TLG 0007 120 :: PLUTARCHUS :: De vitando aere alieno (827d–832a)

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

De vitando aere alieno (827d–832a)

Source: Fowler, H.N. (ed.), Plutarch’s moralia, vol. 10. Cambridge, Mass.: Harvard University Press, 1936 (repr. 1969): 316–338.

Citation: Stephanus page — section — (line)

t

1

ΠΕΡΙ ΤΟΥ ΜΗ ΔΕΙΝ ΔΑΝΕΙΖΕΣΘΑΙ

827

D

Ὁ Πλάτων ἐν τοῖς Νόμοις οὐκ ἐᾷ μεταλαμβά‐

827

E

νειν ὕδατος ἀλλοτρίου τοὺς γείτονας, ἂν μὴ παρ’ αὑτοῖς ὀρύξαντες ἄχρι τῆς κεραμίτιδος καλουμένης γῆς ἄγονον εὕρωσι νάματος τὸ χωρίον· ἡ γὰρ κερα‐ μῖτις φύσιν ἔχουσα λιπαρὰν καὶ πυκνὴν στέγει
5παραλαβοῦσα τὸ ὑγρὸν καὶ οὐ διίησι· δεῖν δὲ μετα‐ λαμβάνειν τἀλλοτρίου τοὺς ἴδιον κτήσασθαι μὴ δυναμένους· ἀπορίᾳ γὰρ βοηθεῖν τὸν νόμον. ἆρ’ οὐ δὴ ἔδει καὶ περὶ χρημάτων εἶναι νόμον, ὅπως μὴ

827

F

δανείζωνται παρ’ ἑτέρων μηδ’ ἐπ’ ἀλλοτρίας πηγὰς βαδίζωσι, μὴ πρότερον οἴκοι τὰς αὑτῶν ἀφορμὰς ἐξελέγξαντες καὶ συναγαγόντες ὥσπερ ἐκ λιβάδων τὸ χρήσιμον καὶ ἀναγκαῖον αὑτοῖς; νυνὶ δ’ ὑπὸ
5τρυφῆς καὶ μαλακίας ἢ πολυτελείας οὐ χρῶνται τοῖς ἑαυτῶν, ἔχοντες, ἀλλὰ λαμβάνουσιν ἐπὶ πολλῷ παρ’ ἑτέρων, μὴ δεόμενοι· τεκμήριον δὲ μέγα· τοῖς γὰρ ἀπόροις οὐ δανείζουσιν, ἀλλὰ βουλομένοις εὐπορίαν
τιν’ ἑαυτοῖς κτᾶσθαι· καὶ μάρτυρα δίδωσι καὶ βε‐316
10βαιωτὴν ἄξιον, ὅτι ἔχει, πιστεύεσθαι, δέον ἔχοντα μὴ δανείζεσθαι. Τί θεραπεύεις τὸν τραπεζίτην ἢ πραγματευ‐

828

A

τήν; ἀπὸ τῆς ἰδίας δάνεισαι τραπέζης· ἐκπώματ’ ἔχεις, παροψίδας ἀργυρᾶς, λεκανίδας· ὑπόθου ταῦτα τῇ χρείᾳ· τὴν δὲ τράπεζαν ἡ καλὴ Αὐλὶς ἢ Τένεδος ἀντικοσμήσει τοῖς κεραμεοῖς, καθαρωτέροις οὖσι
5τῶν ἀργυρῶν· οὐκ ὄζει τόκου βαρὺ καὶ δυσχερὲς ὥσπερ ἰοῦ καθ’ ἡμέραν ἐπιρρυπαίνοντος τὴν πολυ‐ τέλειαν, οὐδ’ ἀναμνήσει τῶν καλανδῶν καὶ τῆς νουμηνίας, ἣν ἱερωτάτην ἡμερῶν οὖσαν ἀποφράδα ποιοῦσιν οἱ δανεισταὶ καὶ στύγιον. τοὺς μὲν γὰρ
10ἀντὶ τοῦ πωλεῖν τιθέντας ἐνέχυρα τὰ αὑτῶν οὐδ’

