TLG 0007 110 :: PLUTARCHUS :: De exilio (599a–607f)

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

De exilio (599a–607f)

Source: Sieveking, W. (ed.), Plutarchi moralia, vol. 3. Leipzig: Teubner, 1929 (repr. 1972): 512–532.

Citation: Stephanus page — section — (line)

t

1

ΠΕΡΙ ΦΥΓΗΣ

599

A

Τῶν λόγων ἀρίστους καὶ βεβαιοτάτους ὥσπερ τῶν φίλων φασὶν εἶναι τοὺς ἐν ταῖς συμφοραῖς παρόντας ὠφε‐

599

B

λίμως καὶ βοηθοῦντας, ἐπεὶ πάρεισί γε πολλοὶ καὶ προσ‐ διαλέγονται τοῖς ἐπταικόσιν, ἀλλ’ ἀχρήστως μᾶλλον δὲ βλαβερῶς καθάπερ ἀκόλυμβοι πνιγομένοις ἐπιχειροῦντες βοηθεῖν περιπλεκόμενοι καὶ συγκαταδύνοντες· δεῖ δὲ τὸν
5παρὰ τῶν φίλων καὶ τῶν βοηθούντων λόγον παρηγορίαν εἶναι μὴ συνηγορίαν τοῦ λυποῦντος· οὐ γὰρ συνδακρυόν‐ των καὶ συνεπιθρηνούντων ὥσπερ χορῶν τραγικῶν ἐν τοῖς ἀβουλήτοις χρείαν ἔχομεν, ἀλλὰ παρρησιαζομένων καὶ διδασκόντων ὅτι τὸ λυπεῖσθαι καὶ τὸ ταπεινοῦν

599

C

ἑαυτὸν ἐπὶ παντὶ μὲν ἄχρηστόν ἐστι καὶ γιγνόμενον κενῶς καὶ ἀνοήτως, ὅπου δ’ αὐτὰ τὰ πράγματα δίδωσιν ὑπὸ τοῦ λόγου ψηλαφηθέντα καὶ ἀνακαλυφθέντα πρὸς ἑαυτὸν εἰ‐ πεῖν (Menand. Epitr. fr. 179)
4
5‘οὐδὲν πέπονθας δεινόν, ἂν μὴ προσποιῇ‘,
5 κομιδῇ γελοῖόν ἐστι μὴ τῆς σαρκὸς πυνθάνεσθαι τί πέ‐ πονθε μηδὲ τῆς ψυχῆς εἰ διὰ τὸ σύμπτωμα τοῦτο χείρων γέγονεν, ἀλλὰ τοῖς ἔξωθεν συναχθομένοις καὶ συναγα‐
νακτοῦσι διδασκάλοις χρῆσθαι τῆς λύπης.512
10 Ὅθεν αὐτοὶ καθ’ αὑτοὺς γινόμενοι τῶν συμπτω‐ μάτων ὥσπερ φορτίων ἑκάστου τὸν σταθμὸν ἐξετάζωμεν.

599

D

τὸ μὲν γὰρ σῶμα πιέζεται τῷ τοῦ βαρύνοντος ἄχθει, ἡ δὲ ψυχὴ τοῖς πράγμασι πολλάκις τὸ βάρος ἐξ αὑτῆς προστί‐ θησιν. ὁ λίθος φύσει σκληρός, ὁ κρύσταλλος φύσει ψυχρός ἐστιν, οὐκ ἔξωθεν εἰκῆ ταύτας τὰς ἀντιτυπίας ἐπιφέροντες
5καὶ τὰς πήξεις· φυγὰς δὲ καὶ ἀδοξίας καὶ τιμῶν ἀποβολάς, ὥσπερ αὖ τἀναντία, στεφάνους καὶ ἀρχὰς καὶ προεδρίας, οὐ τὴν αὑτῶν φύσιν ἀλλὰ τὴν ἡμετέραν κρίσιν μέτρον ἔχοντα τοῦ λυπεῖν καὶ εὐφραίνειν ἕκαστος ἑαυτῷ κοῦφα καὶ βαρέα καὶ ῥᾴδια φέρειν ποιεῖ καὶ τοὐναντίον. ἔξεστι δ’

599

E

ἀκούειν τοῦ μὲν Πολυνείκους ἀποκρινομένου πρὸς τὸ ἐρώ‐ τημα τοῦτο (Eur. Phoen. 388)
2
‘τί τὸ στέρεσθαι πατρίδος; ἦ κακὸν μέγα;‘
‘μέγιστον· ἔργῳ δ’ ἐστὶ μεῖζον ἢ λόγῳ·‘
4
5τοῦ δ’ Ἀλκμᾶνος, ὡς ὁ γράψας τὸ ἐπιγραμμάτιον πεποίηκε (Anth. Pal. VII 709),
6 ‘Σάρδιες, ἀρχαῖος πατέρων νομός, εἰ μὲν ἐν ὑμῖν
ἐτρεφόμην, κερνᾶς ἦ τις ἂν ἢ βακέλας χρυσοφόρος, ῥήσσων καλὰ τύμπανα· νῦν δέ μοι Ἀλκμὰν
10 οὔνομα, καὶ Σπάρτας εἰμὶ πολυτρίποδος, καὶ Μούσας ἐδάην Ἑλληνίδας, αἵ με τυράννων θῆκαν Δασκύλεω κρείσσονα καὶ Γύγεω.‘
12

599

F

τὸ γὰρ αὐτὸ πρᾶγμα τῷ μὲν εὔχρηστον ἡ δόξα καθάπερ
νόμισμα δόκιμον, τῷ δὲ δύσχρηστον καὶ βλαβερὸν ἐποίησεν. Ἔστω δὲ δεινόν, ὥσπερ οἱ πολλοὶ λέγουσι καὶ ᾄδουσιν, ἡ φυγή. καὶ γὰρ τῶν βρωμάτων πικρὰ πολλὰ513
5καὶ δριμέα καὶ δάκνοντα τὴν αἴσθησίν ἐστιν, ἀλλὰ μι‐ γνύντες αὐτοῖς ἔνια τῶν γλυκέων καὶ προσηνῶν τὴν ἀηδίαν ἀφαιροῦμεν. ἔστι δὲ καὶ χρώματα λυπηρὰ τῇ ὄψει, πρὸς ἃ γίνεται τὸ συγχεῖσθαι καὶ μαραυγεῖν διὰ σκληρότητα

600

A

καὶ βίαν ἄκρατον. | εἰ τοίνυν ἴαμα τῆς δυσχρηστίας ἐκείνης ἐμίξαμεν τὴν σκιὰν αὐτοῖς ἢ τὴν ὄψιν ἀπεστρέψαμεν ἐπί τι τῶν χλοερῶν καὶ προσηνῶν, τοῦτ’ ἔξεστι ποιεῖν καὶ πρὸς τὰ συμπτώματα, κεραννύντας αὐτοῖς τὰ χρήσιμα καὶ
5φιλάνθρωπα τῶν νυνί σοι παρόντων, εὐπορίαν φίλους ἀπραγμοσύνην τὸ μηδὲν ἐνδεῖν τῶν ἀναγκαίων πρὸς τὸν βίον. οὐ γὰρ οἶμαι πολλοὺς εἶναι Σαρδιανῶν, οἳ μὴ τὰ σὰ πράγματα καὶ μετὰ φυγῆς μᾶλλον ἐθελήσουσιν αὑ‐ τοῖς ὑπάρχειν καὶ ἀγαπήσουσιν ἐπὶ ξένης οὕτω διάγοντες

600

B

ἢ καθάπερ οἱ κοχλίαι τοῖς ὀστράκοις συμφυεῖς ὄντες ἄλλο δὲ μηδὲν ἀγαθὸν ἔχοντες τῶν οἴκοι μετέχειν ἀλύπως. ὥσπερ οὖν ἐν κωμῳδίᾳ τις ἠτυχηκότα φίλον θαρ‐ ρεῖν καὶ τὴν τύχην ἀμύνεσθαι παρακαλῶν ἐρομένου ‘τίνα
5τρόπον;‘ ἀποκρίνεται ‘φιλοσόφως,‘ οὕτω καὶ ἡμεῖς αὐτὴν ἀμυνώμεθα φιλοσοφοῦντες ἀξίως· (Com. adesp. 118)
6
‘τὸν Δία δὲ πῶς ὕοντα; τὸν βορέαν δὲ πῶς;‘
7 πῦρ ζητοῦμεν βαλανεῖον ἱμάτιον στέγην· καὶ γὰρ οὐχ ὑόμενοι καθήμεθ’ οὐδὲ κλαίομεν. καὶ σοὶ τοίνυν παρ’
10ὁντιναοῦν ἔστι τὸ κατεψυγμένον τοῦτο τοῦ βίου μέρος ἀναζωπυρεῖν καὶ ἀναθάλπειν ἑτέρων βοηθημάτων μὴ δεό‐ μενον ἀλλὰ χρώμενον εὐλογίστως τοῖς παροῦσιν. αἱ μὲν

