TLG 0007 111 :: PLUTARCHUS :: Consolatio ad uxorem (608a–612b)

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Consolatio ad uxorem (608a–612b)

Source: Sieveking, W. (ed.), Plutarchi moralia, vol. 3. Leipzig: Teubner, 1929 (repr. 1972): 533–542.

Citation: Stephanus page — section — (line)

t

1

ΠΑΡΑΜΥΘΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ
ΓΥΝΑΙΚΑ

608

A

Πλούταρχος τῇ γυναικὶ εὖ πράττειν.
1

608

B

Ὃν ἔπεμψας ἀπαγγελοῦντα περὶ τῆς τοῦ παιδίου τελευτῆς, ἔοικε διημαρτηκέναι καθ’ ὁδὸν εἰς Ἀθήνας πο‐ ρευόμενος· ἐγὼ δ’ εἰς Τάναγραν ἐλθὼν ἐπυθόμην παρὰ τῆς θυγατριδῆς. τὰ μὲν οὖν περὶ τὴν ταφὴν ἤδη νομίζω γεγο‐
5νέναι, γεγονότα δ’ ἐχέτω ὥς σοι μέλλει καὶ νῦν ἀλυπότατα καὶ πρὸς τὸ λοιπὸν ἕξειν. εἰ δέ τι βουλομένη μὴ πεποίηκας ἀλλὰ μένεις τὴν ἐμὴν γνώμην, οἴει δὲ κουφότερον οἴσειν γενομένου, καὶ τοῦτ’ ἔσται δίχα πάσης περιεργίας καὶ δεισιδαιμονίας, ὧν ἥκιστά σοι μέτεστι.
10Μόνον, ὦ γύναι, τήρει κἀμὲ τῷ πάθει καὶ σεαυτὴν

608

C

ἐπὶ τοῦ καθεστῶτος. ἐγὼ γὰρ αὐτὸς μὲν οἶδα καὶ ὁρίζω τὸ συμβεβηκὸς ἡλίκον ἐστίν· ἂν δέ σε τῷ δυσφορεῖν ὑπερ‐ βάλλουσαν εὕρω, τοῦτό μοι μᾶλλον ἐνοχλήσει τοῦ γεγο‐ νότος. καίτοι οὐδ’ αὐτός ‘ἀπὸ δρυὸς οὐδ’ ἀπὸ πέτρησ‘
5ἐγενόμην· οἶσθα δὲ καὶ αὐτὴ τοσούτων μοι τέκνων ἀνα‐ τροφῆς κοινωνήσασα, πάντων ἐκτεθραμμένων οἴκοι δι’
αὐτῶν ἡμῶν, τοῦτο δέ, ὅτι καὶ σοὶ ποθούσῃ θυγάτηρ μετὰ τέσσαρας υἱοὺς ἐγεννήθη κἀμοὶ τὸ σὸν ὄνομα θέσθαι παρέσχεν ἀφορμήν, [οἶδα] ἀγαπητὸν διαφερόντως γε‐533
10νόμενον. πρόσεστι δὲ καὶ δριμύτης ἰδία τις τῷ πρὸς τὰ τηλικαῦτα φιλοστόργῳ τὸ εὐφραῖνον αὐτῶν καθαρόν τε ὂν ἀτεχνῶς καὶ πάσης ἀμιγὲς ὀργῆς καὶ μέμψεως. αὕτη