828

B

ἂν ὁ θεὸς σῴσειεν ὁ Κτήσιος· αἰσχύνονται τιμὴν λαμβάνοντες, οὐκ αἰσχύνονται τόκον τῶν ἰδίων διδόντες. καίτοι ὅ γε Περικλῆς ἐκεῖνος τὸν τῆς θεᾶς κόσμον, ἄγοντα τάλαντα τεσσαράκοντα χρυ‐
5σίου ἀπέφθου, περιαιρετὸν ἐποίησεν, ὅπως, ἔφη, χρησάμενοι πρὸς τὸν πόλεμον αὖθις ἀποδῶμεν μὴ ἔλαττον· οὐκοῦν καὶ ἡμεῖς ὥσπερ ἐν πολιορκίᾳ ταῖς χρείαις μὴ παραδεχώμεθα φρουρὰν δανειστοῦ πολε‐ μίου, μηδ’ ὁρᾶν τὰ αὑτῶν ἐπὶ δουλείᾳ διδόμενα·
10ἀλλὰ τῆς τραπέζης περιελόντες τὰ μὴ χρήσιμα, τῆς κοίτης, τῶν ὀχημάτων, τῆς διαίτης, ἐλευθέρους δια‐ φυλάττωμεν ἑαυτούς, ὡς ἀποδώσοντες αὖθις, ἐὰν εὐτυχήσωμεν.

828

C

Αἱ μὲν οὖν Ῥωμαίων γυναῖκες εἰς ἀπαρχὴν
τῷ Πυθίῳ Ἀπόλλωνι τὸν κόσμον ἐπέδωκαν, ὅθεν ὁ χρυσοῦς κρατὴρ εἰς Δελφοὺς ἐπέμφθη· αἱ δὲ Καρχηδονίων γυναῖκες ἐκείραντο τὰς κεφαλὰς καὶ318
5ταῖς θριξὶν ἐντεῖναι τὰς μηχανὰς καὶ τὰ ὄργανα παρέσχον ὑπὲρ τῆς πατρίδος· ἡμεῖς δὲ τὴν αὐτ‐ άρκειαν αἰσχυνόμενοι καταδουλοῦμεν ἑαυτοὺς ὑπο‐ θήκαις καὶ συμβολαίοις, δέον εἰς αὐτὰ τὰ χρήσιμα συσταλέντας καὶ συσπειραθέντας ἐκ τῶν ἀχρήστων
10καὶ περιττῶν κατακοπέντων ἢ πραθέντων ἐλευθερίας αὑτοῖς ἱερὸν ἱδρύσασθαι καὶ τέκνοις καὶ γυναιξίν.

828

D

ἡ μὲν γὰρ Ἄρτεμις ἡ ἐν Ἐφέσῳ τοῖς χρεώσταις, ὅταν καταφύγωσιν εἰς τὸ ἱερὸν αὐτῆς, ἀσυλίαν παρέχει καὶ ἄδειαν ἀπὸ τῶν δανείων· τὸ δὲ τῆς εὐτελείας καὶ ἄσυλον καὶ ἄβατον πανταχοῦ τοῖς
5σώφροσιν ἀναπέπταται, πολλῆς σχολῆς εὐρυχωρίαν παρέχον ἱλαρὰν καὶ ἐπίτιμον. ὡς γὰρ ἡ Πυθία τοῖς Ἀθηναίοις περὶ τὰ Μηδικὰ τεῖχος ξύλινον διδόναι τὸν θεὸν ἔφη, κἀκεῖνοι τὴν χώραν καὶ τὴν πόλιν καὶ τὰ κτήματα καὶ τὰς οἰκίας ἀφέντες εἰς τὰς ναῦς
10κατέφυγον ὑπὲρ τῆς ἐλευθερίας, οὕτως ἡμῖν ὁ θεὸς δίδωσι ξυλίνην τράπεζαν καὶ κεραμεᾶν λεκάνην καὶ τραχὺ ἱμάτιον, ἐὰν ἐλεύθεροι ζῆν ἐθέλωμεν.
12