600

C

γὰρ ἰατρικαὶ σικύαι τὸ φαυλότατον ἐκ τοῦ σώματος ἀνα‐
λαμβάνουσαι κουφίζουσι καὶ σῴζουσι τὸ λοιπόν, οἱ δὲ φιλόλυποι καὶ φιλαίτιοι τῷ τὰ χείριστα τῶν ἰδίων συνάγειν ἀεὶ καὶ διαλογίζεσθαι καὶ προστετηκέναι τοῖς ἀνιαροῖς514
5ἄχρηστα καὶ τὰ χρήσιμα ποιοῦσιν ἑαυτοῖς, ἐν ᾧ μάλιστα καιρῷ βοηθεῖν πέφυκε. τοὺς γὰρ δοιοὺς πίθους, ὦ φίλε, οὓς Ὅμηρος (Ω 527 sqq.) ἔφη κηρῶν ἐμπλείους ἐν οὐ‐ ρανῷ κεῖσθαι τὸν μὲν ἀγαθῶν τὸν δὲ φαύλων, οὐχ ὁ Ζεὺς ταμιεύων κάθηται καὶ μεθιεὶς τοῖς μὲν ἤπια καὶ μεμιγ‐

600

D

μένα τοῖς δ’ ἄκρατα ῥεύματα τῶν κακῶν, ἀλλ’ ἡμῶν αὐ‐ τῶν οἱ μὲν νοῦν ἔχοντες ἐκ τῶν ἀγαθῶν τοῖς κακοῖς ἐπ‐ αρυτόμενοι τὸν βίον ποιοῦσιν ἡδίω καὶ ποτιμώτερον, τοῖς δὲ πολλοῖς ὥσπερ ἠθμοῖς ἐμμένει καὶ προσίσχεται τὰ
5φαυλότατα τῶν βελτιόνων ὑπεκρεόντων. διὸ κἂν ἀληθῶς κακῷ τινι καὶ λυπηρῷ περιπέσωμεν, ἐπάγεσθαι δεῖ τὸ ἱλαρὸν καὶ τὸ εὔθυμον ἐκ τῶν ὑπαρχόντων καὶ ὑπο‐ λειπομένων ἀγαθῶν τῷ οἰκείῳ τὸ ἀλλότριον ἐκλεαίνοντας· ὧν δ’ ἡ φύσις οὐδὲν ἔχει κακὸν ἀλλ’ ὅλον καὶ πᾶν τὸ λυ‐

600

E

ποῦν ἐκ κενῆς δόξης ἀναπέπλασται, ταῦτα δεῖ, καθάπερ τοῖς δεδοικόσι τὰ προσωπεῖα παιδίοις ἐγγὺς καὶ ὑπὸ χεῖρα ποιοῦντες καὶ ἀναστρέφοντες ἐθίζομεν καταφρο‐ νεῖν, οὕτως ἐγγὺς ἁπτομένους καὶ συνερείδοντας τῷ λο‐
5γισμῷ τὸ σαθρὸν καὶ τὸ κενὸν καὶ τετραγῳδημένον ἀπο‐ καλύπτειν. Οἷόν ἐστιν ἡ νῦν σοι παροῦσα μετάστασις ἐκ τῆς νομι‐ ζομένης πατρίδος. φύσει γὰρ οὐκ ἔστι πατρίς, ὥσπερ οὐδ’ οἶκος οὐδ’ ἀγρὸς οὐδὲ χαλκεῖον, ὡς Ἀρίστων (St. V.
10Fr. I 371) ἔλεγεν, οὐδ’ ἰατρεῖον· ἀλλὰ γίνεται μᾶλλον δ’ ὀνομάζεται καὶ καλεῖται τούτων ἕκαστον ἀεὶ πρὸς τὸν

600

F

οἰκοῦντα καὶ χρώμενον. ὁ γὰρ ἄνθρωπος, ᾗ φησιν ὁ
Πλάτων (Tim. 90a), ‘φυτὸν οὐκ ἔγγειον‘ οὐδ’ ἀκίνητον ‘ἀλλ’ οὐράνιόν‘ ἐστιν, ὥσπερ ἐκ ῥίζης τὸ σῶμα τῆς κε‐ φαλῆς ὀρθὸν ἱστάσης πρὸς τὸν οὐρανὸν ἀνεστραμμένον.515
5ὅθεν εὖ μὲν ὁ Ἡρακλῆς εἶπεν (Trag. adesp. 392)
5
‘Ἀργεῖος ἢ Θηβαῖος· οὐ γὰρ εὔχομαι
μιᾶς· ἅπας μοι πύργος Ἑλλήνων πατρίς.‘
7 ὁ δὲ Σωκράτης βέλτιον, οὐκ Ἀθηναῖος οὐδ’ Ἕλλην ἀλλὰ κόσμιος εἶναι φήσας, ὡς ἄν τις Ῥόδιος εἶπεν ἢ Κορίν‐

601

A

θιος, | ὅτι μηδὲ Σουνίῳ μηδὲ Ταινάρῳ μηδὲ τοῖς Κεραυ‐ νίοις ἐνέκλεισεν ἑαυτόν.
2 ‘ὁρᾷς τὸν ὑψοῦ τόνδ’ ἄπειρον αἰθέρα, καὶ γῆν πέριξ ἔχονθ’ ὑγραῖς 〈ἐν〉 ἀγκάλαις;‘
5(Eur. fr. 941, 1. 2)
5 οὗτοι τῆς πατρίδος ἡμῶν ὅροι [εἰσί], καὶ οὐδεὶς οὔτε φυγὰς ἐν τούτοις οὔτε ξένος οὔτ’ ἀλλοδαπός, ὅπου τὸ αὐτὸ πῦρ ὕδωρ ἀήρ, ἄρχοντες οἱ αὐτοὶ καὶ διοικηταὶ καὶ πρυτάνεις ἥλιος σελήνη φωσφόρος· οἱ αὐτοὶ νόμοι πᾶσι,
10ὑφ’ ἑνὸς προστάγματος καὶ μιᾶς ἡγεμονίας τροπαὶ βόρειοι τροπαὶ νότιοι ἰσημερίαι Πλειὰς Ἀρκτοῦρος ὧραι σπόρων

601

B

ὧραι φυτειῶν· εἷς δὲ βασιλεὺς καὶ ἄρχων· ‘θεὸς ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν ἔχων τοῦ παντὸς εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος· τῷ δ’ ἕπεται Δίκη τῶν ἀπο‐ λειπομένων τοῦ θείου νόμου τιμωρόσ‘ (Plat. Legg. 716a),
5ᾗ χρώμεθα πάντες ἄνθρωποι φύσει πρὸς πάντας ἀνθρώ‐
πους ὥσπερ πολίτας. τὸ δέ σε μὴ κατοικεῖν Σάρδεις οὐδέν ἐστιν· οὐδὲ γὰρ Ἀθηναῖοι πάντες κατοικοῦσι Κολ‐ λυτὸν οὐδὲ Κορίνθιοι Κράνειον οὐδὲ Πιτάνην Λάκωνες. ἆρ’ οὖν ξένοι καὶ ἀπόλιδές εἰσιν Ἀθηναίων οἱ μεταστάντες516
10ἐκ Μελίτης εἰς Διωμίδα, ὅπου καὶ μῆνα Μεταγειτνιῶνα καὶ θυσίαν ἐπώνυμον ἄγουσι τοῦ μετοικισμοῦ τὰ Μετα‐ γείτνια, τὴν πρὸς ἑτέρους γειτνίασιν εὐκόλως καὶ ἱλαρῶς