608

D

δὲ καὶ φύσει θαυμαστὴν ἔσχεν εὐκολίαν καὶ πραότητα, καὶ τὸ ἀντιφιλοῦν καὶ χαριζόμενον αὐτῆς ἡδονὴν ἅμα καὶ κατανόησιν τοῦ φιλανθρώπου παρεῖχεν· οὐ γὰρ μόνον βρέφεσιν ἄλλοις ἀλλὰ καὶ σκεύεσιν, οἷς ἐτέρπετο, καὶ παι‐
5γνίοις ἐκέλευε τὴν τίτθην διδόναι [καὶ προσφέρειν τὸν μα‐ στὸν] καὶ προσεκαλεῖτο καθάπερ πρὸς τράπεζαν ἰδίαν ὑπὸ φιλανθρωπίας, μεταδιδοῦσα τῶν καλῶν ὧν εἶχε καὶ τὰ ἥδιστα κοινουμένη τοῖς εὐφραίνουσιν αὐτήν. Ἀλλ’ οὐχ ὁρῶ, γύναι, διὰ τί ταῦτα καὶ τὰ τοιαῦτα
10ζώσης μὲν ἔτερπεν ἡμᾶς νυνὶ δ’ ἀνιάσει καὶ συνταράξει λαμβάνοντας ἐπίνοιαν αὐτῶν. ἀλλὰ καὶ δέδια πάλιν, μὴ

608

E

συνεκβάλωμεν τῷ λυποῦντι τὴν μνήμην, ὥσπερ ἡ Κλυ‐ μένη λέγουσα (Eur. fr. 785) ‘μισῶ δ’ ἀγκύλον τόξον κρανείας, γυμνάσιά τ’ † οἴχοιτ’ ἀεί‘ φεύγουσα καὶ τρέ‐ μουσα τὴν ὑπόμνησιν τοῦ παιδός, ὅτι συμπαροῦσαν
5λύπην εἶχε· πᾶν γὰρ ἡ φύσις φεύγει τὸ δυσχεραινόμε‐ νον. δεῖ δέ, ὥσπερ αὐτὴ πάντων ἥδιστον ἡμῖν ἄσπασμα
καὶ θέαμα καὶ ἄκουσμα παρεῖχεν ἑαυτήν, οὕτω καὶ τὴν ἐπίνοιαν αὐτῆς ἐνδιαιτᾶσθαι καὶ συμβιοῦν ἡμῖν πλέον534

608

F

ἔχουσαν μᾶλλον δὲ πολλαπλάσιον τὸ εὐφραῖνον ἢ τὸ λυποῦν· εἴπερ ἄρα τι τῶν λόγων, οὓς πολλάκις εἰρή‐ καμεν πρὸς ἑτέρους, εἰκός ἐστι καὶ ἡμῖν ὄφελος ἐν καιρῷ γενέσθαι, καὶ μὴ καθῆσθαι μηδ’ ἐγκεκλεῖσθαι πολλα‐
5πλασίας ταῖς ἡδοναῖς ἐκείναις λύπας ἀνταποδιδόντας. Καὶ τοῦτο λέγουσιν οἱ παραγενόμενοι καὶ θαυμά‐ ζουσιν, ὡς οὐδ’ ἱμάτιον ἀνείληφας πένθιμον οὐδὲ σαυτῇ τινα προσήγαγες ἢ θεραπαινίσιν ἀμορφίαν καὶ αἰκίαν, οὐδ’ ἦν παρασκευὴ πολυτελείας πανηγυρικῆς περὶ τὴν
10ταφήν, ἀλλ’ ἐπράττετο κοσμίως πάντα καὶ σιωπῇ μετὰ

609

A

τῶν ἀναγκαίων. | ἐγὼ δὲ τοῦτο μὲν οὐκ ἐθαύμαζον, εἰ μηδέποτε καλλωπισαμένη περὶ θέατρον ἢ πομπὴν ἀλλὰ καὶ πρὸς ἡδονὰς ἄχρηστον ἡγησαμένη τὴν πολυτέλειαν ἐν τοῖς σκυθρωποῖς διεφύλαξας τὸ ἀφελὲς καὶ λιτόν· οὐ γάρ
5‘ἐν βακχεύμασι (Eur. Bacch. 317)‘ δεῖ μόνον τὴν σώ‐ φρονα μένειν ἀδιάφθορον, ἀλλὰ μηδὲν ἧττον οἴεσθαι τὸν ἐν πένθεσι σάλον καὶ τὸ κίνημα τοῦ πάθους ἐγκρατείας δεῖσθαι διαμαχομένης οὐ πρὸς τὸ φιλόστοργον, ὡς οἱ πολλοὶ νομίζουσιν, ἀλλὰ πρὸς τὸ ἀκόλαστον τῆς ψυχῆς. τῷ
10μὲν γὰρ φιλοστόργῳ χαριζόμεθα τὸ ποθεῖν καὶ τὸ τιμᾶν