828

E

μηδὲ σύ γ’ ἱπποσύνας τε μένειν,
1 μηδ’ ὀχήματα ζευκτὰ κερασφόρα καὶ κατάργυρα, ἃ τόκοι ταχεῖς καταλαμβάνουσι καὶ παρατρέχουσιν· ἀλλ’ ὄνῳ τινὶ τῷ τυχόντι καὶ καβάλλῃ χρώμενος
5φεῦγε πολέμιον καὶ τύραννον δανειστήν, οὐ γῆν αἰτοῦντα καὶ ὕδωρ ὡς ὁ Μῆδος, ἀλλὰ τῆς ἐλευ‐ θερίας ἁπτόμενον καὶ προγράφοντα τὴν ἐπιτιμίαν· κἂν μὴ διδῷς, ἐνοχλοῦντα· κἂν ἔχῃς, μὴ λαμβά‐ νοντα· κἂν πωλῇς, ἐπευωνίζοντα· κἂν μὴ πωλῇς,320
10ἀναγκάζοντα· κἂν δικάζῃς, ἐντυγχάνοντα· κἂν

828

F

ὀμόσῃς, ἐπιτάττοντα· κἂν βαδίζῃς ἐπὶ θύρας, ἀποκλείοντα· κἂν οἴκοι μένῃς, ἐπισταθμεύοντα καὶ θυροκοποῦντα. Τί γὰρ ὤνησε Σόλων Ἀθηναίους ἀπαλλάξας
5τοῦ ἐπὶ τοῖς σώμασιν ὀφείλειν; δουλεύουσι γὰρ ἅπασι τοῖς ἀφανισταῖς, μᾶλλον δ’ οὐδ’ αὐτοῖς· τί γὰρ ἦν τὸ δεινόν; ἀλλὰ δούλοις ὑβρισταῖς καὶ βαρβάροις καὶ ἀγρίοις, ὥσπερ οὓς ὁ Πλάτων φησὶ καθ’ Ἅιδου διαπύρους κολαστὰς καὶ δημοκοίνους
10ἐφεστάναι τοῖς ἠσεβηκόσι. καὶ γὰρ οὗτοι τὴν ἀγορὰν

829

A

ἀσεβῶν χώραν ἀποδείξαντες τοῖς ἀθλίοις χρεώσταις γυπῶν δίκην ἔσθουσι καὶ ὑποκείρουσιν αὐτοὺς “δέρτρον ἔσω δύνοντες,” τοὺς δ’ ὥσπερ Ταντάλους ἐφεστῶτες εἴργουσι γεύσασθαι τῶν ἰδίων τρυγῶντας
5καὶ συγκομίζοντας. ὡς δὲ Δαρεῖος ἐπὶ τὰς Ἀθήνας ἔπεμψε Δᾶτιν καὶ Ἀρταφέρνην ἐν ταῖς χερσὶν ἁλύσεις ἔχοντας καὶ δεσμὰ κατὰ τῶν αἰχμαλώτων, παραπλησίως οὗτοι τῶν χειρογράφων καὶ συμ‐ βολαίων ὥσπερ πεδῶν ἐπὶ τὴν Ἑλλάδα κομίζοντες
10ἀγγεῖα μεστὰ τὰς πόλεις ἐπιπορεύονται καὶ διελαύ‐

829

B

νουσι, σπείροντες οὐχ ἥμερον καρπὸν ὡς ὁ Τρι‐ πτόλεμος, ἀλλ’ ὀφλημάτων ῥίζας πολυπόνους καὶ πολυτόκους καὶ δυσεκλείπτους τιθέντες, αἳ κύκλῳ
νεμόμεναι καὶ περιβλαστάνουσαι κάμπτουσι καὶ322
5ἄγχουσι τὰς πόλεις. τοὺς μὲν γὰρ λαγὼς λέγουσι τίκτειν ἅμα καὶ τρέφειν ἕτερα καὶ ἐπικυΐσκεσθαι πάλιν, τὰ δὲ τῶν μαστιγιῶν τούτων καὶ βαρβάρων χρέα πρὶν ἢ συλλαβεῖν τίκτει· διδόντες γὰρ εὐθὺς ἀπαιτοῦσι καὶ τιθέντες αἴρουσι καὶ δανείζουσιν ὃ
10λαμβάνουσιν ὑπὲρ τοῦ δανεῖσαι. Λέγεται μὲν παρὰ Μεσσηνίοις
11

