισοπονηρίας, ζήλου δέ τινος ἔργον

856

B

καὶ πάθους γυναικείου τιθέμενοι· καὶ Κάτωνα λέ‐ γοντες ἑαυτὸν ἀνελεῖν δείσαντα τὸν μετ’ αἰκίας θάνατον ὑπὸ Καίσαρος), εὔδηλον ὅτι φθόνου καὶ κακοηθείας ὑπερβολὴν οὐ λέλοιπε.
5Δέχεται δὲ καὶ παρὰ τὸν τρόπον τοῦ ἔργου
διήγησις ἱστορικὴ κακοήθειαν, ἂν χρήμασι φάσκῃ μὴ δι’ ἀρετῆς κατειργάσθαι τὴν πρᾶξιν, ὡς Φίλιπ‐ πον ἔνιοι φάσκουσιν· ἂν σὺν οὐδενὶ πόνῳ καὶ ῥᾳδίως, ὡς Ἀλέξανδρον· ἂν μὴ φρονίμως ἀλλ’16
10εὐτυχῶς, ὡς Τιμόθεον οἱ ἐχθροί, γράφοντες ἐν πίναξιν εἰς κύρτον τινὰ τὰς πόλεις αὐτάς, ἐκείνου καθεύδοντος, ὑποδυομένας. δῆλον γὰρ ὅτι τῶν

856

C

πράξεων ἐλαττοῦσι τὸ μέγεθος καὶ τὸ κάλλος οἱ τὸ γενναίως καὶ φιλοπόνως καὶ κατ’ ἀρετὴν καὶ δι’ αὑτῶν ἀφαιροῦντες. Ἔστι τοίνυν τοῖς ἀπ’ εὐθείας οὓς βούλονται
5κακῶς λέγουσι δυσκολίαν ἐπικαλεῖν καὶ θρασύτητα καὶ μανίαν, ἐὰν μὴ μετριάζωσιν· οἱ δὲ πλαγίως οἷον ἐξ ἀφανοῦς βέλεσι χρώμενοι ταῖς διαβολαῖς, εἶτα περιιόντες ὀπίσω καὶ ἀναδυόμενοι, τῷ φάσκειν ἀπι‐ στεῖν ἃ πάνυ πιστεύεσθαι θέλουσιν, ἀρνούμενοι
10κακοήθειαν ἀνελευθερίαν τῇ κακοηθείᾳ προσοφλι‐ σκάνουσιν. Ἐγγὺς δὲ τούτων εἰσὶν οἱ τοῖς ψόγοις ἐπαί‐ νους τινὰς παρατιθέντες, ὡς ἐπὶ Σωκράτους Ἀρι‐

856

D

στόξενος, ἀπαίδευτον καὶ ἀμαθῆ καὶ ἀκόλαστον εἰπών, ἐπήνεγκεν “ἀδικία δ’ οὐ προσῆν.” ὥσπερ γὰρ οἱ σύν τινι τέχνῃ καὶ δεινότητι κολακεύοντες ἔστιν ὅτε πολλοῖς καὶ μακροῖς ἐπαίνοις ψόγους
5παραμιγνύουσιν ἐλαφρούς, οἷον ἥδυσμα τῇ κολακείᾳ τὴν παρρησίαν ἐμβάλλοντες, οὕτω τὸ κακόηθες εἰς πίστιν ὧν ψέγει προϋποτίθεται τὸν ἔπαινον. Ἦν δὲ καὶ πλείονας καταριθμεῖσθαι τῶν χα‐ ρακτήρων· ἀρκοῦσι δ’ οὗτοι κατανόησιν τἀνθρώ‐18
10που τῆς προαιρέσεως καὶ τοῦ τρόπου παρασχεῖν. Πρῶτα δὴ πάντων ὥσπερ ἀφ’ ἑστίας ἀρξά‐ μενος Ἰοῦς τῆς Ἰνάχου θυγατρός, ἣν πάντες Ἕλλη‐

856

E

νες ἐκτεθειῶσθαι νομίζουσι ταῖς τιμαῖς ὑπὸ τῶν βαρβάρων καὶ καταλιπεῖν ὄνομα πολλαῖς μὲν θα‐ λάτταις, πορθμῶν δὲ τοῖς μεγίστοις ἀφ’ αὑτῆς διὰ τὴν δόξαν, ἀρχὴν δὲ καὶ πηγὴν τῶν ἐπιφανεστάτων
5καὶ βασιλικωτάτων γενῶν παρασχεῖν· ταύτην ὁ γεν‐ ναῖος ἐπιδοῦναί φησιν ἑαυτὴν Φοίνιξι φορτηγοῖς, ὑπὸ τοῦ ναυκλήρου διαφθαρεῖσαν ἑκουσίως καὶ φοβουμένην μὴ κύουσα φανερὰ γένηται. καὶ κατα‐ ψεύδεται Φοινίκων ὡς ταῦτα περὶ αὐτῆς λεγόντων.
10Περσῶν δὲ τοὺς λογίους μαρτυρεῖν φήσας, ὅτι τὴν Ἰοῦν μετ’ ἄλλων γυναικῶν οἱ Φοίνικες ἀφαρπά‐

856

F

σειαν, εὐθὺς ἀποφαίνεται γνώμην τὸ κάλλιστον ἔργον καὶ μέγιστον τῆς Ἑλλάδος ἀβελτερίᾳ τὸν Τρωικὸν πόλεμον γενέσθαι διὰ γυναῖκα φαύλην.
“δῆλον γάρ,” φησίν, “ὅτι, εἰ μὴ αὐταὶ ἐβούλοντο,20
5οὐκ ἂν ἡρπάζοντο.” καὶ τοὺς θεοὺς τοίνυν ἀβέλ‐ τερα ποιεῖν λέγωμεν, ὑπὲρ τῶν Λεύκτρου θυγα‐ τέρων βιασθεισῶν μηνίοντας Λακεδαιμονίοις καὶ κολάζοντας Αἴαντα διὰ τὴν Κασάνδρας ὕβριν· δῆλα γὰρ δὴ καθ’ Ἡρόδοτον ὅτι, εἰ μὴ αὐταὶ ἐβούλοντο,
10οὐκ ἂν ὑβρίζοντο. καίτοι καὶ Ἀριστομένη φησὶν αὐτὸς ὑπὸ Λακεδαιμονίων ζῶντα συναρπασθῆναι, καὶ Φιλοποίμην ὕστερον ὁ τῶν Ἀχαιῶν στρατηγὸς

857

A

ταὐτὸ τοῦτ’ ἔπαθε, καὶ Ῥηγοῦλον ἐχειρώσαντο Καρχηδόνιοι τὸν Ῥωμαίων ὕπατον· ὧν ἔργον εὑρεῖν μαχιμωτέρους καὶ πολεμικωτέρους ἄνδρας. ἀλλὰ θαυμάζειν οὐκ ἄξιον, ὅπου καὶ παρδάλεις
5ζώσας καὶ τίγρεις συναρπάζουσιν ἄνθρωποι· Ἡρό‐ δοτος δὲ κατηγορεῖ τῶν βιασθεισῶν γυναικῶν, ἀπολογούμενος ὑπὲρ τῶν ἁρπασάντων. Οὕτω δὲ φιλοβάρβαρός ἐστιν, ὥστε Βούσιριν ἀπολύσας τῆς λεγομένης ἀνθρωποθυσίας καὶ ξενο‐
10κτονίας, καὶ πᾶσιν Αἰγυπτίοις ὁσιότητα πολλὴν καὶ δικαιοσύνην μαρτυρήσας, ἐφ’ Ἕλληνας ἀναστρέ‐ φει τὸ μύσος τοῦτο καὶ τὴν μιαιφονίαν. ἐν γὰρ τῇ22

857

B

δευτέρᾳ βίβλῳ Μενέλαόν φησι παρὰ Πρωτέως ἀπολαβόντα τὴν Ἑλένην καὶ τιμηθέντα δωρεαῖς μεγάλαις ἀδικώτατον ἀνθρώπων γενέσθαι καὶ κά‐ κιστον· ὑπὸ γὰρ ἀπλοίας συνεχόμενον “ἐπιτεχνή‐
5σασθαι πρᾶγμα οὐχ ὅσιον, καὶ λαβόντα δύο παιδία ἀνδρῶν ἐπιχωρίων ἔντομά σφεα ποιῆσαι· μιση‐ θέντα δ’ ἐπὶ τούτῳ καὶ διωκόμενον οἴχεσθαι φεύ‐ γοντα τῇσι νηυσὶν ἐπὶ Λιβύης.” τοῦτον δὲ τὸν λόγον οὐκ οἶδ’ ὅστις Αἰγυπτίων εἴρηκεν· ἀλλὰ
10τἀναντία πολλαὶ μὲν Ἑλένης πολλαὶ δὲ Μενελάου τιμαὶ διαφυλάττονται παρ’ αὐτοῖς. Ὁ δὲ συγγραφεὺς ἐπιμένων Πέρσας μέν φησι

857

C

παισὶ μίσγεσθαι παρ’ Ἑλλήνων μαθόντας. καίτοι πῶς Ἕλλησι Πέρσαι διδασκάλια ταύτης ὀφείλουσι τῆς ἀκολασίας, παρ’ οἷς ὀλίγου δεῖν ὑπὸ πάντων ὁμολογεῖται παῖδας ἐκτετμῆσθαι, πρὶν Ἑλληνικὴν
5ἰδεῖν θάλασσαν; Ἕλληνας δὲ μαθεῖν παρ’ Αἰγυ‐ πτίων πομπὰς καὶ πανηγύρεις, καὶ τὸ τοὺς δώδεκα θεοὺς σέβεσθαι· Διονύσου δὲ καὶ τοὔνομα παρ’ Αἰγυπτίων Μελάμποδα μαθεῖν καὶ διδάξαι τοὺς ἄλλους Ἕλληνας· μυστήρια δὲ καὶ τὰς περὶ Δή‐
10μητρα τελετὰς ὑπὸ τῶν Δαναοῦ θυγατέρων ἐξ Αἰγύπτου κομισθῆναι. καὶ τύπτεσθαι μὲν Αἰγυ‐ πτίους φησὶ καὶ πενθεῖν, ὃν δὲ θεὸν οὐ βούλεσθαι24

857

D

αὐτὸς ὀνομάζειν, ἀλλ’ εὐστόμως κεῖσθαι περὶ τῶν θείων. Ἡρακλέα δὲ καὶ Διόνυσον οὓς μὲν Αἰγύ‐ πτιοι σέβονται, παλαιοὺς ἀποφαίνων ὄντας θεούς, οὓς Ἕλληνες δέ, ἀνθρώπους καταγεγηρακότας,
5οὐδαμοῦ ταύτην προύθετο τὴν εὐλάβειαν. καίτοι καὶ τὸν Αἰγύπτιον Ἡρακλέα τῶν δευτέρων θεῶν γενέσθαι λέγει καὶ τὸν Διόνυσον τῶν τρίτων, ὡς ἀρχὴν ἐσχηκότας γενέσεως καὶ οὐκ ὄντας ἀιδίους· ἀλλ’ ὅμως ἐκείνους μὲν ἀποφαίνει θεούς, τούτοις δ’
10ὡς φθιτοῖς καὶ ἥρωσιν ἐναγίζειν οἴεται δεῖν ἀλλὰ μὴ θύειν ὡς θεοῖς. ταὐτὰ καὶ περὶ Πανὸς εἴρηκε,

857

E

ταῖς Αἰγυπτίων ἀλαζονείαις καὶ μυθολογίαις τὰ σεμνότατα καὶ ἁγνότατα τῶν Ἑλληνικῶν ἱερῶν ἀνατρέπων. Καὶ οὐ τοῦτο δεινόν· ἀλλ’ ἀναγαγὼν εἰς
5Περσέα τὸ Ἡρακλέους γένος Περσέα μὲν Ἀσσύ‐ ριον γεγονέναι λέγει κατὰ τὸν Περσῶν λόγον· “οἱ
δὲ Δωριέων,” φησίν, “ἡγεμόνες φαίνοιντ’ ἂν Αἰ‐ γύπτιοι ἰθαγενέες ἐόντες, καταλέγοντι τοὺς ἄνω Δανάης καὶ Ἀκρισίου πατέρας.” τὸν γὰρ Ἔπα‐26
10φον καὶ τὴν Ἰὼ καὶ τὸν Ἴασον καὶ τὸν Ἄργον ὅλως ἀφῆκε, φιλοτιμούμενος μὴ μόνον ἄλλους Ἡρακλεῖς Αἰγυπτίους καὶ Φοίνικας ἀποφαίνειν, ἀλλὰ καὶ τοῦτον, ὃν αὐτὸς τρίτον γεγονέναι φησίν,

857

F

εἰς βαρβάρους ἀποξενῶσαι τῆς Ἑλλάδος. καίτοι τῶν παλαιῶν καὶ λογίων ἀνδρῶν οὐχ Ὅμηρος οὐχ Ἡσίοδος οὐκ Ἀρχίλοχος οὐ Πείσανδρος οὐ Στη‐ σίχορος οὐκ Ἀλκμὰν οὐ Πίνδαρος Αἰγυπτίου ἔσχον
5λόγον Ἡρακλέους ἢ Φοίνικος, ἀλλ’ ἕνα τοῦτον ἴσασι πάντες Ἡρακλέα τὸν Βοιώτιον ὁμοῦ καὶ Ἀργεῖον. Καὶ μὴν τῶν ἑπτὰ σοφῶν, οὓς αὐτὸς σοφι‐ στὰς προσεῖπε, τὸν μὲν Θάλητα Φοίνικα τῷ γένει
10τὸ ἀνέκαθεν ἀποφαίνεται βάρβαρον· τοῖς δὲ θεοῖς λοιδορούμενος ἐν τῷ Σόλωνος προσωπείῳ ταῦτ’ εἴρηκεν· “ὦ Κροῖσε, ἐπιστάμενόν με τὸ θεῖον πᾶν

858

A

ἐὸν φθονερόν τε καὶ ταραχῶδες ἐπειρωτᾷς ἀνθρω‐ πηίων πραγμάτων πέρι”· ἃ γὰρ αὐτὸς ἐφρόνει περὶ τῶν θεῶν τῷ Σόλωνι προστριβόμενος κακοή‐
θειαν τῇ βλασφημίᾳ προστίθησι. Πιττακῷ τοίνυν28
5εἰς μικρὰ καὶ οὐκ ἄξια λόγου χρησάμενος, ὃ μέγι‐ στόν ἐστι τῶν πεπραγμένων τἀνδρὶ καὶ κάλλιστον, ἐν ταῖς πράξεσι γενόμενος, παρῆκε. πολεμούντων γὰρ Ἀθηναίων καὶ Μυτιληναίων περὶ Σιγείου καὶ Φρύνωνος τοῦ στρατηγοῦ τῶν Ἀθηναίων προκαλε‐
10σαμένου τὸν βουλόμενον εἰς μονομαχίαν, ἀπήντη‐

858

B

σεν ὁ Πιττακὸς καὶ δικτύῳ περιβαλὼν τὸν ἄνδρα ῥωμαλέον ὄντα καὶ μέγαν ἀπέκτεινε· τῶν δὲ Μυτι‐ ληναίων δωρεὰς αὐτῷ μεγάλας διδόντων, ἀκοντίσας τὸ δόρυ τοῦτο μόνον τὸ χωρίον ἠξίωσεν ὅσον
5ἐπέσχεν ἡ αἰχμή· καὶ καλεῖται μέχρι νῦν Πιττά‐ κειον. τί οὖν ὁ Ἡρόδοτος, κατὰ τὸν τόπον γενό‐ μενος τοῦτον; ἀντὶ τῆς Πιττακοῦ ἀριστείας τὴν Ἀλκαίου διηγήσατο τοῦ ποιητοῦ φυγὴν ἐκ τῆς μάχης, τὰ ὅπλα ῥίψαντος· τῷ τὰ μὲν χρηστὰ μὴ
10γράψαι τὰ δ’ αἰσχρὰ μὴ παραλιπεῖν μαρτυρήσας τοῖς ἀπὸ μιᾶς κακίας καὶ τὸν φθόνον φύεσθαι καὶ τὴν ἐπιχαιρεκακίαν λέγουσι.

