TLG 0007 119 :: PLUTARCHUS :: De unius in republica dominatione, populari statu, et paucorum imperio (826a–827c)

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

De unius in republica dominatione, populari statu, et paucorum imperio (826a–827c)

Source: Fowler, H.N. (ed.), Plutarch’s moralia, vol. 10. Cambridge, Mass.: Harvard University Press, 1936 (repr. 1969): 304–310.

Citation: Stephanus page — section — (line)

t

1

ΠΕΡΙ ΜΟΝΑΡΧΙΑΣ ΚΑΙ ΔΗΜΟ‐ ΚΡΑΤΙΑΣ ΚΑΙ ΟΛΙΓΑΡΧΙΑΣ

826

A

Εἰς τοῦτο δὴ τὸ δικαστήριον καὶ αὐτὸς

826

B

εἰσάγων τὴν γενομένην μοι πρὸς ὑμᾶς διάλεξιν ἐχθές, ᾤμην τῆς πολιτικῆς ἀρετῆς ὕπαρ οὐκ ὄναρ ἀκοῦσαι λεγούσης
3 κεκρότηται χρυσέα κρηπὶς ἱεραῖσιν ἀοιδαῖς,
4
5ὁ προτρεπόμενος καὶ διαίρων ἐπὶ πολιτείαν βέ‐ βληται λόγος· “εἶα τειχίζωμεν ἤδη” τὴν ὀφειλο‐ μένην ἐποικοδομοῦντες τῇ προτροπῇ διδασκαλίαν, ὀφείλεται δὲ τῷ παραδεδεγμένῳ τὴν ἐπὶ τὸ πράτ‐ τειν τὰ κοινὰ προτροπὴν καὶ ὁρμὴν ἑξῆς ἀκοῦσαι
10καὶ λαβεῖν παραγγέλματα πολιτείας, οἷς χρώμενος,

826

C

ὡς ἀνυστόν ἐστιν ἀνθρώπῳ, δημωφελὴς ἔσται, μετ’ ἀσφαλείας ἅμα καὶ τιμῆς δικαίας εὖ τιθέμενος τὸ οἰκεῖον. ὃ δὲ προὔργου μέν ἐστιν εἰς τὰ μέλλοντα τοῖς δὲ προλελεγμένοις ἕπεται, σκεπτέον ἥτις ἀρίστη
5πολιτεία. καθάπερ γὰρ ἀνθρώπου βίοι πλείονες, ἔστι καὶ δήμου ἡ πολιτεία βίος· ὥστε λαβεῖν τὴν ἀρίστην ἀναγκαῖον· ἢ γὰρ ἐκ πασῶν αἱρήσεται ταύτην ὁ πολιτικὸς ἢ τῶν λοιπῶν τὴν ὁμοιοτάτην, εἰ ταύτην ἀδύνατον.304
10 Λέγεται μὲν δὴ πολιτεία καὶ μετάληψις τῶν ἐν πόλει δικαίων· ὥς φαμεν Ἀλεξάνδρῳ πολιτείαν Μεγαρεῖς ψηφίσασθαι· τοῦ δ’ εἰς γέλωτα θεμένου τὴν σπουδὴν αὐτῶν, εἰπεῖν ἐκείνους ὅτι μόνῳ πρό‐ τερον τὴν πολιτείαν Ἡρακλεῖ καὶ μετ’ ἐκεῖνον αὐτῷ

826

D

ψηφίσαιντο· τὸν δὲ θαυμάσαντα δέξασθαι τὸ τίμιον ἐν τῷ σπανίῳ τιθέμενον. λέγεται δὲ καὶ βίος ἀνδρὸς πολιτικοῦ καὶ τὰ κοινὰ πράττοντος πολι‐ τεία· καθὸ τὴν Περικλέους πολιτείαν ἐπαινοῦμεν
5καὶ τὴν Βίαντος, ψέγομεν δὲ τὴν Ὑπερβόλου καὶ Κλέωνος. ἔνιοι δὲ καὶ μίαν πρᾶξιν εὔστοχον εἰς τὰ κοινὰ καὶ λαμπρὰν πολιτείαν προσαγορεύουσιν, οἷον χρημάτων ἐπίδοσιν, διάλυσιν πολέμου, ψηφίσματος εἰσήγησιν· καθὸ καὶ πολιτεύσασθαι τὸν δεῖνα σή‐
10μερον λέγομεν, εἰ τύχοι τι διαπραξάμενος ἐν κοινῷ τῶν δεόντων. Παρὰ πάντα ταῦτα λέγεται πολιτεία τάξις