829

C

ἔστι Πύλος πρὸ Πύλοιο, Πύλος γε μὲν ἔστι καὶ
ἄλλος·
2 λεχθήσεται δὲ πρὸς τοὺς δανειστὰς
3 ἔστι τόκος πρὸ τόκοιο, τόκος γε μὲν ἔστι καὶ
5ἄλλος.
5 εἶτα τῶν φυσικῶν δήπου καταγελῶσι, λεγόντων μηδὲν ἐκ τοῦ μὴ ὄντος γενέσθαι· παρὰ τούτοις γὰρ ἐκ τοῦ μηκέτ’ ὄντος μηδ’ ὑφεστῶτος γεννᾶται τόκος· καὶ τὸ τελωνεῖν ὄνειδος ἡγοῦνται, τοῦ νόμου
10διδόντος· αὐτοὶ γὰρ παρανόμως δανείζουσι τελω‐ νοῦντες, μᾶλλον δ’, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐν τῷ δα‐ νείζειν χρεωκοποῦντες· ὁ γὰρ οὗ γράφει λαμβάνων ἔλαττον χρεωκοπεῖται. καίτοι Πέρσαι γε τὸ ψεύδε‐ σθαι δεύτερον ἡγοῦνται τῶν ἁμαρτημάτων, πρῶτον
15δὲ τὸ ὀφείλειν· ὅτι καὶ τὸ ψεύδεσθαι τοῖς ὀφείλουσι

829

D

συμβαίνει πολλάκις· ψεύδονται δὲ μᾶλλον οἱ δανεί‐ ζοντες καὶ ῥᾳδιουργοῦσιν ἐν ταῖς ἑαυτῶν ἐφημερίσι, γράφοντες ὅτι τῷ δεῖνι τοσοῦτον διδόασιν, ἔλαττον διδόντες· καὶ τὸ ψεῦδος αἰτίαν ἔχει πλεονεξίαν, οὐκ
5ἀνάγκην οὐδ’ ἀπορίαν, ἀλλ’ ἀπληστίαν, ἧς ἀναπό‐ λαυστόν ἐστιν αὐτοῖς τὸ τέλος καὶ ἀνωφελὲς ὀλέ‐ θριον δὲ τοῖς ἀδικουμένοις. οὔτε γὰρ ἀγροὺς οὓς ἀφαιροῦνται τῶν χρεωστῶν γεωργοῦσιν, οὔτ’ οἰκίας αὐτῶν, ἐκβαλόντες ἐκείνους, οἰκοῦσιν, οὔτε τρα‐324
10πέζας παρατίθενται οὔτ’ ἐσθῆτας ἐκείνων· ἀλλὰ πρῶτός τις ἀπόλωλε, καὶ δεύτερος κυνηγετεῖται

829

E

ὑπ’ ἐκείνου δελεαζόμενος. νέμεται γὰρ ὡς πῦρ τὸ ἄγριον αὐξόμενον ὀλέθρῳ καὶ φθορᾷ τῶν ἐμπεσόν‐ των, ἄλλον ἐξ ἄλλου καταναλίσκον· ὁ δὲ τοῦτο ῥιπίζων καὶ τρέφων ἐπὶ πολλοὺς δανειστὴς οὐδὲν
5ἔχει πλέον ἢ διὰ χρόνου λαβὼν ἀναγνῶναι πόσους πέπρακε καὶ πόσους ἐκβέβληκε καὶ πόθεν που κυ‐ λινδόμενον καὶ σωρευόμενον διαβέβηκε τὸ ἀργύριον. Καὶ ταῦτα μή μ’ οἴεσθε λέγειν πόλεμον ἐξ‐ ενηνοχότα πρὸς τοὺς δανειστάς·
9
10οὐ γὰρ πώποτ’ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν
ἵππους·
11