858

C

Μετὰ ταῦτα τοὺς Ἀλκμεωνίδας, ἄνδρας γενομένους καὶ τὴν πατρίδα τῆς τυραννίδος ἐλευ‐ θερώσαντας, εἰς αἰτίαν ἐμβαλὼν προδοσίας δέξα‐ σθαί φησι τὸν Πεισίστρατον ἐκ τῆς φυγῆς καὶ
5συγκαταγαγεῖν ἐπὶ τῷ γάμῳ τῆς Μεγακλέους θυγατρός· τὴν δὲ παῖδα πρὸς τὴν μητέρα φράσαι
τὴν ἑαυτῆς ὅτι “ὦ μαμμίδιον, ὁρᾷς; οὐ μίγνυταί μοι κατὰ νόμον Πεισίστρατος.” ἐπὶ τούτῳ δὲ τοὺς Ἀλκμεωνίδας τῷ παρανομήματι σχετλιάσαντας ἐξ‐30
10ελάσαι τὸν τύραννον. Ἵνα τοίνυν μηδ’ οἱ Λακεδαιμόνιοι τῶν Ἀθη‐ ναίων ἔλαττον ἔχωσι τῆς κακοηθείας, τὸν ἐν αὐτοῖς μάλιστα θαυμαζόμενον καὶ τιμώμενον ὅρα πῶς

858

D

διαλελύμανται, τὸν Ὀθρυάδαν· “τὸν δὲ ἕνα,” φησί, “τὸν περιλειφθέντα τῶν τριηκοσίων αἰσχυνόμενον ἀπονοστέειν ἐς Σπάρτην, τῶν συλλοχιτέων διεφθαρ‐ μένων, αὐτοῦ μιν ἐν τῇσι Θυρέῃσι καταχρήσασθαι
5ἑωυτόν.” ἄνω μὲν γὰρ ἀμφοτέροις ἐπίδικον εἶναι τὸ νίκημά φησιν, ἐνταῦθα δὲ τῇ αἰσχύνῃ τοῦ Ὀθρυάδου τὴν ἧτταν τῶν Λακεδαιμονίων κατε‐ μαρτύρησεν· ἡττηθέντα μὲν γὰρ ζῆν αἰσχρὸν ἦν, περιγενέσθαι δὲ νικῶντα κάλλιστον.
10 Ἐῶ τοίνυν ὅτι τὸν Κροῖσον ἀμαθῆ καὶ ἀλα‐ ζόνα καὶ γελοῖον φήσας ἐν πᾶσιν, ὑπὸ τούτου φησίν, αἰχμαλώτου γενομένου, καὶ παιδαγωγεῖσθαι καὶ νουθετεῖσθαι τὸν Κῦρον, ὃς φρονήσει καὶ ἀρετῇ καὶ

858

E

μεγαλονοίᾳ πολὺ πάντων δοκεῖ πεπρωτευκέναι τῶν βασιλένω· τῷ δὲ Κροίσῳ μηδὲν ἄλλο καλὸν ἢ τὸ τιμῆσαι τοὺς θεοὺς ἀναθήμασι πολλοῖς καὶ μεγάλοις μαρτυρήσας, αὐτὸ τοῦτο πάντων ἀσεβέστατον ἀπο‐
5δείκνυσιν ἔργον. ἀδελφὸν γὰρ αὐτοῦ Πανταλέοντα περὶ τῆς βασιλείας αὐτῷ διαφέρεσθαι, ζῶντος ἔτι τοῦ πατρός· τὸν οὖν Κροῖσον, ὡς εἰς τὴν βασιλείαν κατέστη, τῶν ἑταίρων καὶ φίλων τοῦ Πανταλέοντος32

858

F

ἕνα τῶν γνωρίμων ἐπὶ κνάφου διαφθεῖραι καταξαι‐ νόμενον, ἐκ δὲ τῶν χρημάτων αὐτοῦ ποιησάμενον ἀναθήματα τοῖς θεοῖς ἀποστεῖλαι. Δηιόκην δὲ τὸν Μῆδον ἀρετῇ καὶ δικαιοσύνῃ κτησάμενον τὴν ἡγε‐
5μονίαν οὐ φύσει γενέσθαι φησὶ τοιοῦτον, ἐρασθέντα δὲ τυραννίδος ἐπιθέσθαι προσποιήματι δικαιοσύνης. Ἀλλ’ ἀφίημι τὰ τῶν βαρβάρων· ἀφθονίαν γὰρ αὐτὸς ἐν τοῖς Ἑλληνικοῖς πεποίηκεν. Ἀθη‐ ναίους τοίνυν καὶ τοὺς πολλοὺς τῶν ἄλλων Ἰώνων
10ἐπαισχύνεσθαι τῷ ὀνόματι τούτῳ, μὴ βουλομένους ἀλλὰ φεύγοντας Ἴωνας κεκλῆσθαι, τοὺς δὲ νομί‐ ζοντας αὐτῶν γενναιοτάτους εἶναι καὶ ὁρμηθέντας ἀπὸ τοῦ πρυτανηίου τῶν Ἀθηναίων ἐκ βαρβάρων παιδοποιήσασθαι γυναικῶν, πατέρας αὐτῶν καὶ ἄν‐
15δρας καὶ παῖδας φονεύσαντας· διὸ τὰς γυναῖκας νόμον θέσθαι καὶ ὅρκους ἐπελάσαι καὶ παραδοῦναι ταῖς θυγατράσι, μήποτε ὁμοσιτῆσαι τοῖς ἀνδράσι μηδ’ ὀνομαστὶ βοῆσαι τὸν αὑτῆς ἄνδρα· καὶ τοὺς

859

A

νῦν ὄντας Μιλησίους ἐξ ἐκείνων γεγονέναι τῶν
γυναικῶν. ὑπειπὼν δὲ καθαρῶς Ἴωνας γεγονέναι τοὺς Ἀπατούρια ἄγοντας ἑορτήν, “ἄγουσι δὲ πάν‐ τες,” φησί, “πλὴν Ἐφεσίων καὶ Κολοφωνίων.”34
5τούτους μὲν οὕτως ἐκκέκλεικε τῆς εὐγενείας. Πακτύην δ’ ἀποστάντα Κύρου φησὶ Κυ‐ μαίους καὶ Μυτιληναίους ἐκδιδόναι παρασκευάζε‐ σθαι τὸν ἄνθρωπον “ἐπὶ μισθῷ ὅσῳ δή, οὐ γὰρ ἔχω γε εἰπεῖν ἀτρεκέως” (εὖ τὸ μὴ διαβεβαιοῦσθαι
10πόσος ἦν ὁ μισθός, τηλικοῦτο δ’ Ἑλληνίδι πόλει προσβαλεῖν ὄνειδος, ὡς δὴ σαφῶς εἰδότα)· Χίους

859

B

μέντοι τὸν Πακτύην κομισθέντα πρὸς αὐτοὺς ἐξ ἱροῦ Ἀθηναίης πολιούχου ἐκδοῦναι, καὶ ταῦτα ποιῆσαι τοὺς Χίους τὸν Ἀταρνέα μισθὸν λαβόντας. καίτοι Χάρων ὁ Λαμψακηνός, ἀνὴρ πρεσβύτερος, ἐν
5τοῖς περὶ Πακτύην λόγοις γενόμενος, τοιοῦτον οὐδὲν οὔτε Μυτιληναίοις οὔτε Χίοις ἄγος προστέ‐ τριπται· ταυτὶ δὲ κατὰ λέξιν γέγραφε, “Πακτύης δὲ ὡς ἐπύθετο προσελαύνοντα τὸν στρατὸν τὸν Περσικὸν ᾤχετο φεύγων ἄρτι μὲν εἰς Μυτιλήνην,
10ἔπειτα δὲ εἰς Χίον· καὶ αὐτοῦ ἐκράτησε Κῦρος.” Ἐν δὲ τῇ τρίτῃ τῶν βίβλων διηγούμενος τὴν Λακεδαιμονίων ἐπὶ Πολυκράτη τὸν τύραννον

859

C

στρατείαν, αὐτοὺς μὲν οἴεσθαί φησι καὶ λέγειν
Σαμίους, ὡς χάριν ἐκτίνοντες αὐτοῖς τῆς ἐπὶ Μεσ‐ σηνίους βοηθείας στρατεύσειαν, τούς τε φεύγοντας κατάγοντες τῶν πολιτῶν καὶ τῷ τυράννῳ πολεμοῦν‐36
5τες· ἀρνεῖσθαι δὲ τὴν αἰτίαν ταύτην Λακεδαιμο‐ νίους, καὶ λέγειν ὡς οὐ βοηθοῦντες οὐδ’ ἐλευθε‐ ροῦντες ἀλλὰ τιμωρούμενοι Σαμίους στρατεύσαιντο, κρατῆρά τινα πεμπόμενον Κροίσῳ παρ’ αὐτῶν καὶ θώρακα πάλιν παρ’ Ἀμάσιδος κομιζόμενον αὐτοῖς
10ἀφελομένους. καίτοι πόλιν ἐν τοῖς τότε χρόνοις οὔτε φιλότιμον οὕτως οὔτε μισοτύραννον ἴσμεν ὡς τὴν Λακεδαιμονίων γενομένην· ποίου γὰρ ἕνεκα θώρακος ἢ τίνος κρατῆρος ἑτέρου Κυψελίδας μὲν

859

D

ἐξέβαλον ἐκ Κορίνθου καὶ Ἀμπρακίας ἐκ δὲ Νάξου Λύγδαμιν ἐξ Ἀθηνῶν δὲ τοὺς Πεισιστράτου παῖδας ἐκ δὲ Σικυῶνος Αἰσχίνην ἐκ Θάσου δὲ Σύμμαχον ἐκ δὲ Φωκέων Αὖλιν ἐκ Μιλήτου δ’ Ἀριστογένη,
5τὴν δ’ ἐν Θετταλοῖς δυναστείαν ἔπαυσαν, Ἀριστο‐ μήδη καὶ Ἀγέλαον καταλύσαντες διὰ Λεωτυχίδου τοῦ βασιλέως; περὶ ὧν ἐν ἄλλοις ἀκριβέστερον
γέγραπται. κατὰ δ’ Ἡρόδοτον οὔτε κακίας οὔτ’ ἀβελτερίας ὑπερβολὴν λελοίπασιν, εἰ τὴν καλλίστην38
10καὶ δικαιοτάτην τῆς στρατείας ἀρνούμενοι πρόφασιν ὡμολόγουν διὰ μνησικακίαν καὶ μικρολογίαν ἐπι‐ τίθεσθαι δυστυχοῦσιν ἀνθρώποις καὶ κακῶς πράτ‐ τουσιν.

859

E

Οὐ μὴν ἀλλὰ Λακεδαιμονίους μὲν ἁμωσγέ‐ πως ὑποπεσόντας αὐτοῦ τῷ γραφείῳ προσέχρωσε· τὴν δὲ Κορινθίων πόλιν, ἐκτὸς δρόμου κατὰ τοῦ‐ τον οὖσαν τὸν τόπον, ὅμως προσπεριλαβὼν ὁδοῦ,
5φασί, πάρεργον ἀνέπλησεν αἰτίας δεινῆς καὶ μοχ‐ θηροτάτης διαβολῆς. “συνεπελάβοντο γάρ,” φησί, “τοῦ στρατεύματος τοῦ ἐπὶ Σάμον ὥστε γενέσθαι

859

F

καὶ Κορίνθιοι προθύμως, ὑβρίσματος εἰς αὐτοὺς ὑπὸ Σαμίων πρότερον ὑπάρξαντος. ἦν δὲ τοιοῦτο· Κερκυραίων παῖδας τριακοσίους τῶν πρώτων Περί‐ ανδρος ὁ Κορίνθου τύραννος ἐπ’ ἐκτομῇ παρ’ Ἀλυ‐
5άττην ἔπεμπε· τούτους ἀποβάντας εἰς τὴν νῆσον οἱ Σάμιοι διδάξαντες ἐν ἱερῷ Ἀρτέμιδος ἱκέτας καθ‐ ίζεσθαι καὶ τρωκτὰ προτιθέντες αὐτοῖς ὁσημέραι σησάμου καὶ μέλιτος περιεποίησαν.” τοῦθ’ ὕβρισμα Σαμίων εἰς Κορινθίους ὁ συγγραφεὺς προσαγορεύει
10καὶ διὰ τοῦτό φησι συμπαροξῦναι Λακεδαιμονίους κατ’ αὐτῶν ἔτεσιν οὐκ ὀλίγοις ὕστερον, ἔγκλημα ποιησαμένους ὅτι τριακοσίους παῖδας Ἑλλήνων ἐφύ‐ λαξαν ἄνδρας. ὁ δὲ τοῦτο Κορινθίοις προστριβόμε‐
νος τοὔνειδος ἀποφαίνει τοῦ τυράννου μοχθηροτέραν40
15τὴν πόλιν· ἐκεῖνος μέν γε τὸν υἱὸν αὐτοῦ Κερκυ‐ ραίους ἀνελόντας ἠμύνατο, Κορίνθιοι δὲ τί παθόν‐ τες ἐτιμωροῦντο Σαμίους ἐμποδὼν στάντας ὠμότητι καὶ παρανομίᾳ τοσαύτῃ, καὶ ταῦτα μετὰ τρεῖς γε‐ νεὰς ὀργὴν καὶ μνησικακίαν ἀναφέροντες ὑπὲρ τυ‐

860

A

ραννίδος, ἧς καταλυθείσης πᾶν τε μνῆμα καὶ πᾶν ἴχνος ἐξαλείφοντες καὶ ἀφανίζοντες οὐκ ἐπαύοντο, χαλεπῆς καὶ βαρείας αὐτοῖς γενομένης; Ἀλλὰ δὴ τὸ μὲν ὕβρισμα τοιοῦτον ἦν τὸ
5Σαμίων εἰς Κορινθίους· τὸ δὲ τιμώρημα ποῖόν τι τὸ Κορινθίων εἰς Σαμίους; εἰ γὰρ ὄντως ὠργίζοντο Σαμίοις, οὐ παροξύνειν, ἀποτρέπειν δὲ μᾶλλον αὐτοῖς ἦν προσῆκον Λακεδαιμονίους ἐπὶ Πολυκράτη

860

B

στρατευομένους, ὅπως μὴ τοῦ τυράννου καταλυ‐ θέντος ἐλεύθεροι Σάμιοι γένοιντο καὶ παύσαιντο δουλεύοντες. ὃ δὲ μέγιστόν ἐστι, τί δήποτε Κορίνθιοι Σαμίοις μὲν ὠργίζοντο βουληθεῖσι σῷσαι
5καὶ μὴ δυνηθεῖσι Κερκυραίων παῖδας, Κνιδίοις δὲ τοῖς σῴσασι καὶ ἀποδοῦσιν οὐκ ἐνεκάλουν; καίτοι Κερκυραῖοι Σαμίων μὲν ἐπὶ τούτῳ λόγον οὐ πολὺν
ἔχουσι, Κνιδίων δὲ μέμνηνται καὶ Κνιδίοις εἰσὶ τι‐ μαὶ καὶ ἀτέλειαι καὶ ψηφίσματα παρ’ αὐτοῖς· οὗτοι42
10γὰρ ἐπιπλεύσαντες ἐξήλασαν ἐκ τοῦ ἱεροῦ τοὺς Περι‐

860

C

άνδρου φύλακας, αὐτοὶ δ’ ἀναλαβόντες τοὺς παῖδας εἰς Κέρκυραν διεκόμισαν, ὡς Ἀντήνωρ ἐν τοῖς Κρητικοῖς ἱστόρηκε καὶ Διονύσιος ὁ Χαλκιδεὺς ἐν ταῖς Κτίσεσιν.
5 Ὅτι δ’ οὐ τιμωρούμενοι Σαμίους ἀλλ’ ἐλευθε‐ ροῦντες ἀπὸ τοῦ τυράννου καὶ σῴζοντες ἐστράτευ‐ σαν οἱ Λακεδαιμόνιοι, Σαμίοις αὐτοῖς ἔστι χρή‐ σασθαι μάρτυσιν. Ἀρχίᾳ γὰρ ἀνδρὶ Σπαρτιάτῃ λαμπρῶς ἀγωνισαμένῳ τότε καὶ πεσόντι τάφον εἶ‐
10ναι δημοσίᾳ κατεσκευασμένον ἐν Σάμῳ καὶ τιμώ‐ μενον ὑπ’ αὐτῶν λέγουσι· διὸ καὶ τοὺς ἀπογόνους τἀνδρὸς ἀεὶ διατελεῖν Σαμίοις οἰκείως καὶ φιλαν‐ θρώπως προσφερομένους, ὡς αὐτὸς Ἡρόδοτος ταῦ‐ τα γοῦν ἀπομεμαρτύρηκεν.
15 Ἐν δὲ τῇ πέμπτῃ, τῶν ἀρίστων Ἀθήνησι καὶ πρώτων ἀνδρῶν Κλεισθένη μὲν ἀναπεῖσαί φησι

860

D

τὴν Πυθίαν ψευδόμαντιν γενέσθαι, προφέρουσαν ἀεὶ Λακεδαιμονίοις ἐλευθεροῦν ἀπὸ τῶν τυράννων τὰς Ἀθήνας, καλλίστῳ μὲν ἔργῳ καὶ δικαιοτάτῳ προσάπτων ἀσεβήματος διαβολὴν τηλικούτου καὶ
5ῥᾳδιουργήματος, ἀφαιρούμενος δὲ τοῦ θεοῦ μαν‐ τείαν καλὴν καὶ ἀγαθὴν καὶ τῆς λεγομένης συμπρο‐ φητεύειν Θέμιδος ἀξίαν. Ἰσαγόραν δὲ τῆς γαμετῆς ὑφίεσθαι Κλεομένει φοιτῶντι παρ’ αὐτήν· ὡς δ’ εἰώθει, παραμιγνὺς πίστεως ἕνεκα τοῖς ψόγοις ἐπαί‐