826

E

καὶ κατάστασις πόλεως διοικοῦσα τὰς πράξεις· καθά φασι τρεῖς εἶναι πολιτείας, μοναρχίαν καὶ ὀλιγαρχίαν καὶ δημοκρατίαν, ὧν καὶ Ἡρόδοτος ἐν τῇ τρίτῃ σύγκρισιν πεποίηται· καὶ δοκοῦσι γενικώ‐
5ταται εἶναι. τὰς γὰρ ἄλλας, ὥσπερ ἐν τοῖς μου‐ σικοῖς διαγράμμασι τῶν πρώτων τρόπων ἀνιεμένων
ἢ ἐπιτεινομένων, συμβέβηκε παρακρούσεις καὶ306

826

F

διαφθορὰς κατ’ ἔλλειψιν καὶ ὑπερβολὴν εἶναι. ταύ‐ τας δὲ καὶ πλεῖστον καὶ μέγιστον ἐν ἡγεμονίαις δυνηθείσας τῶν ἐθνῶν ἀπεκληρώσαντο τὰς πολι‐ τείας, Πέρσαι μὲν αὐτοκρατῆ βασιλείαν καὶ ἀνυπ‐
5εύθυνον, Σπαρτιᾶται δ’ ἀριστοκρατικὴν ὀλιγαρχίαν καὶ αὐθέκαστον, Ἀθηναῖοι δ’ αὐτόνομον καὶ ἄκρα‐ τον δημοκρατίαν. ὧν ἁμαρτανομένων παρατροπαὶ καὶ ὑπερχύσεις εἰσὶν αἱ λεγόμεναι τυραννίδες καὶ δυναστεῖαι καὶ ὀχλοκρατίαι· ὅταν βασιλεία μὲν

827

A

ὕβριν ἐντέκῃ καὶ τὸ ἀνυπεύθυνον· ὀλιγαρχία δ’ ὑπερφροσύνην καὶ τὸ αὔθαδες· δημοκρατία δ’ ἀν‐ αρχίαν, ἰσότης δ’ ἀμετρίαν, πᾶσαι δὲ τὸ ἀνόητον. Ὥσπερ οὖν ὁ ἁρμονικὸς καὶ μουσικὸς ἀνὴρ
5παντὶ μὲν ὀργάνῳ χρήσεται προσῳδῷ τεχνικῶς ἁρ‐ μοσάμενος καὶ λόγῳ κρούων ἕκαστον, ὡς πέφυκεν ἐμμελὲς ὑπηχεῖν· ἤδη μέντοι συμβούλῳ Πλάτωνι χρησάμενος, πηκτίδας, σαμβύκας καὶ ψαλτήρια πολύ‐ φθογγα καὶ βαρβίτους καὶ τρίγωνα παραπέμψας,

827

B

τὴν λύραν καὶ τὴν κιθάραν προτιμήσει· τὸν αὐτὸν τρόπον ὁ πολιτικὸς ἀνὴρ εὖ μὲν ὀλιγαρχίαν Λακω‐ νικὴν καὶ Λυκούργειον μεταχειριεῖται, συναρμοσά‐ μενος αὑτῷ τοὺς ἰσοκρατεῖς καὶ ὁμοτίμους ἄνδρας,
5ἡσυχῇ προσβιαζόμενος· εὖ δὲ πολυφθόγγῳ καὶ πολυχόρδῳ συνοίσεται δημοκρατίᾳ, τὰ μὲν ἀνιεὶς τὰ δ’ ἐπιτείνων τῆς πολιτείας, χαλάσας τ’ ἐν καιρῷ καὶ καρτερῶς αὖθις ἐμφύς, ἀντιβῆναι καὶ ἀντισχεῖν
ἐπιστάμενος· εἰ δ’ αἵρεσις αὐτῷ δοθείη, καθάπερ308
10ὀργάνων, τῶν πολιτειῶν, οὐκ ἂν ἄλλην ἕλοιτο πλὴν τὴν μοναρχίαν, Πλάτωνι πειθόμενος, τὴν μόνην δυναμένην τὸν ἐντελῆ καὶ ὄρθιον ἐκεῖνον ὡς ἀλη‐

827

C

θῶς τῆς ἀρετῆς τόνον ἀνασχέσθαι καὶ μήτε πρὸς ἀνάγκην μήτε πρὸς χάριν ἁρμόσαι τοῦ συμφέροντος. αἱ μὲν γὰρ ἄλλαι πολιτεῖαι τρόπον τινὰ κρατούμεναι κρατοῦσι καὶ φερόμεναι φέρουσι τὸν πολιτικόν, οὐκ
5ἔχοντα τὴν ἰσχὺν βέβαιον ἐπὶ τούτους, παρ’ ὧν ἔχει τὸ ἰσχῦον, ἀλλὰ πολλάκις ἀναγκαζόμενον τὸ Αἰσχύλειον ἀναφωνεῖν, ᾧ πρὸς τὴν τύχην ἐχρῆτο Δημήτριος ὁ πολιορκητὴς ἀποβαλὼν τὴν ἡγεμονίαν
8
σύ τοί με φυσᾷς, σύ με καταίθειν μοι δοκεῖς.310