609

B

καὶ τὸ μεμνῆσθαι τῶν ἀπογενομένων, ἡ δὲ θρήνων ἄπλη‐ στος ἐπιθυμία καὶ πρὸς ὀλοφύρσεις ἐξάγουσα καὶ κοπε‐ τοὺς αἰσχρὰ μὲν οὐχ ἧττον τῆς περὶ τὰς ἡδονὰς ἀκρασίας, λόγῳ δὲ συγγνώμης ἔτυχεν, ὅτι τὸ λυπηρὸν αὐτῆς καὶ
5πικρὸν ἀντὶ τοῦ τερπνοῦ τῷ αἰσχρῷ πρόσεστι. τί γὰρ
ἀλογώτερον ἢ τὸ γέλωτος μὲν ὑπερβολὰς καὶ περιχαρείας ἀφαιρεῖν, τοῖς δὲ κλαυθμῶν καὶ ὀδυρμῶν ῥεύμασιν ἐκ μιᾶς πηγῆς φερομένων εἰς ἅπαν ἐφιέναι; καὶ περὶ μύρου μὲν ἐνίους καὶ πορφύρας διαμάχεσθαι ταῖς γυναιξί, κουρὰς535
10δὲ συγχωρεῖν πενθίμους καὶ βαφὰς ἐσθῆτος μελαίνας καὶ

609

C

καθίσεις ἀμόρφους καὶ κατακλίσεις ἐπιπόνους; καί, ὃ δὴ πάντων ἐστὶ χαλεπώτατον, ἂν οἰκέτας ἢ θεραπαινίδας κολάζωσιν ἀμέτρως καὶ ἀδίκως, ἐνίστασθαι καὶ κωλύειν αὐτάς, ὑφ’ ἑαυτῶν δ’ ὠμῶς κολαζομένας καὶ πικρῶς
5περιορᾶν ἐν πάθεσι καὶ τύχαις ῥᾳστώνης καὶ φιλανθρω‐ πίας δεομέναις; ἀλλ’ ἡμῖν γε, γύναι, πρὸς ἀλλήλους οὔτ’ ἐκείνης ἐδέησε τῆς μάχης οὔτε ταύτης οἶμαι δεήσειν. εὐτελείᾳ μὲν γὰρ τῇ περὶ τὸ σῶμα καὶ ἀθρυψίᾳ τῇ περὶ δίαιταν οὐδείς ἐστι τῶν φιλοσόφων, ὃν οὐκ ἐξέπληξας ἐν
10ὁμιλίᾳ καὶ συνηθείᾳ γενόμενον ἡμῖν, οὐδὲ τῶν πολιτῶν,

609

D

ᾧ μὴ θέαμα παρέχεις ἐν ἱεροῖς καὶ θυσίαις καὶ θεάτροις τὴν σεαυτῆς ἀφέλειαν. ἤδη δὲ καὶ περὶ τὰ τοιαῦτα πολ‐ λὴν εὐστάθειαν ἐπεδείξω τὸ πρεσβύτατον τῶν τέκνων ἀποβαλοῦσα καὶ πάλιν ἐκείνου τοῦ καλοῦ Χαίρωνος ἡμᾶς
5προλιπόντος. μέμνημαι γὰρ ἀπὸ θαλάσσης ξένους μοι συνοδεύσαντας ἀπηγγελμένης τῆς τοῦ παιδίου τελευτῆς καὶ συνελθόντας ἅμα τοῖς ἄλλοις ἐς τὴν οἰκίαν· ἐπεὶ δὲ πολλὴν κατάστασιν ἑώρων καὶ ἡσυχίαν, ὡς ὕστερον δι‐ ηγοῦντο καὶ πρὸς ἑτέρους, ᾤοντο μηδὲν εἶναι δεινὸν ἀλλὰ