860

E

νους τινάς, “Ἰσαγόρης δέ,” φησίν, “ὁ Τισάνδρου οἰκίης μὲν ἦν δοκίμου, ἀτὰρ τὰ ἀνέκαθεν οὐκ ἔχω φράσαι· θύουσι δὲ οἱ συγγενεῖς αὐτοῦ Διὶ Καρίῳ.” εὔρυθμός γε καὶ πολιτικὸς ὁ μυκτὴρ τοῦ συγγρα‐44
5φέως, εἰς Κᾶρας ὥσπερ εἰς κόρακας ἀποδιοπομ‐ πουμένου τὸν Ἰσαγόραν. Ἀριστογείτονα μέντοι οὐκέτι κύκλῳ καὶ κακῶς, ἀλλ’ ἄντικρυς διὰ πυ‐ λῶν εἰς Φοινίκην ἐξελαύνει, Γεφυραῖον γεγονέναι λέγων ἀνέκαθεν· τοὺς δὲ Γεφυραίους οὐκ ἀπ’ Εὐ‐

860

F

βοίας οὐδ’ Ἐρετριεῖς, ὥσπερ οἴονταί τινες, ἀλλὰ Φοίνικας εἶναί φησιν, αὐτὸς οὕτω πεπυσμένος. Ἀφελέσθαι τοίνυν Λακεδαιμονίους μὴ δυνάμενος τὴν Ἀθηναίων ἐλευθέρωσιν ἀπὸ τῶν τυράννων
5αἰσχίστῳ πάθει κάλλιστον ἔργον οἷός τ’ ἐστὶν ἀφανίζειν καὶ καταισχύνειν. ταχὺ γὰρ μετανοῆσαι φησιν αὐτούς, ὡς οὐ ποιήσαντας ὀρθῶς, ὅτι “κιβ‐ δήλοισι μαντηίοισιν ἐπαρθέντες ἄνδρας ξείνους ὄντας αὐτοῖσι καὶ ὑποσχομένους ὑποχειρίας παρ‐
10έξειν τὰς Ἀθήνας ἐξήλασαν ἐκ τῆς πατρίδος τοὺς τυράννους καὶ δήμῳ ἀχαρίστῳ παρέδωκαν τὴν πόλιν.” εἶτα μεταπεμψαμένους Ἱππίαν ἀπὸ Σι‐ γείου κατάγειν εἰς τὰς Ἀθήνας· ἀντιστῆναι δὲ

861

A

Κορινθίους αὐτοῖς καὶ ἀποτρέψαι, Σωκλέους δι‐
ελθόντος ὅσα Κύψελος καὶ Περίανδρος κακὰ τὴν Κορινθίων πόλιν εἰργάσαντο τυραννοῦντες. καίτοι Περιάνδρου σχετλιώτερον οὐδὲν οὐδ’ ὠμότερον46
5ἔργον ἱστορεῖται τῆς ἐκπομπῆς τῶν τριακοσίων ἐκείνων, οὓς ἐξαρπάσασι καὶ διακωλύσασι παθεῖν ταῦτα Σαμίοις ὀργίζεσθαί φησι καὶ μνησικακεῖν Κορινθίους ὥσπερ ὑβρισθέντας. τοσαύτης ἀναπίμ‐ πλησι ταραχῆς καὶ διαφωνίας τὸ κακόηθες αὐτοῦ
10τὸν λόγον, ἐξ ἁπάσης τῇ διηγήσει προφάσεως ὑποδυόμενον. Ἐν δὲ τοῖς ἐφεξῆς τὰ περὶ Σάρδεις διηγού‐ μενος, ὡς ἐνῆν μάλιστα διέλυσε καὶ διελυμήνατο τὴν πρᾶξιν, ἃς μὲν Ἀθηναῖοι ναῦς ἐξέπεμψαν Ἴωσι
15τιμωροὺς ἀποστᾶσι βασιλέως ἀρχεκάκους τολμή‐

861

B

σας προσειπεῖν, ὅτι τοσαύτας πόλεις καὶ τηλικαύτας Ἑλληνίδας ἐλευθεροῦν ἐπεχείρησαν ἀπὸ τῶν βαρ‐ βάρων, Ἐρετριέων δὲ κομιδῇ μνησθεὶς ἐν παρέργῳ καὶ παρασιωπήσας μέγα κατόρθωμα καὶ ἀοίδιμον.
5ἤδη γὰρ ὡς τῶν περὶ τὴν Ἰωνίαν συγκεχυμένων καὶ στόλου βασιλικοῦ προσπλέοντος, ἀπαντήσαντες ἔξω Κυπρίους ἐν τῷ Παμφυλίῳ πελάγει κατεναυ‐ μάχησαν· εἶτ’ ἀναστρέψαντες ὀπίσω καὶ τὰς ναῦς ἐν Ἐφέσῳ καταλιπόντες ἐπέθεντο Σάρδεσι καὶ
10Ἀρταφέρνην ἐπολιόρκουν εἰς τὴν ἀκρόπολιν κατα‐

861

C

φυγόντα, βουλόμενοι τὴν Μιλήτου λῦσαι πολιορ‐
κίαν· καὶ τοῦτο μὲν ἔπραξαν καὶ τοὺς πολεμίους ἀνέστησαν ἐκεῖθεν, ἐν φόβῳ θαυμαστῷ γενομένους· πλήθους δ’ ἐπιχυθέντος αὐτοῖς ἀπεχώρησαν. ταῦτα48
5δ’ ἄλλοι τε καὶ Λυσανίας ὁ Μαλλώτης ἐν τοῖς περὶ Ἐρετρίας εἴρηκε· καὶ καλῶς εἶχεν, εἰ καὶ διὰ μηδὲν ἄλλο, τῇ γοῦν ἁλώσει καὶ φθορᾷ τῆς πόλεως ἐπειπεῖν τὸ ἀνδραγάθημα τοῦτο καὶ τὴν ἀριστείαν. ὁ δὲ καὶ κρατηθέντας αὐτοὺς ὑπὸ τῶν βαρβάρων
10φησὶν εἰς τὰς ναῦς καταδιωχθῆναι, μηδὲν τοιοῦτο τοῦ Λαμψακηνοῦ Χάρωνος ἱστοροῦντος, ἀλλὰ ταυτὶ γράφοντος κατὰ λέξιν· “Ἀθηναῖοι δ’ εἴκοσι τριή‐

861

D

ρεσιν ἔπλευσαν ἐπικουρήσοντες τοῖς Ἴωσι, καὶ εἰς Σάρδεις ἐστρατεύσαντο καὶ εἷλον τὰ περὶ Σάρδεις ἅπαντα χωρὶς τοῦ τείχους τοῦ βασιληίου· ταῦτα δὲ ποιήσαντες ἐπαναχωροῦσιν εἰς Μίλητον.”
5 Ἐν δὲ τῇ ἕκτῃ διηγησάμενος περὶ Πλα‐ ταιέων, ὡς σφᾶς αὐτοὺς ἐδίδοσαν Σπαρτιάταις, οἱ δὲ μᾶλλον ἐκέλευσαν πρὸς Ἀθηναίους τρέπεσθαι “πλησιοχώρους ἐόντας αὐτοῖς καὶ τιμωρέειν οὐ κακούς,” προστίθησιν οὐ καθ’ ὑπόνοιαν οὐδὲ δόξαν,
10ἀλλ’ ὡς ἀκριβῶς ἐπιστάμενος, ὅτι “ταῦτα συν‐ εβούλευον οἱ Λακεδαιμόνιοι οὐ κατ’ εὔνοιαν οὕτω τῶν Πλαταιέων, ὡς βουλόμενοι τοὺς Ἀθηναίους

861

E

ἔχειν πόνους συνεστεῶτας Βοιωτοῖς.” οὐκοῦν εἰ μὴ κακοήθης Ἡρόδοτος, ἐπίβουλοι μὲν Λακεδαι‐ μόνιοι καὶ κακοήθεις, ἀναίσθητοι δ’ Ἀθηναῖοι παρακρουσθέντες, Πλαταιεῖς δ’ οὐ κατ’ εὔνοιαν
5οὐδὲ τιμὴν ἀλλὰ πολέμου πρόφασις εἰς μέσον ἐρρί‐
φησαν. Καὶ μὴν τὴν πανσέληνον ἤδη σαφῶς ἐξελή‐ λεγκται Λακεδαιμονίων καταψευδόμενος, ἥν φησι περιμένοντας αὐτοὺς εἰς Μαραθῶνα μὴ βοηθῆσαι50
10τοῖς Ἀθηναίοις. οὐ γὰρ μόνον ἄλλας μυρίας ἐξόδους καὶ μάχας πεποίηνται μηνὸς ἱσταμένου, μὴ περι‐

861

F

μείναντες τὴν πανσέληνον, ἀλλὰ καὶ ταύτης τῆς μάχης, ἕκτῃ Βοηδρομιῶνος ἱσταμένου γενομένης, ὀλίγον ἀπελείφθησαν, ὥστε καὶ θεάσασθαι τοὺς νεκροὺς ἐπελθόντες ἐπὶ τὸν τόπον. ἀλλ’ ὅμως
5ταῦτα περὶ τῆς πανσελήνου γέγραφεν, “ἀδύνατα δέ σφι τὸ παραυτίκα ποιέειν ταῦτα, οὐ βουλομένοισι λύειν τὸν νόμον· ἦν γὰρ ἱσταμένου τοῦ μηνὸς ἐνάτη· ἐνάτῃ δὲ οὐκ ἐξελεύσεσθαι ἔφασαν, οὐ πλήρεος ἐόντος τοῦ κύκλου. οὗτοι μὲν οὖν τὴν πανσέληνον
10ἔμενον.” Σὺ δὲ μεταφέρεις τὴν πανσέληνον εἰς ἀρχὴν μηνὸς ἐκ διχομηνίας, καὶ τὸν οὐρανὸν ὁμοῦ καὶ τὰς ἡμέρας καὶ πάντα πράγματα συνταράσσεις. καὶ

862

A

τὰ τῆς Ἑλλάδος ἐπαγγελλόμενος γράφειν ὡς μὴ ἀκλεᾶ γένηται, ἐσπουδακὼς δὲ περὶ τὰς Ἀθήνας διαφερόντως, οὐδὲ τὴν πρὸς Ἄγρας πομπὴν ἱστό‐ ρηκας, ἣν πέμπουσιν ἔτι νῦν τῇ ἕκτῃ χαριστήρια52
5τῆς νίκης ἑορτάζοντες. Ἀλλὰ τοῦτό γε βοηθεῖ τῷ Ἡροδότῳ πρὸς ἐκείνην τὴν διαβολὴν ἣν ἔχει, κολακεύσας τοὺς Ἀθηναίους ἀργύριον πολὺ λαβεῖν παρ’ αὐτῶν. εἰ γὰρ ἀνέγνω ταῦτ’ Ἀθηναίοις, οὐκ ἂν εἴασαν οὐδὲ περιεῖδον
10ἐνάτῃ τὸν Φιλιππίδην παρακαλοῦντα Λακεδαι‐

862

B

μονίους ἐπὶ τὴν μάχην ἐκ τῆς μάχης γεγενημένον, καὶ ταῦτα δευτεραῖον εἰς Σπάρτην ἐξ Ἀθηνῶν, ὡς αὐτός φησιν, ἀφιγμένον· εἰ μὴ μετὰ τὸ νικῆσαι τοὺς πολεμίους Ἀθηναῖοι μετεπέμποντο τοὺς συμ‐
5μάχους. ὅτι μέντοι δέκα τάλαντα δωρεὰν ἔλαβεν ἐξ Ἀθηνῶν Ἀνύτου τὸ ψήφισμα γράψαντος, ἀνὴρ Ἀθηναῖος, οὐ τῶν παρημελημένων ἐν ἱστορίᾳ, Δίυλ‐ λος εἴρηκεν. Ἀπαγγείλας δὲ τὴν ἐν Μαραθῶνι μάχην ὁ Ἡρό‐
10δοτος *** ὡς μὲν οἱ πλεῖστοι λέγουσι, καὶ τῶν
νεκρῶν τῷ ἀριθμῷ καθεῖλε τοὔργον. εὐξαμένους γάρ φασι τοὺς Ἀθηναίους τῇ Ἀγροτέρᾳ θύσειν χιμάρους ὅσους ἂν τῶν βαρβάρων καταβάλωσιν,54

862

C

εἶτα μετὰ τὴν μάχην, ἀναρίθμου πλήθους τῶν νε‐ κρῶν ἀναφανέντος, παραιτεῖσθαι ψηφίσματι τὴν θεόν, ὅπως καθ’ ἕκαστον ἐνιαυτὸν ἀποθύωσι πεντα‐ κοσίας τῶν χιμάρων.
5 Οὐ μὴν ἀλλὰ τοῦτ’ ἐάσαντες ἴδωμεν τὰ μετὰ τὴν μάχην· “τῇσι δὲ λοιπῇσι,” φησίν, “οἱ βάρ‐ βαροι ἐξανακρουσάμενοι, καὶ ἀναλαβόντες ἐκ τῆς νήσου ἐν τῇ ἔλιπον τὰ ἐξ Ἐρετρίης ἀνδράποδα, περιέπλεον Σούνιον, βουλόμενοι φθῆναι τοὺς Ἀθη‐
10ναίους ἀφικόμενοι εἰς τὸ ἄστυ· αἰτίη δὲ ἔσχεν Ἀθηναίοισι ἐξ Ἀλκμεωνιδέων μηχανῆς αὐτοὺς ταῦτα ἐπινοηθῆναι· τούτους γὰρ συνθεμένους τοῖσι Πέρσῃσιν ἀναδεῖξαι ἀσπίδα ἐοῦσιν ἤδη ἐν τῇσι νηυσί· οὗτοι μὲν δὴ περιέπλεον Σούνιον.” ἐνταῦθα

862

D

τὸ μὲν τοὺς Ἐρετριέας ἀνδράποδα προσειπεῖν, οὔτε τόλμαν Ἑλλήνων οὐδενὸς οὔτε φιλοτιμίαν ἐνδεε‐ στέραν παρασχομένους καὶ παθόντας ἀνάξια τῆς ἀρετῆς, ἀφείσθω· διαβεβλημένων δὲ τῶν Ἀλκμεω‐
5νιδῶν, ἐν οἷς οἱ μέγιστοί τε τῶν οἴκων καὶ δοκιμώ‐ τατοι τῶν ἀνδρῶν ἦσαν, ἐλάττων λόγος· ἀνατέ‐ τραπται δὲ τῆς νίκης τὸ μέγεθος καὶ τὸ τέλος εἰς οὐδὲν ἥκει τοῦ περιβοήτου κατορθώματος, οὐδ’ ἀγών τις ἔοικεν οὐδ’ ἔργον γεγονέναι τοσοῦτον,56
10ἀλλὰ πρόσκρουσμα βραχὺ τοῖς βαρβάροις ἀπο‐ βᾶσιν (ὥσπερ οἱ διασύροντες καὶ βασκαίνοντες λέγουσιν), εἰ μετὰ τὴν μάχην οὐ φεύγουσι κόψαντες

862

E

τὰ πείσματα τῶν νεῶν, τῷ φέροντι προσωτάτω τῆς Ἀττικῆς ἀνέμῳ παραδόντες αὑτούς, ἀλλ’ αἴρεται μὲν ἀσπὶς αὐτοῖς προδοσίας σημεῖον, ἐπιπλέουσι δὲ ταῖς Ἀθήναις ἐλπίζοντες αἱρήσειν, καὶ καθ’
5ἡσυχίαν Σούνιον κάμψαντες ὑπεραιωροῦνται Φαλή‐ ρων οἱ δὲ πρῶτοι καὶ δοκιμώτατοι τῶν ἀνδρῶν προδιδόασιν ἀπεγνωκότες τὴν πόλιν. καὶ γὰρ ἀπο‐ λύων ὕστερον Ἀλκμεωνίδας ἑτέροις τὴν προδοσίαν ἀνατίθησιν· “ἀνεδείχθη μὲν γὰρ ἀσπίς, καὶ τοῦτο