601

C

ἐκδεχόμενοι καὶ στέργοντες; οὐκ ἂν εἴποις. τί οὖν τῆς οἰκου‐ μένης μέρος ἢ τῆς γῆς ἁπάσης ἕτερον ἑτέρου μακράν ἐστιν, ἣν ἀποδεικνύουσιν οἱ μαθηματικοὶ σημείου λόγον ἔχου‐ σαν ἀδιαστάτου πρὸς τὸν οὐρανόν; ἀλλ’ ἡμεῖς ὥσπερ μύρ‐
5μηκες ἢ μέλιτται μυρμηκιᾶς μιᾶς ἢ κυψέλης ἐκπεσόντες ἀδημονοῦμεν καὶ ξενοπαθοῦμεν, οὐκ εἰδότες οὐδὲ μεμα‐ θηκότες οἰκεῖα τὰ πάντα ποιεῖσθαι καὶ νομίζειν ὥσπερ ἐστί. καίτοι γελῶμεν τὴν ἀβελτερίαν τοῦ φάσκοντος 〈τὴν〉 ἐν Ἀθήναις βελτίονα σελήνην εἶναι τῆς ἐν Κορίνθῳ τρό‐
10πον τινὰ τὸ αὐτὸ πάσχοντες, ὅταν ἀμφιγνοῶμεν ἐπὶ ξένης γενόμενοι τὴν γῆν τὴν θάλατταν τὸν ἀέρα τὸν οὐρανὸν

601

D

ὡς ἕτερα καὶ διαφέροντα τῶν συνήθων. ἡ μὲν γὰρ φύσις ἐλευθέρους ἡμᾶς καὶ λελυμένους ἀφίησιν, ἡμεῖς δ’ αὐτοὶ συνδέομεν ἑαυτοὺς συστενοχωροῦμεν ἐγκατοικοδομοῦμεν εἰς μικρὰ καὶ γλίσχρα συνελαύνομεν. εἶτα τῶν μὲν Περ‐
5σῶν βασιλέων καταγελῶμεν, εἴ γε δὴ ἀληθῶς τὸ τοῦ Χοάσπου μόνον ὕδωρ πίνοντες ἄνυδρον αὑτοῖς τὴν ἄλλην ποιοῦσιν οἰκουμένην· ὅταν δὲ μεταστῶμεν εἰς ἕτερα χωρία, τοῦ Κηφισοῦ γλιχόμενοι καὶ τὸν Εὐρώταν ἢ τὸν Ταΰγετον ἢ τὸν Παρνασὸν ἐπιποθοῦντες ἄπολιν καὶ
10ἀοίκητον αὑτοῖς τὴν οἰκουμένην ποιοῦμεν. Αἰγυπτίων μὲν οὖν οἱ δι’ ὀργήν τινα καὶ χαλεπότητα517

601

E

τοῦ βασιλέως εἰς Αἰθιοπίαν μετοικιζόμενοι πρὸς τοὺς δεομένους ἐπανελθεῖν ἐπὶ τέκνα καὶ γυναῖκας ἐπιδεικ‐ νύντες τὰ αἰδοῖα κυνικώτερον οὔτε γάμων ἔφασαν οὔτε παίδων ἀπορήσειν, ἄχρι οὗ ταῦτα μεθ’ ἑαυτῶν ἔχωσιν·
5εὐπρεπέστερον δ’ ἐστὶ καὶ σεμνότερον εἰπεῖν ὡς, ὅπου καὶ ὅτῳ μετρίων πρὸς τὸν βίον εὐπορεῖν συμβέβηκεν, ἐνταῦθ’ οὗτος οὔτ’ ἄπολις οὔτ’ ἀνέστιος οὔτε ξένος ἐστί. μόνον

601

F

ἔχειν δεῖ πρὸς τούτοις νοῦν καὶ λογισμὸν ὥσπερ ἄγκυραν κυβερνήτην, ἵνα παντὶ χρῆσθαι λιμένι προσορμισθεὶς δύνηται. πλοῦτον μὲν γὰρ ἀποβαλόντα ῥᾳδίως οὐκ ἔστι καὶ ταχέως ἄλλον συναγαγεῖν, πατρὶς δὲ γίνεται πᾶσα πόλις
5εὐθὺς ἀνθρώπῳ χρῆσθαι μεμαθηκότι καὶ ῥίζας ἔχοντι πανταχοῦ ζῆν τε καὶ τρέφεσθαι καὶ παντὶ τόπῳ προσ‐ φύεσθαι δυναμένας, οἵας εἶχε Θεμιστοκλῆς οἵας Δημή‐ τριος ὁ Φαληρεύς. οὗτος μὲν γὰρ ἐν Ἀλεξανδρείᾳ μετὰ τὴν φυγὴν πρῶτος ὢν τῶν Πτολεμαίου φίλων οὐ μόνον
10αὐτὸς ἐν ἀφθόνοις διῆγεν ἀλλὰ καὶ τοῖς Ἀθηναίοις δω‐

602

A

ρεὰς ἔπεμπε, | Θεμιστοκλῆς δὲ χορηγίᾳ βασιλικῇ πρυτα‐ νευόμενος εἰπεῖν λέγεται πρὸς τὴν γυναῖκα καὶ τοὺς παῖ‐ δας ‘ἀπωλόμεθ’ ἄν, εἰ μὴ ἀπωλόμεθα.‘ διὸ καὶ Διογένης ὁ κύων πρὸς τὸν εἰπόντα ‘Σινωπεῖς σου φυγὴν ἐκ Πόντου
5κατέγνωσαν‘ ‘ἐγὼ δ’‘ εἶπεν ‘ἐκείνων ἐν Πόντῳ μονήν‘
5 ‘ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου (Eur. I. T. 253).‘
6 Στρατόνικος δὲ τὸν ἐν Σερίφῳ ξένον ἠρώτησεν, ἐφ’ ὅτῳ
τῶν ἀδικημάτων φυγὴ τέτακται παρ’ αὐτοῖς ἐπιτίμιον· ἀκούσας δ’ ὅτι τοὺς ῥᾳδιουργοὺς φυγαδεύουσι, ‘τί οὖν‘518
10εἶπεν ‘οὐκ ἐρρᾳδιούργησας, ὅπως ἐκ τῆς στενοχωρίας

602

B

ταύτης μεταστῇς;‘ ὅπου φησὶν ὁ κωμικὸς (Cratinus fr. 217 Com. adesp. 812) τὰ σῦκα ταῖς σφενδόναις τρυ‐ γᾶσθαι καὶ πάντ’ ἔχειν ὅσων δεῖ τὴν νῆσον. Ἂν γὰρ σκοπῇς ἄνευ κενῆς δόξης τὴν ἀλήθειαν, ὁ
5μίαν πόλιν ἔχων ξένος ἐστὶ τῶν ἄλλων ἁπασῶν καὶ ἀλ‐ λότριος. οὐ γὰρ δοκεῖ καλὸν οὐδὲ δίκαιον εἶναι καταλι‐ πόντα τὴν ἑαυτοῦ νέμειν ἑτέραν.
7 ‘Σπάρταν ἔλαχες, ταύτην κόσμει (Eur. fr. 723, 1),‘
8 κἂν ἄδοξος ᾖ κἂν νοσώδης κἂν ταράττηται στάσεσιν ὑφ’
10ἑαυτῆς καὶ πράγμασι μὴ ὑγιαίνουσιν. οὗ δ’ ἡ τύχη τὴν ἰδίαν ἀφῄρηται, τούτῳ δίδωσιν ἔχειν τὴν ἀρέσασαν. τὸ γὰρ καλὸν ἐκεῖνο παράγγελμα τῶν Πυθαγορείων ‘ἑλοῦ

602

C

βίον τὸν ἄριστον, ἡδὺν δ’ αὐτὸν ἡ συνήθεια ποιήσει,‘ κἀνταῦθα σοφόν ἐστι καὶ χρήσιμον· ‘ἑλοῦ πόλιν τὴν ἀρί‐ στην καὶ ἡδίστην, πατρίδα δ’ αὐτὴν ὁ χρόνος ποιήσει‘, καὶ πατρίδα μὴ περισπῶσαν μὴ ἐνοχλοῦσαν μὴ προστάτ‐
5τουσαν ‘εἰσένεγκε, πρέσβευσον εἰς Ῥώμην, ὑπόδεξαι τὸν ἡγεμόνα, λειτούργησον.‘ ἂν γὰρ τούτων τις μνημονεύῃ φρένας ἔχων καὶ μὴ παντάπασι τετυφωμένος, αἱρήσεται καὶ νῆσον οἰκεῖν φυγὰς γενόμενος Γύαρον ἢ Κίναρον (Trag. adesp. 393, Com. adesp. 1238)
9
10‘σκληρὰν ἄκαρπον καὶ φυτεύεσθαι κακήν‘
10 οὐκ ἀθυμῶν οὐδ’ ὀδυρόμενος οὐδὲ λέγων ἐκεῖνα τὰ τῶν