829

F

ἀλλ’ ἐνδεικνύμενον τοῖς προχείρως δανειζομένοις, ὅσην ἔχει τὸ πρᾶγμα αἰσχύνην καὶ ἀνελευθερίαν καὶ ὅτι τὸ δανείζεσθαι τῆς ἐσχάτης ἀφροσύνης καὶ μαλακίας ἐστίν. ἔχεις; μὴ δανείσῃ, οὐ γὰρ ἀ‐
5πορεῖς. οὐκ ἔχεις; μὴ δανείσῃ, οὐ γὰρ ἐκτίσεις. κατ’ ἰδίαν δ’ οὕτως ἑκάτερα σκοπῶμεν. ὁ Κάτων πρός τινα πρεσβύτην πονηρευόμενον “ὦ ἄνθρωπε, τί τῷ γήρᾳ,” ἔφη, “πολλὰ κακὰ ἔχοντι τὴν ἐκ τῆς πονηρίας αἰσχύνην προστίθης;” οὐκοῦν καὶ σὺ

830

A

τῇ πενίᾳ, πολλῶν κακῶν προσόντων, μὴ ἐπισώρευε τὰς ἐκ τοῦ δανείζεσθαι καὶ ὀφείλειν ἀμηχανίας μηδ’ ἀφαιροῦ τῆς πενίας, ᾧ μόνῳ τοῦ πλούτου διαφέρει, τὴν ἀμεριμνίαν. ἐπεὶ τὸ τῆς παροιμίας ἔσται326
5γελοῖον
5 οὐ δύναμαι τὴν αἶγα φέρειν, ἐπί μοι θέτε τὸν
βοῦν.
7 πενίαν φέρειν μὴ δυνάμενος δανειστὴν ἐπιτίθης σεαυτῷ, φορτίον καὶ πλουτοῦντι δύσοιστον. πῶς
10οὖν διατραφῶ; τοῦτ’ ἐρωτᾷς, ἔχων χεῖρας, ἔχων πόδας, ἔχων φωνήν, ἄνθρωπος ὤν, ᾧ τὸ φιλεῖν ἔστι καὶ φιλεῖσθαι καὶ τὸ χαρίζεσθαι καὶ τὸ εὐχα‐

830

B

ριστεῖν; γράμματα διδάσκων, καὶ παιδαγωγῶν, καὶ θυρωρῶν, πλέων, παραπλέων· οὐδέν ἐστι τούτων αἴσχιον οὐδὲ δυσχερέστερον τοῦ ἀκοῦσαι “ἀπόδος.” Ὁ Ῥουτίλιος ἐκεῖνος ἐν Ῥώμῃ τῷ Μουσωνίῳ
5προσελθὼν “Μουσώνιε,” εἶπεν, “ὁ Ζεὺς ὁ σωτήρ, ὃν σὺ μιμῇ καὶ ζηλοῖς, οὐ δανείζεται.” καὶ ὁ Μουσώνιος μειδιάσας εἶπεν “οὐδὲ δανείζει.” ὁ γὰρ Ῥουτίλιος, δανείζων αὐτὸς ὠνείδιζεν ἐκείνῳ δανειζομένῳ. Στωική τις αὕτη τυφομανία· τί γάρ
10σε δεῖ τὸν Δία τὸν σωτῆρα κινεῖν, αὐτόθεν ὑπο‐ μνῆσαι τοῖς φαινομένοις ἐνόν; οὐ δανείζονται χελιδόνες, οὐ δανείζονται μύρμηκες, οἷς ἡ φύσις οὐ