862

F

οὐκ ἔστιν ἄλλως εἰπεῖν,” φησὶν αὐτὸς ἰδών. τοῦτο δ’ ἀμήχανον μὲν ἦν γενέσθαι, νενικηκότων κατὰ κράτος τῶν Ἀθηναίων· γενόμενον δ’ οὐκ ἂν ὑπὸ τῶν βαρβάρων συνώφθη, φυγῇ καὶ πόνῳ πολλῷ καὶ
5τραύμασι καὶ βέλεσιν εἰς τὰς ναῦς ἐλαυνομένων καὶ ἀπολιπόντων τὸ χωρίον, ὡς ἕκαστος τάχους εἶχεν.
ἀλλ’ ὅταν γε πάλιν ὑπὲρ τῶν Ἀλκμεωνιδῶν ἀπο‐ λογεῖσθαι προσποιῆται, μεθεὶς ἃ πρῶτος ἀνθρώ‐ πων ἐπενήνοχεν ἐγκλήματα, καὶ εἴπῃ “θῶμα δέ58
10μοι καὶ οὐκ ἐνδέχομαι τὸν λόγον, Ἀλκμεωνίδας ἄν ποτε ἀναδεῖξαι Πέρσῃσιν ἐκ συνθήματος ἀσπίδα, βουλομένους ὑπὸ βαρβάροισί τε εἶναι Ἀθηναίους καὶ ὑπὸ Ἱππίῃ,” κόμματός τινος ἀναμιμνήσκομαι παροιμιακοῦ·
14
15μένε, καρκίνε, καί σε μεθήσω.
15 τί γὰρ ἐσπούδακας καταλαβεῖν, εἰ καταλαβὼν μεθ‐

863

A

ιέναι μέλλεις; καὶ σὺ κατηγορεῖς, εἶτ’ ἀπολογῇ· καὶ γράφεις κατ’ ἐπιφανῶν ἀνδρῶν διαβολάς, ἃς πάλιν ἀναιρεῖς, ἀπιστῶν δὲ σεαυτῷ δηλονότι· σεαυτοῦ γὰρ ἀκήκοας λέγοντος Ἀλκμεωνίδας ἀνα‐
5σχεῖν ἀσπίδα νενικημένοις καὶ φεύγουσι τοῖς βαρ‐ βάροις. καὶ μὴν ἐν οἷς περὶ Ἀλκμεωνιδῶν ἀπολογῇ σεαυτὸν ἀποφαίνεις συκοφάντην· εἰ γὰρ “μᾶλλον ἢ ὁμοίως Καλλίῃ τῷ Φαινίππου, Ἱππονίκου δὲ πατρί, φαίνονται μισοτύραννοι ἐόντες,” ὡς ἐνταῦθα γρά‐
10φεις, Ἀλκμεωνίδαι, ποῦ θήσεις αὐτῶν ἐκείνην τὴν συνωμοσίαν ἣν ἐν τοῖς πρώτοις γέγραφας; ὡς ἐπι‐

863

B

γαμίαν ποιησόμενοι Πεισιστράτῳ κατήγαγον αὐτὸν
ἀπὸ τῆς φυγῆς ἐπὶ τὴν τυραννίδα καὶ οὐκ ἂν ἐξήλα‐ σαν αὖθις, ἕως διεβλήθη παρανόμως τῇ γυναικὶ μιγνύμενος.60
5 Ταῦτα μὲν οὖν τοιαύτας ἔχει ταραχάς· ἐν μέσῳ γὰρ τῆς Ἀλκμεωνιδῶν διαβολῆς καὶ ὑπονοίας τοῖς Καλλίου τοῦ Φαινίππου χρησάμενος ἐπαίνοις καὶ προσάψας αὐτῷ τὸν υἱὸν Ἱππόνικον, ὃς ἦν καθ’ Ἡρόδοτον ἐν τοῖς πλουσιωτάτοις Ἀθηναίων, ὡμο‐
10λόγησεν ὅτι μηδὲν τῶν πραγμάτων δεομένων, ἀλλὰ θεραπείᾳ καὶ χάριτι τοῦ Ἱππονίκου τὸν Καλλίαν παρενέβαλεν. Ἐπεὶ δ’ Ἀργείους ἅπαντες ἴσασιν οὐκ ἀπει‐ παμένους τοῖς Ἕλλησι τὴν συμμαχίαν, ἡγεῖσθαι δὲ
15κατὰ τὸ ἥμισυ πάσης τῆς συμμαχίας ἀξιώσαντας,

863

C

ὡς ἂν μὴ Λακεδαιμονίοις ἐχθίστοις καὶ πολεμιω‐ τάτοις οὖσι ποιοῦντες ἀεὶ τὸ προστασσόμενον ἕπωνται, καὶ τοῦτ’ ἄλλως οὐκ ἦν, αἰτίαν κακοηθε‐ στάτην ὑποβάλλεται, γράφων, “ἐπεὶ δέ σφεας
5παραλαμβάνειν τοὺς Ἕλληνας, οὕτω δὴ ἐπιστα‐ μένους, ὅτι οὐ μεταδώσουσι τῆς ἀρχῆς Λακεδαι‐ μόνιοι, μεταιτέειν, ἵνα ἐπὶ προφάσεως ἡσυχίαν ἄγωσι.” τούτων δ’ ὕστερον ἀναμνῆσαί φησιν Ἀρταξέρξην ἀναβάντας εἰς Σοῦσα πρέσβεις Ἀρ‐
10γείων, κἀκεῖνον εἰπεῖν ὡς “οὐδεμίαν νομίζοι πόλιν Ἄργεος φιλιωτέρην”· εἶθ’ ὑπειπών, ὥσπερ εἴωθε,
καὶ ἀναδυόμενος οὐκ εἰδέναι φησὶ περὶ τούτων ἀτρεκέως, εἰδέναι δ’ ὅτι πᾶσιν ἀνθρώποις ἐστὶν62

863

D

ἐγκλήματα, “καὶ οὐκ Ἀργείοισιν αἴσχιστα πεποίη‐ ται. ἐγὼ δὲ λέγειν ὀφείλω τὰ λεγόμενα, πείθε‐ σθαί γε μὴν οὐ παντάπασι ὀφείλω, καί μοι τὸ ἔπος τοῦτο ἐχέτω ἐς πάντα τὸν λόγον. ἐπεὶ καὶ ταῦτα
5λέγεται, ὡς ἄρα Ἀργεῖοι ἦσαν οἱ ἐπικαλεσάμενοι τὸν Πέρσην ἐπὶ τὴν Ἑλλάδα, ἐπειδή σφιν πρὸς τοὺς Λακεδαιμονίους κακῶς ἡ αἰχμὴ ἑστήκεε, πᾶν δὴ βουλόμενοι σφίσι εἶναι πρὸ τῆς παρούσης λύπης.”
10Ἆρ’ οὖν οὐχ, ὅπερ αὐτὸς τὸν Αἰθίοπά φησι πρὸς

863

E

τὰ μύρα καὶ τὴν πορφύραν εἰπεῖν, ὡς δολερὰ μὲν τὰ χρίματα δολερὰ δὲ τὰ εἵματα τῶν Περσέων ἐστί, τοῦτ’ ἄν τις εἴποι πρὸς αὐτόν, ὡς δολερὰ μὲν τὰ ῥήματα δολερὰ δὲ τὰ σχήματα τῶν Ἡροδότου
5λόγων,
5
ἑλικτὰ κοὐδὲν ὑγιὲς ἀλλὰ πᾶν πέριξ,
6 ὥσπερ οἱ ζῳγράφοι τὰ λαμπρὰ τῇ σκιᾷ τρανότερα ποιοῦσιν, οὕτω ταῖς ἀρνήσεσι τὰς διαβολὰς ἐπιτεί‐ νοντος αὐτοῦ καὶ τὰς ὑπονοίας ταῖς ἀμφιβολίαις
10βαθυτέρας ποιοῦντος; Ἀργεῖοι δ’ ὅτι μὲν οὐ συν‐ αράμενοι τοῖς Ἕλλησιν, ἀλλὰ διὰ τὴν ἡγεμονίαν

863

F

καὶ τῆς ἀρετῆς Λακεδαιμονίοις ἐκστάντες, κατῄ‐ σχυναν τὸν Ἡρακλέα καὶ τὴν εὐγένειαν, οὐκ ἔστιν ἀντειπεῖν. ὑπὸ Σιφνίοις γὰρ ἦν καὶ Κυθνίοις ἄμεινον ἐλευθεροῦν τοὺς Ἕλληνας ἢ Σπαρτιάταις64
5φιλονεικοῦντας ὑπὲρ ἀρχῆς ἐγκαταλιπεῖν τοσούτους καὶ τοιούτους ἀγῶνας. εἰ δ’ αὐτοὶ ἦσαν οἱ ἐπι‐ καλεσάμενοι τὸν Πέρσην ἐπὶ τὴν Ἑλλάδα διὰ τὴν κακῶς ἑστῶσαν αὐτοῖς αἰχμὴν πρὸς Λακεδαιμο‐ νίους, πῶς οὐκ ἐμήδιζον ἀναφανδὸν ἥκοντος οὐδ’,
10εἰ μὴ συστρατεύειν ἐβούλοντο βασιλεῖ, τὴν γοῦν Λακωνικὴν ὑπολειπόμενοι κακῶς ἐποίουν, ἢ Θυρέας ἥπτοντο πάλιν ἢ τρόπον ἄλλον ἀντελαμβάνοντο καὶ

864

A

παρηνώχλουν Λακεδαιμονίοις, μέγα βλάψαι δυνά‐ μενοι τοὺς Ἕλληνας, εἰ μὴ παρῆκαν εἰς Πλαταιὰς ἐκείνους ἐκστρατεῦσαι τοσούτοις ὁπλίταις; Ἀλλ’ Ἀθηναίους γε μεγάλους ἐνταῦθα τῷ
5λόγῳ πεποίηκε καὶ σωτῆρας ἀνηγόρευκε τῆς Ἑλλά‐ δος· ὀρθῶς γε ποιῶν καὶ δικαίως, εἰ μὴ πολλὰ καὶ βλάσφημα προσῆν τοῖς ἐπαίνοις. νῦν δὲ προδο‐ θῆναι μὲν ἂν λέγων ὑπὸ τῶν ἄλλων Ἑλλήνων Λακεδαιμονίους, “μονωθέντας δ’ ἂν καὶ ἀποδεξα‐
10μένους ἔργα μεγάλα ἀποθανεῖν γενναίως, ἢ πρὸ τού‐ του ὁρῶντας καὶ τοὺς ἄλλους Ἕλληνας μηδίζοντας ὁμολογίῃ ἂν χρήσασθαι πρὸς Ξέρξεα,” δῆλός ἐστιν
οὐ τοῦτο λέγων εἰς τὸν Ἀθηναίων ἔπαινον, ἀλλ’66

864

B

Ἀθηναίους ἐπαινῶν ἵνα κακῶς εἴπῃ τοὺς ἄλλους ἅπαντας. τί γὰρ ἄν τις ἔτι δυσχεραίνοι, Θηβαίους ἀεὶ καὶ Φωκέας πικρῶς αὐτοῦ καὶ κατακόρως ἐξ‐ ονειδίζοντος, ὅπου καὶ τῶν προκινδυνευσάντων ὑπὲρ
5τῆς Ἑλλάδος τὴν γενομένην μὲν οὐ, γενομένην δ’ ἄν, ὡς αὐτὸς εἰκάζει, καταψηφίζεται προδοσίαν; αὐτοὺς δὲ Λακεδαιμονίους ἐν ἀδήλῳ θέμενος, ἐπ‐ ηπόρησεν εἴτ’ ἔπεσον ἂν μαχόμενοι τοῖς πολεμίοις εἴτε παρέδωκαν ἑαυτούς, μικροῖς γε νὴ Δία τεκμη‐
10ρίοις αὐτῶν ἀπιστήσας τοῖς περὶ Θερμοπύλας.

864

C

Διηγούμενος δὲ συμπεσοῦσαν ναυαγίαν ταῖς βασιλικαῖς ναυσὶ καὶ ὅτι “πολλῶν χρημάτων ἐκπε‐ σόντων, Ἀμεινοκλῆς ὁ Κρητίνεω Μάγνης ἀνὴρ ὠφελήθη μεγάλως, χρυσία ἄφατα καὶ χρήματα
5περιβαλόμενος,” οὐδὲ τοῦτον ἄδηκτον παρῆκεν. “ἀλλ’ ὁ μὲν τἄλλα,” φησίν, “οὐκ εὐτυχέων εὑρή‐ μασι μέγα πλούσιος ἐγένετο· ἦν γάρ τις καὶ τοῦτον ἄχαρις συμφορὴ λυπεῦσα παιδοφόνος.” τοῦτο μὲν οὖν παντὶ δῆλον, ὅτι τὰ χρυσᾶ χρήματα καὶ τὰ
10εὑρήματα καὶ τὸν ἐκβρασσόμενον ὑπὸ τῆς θαλάσσης πλοῦτον ἐπεισήγαγε τῇ ἱστορίᾳ χώραν καὶ τόπον ποιῶν, ἐν ᾧ θήσεται τὴν Ἀμεινοκλέους παιδο‐
φονίαν.68

864

D

Ἀριστοφάνους δὲ τοῦ Βοιωτοῦ γράψαντος ὅτι χρήματα μὲν αἰτήσας οὐκ ἔλαβε παρὰ Θηβαίων, ἐπιχειρῶν δὲ τοῖς νέοις διαλέγεσθαι καὶ συσχολά‐ ζειν ὑπὸ τῶν ἀρχόντων ἐκωλύθη δι’ ἀγροικίαν
5αὐτῶν καὶ μισολογίαν, ἄλλο μὲν οὐδέν ἐστι τεκμή‐ ριον· ὁ δ’ Ἡρόδοτος τῷ Ἀριστοφάνει μεμαρτύρηκε, δι’ ὧν τὰ μὲν ψευδῶς, τὰ δὲ διὰ κολακείαν, τὰ δὲ ὡς μισῶν καὶ διαφερόμενος τοῖς Θηβαίοις ἐγ‐ κέκληκε.
10Θεσσαλοὺς μὲν γὰρ ὑπ’ ἀνάγκης ἀποφαίνεται

864

E

μηδίσαι τὸ πρῶτον, ἀληθῆ λέγων· καὶ περὶ τῶν ἄλλων Ἑλλήνων μαντευόμενος ὡς προδόντων ἂν Λακεδαιμονίους ὑπεῖπεν ὡς “οὐχ ἑκόντων ἀλλ’ ὑπ’ ἀνάγκης ἁλισκομένων κατὰ πόλεις.” Θηβαίοις δὲ
5τῆς αὐτῆς ἀνάγκης οὐ δίδωσι τὴν αὐτὴν συγγνώμην. καίτοι πεντακοσίους μὲν εἰς τὰ Τέμπη καὶ Μναμίαν στρατηγὸν ἔπεμψαν, εἰς δὲ Θερμοπύλας ὅσους ᾔτησε Λεωνίδας, οἳ καὶ μόνοι σὺν Θεσπιεῦσι παρ‐ έμειναν αὐτῷ, τῶν ἄλλων ἀπολιπόντων μετὰ τὴν
10κύκλωσιν. ἐπεὶ δὲ τῶν παρόδων κρατήσας ὁ βάρ‐

864

F

βαρος ἐν τοῖς ὅροις ἦν καὶ Δημάρατος ὁ Σπαρτιάτης διὰ ξενίας εὔνους ὢν Ἀτταγίνῳ τῷ προεστῶτι τῆς ὀλιγαρχίας διεπράξατο φίλον βασιλέως γενέσθαι καὶ ξένον, οἱ δ’ Ἕλληνες ἐν ταῖς ναυσὶν ἦσαν, πεζῇ δ’70
5οὐδεὶς προσήλαυνεν, οὕτω προσεδέξαντο τὰς δια‐ λύσεις ὑπὸ τῆς μεγάλης ἀνάγκης ἐγκαταληφθέντες. οὔτε γὰρ θάλασσα καὶ νῆες αὐτοῖς παρῆσαν ὡς Ἀθηναίοις, οὔτ’ ἀπωτάτω κατῴκουν ὡς Σπαρ‐ τιᾶται τῆς Ἑλλάδος ἐν μυχῷ, μιᾶς δ’ ἡμέρας ὁδὸν
10καὶ ἡμισείας ἀπέχοντι τῷ Μήδῳ συστάντες ἐπὶ τῶν στενῶν καὶ διαγωνισάμενοι μετὰ μόνων Σπαρτια‐

865

A

τῶν καὶ Θεσπιέων ἠτύχησαν. ὁ δὲ συγγραφεὺς οὕτως ἐστὶ δίκαιος, ὥστε “Λακεδαιμονίους μὲν μο‐ νωθέντας καὶ γενομένους συμμάχων ἐρήμους τυχὸν ἄν,” φησιν, “ὁμολογίῃ χρήσασθαι πρὸς Ξέρξεα”·
5Θηβαίοις δὲ ταὐτὸ διὰ τὴν αὐτὴν ἀνάγκην παθοῦσι λοιδορεῖται. τὸ δὲ μέγιστον καὶ κάλλιστον ἔργον ἀνελεῖν μὴ δυνηθεὶς ὡς οὐ πραχθὲν αὐτοῖς, αἰτίᾳ φαύλῃ καὶ ὑπονοίᾳ διαλυμαινόμενος ταῦτ’ ἔγραφεν· “οἱ μέν νυν ξύμμαχοι ἀποπεμπόμενοι ᾤχοντό τε
10ἀπιόντες καὶ ἐπείθοντο Λεωνίδῃ· Θεσπιέες δὲ καὶ Θηβαῖοι κατέμειναν μοῦνοι παρὰ Λακεδαιμονίοισι.