602

D

παρὰ Σιμωνίδῃ (fr. 51) γυναικῶν,
1 ‘ἴσχει δέ με πορφυρέας ἁλὸς ἀμφιταρασσομένας ὀρυ‐
[μαγδόσ‘, ἀλλὰ μᾶλλον τὸ τοῦ Φιλίππου λογιζόμενος· πεσὼν γὰρ
519
5ἐν παλαίστρᾳ καὶ μεταστραφείς, ὡς εἶδε τοῦ σώματος τὸν τύπον, ‘ὦ Ἡράκλεις,‘ εἶπεν ‘ὡς μικροῦ μέρους τῆς γῆς φύσει μετέχοντες ὅλης ἐφιέμεθα τῆς οἰκουμένης.‘ Οἶμαί σε τῆς Νάξου γεγονέναι θεατήν, εἰ δὲ μή, τῆς γ’ Οὐρίας ἐνταῦθα πλησίον οὔσης· ἀλλ’ ἐκείνη μὲν ἐχώρει
10τὸν Ἐφιάλτην καὶ τὸν Ὦτον, αὕτη δὲ τοῦ Ὠρίωνος ἦν οἰκητήριον. ὁ δ’ Ἀλκμαίων ἰλὺν νεοπαγῆ τοῦ Ἀχελῴου προσχωννύντος ἐπῴκησεν ὑποφεύγων τὰς Εὐμενίδας, ὡς

602

E

οἱ ποιηταὶ λέγουσιν, ἐγὼ δὲ κἀκεῖνον εἰκάζω φεύγοντα πολιτικὰς ταραχὰς καὶ στάσεις καὶ συκοφαντίας ἐρινυώδεις ἑλέσθαι βραχὺ χωρίον ἀπραγμόνως ἐν ἡσυχίᾳ κατοικεῖν. Τιβέριος δὲ Καῖσαρ ἐν Καπρέαις ἑπτὰ ἔτη διῃτήθη μέχρι
5τῆς τελευτῆς, καὶ τὸ τῆς οἰκουμένης ἡγεμονικὸν [ἱερὸν] ὥσπερ εἰς καρδίαν συνηγμένον οὐδαμοῦ μετέστη τοσοῦτον χρόνον. ἀλλ’ ἐκείνῳ μὲν αἱ τῆς ἡγεμονίας φροντίδες ἐπιχεό‐ μεναι καὶ προσφερόμεναι πανταχόθεν οὐ καθαρὰν παρ‐ εῖχον οὐδ’ ἀκύμονα τὴν νησιῶτιν ἡσυχίαν· ᾧ δ’ ἔξεστιν

602

F

εἰς μικρὰν ἀποβάντι νῆσον οὐ μικρῶν ἀπηλλάχθαι κακῶν, οὗτος ἄθλιός ἐστι μὴ προσλαλῶν ἑαυτῷ τὰ Πινδαρικὰ μηδ’ ἐπᾴδων πολλάκις (fr. 154 = Paean IV 50 sqq.)
3 ‘ἔα, φρήν, κυπάρισσον [φιλέειν], ἔα δὲ νομὸν [Κρήτας]
5
περιδάιον. ἐμοὶ δ’ ὀλίγον μὲν γᾶς δέδοται, † ὅθεν ἄδρυς, πενθέων
δ’ οὐκ ἔλαχον 〈οὐδὲ〉 στασίων‘
7 οὐδὲ προσταγμάτων ἡγεμονικῶν οὐδ’ ὑπουργιῶν ἐν πολιτι‐ καῖς χρείαις καὶ λειτουργιῶν δυσπαραιτήτων. ὅπου
10γὰρ οὐ φαύλως δοκεῖ λέγειν ὁ Καλλίμαχος (fr. 481 = Pap.
Ox. XVII 2079, 18) τό ‘μὴ σχοίνῳ Περσίδι τὴν σοφίην,‘ ἦπου τὴν εὐδαιμονίαν σχοίνοις καὶ παρασάγγαις μετροῦν‐520

603

A

τες, | ἐὰν νῆσον οἰκῶμεν διακοσίων σταδίων ἀλλὰ μὴ τεσ‐ σάρων ἡμερῶν ὥσπερ ἡ Σικελία περίπλουν ἔχουσαν, ὀδυ‐ νᾶν ἑαυτοὺς καὶ θρηνεῖν ὀφείλομεν ὡς κακοδαιμονοῦντες; τί γὰρ ἡ πλατεῖα χώρα πρὸς τὸν ἄλυπον βίον; οὐκ ἀκούεις
5τοῦ Ταντάλου λέγοντος ἐν τῇ τραγῳδίᾳ (Aeschyl. fr. 158, 1)
5 ‘σπείρω δ’ ἄρουραν δώδεχ’ ἡμερῶν ὁδόν, Βερέκυντα χῶρον,‘
7 εἶτα μετ’ ὀλίγον λέγοντος (Aeschyl. fr. 159)
8 ‘οὑμὸς δὲ πότμος οὐρανῷ κυρῶν ἄνω
10ἔραζε πίπτει καί με προσφωνεῖ τάδε· γίνωσκε τἀνθρώπεια μὴ σέβειν ἄγαν‘;
11 ὁ δὲ Ναυσίθοος τὴν εὐρύχωρον Ὑπέρειαν καταλιπὼν διὰ

603

B

τὸ γειτνιᾶν τοὺς Κύκλωπας αὐτῇ καὶ μεταστὰς εἰς νῆσον ‘ἑκὰς ἀνδρῶν ἀλφηστάων‘ (ζ 8) καὶ κατοικῶν ἀνεπίμικτος ἀνθρώπων ‘ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ‘ (ζ 204) τὸν ἥδιστον παρεσκεύασε βίον τοῖς ἑαυτοῦ πολίταις. τὰς δὲ
5Κυκλάδας πρότερον μὲν οἱ Μίνω παῖδες, ὕστερον δ’ οἱ Κόδρου καὶ Νείλεω κατῴκησαν, ἐν αἷς τὰ νῦν οἱ ἀνόητοι φυγάδες οἴονται κολάζεσθαι. καίτοι ποία φυγαδικὴ νῆσος οὐκ ἔστι πλατυτέρα τῆς Σκιλλουντίας χώρας, ἐν ᾗ Ξενοφῶν μετὰ τὴν στρατείαν τὸ λιπαρὸν εἶδε γῆρας;
10ἡ δ’ Ἀκαδήμεια, τρισχιλίων δραχμῶν χωρίδιον ἐωνη‐

603

C

μένον, οἰκητήριον ἦν Πλάτωνος καὶ Ξενοκράτους καὶ Πολέμωνος αὐτόθι σχολαζόντων καὶ καταβιούντων τὸν ἅπαντα χρόνον πλὴν μίαν ἡμέραν, ἐν ᾗ Ξενοκράτης καθ’ ἕκαστον ἔτος εἰς ἄστυ κατῄει Διονυσίων καινοῖς τραγῳ‐
5δοῖς ἐπικοσμῶν, ὡς ἔφασαν, τὴν ἑορτήν. Ἀριστοτέλην δὲ καὶ λελοιδόρηκε Θεόκριτος ὁ Χῖος (FHG. II p. 86), ὅτι τὴν παρὰ Φιλίππῳ καὶ Ἀλεξάνδρῳ δίαιταν ἀγαπήσας521
7
‘εἵλετο ναίειν
ἀντ’ Ἀκαδημείας Βορβόρου ἐν προχοαῖς.‘
9
10ἔστι γὰρ ποταμὸς περὶ Πέλλην, ὃν Μακεδόνες Βόρβορον καλοῦσι. τὰς δὲ νήσους ὥσπερ ἐπίτηδες ὑμνῶν καὶ συν‐ ιστὰς ἡμῖν ὁ ποιητής (Ξ 230)
12 ‘Λῆμνον δ’ εἰσαφίκανε, πόλιν θείοιο Θόαντος·‘
13 καί (Ω 544)
14