830

C

χεῖρας, οὐ λόγον, οὐ τέχνην δέδωκεν· ἄνθρωποι δὲ περιουσίᾳ συνέσεως διὰ τὸ εὐμήχανον ἵππους παρα‐ τρέφουσι, κύνας, πέρδικας, λαγωούς, κολοιούς· τί
οὖν γε σεαυτοῦ κατέγνωκας, ἀπιθανώτερος ὢν328
5κολοιοῦ καὶ ἀφωνότερος πέρδικος καὶ κυνὸς ἀγεν‐ νέστερος, ὥστ’ ἀπ’ ἀνθρώπου μηδενὸς ὠφελεῖσθαι περιέπων, ψυχαγωγῶν, φυλάττων, προμαχόμενος; οὐχ ὁρᾷς, ὡς πολλὰ μὲν γῆ παρέχει πολλὰ δὲ θάλαττα;
9
10καὶ μὴν Μίκκυλον εἰσεῖδον
10 φησὶν ὁ Κράτης
11 τῶν ἐρίων ξαίνοντα, γυναῖκά τε συγξαίνουσαν, τὸν λιμὸν φεύγοντας ἐν αἰνῇ δηιοτῆτι.
13 Κλεάνθη δ’ ὁ βασιλεὺς Ἀντίγονος ἠρώτα διὰ χρόνου
15θεασάμενος ἐν ταῖς Ἀθήναις “ἀλεῖς ἔτι, Κλέ‐

830

D

ανθες;” “ἀλῶ,” φησίν, “ὦ βασιλεῦ· ὃ ποιῶ ἕνεκα τοῦ Ζήνωνος μὴ ἀποστῆναι μηδὲ φιλο‐ σοφίας.” ὅσον τὸ φρόνημα τοῦ ἀνδρός, ἀπὸ τοῦ μύλου καὶ τῆς μάκτρας πεττούσῃ χειρὶ καὶ ἀλούσῃ
5γράφειν περὶ θεῶν καὶ σελήνης καὶ ἄστρων καὶ ἡλίου. ἡμῖν δὲ δουλικὰ δοκεῖ ταῦτ’ ἔργα. τοι‐ γαροῦν ἵν’ ἐλεύθεροι ὦμεν δανεισάμενοι, κολα‐ κεύομεν οἰκοτριβέας ἀνθρώπους καὶ δορυφοροῦμεν καὶ δειπνίζομεν καὶ δῶρα καὶ φόρους ὑποτελοῦμεν,
10οὐ διὰ τὴν πενίαν (οὐδεὶς γὰρ δανείζει πένητι),
ἀλλὰ διὰ τὴν πολυτέλειαν. εἰ γὰρ ἠρκούμεθα τοῖς ἀναγκαίοις πρὸς τὸν βίον, οὐκ ἂν ἦν γένος δανει‐ στῶν, ὥσπερ οὐδὲ Κενταύρων ἔστιν οὐδὲ Γοργόνων·330

830

E

ἀλλ’ ἡ τρυφὴ δανειστὰς ἐποίησεν οὐχ ἧττον ἢ χρυσοχόους καὶ ἀργυροκόπους καὶ μυρεψοὺς καὶ ἀνθοβάφους. οὐ γὰρ ἄρτων οὐδ’ οἴνου τιμὴν ὀφείλομεν, ἀλλὰ χωρίων καὶ ἀνδραπόδων καὶ
5ἡμιόνων καὶ τρικλίνων καὶ τραπεζῶν, καὶ χορη‐ γοῦντες ἐκλελυμένως πόλεσι, φιλοτιμούμενοι φιλο‐ τιμίας ἀκάρπους καὶ ἀχαρίστους. ὁ δ’ ἅπαξ ἐνειληθεὶς μένει χρεώστης διὰ παντός, ἄλλον ἐξ ἄλλου μεταλαμβάνων ἀναβάτην, ὥσπερ ἵππος ἐγ‐

830

F

χαλινωθείς· ἀποφυγὴ δ’ οὐκ ἔστιν ἐπὶ τὰς νομὰς ἐκείνας καὶ τοὺς λειμῶνας, ἀλλὰ πλάζονται καθ‐ άπερ οἱ θεήλατοι καὶ οὐρανοπετεῖς ἐκεῖνοι τοῦ Ἐμπεδοκλέους δαίμονες·
4
5αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει, πόντος δ’ ἐς χθονὸς οὖδας ἀπέπτυσε· γαῖα δ’ ἐς
αὐγὰς ἠελίου ἀκάμαντος· ὁ δ’ αἰθέρος ἔμβαλε δίναις·
8