865

B

τούτων δὲ Θηβαῖοι μὲν ἀέκοντες ἔμενον καὶ οὐ βουλόμενοι· κατεῖχε γάρ σφεας Λεωνίδης ἐν ὁμή‐
ρων λόγῳ ποιεύμενος· Θεσπιέες δὲ ἑκόντες μά‐ λιστα, οἳ οὐδαμᾶ ἔφασαν ἀπολιπόντες Λεωνίδην72
5καὶ τοὺς μετὰ τούτου ἀπαλλάξεσθαι.” Εἶτ’ οὐ δῆλός ἐστιν ἰδίαν τινὰ πρὸς Θηβαίους ἔχων ὀργὴν καὶ δυσμένειαν, ὑφ’ ἧς οὐ μόνον δι‐ έβαλε ψευδῶς καὶ ἀδίκως τὴν πόλιν, ἀλλ’ οὐδὲ τοῦ πιθανοῦ τῆς διαβολῆς ἐφρόντισεν, οὐδ’ ὅπως αὐτὸς
10ἑαυτῷ τἀναντία λέγων παρ’ ὀλίγους ἀνθρώπους οὐ φανεῖται συνειδώς; προειπὼν γὰρ ὡς “ὁ Λεω‐

865

C

νίδης, ἐπεί τ’ ᾔσθετο τοὺς συμμάχους ἐόντας ἀπρο‐ θύμους καὶ οὐκ ἐθέλοντας συγκινδυνεύειν, κελεύσαι σφέας ἀπαλλάττεσθαι,” πάλιν μετ’ ὀλίγον λέγει τοὺς Θηβαίους ἄκοντας αὐτὸν κατασχεῖν, οὓς εἰκὸς
5ἦν ἀπελάσαι καὶ βουλομένους παραμένειν, εἰ μη‐ δίζειν αἰτίαν εἶχον. ὅπου γὰρ οὐκ ἐδεῖτο τῶν μὴ προθύμων, τί χρήσιμον ἦν ἀναμεμίχθαι μαχομένοις ἀνθρώπους ὑπόπτους; οὐ γὰρ δὴ φρένας εἶχε τοιαύτας ὁ τῶν Σπαρτιατῶν βασιλεὺς καὶ τῆς
10Ἑλλάδος ἡγεμών, ὥστε “κατέχειν ἐν ὁμήρων λόγῳ” τοῖς τριακοσίοις τοὺς τετρακοσίους ὅπλ’ ἔχοντας καὶ προσκειμένων ἔμπροσθεν ἤδη καὶ ὄπι‐ σθεν ἅμα τῶν πολεμίων. καὶ γὰρ εἰ πρότερον ἐν

865

D

ὁμήρων λόγῳ ποιούμενος ἦγεν αὐτούς, ἔν γε τοῖς
ἐσχάτοις εἰκὸς ἦν καιροῖς ἐκείνους τε Λεωνίδα μη‐ δὲν φροντίσαντας ἀπαλλαγῆναι καὶ Λεωνίδαν δεῖσαι τὴν ὑπ’ ἐκείνων μᾶλλον ἢ τῶν βαρβάρων κύκλωσιν.74
5 Ἄνευ δὲ τούτων, πῶς οὐ γελοῖος ὁ Λεωνίδας, τοὺς μὲν ἄλλους Ἕλληνας ἀπιέναι κελεύων ὡς αὐτίκα μάλα τεθνηξομένους, Θηβαίους δὲ κωλύων ὡς ὑπ’ αὐτοῦ φυλάττοιντο τοῖς Ἕλλησιν ἀποθνή‐ σκειν μέλλοντος; εἰ γὰρ ὡς ἀληθῶς ἐν ὁμήρων
10λόγῳ, μᾶλλον δ’ ἀνδραπόδων, περιῆγε τοὺς ἄνδρας, οὐ κατέχειν ὤφειλεν αὐτοὺς μετὰ τῶν ἀπολου‐ μένων, ἀλλὰ παραδοῦναι τοῖς ἀπιοῦσι τῶν Ἑλλή‐

865

E

νων. ὃ δὲ λοιπὸν ἦν τῶν αἰτίων εἰπεῖν, “ἴσως δὲ ἀπολουμένους κατεῖχε,” καὶ τοῦτ’ ἀνῄρηκεν ὁ συγ‐ γραφεύς, οἷς περὶ τῆς φιλοτιμίας τοῦ Λεωνίδου κατὰ λέξιν εἴρηκε· “ταῦτα δὲ δὴ ἐπιλεγόμενον
5Λεωνίδεα καὶ βουλόμενον καταθέσθαι κλέος μού‐ νων Σπαρτιητέων ἀποπέμψαι τοὺς συμμάχους μᾶλ‐ λον ἢ τῇσι γνώμῃσι διενεχθέντας.” ὑπερβολὴ γὰρ εὐηθείας ἦν, ἧς ἀπήλαυνε δόξης τοὺς συμμάχους

865

F

κατέχειν μεθέξοντας τοὺς πολεμίους. ὅτι τοίνυν οὐ διεβέβλητο τοῖς Θηβαίοις ὁ Λεωνίδας, ἀλλὰ καὶ
φίλους ἐνόμιζε βεβαίους, ἐκ τῶν πεπραγμένων δῆ‐ λόν ἐστι. καὶ γὰρ παρῆλθεν εἰς Θήβας ἄγων τὸ76
5στράτευμα καὶ δεηθεὶς ἔτυχεν οὗ μηδὲ εἷς ἄλλος, ἐν τῷ ἱερῷ κατακοιμηθῆναι τοῦ Ἡρακλέους, καὶ τὴν ὄψιν ἣν εἶδεν ὄναρ ἐξήγγειλε τοῖς Θηβαίοις· ἔδοξε γὰρ ἐν θαλάσσῃ πολὺν ἐχούσῃ καὶ τραχὺν κλύδωνα τὰς ἐπιφανεστάτας καὶ μεγίστας πόλεις τῆς Ἑλλά‐
10δος ἀνωμάλως διαφέρεσθαι καὶ σαλεύειν, τὴν δὲ Θηβαίων ὑπερέχειν τε πασῶν καὶ μετέωρον ἀρ‐ θῆναι πρὸς τὸν οὐρανὸν εἶτ’ ἐξαίφνης ἀφανῆ γενέ‐ σθαι· καὶ ταῦτα μὲν ἦν ὅμοια τοῖς ὕστερον χρόνῳ πολλῷ συμπεσοῦσι περὶ τὴν πόλιν.

866

A

Ὁ δ’ Ἡρόδοτος ἐν τῇ διηγήσει τῆς μάχης καὶ τοῦ Λεωνίδου τὴν μεγίστην ἠμαύρωκε πρᾶξιν, αὐτοῦ πεσεῖν πάντας εἰπὼν ἐν τοῖς στενοῖς περὶ τὸν Κολωνόν· ἐπράχθη δ’ ἄλλως. ἐπεὶ γὰρ ἐπύθοντο
5νύκτωρ τὴν περίοδον τῶν πολεμίων, ἀναστάντες ἐβάδιζον ἐπὶ τὸ στρατόπεδον καὶ τὴν σκηνὴν ὀλίγου δεῖν βασιλέως, ὡς ἐκεῖνον αὐτὸν ἀποκτενοῦντες καὶ περὶ ἐκείνῳ τεθνηξόμενοι· μέχρι μὲν οὖν τῆς σκη‐ νῆς ἀεὶ τὸν ἐμποδὼν φονεύοντες, τοὺς δ’ ἄλλους
10τρεπόμενοι προῆλθον· ἐπεὶ δ’ οὐχ εὑρίσκετο Ξέρξης,

866

B

ζητοῦντες ἐν μεγάλῳ καὶ ἀχανεῖ στρατεύματι καὶ πλανώμενοι μόλις ὑπὸ τῶν βαρβάρων πανταχόθεν περιχυθέντων διεφθάρησαν. ὅσα δ’ ἄλλα πρὸς τούτῳ τολμήματα καὶ ῥήματα τῶν Σπαρτιατῶν
5παραλέλοιπεν, ἐν τῷ Λεωνίδου βίῳ γραφήσεται· μικρὰ δ’ οὐ χεῖρόν ἐστι καὶ νῦν διελθεῖν. ἀγῶνα μὲν γὰρ ἐπιτάφιον αὐτῶν ἠγωνίσαντο πρὸ τῆς ἐξόδου καὶ τοῦτον ἐθεῶντο πατέρες αὐτῶν καὶ μητέρες· αὐτὸς δ’ ὁ Λεωνίδας πρὸς μὲν τὸν εἰπόντα78
10παντελῶς ὀλίγους ἐξάγειν αὐτὸν ἐπὶ τὴν μάχην “πολλοὺς μέν,” ἔφη, “τεθνηξομένους”· πρὸς δὲ τὴν γυναῖκα, πυνθανομένην ἐξιόντος εἴ τι λέγοι,

866

C

μεταστραφεὶς εἶπεν· “ἀγαθοῖς γαμεῖσθαι κἀγαθὰ τίκτειν.” ἐν δὲ Θερμοπύλαις μετὰ τὴν κύκλωσιν δύο τῶν ἀπὸ γένους ὑπεξελέσθαι βουλόμενος ἐπιστο‐ λὴν ἐδίδου τῷ ἑτέρῳ καὶ ἔπεμπεν· ὁ δ’ οὐκ ἐδέξατο
5φήσας μετ’ ὀργῆς· “μαχατάς τοι, οὐκ ἀγγελια‐ φόρος, εἱπόμαν”· τὸν δ’ ἕτερον ἐκέλευεν εἰπεῖν τι πρὸς τὰ τέλη τῶν Σπαρτιατῶν· ὁ δ’ ἀπεκρίνατο, 〈“κρείσσων ἐγὼ μένων καὶ κρείσσον’ ἐμοῦ μένον‐ τοσ〉 τὰ πράγματα,” καὶ τὴν ἀσπίδα λαβὼν εἰς
10τάξιν κατέστη. Ταῦτ’ οὐκ ἄν τις ἐπετίμησεν ἄλλου παραλιπόντος· ὁ δὲ τὴν Ἀμάσιδος ἀποψόφησιν καὶ τὴν τῶν ὄνων τοῦ κλέπτου προσέλασιν καὶ τὴν τῶν ἀσκῶν ἐπί‐
δοσιν καὶ πόλλ’ ἄλλα τοιαῦτα συναγαγὼν καὶ80

866

D

διαμνημονεύων, οὐκ ἀμελείᾳ δόξειεν ἂν καὶ ὑπερ‐ οψίᾳ προΐεσθαι καλὰ μὲν ἔργα καλὰς δὲ φωνάς, ἀλλ’ οὐκ εὐμενὴς ὢν πρὸς ἐνίους οὐδὲ δίκαιος. Τοὺς δὲ Θηβαίους πρῶτον μέν φησι “μετὰ
5τῶν Ἑλλήνων ἐόντας μάχεσθαι ὑπ’ ἀνάγκης ἐχομέ‐ νους”· οὐ γὰρ μόνον Ξέρξης, ὡς ἔοικεν, ἀλλὰ καὶ Λεωνίδας μαστιγοφόρους εἶχεν ἑπομένους, ὑφ’ ὧν οἱ Θηβαῖοι παρὰ γνώμην ἠναγκάζοντο μαστιγού‐ μενοι μάχεσθαι. καὶ τίς ἂν ὠμότερος τούτου γέ‐
10νοιτο συκοφάντης, ὃς μάχεσθαι μὲν ὑπ’ ἀνάγκης φησὶ τοὺς ἀπελθεῖν καὶ φεύγειν δυναμένους, μη‐ δίσαι δ’ ἑκόντας οἷς οὐδεὶς παρῆν βοηθῶν; ἑξῆς δὲ τούτοις γέγραφεν ὅτι “τῶν ἄλλων ἐπειγομένων

866

E

ἐπὶ τὸν Κολωνὸν ἀποσχισθέντες οἱ Θηβαῖοι χεῖράς τε προέτειναν καὶ ᾖσαν ἆσσον τῶν βαρβάρων, λέ‐ γοντες τὸν ἀληθέστατον τῶν λόγων, ὡς μηδίσειαν καὶ γῆν τε καὶ ὕδωρ ἔδοσαν βασιλεῖ, ὑπὸ δ’ ἀν‐
5άγκης ἐχόμενοι εἰς Θερμοπύλας ἀπικέατο καὶ ἀναίτιοι εἶεν τοῦ τρώματος τοῦ γενομένου βασιλεῖ· ταῦτα λέγοντες περιεγένοντο· εἶχον γὰρ καὶ Θεσ‐ σαλοὺς τούτων τῶν λόγων μάρτυρας.” ὅρα διὰ τοσούτων ἐν βαρβάροις κραυγαῖς καὶ παμμιγέσι
10θορύβοις καὶ φυγαῖς καὶ διώξεσιν ἀκουομένην δικαιολογίαν καὶ μαρτύρων ἀνάκρισιν καὶ Θεσσα‐ λοὺς μεταξὺ τῶν φονευομένων καὶ πατουμένων ὑπ’

866

F

ἀλλήλων παρὰ τὰ στενὰ Θηβαίοις συνδικοῦντας,
ὅτι τῆς Ἑλλάδος αὐτοὺς κρατοῦντας ἄχρι Θεσπιέων ἔναγχος ἐξήλασαν μάχῃ περιγενόμενοι καὶ τὸν ἄρχοντα Λατταμύαν ἀποκτείναντες. ταῦτα γὰρ82
5ὑπῆρχε Βοιωτοῖς τότε καὶ Θεσσαλοῖς πρὸς ἀλλή‐ λους, ἐπιεικὲς δὲ καὶ φιλάνθρωπον οὐδέν. Ἀλλὰ δὴ τῶν Θεσσαλῶν μαρτυρούντων, πῶς περιεγένοντο Θηβαῖοι; “τοὺς μὲν αὐτῶν ἀπέκτει‐ ναν οἱ βάρβαροι προσιόντας,” ὡς αὐτὸς εἴρηκε,
10“τοὺς δὲ πλεῦνας, κελεύσαντος Ξέρξεω, ἔστιξαν στίγματα βασιλήια, ἀρξάμενοι ἀπὸ τοῦ στρατηγοῦ

867

A

Λεοντιάδεω.” ἀλλ’ οὔτε Λεοντιάδης ἐν Θερμο‐ πύλαις ἦν στρατηγός, ἀλλ’ Ἀνάξανδρος, ὡς Ἀρι‐ στοφάνης ἐκ τῶν κατ’ ἄρχοντας ὑπομνημάτων ἱστόρησε καὶ Νίκανδρος ὁ Κολοφώνιος· οὔτε γινώ‐
5σκει τις ἀνθρώπων πρὸ Ἡροδότου στιχθέντας ὑπὸ Ξέρξου Θηβαίους. ἐπεὶ μέγιστον ἦν ἀπολόγημα τῆς διαβολῆς καὶ καλῶς εἶχε τὴν πόλιν ἀγάλλεσθαι τοῖς στίγμασιν ἐκείνοις, ὡς Ξέρξου δικάσαντος ἐχθίστοις χρήσασθαι Λεωνίδῃ καὶ Λεοντιάδῃ· τοῦ
10μὲν γὰρ ᾐκίσατο πεπτωκότος τὸ σῶμα, τοῦ δὲ
ζῶντος ἔστιξεν. ὁ δὲ τὴν μὲν εἰς Λεωνίδαν ὠμό‐84

867

B

τητα δήλωμα ποιούμενος, ὅτι μάλιστα δὴ ἀνδρῶν ὁ βάρβαρος ἐθυμώθη ζῶντι Λεωνίδῃ, Θηβαίους δὲ καὶ μηδίζοντας λέγων ἐν Θερμοπύλαις στιχθῆναι καὶ στιχθέντας αὖθις ἐν Πλαταιαῖς μηδίζειν προ‐
5θύμως δοκεῖ μοι, καθάπερ Ἱπποκλείδης ὁ τοῖς σκέλεσι χειρονομῶν ἐπὶ τῆς τραπέζης, εἰπεῖν ἂν ἐξορχούμενος τὴν ἀλήθειαν· “οὐ φροντὶς Ἡρο‐ δότῳ.” Ἐν δὲ τῇ ὀγδόῃ τοὺς Ἕλληνάς φησι κατα‐
10δειλιάσαντας ἀπὸ τοῦ Ἀρτεμισίου δρησμὸν βου‐ λεύεσθαι ἔσω εἰς τὴν Ἑλλάδα, καὶ τῶν Εὐβοέων δεομένων ὀλίγον ἐπιμεῖναι χρόνον, ὅπως ὑπεκ‐ θοῖντο γενεὰς καὶ τὸ οἰκετικόν, ὀλιγωρεῖν, ἄχρι οὗ