603

D

‘ὅσσον Λέσβος ἄνω, Μάκαρος ἕδος, ἐντὸς ἐέργει·‘
1 καί (Ι 668)
2 ‘Σκῦρον ἑλὼν αἰπεῖαν, Ἐνυῆος πτολίεθρον·‘
3 καί (Β 625)
4
5‘οἳ δ’ ἐκ Δουλιχίοιο Ἐχινάων θ’ ἱεράων νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα·‘
6 καὶ τῶν ἐπιφανῶν ἀνδρῶν νῆσον οἰκεῖν φησι τὸν θεοφι‐ λέστατον Αἴολον, τὸν σοφώτατον Ὀδυσσέα, τὸν ἀνδρειό‐ τατον Αἴαντα, τὸν φιλοξενώτατον Ἀλκίνουν.
10 Ὁ μὲν οὖν Ζήνων πυθόμενος ἣν ἔτι λοιπὴν εἶχε ναῦν μετὰ τῶν φορτίων καταπεπομένην ὑπὸ τῆς θα‐ λάσσης ‘εὖγ’,‘ εἶπεν ‘ὦ τύχη, ποιεῖς, εἰς τρίβωνα καὶ βίον

603

E

φιλόσοφον συνελαύνους’ ἡμᾶς·‘ ἀνὴρ δὲ μὴ τετυφωμένος παντάπασι μηδ’ ὀχλομανῶν οὐκ ἂν οἶμαι μέμψαιτο τὴν τύχην συνελαυνόμενος εἰς νῆσον, ἀλλ’ ἐπαινέσειεν ὅτι τὸν πολὺν ἄλυν καὶ ῥέμβον ἑαυτοῦ καὶ πλάνας ἐν ἀποδημίαις
5καὶ κινδύνους ἐν θαλάσσῃ καὶ θορύβους ἐν ἀγορᾷ περι‐ ελοῦσα μόνιμον καὶ σχολαῖον καὶ ἀπερίσπαστον καὶ ἴδιον βίον ὡς ἀληθῶς δίδωσι, κέντρῳ καὶ διαστήματι περι‐ γράψασα τὴν τῶν ἀναγκαίων χρείαν. ποία γὰρ νῆσος οἰκίαν οὐκ ἔχει περίπατον λουτρὸν ἰχθῦς λαγωοὺς ἄγρᾳ522
10καὶ παιδιᾷ χρῆσθαι βουλομένοις; τὸ 〈δὲ〉 μέγιστον,

603

F

ἡσυχίας, ἧς διψῶσιν ἕτεροι, σοὶ πολλάκις τυχεῖν ἔνεστιν. ἀλλὰ πεττεύοντας καὶ ἀποκρυπτομένους οἴκοι συκοφάν‐ ται καὶ πολυπράγμονες ἐξιχνεύοντες καὶ διώκοντες ἐκ τῶν προαστίων καὶ τῶν κήπων εἰς ἀγορὰν καὶ εἰς αὐλὴν
5βίᾳ κατάγουσιν, εἰς δὲ νῆσον οὐκ ἐνοχλῶν τις οὐκ αἰτῶν οὐ δανειζόμενος οὐκ ἐγγυήσασθαι παρακαλῶν οὐ συν‐

604

A

αρχαιρεσιάσαι, | δι’ εὔνοιαν δὲ καὶ πόθον οἱ βέλτιστοι τῶν ἀναγκαίων καὶ οἰκείων πλέουσιν, ὁ δ’ ἄλλος βίος ἄσυλος καὶ ἱερὸς ἀνεῖται τῷ βουλομένῳ καὶ μεμαθηκότι σχολάζειν. ὁ δὲ τοὺς περιτρέχοντας ἔξω καὶ τοῦ βίου τὸ
5πλεῖστον ἐν πανδοκείοις καὶ πορθμείοις ἀναλίσκοντας εὐ‐ δαιμονίζων ὅμοιός ἐστι τῷ τοὺς πλάνητας οἰομένῳ τῶν ἀπλανῶν ἀστέρων πράττειν ἄμεινον. καίτοι τῶν πλανή‐ των ἕκαστος ἐν μιᾷ σφαίρᾳ καθάπερ ἐν νήσῳ περιπολῶν διαφυλάττει τὴν τάξιν· ‘ἥλιος γὰρ οὐχ ὑπερβήσεται μέ‐
10τρα‘ φησὶν ὁ Ἡράκλειτος (fr. 94)· ‘εἰ δὲ μή, Ἐρινύες

604

B

μιν Δίκης ἐπίκουροι ἐξευρήσουσιν.‘ Ἀλλὰ ταῦτα μέν, ὦ φίλε, καὶ τὰ τοιαῦτα πρὸς ἐκείνους λέγωμεν κἀκείνοις ἐπᾴδωμεν, οἷς εἰς νῆσον ἀπῳκισμένοις ἀνεπίμικτα ποιεῖ τὰ ἄλλα (Φ 59)
4
5‘πόντος ἁλὸς 〈πολιῆσ〉, ὃ πολεῖς ἀέκοντας ἐρύκει·‘
5 σοὶ δ’ οὐχ ἑνὸς δεδομένου μόνον, ἀλλ’ ἀπειρημένου τόπου, πασῶν ἐστιν ἐξουσία πόλεων ἡ μιᾶς κώλυσις. ἀλλὰ μὴν
τῷ ‘οὐκ ἄρχομεν οὐδὲ βουλεύομεν οὐδ’ ἀγωνοθετοῦμεν‘ ἀντίθες τό ‘οὐ στασιάζομεν οὐδ’ ἀναλίσκομεν οὐδὲ προσ‐523
10ηρτήμεθα θύραις ἡγεμόνος· οὐδὲν νῦν μέλει, ὅστις ὁ κεκληρωμένος τὴν ἐπαρχίαν ἐστίν, εἰ ἀκράχολος εἰ

604

C

ἐπαχθής.‘ ἀλλ’ [ὡς] ἡμεῖς, καθάπερ Ἀρχίλοχος τῆς Θάσου τὰ καρποφόρα καὶ οἰνόπεδα παρορῶν διὰ τὸ τραχὺ καὶ ἀνώμαλον διέβαλε τὴν νῆσον εἰπών (fr. 21, 1. 2)
3
‘ἥδε δ’ ὥστ’ ὄνου ῥάχις
5ἕστηκεν ὕλης ἀγρίας ἐπιστεφής,‘
5 οὕτω τῆς φυγῆς πρὸς ἓν μέρος τὸ ἄδοξον ἐντεινόμενοι παρορῶμεν τὴν ἀπραγμοσύνην καὶ τὴν σχολὴν καὶ τὴν ἐλευθερίαν. καίτοι τούς γε Περσῶν βασιλέας ἐμακάριζον ἐν Βαβυλῶνι τὸν χειμῶνα διάγοντας, ἐν δὲ Μηδίᾳ τὸ
10θέρος, ἐν δὲ Σούσοις τὸ ἥδιστον τοῦ ἔαρος. ἔξεστι δήπου καὶ τῷ μεθεστῶτι μυστηρίοις ἐν Ἐλευσῖνι διατρίβειν, Διονυσίοις ἐν ἄστει πανηγυρίζειν, Πυθίων ἀγομένων εἰς Δελφοὺς παρελθεῖν, Ἰσθμίων εἰς Κόρινθον, ἄνπερ ᾖ φιλο‐

604

D

θέωρος· εἰ δὲ μή, σχολὴ περίπατος ἀνάγνωσις ὕπνος ἀθορύβητος τὸ τοῦ Διογένους ‘Ἀριστοτέλης ἀριστᾷ, ὅταν δοκῇ Φιλίππῳ, Διογένης, ὅταν Διογένει‘ μήτε πραγμα‐ τείας μήτ’ ἄρχοντος μήθ’ ἡγεμόνος τὴν συνήθη δίαιταν
5περισπῶντος. Διὰ τοῦτο τῶν φρονιμωτάτων καὶ σοφωτάτων ὀλί‐ γους ἂν εὕροις ἐν ταῖς ἑαυτῶν πατρίσι κεκηδευμένους, οἱ δὲ πλεῖστοι μηδενὸς ἀναγκάζοντος αὐτοὶ τὸ ἀγκύριον ἀράμενοι μεθωρμίσαντο τοὺς βίους καὶ μετέστησαν οἱ
10μὲν εἰς Ἀθήνας οἱ δ’ ἐξ Ἀθηνῶν. τίς γὰρ εἴρηκε τῆς ἑαυτοῦ
πατρίδος ἐγκώμιον τοιοῦτον, οἷον Εὐριπίδης; ‘ᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν,524