831

A

“ἄλλος δ’ ἐξ ἄλλου δέχεται” τοκιστὴς ἢ πραγ‐ ματευτὴς Κορίνθιος, εἶτα Πατρεύς, εἶτ’ Ἀθηναῖος, ἄχρι ἂν ὑπὸ πάντων περικρουόμενος εἰς τόκους διαλυθῇ καὶ κατακερματισθῇ. καθάπερ γὰρ ἀνα‐
5στῆναι δεῖ τὸν πεπηλωμένον ἢ μένειν, ὁ δὲ στρεφό‐ μενος καὶ κυλινδούμενος ὑγρῷ τῷ σώματι καὶ διαβρόχῳ προσπεριβάλλεται πλείονα μολυσμόν· οὕτως ἐν ταῖς μεταγραφαῖς καὶ μεταπτώσεσι τῶν
δανείων τοὺς τόκους προσαναλαμβάνοντες αὑτοῖς332

831

B

καὶ προσπλάττοντες ἀεὶ βαρύτεροι γίγνονται καὶ τῶν χολερικῶν οὐδὲν διαφέρουσιν, οἳ θεραπείαν μὲν οὐ προσδέχονται, τὸ δὲ προστεταγμένον ἐξερῶντες, εἶτα πλέον αὖθις συλλέγοντες ἀεὶ διατελοῦσι· καὶ
5γὰρ οὗτοι καθαρθῆναι μὲν οὐ θέλουσιν, ἀεὶ δ’, ὅσαι τοῦ ἔτους ὧραι, μετ’ ὀδύνης καὶ σπαραγμῶν τὸν τόκον ἀναφέροντες, ἐπιρρέοντος εὐθὺς ἑτέρου καὶ προσισταμένου, πάλιν ναυτιῶσι καὶ καρηβαροῦσι· δέον ἀπαλλαγέντας εἰλικρινεῖς καὶ ἐλευθέρους
10γίγνεσθαι. Ἤδη γάρ μοι πρὸς τοὺς εὐπορωτέρους καὶ μαλακωτέρους ὁ λόγος ἔστι, τοὺς λέγοντας “ἄδου‐ λος οὖν γένωμαι καὶ ἀνέστιος καὶ ἄοικος;” ὥσπερ

831

C

εἰ λέγοι πρὸς ἰατρὸν ἄρρωστος ὑδρωπιῶν καὶ ᾠδηκὼς “ἰσχνὸς οὖν γένωμαι καὶ κενός;” τί δ’ οὐ μέλλεις, ἵν’ ὑγιαίνῃς; καὶ σὺ γενοῦ ἄδουλος, ἵνα μὴ δοῦλος ᾖς· καὶ ἀκτήμων, ἵνα μὴ κτῆμ’ ᾖς ἄλλου.
5καὶ τὸν τῶν γυπῶν λόγον ἄκουσον· ἐμοῦντος τοῦ ἑτέρου καὶ λέγοντος τὰ σπλάγχν’ ἐκβάλλειν, ἕτερος παρὼν “καὶ τί δεινόν;” εἶπεν· “οὐ γὰρ τὰ σεαυτοῦ σπλάγχν’ ἐκβάλλεις, ἀλλὰ τὰ τοῦ νεκροῦ ὃν ἄρτι ἐσπαράττομεν.” καὶ τῶν χρεωστῶν οὐ
10πωλεῖ ἕκαστος τὸ ἑαυτοῦ χωρίον οὐδὲ τὴν ἰδίαν οἰκίαν, ἀλλὰ τὴν τοῦ δανείσαντος ὃν τῷ νόμῳ

831

D

κύριον αὐτῶν πεποίηκε. “νὴ Δία,” φησίν, “ἀλλ’ ὁ πατήρ μου τὸν ἀγρὸν τοῦτον κατέλιπε.” καὶ γὰρ
καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἐπιτιμίαν ὁ πατὴρ ἔδωκεν, ὧν σε δεῖ λόγον ἔχειν πλείονα. καὶ τὸν334
5πόδα καὶ τὴν χεῖρ’ ὁ γεννήσας ἐποίησεν, ἀλλ’ ὅταν σαπῇ, μισθὸν δίδως τῷ ἀποκόπτοντι. τῷ δ’ Ὀδυσ‐ σεῖ τὴν ἐσθῆτα ἡ Καλυψὼ περιέθηκεν “εἵματ’ ἀμφιέσασα θυώδεα” χρωτὸς ἀθανάτου πνέοντα, δῶρα καὶ μνημόσυνα τῆς φιλίας ὄντα τῆς ἐκείνης·
10ἀλλ’ ἐπεὶ περιτραπεὶς καὶ βυθισθεὶς μόλις ἀνέσχε, τῆς ἐσθῆτος γενομένης διαβρόχου καὶ βαρείας, ἐκείνην μὲν ἔρριψεν ἀποδυσάμενος, κρηδέμνῳ δέ τινι γυμνὸν ὑποζώσας τὸ στέρνον
13