867

C

Θεμιστοκλῆς ἀργύριον λαβὼν Εὐρυβιάδῃ τε μετ‐ έδωκε καὶ Ἀδειμάντῳ τῷ Κορινθίων στρατηγῷ· τότε δὲ μεῖναι καὶ διαναυμαχῆσαι πρὸς τοὺς βαρ‐ βάρους. ὁ μὲν Πίνδαρος, οὐκ ὢν συμμάχου πόλεως
5ἀλλὰ μηδίζειν αἰτίαν ἐχούσης, ὅμως τοῦ Ἀρτεμι‐ σίου μνησθεὶς ἐπιπεφώνηκεν·
6
ὅθι παῖδες Ἀθαναίων ἐβάλοντο φαεννὰν
κρηπῖδ’ ἐλευθερίας.
8 Ἡρόδοτος δέ, ὑφ’ οὗ κεκοσμῆσθαί τινες ἀξιοῦσι τὴν
10Ἑλλάδα, δωροδοκίας καὶ κλοπῆς ἔργον ἀποφαίνει τὴν νίκην ἐκείνην γενομένην καὶ τοὺς Ἕλληνας
ἀκουσίως ἀγωνισαμένους, ὑπὸ τῶν στρατηγῶν ἐξ‐ απατηθέντας ἀργύριον λαβόντων. καὶ τοῦτο τὸ86

867

D

πέρας οὐ γέγονεν αὐτῷ τῆς κακοηθείας· ἀλλὰ πάντες μὲν ἄνθρωποι σχεδὸν ὁμολογοῦσι ταῖς ναυ‐ μαχίαις αὐτόθι κρατοῦντας τοὺς Ἕλληνας ὅμως ὑφέσθαι τοῦ Ἀρτεμισίου τοῖς βαρβάροις, τὰ περὶ
5Θερμοπύλας ἀκούσαντας· οὐδὲ γὰρ ἦν ὄφελος ἐνταῦθα καθημένους φρουρεῖν τὴν θάλασσαν, ἐντὸς Πυλῶν τοῦ πολέμου γεγονότος καὶ Ξέρξου τῶν παρόδων κρατοῦντος. Ἡρόδοτος δέ, πρὶν ἀπαγ‐ γελῆναι τὸν Λεωνίδου θάνατον, ἤδη ποιεῖ τοὺς
10Ἕλληνας βουλευομένους ἀποδιδράσκειν· λέγει δ’ οὕτως· “τρηχέως δὲ περιεφθέντες, καὶ οὐχ ἥκιστα

867

E

Ἀθηναῖοι, τῶν αἱ ἡμίσειαι τῶν νεῶν τετρωμέναι ἦσαν, δρησμὸν ἐβούλευον εἰς τὴν Ἑλλάδα.” καίτοι τὴν πρὸ τοῦ ἀγῶνος ἀναχώρησιν οὕτως ὀνομάσαι, μᾶλλον δ’ ὀνειδίσαι, δεδόσθω· ὁ δὲ καὶ
5πρότερον δρασμὸν εἶπε καὶ νῦν δρασμὸν ὀνομάζει καὶ μετ’ ὀλίγον πάλιν ἐρεῖ δρασμόν· οὕτω πικρῶς τῷ ῥήματι προσπέφυκε. “τοῖς δὲ βαρβάροισιν αὐτίκα μετὰ ταῦτα πλοίῳ ἦλθεν ἀνὴρ Ἑστιαιεύς, ἀγγέλλων τὸν δρησμὸν τὸν ἀπ’ Ἀρτεμισίου τῶν
10Ἑλλήνων· οἱ δὲ ὑπὸ ἀπιστίης τὸν μὲν ἀγγέλλοντα εἶχον ἐν φυλακῇ, νέας δὲ ταχείας ἀπέστειλαν προ‐ κατοψομένας.”
Τί σὺ λέγεις; ἀποδιδράσκειν ὡς κεκρατημένους,88

867

F

οὓς οἱ πολέμιοι μετὰ τὴν μάχην ἀπιστοῦσι φεύγειν ὡς πολὺ κρατοῦντας; εἶτα πιστεύειν ἄξιον τούτῳ γράφοντι περὶ ἀνδρὸς ἢ πόλεως μιᾶς, ὃς ἑνὶ ῥήματι τὸ νίκημα τῆς Ἑλλάδος ἀφαιρεῖται καὶ τὸ τρόπαιον
5καθαιρεῖ καὶ τὰς ἐπιγραφάς, ἃς ἔθεντο παρὰ τῇ Ἀρτέμιδι τῇ Προσηῴᾳ, κόμπον ἀποφαίνει καὶ ἀλαζονείαν; ἔχει δ’ οὕτω τοὐπίγραμμα·
7 παντοδαπῶν ἀνδρῶν γενεὰς Ἀσίας ἀπὸ χώρας
παῖδες Ἀθηναίων τῷδέ ποτ’ ἐν πελάγει
10ναυμαχίᾳ δαμάσαντες, ἐπεὶ στρατὸς ὤλετο Μή‐
δων, σήματα ταῦτ’ ἔθεσαν παρθένῳ Ἀρτέμιδι.
12

868

A

ἐν μὲν οὖν ταῖς μάχαις οὐκ ἔταξε τοὺς Ἕλληνας οὐδ’ ἐδήλωσεν ἣν ἑκάστη πόλις ἔχουσα χώραν ἐναυ‐ μάχησε, κατὰ δὲ τὸν ἀπόπλουν, ὃν αὐτὸς δρασμὸν προσαγορεύει, πρώτους φησὶ Κορινθίους πλεῖν
5ὑστάτους δ’ Ἀθηναίους. Ἔδει μὲν οὖν μηδὲ τοῖς μηδίσασιν Ἑλλήνων ἄγαν ἐπεμβαίνειν, καὶ ταῦτα Θούριον μὲν ὑπὸ τῶν ἄλλων νομιζόμενον αὐτὸν δὲ Ἁλικαρνασέων περι‐ εχόμενον, οἳ Δωριεῖς ὄντες μετὰ τῆς γυναικωνίτιδος
10ἐπὶ τοὺς Ἕλληνας ἐστράτευσαν.
Ὁ δὲ τοσοῦτον ἀποδεῖ τοῦ πραότερον ὀνομάζειν90

868

B

τὰς τῶν μηδισάντων ἀνάγκας, ὥστε περὶ Θεσσαλῶν διηγησάμενος ὅτι Φωκεῦσιν, ἐχθροῖς καὶ πολεμίοις οὖσι, προσέπεμψαν ἐπαγγελλόμενοι τὴν χώραν αὐ‐ τῶν ἀβλαβῆ διαφυλάξειν, εἰ πεντήκοντα τάλαντα
5μισθὸν λάβοιεν, ταῦτα περὶ Φωκέων γέγραφεν αὐ‐ τοῖς ὀνόμασιν· “οἱ γὰρ Φωκεῖς μοῦνοι τῶν ταύτῃ ἀνθρώπων οὐκ ἐμήδιζον, κατ’ ἄλλο μὲν οὐδέν, ὡς ἐγὼ συμβαλλόμενος εὑρίσκω, κατὰ δὲ τὸ ἔχθος τὸ Θεσσαλῶν· εἰ δὲ Θεσσαλοὶ τὰ Ἑλλήνων ηὖξον,
10ὡς ἐμοὶ δοκεῖ, ἐμήδιζον ἂν οἱ Φωκεῖς.” καίτοι μετὰ μικρὸν αὐτὸς ἐρεῖ τρισκαίδεκα πόλεις τῶν Φωκέων ὑπὸ τοῦ βαρβάρου κατακεκαῦσθαι, δι‐

868

C

εφθάρθαι τὴν χώραν, ἐμπεπρῆσθαι τὸ ἐν Ἄβαις ἱερόν, ἄνδρας ἀπολωλέναι καὶ γυναῖκας, ὅσοι μὴ διαφυγόντες ἔφθησαν εἰς τὸν Παρνασόν. ἀλλ’ ὅμως τοὺς τὰ ἔσχατα παθεῖν ἐπὶ τῷ μὴ προέσθαι τὸ
5καλὸν ὑπομείναντας εἰς τὴν αὐτὴν ἔθετο κακίαν τοῖς προθυμότατα μηδίσασι· καὶ τὰ ἔργα τῶν ἀνδρῶν ψέξαι μὴ δυνηθείς, αἰτίας ἐκάθητο φαύλας καὶ ὑπονοίας ἐπὶ τοῦ γραφείου συντιθεὶς κατ’ αὐτῶν καὶ κελεύων οὐκ ἀφ’ ὧν ἔπραξαν, ἀλλ’ ἀφ’
10ὧν ἔπραξαν ἂν εἰ μὴ ταῦτα Θεσσαλοῖς ἔδοξε, κρίνεσθαι τὴν διάνοιαν αὐτῶν, ὥσπερ χώρας ἀντ‐

868

D

ειλημμένης ὑφ’ ἑτέρων τῆς προδοσίας ἀπολει‐
φθέντας. Εἰ τοίνυν Θεσσαλούς τις ἐπιχειρεῖ τοῦ μηδισμοῦ παραιτεῖσθαι, λέγων ὡς οὐ ταῦτ’ ἐβούλοντο, τῇ δὲ92
5πρὸς Φωκέας διαφορᾷ τοῖς Ἕλλησι προστιθεμένους ὁρῶντες αὐτοὶ παρὰ γνώμην ἐμήδισαν, ἆρ’ οὐκ ἂν αἴσχιστα κολακεύειν ἔδοξε καὶ πρὸς ἑτέρων χάριν αἰτίας χρηστὰς ἐπὶ πράγμασι φαύλοις πορίζων δια‐ στρέφειν τὴν ἀλήθειαν; ἐγὼ μὲν οἶμαι. πῶς οὖν
10οὐ περιφανέστατα δόξει συκοφαντεῖν ὁ μὴ δι’ ἀρετὴν τὰ βέλτιστα Φωκεῖς ἑλομένους ἀποφαινό‐ μενος, ἀλλ’ ὅτι τἀναντία Θεσσαλοὺς ἔγνωσαν φρο‐

868

E

νοῦντας; οὐδὲ γὰρ εἰς ἑτέρους, ὥσπερ εἴωθεν, ἀνάγει τὴν διαβολὴν ἀκηκοέναι λέγων ἀλλ’ αὐτὸς εὑρίσκειν συμβαλλόμενος. εἰπεῖν οὖν ἔδει τὰ τεκ‐ μήρια, δι’ ὧν ἐπείσθη τοὺς ὅμοια πράττοντας τοῖς
5ἀρίστοις ταὐτὰ τοῖς φαυλοτάτοις διανοηθῆναι. Τὸ γὰρ τῆς ἔχθρας γελοῖόν ἐστιν· οὔτε γὰρ Αἰγι‐ νήτας ἐκώλυσεν ἡ πρὸς Ἀθηναίους διαφορὰ καὶ Χαλκιδεῖς ἡ πρὸς Ἐρετριέας καὶ Κορινθίους ἡ πρὸς Μεγαρέας τῇ Ἑλλάδι συμμαχεῖν· οὐδ’ αὖ πάλιν
10Θεσσαλοὺς μηδίζοντες οἱ πολεμιώτατοι Μακεδόνες τῆς πρὸς τὸν βάρβαρον φιλίας ἀπέστρεψαν. τὰς γὰρ ἰδίας ἀπεχθείας ὁ κοινὸς ἀπέκρυψε κίνδυνος, ὥστε τῶν ἄλλων παθῶν ἐκπεσόντας ἢ τῷ καλῷ δι’

868

F

ἀρετὴν ἢ τῷ συμφέροντι δι’ ἀνάγκην προστίθεσθαι
τὴν γνώμην. οὐ μὴν ἀλλὰ καὶ μετὰ τὴν ἀνάγκην ἐκείνην, ᾗ κατελήφθησαν ὑπὸ Μήδοις γενέσθαι, πάλιν μετεβάλοντο πρὸς τοὺς Ἕλληνας οἱ ἄνδρες,94
5καὶ Λακράτης μὲν αὐτοῖς ὁ Σπαρτιάτης ἄντικρυς ἐμαρτύρησεν· αὐτὸς δ’ ὁ Ἡρόδοτος ὥσπερ ἐκβια‐ σθεὶς ἐν τοῖς Πλαταιικοῖς ὁμολογεῖ καὶ Φωκέας παραγενέσθαι τοῖς Ἕλλησιν. Οὐ δεῖ δὲ θαυμάζειν εἰ τοῖς ἀτυχήσασιν
10ἔγκειται πικρῶς, ὅπου καὶ τοὺς παραγενομένους

869

A

καὶ συγκινδυνεύσαντας εἰς τὴν τῶν πολεμίων με‐ ρίδα καὶ προδοτῶν μετατίθησι. “Νάξιοι γὰρ τρεῖς ἔπεμψαν τριήρεις συμμάχους τοῖς βαρβάροις, εἷς δὲ τῶν τριηράρχων Δημόκριτος ἔπεισε τοὺς
5ἄλλους ἑλέσθαι τὰ τῶν Ἑλλήνων.” οὕτως οὐδ’ ἐπαινεῖν ἄνευ τοῦ ψέγειν οἶδεν, ἀλλ’ ἵν’ εἷς ἀνὴρ ἐγκωμιασθῇ, πόλιν ὅλην δεῖ κακῶς ἀκοῦσαι καὶ δῆμον. μαρτυρεῖ δ’ αὐτοῖς τῶν μὲν πρεσβυτέρων Ἑλλάνικος τῶν δὲ νεωτέρων Ἔφορος, ὁ μὲν ἓξ ὁ
10δὲ πέντε ναυσὶ τοὺς Ναξίους ἐλθεῖν τοῖς Ἕλλησι βοηθοῦντας ἱστορήσας. αὐτὸς δὲ καὶ παντάπασιν ἑαυτὸν ὁ Ἡρόδοτος ἐξελέγχει ταῦτα πλαττόμενον.

869

B

οἱ μὲν γὰρ Ναξίων ὡρογράφοι λέγουσι καὶ πρό‐ τερον Μεγαβάτην ἀπώσασθαι ναυσὶ διακοσίαις ἐπι‐
πλεύσαντα τῇ νήσῳ, καὶ Δᾶτιν αὖθις τὸν στρατηγὸν ἐξελάσαι καταπρήσαντα 〈τὰ ἱερά, αὐτοὺς δὲ96
5Ναξίους οὐδὲν ἐπιχειρήσαντα〉 ποιῆσαι κακόν. εἰ δέ, ὡς Ἡρόδοτος εἴρηκεν ἀλλαχόθι, τὴν μὲν πόλιν αὐτῶν ἐμπρήσαντες διέφθειραν, οἱ δ’ ἄνθρωποι καταφυγόντες εἰς τὰ ὄρη διεσώθησαν, ἦπου καλὴν αἰτίαν εἶχον τοῖς ἀπολέσασι τὴν πατρίδα πέμπειν
10βοήθειαν, ἀλλὰ μὴ τοῖς ἀμυνομένοις ὑπὲρ τῆς κοινῆς ἐλευθερίας ἀμύνειν. ὅτι δ’ οὐκ ἐπαινέσαι βουληθεὶς Δημόκριτον, ἀλλ’ ἐπ’ αἰσχύνῃ Ναξίων

869

C

συνέθηκε τὸ ψεῦδος, δῆλός ἐστι τῷ παραλιπεῖν ὅλως καὶ παρασιωπῆσαι τὸ Δημοκρίτου κατόρθωμα καὶ τὴν ἀριστείαν, ἣν ἐπιγράμματι Σιμωνίδης ἐδήλωσε
3 Δημόκριτος τρίτος ἦρξε μάχης, ὅτε πὰρ Σαλα‐
5
μῖνα Ἕλληνες Μήδοις σύμβαλον ἐν πελάγει· πέντε δὲ νῆας ἕλεν δηίων, ἕκτην δ’ ὑπὸ χεῖρα ῥύσατο βαρβαρικὴν Δωρίδ’ ἁλισκομένην.
8 Ἀλλὰ τί ἄν τις ἀγανακτοίη περὶ Ναξίων; εἰ
10γάρ εἰσιν ἀντίποδες ἡμῶν, ὥσπερ ἔνιοι λέγουσι, τῆς γῆς τὰ κάτω περιοικοῦντες, οἶμαι μηδ’ ἐκείνους ἀνηκόους εἶναι Θεμιστοκλέους καὶ τοῦ Θεμιστο‐ κλέους βουλεύματος, ὃ βουλεύσας τῇ Ἑλλάδι ναυ‐

869

D

μαχῆσαι πρὸ τῆς Σαλαμῖνος ἱδρύσατο ναὸν Ἀρι‐
στοβούλης Ἀρτέμιδος ἐν Μελίτῃ, τοῦ βαρβάρου καταπολεμηθέντος. τοῦτο μὲν τοῦ Θεμιστοκλέους ὁ χαρίεις συγγραφεὺς ὅσον ἐφ’ ἑαυτῷ παραιρού‐98
5μενος καὶ τὴν δόξαν εἰς ἕτερον μεταφέρων ταῦτα γράφει κατὰ λέξιν· “ἐνταῦθα δὲ Θεμιστοκλέα ἀφ‐ ικόμενον ἐπὶ τὴν νέα εἴρετο Μνησίφιλος ἀνὴρ Ἀθη‐ ναῖος, ὅ τι σφιν εἴη βεβουλευμένον· πυθόμενος δὲ πρὸς αὐτοῦ, ὡς ἐστὶ δεδογμένον ἀνάγειν τὰς νέας
10πρὸς τὸν Ἰσθμὸν καὶ πρὸ τῆς Πελοποννήσου ναυ‐ μαχέειν, εἶπε· ‘οὐκ ἄρα, ἢν ἀπαίρωσι τὰς νέας ἀπὸ Σαλαμῖνος, οὐδὲ περὶ μιῆς ἔτι πατρίδος ναυ‐ μαχήσεις· κατὰ γὰρ πόλεις ἕκαστοι τρέψονται‘”