609

E

κενὸν ἄλλως ἐξενηνέχθαι λόγον· οὕτω σωφρόνως κατ‐ εκόσμησας τὸν οἶκον ἐν καιρῷ πολλὴν ἀκοσμίας ἐξουσίαν διδόντι, καίτοι τῷ σεαυτῆς ἐκεῖνον ἐξέθρεψας μαστῷ καὶ τομῆς ἠνέσχου τῆς θηλῆς περίθλασιν λαβούσης· γενναῖα
5[γὰρ] ταῦτα καὶ φιλόστοργα. τὰς δὲ πολλὰς ὁρῶμεν μητέρας, ὅταν ὑπ’ ἄλλων τὰ παιδία καθαρθῇ καὶ γανωθῇ,
καθάπερ παίγνια λαμβανούσας εἰς χεῖρας, εἶτ’ ἀποθα‐ νόντων ἐκχεομένας εἰς κενὸν καὶ ἀχάριστον πένθος, οὐχ ὑπ’ εὐνοίας (εὐλόγιστον γὰρ εὔνοια καὶ καλόν), ἀλλὰ536
10μικρῷ τῷ φυσικῷ πάθει πολὺ συγκεραννύμενον τὸ πρὸς

609

F

κενὴν δόξαν ἄγρια ποιεῖ καὶ μανικὰ καὶ δυσεξίλαστα 〈τὰ〉 πένθη. καὶ τοῦτο φαίνεται μὴ λαθεῖν Αἴσωπον· ἔφη γὰρ οὗτος ὅτι τοῦ Διὸς τὰς τιμὰς διανέμοντος τοῖς θεοῖς ᾔτει καὶ τὸ Πένθος. ἔδωκεν οὖν αὐτῷ, παρὰ τοῖς αἱρουμένοις
5δὲ μόνοις καὶ θέλουσιν. ἐν ἀρχῇ μὲν οὖν οὕτω τοῦτο γινό‐ μενόν ἐστιν· αὐτὸς γὰρ ἕκαστος εἰσάγει τὸ πένθος ἐφ’ ἑαυτόν. ὅταν δ’ ἱδρυθῇ χρόνῳ καὶ γένηται σύντροφον καὶ σύνοικον, οὐδὲ πάνυ βουλομένων ἀπαλλάττεται. διὸ δεῖ μάχεσθαι περὶ θύρας αὐτῷ καὶ μὴ προίεσθαι φρουρὰν δι’

610

A

ἐσθῆτος ἢ κουρᾶς | ἤ τινος ἄλλου τῶν τοιούτων, ἃ καθ’ ἡμέραν ἀπαντῶντα καὶ δυσωποῦντα μικρὰν καὶ στενὴν καὶ ἀνέξοδον καὶ ἀμείλικτον καὶ ψοφοδεῆ ποιεῖ τὴν διά‐ νοιαν, ὡς οὔτε γέλωτος αὐτῇ μετὸν οὔτε φωτὸς οὔτε φιλ‐
5ανθρώπου τραπέζης τοιαῦτα περικειμένῃ καὶ μεταχειρι‐ ζομένῃ διὰ τὸ πένθος. ἀμέλειαι δὲ σώματος ἕπονται τῷ κακῷ τούτῳ καὶ διαβολαὶ πρὸς ἄλειμμα καὶ λουτρὸν καὶ τὴν ἄλλην δίαιταν· ὧν πᾶν τοὐναντίον ἔδει τὴν ψυχὴν πο‐ νοῦσαν αὐτὴν βοηθεῖσθαι διὰ τοῦ σώματος ἐρρωμένου.
10πολὺ γὰρ ἀμβλύνεται καὶ χαλᾶται τοῦ λυποῦντος, ὥσπερ