831

E

νῆχε παρὲξ ἐς γαῖαν ὁρώμενος
1 καὶ διασωθεὶς οὔτ’ ἐσθῆτος οὔτε τροφῆς ἠπόρησε. τί οὖν; οὐ γίγνεται χειμὼν περὶ τοὺς χρεώστας, ὅταν ἐπιστῇ διὰ χρόνου δανειστὴς λέγων
5“ἀπόδος”;
5 ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον· σὺν δ’ εὖρός τε νότος τ’ ἔπεσε ζέφυρός τε δυσαής
7 τόκων τόκοις ἐπικυλισθέντων· ὁ δὲ συγκλυζόμενος ἀντέχεται τῶν βαρυνόντων, ἀπονήξασθαι καὶ φυγεῖν
10μὴ δυνάμενος· ἀλλ’ ὠθεῖται κατὰ βυθοῦ, μετὰ τῶν ἐγγυησαμένων φίλων ἀφανιζόμενος. Κράτης δ’ ὁ

831

F

Θηβαῖος ὑπ’ οὐδενὸς ἀπαιτούμενος οὐδ’ ὀφείλων, αὐτὰς δὲ τὰς οἰκονομίας καὶ φροντίδας καὶ περι‐ σπασμοὺς δυσχεραίνων, ἀφῆκεν οὐσίαν ὀκτὼ τα‐ λάντων, καὶ τρίβωνα καὶ πήραν ἀναλαβὼν εἰς
5φιλοσοφίαν καὶ πενίαν κατέφυγεν. Ἀναξαγόρας
δὲ τὴν χώραν κατέλιπε μηλόβοτον. καὶ τί δεῖ τούτους λέγειν, ὅπου Φιλόξενος ὁ μελοποιὸς ἐν ἀποικίᾳ Σικελικῇ, κλήρου μετασχὼν καὶ βίου καὶ οἴκου πολλὴν εὐπορίαν ἔχοντος, ὁρῶν δὲ τρυφὴν καὶ336
10ἡδυπάθειαν καὶ ἀμουσίαν ἐπιχωριάζουσαν “μὰ τοὺς θεούς,” εἶπεν, “ἐμὲ ταῦτα” τἀγαθὰ οὐκ ἀπολεῖ, ἀλλ’ ἐγὼ ταῦτα· καὶ καταλιπὼν ἑτέροις τὸν κλῆ‐

832

A

ρον ἐξέπλευσεν. οἱ δ’ ὀφείλοντες ἀπαιτούμενοι δασμολογούμενοι δουλεύοντες ὑπαργυρεύοντες ἀν‐ έχονται, καρτεροῦσιν, ὡς ὁ Φινεύς, Ἁρπυίας τινὰς ὑποπτέρους βόσκοντες, αἳ φέρουσι τὴν τροφὴν καὶ
5διαρπάζουσιν, οὐ καθ’ ὥραν ἀλλὰ πρὶν θερισθῆναι τὸν σῖτον ὠνούμενοι, καὶ πρὶν ἢ πεσεῖν τὴν ἐλαίαν ἀγοράζοντες τοὔλαιον· καὶ “τὸν οἶνον ἔχω,” φησί, “τοσούτου” καὶ πρόσγραφον ἔδωκε τῆς τιμῆς· ὁ δὲ βότρυς κρέμαται καὶ προσπέφυκεν ἔτι τὸν
10ἀρκτοῦρον ἐκδεχόμενος.338