604

E

αὐτόχθονες δ’ ἔφυμεν· αἱ δ’ ἄλλαι πόλεις πεσσῶν ὁμοίως διαφορηθεῖσαι βολαῖς ἄλλαι παρ’ ἄλλων εἰσὶν εἰσαγώγιμοι.‘ (fr. 360) ‘εἰ δ’ 〈οὖν〉 πάρεργον χρή τι κομπάσαι, γύναι,
5οὐρανὸν ὑπὲρ γῆς ἔχομεν εὖ κεκραμένον, ἵν’ οὔτ’ ἄγαν πῦρ οὔτε χεῖμα συμπίτνει. ἃ δ’ Ἑλλὰς Ἀσία τ’ ἐκτρέφει κάλλιστα, γῆς δέλεαρ ἔχοντες 〈τῆσδε〉 συνθηρεύομεν·‘ (fr. 981)
8 ἀλλ’ ὁ ταῦτα γράψας εἰς Μακεδονίαν ᾤχετο καὶ παρ’
10Ἀρχελάῳ κατεβίωσεν. ἀκήκοας δὲ δήπου καὶ τουτὶ τὸ ἐπι‐ γραμμάτιον (PL. II p. 241)
11

604

F

‘Αἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε κεύθει
μνῆμα καταφθίμενον πυροφόροιο Γέλας·‘
2 καὶ γὰρ καὶ οὗτος εἰς Σικελίαν ἀπῆρε καὶ Σιμωνίδης πρό‐ τερον. τὸ δ’ ‘Ἡροδότου Ἁλικαρνασσέως ἱστορίης ἀπό‐
5δεξις ἥδε‘ πολλοὶ μεταγράφουσιν ‘Ἡροδότου Θουρίου‘· μετῴκησε γὰρ εἰς Θουρίους καὶ τῆς ἀποικίας ἐκείνης

605

A

μετέσχε. τὸ δ’ ἱερὸν | καὶ δαιμόνιον ἐν μούσαις πνεῦμα, ‘Φρυγίας κοσμήτορα μάχας,‘ Ὅμηρον οὐ τοῦτο πεποίηκε πολλαῖς ἀμφισβητήσιμον πόλεσιν, ὅτι μὴ μιᾶς ἐστιν ἐγκωμιαστής; καὶ ξενίου Διὸς πολλαὶ τιμαὶ καὶ μεγάλαι.
5 εἰ δὲ φήσει τις ὅτι δόξαν οὗτοι καὶ τιμὰς ἐθήρευον, ἐπὶ τοὺς σοφοὺς ἐλθὲ καὶ τὰς σοφὰς Ἀθήνησι σχολὰς καὶ διατριβάς· ἀναπέμπασαι τὰς ἐν Λυκείῳ τὰς ἐν Ἀκαδη‐
μείᾳ τὴν Στοὰν τὸ Παλλάδιον τὸ Ὠιδεῖον. εἰ τὴν Περι‐ πατητικὴν ἀσπάζῃ μάλιστα καὶ τεθαύμακας, Ἀριστοτέλης525

605

B

ἦν ἐκ Σταγίρων, Θεόφραστος ἐξ Ἐρέσου, Στράτων ἐκ Λαμψάκου, Λύκων ἐκ Τρωάδος, Ἀρίστων ἐκ Κέω, Κρι‐ τόλαος Φασηλίτης· εἰ τὴν Στωικήν, Ζήνων Κιτιεύς, Κλεάνθης Ἄσσιος, Χρύσιππος Σολεύς, Διογένης Βαβυ‐
5λώνιος, Ἀντίπατρος Ταρσεύς, ὁ δ’ Ἀθηναῖος Ἀρχέδημος εἰς τὴν Πάρθων μεταστὰς ἐν Βαβυλῶνι Στωικὴν δια‐ δοχὴν ἀπέλιπε. τίς οὖν τούτους ἐδίωξεν; οὐδείς· ἀλλ’ αὐ‐ τοὶ διώκοντες ἡσυχίαν, ἧς οὐ πάνυ μέτεστιν οἴκοι τοῖς ἡντιναοῦν δόξαν ἢ δύναμιν ἔχουσι, τὰ μὲν ἄλλα λόγοις
10τοῦτο δ’ ἔργοις ἡμᾶς διδάσκουσι. καὶ γὰρ νῦν οἱ δοκιμώ‐ τατοι καὶ κράτιστοι ζῶσιν ἐπὶ ξένης οὐ μετασταθέντες

605

C

ἀλλὰ μεταστάντες οὐδὲ φυγαδευθέντες ἀλλὰ φυγόντες αὐτοὶ πράγματα καὶ περισπασμοὺς καὶ ἀσχολίας, ἃς αἱ πατρίδες φέρουσι. καὶ γὰρ τοῖς παλαιοῖς ὡς ἔοικεν αἱ Μοῦσαι τὰ κάλλιστα τῶν συνταγμάτων καὶ δοκιμώτατα
5φυγὴν λαβοῦσαι συνεργὸν ἐπετέλεσαν. ‘Θουκυδίδης Ἀθη‐ ναῖος συνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων‘ (I 1) ἐν Θρᾴκῃ περὶ τὴν Σκαπτὴν ὕλην, Ξενοφῶν ἐν Σκιλλοῦντι τῆς Ἠλείας, Φίλιστος ἐν Ἠπείρῳ, Τίμαιος ὁ Ταυρομενείτης ἐν Ἀθήναις, Ἀνδροτίων Ἀθη‐

605

D

ναῖος ἐν Μεγάροις, Βακχυλίδης ὁ Ἰουλιήτης ἐν Πελοπον‐ νήσῳ. πάντες οὗτοι καὶ πλείονες ἄλλοι τῶν πατρίδων ἐκπεσόντες οὐκ ἀπέγνωσαν οὐδ’ ἔρριψαν ἑαυτούς, ἀλλ’ ἐχρήσαντο ταῖς εὐφυΐαις ἐφόδιον παρὰ τῆς τύχης τὴν
5φυγὴν λαβόντες, δι’ ἣν πανταχοῦ καὶ τεθνηκότες μνη‐ μονεύονται· τῶν δ’ ἐκβαλόντων καὶ 〈κατα〉στασιασάν‐ των οὐδὲ εἷς λόγος οὐδενὸς ἀπολέλειπται. διὸ καὶ γελοῖός ἐστιν ὁ νομίζων ἀδοξίαν τῇ φυγῇ προσεῖναι. τί λέγεις; ἄδοξός ἐστι Διογένης ὃν ἰδὼν Ἀλέξανδρος ἐν ἡλίῳ526

605

E

καθήμενον ἐπιστὰς ἠρώτησεν, εἴ τινος δεῖται, τοῦ δὲ μηδὲν ἀλλ’ ἢ σμικρὸν ἀποσκοτίσαι κελεύσαντος ἐκπλαγεὶς τὸ φρόνημα πρὸς τοὺς φίλους εἶπεν ‘εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης ἂν ἤμην‘; ἠδόξει δὲ Κάμιλλος ἐκ τῆς
5Ῥώμης ἐλαυνόμενος, ἧς δεύτερος κτίστης νῦν ἀναγο‐ ρεύεται; καὶ μὴν Θεμιστοκλῆς οὐ τὴν ἐν τοῖς Ἕλλησι δό‐ ξαν φυγὼν ἀπέβαλεν ἀλλὰ τὴν ἐν τοῖς βαρβάροις προσ‐ έλαβε· καὶ οὐδείς ἐστιν οὕτως ἀφιλότιμος οὐδ’ ἀγεννής, ὃς μᾶλλον ἂν ἐβούλετο Λεωβώτης ὁ γραψάμενος ἢ Θεμι‐