610

B

[ἐν] εὐδίᾳ κῦμα, τῇ γαλήνῃ τοῦ σώματος διαχεόμενον, ἐὰν δ’ αὐχμὸς ἐγγένηται καὶ τραχύτης ἐκ φαύλης διαίτης καὶ μηδὲν εὐμενὲς μηδὲ χρηστὸν ἀναπέμπῃ τὸ σῶμα τῇ ψυχῇ πλὴν ὀδύνας καὶ λύπας ὥσπερ τινὰς πικρὰς καὶ δυσχερεῖς
5ἀναθυμιάσεις, οὐδὲ βουλομένοις ἔτι ῥᾳδίως ἀναλαβεῖν ἔστι. τοιαῦτα λαμβάνει πάθη τὴν ψυχὴν οὕτω κακωθεῖσαν. καὶ μήν, ὅ γε μέγιστον ἐν τούτῳ καὶ φοβερώτατόν ἐστιν, οὐκ ἂν φοβηθείην ‘κακῶν γυναικῶν εἰσόδουσ‘ (Eur. Andr. 930) καὶ φωνὰς καὶ συνεπιθρηνήσεις, αἷς537
10ἐκτρίβουσι καὶ παραθήγουσι τὴν λύπην, οὔθ’ ὑπ’ ἄλλων

610

C

οὔτ’ αὐτὴν ἐφ’ ἑαυτῆς ἐῶσαι μαρανθῆναι. γινώσκω γὰρ ποίους ἔναγχος ἀγῶνας ἠγωνίσω τῇ Θέωνος ἀδελφῇ βοη‐ θοῦσα καὶ μαχομένη ταῖς μετ’ ὀλοφυρμῶν καὶ ἀλαλαγ‐ μῶν ἔξωθεν ἐπιούσαις, ὥσπερ ἀτεχνῶς πῦρ ἐπὶ πῦρ φε‐
5ρούσαις. τὰς μὲν γὰρ οἰκίας τῶν φίλων ὅταν καιομένας ἴδωσι, σβεννύουσιν ὡς ἔχει τάχους ἕκαστος ἢ δυνάμεως, ταῖς δὲ ψυχαῖς φλεγομέναις αὐτοὶ προσφέρουσιν ὑπεκ‐ καύματα. καὶ τῷ μὲν ὀφθαλμιῶντι τὰς χεῖρας οὐκ ἐῶσι προσάγειν τὸν βουλόμενον οὐδ’ ἅπτονται τοῦ φλεγμαί‐
10νοντος, ὁ δὲ πενθῶν κάθηται παντὶ τῷ προστυχόντι παρ‐

610

D

έχων ὥσπερ ῥεῦμα κινεῖν καὶ διαγριαίνειν τὸ πάθος ἐκ μικροῦ τοῦ γαργαλίζοντος καὶ κινοῦντος εἰς πολλὴν καὶ δυσχερῆ κάκωσιν ἀναξαινόμενον. ταῦτα μὲν οὖν οἶδ’ ὅτι φυλάξῃ· πειρῶ δὲ τῇ ἐπινοίᾳ μεταφέρουσα σεαυτὴν ἀπο‐
5καθιστάναι πολλάκις εἰς ἐκεῖνον τὸν χρόνον, ἐν ᾧ μηδέπω τοῦ παιδίου τούτου γεγονότος μηδὲν ἔγκλημα πρὸς τὴν τύχην εἴχομεν, εἶτα τὸν νῦν καιρὸν τοῦτον ἐκείνῳ συνάπ‐ τειν, ὡς ὁμοίων πάλιν τῶν περὶ ἡμᾶς γεγονότων. ἐπεὶ τὴν γένεσιν, ὦ γύναι, τοῦ τέκνου δυσχεραίνειν δόξομεν
10ἀμεμπτότερα ποιοῦντες αὑτοῖς τὰ πρὶν ἐκείνην γενέσθαι