869

E

(καὶ μετ’ ὀλίγον) ”‘ἀλλὰ εἴ τις ἔστι μηχανή, ἴθι τε καὶ πειρῶ διαχέαι τὰ βεβουλευμένα, ἤν κως δύνῃ ἀναγνῶσαι Εὐρυβιάδεα μεταβουλεύσασθαι ὥστε αὐτοῦ μενεῖν.‘” εἶθ’ ὑπειπὼν ὅτι “κάρτα τῷ
5Θεμιστοκλεῖ ἤρεσεν ἡ ὑποθήκη, καὶ οὐδὲν πρὸς ταῦτα ἀμειψάμενος ἀφίκετο πρὸς τὸν Εὐρυβιάδην,” πάλιν αὐταῖς λέξεσι γέγραφεν· “ἐνταῦθα δὲ Θεμι‐ στοκλῆς παριζόμενός οἱ καταλέγει κεῖνά τε πάντα

869

F

ἃ ἤκουσε Μνησιφίλου ἑωυτοῦ ποιεύμενος, καὶ ἄλλα προστιθείς.” ὁρᾷς ὅτι κακοηθείας προστρί‐ βεται τἀνδρὶ δόξαν, ἴδιον αὐτοῦ βούλευμα ποιεῖσθαι τὸ τοῦ Μνησιφίλου λέγων;100
5 Ἔτι δὲ μᾶλλον τῶν Ἑλλήνων καταγελῶν Θεμιστοκλέα μὲν οὔτε φησὶ φρονῆσαι τὸ συμφέρον ἀλλὰ παριδεῖν, ὃς Ὀδυσσεὺς ἐπωνομάσθη διὰ τὴν φρόνησιν, Ἀρτεμισίαν δὲ τὴν Ἡροδότου πολῖτιν, μηδενὸς διδάξαντος, αὐτὴν ἀφ’ ἑαυτῆς ἐπινοήσασαν
10Ξέρξῃ προειπεῖν, ὡς “οὐχ οἷοί τε πολλὸν χρόνον ἔσονταί τοι ἀντέχειν οἱ Ἕλληνες, ἀλλά σφεας δια‐

870

A

σκεδᾷς, κατὰ πόλεις δὲ ἕκαστοι φεύξονται· καὶ οὐκ εἰκὸς αὐτούς, ἢν σὺ ἐπὶ τὴν Πελοπόννησον ἐλαύνῃς τὸν πεζὸν στρατόν, ἀτρεμήσειν, οὐδέ σφιν μελή‐ σειν πρὸ τῶν Ἀθηνέων ναυμαχέειν· ἢν δὲ αὐτίκα
5ἐπειχθῇς ναυμαχῆσαι, δειμαίνω μὴ ὁ ναυτικὸς στρα‐ τὸς κακωθεὶς καὶ τὸν πεζὸν προσδηλήσηται.” ταῦτα μὲν οὖν μέτρων ἐνδεῖ τῷ Ἡροδότῳ, Σίβυλ‐ λαν ἀποφῆναι τὴν Ἀρτεμισίαν τὰ μέλλοντα προ‐ θεσπίζουσαν οὕτως ἀκριβῶς. διὸ καὶ Ξέρξης αὐτῇ
10παρέδωκε τοὺς ἑαυτοῦ παῖδας ἀπάγειν εἰς Ἔφεσον· ἐπελέληστο γὰρ ἐκ Σούσων, ὡς ἔοικεν, ἄγειν γυ‐ ναῖκας, εἰ γυναικείας ἐδέοντο παραπομπῆς οἱ παῖ‐ δες.
Ἀλλ’ ὃ μὲν ἔψευσται, λόγος ἡμῖν οὐδείς·102

870

B

ἃ δέ γε κατέψευσται μόνον ἐξετάζομεν. φησὶ τοίνυν Ἀθηναίους λέγειν, ὡς Ἀδείμαντος ὁ Κοριν‐ θίων στρατηγός, ἐν χερσὶ τῶν πολεμίων γενομένων, ὑπερεκπλαγεὶς καὶ καταδείσας ἔφευγεν, οὐ πρύμναν
5κρουσάμενος οὐδὲ διαδὺς ἀτρέμα διὰ τῶν μαχομέ‐ νων, ἀλλὰ λαμπρῶς ἐπαιρόμενος τὰ ἱστία καὶ τὰς ναῦς ἁπάσας ἀποστρέψας· εἶτα μέντοι κέλης ἐλαυνό‐ μενος αὐτῷ συνέτυχε περὶ τὰ λήγοντα τῆς Σαλα‐ μινίας, ἐκ δὲ τοῦ κέλητος ἐφθέγξατό τις· “σὺ μέν,
10ὦ Ἀδείμαντε, φεύγεις καταπροδοὺς τοὺς Ἕλληνας·

870

C

οἱ δὲ καὶ δὴ νικῶσι, καθάπερ ἠρῶντο ἐπικρατῆσαι τῶν ἐχθρῶν.” ὁ δὲ κέλης οὗτος ἦν, ὡς ἔοικεν, οὐρανοπετής· τί γὰρ ἔδει φείδεσθαι μηχανῆς τραγι‐ κῆς, ἐν πᾶσι τοῖς ἄλλοις ὑπερπαίοντα τοὺς τραγῳ‐
5δοὺς ἀλαζονείᾳ; πιστεύσας οὖν ὁ Ἀδείμαντος “ἐπ‐ ανῆλθεν εἰς τὸ στρατόπεδον ἐπ’ ἐξειργασμένοις· αὕτη φάτις ἔχει ὑπὸ Ἀθηναίων· οὐ μέντοι Κορίν‐ θιοι ὁμολογέουσιν, ἀλλὰ ἐν πρώτοισι σφέας αὐτοὺς τῆς ναυμαχίης νομίζουσι γενέσθαι· μαρτυρεῖ δέ
10σφι καὶ ἡ ἄλλη Ἑλλάς.” Τοιοῦτός ἐστιν ἐν πολλοῖς ὁ ἄνθρωπος· ἑτέρας καθ’ ἑτέρων διαβολὰς καὶ κατηγορίας κατατίθησιν,

870

D

ὥστε μὴ διαμαρτεῖν τοῦ φανῆναί τινα πάντως πονη‐ ρόν· ὥσπερ ἐνταῦθα περίεστιν αὐτῷ, ἀπιστουμένους
Ἀθηναίους, πιστευομένης δὲ τῆς διαβολῆς Κοριν‐ θίους ἀδοξεῖν. οἶμαι δὲ 〈μήτ’ Ἀθηναίων αὐτὸν104
5ἀκοῦσαι κακιζόντων Κορινθίουσ〉 μήτε Κορινθίων Ἀθηναίους, ἀλλὰ τούτων ἀμφοτέρων ὁμοῦ κατα‐ ψεύδεσθαι. Θουκυδίδης γοῦν, ἀντιλέγοντα ποιῶν τῷ Κορινθίῳ τὸν Ἀθηναῖον ἐν Λακεδαίμονι καὶ πολ‐ λὰ περὶ τῶν Μηδικῶν λαμπρυνόμενον ἔργων καὶ
10περὶ τῆς ἐν Σαλαμῖνι ναυμαχίας, οὐδεμίαν αἰτίαν προδοσίας ἢ λιποταξίας ἐπενήνοχε Κορινθίοις· οὐδὲ γὰρ εἰκὸς ἦν Ἀθηναῖον ταῦτα βλασφημεῖν περὶ τῆς Κορινθίων πόλεως, ἣν τρίτην μὲν ἑώρα μετὰ Λακεδαιμονίους καὶ μετ’ αὐτοὺς ἐγχαραττο‐

870

E

μένην τοῖς ἀπὸ τῶν βαρβάρων ἀναθήμασιν. ἐν δὲ Σαλαμῖνι παρὰ τὴν πόλιν ἔδωκαν αὐτοῖς θάψαι τε τοὺς ἀποθανόντας, ὡς ἄνδρας ἀγαθοὺς γενομένους, καὶ ἐπιγράψαι τόδε τὸ ἐλεγεῖον·
4
5ὦ ξεῖν’, εὔυδρόν ποτ’ ἐναίομεν ἄστυ Κορίνθου, νῦν δ’ ἅμ’ Αἴαντος νᾶσος ἔχει Σαλαμίς. ἐνθάδε Φοινίσσας νῆας καὶ Πέρσας ἑλόντες
καὶ Μήδους, ἱερὰν Ἑλλάδα ῥυσάμεθα. τὸ δ’ ἐν Ἰσθμῷ κενοτάφιον ἐπιγραφὴν ἔχει ταύτην
106
9
10ἀκμᾶς ἑστακυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν

870

F

ταῖς αὐτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι.
1 Διοδώρου δέ τινος τῶν Κορινθίων τριηράρχων ἐν ἱερῷ Λητοῦς ἀναθήμασι κειμένοις καὶ τοῦτ’ ἐπεγέ‐ γραπτο·
4
5ταῦτ’ ἀπὸ δυσμενέων Μήδων ναῦται Διοδώρου ὅπλ’ ἀνέθεν Λατοῖ, μνάματα ναυμαχίας.
6 αὐτός γε μὴν ὁ Ἀδείμαντος, ᾧ πλεῖστα λοιδορού‐ μενος Ἡρόδοτος διατελεῖ καὶ λέγων, “μοῦνον ἀσπαίρειν τῶν στρατηγῶν, ὡς φευξόμενον ἀπ’
10Ἀρτεμισίου καὶ μὴ περιμενοῦντα,” σκόπει τίνα δόξαν εἶχεν·
11 οὗτος Ἀδειμάντου κείνου τάφος, ὃν δία πᾶσα
Ἑλλὰς ἐλευθερίας ἀμφέθετο στέφανον.
13

871

A

Οὔτε γὰρ τελευτήσαντι τοιαύτην εἰκὸς ἦν ἀνδρὶ δειλῷ καὶ προδότῃ γενέσθαι τιμήν, οὔτ’ ἂν ἐτόλ‐ μησε τῶν θυγατέρων ὄνομα θέσθαι τῇ μὲν Ναυσι‐ νίκην τῇ δ’ Ἀκροθίνιον τῇ δ’ Ἀλεξιβίαν, Ἀριστέα
5δὲ καλέσαι τὸν υἱόν, εἰ μή τις ἦν ἐπιφάνεια καὶ λαμ‐
πρότης περὶ αὐτὸν ἀπὸ τῶν ἔργων ἐκείνων. καὶ μὴν ὅτι μόναι τῶν Ἑλληνίδων αἱ Κορίνθιαι γυναῖ‐ κες εὔξαντο τὴν καλὴν ἐκείνην καὶ δαιμόνιον εὐχήν, ἔρωτα τοῖς ἀνδράσι τῆς πρὸς τοὺς βαρβάρους μάχης108

871

B

ἐμβαλεῖν τὴν θεόν, οὐχ ὅπως τοὺς περὶ τὸν Ἡρό‐ δοτον ἀγνοῆσαι πιθανὸν ἦν, ἀλλ’ οὐδὲ τὸν ἔσχατον Καρῶν· διεβοήθη γὰρ τὸ πρᾶγμα καὶ Σιμωνίδης ἐποίησεν ἐπίγραμμα, χαλκῶν εἰκόνων ἀνασταθει‐
5σῶν ἐν τῷ ναῷ τῆς Ἀφροδίτης, ὃν ἱδρύσασθαι Μήδειαν λέγουσιν, οἱ μὲν αὐτὴν παυσαμένην τἀν‐ δρός, οἱ δ’ ἐπὶ τῷ τὸν Ἰάσονα τῆς Θέτιδος ἐρῶντα παῦσαι τὴν θεόν. τὸ δ’ ἐπίγραμμα τοῦτ’ ἐστίν·
8 αἵδ’ ὑπὲρ Ἑλλάνων τε καὶ ἰθυμάχων πολιητᾶν
10 ἔσταθεν εὐξάμεναι Κύπριδι δαιμόνιαι. οὐ γὰρ τοξοφόροισιν ἐμήδετο δῖ’ Ἀφροδίτα Μήδοις Ἑλλάνων ἀκρόπολιν προδόμεν.
12

871

C

ταῦτ’ ἔδει γράφειν καὶ τούτων μεμνῆσθαι μᾶλλον ἢ τὴν Ἀμεινοκλέους ἐμβαλεῖν συμφορὰν καὶ παιδο‐ φονίαν. Τῶν τοίνυν αἰτιῶν τῶν κατὰ Θεμιστοκλέους110
5ἀνέδην ἐμφορηθείς, ἐν οἷς κλέπτοντα καὶ πλεονε‐ κτοῦντα λάθρα τῶν ἄλλων στρατηγῶν οὔ φησι παύσασθαι περὶ τὰς νήσους, τέλος αὐτῶν Ἀθη‐ ναίων τὸν στέφανον ἀφελόμενος Αἰγινήταις ἐπιτί‐ θησι, γράφων ταῦτα· “πέμψαντες ἀκροθίνια οἱ
10Ἕλληνες εἰς Δελφοὺς ἐπηρώτων τὸν θεὸν κοινῇ, εἰ λελάβηκε πλήρεα καὶ ἀρεστὰ τὰ ἀκροθίνια· ὁ δὲ παρ’ Ἑλλήνων μὲν τῶν ἄλλων ἔφησεν ἔχειν, παρ’

871

D

Αἰγινητέων δὲ οὔ, ἀλλ’ ἀπαίτεε αὐτοὺς τὰ ἀριστεῖα τῆς ἐν Σαλαμῖνι ναυμαχίας.” οὐκέτι Σκύθαις οὐδὲ Πέρσαις οὐδ’ Αἰγυπτίοις τοὺς ἑαυτοῦ λόγους ἀνα‐ τίθησι πλάττων, ὥσπερ Αἴσωπος κόραξι καὶ πιθή‐
5κοις, ἀλλὰ τῷ τοῦ Πυθίου προσώπῳ χρώμενος ἀπωθεῖ τῶν ἐν Σαλαμῖνι πρωτείων τὰς Ἀθήνας. Θεμιστοκλεῖ δὲ τῶν δευτερείων ἐν Ἰσθμῷ γενο‐ μένων διὰ τὸ τῶν στρατηγῶν ἕκαστον αὑτῷ μὲν τὸ
πρωτεῖον ἐκείνῳ δὲ τὸ δευτερεῖον ἀποδοῦναι, καὶ112
10τέλος τῆς κρίσεως μὴ λαβούσης, δέον αἰτιάσασθαι

871

E

τὴν φιλοτιμίαν τῶν στρατηγῶν, πάντας ἀποπλεῦσαί φησι τοὺς Ἕλληνας ὑπὸ φθόνου μὴ βουληθέντας ἀναγορεῦσαι τὸν ἄνδρα πρῶτον. Ἐν δὲ τῇ ἐνάτῃ καὶ τελευταίᾳ τῶν βίβλων,
5ὅσον ἦν ὑπόλοιπον ἔτι τῆς πρὸς Λακεδαιμονίους αὐτῷ δυσμενείας ἐκχέαι σπεύδων, τὸ παρ’ αὑτὸν ἀφείλετο τὴν ἀοίδιμον νίκην καὶ τὸ περιβόητον Πλαταιᾶσι κατόρθωμα τῆς πόλεως. γέγραφε γὰρ ὡς πρότερον μὲν ὠρρώδουν τοὺς Ἀθηναίους, μὴ
10πεισθέντες ὑπὸ Μαρδονίου τοὺς Ἕλληνας ἐγκατα‐ λίπωσι, τοῦ δ’ Ἰσθμοῦ τειχισθέντος ἐν ἀσφαλεῖ θέμενοι τὴν Πελοπόννησον ἠμέλουν ἤδη τῶν ἄλλων καὶ περιεώρων, ἑορτάζοντες οἴκοι καὶ τοὺς πρέσβεις τῶν Ἀθηναίων κατειρωνευόμενοι καὶ διατρίβοντες.