605

F

στοκλῆς ὁ φυγαδευθεὶς εἶναι καὶ Κλώδιος ὁ ἐκβαλὼν ἢ Κικέρων ὁ ἐκβληθεὶς καὶ Ἀριστοφῶν ὁ κατηγορήσας ἢ Τιμόθεος ὁ μεταστὰς ἐκ τῆς πατρίδος. Ἀλλ’ ἐπεὶ πολλοὺς τὰ τοῦ Εὐριπίδου κινεῖ δυνατῶς
5τῆς φυγῆς κατηγορεῖν δοκοῦντος, ἴδωμεν ἃ λέγει καθ’ ἕκαστον ἐρωτῶν καὶ ἀποκρινόμενος (Phoen. 388)·
6 ‘τί τὸ στέρεσθαι πατρίδος; ἦ κακὸν μέγα;‘ ‘μέγιστον· ἔργῳ δ’ ἐστὶ μεῖζον ἢ λόγῳ.‘ ‘τίς ὁ τρόπος αὐτοῦ; τί φυγάσιν τὸ δυστυχές;‘
10‘ἓν μὲν μέγιστον· οὐκ ἔχει παρρησίαν.‘ ‘δούλου τόδ’ εἶπας, μὴ λέγειν ἅ τις φρονεῖ.‘ |

606

A

‘τὴν τῶν κρατούντων ἀμαθίαν φέρειν χρεών.‘
1 ταῦτα πρῶθ’ 〈ὁρᾷσ〉 ὡς οὐκ ὀρθῶς οὐδ’ ἀληθῶς ἀξιοῦται.
πρῶτον μὲν γὰρ οὐ δούλου τό ‘μὴ λέγειν ἅ τις φρονεῖ‘, ἀλλὰ νοῦν ἔχοντος ἀνδρὸς ἐν καιροῖς καὶ πράγμασιν ἐχε‐527
5μυθίας καὶ σιωπῆς δεομένοις, ὥσπερ αὐτὸς ἀλλαχόθι βέλτιον εἴρηκε (fr. 413, 2)
6
‘σιγᾶν θ’ ὅπου δεῖ καὶ λέγειν ἵν’ ἀσφαλές·‘
7 ἔπειτα ‘τὴν τῶν κρατούντων ἀμαθίαν‘ οὐχ ἧττον οἴκοι μένοντας ἢ φεύγοντας ἀνάγκη φέρειν, ἀλλὰ καὶ μᾶλλον
10πολλάκις οἱ μένοντες τῶν ἀπαλλαγέντων τοὺς ἰσχύοντας

606

B

ἐν πόλεσιν ἀδίκως τῷ συκοφαντεῖν ἢ βιάζεσθαι δεδίασι. τὸ δὲ μέγιστον καὶ ἀτοπώτατον, εἰ παρρησίαν τῶν φυγάδων ἀφαιρεῖται· θαυμαστὸν γάρ, εἰ Θεόδωρος ἀπαρρησίαστος ἦν, ὃς Λυσιμάχου τοῦ βασιλέως εἰπόντος πρὸς αὐτόν ‘ἡ
5πατρίς σε τοιοῦτον ὄντ’ ἐξέβαλε;‘ ‘ναί,‘ εἶπε ‘μὴ δυναμένη φέρειν ὥσπερ ἡ Σεμέλη τὸν Διόνυσον.‘ ἐπιδείξαντος δ’ αὐτῷ Τελεσφόρον ἐν γαλεάγρᾳ τοὺς ὀφθαλμοὺς ἐξορωρυγ‐ μένον καὶ περικεκομμένον τὴν ῥῖνα καὶ τὰ ὦτα καὶ τὴν γλῶτταν ἐκτετμημένον καὶ εἰπόντος ‘οὕτως ἐγὼ διατίθημι
10τοὺς κακῶς με ποιοῦντας·‘ 〈‘τί δὲ Θεοδώρῳ μέλει‘, ἔφη, ‘πότερον ὑπὲρ γῆς ἢ ὑπὸ γῆς σήπεται;‘〉 τί δέ; Διογένης οὐκ εἶχε παρρησίαν, ὃς εἰς τὸ Φιλίππου στρατόπεδον

606

C

παρελθών, ὁπηνίκα μαχούμενος ἐχώρει τοῖς Ἕλλησι, καὶ πρὸς αὐτὸν ἀναχθεὶς ὡς κατάσκοπος· ναί, κατάσκοπος ἔφη ἀφῖχθαι τῆς ἀπληστίας αὐτοῦ καὶ τῆς ἀφροσύνης ἥκοντος ἐν βραχεῖ καιρῷ διακυβεῦσαι περὶ τῆς ἡγεμονίας
5ἅμα καὶ τοῦ σώματος; τί δέ; Ἀννίβας ὁ Καρχηδόνιος οὐκ ἐχρῆτο παρρησίᾳ πρὸς Ἀντίοχον βασιλέα ὄντα φυγὰς ὤν,
ὁπηνίκα καιροῦ διδόντος ἐκέλευσεν αὐτὸν ἐπιχειρεῖν τοῖς πολεμίοις, τοῦ δὲ θυσαμένου καὶ τὰ σπλάγχνα κωλύειν φάσκοντος ἐπετίμησεν εἰπών ‘σὺ τί κρέας λέγει σκοπεῖς,528
10οὐ τί νοῦν ἔχων ἄνθρωπος;‘ ἀλλ’ οὐδὲ γεωμετρῶν φυγὴ παρρησίαν οὐδὲ γραμματικῶν ἀφαιρεῖται, περὶ ὧν ἴσασι

606

D

καὶ μεμαθήκασι διαλεγομένων, πόθεν γε δὴ καλῶν καὶ ἀγαθῶν ἀνθρώπων; ἀλλὰ τὸ ἀγεννὲς πανταχοῦ τὴν φωνήν ‘ἐμφράττει, τὴν γλῶσσαν ἀποστρέφει, ἄγχει, σιωπᾶν ποιεῖ (Dem. 19, 208).‘ τὰ δ’ ἑξῆς τοῦ Εὐριπίδου ποῖά
5τιν’ ἐστίν; (Phoen. 396)
5 ‘αἱ δ’ ἐλπίδες βόσκουσι φυγάδας, ὡς λόγος.‘ ‘καλοῖς βλέπουσαί γ’ ὄμμασιν, μέλλουσι δέ.‘
7 καὶ τοῦτο τῆς ἀβελτερίας ἔγκλημα μᾶλλον ἢ τῆς φυγῆς ἐστιν. οὐ γὰρ οἱ μαθόντες οὐδ’ ἐπιστάμενοι χρῆσθαι τοῖς
10παροῦσιν, ἀλλ’ οἱ ἀεὶ τοῦ μέλλοντος ἐκκρεμάμενοι καὶ γλιχόμενοι τῶν ἀπόντων ὡς ἐπὶ σχεδίας διαφέρονται τῆς

606

E

ἐλπίδος, κἂν μηδέποτε τοῦ τείχους ἐκτὸς προέλθωσι. (Phoen. 402)
2 ‘φίλοι δὲ πατρὸς καὶ ξένοι ς’ οὐκ ὠφέλουν;‘ ‘εὖ πρᾶσσε· τὰ φίλων δ’ οὐδέν, ἤν τι δυστυχῇς.‘
5‘οὐδ’ ηὑγένειά ς’ ᾖρεν εἰς ὕψος μέγα;‘ ‘κακὸν τὸ μὴ ἔχειν· τὸ γένος [δὲ] οὐκ ἔβοσκέ με.‘
6 ταῦτ’ ἤδη καὶ ἀχάριστα τοῦ Πολυνείκους ἀτιμίαν μὲν εὐγενείας ἀφιλίαν δὲ τῆς φυγῆς κατηγοροῦντος, ὃς διὰ τὴν εὐγένειαν ἠξιώθη μὲν φυγὰς ὢν γάμων βασιλικῶν, φίλων
10δὲ συμμαχίᾳ καὶ δυνάμει τοσαύτῃ πεφραγμένος ἐστρά‐