610

E

πράγματα. τὴν δ’ ἐν μέσῳ διετίαν ἐξαιρεῖν μὲν οὐ δεῖ τῆς
μνήμης, ὡς δὲ χάριν καὶ ἀπόλαυσιν παρασχοῦσαν ἐν ἡδονῇ τίθεσθαι καὶ μὴ τὸ μικρὸν ἀγαθὸν μέγα νομίζειν κακόν, μηδ’ ὅτι τὸ ἐλπιζόμενον οὐ προσέθηκεν ἡ τύχη,538
5καὶ περὶ τοῦ δοθέντος ἀχαριστεῖν. ἀεὶ μὲν γὰρ ἡ περὶ τὸ θεῖον εὐφημία καὶ τὸ πρὸς τὴν τύχην ἵλεων καὶ ἀμεμφὲς καλὸν καὶ ἡδὺν ἀποδίδωσι καρπόν, ἐν δὲ τοῖς τοιούτοις ὁ μάλιστα τῇ μνήμῃ τῶν ἀγαθῶν ἀπαρυτόμενος καὶ τοῦ βίου πρὸς τὰ φωτεινὰ καὶ λαμπρὰ μεταστρέφων καὶ μετα‐
10φέρων ἐκ τῶν σκοτεινῶν καὶ ταρακτικῶν τὴν διάνοιαν ἢ

610

F

παντάπασιν ἔσβεσε τὸ λυποῦν ἢ τῇ πρὸς τοὐναντίον μίξει μικρὸν καὶ ἀμαυρὸν ἐποίησεν. ὥσπερ γὰρ τὸ μύρον ἀεὶ μὲν εὐφραίνει τὴν ὄσφρησιν πρὸς δὲ τὰ δυσώδη φάρμακόν ἐστιν, οὕτως ἡ ἐπίνοια τῶν ἀγαθῶν ἐν τοῖς κακοῖς καὶ
5βοηθήματος ἀναγκαίου παρέχεται χρείαν τοῖς μὴ φεύ‐ γουσι τὸ μεμνῆσθαι τῶν χρηστῶν μηδὲ πάντα καὶ πάν‐ τως μεμφομένοις τὴν τύχην. ὅπερ ἡμῖν παθεῖν οὐ προσ‐

611

A

ήκει συκοφαντοῦσι τὸν ἑαυτῶν βίον, | εἰ μίαν ἔσχηκεν ὥσπερ βιβλίον ἀλοιφὴν ἐν πᾶσι καθαροῖς καὶ ἀκεραίοις τοῖς ἄλλοις. Ὅτι μὲν γὰρ ἐξ ὀρθῶν ἐπιλογισμῶν εἰς εὐσταθῆ
5διάθεσιν τελευτώντων ἤρτηται τὸ μακάριον, αἱ δ’ ἀπὸ τῆς τύχης τροπαὶ μεγάλας ἀποκλίσεις οὐ ποιοῦσιν οὐδ’ ἐπι‐ φέρουσι συγχυτικὰς ὀλισθήσεις τοῦ βίου, πολλάκις ἀκή‐ κοας. εἰ δὲ δεῖ καὶ ἡμᾶς καθάπερ οἱ πολλοὶ τοῖς ἔξωθεν κυβερνᾶσθαι πράγμασι καὶ τὰ παρὰ τῆς τύχης ἀπαριθμεῖν
10καὶ κριταῖς χρῆσθαι πρὸς εὐδαιμονίαν τοῖς ἐπιτυχοῦσιν ἀνθρώποις, μὴ σκόπει τὰ νῦν δάκρυα καὶ τὰς ἐπιθρηνήσεις