871

F

πῶς οὖν ἐξῆλθον εἰς Πλαταιὰς πεντακισχίλιοι Σπαρτιᾶται, περὶ αὑτὸν ἔχων ἀνὴρ ἕκαστος ἑπτὰ εἵλωτας; ἢ πῶς κίνδυνον ἀράμενοι τοσοῦτον ἐκρά‐ τησαν καὶ κατέβαλον μυριάδας τοσαύτας; ἄκουσον
5αἰτίας πιθανῆς· “ἔτυχε,” φησίν, “ἐν Σπάρτῃ παρεπιδημῶν ἐκ Τεγέας ἀνὴρ ὄνομα Χείλεως, ᾧ φίλοι τινὲς καὶ ξένοι τῶν ἐφόρων ἦσαν· οὗτος οὖν ἔπεισεν αὐτοὺς ἐκπέμψαι τὸ στράτευμα, λέγων ὅτι τοῦ διατειχίσματος οὐδὲν ὄφελός ἐστι Πελοποννη‐
10σίοις, ἂν Ἀθηναῖοι Μαρδονίῳ προσγένωνται.” τοῦτο Παυσανίαν ἐξήγαγεν εἰς Πλαταιὰς μετὰ τῆς

872

A

δυνάμεως· εἰ δέ τι κατέσχεν οἰκεῖον ἐν Τεγέᾳ πρᾶγμα τὸν Χείλεων ἐκεῖνον, οὐκ ἂν ἡ Ἑλλὰς περιεγένετο. Πάλιν δὲ τοῖς Ἀθηναίοις οὐκ ἔχων ὅ τι χρή‐114
5σαιτο, ποτὲ μὲν αἴρει ποτὲ δὲ καταβάλλει τὴν πόλιν ἄνω καὶ κάτω μεταφέρων, οὓς Τεγεάταις μὲν εἰς ἀγῶνα λέγει περὶ τῶν δευτερείων καταστάντας Ἡρακλειδῶν τε μεμνῆσθαι καὶ τὰ πρὸς Ἀμαζόνας πραχθέντα προφέρειν ταφάς τε Πελοποννησίων τῶν
10ὑπὸ τῇ Καδμείᾳ πεσόντων· καὶ τέλος εἰς τὸν Μαρα‐ θῶνα καταβαίνειν τῷ λόγῳ φιλοτιμουμένους καὶ ἀγαπῶντας ἡγεμονίας τυχεῖν τοῦ ἀριστεροῦ κέρως·

872

B

ὀλίγον δ’ ὕστερον αὐτοῖς Παυσανίαν καὶ Σπαρ‐ τιάτας τῆς ἡγεμονίας ὑφίεσθαι, καὶ παρακαλεῖν ὅπως κατὰ Πέρσας ἀντιταχθῶσι τὸ δεξιὸν κέρας παραλαβόντες, αὐτοῖς δὲ παραδόντες τὸ εὐώνυμον
5ὡς ἀηθείᾳ τὴν πρὸς τοὺς βαρβάρους μάχην ἀπο‐ λεγομένους. καίτοι γελοῖον, εἰ μὴ συνήθεις εἶεν οἱ πολέμιοι, μάχεσθαι μὴ θέλειν. Ἀλλὰ τούς γ’ ἄλλους Ἕλληνας εἰς ἕτερον ὑπὸ τῶν στρατηγῶν ἀγομένους στρατόπεδον, “ὡς ἐκι‐

872

C

νήθησαν,” φησί, “φεύγειν ἀσμένως τὴν ἵππον πρὸς
τὴν τῶν Πλαταιέων πόλιν, φεύγοντας δὲ ἀφικέσθαι πρὸς τὸ Ἡραῖον”· ἐν ᾧ καὶ ἀπείθειαν καὶ λιποτα‐ ξίαν καὶ προδοσίαν ὁμοῦ τι πάντων κατηγόρησε.116
5τέλος δὲ μόνους φησὶ τοῖς μὲν βαρβάροις Λακεδαι‐ μονίους καὶ Τεγεάτας τοῖς δὲ Θηβαίοις Ἀθηναίους συμπεσόντας διαγωνίσασθαι, τὰς δ’ ἄλλας πόλεις ὁμαλῶς ἁπάσας τοῦ κατορθώματος ἀπεστέρηκεν· “οὐδένα συνεφάψασθαι τοῦ ἀγῶνος, ἀλλὰ καθη‐
10μένους πάντας ἐπὶ τῶν ὅπλων ἐγγὺς καταλιπεῖν καὶ προδοῦναι τοὺς ὑπὲρ αὐτῶν μαχομένους· ὀψὲ δὲ Φλιασίους καὶ Μεγαρέας πυθομένους νικῶντα Παυσανίαν, προσφερομένους καὶ ἐμπεσόντας εἰς τὸ Θηβαίων ἱππικόν, οὐδενὶ λόγῳ διαφθαρῆναι· Κο‐
15ρινθίους δὲ τῇ μὲν μάχῃ μὴ παραγενέσθαι, μετὰ

872

D

δὲ τὴν νίκην ἐπειγομένους διὰ τῶν λόφων, μὴ περιπεσεῖν τοῖς ἱππεῦσι τῶν Θηβαίων”· οἱ γὰρ Θηβαῖοι, τῆς τροπῆς γενομένης, προϊππεύοντες τῶν βαρβάρων προθύμως παρεβοήθουν φεύγουσιν αὐ‐
5τοῖς, δηλονότι τῶν ἐν Θερμοπύλαις στιγμάτων χάριν ἀποδιδόντες. Ἀλλὰ Κορινθίους γε καὶ τάξιν ἣν ἐμάχοντο τοῖς βαρβάροις, καὶ τέλος ἡλίκον ὑπῆρξεν αὐτοῖς ἀπὸ τοῦ Πλαταιᾶσιν ἀγῶνος ἔξεστι Σιμωνίδου πυθέσθαι
10γράφοντος ἐν τούτοις·
10 μέσσοι δ’ οἵ τ’ Ἔφυραν πολυπίδακα ναιετά‐
οντες,
παντοίης ἀρετῆς ἴδριες ἐν πολέμῳ, οἵ τε πόλιν Γλαύκοιο, Κορίνθιον ἄστυ, νέμοντες,118

872

E

οἳ καὶ κάλλιστον μάρτυν ἔθεντο πόνων χρυσοῦ τιμήεντος ἐν αἰθέρι· καί σφιν ἀέξει αὐτῶν τ’ εὐρεῖαν κληδόνα καὶ πατέρων.
3 ταῦτα γὰρ οὐ χορὸν ἐν Κορίνθῳ διδάσκων οὐδ’
5ᾆσμα ποιῶν εἰς τὴν πόλιν, ἄλλως δὲ τὰς πράξεις ἐκείνας ἐν ἐλεγείᾳ γράφων ἱστόρηκεν. Ὁ δὲ προλαμβάνων τὸν ἔλεγχον τοῦ ψεύσματος

872

F

τῶν ἐρησομένων, “πόθεν οὖν πολυάνδρια καὶ θῆκαι τοσαῦται καὶ μνήματα νεκρῶν, ἐν οἷς ἐναγίζουσιν ἄχρι νῦν Πλαταιεῖς τῶν Ἑλλήνων συμπαρόντων,” πρᾶγμα αἴσχιον, ὡς οἶμαι, τῆς προδοσίας τῶν
5γενεῶν κατηγόρηκεν ἐν τούτοις· “τῶν δὲ ἄλλων ὅσοι καὶ φαίνονται ἐν Πλαταιῇσιν ἐόντες τάφοι, τούτους δέ, ὡς ἐγὼ πυνθάνομαι, αἰσχυνομένους τῇ ἀπεστοῖ τῆς μάχης ἑκάστους χώματα χῶσαι κεινὰ τῶν ἐπιγινομένων εἵνεκ’ ἀνθρώπων.” ταύτην τὴν
10ἀπεστὼ τῆς μάχης προδοσίαν οὖσαν Ἡρόδοτος ἀνθρώπων μόνος ἁπάντων ἤκουσε, Παυσανίαν δὲ

873

A

καὶ Ἀριστείδην καὶ Λακεδαιμονίους καὶ Ἀθη‐ ναίους ἔλαθον οἱ Ἕλληνες ἐγκαταλιπόντες τὸν κίν‐ δυνον· καὶ οὔτ’ Αἰγινήτας Ἀθηναῖοι διαφόρους
ὄντας εἶρξαν τῆς ἐπιγραφῆς, οὔτε Κορινθίους ἤλεγ‐120
5ξαν, οὓς πρότερον νικῶντες φεύγειν ἀπὸ Σαλα‐ μῖνος, ἀντιμαρτυρούσης αὐτοῖς τῆς Ἑλλάδος. καίτοι Κλεάδας ἦν ὁ Πλαταιεύς, ὕστερον ἔτεσι δέκα τῶν Μηδικῶν Αἰγινήταις χαριζόμενος, ὥς φησιν Ἡρόδοτος, ὃς ἐπώνυμον ἔχωσεν αὐτῶν πο‐
10λυάνδριον. Ἀθηναῖοι δὲ καὶ Λακεδαιμόνιοι τί παθόντες εὐθὺς τότε πρὸς μὲν ἀλλήλους ὀλίγον ἐδέησαν εἰς

873

B

χεῖρας ἐλθεῖν περὶ τοῦ τροπαίου τῆς ἀναστάσεως, τοὺς δ’ Ἕλληνας ἀποδειλιάσαντας καὶ ἀποδράντας οὐκ ἀπήλαυνον τῶν ἀριστείων, ἀλλ’ ἐνέγραφον τοῖς τρίποσι καὶ τοῖς κολοσσοῖς καὶ μετεδίδοσαν τῶν
5λαφύρων; τέλος δὲ τῷ βωμῷ τοὐπίγραμμα τοῦτο γράφοντες ἐνεχάραξαν·
6 τόνδε ποθ’ Ἕλληνες Νίκης κράτει, ἔργῳ Ἄρηος, Πέρσας ἐξελάσαντες, ἐλευθέρᾳ Ἑλλάδι κοινὸν ἱδρύσαντο Διὸς βωμὸν Ἐλευθερίου.
9
10μὴ καὶ τοῦτο Κλεάδας ἤ τις ἄλλος, ὦ Ἡρόδοτε, κολακεύων τὰς πόλεις ἐπέγραψε; τί οὖν ἐδέοντο τὴν γῆν ὀρύσσοντες διακενῆς ἔχειν πράγματα καὶ

873

C

ῥᾳδιουργεῖν χώματα καὶ μνήματα τῶν ἐπιγινο‐ μένων ἕνεκ’ ἀνθρώπων κατασκευάζοντες, ἐν τοῖς ἐπιφανεστάτοις καὶ μεγίστοις ἀναθήμασι τὴν δόξαν αὑτῶν καθιερουμένην ὁρῶντες;122
5 Καὶ μὴν Παυσανίας, ὡς λέγουσιν, ἤδη τυραννικὰ φρονῶν ἐπέγραψεν ἐν Δελφοῖς·
6 Ἑλλήνων ἀρχηγός, ἐπεὶ στρατὸν ὤλεσε Μήδων,
Παυσανίας Φοίβῳ μνῆμ’ ἀνέθηκε τόδε,
8 κοινούμενος ἁμωσγέπως τοῖς Ἕλλησι τὴν δόξαν
10ὧν ἑαυτὸν ἀνηγόρευσεν ἡγεμόνα· τῶν δ’ Ἑλλήνων οὐκ ἀνασχομένων ἀλλ’ ἐγκαλούντων, πέμψαντες εἰς Δελφοὺς Λακεδαιμόνιοι τοῦτο μὲν ἐξεκόλαψαν 〈ἀπὸ τοῦ τρίποδος τὸ ἐλεγεῖον, πασῶν δ’ ἀντεπέ‐

873

D

γραψαν〉 τὰ ὀνόματα τῶν πόλεων, ὥσπερ ἦν δίκαιον. καίτοι πῶς εἰκός ἐστιν ἢ τοὺς Ἕλληνας ἀγανακτεῖν τῆς ἐπιγραφῆς μὴ μετασχόντας, εἰ συνῄδεσαν ἑαυτοῖς τὴν ἀπεστὼ τῆς μάχης, ἢ
5Λακεδαιμονίους τὸν ἡγεμόνα καὶ στρατηγὸν ἐκ‐ χαράξαντας ἐπιγράψαι τοὺς ἐγκαταλιπόντας καὶ περιιδόντας τὸν κίνδυνον; ὡς δεινότατόν ἐστιν, εἰ Σωφάνης μὲν καὶ Ἀείμνηστος καὶ πάντες οἱ δια‐ πρεπῶς ἀγωνισάμενοι τὴν μάχην ἐκείνην οὐδὲ

873

E

Κυθνίων ἐπιγραφομένων τοῖς τροπαίοις οὐδὲ Μη‐
λίων ἠχθέσθησαν, Ἡρόδοτος δὲ τρισὶ μόναις πόλεσιν ἀναθεὶς τὸν ἀγῶνα τὰς ἄλλας πάσας ἐκ‐ χαράττει τῶν τροπαίων καὶ τῶν ἱερῶν.124
5 Τεσσάρων δ’ ἀγώνων τότε πρὸς τοὺς βαρ‐ βάρους γενομένων, ἐκ μὲν Ἀρτεμισίου τοὺς Ἕλλη‐ νας ἀποδρᾶναί φησιν, ἐν δὲ Θερμοπύλαις, τοῦ στρατηγοῦ καὶ βασιλέως προκινδυνεύοντος, οἰκου‐ ρεῖν καὶ ἀμελεῖν Ὀλύμπια καὶ Κάρνεια πανηγυρί‐
10ζοντας· τὰ δ’ ἐν Σαλαμῖνι διηγούμενος τοσούτους περὶ Ἀρτεμισίας λόγους γέγραφεν, ὅσοις ὅλην τὴν

873

F

ναυμαχίαν οὐκ ἀπήγγελκε· τέλος δέ, καθημένους ἐν Πλαταιαῖς ἀγνοῆσαι μέχρι τέλους τὸν ἀγῶνα τοὺς Ἕλληνας, ὥσπερ βατραχομαχίας γινομένης, ἣν Πίγρης ὁ Ἀρτεμισίας ἐν ἔπεσι παίζων καὶ
5φλυαρῶν ἔγραψε, σιωπῇ διαγωνίσασθαι συνθεμέ‐ νων, ἵνα λάθωσι τοὺς ἄλλους· αὐτοὺς δὲ Λακεδαι‐ μονίους ἀνδρείᾳ μὲν οὐδὲν κρείττονας γενέσθαι τῶν βαρβάρων, ἀνόπλοις δὲ καὶ γυμνοῖς μαχομένους κρατῆσαι. Ξέρξου μὲν γὰρ αὐτοῦ παρόντος, ὑπὸ
10μαστίγων μόλις ὄπισθεν ὠθούμενοι προσεφέροντο

874

A

τοῖς Ἕλλησιν, ἐν δὲ Πλαταιαῖς, ὡς ἔοικεν, ἑτέρας ψυχὰς μεταλαβόντες “λήματι μὲν καὶ ῥώμῃ οὐκ ἥσσονες ἦσαν, ἡ δὲ ἐσθής, ἔρημος ἐοῦσα ὅπλων, πλεῖστον ἐδηλήσατό σφεας· πρὸς γὰρ ὁπλίτας126
5ἐόντες γυμνῆται ἀγῶνα ἐποιέοντο.” Τί οὖν περίεστιν ἔνδοξον ἢ μέγα τοῖς Ἕλλησιν ἀπ’ ἐκείνων τῶν ἀγώνων, εἰ Λακεδαιμόνιοι μὲν ἀόπλοις ἐμάχοντο, τοὺς δ’ ἄλλους ἡ μάχη παρόντας ἔλαθε, κενὰ δὲ πολυάνδρια τιμώμενα τοῖς ἑκάστου,
10ψευστῶν δὲ γραμμάτων μεστοὶ τρίποδες ἑστᾶσι καὶ βωμοὶ παρὰ τοῖς θεοῖς, μόνος δὲ τἀληθὲς Ἡρόδοτος ἔγνω, τοὺς δ’ ἄλλους ἅπαντας ἀνθρώ‐

874

B

πους, ὅσοι λόγον Ἑλλήνων ἔχουσιν, ἐξηπάτηκεν ἡ φήμη τῶν τότε κατορθωμάτων, ὡς ὑπερφυῶν γε‐ νομένων; Τί δῆτα; γραφικὸς ἁνήρ, καὶ ἡδὺς ὁ λόγος, καὶ
5χάρις ἔπεστι καὶ δεινότης καὶ ὥρα τοῖς διηγήμασι,
5
μῦθον δ’ ὡς ὅτ’ ἀοιδός, ἐπισταμένως
6 μὲν οὔ, λιγυρῶς δὲ καὶ γλαφυρῶς ἠγόρευκεν. ἀμέλει ταῦτα καὶ κηλεῖ καὶ προσάγεται πάντας, ἀλλ’ ὥσ‐ περ ἐν ῥόδοις δεῖ κανθαρίδα φυλάττεσθαι τὴν βλασ‐
10φημίαν αὐτοῦ καὶ κακολογίαν, λείοις καὶ ἁπαλοῖς

874

C

σχήμασιν ὑποδεδυκυῖαν, ἵνα μὴ λάθωμεν ἀτόπους καὶ ψευδεῖς περὶ τῶν ἀρίστων καὶ μεγίστων τῆς
Ἑλλάδος πόλεων καὶ ἀνδρῶν δόξας λαβόντες.128