606

F

τευσεν, ὡς αὐτὸς μετὰ μικρὸν ὁμολογεῖ (v. 430)·
‘πολλοὶ 〈δὲ〉 Δαναῶν καὶ Μυκηναίων ἄκροι
πάρεισι, λυπρὰν χάριν ἀναγκαίαν δ’ ἐμοὶ
διδόντες.‘
529
4
5ὅμοια δὲ καὶ τὰ τῆς μητρὸς ὀλοφυρομένης (v. 344)· ‘ἐγὼ δέ σοι οὔτε πῦρ ἀνῆψα νόμιμον ἐν γάμοις .... ἀνυμέναια δ’ Ἰσμηνὸς ἐκηδεύθη λουτροφόρου χλιδᾶς.‘ ταύτην ἔδει χαίρειν καὶ ἀγαπᾶν πυνθανομένην ναίοντα βασίλεια τηλικαῦτα τὸν υἱόν· ἡ δὲ θρηνοῦσα τὴν οὐκ
10ἀναφθεῖσαν λαμπάδα καὶ τὸν οὐ παρασχόντα λουτρὸν

607

A

Ἰσμηνόν, ὡς ἐν Ἄργει | μήθ’ ὕδωρ τῶν γαμούντων μήτε πῦρ ἐχόντων, τὰ τοῦ τύφου κακὰ καὶ τῆς ἀβελτερίας τῇ φυγῇ περιτίθησιν. Ἀλλ’ ἐπονείδιστον ὁ φυγάς ἐστι; παρά γε τοῖς
5ἄφροσιν, οἳ καὶ τὸν πτωχὸν λοιδόρημα ποιοῦνται καὶ τὸν φαλακρὸν καὶ τὸν μικρὸν καὶ νὴ Δία τὸν ξένον καὶ τὸν μέτοικον. ἀλλὰ μὴν οἱ μὴ τούτοις ὑποφερόμενοι θαυμά‐ ζουσι τοὺς ἀγαθούς, κἂν πένητες ὦσι κἂν ξένοι κἂν φυ‐ γάδες. ἀλλ’ οὐχ ὁρῶμεν, ὥσπερ τὸν Παρθενῶνα καὶ τὸ
10Ἐλευσίνιον, οὕτω καὶ τὸ Θησεῖον ἅπαντας προσκυνοῦντας; καὶ μὴν ἔφυγε Θησεὺς ἐξ Ἀθηνῶν, δι’ ὃν οἰκοῦσι νῦν [εἰς]

607

B

Ἀθήνας ἄνθρωποι, καὶ πόλιν ἀπέβαλεν ἣν οὐκ ἔσχεν ἀλλ’ αὐτὸς ἐποίησε. τῇ δ’ Ἐλευσῖνι τί λείπεται καλόν, ἂν αἰσχυνώμεθα τὸν Εὔμολπον, ὃς ἐκ Θρᾴκης μεταστὰς ἐμύησε καὶ μυεῖ τοὺς Ἕλληνας; Κόδρος δὲ τίνος ὢν ἐβα‐
5σίλευσεν; οὐ Μελάνθου φυγάδος ἐκ Μεσσήνης; τὸ δὲ τοῦ Ἀντισθένους οὐκ ἐπαινεῖς πρὸς τὸν εἰπόντα ὅτι ‘Φρυγία σού ἐστιν ἡ μήτηρ,‘ ‘καὶ γὰρ ἡ τῶν θεῶν‘; τί οὖν οὐ καὶ
σὺ λοιδορούμενος φυγὰς ἀποκρίνῃ ‘καὶ γὰρ ὁ τοῦ Ἡρα‐ κλέους τοῦ καλλινίκου πατὴρ φυγὰς ἦν, καὶ ὁ τοῦ Διονύ‐530
10σου πάππος, ὡς ἐξεπέμφθη τὴν Εὐρώπην ἀνευρεῖν, οὐδ’ αὐτὸς ἐπανῆλθε (Eur. fr. 819, 3) ‘Φοίνιξ πεφυκώς, ἐκ δ’ ὁρίζεται γένοσ‘ εἰς τὰς Θήβας παραγενόμενος ‘εὔιον

607

C

ὀρσιγύναικα Διόνυσον μαινομέναις ἀνθέοντα τιμαῖσ‘ (Lyr. adesp. 131);‘ καὶ περὶ μὲν ὧν Αἰσχύλος ᾐνίξατο καὶ ὑπεδήλωσεν εἰπών (Suppl. 214)
3
‘ἁγνόν τ’ Ἀπόλλω φυγάδ’ ἀπ’ οὐρανοῦ θεόν‘
4
5‘εὔστομά μοι κείσθω‘ καθ’ Ἡρόδοτον (II 171), ὁ δ’ Ἐμπεδοκλῆς ἐν ἀρχῇ τῆς φιλοσοφίας προαναφωνήσας (fr. 115, 1. 3. 5. 6. 13)
7
‘ἔστιν ἀνάγκης χρῆμα, θεῶν ψήφισμα παλαιόν,
εὖτέ τις ἀμπλακίῃσι φόνῳ φίλα γυῖα μιήνῃ,
10δαίμονες οἵ τε μακραίωνος λελάχασι βίοιο, τρίς μιν μυρίας ὥρας ἀπὸ μακάρων ἀλάλησθαι.

607

D

τὴν καὶ ἐγὼ νῦν εἶμι φυγὰς θεόθεν καὶ ἀλήτησ‘
1 οὐχ ἑαυτόν, ἀλλ’ ἀφ’ ἑαυτοῦ πάντας ἀποδείκνυσι μετ‐ ανάστας ἐνταῦθα καὶ ξένους καὶ φυγάδας ἡμᾶς ὄντας. ‘οὐ γὰρ αἷμα‘ φησίν ‘ἡμῖν οὐδὲ πνεῦμα συγκραθέν, ὦ ἄνθρω‐
5ποι, ψυχῆς οὐσίαν καὶ ἀρχὴν παρέσχεν, ἀλλ’ ἐκ τούτων τὸ σῶμα συμπέπλασται γηγενὲς καὶ θνητόν‘, τῆς δὲ ψυχῆς ἀλλαχόθεν ἡκούσης δεῦρο τὴν γένεσιν ἀποδημίαν ὑποκορίζεται τῷ πραοτάτῳ τῶν ὀνομάτων. τὸ δ’ ἀληθέ‐
στατον, φεύγει καὶ πλανᾶται θείοις ἐλαυνομένη δόγμασι531

607

E

καὶ νόμοις, εἶθ’ ὥσπερ ἐν νήσῳ σάλον ἐχούσῃ πολύν, καθάπερ φησὶν ὁ Πλάτων (Phaedr. 250c), ‘ὀστρέου τρόπον‘ ἐνδεδεμένη τῷ σώματι διὰ τὸ μὴ ἀναφέρειν μηδὲ μνημονεύειν (Emp. fr. 119, 1) ‘ἐξ οἵης τιμῆς τε καὶ ὅσσου
5μήκεος ὄλβου‘ μεθέστηκεν, οὐ Σάρδεων Ἀθήνας οὐδὲ Κορίνθου Λῆμνον ἢ Σκῦρον ἀλλ’ οὐρανοῦ καὶ σελήνης γῆν ἀμειψαμένη καὶ τὸν ἐπὶ γῆς βίον, ἂν μικρὸν ἐνταῦθα τόπον ἐκ τόπου παραλλάξῃ, δυσανασχετεῖ καὶ ξενοπαθεῖ καθάπερ φυτὸν ἀγεννὲς ἀπομαραινομένη. καίτοι φυτῷ μὲν ἔστι τις
10χώρα μᾶλλον ἑτέρας ἑτέρα πρόσφορος, ἐν ᾗ τρέφεται καὶ βλαστάνει βέλτιον, ἀνθρώπου δ’ οὐδεὶς ἀφαιρεῖται τόπος

607

F

εὐδαιμονίαν, ὥσπερ οὐδ’ ἀρετὴν οὐδὲ φρόνησιν. ἀλλ’ Ἀνα‐ ξαγόρας (A 38) μὲν ἐν τῷ δεσμωτηρίῳ τὸν τοῦ κύκλου τετραγωνισμὸν ἔγραφε, Σωκράτης δὲ φάρμακον πίνων ἐφιλοσόφει καὶ παρεκάλει φιλοσοφεῖν τοὺς συνήθεις εὐ‐
5δαιμονιζόμενος ὑπ’ αὐτῶν· τὸν δὲ Φαέθοντα καὶ τὸν Τάν‐ ταλον εἰς τὸν οὐρανὸν ἀναβάντας οἱ ποιηταὶ λέγουσι ταῖς
μεγίσταις συμφοραῖς περιπεσεῖν διὰ τὴν ἀφροσύνην.532