611

B

τῶν εἰσιόντων ἔθει τινὶ φαύλῳ περαινομένας πρὸς ἕκαστον, ἀλλ’ ἐννόει μᾶλλον ὡς ζηλουμένη διατελεῖς ὑπὸ τούτων
ἐπὶ τέκνοις καὶ οἴκῳ καὶ βίῳ. καὶ δεινόν ἐστιν ἑτέρους μὲν ἡδέως ἂν ἑλέσθαι τὴν σὴν τύχην καὶ τούτου προσόντος539
5ἐφ’ ᾧ νῦν ἀνιώμεθα, σὲ δ’ ἐγκαλεῖν καὶ δυσφορεῖν παρ‐ ούσῃ καὶ μηδ’ ἀπ’ αὐτοῦ τοῦ δάκνοντος αἰσθάνεσθαι πηλίκας ἔχει τὰ σῳζόμενα χάριτας ἡμῖν· ἀλλ’ ὥσπερ οἱ τοὺς ἀκεφάλους καὶ μειούρους Ὁμήρου στίχους ἐκλέγοντες τὰ δὲ πολλὰ καὶ μεγάλα τῶν πεποιημένων ὑπέρευ παρ‐
10ορῶντες, οὕτως ἐξακριβοῦν καὶ συκοφαντεῖν τοῦ βίου τὰ

611

C

φαῦλα, τοῖς δὲ χρηστοῖς ἀνάρθρως καὶ συγκεχυμένως ἐπιβάλλουσαν ὅμοιόν τι τοῖς ἀνελευθέροις καὶ φιλαρ‐ γύροις πάσχειν, οἳ πολλὰ συνάγοντες οὐ χρῶνται παροῦσιν ἀλλὰ θρηνοῦσι καὶ δυσφοροῦσιν ἀπολομένων. εἰ δ’ ἐκείνης
5ἔχεις οἶκτον ἀγάμου καὶ ἄπαιδος οἰχομένης, αὖθις ἔχεις ἐπ’ ἄλλοις ἡδίω σεαυτὴν ποιεῖν μηδενὸς τούτων ἀτελῆ μηδ’ ἄμοιρον γενομένην· οὐ γάρ ἐστι ταῦτα μεγάλα μὲν τοῖς στερομένοις ἀγαθὰ μικρὰ δὲ τοῖς ἔχουσιν. ἐκείνη δ’ εἰς τὸ ἄλυπον ἥκουσα λυπεῖν ἡμᾶς οὐ δεῖται· τί γὰρ ἡμῖν
10ἀπ’ ἐκείνης κακόν, εἰ μηδὲν ἐκείνῃ νῦν ἐστι λυπηρόν; καὶ

611

D

γὰρ αἱ τῶν μεγάλων στερήσεις ἀποβάλλουσι τὸ λυποῦν εἰς τὸ μὴ δεῖσθαι περιγενόμεναι. Τιμοξένα δ’ ἡ σὴ μικρῶν μὲν ἐστέρηται, μικρὰ γὰρ ἔγνω καὶ μικροῖς ἔχαιρεν· ὧν δ’ οὔτ’ αἴσθησιν ἔσχεν οὔτ’ εἰς ἐπίνοιαν ἦλθεν [οὔτ’ ἔλαβεν
5ἐπίνοιαν], πῶς ἂν στέρεσθαι λέγοιτο; Καὶ μὴν ἃ τῶν ἄλλων ἀκούεις, οἳ πείθουσι πολ‐ λοὺς λέγοντες ὡς οὐδὲν οὐδαμῇ τῷ διαλυθέντι κακὸν οὐδὲ λυπηρόν ἐστιν, οἶδ’ ὅτι κωλύει σε πιστεύειν ὁ πά‐ τριος λόγος καὶ τὰ μυστικὰ σύμβολα τῶν περὶ τὸν Διό‐
10νυσον ὀργιασμῶν, ἃ σύνισμεν ἀλλήλοις οἱ κοινωνοῦντες. ὡς οὖν ἄφθαρτον οὖσαν τὴν ψυχὴν διανοοῦ ταὐτὸ ταῖς

611

E

ἁλισκομέναις ὄρνισι πάσχειν· ἂν μὲν γὰρ πολὺν ἐντραφῇ τῷ σώματι χρόνον καὶ γένηται τῷ βίῳ τούτῳ τιθασὸς ὑπὸ πραγμάτων πολλῶν καὶ μακρᾶς συνηθείας, αὖθις καταί‐ ρουσα πάλιν ἐνδύεται καὶ οὐκ ἀνίησιν οὐδὲ λήγει τοῖς ἐν‐540
5ταῦθα συμπλεκομένη πάθεσι καὶ τύχαις διὰ τῶν γενέσεων. μὴ γὰρ οἴου λοιδορεῖσθαι καὶ κακῶς ἀκούειν τὸ γῆρας διὰ τὴν ῥυσότητα καὶ τὴν πολιὰν καὶ τὴν ἀσθένειαν τοῦ σώματος· ἀλλὰ τοῦτ’ αὐτοῦ τὸ χαλεπώτατόν ἐστιν, ὅτι τὴν ψυχὴν ἕωλόν τε ποιεῖ ταῖς μνήμαις τῶν ἐκεῖ καὶ

611

F

λιπαρῆ περὶ ταῦτα καὶ κάμπτει καὶ πιέζει, τὸν σχημα‐ τισμόν, ὃν ἔσχεν ὑπὸ τοῦ σώματος ἐν τῷ 〈προσ〉πεπον‐ θέναι, διαφυλάττουσαν. ἡ δὲ ληφθεῖσα μὲν .... ὑπὸ κρειττόνων ἔχεται, καθάπερ ἐκ καμπῆς ὑγρᾶς καὶ μαλ‐
5θακῆς ἀναχαιτίσασα πρὸς ὃ πέφυκεν. ὥσπερ γὰρ τὸ πῦρ, ἄν τις ἀποσβέσας εὐθὺς ἐξάπτῃ, πάλιν ἀναρριπίζεται καὶ ἀναλαμβάνει ταχέως ....
7 ‘ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι‘ (Theogn. 427),
8 πρὶν ἔρωτα πολὺν ἐγγενέσθαι τῶν αὐτόθι πραγμάτων καὶ
10μαλαχθῆναι πρὸς τὸ σῶμα καὶ συντακῆναι καθάπερ ὑπὸ φαρμάκων.

612

A

Τοῖς δὲ πατρίοις | καὶ παλαιοῖς ἔθεσι καὶ νόμοις ἐμφαίνεται μᾶλλον ἡ περὶ τούτων ἀλήθεια. τοῖς γὰρ αὑτῶν νηπίοις ἀποθανοῦσιν οὔτε χοὰς ἐπιφέρουσιν οὔτ’ ἄλλα δρῶσι περὶ αὐτὰ οἷ’ εἰκὸς ὑπὲρ θανόντων ποιεῖν [τοὺς
5ἄλλους]· οὐ γὰρ μέτεστι γῆς οὐδὲν οὐδὲ τῶν περὶ γῆν
αὐτοῖς· οὐδ’ αὐτοῦ περὶ ταφὰς καὶ μνήματα καὶ προθέ‐ σεις νεκρῶν φιλοχωροῦσι καὶ παρακάθηνται τοῖς σώ‐ μασιν· οὐ γὰρ ἐῶσιν οἱ νόμοι 〈περὶ〉 τοὺς τηλικούτους, ὡς οὐχ ὅσιον εἰς βελτίονα καὶ θειοτέραν μοῖραν ἅμα καὶ541
10χώραν μεθεστηκότας .... ἐπεὶ δὲ τὸ ἀπιστεῖν χαλε‐

612

B

πώτερόν ἐστιν αὐτοῖς ἢ τὸ πιστεύειν, τὰ μὲν ἐκτὸς οὕτως ὡς οἱ νόμοι προστάσσουσιν ἔχωμεν, τὰ δ’ ἐντὸς ἔτι μᾶλ‐
λον ἀμίαντα καὶ καθαρὰ καὶ σώφρονα.542